Χρηστὴν ἡμῖν ἡ θάλαττα τὸ τήμερον εἶναι τὴν γαλήνην ἐστόρεσεν. ὡς γὰρ τρίτην ταύτην εἶχεν ὁ χειμὼν ἡμέραν, καὶ λάβρως κατὰ τοῦ πελάγους ἐπέπνεον ἐκ τῶν ἀκρωτηρίων οἱ βορεῖς, καὶ ἐπεφρίκει μὲν ὁ πόντος μελαινόμενος, τοῦ ὕδατος δὲ ἀφρὸς εξηνθήκει, πανταχοῦ τῆς θαλάσσης ἐπʼ ἀλλήλων ἐπικλωμένων τῶν κυμάτων — τὰ μὲν γὰρ ταῖς πέτρταις προσηράσσετο, τὰ δὲ εἴσω ἀνοιδοῦντα ἐρρήγνυτο —, ἀεργία παντελὴς ἦν· καὶ τὰ ἐπὶ ταῖς ᾐόσι καταλαβόντες καλύβια, ὀλίγα ξυλισάμενοι κομμάτια ὅσα οἱ ναυπηγοὶ πρῴην ἐκ τῶν δρυῶν ἃς ἐξέτεμον ἀπέλιπον, ἐκ τούτων πῦρ ἀνάψαν- τες τὸ πικρὸν τοῦ κρυμοῦ παρεμυθούμεθα. τετάρτη δὲ αὕτη ἐπιλαβοῦσα ἡμᾶς ἀλκυονὶς ὡς οἶμαι ἡμέρα — ἔστι γὰρ τοῦτο τῷ καθαρῷ τῆς αἰθρίας τεκμήρασθαι — πλοῦτον ἀθρόον ἀγαθῶν ἔδειξεν. ὡς γὰρ ὤφθη μὲν ὁ ἥλιος, πρώτη δὲ ἀκτὶς εἰς τὸ πέλαγος ἀπέστιλβε, τὸ πρῴην νεωλκηθὲν σκαφίδιον σπουδῇ κατεσύραμεν, εἶτʼ ἐνθέμενοι τὰ δίκτυα ἔργου εἰχόμεθα. μικρὸν δὲ ἄπωθεν τῆς ἀκτῆς χαλάσαντες, φεῦ τῆς εὐοψίας, ὅσον ἰχθύων ἐξειλκύσαμεν· μικροῦ καὶ τοὺς φελλοὺς ἐδέησε κατασῦραι ὑφάλους τὸ δίκτυον ἐξωγκωμένον. εὐθὺς οὖν ὀψῶναι πλησίον, καὶ τὰς ἀσίλλας ἐπωμίους ἀνελό- μενοι καὶ τὰς ἑκατέρωθεν σπυρίδας ἐξαρτήσαντες καὶ ὑπὲρ αὐτῶν καταβαλόντες 〈τ〉ἀργύριον, ἄστυδʼ ἐκ Φα- λήρων ἠπείγοντο. πᾶσι δὲ τούτοις ἠρκέσαμεν ἡμεῖς καὶ πρὸς τούτοις ἀπηνεγκάμεθα γαμεταῖς καὶ παιδίοις ὄγκον οὐκ ὀλίγον ἔχειν τῶν λεπτοτέρων ἰχθύων, οὐκ εἰς μίαν, ἀλλʼ εἰ χειμὼν ἐπιλάβοι[το] καὶ εἰς πλείους ἡμέρας ἐμφορηθῆναι.
Alciphron
Sophist of the 2nd–3rd c. CE; author of fictional letters in four books — fishermen, farmers, parasites, and courtesans — depicting Athenian everyday life.
Epistulae
122 letters·39,531 words·urn:cts:greekLit:tlg0640.tlg001.1st1K-grc1
Read on Scaife Source TEI XML Hercher (Epistolographi Graeci)
Show Greek text (122 letters) — click any Greek word for Logeion + Morpheus
Μάτην ἡμῖν τὰ πάντα πονεῖται, ὦ Κύρτων, διʼ ἡμέ- ρας μὲν ὑπὸ τῆς εἵλης φλεγομένοις νύκτωρ δὲ ὑπὸ λαμ- πάσι τὸν βυθὸν ἀποξύουσι, καὶ τὸ λεγόμενον δὴ τοῦτο εἰς τὸν τῶν Δαναΐδων τοὺς ἀμφορέας ἐκχέομεν πίθον· οὕτως ἄπρακτα καὶ ἀνήνυτα διαμοχθοῦμεν. ἡμῖν μὲν γὰρ οὐδὲ ἀκαλήφης ἔστιν ἢ πελωρίδος ἐμπλῆσαι τὴν γαστέρα, ὁ δεσπότης δὲ συλλέγει καὶ τοὺς ἰχθύας καὶ τὰ κέρματα. οὐκ ἀπόχρη δὲ αὐτῷ τοσαῦτα ἔχειν παῤ ἡμῶν, ὁ δὲ διερευνᾶται καὶ τὸ σκαφίδιον συνεχῶς. καὶ πρῴην, ὅτε ἐκ Μουνυχίας ἐπέμψαμεν αὐτῶ κομι- οῦντα τοὐψώνιον Ἕρμωνα τουτονὶ τὸν μειρακίσκον, σπόγγους ἡμῖν ἐπέταττε κομίζειν καὶ τὰ ἐκ τῆς ἁλὸς ἔρια, ἃ φύεται ἐπιεικῶς ἐναβρυνομένης εἰς λῆμνον· ὥσθʼ ὁ μὲν 〈ὅσον〉 οὔπω ταῦτα προσαπῄτει, καὶ ὁ Ἕρμων ἀφεὶς τὸ φερνίον αὐτοῖς ἰχθύσιν, ἀφεὶς δὲ καὶ ἡμᾶς αὐτῷ σκάφει, ᾤχετο ἐπὶ λέμβου κωπήρους Ῥοδίοις τισὶ θαλαττουργοῖς ἀναμιχθείς. καὶ ὁ μὲν δεσπότης οἰκέτην, ἡμεῖς δὲ συνεργὸν ἀγαθὸν ἐπεν- θήσαμεν.
Χρηστὸν ἡ γῆ καὶ ἡ βῶλος ἀκίνδυνον, [οὐ μάτην γοῦν ἀνησίδωραν ταύτην ὀνομάζουσιν Ἀθηναῖοι ἀνιεῖσαν δῶρα διʼ ὧν ἔστι ζῆν καὶ σώζεσθαι], χαλεπὸν ἡ θά- λαττα καὶ ἡ ναυτιλία ῥιψοκίνδυνον. ὀρθῶς ἐγὼ τοῦτο κρίνω πείρᾳ καὶ διδασκαλίᾳ μαθών. ποτὲ γὰρ ὄψον ἀποδόσθαι βουληθεὶς ἤκουσα ἑνὸς τῶν ἐν τῇ Ποικίλη διατριβόντων ἀνυποδήτων καὶ ἐνεροχρώτων στιχίδιον ἀποφθεγγομένου τὴν ἀπόνοιαν τῶν πλεόντων ἐπιστῦ- φον· ἔλεγε δʼ Ἀραίου τινὸς εἶναι σοφοῦ τὰ με- τέωρα, καὶ ἦν ὅσον ἀπομνημονεύσαντα [οὐχ ὅλον] εἰπεῖν ὧδε εἰρημένον ‘ὀλίγον δὲ διὰ ξύλον ἄϊδ᾿ ἐρύκειʼ. τί οὖν, ὦ γύναι, οὐ σωφρονοῦμεν καὶ ὀψὲ τοῦ καιροῦ φεύγομεν τὴν πρὸς θάνατον γειτνίασιν, καὶ ταῦτα ἐπὶ παιδίοις ζῶντες, οἷς εἰ καὶ μηδὲν μέγα παρέχειν διʼ ἀχρηματίαν ἔχομεν, τάδε παρέξομεν καὶ χαριούμεθα, τὸ τὰς τρικυμίας καὶ τούς ἐκ βυθοῦ κινδύνους ἀγνοῆ- σαι, γεωργίᾳ δὲ συντραφῆναι καὶ τὸν ἀσφαλῆ καὶ ἀδεᾶ βίον ἀσπάσασθαι.
Ὅσον ἡ θάλαττα τῆς γῆς διαλλάττει, τοσοῦτον καὶ ἡμεῖς οἱ ταύτης ἐργάται τῶν κατὰ πόλεις ἢ κώμας οἰ- κούντων διαφέρομεν. οἱ μὲν γὰρ ἢ μένοντες εἴσω πυλῶν τὰ δημοτικὰ διαπράττονται, ἢ γεωμορίᾳ προσ- ανέχοντες τὴν ἐκ τῆς βώλου πρὸς διατροφὴν ἀναμέ- νουσιν ἐπικαρπίαν· ἡμῖν δὲ οἷς βίος ἐν ὕδασι, θάνα- τος ἡ γῆ καθάπερ τοῖς ἰχθύσιν ἥκιστα δυναμένοις ἀναπνεῖν τὸν ἀέρα. τί δὴ οὖν παθοῦσα, ὦ γύναι, τὴν ἀκτὴν ἀπολιποῦσα καὶ τὰ νήματα τοῦ λίνου ἄστυδε θαμίζεις Ὠσχοφόρια καὶ Λήναια ταῖς πλουσίαις Ἀθη- ναίων συνεορτάζουσα; οὐκ ἐστι τοῦτο σωφρονεῖν οὐδ᾿ ἀγαθὰ διανοεῖσθαι. οὐχ οὕτω δή σε ὁ πατὴρ ἐκ τῆς Αἰγίνης, οὗ τεχθῆναί σε καὶ τραφῆναι συνέβη, μυεῖ- σθαι ὑπʼ ἐμοὶ γάμῳ παρέδωκεν. εἰ τὴν πόλιν ἀσπάζῃ, χαῖρε καὶ ἄπιθι· εἰ δὲ τὰ ἐκ θαλάττης ἀγαπᾷς, ἐπάνιθι εἰς τὸν ἄνδρα τὸ λῶον ἑλομένη, λήθη δέ σοι ἔστω μακρὰ τῶν κατʼ ἄστυ τούτων ἀπατηλῶν θεαμάτων.
Οἴει μόνος πλουτεῖν, ὅτι τοὺς παῤ ἐμοὶ θητεύον- τας δελεάζων ἄγεις ὡς ἑαυτὸν περιουσίᾳ μισθωμάτων. καὶ εἰκότως· σοὶ μὲν γὰρ ὁ βόλος ἤνεγκε πρῴην χρυ- σοῦς κόμματος Δαρεικοῦ, τῆς ἐπὶ Σαλαμῖνι ναυμαχίας ἴσως λείψανα, καταδύσης οἶμαι νηὸς Περσικῆς αὐτοῖς ἀνδράσι καὶ αὐτοῖς χρήμασιν, ὅτε ἐπὶ τῶν προγόνων τῶν ἡμετέρων ὁ Θθεμιστοκλῆς ὁ τοῦ Νεοκλέους ἤρατο τὸ μέγα κατὰ Μήδων τρόπαιον. ἐγὼ δὲ ἀγαπῶ τὴν τῶν ἀναγκαίων εὐπορίαν ἐκ τῆς καθημερινῆς ἐργασίας τῶν χειρῶν ποριζόμενος. ἀλλʼ εἰ πλουτεῖς, σύν 〈τῷ〉 δικαίῳ πλούτει· γινέσθω δέ σοι ὁ πλοῦτος μὴ κακίας, ἀλλὰ καλοκαγαθίας ὑπηρέτης.
Ἀγάγου με, ὦ Εὐθύβολε, οὐκ ἀπερριμμένην γυ- ναῖκα οὐδὲ μίαν τῶν ἀσήμων, ἀλλʼ ἐξ ἀγαθοῦ μὲν πατρὸς ἀγαθῆς δὲ μητρὸς γεγονυῖαν. Σωσθένης ὁ Στειριεὺς ἦν μοι πατὴρ καὶ Δαμοφίλη μήτηρ, οἵ με ἐγγυητὴν ἐπίκληρον ἐπὶ παίδων ἀρότῳ γνησίων συν- ῆψάν σοι γάμῳ. σὺ δὲ ῥᾴδιος ὢν τὼ ὀφθαλμὼ καὶ πρὸς πᾶσαν ἡδονὴν ἀφροδίσιον κεχυμένος, ἀτιμάσας ἐμὲ καὶ τὰ κοινὰ παιδία, Γαλήνην καὶ Θαλασσίωνα, ἐρᾷς τῆς Ἑρμιονί[τι]δος μετοίκου, ἣν ἐπὶ κακῶ τῶν ἐρώντων ὁ Πειραιεὺς ἐδέξατο. κωμάζουσι γὰρ εἰς αὐ- τὴν ἡ πρὸς θάλατταν νεολαία καὶ ἄλλος ἀλλο δῶρον ἀποφέρει· ἡ δὲ εἰσδέχεται καὶ ἀναλοῖ Χαρύβδεως δίκην. σὺ δὲ ὑπερβαίνων τὰς ἁλιευτικὰς δωροφορίας μαινί- δας μὲν ἢ τρίγλας οὕτε φέρεις οὔτε θέλεις διδόναι, ἀλλʼ ὡς ἀφηλικέστερος καὶ γυναικὶ πάλαι συνὼν. καὶ παιδίων οὐ μάλα νηπίων πατὴρ παραγκωνίσασθαι τοὺς ἀντεραστὰς βουλόμενος, κεκρυφάλους Μιλησίους καὶ Σικελικὸν ἱμάτιον καὶ ἐπʼ αὐτῷ χρυσίον εἰσπέμπεις. ἢ πέπαυσο τῆς ἀγερωχίας, καὶ τοῦ λάγνος εἶναι καὶ θηλυμανὴς ἀπόσχου, ἢ ἴσθι με παρὰ τὸν πατέρα οἰ χησομένην, ὃς οὕτʼ ἐμὲ περιόψεται καὶ σὲ γράψεται παρὰ τοῖς δικασταῖς κακώσεως.
Ἔπεμψά σοι ψῆτταν καὶ σανδάλιον καὶ κεστρέα καὶ κήρυκας πέντε καὶ τριάκοντα, σὺ δέ μοι τῶν ἐρετμῶν δύο πέμψον, ἐπειδὴ τἀμὰ κατέαγεν. ἀντίδοσις γὰρ [ἡ] παρὰ φίλων εἰς φίλους. ὁ γὰρ προχείρως καὶ θαρσαλέως αἰτῶν εὔδηλός ἐστιν ἅπαντα κοινὰ [τὰ πρὸς τοὺς φίλους καὶ] τὰ τῶν φίλων [ἔχειν] ἡγούμενος.
Οἱ τὴν γνώμην ἀμφίβολοι τὴν παρὰ τῶν εὐνοούν- των κρίσιν ἐκδέχονται. κἀγὼ τὰ πολλὰ ταῖς αὔραις διαλαλήσας — οὐδὲ γὰρ οὐδὲν πρὸς σὲ ἐθάρρουν ὦ γύναι — νῦν ἐξαγορεύω καὶ δέομαι τὸ λῷον ᾑρημένην συμβουλεῦσαι. ἄκουε δὴ ὡς ἔχει καὶ πρὸς ὅ τι σε δεῖ τὴν γνώμην ἐξενεγκεῖν. τὰ ἡμέτερα, ὡς οἶσθα, παν- τελῶς ἐστιν ἄπορα καὶ βίος κομιδῇ στενός· τρέφει γὰρ οὐδὲν ἡ θάλαττα. ὁ λέμβος οὖν οὗτος ὃν ὁρᾷς ὁ κω- πήρης, 〈ὁ〉 τοῖς πολλοῖς ἐρέταις κατηρτυμένος, Κωρύ- κιόν ἐστι σκάφος, λῃσταὶ δʼ Ἀτταλῆς τὸ ἐν αὐτῷ σύστημα. οὗτοί με κοινωνὸν ἐθέλουσι λαβεῖν τοῦ τολμήματος, πόρους ἐκ πόρων [εὐμεγέθεις] ὑπισχνού- μενοι. πρὸς μὲν οὖν τὸν χρυσὸν ὃν ἐπαγγέλλονται καὶ τὴν ἐσθῆτα κέχηνα, ἀνδροφόνος δὲ οὐχ ὑπομένω γενέσθαι οὐδὲ μιᾶναι λύθρῳ τὰς χεῖρας, ἃς ἡ θάλαττα ἐκ παιδὸς εἰς δεῦρο καθαρὰς ἀδικημάτων ἐφύλαξε· μένειν δὲ πενίᾳ συζῶντα χαλεπὸν καὶ οὐ φορητόν. τούτων σὺ τὴν αἵρεσιν ταλάντευε. ὅπου γὰρ ἂν ῥέψῃς, ὦ γύναι, ἅπαξ, ἐκεῖσε ἀκολουθήσω. ἀποκόπτειν γὰρ εἴωθε τῆς γνώμης ἡ τῶν φίλων συμβουλὴ τὸ ἀμφί- βολον.
Βά〈λ〉λ᾿ ἐς μακαρίαν, ὡς ἐναντίως ἡμῖν καὶ κατὰ τὴν παροιμίαν ἐπὶ τὰ Μανδροβόλου χωρεῖ τὰ πράγματα. τὸ μὲν γὰρ [ἐπὶ] λεπτῶν κερμάτων ἀποδίδοσθαι καὶ ὠνεῖσθαι τὰ ἐπιτήδεια λιμηρὰν φέρει τὴν παραμυθίαν. ὥρα οὖν σὲ συμπράττοντα ἡμῖν, ὦ Στρουθίων, τὴν παῤ ἡμῶν ἐξ ὧν ἂν ἡ θάλαττα πορίζῃ παραμυθίαν ἐκδέχεσθαι. βούλομαι δὲ πρὸς ἕνα ἢ δεύτερον του- τωνὶ τῶν λακκοπλούτων διὰ σοῦ προξένου, ἢ πρὸς Ἐρασικλέα τὸν Σφήττιον ἢ πρὸς Φιλόστρατον τὸν Χολαργέα, οἰκείως ἔχειν ὡς αὐτὸς ἐπὶ τῶν φερνίων κομίζειν αὐτοῖς τοὺς ἰχθύας. πάντως γὰρ πρὸς τῇ καταβολῇ τἀργυρίου ἔσται παῤ αὐτῶν τις διὰ σοῦ παραμυθία Διονυσίων ἢ Ἀπατουρίων τελουμένων. καὶ ἄλλως ἐκ τῆς πικρὰς τῶν ἀγορανόμων ἐξελοῦνται ἡμᾶς χειρός, οἳ καθʼ ἑκάστην ἐπὶ τῷ σφετέρῳ κέρδει εἰς τοὺς ἀπράγμονας ἐμφοροῦσιν ὕβρεις. πολλοῦ δὲ δύ. νασθαι τοὺς παρασίτους ὑμὰς παρὰ τοῖς νέοις καὶ πλουσίοις οὐ λόγος ἀλλʼ ἔργον ἔδειξεν.
