1ἀρχόμενος σέο, Φοῖβε, παλαιγενέων κλέα φωτῶν
2μνήσομαι, οἳ Πόντοιο κατὰ στόμα καὶ διὰ πέτρας
3Κυανέας βασιλῆος ἐφημοσύνῃ Πελίαο
4χρύσειον μετὰ κῶας ἐύζυγον ἤλασαν Ἀργώ.
5τοίην γὰρ Πελίης φάτιν ἔκλυεν, ὥς μιν ὀπίσσω
6μοῖρα μένει στυγερή, τοῦδ᾽ ἀνέρος, ὅντιν᾽ ἴδοιτο
7δημόθεν οἰοπέδιλον, ὑπ᾽ ἐννεσίῃσι δαμῆναι.
8δηρὸν δ᾽ οὐ μετέπειτα τεὴν κατὰ βάξιν Ἰήσων
9χειμερίοιο ῥέεθρα κιὼν διὰ ποσσὶν Ἀναύρου
10ἄλλο μὲν ἐξεσάωσεν ὑπ᾽ ἰλύος, ἄλλο δ᾽ ἔνερθεν
11κάλλιπεν αὖθι πέδιλον ἐνισχόμενον προχοῇσιν.
12ἵκετο δ᾽ ἐς Πελίην αὐτοσχεδὸν ἀντιβολήσων
13εἰλαπίνης, ἣν πατρὶ Ποσειδάωνι καὶ ἄλλοις
14ῥέζε θεοῖς, Ἥρης δὲ Πελασγίδος οὐκ ἀλέγιζεν.
15αἶψα δὲ τόνγ᾽ ἐσιδὼν ἐφράσσατο, καί οἱ ἄεθλον
16ἔντυε ναυτιλίης πολυκηδέος, ὄφρ᾽ ἐνὶ πόντῳ
17ἠὲ καὶ ἀλλοδαποῖσι μετ᾽ ἀνδράσι νόστον ὀλέσσῃ.
18νῆα μὲν οὖν οἱ πρόσθεν ἐπικλείουσιν ἀοιδοὶ
19Ἄργον Ἀθηναίης καμέειν ὑποθημοσύνῃσιν.
20νῦν δ᾽ ἂν ἐγὼ γενεήν τε καὶ οὔνομα μυθησαίμην
21ἡρώων, δολιχῆς τε πόρους ἁλός, ὅσσα τ᾽ ἔρεξαν
22πλαζόμενοι· Μοῦσαι δ᾽ ὑποφήτορες εἶεν ἀοιδῆς.