Τὴν μὲν θάλατταν, ὡς ὁρᾷς, φρίκη κατέχει καὶ τὸν οὐρανὸν ὑποβέβηκεν ἀχλὺς καὶ πάντα πανταχόθεν συννέφελα, καὶ οἱ ἄνεμοι δὲ πρὸς ἀλλήλους ἀρασσό- μενοι ὅσον οὔπω κυκήσειν τὸ πέλαγος ἐπαγγέλλονται. ἀλλὰ καὶ οἱ δελφῖνες ἀνασκιρτῶντες καὶ τῆς θαλάττης ἀνοιδούσης λείως ἐφαλλόμενοι χειμῶνα καὶ τάραχον ἐπιόντα μηνύουσι. Ταύρου δέ φασιν ἐπιτολὴν κατʼ οὐρανὸν οἱ τὰ μετέωρα δεινοὶ τὰ νῦν ἑστάναι. πολ- λάκις οὖν σώζονται ὑπʼ ἀσφαλείας οἱ προμηθούμενοι φυλάξασθαι τὸν κίνδυνον· εἰσὶ δὲ οἵ, παραδόντες ἑαυ- τοὺς ἅπαξ τῷ πελάγει, ὑπʼ ἀμηχανίας τῇ τύχῃ τοὺς οἴακας ἐπέτρεψαν φέρεσθαι. ὅθεν ἀκούομεν τοὺς μὲν κατὰ τὸ Μαλέας ἀκρωτήριον, τοὺς δὲ κατὰ τὸν Σικε- λικὸν πορθμόν, ἄλλους δὲ εἰς τὸ Λιβυκὸν πέλαγος ῥύμῃ φερομένους ἐποκέλλειν ἢ καταδύεσθαι. ἔστι δὲ οὐδὲν τούτων πρὸς χειμῶνα καὶ κίνδυνον ὁ Καφηρεὺς ἐπιεικέστερος. ἀναμείναντες οὖν ἀπολῆξαι τὸ κλυδώ- νιον καὶ καθαράν αἰθρίαν γενέσθαι, περινοστήσομεν ἄχρι καὶ αὐτοῦ τοῦ Καφηρέως τὰς ἀκτάς, ἵνʼ εἴ πού τι τῶν ἐκ ναυαγίας ἀποπτυσθὲν εὑρεθείη σῶμα, τοῦτο περιστείλαντες ταφῇ καλύψωμεν. οὐ γὰρ ἄμισθον τὸ εὖ ποιεῖν κἂν μὴ παραχρῆμα τῆς εὐεργεσίας ἡ ἀντί- δοσις φαίνηται. τέρπει δὲ οὐδὲν ἧττον τοὺς ἀνθρώ- πους πρὸς τοῖς ἐλπιζομένοις ἀγαθοῖς καὶ διαχεῖ τὴν καρδίαν τὸ συνειδός, καὶ μάλισθʼ ὅταν εἰς τοὺς ὑμο- φύλους οὐκέτʼ ὄντας τὴν εὐποιίαν καταβάλλωνται.
Οὐκέτʼ εἰμὶ ἐν ἐμαυτῇ, ὦ μῆτερ, οὐδὲ ἀνέχομαι γήμασθαι ᾧ με κατεγγυήσειν ἐπηγγείλατο ἔναγχος ὁ πατήρ, τῷ Μηθυμναίῳ μειρακίῳ τῷ παιδὶ τοῦ κυβερ- νητου, ἐξ ὅτου τὸν ἀστικὸν ἔφηβον ἐθεασάμην τὸν ὠσχοφόρον, ὅτε με ἄστυδε προὔτρεψας ἀφικέσθαι Ὠσχο- φορίων ὄντων. καλὸς γάρ ἐστι, καλός, ὦ μῆτερ, καὶ ἥδιστος, καὶ βοστρύχους ἔχει βρύων οὐλοτέρους, καὶ μειδιᾷ τῆς θαλάττης γαληνιώσης χαριέστερον, καὶ τὰς βολὰς τῶν ὀφθαλμῶν ἐστι κυαναυγής, οἷος τὸ πρῶτον ὑπὸ τῶν ἡλιακῶν ἀκτίνων ὁ πόντος καταλαμπόμενος φαίνεται. τὸ δὲ ὅλον πρόσωπον αὐτοῦ — ἐνορχεῖσθαι ταῖς παρειαῖς εἴποις ἂν τὰς Χάριτας τὸν Ὀρχομενὸν ἀπολιπούσας καὶ τῆς Ἀργαφίας κρήνης ἀπονιψαμένας· τὼ χείλη δὲ τὰ ῥόδα τῆς Ἀφροδίτης ἀποσυλήσας τῶν κόλπων διήνθισται ἐπὶ τῶν ἄκρων ἐπιθέμενος. ἢ τού- τῳ μιγήσομαι ἢ τὴν Λεσβίαν μιμησαμένη Σαπφὼ οὐκ ἀπὸ τῆς Λευκάδος πέτρας, ἀλλʼ ἀπὸ τῶν Πειραϊκῶν προβόλων ἐμαυτὴν εἰς τὸ κλυδώνιον ὤσω.
Μέμηνας, ὦ θυγάτριον, καὶ ἀληθῶς ἐξέστης. ἐλλε- βόρου δεῖ σοι, καὶ οὐ τοῦ κοινοῦ τοῦ δὲ ἀπὸ τῆς Φωκίδος Ἀντικύρας, ἥτις, δέον αἰσχύνεσθαι κορικῶς, ἀπέξυσαι τὴν αἰδῶ τοῦ προσώπου. ἔχε ἀτρέμα κατὰ σεαυτὴν καὶ ῥάπιζε τὸ κακὸν ἐξωθοῦσα τῆς διανοίας. εἰ γάρ τι τούτων ὁ σὸς πατὴρ πύθοιτο, οὐδὲν διασκε- ψάμενος οὐδὲ μελλήσας τοῖς ἐναλίοις βορὰν παραρρίψει σε θηρίοις.
Εὐοψία μὲν ἦν καὶ πλῆθος ἰχθύων· ἐγὼ δὲ τὴν σαγήνην ἁπλώσας . . . . ἠπόρουν ὅ τι πράξαιμι. ἔδοξεν οὖν Σισύφειόν τί μοι βουλευσαμένῳ βούλευμα ἐλθεῖν παρὰ τὸν δανειστὴν Χρέμητα, καὶ ὑποθήκην αὐτῷ καθομολογήσαντα τὸ σκάφος λαβεῖν χρυσοῦς τέσσαρας, ἐξ ὧν αὖθις καινουργῆσαί μοι τὴν σαγήνην ὑπάρξειεν. καὶ δῆτα τοῦτο λόγου θᾶττον ἐγένετο. καὶ ὁ Χρέμης ὁ κατεσκληκώς, ὁ συνεσπακὼς τὰς ὀφρῦς, ὁ ταυρηδὸν πάντας ὑποβλέπων, ἴσως ἔρωτι τῆς ἀκάτου χαλάσας τὸ βαρὺ καὶ ἀμειδές, ἀνεὶς τὰς ὄψεις ὑπεμειδία πρός με καὶ οἷος εἶναι ὑπουργεῖν πάντα ἔφασκεν. εὐθύς μὲν οὖν ἔκδηλος ἦν, οὕτως ἀθρόως τὸ σκυθρωπὸν λύσας, οὐκ ἀγαθόν τι διανοούμενος, ἀλλʼ ὕπουλον ἔχων τὸ φιλάνθρωπον· ὡς δὲ ἐνστάντος τοῦ καιροῦ πρὸς τῷ ἀρχαίῳ καὶ τὸν τόκον ἀπῄτει οὐδὲ εἰς ὥραν ἐνδιδούς, ἐπέγνων τοῦτον ἐκεῖνον ὃν πιστάμην πρὸς τῇ Διο- μη[τ]ίδι πύλῃ καθήμενον, τὸν τὴν καμπύλην ἔχοντα, τὸν ἐχθρὰ πᾶσι φρονοῦντα Χρέμητα τὸν Φλυέα· καὶ γὰρ ἕτοιμος ἦν ἐπιλήψεσθαι τοῦ σκάφους. ἰδὼν οὖν εἰς ὅσον ἀμηχανίας ἐληλάκειν, οἵκαδε ἀποτρέχω καὶ τὸ χρυσοῦν ἁλύσιον, ὅπερ ποτὲ εὐπορῶν τῇ γαμετῇ κόσμον εἶναι περιαυχένιον ἐπεποιήκειν, ἀποσπάσας τοῦ τρα- χήλου, ὡς Πασίωνα τὸν τραπεζίτην ἐλθὸν ἀπημπόλησα, καὶ συναγαγὼν τὰ νομίσματα αὐτοῖς τόκοις φέρων ἀπέδωκα, καὶ ὤμοσα κατʼ ἐξωλείας ἐμαυτοῦ μήποτʼ U+003CἄνU+003E ὑπομεῖναι παρά τινα τῶν ἐν πόλει δανειστῶν ἐλθεῖν μηδʼ ἂν U+003CεἰU+003E φθάνοιμι λιμῷ κατασκλῆναι. ἄμεινον γὰρ εὐπρεπῶς ἀποθανεῖν ἢ ζῆν ὑποκείμενον δημοτικῷ καὶ φιλοκερδεῖ πρεσβύτῃ.
Θυναῖος Σκοπέλῳ.
Ἀκήκοας ἀκουσμάτων βαρύτατον, ὦ Σκόπελε; στόλον Ἀθηναῖοι διανοοῦνται πέμπειν εἰς τὴν ὑπερορίαν ναυ- μαχεῖν ἐθέλοντες. καὶ ἤδη μὲν ἡ Πάραλος καὶ ἡ | Σαλαμινία αἱ μάλιστα ταχυναυτοῦσαι πρόδρομοι λύουσι [τῶν ᾐόνων] τὰ πρυμνήσια, τοὺς μαστῆρας [οἳ μέλ- λουσιν ἀπαγγέλλειν παρʼ οὗ καὶ ὅτε δεῖ ἀπιέναι πολε- μήσοντας,] ἐνθέμεναι. χρεία 〈δέ〉 ταῖς λοιπαῖς ναυσὶ τὸ στρατιωτικὸν τάγμα δεχομέναις ἐρετῶν πλειόνων καὶ οὐχ ἥκιστα ἐμπείρων ἀνέμοις καὶ κύμασιν ἀπομοά- χεσθαι. τί οὖν, ὦ βέλτιστε, δρῶμεν; φεύγομεν ἢ μέ- νομεν; ἀνδρολογοῦσιν ἐκ Πειραιῶς καὶ Φαληρόθεν καὶ 〈ἐκ〉 Σουνίου καὶ μέχρι τῶν αὐτῶ 〈τῷ〉 Γεραιστῷ προσοίκων χωρίων τοὺς τῆς θαλάττης ἐργάτας. πῶς δὲ κἂν ἡμεῖς οἱ μηδὲ τὴν ἀγορὰν εἰδότες ὑπομείναιμεν παρατάττεσθαι καὶ ὁπλομάχοις ἀνδράσιν ὑπηρετεῖν; δυοῖν δὲ ὄντοιν χαλεποῖν, τοῦ τε φεύγειν ἐπὶ τέκνοις καὶ γυναιξὶ τοῦ τε μέλλειν ξίφεσιν ὁμοῦ καὶ θαλάττῃ παραδιδόναι τὸ σῶμα, τοῦ μένειν ὄντος ἀλυσιτελοῦς τὸ φεύγειν ἐφάνη λυσιτελέστερον.
Ηγνόουν ὅσον εἰσὶ τρυφερὰ καὶ ἁβρόβια τῶν Ἀθή- νησι πλουσίων τὰ μειράκια· ἔναγχος δὲ Παμφίλου μετὰ τῶν συνηλικιωτῶν μισθουμένου τὸ σκαφίδιον. ὡς ἂν ἔχοι γαληνιῶντος τοῦ πελάγους παραπλεῖν ἃμα καὶ συμμετέχειν ἡμῖν τῆς ἄγρας τῶν ἰχθύων, ἔγνων ἡλίκα αὐτοῖς ἐκ γῆς καὶ θαλάττης πορίζεται τρυφή- ματα. οὐ γὰρ ἀνεχόμενος τῶν ξύλων τῆς ἁλιάδος ἐπί τε ταπήτων τινῶν ξενικῶν καὶ ἐφεστρίδων κατακλιθείς ― οὐ γὰρ οἷός 〈τε〉 ἔφασκεν εἶναι κεῖσθαι ὡς οἱ λοιποὶ ἐπὶ τῶν καταστρωμάτων, τὴν σανίδα οἶμαι λίθου νομίζων τραχυτέραν — ᾔτει παρʼ ἡμῶν σκιὰν αὐτῷ μηχανήσασθαι τὴν τοῦ ἱστίου σινδόνα ὑπερπε- τάσαντας, ὡς οὐδαμῶς οἷός τε ὢν φέρειν τὰς ἡλιακὰς ἀκτίνας. ἡμῖν δὲ οὐ μόνον τοῖς ταύτην ποιουμένοις τὴν ἐργασίαν, ἀλλὰ καὶ πᾶσιν ἀπαξαπλῶς ὅσοις μὴ περιουσία [πλούτου] πρόσεστι, ἢ σπουδάζεται ἔστιν οὐ δυναμένοις τῇ εἴλῃ θέρεσθαι. ἐν ἴσῳ γὰρ κρυμὸς καὶ θάλαττα. φερομένων δὲ ἄμα — οὐ μόνος οὐδὲ μετὰ μόνων τῶν ἑταίρων ὁ Πάμφιλος, ἀλλὰ καὶ γυναίων αὐτῷ περιττῶν τὴν ὥραν πλῆθος συνείπετο, μουσουργοὶ πᾶσαι· ἡ μὲν γὰρ ἐκαλεῖτο Κρουμάτιον καὶ ἦν αὐλη- τρίς, ἡ δὲ Ερατὼ καὶ ψαλτήριον μετεχειρίζετο, ἄλλη δὲ Εύεπὶς καὶ αὕτη κύμβαλα ἐπεκρότει — ἐγένετο οὖν μοι μουσικῆς ἡ ἄκατος πλέα, καὶ ἦν ᾠδικον τὸ πέλα- γος καὶ πᾶν θυμηδίας ἀνάμεστον. πλὴν ἐμέ γε ταῦτα οὐκ ἔτερπεν. οὐδὲ γὰρ οὐκ ὀλίγοι τῶν ὁμοβίων καὶ μάλιστα ὁ πικρὸς Γλαυκίας Τελχῖνος ἦν μοι βασκαίνων βαρύτερος. ἐπεὶ δὲ τὸν μισθὸν πολὺν κατέβαλε[το], τἀργύριόν με διέχει, καὶ νῦν ἐκείνου τοὺς ἐπιθαλατ- τίους ἀγαπῶ κώμους καὶ τοιοῦτον ἕτερον ἐὑτιστῆναί μοι ποθῶ δαπανηρὸν καὶ πολυτελῆ νεανίσκον.
Εἰ μέν τι δύνασαι συμπράττειν, καὶ δῆτα λέγε πρός με, οὐ πρὸς ἑτέρους ἔκπυστα ποιῶν τἀμά· εἰ δὲ μηδὲν οἷός τε εἶ ὠφελεῖν, γενοῦ μοι τὰ νῦν Ἀρεοπαγίτου στεγανώτερος. ἐγὼ δέ, ὅπη ποτὲ τἀμά, σοι διηγήσο- μαι. ἔρως με οὐκ ἐῷ παρεμπεσὼν ὑπὸ τοῦ λογισμοῦ κυβερνᾶσθαι, ἀλλὰ τὸ νῆφον ἐν ἐμοὶ συνεχῶς ὑπὸ τοῦ πάθους βυθίζεται. πόθεν γάρ ποτε εἰς ἁλιέα δύστηνον ἀγαπητῶς τὴν ἀναγκαίαν ἐκπορίζοντα δια- τροφὴν ἔρως ἐνέσκηψε καὶ ἐντακεὶς οὐκ ἀνίησιν, ἀλλʼ ἴσα τοῖς πλουσίοις καὶ ὡρικοῖς νεανίσκοις φλέγομαι; καὶ ὅ ποτε γελῶν τοὺς ἐκ τρυφῆς πάθει δουλεύοντας ὅλος εἰμὶ τοῦ πάθους, καὶ γαμησείω νῦν καὶ τὸν Ὑμέναιον ἐκφαντάζομαι τὸν παῖδα τῆς Τερψιχόρης. ἔστι δὲ ἡ παῖς ἧς ἐρῶ τὸ τῶν μετοίκων θυγάτριον τῶν ἐξ Ερμιόνης οὐκ οἶδʼ ὅπως εἰς Πειραιᾶ φθαρέν- των. ἄλλην μὲν οὖν δοῦναι προῖκα οὐκ ἔχω· ἐμαυτὸν δὲ δείξας οἷός εἰμι θαλαττουργός, εἰ μὴ μαίνοιτο ὁ ταύτης πατήρ, οἶμαι παρέξειν ἐπιτήδειον νυμφίον.
Ἠρόμην ἰδὼν ἐπὶ τῆς ᾐόνος τῆς ἐν Σουνίῳ πα- λαιὸν καὶ τετρυχωμένον δίκτυον, ὅτου εἴη καὶ τίνα τρόπον οὐκ ἐξ ὄγκου μόνον ἀποσχισθέν, ἤδη δὲ καὶ ὑπὸ χρόνου παλαιότητος διερρωγὸς ἀποκέοιτο. οἱ δὲ ἔφασαν σὸν κτῆμα γεγονέναι πρὸ τούτων εττάρων ἐτῶν, εἶθʼ ὑφάλῳ προσομιλῆσαν πέτρᾳ κατὰ μέσον ἀποσχισθῆναι τῶν πλεγμάτων· σοῦ δὲ ἐξ ἐκείνου μήτε ἀκέσασθαι μήτε ἀνελέσθαι βουληθέντος μεῖναι, μηδε- νὸς τῶν ἐνοικούντων ὡς ἀλλοτρίου θιγγάνειν ἐπι- χειρήσαντος. ἐγένετο οὖν οὐκ ἐκείνων μόνον ἀλλὰ γὰρ καὶ σοῦ τοῦ ποτε δεσπότου λοιπὸν ἀλλότριον. αἰτῶ οὖν σε τὸ τῇ φθορᾷ καὶ τῷ χρόνῳ μὴ σόν. σὺ δʼ ᾧ παντελῶς ἀπώλειαν προσένειμας, ἥκιστα ζημιού- μενος, ἕτοιμος ἔσο πρὸς τὴν δόσιν [ἔρρωσο].
Δυσμενὴς καὶ βάσκανος ὁ τῶν γειτόνων ὀφθαλ- μός, φησιν ἡ παροιμία. τίς γάρ σοι τῶν ἐμῶν φρον- τίς; τί δὲ τὸ παρʼ ἐμοῦ ῥᾳθυμίας ἠξιωμένον κτῆμα σὸν εἶναι νομίζεις; εἶργε τὰς χεῖρας, μᾶλλον δὲ τὰς ἀπλήστους ἐπιθυμίας, μηδέ σε ἡ τῶν ἀλλοτρίων ὄρεξις ἀδίκους αἰτεῖν χάριτας ἐκβιαζέσθω.
Οὐκ ᾔτησά σε ἃ ἔχεις, ἀλλʼ ἃ μὴ ἔχεις. ἐπεὶ δὲ οὐ βούλει ἃ μὴ ἔχεις ἕτερον ἔχειν, ἔχε μὴ ἔχεις.
Οὐκ ἐς κόρακας φθαρήσεται ὁ σκοπιωρὸς ὁ Λέσβιος; φρίκη σκιερὰν κατὰ μέρος τὴν θάλατταν ἰδὼν ἀνεβό- ησεν ὡς πλήθους ὅλου προσιόντος θύννων ἢ πηλα- μύδων· καὶ ἡμεῖς πεισθέντες τῇ σαγήνη μονοινουχὶ τὸν κόλπον ὅλον περιεβάλομεν. εἶτα ἀνιμώμεθα, καὶ τὸ βάρος μεῖζον ἦν ἢ κατὰ φορτίον ἰχθύων. εὐέλπιδες οὖν καὶ τῶν πλησίον τινὰς ἐκαλοῦμεν μερίτας ἀπο- φανεῖν ἐπαγγελλόμενοι, εἰ συλλάβοιντο ἡμῖν καὶ συμπο- νήσαιεν. τέλος μόγῳ πολλῷ δείλης ὀψίας εὐμεγέθη κάμηλον ἐξειλκύσαμεν μυδῶσαν ἤδη καὶ σκώληξιν ἐπι- βρύουσαν. τοιαῦτα θηράσας οὐχ ἵνα ἐπιγελάσῃς ἐδή- λωσα, ἀλλʼ ἵνα μάθης αἷς καὶ πόσαις μηχαναῖς ἡ τύχη με τὸν ἀτυχῆ καταγωνίζεται.
Ὑπερμαζᾷς ἢ μέμηνας· ἀκούω γάρ σε λυρῳδοῦ γυ- ναικὸς ἐρᾶν καὶ εἰς ἐκείνης φθειρόμενον πᾶσαν τὴν ἐφήμερον ἄγραν κατατίθεσθαι. ἀπήγγειλε γάρ μοι τοῦθʼ ὁ γειτόνων βέλτιστος ὠσίας, οὗτος ἐκεῖνος | Σωσίας] ὁ τὸν χρηστὸν καὶ ἡδύν γάρον ἔψων ἐκ τῶν λεπτοτέρων ἰχθύων οὓς ἐγκολπίζεται τῇ σαγήνη. ἔστι δὲ τῶν ἐπιεικῶς τὴν ἀλήθειαν τιμώντων, καὶ οὐκ ἄν ποτε ἐκεῖνος εἰς ψευδηγορίαν ὠλίσθησεν. πόθεν οὖν, εἰπέ μοι, μουσικῆς σοι . . . . . διάτονον καὶ χπωμεματικὸν καὶ ἐναρμόνιον γένος ἐστίν; ὁμοῦ γὰρ τῇ ὥρᾳ τῆς παιδίσκης ᾑρέθης καὶ τοῖς κρούμασιν, ὡς 〈ὁ〉 αὐτὸς ἔφασκεν ἀπαγγέλλων. πέπαυσο εἰς ταῦτα δαπανώμε- νος, μή σε ἀντὶ τῆς θαλάττης ἡ γῆ ναυαγὸν ἀποφήνῃ ψιλώσασα τῶν χρημάτων, καὶ γένηταί σοι τὸ τῆς ψαλ- τρίας καταγώγιον [ὁ] Καλυδώνιος κόλπος ἢ [τὸ] Τυρ- ρηνικὸν πέλαγος, καὶ Σκύλλα ἡ μουσουργός, οὐκ ἔχοντί σοι Χράταιῖν ἐπικαλεῖσθαι, εἰ δεύτερον ἐφορμᾷ.
Τηνάλλως ποιεῖ[ς] τὴν πρός με νουθεσίαν, ὦ Εὔπλοε. ἐγὼ γὰρ οὐκ ἂν ἀποσταίην τῆς ἀνθρώπου θεῷ μυσταγωγοῦντι πυρφόρῳ καὶ τοξοφόρῳ πειθόμενος. καὶ ἄλλως ἡμῖν τὸ ἐρᾶν συγγενές, τῆς θαλαττίας θεοῦ τεκούσης τοῦτο τὸ παιδίον. ἡμέτερος οὖν πρὸς μητρὸς ὁ Ἔρως, καὶ ὑπὸ τούτου βληθεὶς τὴν καρδίαν ἔχω πρὸς θαλάττῃ τὴν κόρην, Πανόπη νομίζων ἢ ἀλατείᾳ ταῖς καλλιστευούσαις τῶν Νηρηίδων συνεῖναι.
Ἀποπειρώμενος τῶν σκυλακίων εἰ λοιπὸν ἐπιτή- δεια εἰς δρόμον, λαγωὸν ἔν τινι θάμνῳ διπστροβήσας ἐξαίφνης ἀνέστησα, τὰ δὲ σκυλάκια οὑμοὶ υἱεῖς ἐκ τῶν ἱμαντίων ἀπέλυσαν. καὶ τὰ μὲν ἐθορύβει καὶ ἐγγὺς ἦν ἑλεῖν τὸ θηρίον, ὁ λαγωὸς δέ, . . . τοῦ κιν- δύνου φυγῇ ὑπερβὰς τὸ σιμὸν, φωλεοῦ τινος κατάδυσιν εὕρετο. μία δὲ ἡ προθυμοτέρα τῶν κυνῶν ἤδη περι- κεχηνυῖα καὶ ψαῦσαι προσδοκῶσα τῷ δήγματι συγκατ- ῆλθεν εἰς τὴν ὀπὴν τῆς γῆς, 〈καὶ〉 ἐντεῦθεν ἀνελ- κύσαι βιαζομένη τὸ λαγῴδιον, [καὶ] θραύει τοῖν B προσθίοιν ποδοῖν τὸν ἕτερον. καὶ ἀνειλόμην χωλεύ- ουσαν σκύλακα ἀγαθὴν καὶ τὸ ζῷον ἡμίβρωτον, καὶ γέγονέ μοι κέρδους ἐφιεμένῳ λυπροῦ ζημίαν μεγάλην ἀπενέγκασθαι.
Ἐπιτριβείη καὶ κακὸς κακῶς ἀπόλοιτο ὁ μιαρὸς ἀλεκτρυών, ὅς με ἡδὺν ὄνειρον θεώμενον ἀναβοήσας ἐξήγειρεν. ἐδόκουν γάρ, ὦ φίλτατε γειτόνων, λαμπρός τις εἶναι καὶ βαθύπλουτος, εἶτα οἰκετῶν ἐφέπεσθαί μοι στῖφος, οὓς οἰκονόμους καὶ διοικητὰς ἐνόμιζον ἔχειν. ἐῴκειν δὲ καὶ τὼ χεῖρε δακτυλίων πεπληρῶσθαι καὶ πολυταλάντους λίθους περιφέρειν· καὶ ἦσαν οἱ δάκτυ- λοί μου μαλακοὶ καὶ ἥκιστα τῆς δικέλλης ἐμέμνηντο. ἐφαίνοντο δὲ καὶ οἱ κόλακες ἐγγύθεν, Γρυλλίωνα εἴ- ποις ἂν καὶ Παταικίωνα παρεστάναι. ¦ἐν τούτῳ δὴ καὶ ὁ Ἀθηναίων δῆμος εἰς τὸ θέατρον παρελθόντες ἐβόων προχειρίσασθαί με στρατηγόν. μεσούσης δὲ της χειροτονίας ὁ παμπόνηρος ἀλεκτρυὼν ἀνεβόησε καὶ τὸ φάσμα ἠφανίσθη. ὅμως〈δ᾿〉 ἀνεγρόμενος περι- χαρὴς ἦν ἐγώ, ἐνθύμιον δὲ ποιησάμενος τοὺς φυλλο- χόους ἑστάναι μῆνας ἔγνων εἶναι τὰ ἐνύπνια ψευδῆ.
Ἀπέκειρεν ἡμῶν ἡ χάλαζα βαρέως ἐμπεσοῦσα τὰ λήια, καὶ λιμοῦ φάρμακον οὐδέν. ὠνεῖσθαι δὲ ἡμῖν ἐπακτοὺς πυροὺς οὐχ οἷόν τε διὰ σπάνιν κερμάτων. ἔστι δέ σοι, ὡς ἀκούω, τῆς πέρυσιν εὐετηρίας λείψανα. δάνεισον οὖν μοι μεδίμνους εἴκοσιν, ὡς ἂν ἔχοιμι σώζεσθαι αὐτὸς καὶ ἡ γυνὴ καὶ τὰ παιδία. καρπῶν δὲ εὐφορίας γενομένης ἐκτίσομεν ‘αὐτῷ τῷ μέτρῳ, καὶ λώϊον’ ἐάν τις ἀφθονία γένηται. μὴ δὴ περιίδῃς ἀγα- θοὺς γείτονας εἰς στενὸν τοῦ καιροῦ φθειρομένους.
- Οὐδέν με τῆς γῆς ἀμειβομένης τῶν πόνων ἀντάξιον, ἔγνων ἐμαυτὸν ἐπιδοῦναι θαλάττῃ καὶ κύμασι. ζῆν μὲν γὰρ καὶ τεθνάναι μεμοίραται πᾶσιν ἡμῖν, καὶ οὐκ ἔστι τὸ χρεὼν φυγεῖν, κἂν ἐν οἰκίσκῳ τις αὑτὸν καθείρξας τηρῇ. ἐνεργὸς γὰρ ἡ εἱμαρμένη καὶ τὸ πεπρωμένον ἄφυκτον· ὥστε τὸ ζῆν οὐχ ὑπὸ τούτοις ταλαντεύεται, ἀλλʼ ὑπὸ τῇ τύχῃ βραβεύεται. ἤδη γάρ τινες μὲν ἐπὶ γῆς ὠκύμοροι, ἐπὶ θαλάττης δὲ μακρό- βιοι κατεβίωσαν· ὥστε εἰδὼς ταῦθʼ οὕτως ἔχειν ἐπὶ ναυτιλίαν βαδιοῦμαι, καὶ ἀνέμοις ὁμιλήσω καὶ κύμασι. κρεῖττον γὰρ ἐπανήκειν ἐκ Βοσπόρου καὶ Προποντίδος νεόπλουτον, ἢ καθήμενον ἐπὶ ταῖς τῆς Ἀττικῆς ἐσχα τιαῖς λιμῶδες καὶ αὐχμηρὸν ἐρυγγάνειν.
Μέγα, ὦ γενναῖε, κακόν εἰσιν οἱ κατὰ τὴν πόλιν τοκογλύφοι. ἐγὼ γὰρ οὐκ οἶδα τί παθών, δέον παρὰ σὲ ἢ παρά τινα ἄλλον τῶν κατʼ ἀγρὸν γειτόνων ἐπεὶ κατέστην ἐν χρείᾳ χρημάτων, βουλόμενος ἐπὶ Κο- λωνῷ πρίασθαι χωρίον, ξεναγήσαντός μέ τινος τῶν ἀστικῶν ἐπὶ τὰς Βυρτίου θύρας ἀφικόμην. εἶτα κατα- λαμβάνω πρεσβύτην ὀφθῆναι ῥικνόν, συνεσπακότα τὰς ὀφρῦς, χαρτίδια ἀρχαῖά τινα σαπρὰ δὲ διὰ τὸν χρόνον, ὑπὸ κόρεων καὶ σητῶν ἡμίβρωτα, διὰ χειρὸς κατέχοντα. εὐθὺς μὲν οὖν μόλις με προσεῖπε, ζημίαν ἡγούμενος τὴν προσηγορίαν. εἶτα τοῦ προξένου φήσαντος ὡς δεοίμην χρημάτων, πόσων ἤρετο ταλάντων. ἐμοῦ δὲ θαυμάσαντος τὴν ὑπερβολὴν διέπτυεν εὐθέως καὶ δῆ- λος ἦν δυσχεραίνων. ὅμως 〈δ᾿〉 ἐδίδου καὶ ἀπῄτει γραμματεῖον καὶ πρὸς τῷ ἀρχαίῳ τόκον βαρύν καὶ τὴν οἰκίαν ὑποτεθειμένος ἣ ἔστι μοι. μέγα τι κακόν εἰσιν οἱ περὶ τὰς ψήφους καὶ τῶν δακτύλων τὰς κατακάμψεις ἀλινδούμενοι. μή μοι γένοιτο, ἀγροίκων ἔφοροι δαίμονες, μὴ λύκον ἔτι, μὴ δανειστὴν ἰδεῖν.
Φεύγεις με, ὦ Φοιβιανή, φεύγεις, καὶ ταῦτα ἀρτίως ὅλον τὸν ἀγρὸν ἀπενεγκαμένη. τί γὰρ οὐ τῶν ἐμῶν λαβοῦσα ἔχεις; οὐ σῦκα; οὐ τυρὸν ἐκ ταλάρων; οὐκ ἔριφον νεογιλόν; οὐκ ἀλεκτορίδων ζεῦγος; οὐ τὰ λοιπὰ τρυφήματα πάντα ἔστι σοι ἐξ ἐμοῦ; οὕτως ὅλον με αὐτῇ . . . κατὰ τὴν παροιμίαν ἀνατρέψασα δουλεύειν κατηνάγκασας. σὺ δὲ οὐδεμίαν ὤραν ἔχεις ἐμοῦ δια- καῶς φλεγομένου· ἀλλὰ χαῖρε καὶ ἄπιθι· ἐγὼ δὲ [οἴσω] βαρέως μέν, οἴσω δὲ ὅμως τὴν ἀτιμίαν.
Ὠδίνουσά με ἀρτίως ἥκειν ὡς ἑαυτὴν ἡ τοῦ γεί- τονος μετέπεμψε γυνή· καὶ δῆτα ᾔειν ἀραμένη τὰ πρὸς τὴν τέχνην, σὺ δὲ ἐξαπίνης ἐπιστὰς ἐπειρῶ τὴν δέρην ἀνακλάσας κύσαι. οὐ παύσῃ, τρικόρωνον καὶ ταλάν- τατον γερόντιον, πειρῶν τὰς ἐφʼ ἡλικίας ἀνθούσας ἡμᾶς ὥς τις ἄρτι γενειάζειν ἀρχόμενος; οὐχὶ τῶν κατʼ ἀγρὸν πόνων ἀφεῖσαι ἀεργὸς τὴν ἀηδίαν πορισάμενος; οὐ τοὐπτανίου καὶ τῆς ἐσχάρας ὡς ἀδύνατος ὢν ἐξέωσαι; πῶς οὖν τακερὸν βλέπεις [βλέμμα] καὶ ἀναστένεις; πέπαυσο, Κέκροψ ἄθλιε, καὶ τρέπου κατὰ σεαυτόν, ὦ πρέσβυ, μή σε λαβοῦσα κακόν τι ἐργάσωμαι.
Οὐκέτι σοι μέλει οὔτε τῆς εὐνῆς ἡμῶν οὔτε τῶν κοινῶν παιδίων οὔτε μὴν τῆς κατʼ ἀγρὸν διατριβῆς, ὅλη δὲ εἶ τοῦ ἄστεος, Πανὶ μὲν καὶ Νύμφαις ἀπεχθο- μένη, ἃς Ἐπιμηλίδας ἐκάλεις καὶ Δρυάδας καὶ Ναΐδας, καινοὺς δὲ ἡμῖν ἐπεισάγουσα θεοὺς πρὸς πολλοῖς τοῖς προϋπάρχουσι. ποῦ γὰρ ἐγὼ κατʼ ἀγρὸν ἱδρύσω Κω- λιάδας ἢ Γενετυλλίδας; οἶδʼ ἀκούσας ἄλλα τινὰ δαι- μόνων ὀνόματα, ὧν διὰ τὸ πλῆθος ἀπώλισθέ μου τῆς μνήμης τὰ πλείονα. οὐ σωφρονεῖς ὡς ἔοικεν, γύναι, οὐδὲ ὑγιές τι διανοῇ, ἀλλὰ ἁμιλλᾷ ἐν ταῖς ἀστικαῖς ταυταισὶ ταῖς ὑπὸ τρυφῆς διαρρεούσαις, ὧν καὶ τὸ πρόσωπον ἐπίπλαστον καὶ ὁ τρόπος μοχθηρίας ὑπερ- γέμων· φύκει γὰρ καὶ ψιμυθίῳ καὶ παιδέρωτι δευσο- ποιοῦσι τὰς παρειὰς ὑπὲρ τοὺς δεινοὺς τῶν ζωγράφων. σὺ δὲ ἢν ὑγιαίνῃς, ὁποίαν σε τὸ ὕδωρ ἢ τὸ ῥύμμα τὸ πρὶν ἐκάθηρε, τοιαύτη διαμενεῖς.
Μεσημβρίας οὔσης σταθερᾶς φιλήνεμόν τινα ἐπιλεξά- μενος πίτυν καὶ πρὸς τὰς αὔρας ἐκκειμένην, ὑπὸ ταύτῃ τὸ καῦμα ἐσκέπαζον. καί μοι ψυχάζοντι μάλ᾿ ἡδέως ἐπῆλθέ τι καὶ μουσικῆς ἐπαφήσασθαι, καὶ λαβὼν τὴν σύριγγα ἐπέτρεχον τῇ γλώττῃ, στενὸν τὸ πνεῦμα μετὰ τῶν χειλέων ἐπισύρων, καί μου ἡδύ τι καὶ νόμιον ἐξηκούετο μέλος. ἐν τούτῳ δέ, οὐκ οἶδ᾿ ὅπως, ὑπὸ τῆς ἡδυφωνίας θελγόμεναι πᾶσαί μοι πανταχόθεν αἱ αἶγες περιεχύθησαν, καὶ ἀφεῖσαι νέμεσθαι τοὺς κομά- ρους καὶ τὸ〈ν〉 ἀνθέρικον ὅλαι τοῦ μέλους ἐγίνοντο. ἐγὼ δὲ ἐν μέσαις τὸν Ἠδωνὸν ἐμιμούμην τὸν παῖδα τῆς Καλλιόπης. ταῦτά σοι οὖν εὐαγγελίζομαι, φίλον ἄνδρα συνειδέναι βουλόμενος ὅτι μοι μουσικόν ἐστιν τὸ αἰπόλιον.
Ἐγὼ μὲν ἥκοντος τοῦ καιροῦ γύρους περισκάψας καὶ ἐμβαθύνας βόθρια οἷός τε ἤμην ἐλᾴδια ἐμφυ- τεύειν καὶ ἐπάγειν αὐτοῖς ναματιαῖον ὕδωρ, ὅ μοι ἐκ τῆς πλησίον φάραγγος ἐποχετεύεται. ἐπελθὼν δὲ ὄμβρος ἐς τρεῖς ἡμέρας καὶ νύκτας ἴσας ποταμοὺς ἄνωθεν ἐκ τῆς ἀκρωρείας τῶν ὀρῶν ἐγέννησεν, οἳ ῥύμῃ κατασυ- ρόμενοι ἰλὺν ἐπεσπάσαντο καὶ τοὺς βόθρους κατέχωσαν, ὥστε εἶναι πάντα ἰσόπεδα καὶ οὐδὲ δοκεῖν ὅλως εἰρ- γασμένα. οὕτως ἠφάνισταί μοι τὰ πονήματα καὶ εἰς μίαν ὄψιν ἄτοπον κατέστη. τίς ἂν οὖν ἔτι πονοίη μάτην, ἀδήλους ἐλπίδας ἐκ γεωργίας καραδοκῶν; μετι- τέον μοι ἐφʼ ἕτερον βίον. φασὶ γὰρ ἅμα ταῖς τῶν ἐπιτηδευμάτων ἀλλαγαῖς καὶ τὰς τύχας μετασχηματί- ζεσθαι.
Εἰ πατρῴζεις, ὦ παῖ, καὶ τἀμὰ φρονεῖς, χαίρειν τοὺς ἀλαζόνας ἐκείνους τοὺς ἀνυποδήτους καὶ ὠχριῶν- τας, οἳ περὶ τὴν Ἀκαδήμ〈ε〉ιαν ἀλινδοῦνται, καὶ βιω- φελὲς μὲν οὐδὲν οὔτε εἰδότας οὔτε πράττειν δυναμένους, τὰ μετέωρα δὲ πολυπραγμονεῖν ἐπιτηδεύοντας, ἐάσας ἔχου τῶν κατʼ ἀγρὸν ἔργων, ἀφʼ ὧν σοι διαπονοῦντι μεστὴ μὲν ἡ σιπύη πανσπερμίας, οἱ δὲ ἀμφορεῖς οἴνου γέμοντες, πλέα δὲ ἀγαθῶν τὰ σύμπαντα.
Ὁ τρύγητος ἐγγὺς καὶ ἀρρίχων ἔστι μοι χρεία. δάνεισον οὖν μοι τούτων τοὺς περιττούς, ὅσον οὐκ εἰς μακρὰν ἀποδώσοντι. ἔχω δʼ ἐγὼ πιθάκ〈ν〉ια πλείονα. εἰ οὖν δέοιο, προθύμως λάμβανε. τὸ γὰρ κοινὰ τὰ τῶν φίλων οὐχ ἥκιστα τοῖς ἀγροῖς ἐμφιλοχωρεῖν ὀφείλει.
Εἰ γεωργεῖν ἐβούλου καὶ νοῦν ἔχειν, ὦ Θρασωνίδη, καὶ τῷ πατρὶ πείθεσθαι, ἔφερες ἄν [καὶ] τοῖς θεοῖς κιττὸν καὶ δάφνας καὶ μυρρίνας καὶ ἄνθη ὅσα σύγκαιρα, καὶ ἡμῖν τοῖς γονεῦσι πυροὺς ἐκθερίσας καὶ οἶνον ἐκ βοτρύων ἀποθλίψας καί, βδάλας τὰ αἰγίδια, τὸν γαυ- λὸν πλήρη γάλακτος· νῦν δὲ ἀγρὸν 〈μὲν〉 καὶ γεωρ- γίαν ἀπαναίνῃ, κράνους δὲ ἐπαινεῖς τριλοφίαν καὶ ἀσπίδος ἐρᾷς, ὥσπερ τις Ἀκαρνὰν ἢ Μαλιεὺς μισθο- φόρος. μή σύγε, ὦ παιδίον, ἀλλʼ ἐπάνιθι ὡς ἡμᾶς καὶ τὸν ἐν ἡσυχίᾳ βίον ἀσπάζου — καὶ γὰρ ἀσφαλὴς καὶ ἀκίνδυνος ἡ γεωργία, οὐ λόχους, οὐκ ἐνέδρας, οὐ φάλαγγας ἔχουσα — ἡμῖν τε [ὁ] γηροκόμος γενοῦ, ἀντὶ τῆς ἐν ἀμφιβόλῳ ζωῆς τὴν ὁμολογουμένην ἑλό- μενος σωτηρίαν.
Ἐπιτριβείης, ὦ Λείριον, κακὴ κακῶς, ὅτι με τῇ μέθῃ καὶ τοῖς αὐλοῖς κατακηλήσασα βραδὺν ἀπέφηνας τοῖς ἐκ τῶν ἀγρῶν ἀποπέμψασιν. οἱ μὲν γὰρ ἕωθεν προσ- εδόκων με φέροντα αὐτοῖς τὰ κεράμεια σκεύη, ὧν ἕνεκεν ἀφικόμην· ἐγὼ δὲ ὁ χρυσοῦς πάννυχος καταυ- λούμενος εἰς ἡμέραν ἐκάθευδον. ἀλλʼ ἄπιθι, ὦ τάλαινα, καὶ τοὺς ἀθλίους τουτουσὶ θέλγε τοῖς γοητεύμασιν. ἐμοὶ γὰρ εἰ ἔτι ἐνοχλοίης, κακόν τι παμμέγεθες προσ- λαβοῦσα ἀπελεύσῃ.
Τοὐμοῦ παιδίου γενέσια ἑορτάζων ἥκειν σε ἐπὶ τὴν πανδαισίαν, ὦ Πιθακ〈ν〉ίων, παρακαλῶ, ἥκειν δὲ οὐ μόνον ἀλλʼ ἐπαγόμενον τὴν γυναῖκα καὶ τὰ παιδία καὶ τὸν σύργαστρον· εἰ βούλοιο δέ, καὶ τὴν κύνα, ἀγαθὴν οὖσαν φύλακα καὶ τῷ βάρει τῆς ὑλακῆς ἀποσοβοῦσαν τοὺς ἐπιβουλεύοντας τοῖς ποιμνίοις. ἡ δὲ τοιαύτη οὐκ ἂν ἀτιμάζοιτο δαιτυμὼν εἶναι σὺν ἡμῖν. ἑορτάσομεν δὲ μάλʼ ἡδέως, καὶ πιόμεθα εἰς μέθην καὶ μετὰ τὸν κόρον ᾀσόμεθα, καὶ ὅστις ἐπιτήδειος κορδακίζειν, εἰς μέσους παρελθὼν τὸ κοινὸν ψυχαγωγήσει. μὴ μέλλε οὖν, ὦ φίλτατε· καλὸν γὰρ ἐν ταῖς κατʼ εὐχὴν ἑορ- ταῖς ἐξ ἑωθινοῦ συντάττειν τὰ συμπόσια.
Κοινωνικὸς ὢν καὶ φιλέταιρος ὄναιο σαυτοῦ καὶ τῆς γυναικὸς καὶ τῶν παιδίων, Εὔσταχυ. ἐγὼ δὲ τὸν κλῶπα φωράσας, ἐφʼ ᾧ πάλαι ἤσχαλλον τὴν ἐχέτλην ὑφελομένῳ καὶ δύο δρεπάνας, ἔχω παρʼ ἐμαυτῷ τοὺς κωμήτας ἀναμένων ἐπικούρους. νῦν γὰρ οὐκ ἐδοκί- μαζον ἀσθενέστερος ὢν καὶ μόνος τὼ χεῖρε ἐπιβάλλειν αὐτῷ. ὁ μὲν γὰρ δριμύ βλέπει καὶ τοξοποιεῖ τὰς ὀφρῦς καὶ σφριγῶντας ἔχει τούς ὤμους καὶ ἁδρὰν τὴν ἐπι- γουνίδα φαίνει· ἐγὼ δὲ ὑπὸ τῶν πόνων καὶ τῆς δι- κέλλης κατέσκληκα, καὶ τύλους μὲν ἐν ταῖς χερσὶν ἔχω, λεπτότερον δέ μοι τὸ δέρμα λεβηρίδος. ἡ μὲν οὖν γυνὴ καὶ τὰ παιδία εἰς σοῦ βαδιοῦνται καὶ τῆς εὐωχίας μεθέξουσιν, ὁ δὲ σύργαστρος μαλακῶς ἔχει τὰ νῦν. ἐγὼ δὲ καὶ ἡ κύων τὸν μιαρὸν οἴκοι φυλάξομεν.
Οἶσθά με ἐπισάξαντα τὴν ὄνον σῦκα καὶ παλάθας 〈ἄστυδε〉 καταγαγόντα; ὡς οὖν ταῦτα ἀπεδόμην τῶν τινι γνωρίμων, ἄγει μέ τις λαβὼν εἰς τὸ θέατρον, οὗ καθίσας ἐν καλῷ διαφόροις ἐψυχαγωγούμην θεωρίαις. τὰς μὲν οὖν ἄλλας οὐ συνέχω τῇ μνήμῃ, εἰμὶ γὰρ τὰ τοιαῦτα καὶ εἰδέναι καὶ ἀπαγγέλλειν κακός· ἓν δὲ ἰδὼν ἀχανὴς ἐγώ σοι καὶ μικροῦ δεῖν ἄναυδος. εἷς γάρ τις εἰς μέσους παρελθὼν καὶ στήσας τρίποδα τρεῖς μικρὰς ἐπετίθει παροψίδας· εἶτα ὑπὸ ταύταις ἔσκεπε τρία μικρὰ καὶ λευκὰ καὶ στρογγύλα λιθίδια, οἶα ἡμεῖς ἐπὶ ταῖς ὄχθαις τῶν χειμάρρων ἀνευρίσκομεν· ταῦτά ποτε μὲν 〈ἓν〉 κατὰ μίαν ἔσκεπε παροψίδα, ποτὲ δὲ οὐκ οἶδ᾿ ὅπως ὑπὸ τῇ μιᾷ ἐδείκνυ, ποτὲ δὲ παντε- λῶς ἀπὸ τῶν παροψίδων ἠφάνιζε καὶ ἐπὶ τοῦ στόμα- τος ἔφαινεν. εἶτα καταβροχθίσας τοὺς πλησίον ἑστῶ- τας ἄγων εἰς μέσον τὴν μὲν ἐκ ῥινός τινος τὴν δὲ ἐξ ὠτίου τὴν δὲ ἐκ κεφαλῆς ἀνῃρεῖτο, καὶ πάλιν ἀνε- λόμενος ἐξ ὀφθαλμῶν ἐποίει. κλεπτίστατος ἄνθρωπος ὑπὲρ ὃν ἀκούομεν Σὐρυβάτην τὸν Οίχαλιέα. μὴ γέ- νοιτο κατʼ ἀγρὸν τοιοῦτον θηρίον· οὐ γὰρ ἀλώσεται ὑπʼ οὐδενός, καὶ πάντα ὑφαιρούμενος τἄνδον φροῦδά μοι [τὰ κατʼ ἀγρὸν] ἀπεργάσεται.
Ὁ μὲν ἀνὴρ ἀπόδημός ἐστί μοι τρίτην ταύτην ἡμέραν ἔχων ἐν ἄστει, ὁ δὲ θητεύων παρʼ ἡμῖν Παρ- μένων ζημία καθαρά, ῥάθυμος ἄνθρωπος καὶ τὰ πολλὰ καταπίπτων εἰς ὕπνον. ὁ δὲ λύκος ἀργαλέος πάροικος βλέπων φονῶδές τι καὶ αἱμοβόρον· Χιόνην γὰρ τὴν καλλιστεύουσαν τῶν αἰγῶν ἐκ τοῦ φελλέως ἁρπάσας οἴχεται καὶ ὁ μὲν δειπνεῖ ἀγαθὴν αἶγα καὶ εὐγάλακτον, ἐγὼ δὲ δάκρυα τῶν ὀφθαλμῶν ἀπολείβω. πέπυσται δὲ τούτων οὐδὲν ὁ ἀνήρ· εἰ δὲ μάθοι, κρεμήσεται μὲν ἐκ τῆς πλησίον πίτυος ὁ μισθωτός, αὐτὸς δὲ οὐ πρό- τερον ἀνήσει πάντα μηχανώμενος, πρὶν τὰς παρὰ τοῦ λύκου δίκας εἰσπράξασθαι.
Πάγην ἔστησα ἐπὶ τὰς μιαρὰς ἀλώπεκας κρεάδιον τῆς σκανδάλης ἀπαρτήσας. ἐπεὶ γὰρ ἐπολέμουν τὰς σταφυλάς, καὶ οὐ μόνον τὰς ῥᾶγας ἔκοπτον ἀλλʼ ἤδη καὶ ὁλοκλήρους ἀπέτεμνον τῶν οἰνάρων τοὺς βό- τρυς, ὁ δεσπότης δὲ ἐπιστήσεσθαι κατηγγέλλετο — ἀργαλέος ἄνθρωπος καὶ δριμύς, γνωμίδια καὶ προβου- λευμάτια συνεχῶς ἐπὶ τῆς Πνυκὸς Ἀθηναίοις εἰσηγού- μένος, καὶ πολλούς ἥδη διὰ σκαιότητα τρόπου καὶ δεινότητα ῥημάτων ἐπὶ τοὺς ἕνδεκα ἀγαγών — δείσας μή τι πάθοιμι κἀγὼ καὶ ταῦτα τοιούτου 〈τοῦ〉 δεσπό- του ὄντος, τὴν κλέπτιν ἀλώπεκα συλλαβὼν ἐβουλόμην παραδοῦναι. ἀλλʼ ἡ μὲν οὐχ ἧκε· Πλαγγὼν δὲ τὸ Μελιταῖον κυνίδιον, ὃ 〈ἐ〉τρέψομεν ἄθυρμα τῇ δε- σποίνῃ προσηνές, ὑπὸ τῆς ἄγαν λιχνείας ἐπὶ τὸ κρέας ὁρμῆσαν κεῖταί σοι τρίτην ταύτην ἡμέραν ἐκτάδην νεκρὸν ἤδη μυδῆσαν. ἔλαθον οὖν ἐπὶ κακῷ κακὸν ἀναρριπίσας. καὶ τίς παρὰ τῷ σκυθρωπῷ τῶν τοιού- των συγγνώμη; φευξόμεθα ᾗ ποδῶν ἔχομεν, χαιρέτω δὲ ὁ ἀγρὸς καὶ τἀμὰ πάντα. ὥρα γὰρ σώζειν ἑαυτόν, καὶ μὴ 〈τὸ〉 παθεῖν ἀναμένειν ἀλλὰ πρὸ τοῦ παθεῖν φυλάξασθαι.
Πάντα φιλῶ τρυγᾶν — ἔστι γὰρ τὸ καρπῶν ἀπο- δρέπεσθαι πόνων ἀμοιβὴ δίκαιος — ἐξαιρέτως δὲ ἐθέλω βλίττειν τὰ σμήνη. ἔχων οὖν, σίμβλους ὑπὸ τῇ πέτρᾳ ἀποκλάσας, κηρία νεογενῆ, πρῶτον μὲν τοῖς θεοῖς ἀπηρξάμην, ἔπειτα δὲ τοῖς φίλοις ὑμῖν ἀπάρχομαι. ἔστι δὲ λευκὰ ἰδεῖν καὶ ἀποστάζοντα λιβάδας Ἀττικοῦ μέλιτος, οἷον αἱ Βριλήσσιαι λαγόνες ἐξανθοῦσι. καὶ νῦν μὲν ταῦτα πέμπομεν, [καὶ] εἰς νέωτα δὲ δέχοιο παρʼ ἡμῶν μείζω τουτωνὶ καὶ ἡδίονα.
Λύκον ἔοικα τρέφειν τὸ μιαρὸν ἀνδράποδον· ἐμπε- σὼν γὰρ εἰς τὰς αἶγας οὐκ ἔστιν ἥντινα οὐκ ἀπολώλεκε, τὰς μὲν ἀποδόμενος τὰς δὲ καταθύων. καὶ τῷ μὲν ἡ γαστὴρ τῆς κραιπάλης ἐμπίπλαται, καὶ τὰ λοιπὰ τῇ τενθείᾳ δαπανᾶται καὶ ψάλλεται καὶ καταυλεῖται καὶ [πρὸς] τοῖς μυροπωλίοις φιληδεῖ, τὰ δὲ αὔλια ἔρημα, αἶγες δὲ ἐκεῖναι [αἱ πρότερον] οἴχονται. τέως μὲν οὖν ἡσυχίαν ἄγω, μὴ προαισθόμενος ψύττα κατατείνας φύγῃ· εἰ δὲ ἀνυπόπτως λαβόμην αὐτοῦ καὶ ἐγκρατὴς γενοίμην, δεδήσεται τὼ πόδε χοίνικας παχείας ἐπισύ- ρων, καὶ τῇ σκαπάνῃ προσανέχων ὑπὸ τῇ δικέλλῃ καὶ τῇ σμινύῃ τῆς μὲν τρυφῆς ἐπιλήσεται, παθὼν δὲ γνώ- σεται οἷόν ἐστι τὸ τὴν ἄγροικον σωφροσύνην ἀσπάζεσθαι.
Θαμίζεις εἰς ἄστυ [κατιών], ὦ Νομίε, καὶ τὸν ἀγρὸν οὐδʼ ἀκαρῆ θέλεις ὁρᾶν· ἀργὸς δὲ ἡ γῆ χηρεύουσα τῶν ἐκπονούντων, ἐγὼ δὲ οἰκουρῶ μόνη μετὰ τῆς Σύρας ἀγαπητῶς τὰ παιδία βουκολοῦσα. σὺ δὲ ἡμῖν αὐτό- χρημα μεσαιπόλιος ἄνθρωπος μειράκιον ἀστικὸν ἀνεφά- νης. ἀκούω γάρ σε τὰ πολλὰ ἐπὶ Σκίρου καὶ Κερα- μεικοῦ διατρίβειν, οὗ φασι τοὺς ἐξωλεστάτους σχολῇ καὶ ῥᾳστώνῃ τὸν βίον καταναλίσκειν.
Ἄρτι μοι τὴν ἅλω διακαθήραντι καὶ τὸ πτύον ἀποτιθεμένῳ ὁ δεσπότης ἐπέστη καὶ ἰδὼν ἐπῄνει τὴν φιλεργίαν. ἐφάνη δέ μοί ποθεν ὁ Κωρυκαῖος δαίμων, Στρόμβιχος ὁ παμπόνηρος. ἰδὼν γάρ με ἐφεπόμενον τῶ δεσπότη, κειμένην τὴν σισύραν ἣν ἀποθέμενος εἰργαζόμην ὑπὸ μάλης ᾤχετο φέρων, ὡς ὁμοῦ ζημία〈ν〉 καὶ τὸν ἀπὸ τῶν ὁμοδούλων προσοφλῆσαι γέλωτα.
Τί ταῦτα, ὦ Σαλακωνίς, ὑπερηφανεῖς τάλαινα; οὐκ ἐγώ σε εἰς τοὐργαστήριον καθημένην παρὰ τὸν ἀκεστὴν τὸν ἑτερόποδα ἀνειλόμην, καὶ ταῦτα λάθρᾳ τῆς μητρός, καὶ καθάπερ τινὰ ἐπίκληρον ἐγγυητὴν ἀγαγόμενος ἔχω; σὸ δὲ φρυάττῃ, παιδισκάριον εὐτελές, καὶ κιχλίζουσα καὶ μωκωμένη με διατελεῖς. οὐ παύση, τάλαινα, τῆς ἀγερωχίας; ἐγώ σοι τὸν ἐραστὴν δείξω δεσπότην καὶ κάχρυς ἐπὶ τῶν ἀγρῶν φρύγειν ἀναγκάσω, καὶ τότε εἴσῃ παθοῦσα οἷ κακῶν σαυτὴν ἐνέσεισας.
Πάντα ὑπομένειν οἵα τέ εἰμι πλὴν τοῦ σοὶ συγκαθ- εύδειν, δέσποτα. καὶ τὴν νύκτα οὐκ ἔφυγον οὐδὲ ὑπὸ τοῖς θάμνοις ἐκρυπτόμην, ὡς ἐδόκεις, ἀλλὰ τὴν κάρδοπον ὑπεισελθοῦσα ἐκείμην ἀμφιθεμένη τὸ κοῖλον τοῦ σκεύους εἰς κάλυμμα. ἐπειδὴ δὲ κέκρικα βρόχῳ τὸν βίον ἐκλιπεῖν, ἄκουε λεγούσης ἀναφανδόν, πάντα γάρ μου περιαιρεῖ φόβον ἡ πρὸς τὸ τελευτᾶν ὁρμή· ἐγώ σε, ὦ έμελλε, στυγῶ, τοῦτο μὲν βδελυττομένη τὸ δάσος τοῦ σώματος καὶ ὥσπερ τι κίναδος ἐκτρεπομένη, τοῦτο δὲ τὴν δυσχέρειαν τοῦ στόματος ἐκ τοῦ μυχαι- τατοῦ τῆς φάρυγγος τὴν δυσοσμίαν ἐκπέμποντος. κακὸς κακῶς ἀπόλοιο τοιοῦτος ὤν. βάδιζε παρά τινα λημῶσαν ἄγροικον γραῦν ἐπὶ ἑνὶ γομφίῳ σαλεύουσαν, ἀληλιμ- μένην τῷ ἐκ τῆς πίττης ἐλαίῳ.
Ἠπιστάμην σε, ὦ Ἀνθοφορίων, ἁπλοϊκὸν εἶναι ἄνθρωπον καὶ αὐτόχρημα τὸν ἀπὸ τῆς ἀγροικίας ἄγροι- κον, ὄζοντα στεμφύλων καὶ κόνιν πνέοντα, ἠγνόουν δὲ ὅτι δεινὸς εἰ ῥήτωρ ὑπὲρ τοὺς ἐν Ἡλιαίᾳ τῶν ἀλλο- τρίων ἕνεκα δικομαχοῦντας. κινήσας γὰρ ἐπὶ τοῦ κωμ- άρχου δίκας ἔναγχος, οὐκ ἔστιν ἥντινα οὐχὶ νικήσας ἀπηλλάγης. μακάριε τῆς γλώττης καὶ λαλίστερε τρυ- γόνος. ἐγὼ δὲ ἑρμαιῳ σοι χρῶμαι, [κατὰ] τοῦτο δὴ τὸ τοῦ λόγου. ἔκκειμαι γὰρ τοῖς βουλομένοις τἀμὰ σφετερίζεσθαι καὶ ἀγαπῶ τὴν ἡσυχίαν, καὶ ταῦτα εἰ- δὸς ὅτι |μοι] [πολλάκις ἐκ τῆς ἀπραγμοσύνης φύετιιι πράγματα.
Πολὺς ὁ χειμὼν τὸ τῆτες καὶ οὐδενὶ ἐξιτητόν. πάντα γὰρ ἡ χιὼν κατείληφε, καὶ λευκανθίζουσιν οὐχ οἱ λο- φοι μόνον ἀλλὰ καὶ τὰ κοῖλα τῆς γῆς, ἀπορία δὲ ἔρ- γων, ἀργὸν δὲ καθίζειν ὄνειδος. προκύψας δῆτα τῆς καλύβης οὐκ ἔφθην παρανοίξας τὸ θύριον καὶ ὁρῶ σύν τῷ νιφετῷ δῆμον ὅλον ὀρνέων φερόμενον, καὶ κοψίχους καὶ κίχλας. εὐθέως οὖν ἀπὸ τῆς λεκάνης ἀνασπάσας ἰξὸν ἐπαλείφω τῶν ἀχράδων τοὺς κλάδους, καὶ ὅσον οὔπω τὸ νέφος ἐπέστη [τῶν στρουθίων] καὶ πᾶσαι ἐκ τῶν ὀροδάμνων ἐκρέμαντο, θέαμα ἡδύ, πτε- ρῶνν ἐχόμεναι καὶ κεφαλῆς καὶ ποδῶν εἰλημμέναι. ἐκ τούτων λάχος σοι τὰς πίονας καὶ εὐσάρκους ἀπέσταλκα πέντε καὶ εἴκοσι. κοινωνεῖν γὰρ ἀγαθὸν τοῖς ἀγαθοῖς, φθονοῦσι δὲ οἱ πονηροὶ τῶν γειτόνων.
Οὐπώποτε εἰς ἄστυ καταβὰς οὐδὲ εἰδὼς ὅ τί ποτε ἐστὶν ἡ λεγομένη πόλις, ποθῶ τὸ καινὸν τοῦτο θέαμα ἰδεῖν, ὑφʼ ἐνὶ περιβόλῳ κατοικοῦντας ἀνθρώπους, καὶ τἆλλα ὅσα διαφέρει πόλις ἀγροικίας μαθεῖν. εἰ οὖν σοι πρόφασις ὁδοῦ ἄστυδε γένοιτο, ἧκε ἀπάξων νῦν κἀμέ. καὶ γὰρ ἔγωγε ἄγειν οἶμαι τοῦ πλέον τι μαθεῖν, ἤδη μοι βρύειν θριξὶ τῆς ὑπήνης ἀρχομένης. τίς οὖν δή με τἀκεῖθι μυσταγωγεῖν ἐπιτηδειό〈τερ〉ς ἢ σὺ ὁ τὰ πολλὰ εἴσω πυλῶν ἀλινδούμενος;
Ἡ ὗς ἡ πρῴην ἐπίτεξ εἶναι νομιζομένη ἀρτίως τέτοκε, καὶ ἔχω δελφάκων ἀφθονίαν· γρύζουσι δὲ μάλʼ ἀηδές, ἀλλʼ ἐδώδιμοι. μεταδίδωμι δῆτα καὶ σοὶ δύο τούτων ἔχειν. οὔτε γὰρ πάντας οἷός τέ εἰμι τρέφειν τῶν κριθῶν ὀλίγων οὐσῶν καὶ ἄμα τοῖς φίλοις κοι- νωνεῖν τούς ἐν περιουσίαις ὄντας ἀγροικικῇ πρέπον ἐπιεικείᾳ, οἵους ἡμᾶς ἡ φιλτάτη γῆ ἀπλοϊκοὺς καὶ φιλ- ἀλλήλους τούς ἑαυτῆς τροφίμους ἀνεθρέψατο.
Βάλλ᾿ ἐς μακαρίαν, οἷον κακόν ἐστιν, ὦ Κοτί〈ν〉ων, ἡ μέθη. ἐμπεσὼν γάρ εἰς συμπόσιον κακοδαιμόνων ἀνθρώπων — οἰνόφλυγες δὲ πάντες ἦσαν, καὶ οὐδεὶς τὸ μέτρῳ πίνειν ἔστεργε — συνεχῶς δὴ περιφερομένης τῆς κύλικος — ἦν 〈γὰρ〉 τοῖς ἀρνουμένοις τοὐπιτίμιον [ἔδει γὰρ αὐτούς] εἰς τὴν ὑστεραίαν ἑστιᾶν — πιὼν οὖν ὅσον οὔπω πρότερον ἐν ἀσκῶ βαστάσας οἶδα, τρί- την ταύτην ἡμέραν ἔχω καὶ ἔτι σοι καρηβαρῶ καὶ τὴν κραιπάλην ἀπερυγγάνω.
Ἔσικε καὶ τὰ νάματα εἰς τὸ ἄνω ῥυήσεσθαι, εἴ γε οὕτως, ὦ Κορίσκε, ἀφηλικέστερος γεγονώς, ὅτε ἤδη [λοιπὸν] ὑιδοῦς καὶ θυγατριδοῦς ἔχομεν, ἐρᾷς κιθαρῳδοῦ γυναικὸς κἀμὲ κνίζεις ἄχρι τοῦ καὶ αὐτὴν ἐκρινῆσαι τὴν καρδίαν. ἐγὼ μὲν γὰρ ἀτιμάζομαι τρια- κοστὸν ἔτος ἤδη συνοῦσά σοι, Παρθένιον δὲ 〈ἡ〉 ἱππό- πορνος μεθʼ ὑποκορισμῶν ἐκθεραπεύεται ὅλον σε αὐ- τοῖς ἀγροῖς καταπιοῦσα. γελῶσι δὲ οἱ νέοι, καὶ σὺ τοῦ γέλωτος ἀναισθήτως ἔχεις. ὦ γῆρας ἐταίρας παίγνιον.
Τίμωνα οἷσθα, ὦ Καλλικομίδη, τὸν Ἐχεκρατίδου τὸν Κολλυτέα, ὃς ἐκ πλουσίου, σπαθήσας τὴν οὐσίαν εἰς ἡμὰς τούς παρασίτους καὶ τὰς ἑταίρας, εἰς ἀπορίαν συνηλάθη, εἶτʼ ἐκ φιλανθρώπου μισάνθρωπος ἐγένετο καὶ τὴν Ἀπημάντου ἐμιμήσατο στύγα. καταλαβὼν γὰρ τὴν ἐσχατιὰν ταῖς βώλοις τούς παριόντας βάλλει, προ- μηθούμενος μηδένα αὐτῶ καθάπαξ ἀνθρώπων ἐντυγχά- νειν. οὕτως τὴν κοινὴν φύσιν ἀπέστραπται. οἱ λοιποὶ δὲ τῶν Ἀθήνησι νεοπλούτων Φείδωνός εἰσι καὶ Γνί- φωνος μικροπρεπέστεροι. ὥρα μοι μετανίστασθαι καὶ πονοῦντι ζῆν. δέχου δὴ οὖν με μισθωτὸν κατʼ ἀγρόν, πάντα ὑπομένειν ἀνεχόμενον ὑπὲρ τοῦ τὴν ἀπλήρω- τον ἐμπλῆσαι γαστέρα.
Αὐχμὸς τὰ νῦν· οὐδαμοῦ νέφος ὑπὲρ γῆς αἴρεται· δεῖ δὲ ἐπομβρίας. διψῆν γὰρ τὰς ἀρούρας αὐτὸ τὸ κατάξηρον τῆς βώλου δείκνυσι. μάταια ἡμῖν, ὡς ἔοικε, καὶ ἀνήκοα τέθυται τῷ Ὑετίῳ, καίτοι γε ἐξ ἁμίλλης ἐκαλλιερήσαμεν πάντες οἱ τῆς κώμης οἰκήτορες, καὶ ὡς ἕκαστος δυνάμεως ἢ περιουσίας 〈εἶχε〉 συνεισηνέγκα- μεν, ὁ μὲν κριὸν ὁ δὲ τράγον ὁ δὲ κάπρον, ὁ πένης πόπανον ὁ δὲ ἔτι πενέστερος λιβανωτοῦ χόνδρους [εὖ μάλα εὐρωτιῶντας], ταῦρον δὲ οὐδείς· οὐ γὰρ εὐπορία βοσκημάτων ἡμῖν τὴν λεπτόγεων τῆς Ἀττικῆς κατοι- κοῦσιν. ἀλλʼ οὐδὲν ὄφελος τῶν δαπανημάτων· ἔοικε γὰρ πρὸς ἑτέροις ἔθνεσιν ὁ Ζεὺς ἄν τῶν τῇδε ἀμελεῖν.
Χαλεπὸς ἦν ἡμῖν ὁ στρατιώτης, χαλεπός. ἐπεὶ γὰρ ἧκε δείλης ὀψίας καὶ κατήχθη οὐ κατὰ τύχην ἀγαθὴν εἰς ἡμᾶς, οὐκ ἐπαύσατο ἐνοχλῶν τοῖς διηγήμασι, δεκά- δας τινὰς καὶ φάλαγγας ὀνομάζων, εἶτα σαρίσσας καὶ καταπέλτας καὶ δέρρεις· καὶ νῦν μὲν ὡς ἀνέτρεψε τούς Θρᾷκας τὸν προηγεμόνα βαλὼν μεσαγκύλῳ, νῦν δὲ ὡς κοντῷ διαπείρας τὸν Ἀρμένιον ἀπώλεσεν· ἐπὶ πᾶσί τε αἰχμαλώτους παρῆγε καὶ ἐδείκνυ γυναῖκας, ἃς ἔλεγεν ἐκ τῆς λείας ὑπὸ τῶν στρατηγῶν ἀριστείας αὐτῷ γέρας δεδόσθαι. τῷ δʼ ἐγὼ ἐγκανάξας κύλικα εὐμεγέθη φλυα- ρίας φάρμακον ὤρεγον, ὁ δὲ καὶ ταύτην καὶ πλείονας ἐπὶ ταύτῃ καὶ ἁδροτέρας ἐκπιὼν οὐκ ἐπαύσατο τῆς ἀδολεσχίας.
Εἐρεσιώνην ἐξ ἀνθῶν πλέξασα ᾔειν ἐς ἕρμα Φαι- θρίου τοῦ Ἀλωπεκῆθεν ταύτην ἀναθήσουσα. εἶτά μοι λόχος ἐξταίφνης ἀναφαίνεται νέων ἀγερώχων ἐπʼ ἐμὲ συντεταγμένων· ὁ λόχος δὲ τῷ Μοσχίωνι συνέπραττεν. ἐπεὶ γὰρ τὸν μακαρίτην ἀπέβαλον Φαιδρίαν, οὐκ ἐπαύ- σατό μοι πράγματα παρέχων καὶ γαμησείων· ἐγὼ δὲ ἀνη- νάμην ἅμα μὲν τὰ νεογνὰ παιδία κατοικτείρουσα ἅμα δὲ τὸν ἥρω Φαιδρίαν ἐν ὀφθαλμοῖς τιθεμένη. ἐλάν- θανον δὲ ὑβριστὴν ὑμέναιον ἀναμένουσα καὶ θάλαμον νάπην εὑρίσκουσα. εἰς γάρ με τὸ συνηρεφὲς ἀγαγών, οὗ τὸ πύκνωμα συνεχὲς ἦν τῶν δένδρων, αὐτοῦ που κατὰ τῶν ἀνθῶν καὶ τῆς φυλλάδος, αἰδοῦμαι εἰπεῖν, B ὦ φιλτάτη, τί παθεῖν ἐπηνάγκασε. καὶ ἔχω τὸν ἐξ ὕβρεως ἄνδρα, οὐχ ἑκοῦσα μὲν ὅμως δὲ ἔχω. καλὸν μὲν γὰρ ἀπείρα[σ]τον εἶναι τῶν ἀβουλήτων, ὅτῳ δὲ οὐχ ὑπάρχει τοῦτο, κρύπτειν τὴν συμφορὰν ἀναγκαῖον.
Φρύγα οἰκέτην ἔχω πονηρόν, ὃς ἀπέβη τοιοῦτος ἐπὶ τῶν ἀγρῶν· ὡς γὰρ τῇ ἔνῃ καὶ νέᾳ κατʼ ἐκλογὴν τοῦ- τον ἐπριάμην, Νουμήνιον μὲν εὐθὺς ἐθέμην καλεῖσθαι, δόξαντα δὲ εἶναι ῥωμαλέον καὶ ἐγρηγορὸς βλέποντα μετὰ περιχαρ〈ε〉ίας ἦγον ὡς ἐπὶ τῆς ἐσχατιᾶς μοι ἐσό- μενον. ἦν δὲ οὗτος ἄρα λαμπρὰ ζημία. ἐσθίει μὲν γὰρ τεσσάρων σκαπανέων σιτία, ὑπνοῖ δὲ ὅσον ἤκουσα τετυφωμένου σοφιστοῦ λέγοντος Ἐπιμενίδην τινὰ Κρῆτα κεκοιμῆσθαι, ἢ ὡς ἀκούομεν τὴν Ἡρακλέους τριέσπερον. τί ἂν οὖν ποιοί[μ]ην, ὦ φίλτατε ἑταίρων καὶ συγγεωργῶν, ἴθι φράσον, ἐπὶ τοιούτῳ θηρίῳ κατα- βαλὼν ἀργυρίδιον;
Πρὸς θεῶν καὶ δαιμόνων, ὦ μῆτερ, ἐπʼ ὀλίγον καταλιποῦσα τούς σκοπέλους καὶ τὴν ἀγροικίαν, θέασαι πρὸ τῆς τελευταίας ἡμέρας τὰ κατʼ ἄστυ καλά. οἷα γὰρ οἷά σε λανθάνει, Ἁλῷα καὶ Ἀπατούρια καὶ Διονύσια καὶ ἡ νῦν ἑστῶσα σεμνοτάτη τῶν Θεσμοφορίων ἑορτή. ἡ μὲν οὖν Ἄνοδος κατὰ τὴν πρώτην γέγονεν ἡμέραν, ἡ Νηστεία δὲ τὸ τήμερον εἶναι παρʼ Ἀθηναίοις ἑορ- τάζεται, τῇ Καλλιγενείᾳ δὲ εἰς τὴν ἐπιοῦσαν θύουσιν. εἰ οὖν ἐπειχθεῖσα ἔρχῃ, ἔωθεν πρὸ τοῦ τὸν ἑωσφόρον ἐξελθεῖν συνθύεις ταῖς Ἀθηναίων γυναιξίν [αὔριον]. ἧκε οὖν, μὴ μέλλε, ναὶ πρὸς ἐμῆς καὶ τῶν αὐταδέλφων τῶν ἐμῶν σωτηρίας. τὸ γὰρ ἄγευστον πόλεως κατα- λῦσαι τὸν βίον ἀποτρόπαιον, ὡς ὂν θηριῶδες καὶ δύστροπον. ἀνέχου δέ, ὦ μῆτερ, τῆς ἐπὶ τῷ συμφέ- ροντι παρρησίας· καλὸν ἅποσιν ἀνθρώποις ἀνυποστό- λως ὁμιλεῖν, οὐχ ἥκιστα δὲ ἀναγκαῖον τὸ πρὸς τοὺς οἰκείους ἀληθίζεσθαι.
Ἐγὼ μὲν τὸν παῖδα ἀποδόσθαι εἰς ἄστυ ξύλα καὶ κριθὰς ἀπέπεμψα, ἐπανήκειν τὴν αὐτὴν τὰ κέρματα κομίζοντα παρεγγυῶν. χόλος δὲ ἐμπεσὼν ἐξ ὁτου〈οῦν〉 δαιμόνων εἰς αὐτὸν [οὐκ ἔχω λέγειν], ὅλον παρήμειψε καὶ φρενῶν ἔξω κατέστησε. θεασάμενος γὰρ ἕνα του- τωνὶ τῶν μεμηνότων, σὓς διὰ τὸ μανιῶδες πάθος [λύτταν] κύνας ἀποκαλεῖν εἰώθασιν, ὑπερέβαλε τῇ μιμήσει τῶν κακῶν τὸν ἀρχηγέτην. καὶ ἔστιν ἰδεῖν θέαμα ἀποτρόπαιον καὶ φοβερόν, κόμην αὐχμηρὰν ἀνασείων, τὸ βλέμμα ἰταμός, ἡμίγυμνος ἐν τριβωνίῳ, πηρίδιον ἐξηρτημένος καὶ ῥόπαλον ἐξ ἀχράδος πεποιη- μένον μετὰ χεῖρας ἔχων, ἀνυπόδητος, ῥυπῶν, ἄπρακτος, τὸν ἀγρὸν καὶ ἡμᾶς οὐκ εἰδὼς τοὺς γονεῖς, ἀλλʼ ἀρνοῦ- μενος, φύσει λέγων γεγονέναι τὰ πάντα καὶ τὴν τῶν στοιχείων σύγκρασιν αἰτίαν εἶναι γενέσεως, οὐχὶ τοὺς πατέρας. εὔδηλον δέ, ὅτι καὶ χρημάτων ὑπερορᾷ καὶ γεωργίαν στυγεῖ. ἀλλὰ καὶ αἰσχύνης αὐτέ μέλει οὐδὲν καὶ τὴν αἰδῶ τῶν προσώπων ἀπέξυσται. οἴμοι οἷόν δε, ὦ γεωργία, τὸ τῶν ἀπατεώνων τουτωνὶ φροντιστῇ- ριον ἐξετραχήλισε. μέμφομαι τῷ Σόλωνι καὶ τῷ Δρά- κοντι, οἳ τοὺς μὲν κλέπτοντας σταφυλὰς θανάτῳ ζημιοῦν ἐδικαίωσαν, τοὺς δὲ ἀνδραποδίζοντας ἀπὸ τοῦ φρονεῖν τοὺς νέους ἀθῴους εἶναι τιμωρίας ἀπέλιπον.
Ἔπεμψά σοι τῶν Δεκελειᾶσι προβάτων ἀποκείρας τὰ ῥωμαλέα τοὺς πόκους· ὅσα γὰρ ψώρας ὑπόπλεα, ταῦτα τῷ ποιμένι Πυρρίᾳ παρέδωκα χρῆσθαι ἐς ὅ τι ἂν θέλῃ, πρὶν φθάσαι διαφθαρῆναι παντελῶς ὑπὸ τῆς νόσου. ἔχουσα οὖν ἀφθονίαν ἐρίων ἐξύφηνον ἡμῖν ἐσθήματα πρόσφορα ταῖς ὥραις, ὡς εἶναι τὰ μὲν τῷ θέρει προσαρμόζοντα λεπτοϋφῆ, τὰ δὲ χειμέρια ἐχέτω περιττῶς τῆς κρόκης καὶ πεπαχύνθω πλέον, ἵνα τὰ μὲν τῇ μανότητι σκιάζῃ μόνον καὶ μὴ καταθάλπῃ τὰ σώ- ματα, τὰ δὲ τῇ βαρύτητι ἀπείργῃ τὸν κρυμὸν καὶ ἀλεξάνεμα τυγχάνῃ. καὶ ἡ παρθένος δέ [ἡ παῖς], ἣν ἔχομεν ἐν ὥρᾳ γάμου, συλλαμβανέτω τῆς ἱστουργίας ταῖς θεραπαινίσιν, ἵνα εἰς ἀνδρὸς ἐλθοῦσα μὴ καται- σχύνῃ τοὺς πατέρας ἡμᾶς. καὶ ἄλλως δὲ εἰδέναι σε χρή, ὡς αἱ ταλασίαν ἀγαπῶσαι καὶ τὴν Ἐργάνην θερα- πεύουσαι κόσμῳ βίου καὶ σωφροσύνη σχολάζουσιν.
Ὁ γνώμων οὔπω σκιάζει τὴν ἕκτην, ἐγὼ δὲ ἀπο- σκλῆναι κινδυνεύω τῷ λιμῷ κεντούμενος. εἶεν, ὥρα σοι βουλεύματος, Λοπαδέκθαμβε, μᾶλλον δὲ μοχλοῦ καὶ καλῳδίου [ἀπάγξασθαι]· εἰ γὰρ ἢ ὅλην καταβα- λοῦμεν τὴν κίονα τὴν τὸ πικρὸν τοῦτο ὡρολόγιον ἀνέχουσαν, ἢ τὸν γνώμονα τρέψομεν ἐκεῖσε νεύειν οὗ τάχιον δυνήσεται τὰς ὥρας ἀποσημαίνειν, ἔσται τὸ βού- λευμα Παλαμήδειον· ὡς νῦν ἐγώ σοι αὖος ὑπὸ λιμοῦ καὶ αὐχμηρός. Θεοχάρης δὲ οὐ πρότερον καταλαμβάνει τὴν στιβάδα πρὶν αὐτῷ τὸν οἰκέτην δραμόντα φράσαι τὴν ἕκτην ἑστάναι. δεῖ οὖν ἡμῖν τοιούτου σκέμματος, ὃ κατασοφίσασθαι καὶ παραλογίσασθαι τὴν τοῦ Θεο- χάρους εὐταξίαν δυνήσεται. τραφεὶς γὰρ ὑπὸ παιδα- γωγῷ βαρεῖ καὶ ὡφρυωμένῳ οὐδὲν φρονεῖ νεώτερον, ἀλλ᾿ οἷά τις Λάχης ἢ Ἀπόληξις αὐστηρός ἐστι τοὺς τρόπους καὶ οὐκ ἐπιτρέπει τῇ γαστρὶ πρὸ τῆς ὥρας ἐμπίπλασθαι.
Χθὲς δείλης ὀψίας Γοργίας ὁ Ἐτεοβουτάδης συμ- βαλών μοι κατὰ τύχην χρηστῶς ἠσπάσατο καὶ κατε- μέμφετο ὅτι μὴ θαμίζοιμι παρ᾿ αὐτόν. καὶ μικρὰ προσ- παίξας ‘ἴθι πρὸς Διός’· εἶπεν ‘ὦ βέλτιστε, καὶ μετὰ βραχὺ λουσάμενος ἧκε Ἀηδόνιον ἡμῖν τὴν ἑταίραν ἄγων. ἔστι δέ μοι συνήθης ἐπιεικῶς καὶ μένει, πάν- τως οὐκ ἀγνοεῖς, μικρὸν ἄπωθεν τοῦ Λεωκορίου· δεῖπνον [τε] ἡμῖν ηὐτρέπισται γεννικὸν ἰχθὺς τεμαχί- της καὶ σταμνία τοῦ Μενδησίου νέκταρος, εἴποι τις ἄν, πεπληρωμένα.᾿ καὶ ὁ μὲν ταῦτα εἰπὼν ᾤχετο· ἐγὼ δὲ παρὰ τὴν Ἀηδόνιον δραμὼν καὶ φράσας παῤ ὅτου καλοῖτο, ἐδέησα κινδύνῳ περιπεσεῖν. ἀγνώμονος γὰρ, ὡς ἔοικε, πειραθεῖσα τοῦ Γοργίου καὶ μικροπρε- ποῦς περὶ τὰς ἀποδόσεις, τὴν ὀργὴν ἔναυλον [ἐγκει- μένην] ἔχουσα, πλήρη τὴν κακ〈κ〉άβην ἀποσπάσασα τῶν χυτροπόδων ἐδέησέ μου κατὰ τοῦ βρέγματος κατα- χέαι ζέοντος τοῦ ὕδατος, εἰ μὴ φθάσας ἀπεπήδησα παρὰ βραχὺ φυγὼν τὸν κίνδυνον. οὕτως ἡμεῖς ἐλπίσιν ἀπατηλαῖς βουκολούμενοι πλείους τῶν ἡδονῶν τοὺς προπηλακισμοὺς ὑπομένομεν.
Ἀγχόνης μοι δεῖ, καὶ ὄψει με οὐ μετὰ μακρὸν ἐν βρόχῳ τὸν τράχηλον ἔχοντα. οὔτε γὰρ τὰ ῥαπίσματα οἷός τέ εἰμι φέρειν καὶ τὴν ἄλλην παροινίαν τῶν κά- κιστ᾿ ἀπολουμένων ἐρανιστῶν, οὔτε τῆς μιαρᾶς καὶ ἀδηφάγου γαστρὸς κρατεῖν· ἡ μὲν γὰρ αἰτεῖ, καὶ οὐ πρὸς κόρον μόνον ἀλλ᾿ εἰς τρυφήν· τὸ πρόσωπον δὲ τὰς ἐπαλλήλους πληγὰς οὐκ ἀνέχεται, καὶ κινδυνεύω τοῖν ὀφθαλμοῖν τὸν ἕτερον συσταλῆναι ὑπὸ τῶν ῥαπισμά- των ἐνοχλούμενος. ἰοὺ ἰοὺ τῶν κακῶν, οἷα ὑπομένειν ἡμᾶς ἀναγκάζει ἡ παμφάγος αὕτη καὶ παμβορωτάτη γαστήρ. ἔκρινα οὖν πολυτελοῦς τραπέζης ἀπολαύσας ἀποπτύσαι τὸ ζῆν, κρείττονα ὀδυνηροῦ βίου τὸν καθ᾿ ἡδονὴν θάνατον ἡγησράμενος.
Ἰατταταιάξ, τίς ἦν ἡ χθὲς ἡμέρα; ἢ τίς δαίμων ἢ θεὸς ἀπὸ μηχανῆς ἐρρύσατό μ᾿ ἐν ἀκαρεῖ μέλλοντα παρὰ τοὺς πλείονας ἰέναι; εἰ μὴ γὰρ ἀναζεύξαντά με τοῦ συμποσίου κατά τινα ἀγαθὴν τύχην Ἀκεσίλαος ὁ ἰατρὸς ἡμιθνῆτα, μᾶλλον δὲ αὐτόνεκρον, θεασάμενος [ἕνα τῶν κάτω], 〈τοῖς〉 μαθηταῖς ἐπέταττεν φοράδην ἀνελεῖν, 〈καὶ〉 ἤγαγεν ὡς ἑαυτὸν οἴκαδε καὶ ἀπερᾶν ἐπηνάγκασεν, ἔπειτα ῥυῆναι φλέβα διατεμὼν τὸ πολὺ τοῦ αἵματος ἐποίησεν, οὐδὲν ἂν ἐκώλυσεν ἀνεπαισθή- τῳ με τῶ θανάτῳ διαφθαρέντα ἀπολωλέναι. οἷα γὰρ οἷα [πάσχει τὰ δίκαια] 〈οἱ〉 λακκόπλουτοι εἰργάσαντό με ἄλλος ἄλλοθεν περιττὰ πίνειν καὶ πλείω ἢ κατὰ τὸ κύτος τῆς γαστρὸς ἐσθίειν. ἀναγκάζοντες. ὁ μὲν γὰρ ἀλλᾶντα ἐνέσαττεν, ὁ δὲ κόπαιον εὐμέγεθες παρ- ώθει ταῖς γνάθοις, ὁ δὲ κρᾶμα, οὐκ οἶνον, ἀλλὰ νᾶπυ καὶ γάρον καὶ ὄξος κερασάμενος, καθάπερ εἰς πίθον ἐνέχει. αὐτίκα λέβητας πιθάκνας ἀμίδας ἐμῶν ἀπεπλή- ρωσα, ὥστε αὐτὸν τὸν Ἀκεσίλαον θαυμάζειν ποῦ καὶ τίνα τρόπον ἐχώρησα τοσοῦτον βρωμάτων φορυτόν. ἀλλ᾿ ἐπειδὴ θεοὶ σωτῆρες καὶ ἀλεξίκακοι προὔπτου με κιν- δύνου φανερῶς ἐξείλοντο, ἐπ᾿ ἐργασίαν τρέψομαι καὶ Πειραιεῖ βαδιοῦμαι τὰ ἐκ τῶν νεῶν φορτία ἐπὶ τὰς ἀποθήκας μισθοῦ μετατιθείς. ἄμεινον γὰρ [ἐπὶ] θύμοις καὶ ἀλφίτοις διαβόσκειν τὴν γαστέρα, ὁμολογουμένην ἔχοντα τὴν τοῦ ζῆν ἀσφάλειαν, ἢ πεμμάτων ἀπολαύ- οντα καὶ φασιανῶν ὀρνίθων τὸν ἄδηλον ὁσημέραι θάνατον ἀπεκδέχεσθαι.
Ἴθι, λαβὼν τὴν σύριγγα καὶ τὰ κύμβαλα ἧκε περὶ πρώτην φυλακὴν τῆς νυκτὸς ἐπὶ τὸν χρυσοῦν στενω- πὸν ἐπὶ τὴν Ἄγνον, ἔνθα συμβαλεῖν ἡμῖν ἐξέσται καὶ τὸ ἐντεῦθεν ἀπὸ Σκίρου λαβοῦσι Κλυμένην τὴν ἑταί- ραν ἀγαγεῖν παρὰ τὸν νεόπλουτον Θηριππίδην τὸν Αἰξωνέα. διακαῶς δὲ αὐτῆς οὗτος ἐρᾷ πολὺς ἐξ οὗ χρόνος, καὶ δαπανᾶται οὐκ ὀλίγα μάτην· ᾐσθημένη γὰρ τὸν ἔρωτα ἐκκεκαυμένον τοῦ μειρακίου, θρύπτε- ται καὶ συνεχῶς ἀκκίζεται, καὶ πλείονα ἐπὶ πλείοσιν ἀποφερομένη οὔ φησιν ἑαυτὴν ἐπιδώσειν, εἰ μή τι χωρίον πρὸς τοῖς ἀργυρίοις λάβοι. ὥρα οὖν καὶ βίᾳ ταύτην, εἰ συνήθως ἀντιτείνοιτο ἡμῖν, ἀποσπᾶν. δύο δὲ ὄντε καὶ ἐρρωμένω τάχιστα αὐτὴν καὶ ἄκουσαν ἀπάξαι δυνησόμεθα. Θηριππίδης δὲ εἰ τοῦτο αἴσθοιτο καὶ τοὖργον ἐπιγνοίη τῆς ἡμετέρας ἀγρυπνίας κατόρ- θωμα, ληψόμεθα χρυσοῦς τοῦ νέου κόμματος οὐκ ὀλί- γους καὶ λαμπρὰν ἐσθῆτα, καὶ προσέτι τὴν οἰκίαν εἰσιέναι ἐπʼ ἀδείας ἕξομεν καὶ [τὸ] χρῆσθαι τὸ λοιπὸν ἀνεπικωλύτως. τάχα δὲ οὐδὲ παρασίτους ἡμᾶς ἀλλὰ φίλους ἡγήσεται· οἱ γὰρ παράκλησιν εἰς εὐποιίαν μὴ ἀναμείναντες οὐκέτι κόλακες ἀλλὰ φίλοι νομίζονται.
Ἄρδην ἀπόλωλά σοι· ὁ γὰρ χθὲς εὐπάρυφος, πινα- ροῖς, ὡς ὁρᾷς, καὶ τρυχίνοις ῥακίοις τὴν αἰδῶ περισκέπω. ἀπέδυσε γάρ με Παταικίων ὁ παμπόνηρος, ὃς τὰ κέρ- ματά με — εἶχον δέ, ὡς οἶσθα, ὑπόσυχνον ἀργύριον — δεξιαῖς χρώμενος ταῖς καλινδήσεσι τῶν κύβων ἄχρι δραχμῶν καὶ ὀβολῶν ἀπεσύλησεν. ἐξὸν δέ μοι παρι- δεῖν ὅσον ἐζημιώθην, εἶτʼ ἀθῴῳ γενέσθαι τοῦ πλείονος, ἐκ τῆς κατʼ ὀργὴν ἔριδος τὴν εἰς τοὔσχατον ὑπέμεινα βλάβην· καθʼ ἓν γὰρ ἕκαστον τῶν ἱματίων ἐκ προκλή- σεως ἀποτιθείς, τέλος ἁπάντων ἐψιλώθην τῶν ἐνδυμά- των. ποῖ δὴ οὖν βαδιστέον; χαλεπῶς γὰρ καὶ λάβρως ἐπαιγζων ὁ βορρᾶς δίεισί μου τῶν πλευρῶν ὥσπερ βέλος. ἐς Κυνόσαργες ἴσως οἰχητέον. ἢ γάρ τις τῶν ἐκεῖ νεανίσκων κατοικτείρας ἀμφιάσει με ἱματίοις, ἢ καταλήψομαι ἐγγύθεν τὰς καμίνους καὶ τῷ πυρὶ ὁ δύστηνος θάλψομαι· τοῖς γὰρ γυμνοῖς σισύρα καὶ ἐφεστρὶς ἡ φλὸξ [καὶ τὸ ἐκ τῆς εἵλης θέρεσθαι].
Τῇ προτεραίᾳ ξυράμενοι τὰς κεφαλὰς ἐγὼ καὶ Στρου- θίας καὶ Κύναιθος οἱ παράσιτοι, λουσάμενοι εἰς τὸ ἐν Σηραγγείῳ βαλανεῖον, ἀμφὶ τὴν πέμπτην ὥραν δρόμον ἀφέντες εἰς τὸ προάστειον τὸ Ἀγκυλῆσι τὸ Χαρικλέους τοῦ μειρακίου ᾠχόμεθα, ἔνθα αὐτός τε ἀσμένως ὑσπεδέξατο φιλογέλώς τε ὢν καὶ φιλαναλώ- της, ἡμεῖς τε διατριβὴν αὐτῷ καὶ τοῖς συμπόταις παρ- έσχομεν, παρὰ μέρος ἀλλήλους ἐπιρραπίζοντες καὶ ἀνά- παιστα εὔκροτα ἐπιλέγοντες αὐτοσκωμμάτων ἁλυκῶν καὶ αὐτοχαρίτων ἀστεϊσμῶν αἱμυλίας γέμοντα. ἐν τούτῳ δέ, ἱλαρώτατα καὶ εὐφροσύνως διακειμένου τοῦ συμποσίου, ἐπέστη ποθὲν Σμικρίνης ὁ δύστροπος καὶ δύσκολος· εἵπετο δʼ αὐτῷ πλῆθος οἰκετῶν, οἳ δραμόν- τες ἐφʼ ἡμᾶς ὥρμησαν. αὐτὸς δὲ ὁ Σμικρίνης πρῶτον μὲν τῇ καμπύλη παίει τὸν νῶτον τοῦ Χαρικλέους, ἔπειτα ἐπὶ κόρρης πατάξας ἦγεν ὡς ἔσχατον ἀνδρα- πόδων. ἡμεῖς δὲ νεύματι μόνῳ τοῦ πρεσβύτου εἰς τοὐπίσω τὰς χεῖρας ἐστρεβλούμεθα· τὰ δὲ μετὰ ταῦτα ξήνας ἡμᾶς ὑστριχίσιν οὐκ ὀλίγας οὐδʼ εὐαριθμήτους, τέλος ἀγαγὼν εἰς τὸ δεσμωτήριον ἀπέθετο 〈ὁ〉 ἄγριος γέρων. καὶ εἰ μὴ συνήθης ὢν καὶ πολλὰ καθηδυπα- θήκας μεθʼ ἡμῶν ὁ χαρίεις Εὐθύδικος, ἀνὴρ ἐν τοῖς πρώτοις τοῦ συνεδρίου τῶν Ἀρεοπαγιτῶν, ἀνέῳξεν ἡμῖν τὸ δεσμωτήριον, τάχ᾿ ἂν καὶ τῷ δημίῳ παρεδό- θημεν. οὕτως ὁ δριμὺς γέρων καὶ πικρὸς ἐνεπίμπρατο καθ᾿ ἡμῶν, καὶ πάντα ἔπραττεν ὡς ἂν τὴν ἐπὶ θανά- τῳ ἴσα τοῖς ἀνδροφόνοις καὶ ἱεροσύλοις ἀπαχθείημεν.
Ἡμῶν ὡς Μεγαρέων ἢ Αἰγιέων οὐδεὶς λόγος, εὐ- δοκιμεῖ δὲ τὰ νῦν Γρυλλίων μόνος καὶ κατέχει τὸ ἄστυ, καὶ πᾶσα αὐτῷ καθάπερ Χράτητι τῷ Θήβηθεν κυνὶ ἀνέῳγεν [ἡ] οἰκία. ἐμοὶ δοκεῖν, Θετταλίδα τινὰ γραῦν ἢ Ἀκαρνανίδα φαρμακεύτριαν πεπορισμένος καταγοητεύει τοὺς ἀθλίους νεανίσκους. τί γὰρ καὶ στωμύλον ἔχει; τί δὲ ὁμιλητικὸν καὶ ἡδὺ φέρει; ἀλλ᾿ ἴσως εὐμενεστέροις ὄμμασιν ἐκεῖνον εἶδον αἱ Χάριτες, ὡς τοὺς μὲν ἀπομύττεσθαι πρὸς αὐτοῦ, ἡμᾶς δὲ ἀγα- πῶν εἰ τὰς ἀπομαγδαλίας ὡς κυσί τις παραρρίψειε. τάχα δὲ οὐ γόης, ἀλλὰ τύχη πέχρηται δεξιᾷ. [τύχη γὰρ παρὰ πάντα ἐστὶ τὰ τῶν ἀνθρώπων πράγματα.] οὐδὲν γὰρ ἐν ἀνθρώποις γνώμη, πάντα δὲ τύχη, καὶ ταύτης ὁ τυχὼν ἡδὺς ἔστι καὶ νομίζεται.
Ἤλγησα, ὦ καλὲ Ψιχίων, ἀκούσας τὴν συμβᾶσάν σοι περὶ τὸ πρόσωπον συμφοράν. εἰ δὲ καὶ τοῦτον ἐγένετο τὸν τρόπον ὃν διηγήσατο ἡμῖν ἐπανελθοῦσα τοῦ συμποσίου ἡ Λειριόνη — λέγω δὴ τὴν παιδίσκην Φυλλίδος τῆς ψαλτρίας — πόλεμον ὑπέστης καὶ πόρ- θησίν καινὴν ἄνευ μηχανῆς καὶ ἑλεπόλεως. ἀκούω γὰρ τὸν καταπύγονα καὶ θηλυδρίαν περικατεάξαι σοι τὴν φιάλην, ὡς τὰ θραύσματα λωβήσασθαί σου τήν τε ῥῖνα καὶ τὴν δεξιὰν σιαγόνα, καὶ τοῦ αἵματος ἐνεχθῆ- ναι κρουνούς, οἵους ὕδατος αἱ ἐν Γερανείᾳ πέτραι σταλάττουσι. τίς ἔτι ἀνέξεται τῶν κακοδαιμόνων του- τωνί, τοσούτου τὸ γαστρίζεσθαι πωλούντων; ὠνούμεθα γὰρ κινδόνου τὸ ζῆν, καὶ τὸν ἐκ λιμοῦ θάνατον δε- διότες τὴν μετὰ κινδύνου πλησμονὴν ἀσπαζόμεθα.
Ὡς εὐτυχῶς, ὡς μακαρίως πέπραγα. ἐρήσῃ με ἴσως τίνα τρόπον, ὦ βέλτιστε Τραπεζοχάρων. ἐγὼ δῆτά σοι φράσω καὶ πρὶν ἐρέσθαι. ἦγε μὲν ἡ πόλις, ὡς οἶσθα, τὴν Κουρεῶτιν [ἑορτήν]· ἐγὼ δέ, παραληφθεὶς ἐπὶ δεῖ- πνον [ τέρπειν], ὠρχούμην τὸν κόρδακα. οἱ δαιτυμόνες δὲ ἐκ φιλονεικίας ἔπινον, ἕως, τῆς ἁμίλλης εἰς ἄπειρον προχωρούσης, κῶμα κατέσχε τὸ συμπόσιον καὶ πάντας ὕπνος ὑπειλήφει νυστακτὴς ἄχρι καὶ αὐτῶν τῶν οἰκε- τῶν· ἐγὼ δὲ περιέβλεπον μὲν εἴ τι τῶν ἀργυρῶν σκευῶν ὑφελέσθαι δυναίμην· ὡς δὲ ταῦτα ἔτι νηφόν- των ἐξ ὀφθαλμῶν ἐγεγόνει καὶ ἦν ἐν ἀσφαλεῖ, τὸ χειρόμακτρον ὑπὸ μάλης λαβων ἐξηλλόμην ὡς ἐν τῇ φυγῇ τοῖν διαβάθροιν θάτερον ἀποβαλεῖν. ὅρα δέ, ὥς ἐστι πολυτελές, ὀθόνης Αἰγυπτίας καὶ ἁλουργοῦ πορφύρας τῆς Ἑρμιονίδος λεπτὸν εἰς ὑπερβολὴν καὶ πολύτιμον ὕφασμα. εἰ τοῦτο ἀδεῶς ἀπεμπολήσαιμι, γαστριῶ σε ἀγαγὼν ἐπὶ τὸν πανδοκέα Πιθακ〈ν〉ίωνα. πολλὰς γὰρ ὁμοῦ πολλάκις παροινίας ἀνέτλημεν, καὶ χρή σε τὸν κοινωνὸν τῶν δυστυχημάτων μερίτην γενέ- σθαι καὶ τῆς εὐτυχούσης ἡμέρας.
Ἑρμῆ κερδῷε καὶ ἀλεξίκακε Ἡράκλεις, ἀπεσώθην. οὐδὲν 〈ἂν〉 δεινὸν ἔτι γένοιτο. προχόην ὑφελόμενος ἀργυρᾶν Φανίου τοῦ πλουσίου δρόμῳ δοὺς φέρεσθαι — ἦν γὰρ ἀωρία τῆς νυκτός — ἠπειγόμην σώζειν ἑαυτόν. κύνες δὲ ἐξαίφνης οἰκουροὶ περιχυθέντες ἄλλος ἀλλαχόθεν χαλεποὶ καὶ βαρεῖς τὴν ὑλακὴν ἐπῄεσαν Μολοττοὶ καὶ Κνώσιοι, ὑφʼ ὧν οὐδὲν ἐκώλυσέ με ὡς ἠδικηκότα τὴν Ἄρτεμιν διεσπάσθαι μέσον, ὡς μηδὲ τὰ ἀκρωτήρια εἰς τὴν ὑστεραίαν περιλειφθῆναι πρὸς ταφὴν τοῖς ἑτοίμοις εἰς ἔλεον καὶ συμπάθειαν. εὑρὼν οὖν ὑδρορρόον ἀνεῳγότα οὐκ εἰς βάθος ἀλλʼ ἐπιπολῆς, [καὶ] ὑποδὺς εἰς τοῦτον κατεκρύβην. ἔτι σοι ταῦτα τρέμων καὶ παλλόμενος λέγω. ἑωσφόρου δὲ ἀνασχόντος τῶν μὲν ᾐσθόμην οὐκέθʼ ὑλακτούντων — οἴκοι γὰρ πάντες ἐδέδεντο — αὐτὸς δὲ εἰς Πειραιᾶ δραμὸν νηὶ Σικε- λικῇ λύειν μελλούσῃ τὰ πρυμνήσια περιτυχὼν ἀπεδόμην τῷ ναυκλήρῳ τὴν προχόην. καὶ νυνὶ τὸ τίμημα ἔχων νένασμαι τοῖς κέρμασι καὶ νεόπλουτος ἐπανελήλυθα, καὶ τοσοῦτον ῥιπίζομαι ταῖς ἐλπίσιν, ὡς ἐπιθυμεῖν κόλακας τρέφειν καὶ κεχρῆσθαι παρασίτοις, οὐ παρα- σιτεῖν αὐτός. ἀλλʼ ἢν τουτὶ τὸ πορισθὲν ἀργύριον ἀπαναλώσω, πάλιν ἐπὶ τὴν ἀρχαίαν ἐπιτήδευσιν τρέψο- μαι· οὐδὲ γὰρ κύων σκυτοτραγεῖν μαθοῦσα τῆς τέχνης ἐπιλήσεται.
Κακὸς κακῶς ἀπόλοιτο καὶ ἄφωνος εἴη Λικύμνιος ὁ τῆς τραγῳδίας ὑποκριτής. ὡς γὰρ ἐνίκα τούς ἀντι- τέχνους Κριτίαν τὸν Κλεωναῖον καὶ Ἵππασον τὸν Ἀμβρακιώτην τοὺς Αἰσχύλου Προπομπούς τορῷ τινι καὶ γεγωνοτέρῳ φωνήματι χρησάμενος, γαῦρος ἦν καὶ κιττοστεφὴς ἦγε συμπόσιον. ἔνθα παραληφθεὶς φεῦ τῶν κακῶν οἷα ὑπέμεινα, τοῦτο μὲν πιττούμενος τὴν κεφαλὴν καὶ γάρῳ τοὺς ὀφθαλμοὺς ῥαινόμενος, τοῦτο δὲ ἀντὶ πλακοῦντος, τῶν ἄλλων ἄμητας ἐσθιόντων καὶ σησαμοῦντας, αὐτὸς μέλιτι δεδευμένους λίθους ἀπο- τρώγων. ἡ πασῶν δὲ ἰταμωτάτη, τὸ ἐκ Κεραμεικοῦ πορνίδιον, ἡ μέτοικος ἡ Φενεᾶτις, Υακινθίς, κύστιν αἵματος πληρώσασα καταφέρει μου τῆς κεφαλῆς, καὶ ὁμοῦ τῷ κτύπῳ 〈ἐ〉 λελούμην τῷ αἵματι. καὶ τῶν μὲν εὐωχου- μένων πολὺς καὶ καπυρὸς ἐξεχύθη γέλως, ἐγὼ δὲ ὧν ἔπαθον μισθὸν οὐκ ἀπηνεγκάμην ἄξιον, ἀλλά μοι γέ- γονε τῶν ὕβρεων ἀμοιβὴ τὸ μέτρον τῆς γαστρός, πέρα[ς] δὲ οὐδέν. μήτε οὖν ἐς νέωτα μήτε μὴν νικῴη ὁ θεοῖς ἐχθρὸς Λικύμνιος, ὃν ἐγὼ τῆς ἀχαρίστου φωνῆς ἕνεκεν ὁρθοκόρυζον καλεῖσθαι πρὸς ἡμῶν καὶ τοῦ χοροῦ τῶν Διονυσοκολάκων ἔκρινα.
Ὦ δαῖμον, ὅς με κεκλήρωσαι καὶ εἴληχας, ὡς πονη- ρὸς εἶ καὶ λυπεῖς ἀεὶ τῇ πενίᾳ συνδέων. ἢν γὰρ ἀπορία τοῦ καλοῦντος γένηται, ἀνάγκη με σκάνδικας ἐσθίειν καὶ γήθυα, ἢ πόας ἀναλέγειν καὶ τῆς Ἐννεακρούνου πίνοντα πίμπλασθαι τὴν γαστέρα. εἶτα, ἕως μὲν τὸ σῶμα τὰς ὕβρεις ὑπέμενε καὶ ἦν ἐν ὥρᾳ τοῦ πάσχειν νεότητι καὶ ἀκμῇ νευρούμενον, φορητὸς ἡ ὕβρις· ἐπειδὴ δὲ ἐγώ σοι μεσαιπόλιος, καὶ τὸ λειπόμενον τοῦ βίου πρὸς γῆρας ὁρᾷ, τίς ἴασις τῶν κακῶν; Ἁλιαρτίου σχοι- νίου χρεία, καὶ κρεμήσομαι πρὸ τοῦ Διπύλου, ἢν μή τι δεξιὸν ἡ τύχη βουλεύσηται. εἰ δὲ [καὶ] τοῖς αὐτοῖς ἐπιμείνειεν, οὐ πρότερον στραγγαλιῶ τὸν τράχηλον, πρὶν τραπέζης ἀπολαῦσαι πολυτελοῦς· οὐκ εἰς μακρὰν δὲ ὁ περίβλεπτος οὗτος καὶ ἀοίδιμος ἔσται γάμος Χαρι- τοῦς καὶ Λεωκράτους, μετὰ τὴν ἕνην καὶ νέαν τοῦ Πυανεψιῶνος, εἰς ὃν πάντως ἢ παρὰ τὴν πρώτην ἡμέραν ἢ τοῖς ἐπαυλίοις κεκλήσομαι. δεῖ γὰρ θυμη- δίας καὶ παρασίτων τοῖς γάμοις, καὶ ἄνευ ἡμῶν ἀνέ- ορτα πάντα καὶ συῶν οὐκ ἀνθρώπων πανήγυρις.
Οὐκ ἀνέχομαι ὁρῶν Ζευξίππην τὴν ἱππόπορνον ἀπηνῶς τῷ μειρακίῳ χρωμένην. οὐ γὰρ δαπανᾶται· εἰς αὐτὴν χρυσίον μόνον καὶ ἀργύριον, ἀλλὰ καὶ συνοικίας καὶ ἀγρούς. ἡ δέ, ἐπὶ πλέον ἐκτύφεσθαι τὸν ἔρωτα τούτῳ μηχανωμένη, τοῦ Εὐβοέως ἐρᾶν προσποιεῖται [τοῦ] νεανίσκου, ἵνα 〈τὰ〉 τούτου κατασπαθήσασα οὕτως ἐπʼ ἄλλον τρέψῃ τὸν ἔρωτα. ἐγὼ δὲ ὀδυνῶμαι τὴν καρδίαν ὁρῶν ὑπορρέοντα τοσοῦτον πλοῦτον, ὃν οἱ μακαρῖται αὐτῷ Λυσίας καὶ Φανοστράτη κατέλιπον. ἃ γὰρ ἐκεῖνοι κατ᾿ ὀβολὸν συνήγαγον, ἀθρόως ἀναλοῖ τὸ πολύκοινον τοῦτο καὶ αἰσχρότατον γύναιον. πάσχω μὲν οὖν τι καὶ ἐπὶ τῷ μειρακίῳ· κύριος γὰρ γενόμενος τῆς οὐσίας πολλὴν τὴν εἰς ἡμᾶς φιλανθρωπίαν ἐνεδεί- ξατο· ὁρῶ δὲ καὶ τὰ ἡμέτερα σκάζοντα· εἰ γὰρ εἰς ταύτην ἅπαντα 〈ἀνα〉τεθείη τὰ προσόντα τούτῳ τῷ βελτίστῳ, καλῶς, ὦ θεοί, καλῶς ἀπολαύσομεν τῆς πλη- σμονῆς. ἔστι γάρ, ὡς οἶσθα, ἁπλοϊκὸς ὁ Φίληβος καὶ πρὸς ἡμὰς τοὺς παρασίτους ἐπιεικὴς καὶ μέτριος τὸν τρόπον, ᾠδαῖς μᾶλλον καὶ γέλωτι ἢ ταῖς εἰς ἡμᾶς ὕβρεσι θελγόμενος.
Ἰδοὺ μετὰ τὸν Εὐρώταν καὶ τὸ Λερναῖον ὕδωρ καὶ τὰ Πειρήνης νάματα ἔρωτι τῆς Καλλιρρόης ἐκ Κορίνθου πάλιν Ἀθήναζε κατεπείγομαι. οὐ γάρ με τῶν τρυφημάτων τῶν ἐν τούτοις οὐδὲν ἤρεσεν, ἀλλ᾿ ἕτοιμος ἐντεῦθεν ἀποσοβεῖν καὶ σπεύδειν ὡς ὑμᾶς. ἀχάριστοι γὰρ ὤφθησαν οὗτοι καὶ ἥκιστα συμποτικοί, καὶ πλείους παρ᾿ αὐτοῖς αἱ παροινίαι τῶν ἀπολαύσεων. ὡς ἄμεινον ἐμοὶ ὀλύνθους ἢ παλάθας ἐπιμασᾶσθαι τῶν Ἀττικῶν, ἢ τοῦ παρὰ τούτοις χρυσίου ἀποδρέπε- σθαι. οἷα γὰρ καινουργεῖν ἐπιχειροῦσιν ἀναγκάζοντες ἀσκωλιάζοντας πίνειν, διάπυρόν τε τὸν οἶνον καὶ θερ- μὸν ἄνευ τοῦ πρὸς ὕδωρ κράματος καταχέοντες, εἶτα [ὀστέα] κῶλά τε καὶ ἀστραγάλους καθάπερ τοῖς κυσὶ παραρριπτοῦντες καὶ νάρθηκας ἐπιρρηγνύντες, καὶ σκύτεσι καὶ τοῖς ἄλλοις ἱμᾶσιν ἀντὶ παιδιᾶς πλήττοντες. ἐμοὶ γένοιτο, πρόμαχε Ἀθηνᾶ καὶ πολιοῦχε τοῦ ἄστεος, Ἀθήνησι καὶ ζῆσαι καὶ τὸν βίον ἀπολιπεῖν. ἄμεινον γὰρ πρὸ τῆς Διομηΐδος πύλης ἢ πρὸ τῶν Ἱππάδων ἐκτάδην κεῖσθαι νεκρὸν τύμβου 〈οὐ〉 περιχυθέντος, ἢ τῆς Πελοποννησίων εὐδαιμονίας ἀν〈τ〉έχεσθαι.
Οὔ μοι μέλει· ποιούντων ὅσα καὶ βούλονται 〈οἱ〉 ῥιψοκίνδυνοι Γρόνθων καὶ Σαρδανάπαλλος· ἐμὲ γὰρ κοινωνῆσαι τῆς ἀτόπου πράξεως ἀδύνατον, οὐδ᾿ εἰ μάντευμά μοι ἐκ τῆς Δωδωναίας δρυὸς ἐπιτρέποι τὸ δρᾶμα. [ὥς ἐστιν ἐργάζεσθαι χρηστόν· φύεται γὰρ σπα- νίως καὶ ἐν παισὶ τὸ χρηστὸν καὶ πιστὸν ἦθος καὶ ὑγιές· πάντως οὖν ἀφεκτέον.] ὑποπειρῶσι γὰρ τὴν παλλακὴν τοῦ τῆς οἰκίας δεσπότου, καὶ ἤδη αὐτοῖς ἡ πρᾶξις εἰς τὴν ἀκμὴν προκεχώρηκε. καὶ οὐκ ἀρκοῦνται τῆ τῶν ἀφροδισίων ἀθέσμῳ πλησμονῇ, ἀλλὰ γὰρ 〈καὶ〉 τὰ ἐκ τῆς οἰκίας σκεύη καθ᾿ ἓν ἐκλαμβάνουσι. καὶ ἴσως μὲν ἄχρι τινὸς λήσεται τοὖργον πραττόμενον, πάντως δέ ποτε ἢ λάλος γείτων ἢ ψιθυρὸς οἰκέτης ἀγορεύσει τὸ πρᾶγμα εἰς τοὐμφανές, καὶ ἀνάγκη μετὰ πῦρ καὶ σίδηρον καὶ τὰς ἄλλας βασάνους τέλος αὐτοῖς γενέσθαι τῆς ἡδονῆς τὸ κώνειον ἢ τὸ βάραθρον. ἀφει- δῶς γὰρ χρώμενοι τῷ τολμήματι ἰσόρροπον τῇ πράξει τὴν τιμωρίαν ἐκτίσουσιν.
Χθὲς Καρίωνος περὶ τὸ φρέαρ ἀσχολουμένου εἰσέ- φρησα εἰς τοὐπτάνιον· ἔπειτα εὑρὼν λοπάδα εὖ μάλα κεκαρυκευμένην καὶ ἀλεκτρυόνα ὀπτὸν καὶ χύτραν μεμ- βράδος ἔχουσαν καὶ ἀφύας Μεγαρικὰς ἐξήρπασα, καὶ ἀποπηδήσας, ποῖ καταχθείην ἐζήτουν καὶ εὐκαίρως ἐμ- φάγοιμι μόνος. ἀπορίᾳ δὲ τόπου δρομὼν ἐπὶ τὴν Ποικίλην — καὶ γὰρ οὐκ ἠνώχλει ταύτην οὐδὲ εἷς τῶν ἀδολέσχων τουτωνὶ φιλοσόφων — κεῖθι τῶν πόνων ἀπέλαυον. ἀνανεύσας δὲ τῆς λοπάδος ὁρῶ προσιόντας τῶν ἀπὸ τῆς τηλίας τινὰς νεανίσκων, καὶ δείσας τὰ μὲν βρώματα ὄπισθεν ἀπεθέμην, αὐτὸς δὲ εἰς τοὔδαφος ἐκείμην κρύπτων τὰ κλέμματα εὐχόμενός τε τοῖς Ἀπο- τροπαίοις τὸ νέφος παρελθεῖν, χόνδρους ὑποσχόμενος λιβανωτοῦ ἱκανούς, οὓς οἴκοι ἀναλεξάμενος τῶν ἱερῶν ἔχω εὖ μάλα εὐρωτιῶντας. καὶ οὐκ ἠστόχησα· οἱ θεοὶ γὰρ αὐτοὺς ἄλλην ὁδὸν ἔτρεψαν. κἀγὼ σπουδῇ κατα- βροχθίσας πάνθ᾿ ὅσα ἐνέκειτο τοῖς σκεύεσι, φίλῳ παν- δοκεῖ τὴν χύτραν καὶ τὸ λοπάδιον, τὰ λείψανα τῶν κλεμμάτων, χάρισμα δοὺς ἔχειν ἀπεχώρησα, ἐπιεικής τις καὶ δεξιὸς ἐκ τῶν δωρημάτων ἀναφανείς.
Τί δακρύω, ἴσως ἐρήσῃ με, ἢ πόθεν κατέαγα τὸ κρανίον, ἢ πῶς τὸ ἀνθηρὸν τοῦτο εἰς μέρη κατερρωγὸς μάτιον φορῶ; ἐνίκησα κυβεύων, ὡς μήποτ᾿ ὤφελον. τί γὰρ ἔδει με ἀσθενέστερον ὄντα ῥωμαλέοις συνεξε- τάζεσθαι νεανίαις; ἐπεὶ γὰρ εἰς ἐμαυτὸν ὅλας τὰς ἐκ- θέσεις συνελεξάμην, ἀπορία δὲ ἦν αὐτοῖς παντελὴς ἀργυρίου, ἐπ᾿ ἐμὲ πάντες ὥρμησαν. καὶ οἱ μὲν πύξ ἔπαιον, ἄλλοι δὲ λίθοις ἐχρῶντο, οἱ δὲ διέσχιζον τὸ ἱμάτιον. ἐγὼ δ᾿ ἀπρὶξ τῶν κερμάτων εἰχόμην, ἀπο- θανεῖν πρότερον ἢ προέσθαι τι ἐκείνοις τῶν μοι πεπορισμένων αἱρούμενος· καὶ δὴ μέχρι γέ τινος ἀντ- έστην γεννικῶς καὶ τὰς φορὰς τῶν πληγῶν ὑπομένων καὶ τὰς ἐκστροφὰς τῶν δακτύλων ἀνεχόμενος, καὶ ἤμην οἷά τις Σπαρτιάτης ἀνὴρ ἐπὶ τοῦ βωμοῦ τῆς Ὀρθίας τυπτόμενος. ἀλλ᾿ οὐκ ἦν Λακεδαίμων ἐν ᾗ ταῦτα ὑπέμενον, ἀλλ᾿ Ἀθῆναι καὶ τῶν Ἀθήνησι κυβευτῶν οἱ ἐξωλέστατοι. τέλος δ᾿ οὖν λιποθυμήσας ἀφῆκα τοῖς ἐναγέσι λαμβάνειν. οἱ δὲ καὶ τὸ προκόλπιον διηρεύ- νησαν, καὶ τὰ ἐν τούτῳ ἐγκείμενα φέροντες ᾤχοντο, τοῦτ᾿ ἐμοῦ λῶον ἡγησαμένου τὸ ζῆν δίχα χρημάτων ἢ μετὰ χρημάτων τεθνάναι.
Ὀλίγα ἢ οὐδὲν διαφέρουσι ἰδιωτῶν οἱ σεμνοὶ καὶ τὸ καλὸν καὶ τὴν ἀρετὴν ἐξυμνοῦντες· τούτους λέγω τοὺς ἐργολαβοῦντας τὰ μειράκια. οἷον γὰρ οἷον ἔλαθέ σε συμπόσιον Σκαμ〈β〉ωνίδου γενέσια τῆς θυγα- τρὸς ἑορτάζοντος. καλέσας γὰρ ἔναγχος οὐκ ὀλίγους τῶν προὔχειν δοκούντων Ἀθήνησι πλούτῳ καὶ γένει, ᾠήθη δεῖν καὶ τοῖς φιλοσοφοῦσι κοσμῆσαι τὴν εὐωχίαν. παρῆν οὖν ἐν πρώτοις Ἐτεοκλῆς ὁ στωικὸς οὗτος, ὁ πρεσβύτης, ὁ κουρ[ε]ιῶν τὸ γένειον, ὁ ῥυπαρός, ὁ τὴν κεφαλὴν αὐχμηρός, ὁ ῥυσ[σ]ότερον τῶν βαλαντίων ἔχων τὸ πρόσωπον. παρῆν δὲ καὶ Θεμισταγόρας ὁ ἐκ τοῦ περιπάτου, ἀνὴρ οὐκ ἄχαρις ὀφθῆναι, οὔλῃ τῇ γένυϊ λαμπρυνόμενος. ἦν δὲ καὶ ὁ Ἐπικούρειος Ζηνοκράτης, οὐκ ἀτημέλητος τούς κικίννους καὶ ἐπὶ βαθεῖ τῷ πώ- γωνι σεμνυνόμενος, ὅ τε ἀοίδιμος — τοῦτο γὰρ πρὸς ἁπάντων ἐκέκλητο — Ἀρχίβιος ὁ Πυθαγορικός, ὦχρον ἐπὶ τοῦ προσώπου πολὺν ἐπιβεβλημένος, πλοκάμους ἀπʼ ἄκρας τῆς κεφαλῆς ἄχρι στέρνων αὐτῶν ἀπαιωρῶν, ὀξὺ καὶ ἐπίμηκες τὸ γένειον καθεικώς, τὴν ῥῖνα ἐπι- παμπής, τὸ στόμα ἐπιχειλής, αὐτῷ τῷ πεπιέσθαι καὶ λίαν μεμυκέναι τὴν ἐχεμυθίαν ὑποσημαίνων. ἐξαίφνης δὲ καὶ Παγκράτης ὁ κύων ῥύμῃ τοὺς πολλοὺς παρω- σάμενος εἰσήρρησε, στελέχῳ πρινίνῳ ἐπερειδόμενος, ἦν γὰρ ἀντὶ τοῦ πυκνώματος τῶν ὄζων χαλκοῖς τισιν ἥλοις ἐμπεπαρμένην ἔχων βακτηρίαν, καὶ τὴν πήραν διάκενον καὶ πρὸς τὰ λείψανα ἐντόνως ἠρτημένην. οἱ μὲν οὖν ἄλλοι ἀπʼ ἀρχῆς εἰς τέλος παραπλησίαν τινὰ καὶ τὴν αὐτὴν εἶχον τῆς ἑστιάσεως ἀκολουθίαν, οἱ φιλόσοφοι δέ, προϊόντος τοῦ συμποσίου καὶ τῆς φιλοτησίας συνεχῶς περισοβουμένης, ἄλλος ἄλλην τε- ρατείαν ἐπεδείξαντο. Ἐτεοκλῆς μὲν γὰρ ὁ στωϊκὸς ὑπὸ γήρως καὶ πλησμονῆς ἐκτάδην κείμενος ἔ〈ρ〉 ρεγχεν· ὁ Πυθαγόρειος δὲ τὴν σιωπὴν λύσας τῶν χρυσῶν ἐπῶν τινα κατὰ μουσικὴν ἁρμονίαν ἐτερέτιζεν. ὁ βέλτιστος δὲ Θεμισταγόρας, ἅτε τὴν εὐδαιμονίαν κατὰ τὸν τοῦ περιπάτου λόγον οὐ ψυχῇ καὶ σώματι μόνον ἀλλά καὶ τοῖς ἐκτὸς ὁριζόμενος, ἀπῄτει πλείονα πέμματα καὶ ποικιλίαν τῶν ὄψων δαψιλῆ. Ζηνοκράτης δὲ ὁ Ἐπι- κούρειος τὴν ψάλτριαν ὡς αὐτὸν ἐνηγκαλίζετο τακερὸν καὶ ὑγρὸν προσβλέπων ὑπομεμυκόσι τοῖς ὄμμασι, λέγων τοῦτο εἶναι τὸ τῆς σαρκὸς ἀόχλητον καὶ τὴν καταπύκ- νωσιν τοῦ ἡδομένου. ὁ κύων δὲ πρῶτα μὲν οὔρει κατὰ τὴν κυνικὴν ἀδιαφορίαν εἰς σύρμα χαλάσας καὶ καθεὶς τὸ τριβώνιον, ἔπειτα καὶ Δωρίδα τὴν μουσουρ- γὸν οἷος ἦν ἐν ὀφθαλμοῖς ἁπάντων [ὁρώντων] ἐνεργεῖν, φάσκων ἀρχὴν γενέσεως εἶναι τὴν φύσιν· ὥστε ἡμῶν τῶν παρασίτων οὐδεὶς ἔτι λόγος· τὸ γὰρ θέαμα καὶ τὴν θυμηδίαν παρεῖχεν οὐδεὶς τῶν εἰς τοῦτο κεκλη- [ρω]μένων, καίτοι γε καὶ Φοιβυάδης ὁ κιθαρῳδὸς καὶ μῖμοι γελοίων οἱ περὶ Σαννυρίωνα καὶ Φιλιστί[α]δην οὐκ ἀπελείποντο. ἀλλά πάντα φροῦδα καὶ οὐκ ἀξιό- χρεα, εὐδοκίμει δὲ μόνος ὁ τῶν σοφιστῶν λῆρος.
Ἐπαίρεις σαυτὸν οὐδὲν δέον καὶ τύφου πλήρης εἶ καὶ βαδίζεις ἴσα [μὴ δεῖ], τοῦτο δὴ τὸ τοῦ λόγου, Πυθοκλεῖ, καὶ ἀρίστων ἀποφέρῃ μερίδας, τὰς σπυρίδας καθ᾿ ἡμέραν ἐξογκῶν σύ μεγέθει λειψάνων. οὐκοῦν καθάπερ πρῴην Ἀρητάδης ὁ γρραμματικὸς ἐποίει, Ὁμήρου ὡς ἔφασκεν ἐπιλέγων στιχίδιον εὐμηχάνως αὐτῷ πρὸς τὰς ρππγὰς sῶν βDmῳάτmν ἔρφφέυνν mi φ aγέέὼμεν | mιέμεν τε, ἄπατπ δὲ mί sa φφsύm . mmωυsο, κατά- ) βαλὲ τὴν ἀλαζονeiπν, sρνiύθλιε, ξ ἀνῶrπg σε |τῆς οἶ- | πίπς] γυῳνθν θύρπζε ἄν φαmρεd χρόννυ |ἐxὅληθέντα] | ἐcmeεfsλ.
θὐκ εἐς δέον οἰναμένος ἐσmψάὼgν τὸν τροφέα τοῦ νεανίσκου ώmυρον. ἐξ ἐκείνου γὰρ ὅσως διαβολῇ τυπελς τὰ ὐτα aερὶ τὰς δόσεας rsέvτg μερορeπέστε- ρος παὶ φειδλῷ τῷ μέτρῳ πέχρgτπa εἐωθάὼς γὰρ ἐν ταῖς ἐορταστικπῖς τῶν ἡῳερῶν ξ χιτώνιον ἡ τριβώνιον | ἢ ἐφεστρίδα πέῳπειν, ἔναγχος Χρονίων ἐνστάντων | |ὑποδήματα] φικρατίδας μοι νsυργεῖς πέμψε τῷ | Δρόρμmνι δοὺς πομίζειν. ὁ δὲ ἐxi ταύταις 6ρενθύετο | ταὶ μισθούς τῆς διακονίας ἀrήτει, ἐγὼ δὲ δάκνομαι παὶ τὴν προετῆ γλῶῶτταν διαμααήσῶῶmαm καὶ ὀψὲ τῆς ἁμαρτίας αἰσθάνομαι. ὅταν γὰρ τὸ ῥεῦμα τῶν λόγων μὴ καθηγουμένης 〈τῆς〉 διανοίας φέρηται, ἀνάγκη τὴν γλῶτταν τηνικαῦτα προσκρούειν καὶ σφάλλεσθαι.
Οὐδὲν προτιμῶ σου, κἂν ἀπειλῆς ψιθυριεῖν κατ᾿ ἐμοῦ· [καὶ] καττύεις διαβολὰς ἀνηνύτους. ἁπλοϊκὸς γὰρ καὶ γενναῖος ὁ Μαλιεὺς οὗτος στρατιώτης ὁ βόσκων ἡμᾶς τὰ νῦν δὴ ταῦτα, καὶ τοσοῦτον ἀπέχει τοῦ ζηλο- τυπεῖν τὰς ἑταίρας, ὡς πρώην λόγου ῥυέντος αὐτῷ ἐπὶ τοῦ συμποσίου, πολλὴν κατέχεε βλασφημίαν τῶν τὰ τοιαῦτα ὑπομενόντων. ἔλεγε γὰρ γαμεταῖς ἐπι- κλήροις οἰκουρίαν πρέπειν καὶ τὸν σεμνὸν βίον, τὰς ἑταίρας δὲ δεῖν εἶναι πάντων ἀναφανδὸν καὶ πᾶσιν ἐκκεῖσθαι τοῖς βουλομένοις· ὅνπερ οὖν τρόπον τοῖς λουτροῖς καὶ τοῖς σκεύεσι κοινοῖς κεχρήμεθα, κἂν ἑνὸς εἶναι δοκῇ, οὕτως καὶ ταῖς εἰς τοῦτον ἀπογραψαμέναις τὸν βίον. εἰδὼς οὖν τηνάλλως τὴν διαβολήν σου χω- ρήσουσαν, τρέμε ἐνδακὼν τὸ χεῖλος, ὡς οἱ τὸν Σίγηλον ἥρω παριόντες, μὴ κακόν τι προσλάβῃς· οὐ γάρ ἐστι τῶν Ἀττικῶν τούτων εἷς τῶν χαύνων μειρακίων, ἀλλ᾿ ἀνὴρ ὁπλομάχος καὶ ἀρήιος, παρ᾿ ᾧ κολακείας καὶ δια- βολῆς τρόπος ἔρρει. ἀνάγκη δὲ τὸν διαβολὰς μὴ προσ- ιἐμενον τοῖς διαβάλλουσιν ἀπεχθάνεσθαι.
Παρ᾿ ἕνα τινὰ τῶν τὰ πινάκια παρὰ τὸ Ἰακχεῖον προτιθέντων καὶ τούς ὀνείρους ὑποκρίνεσθαι ὑπισχνου- μένων βούλομαι ἐλθὼν τὰς δύο ταύτας δραχμάς, ἃς οἶσθά με ἐν χερσὶν ἔχοντα, καταβαλὸν τὴν φανεῖσαν ὄψιν μοι κατὰ τοὺς ὕπνους διηγήσασθαι. οὐ χεῖρον δὲ καὶ πρὸς σὲ ὡς φίλον ἀναθέσθαι τὸ καινὸν τοῦτο καὶ πέρα πάσης πίστεως φάσμα. ἐδόκουν γὰρ [κατ᾿ ὄναρ] εὐπρεπὴς εἶναι νεανίσκος καὶ οὐχ ὁ τυχών, ἀλλ᾿ ἐκεῖνος [εἶναι] ὁ Ἰλιεὺς ὁ περίψυκτος καὶ περικαλλής, ὁ τοῦ Τρωὸς παῖς Γανυμήδης, καὶ καλαύροπα ἔχειν καὶ σύ- ριγγα, καὶ τιάρᾳ Φρυγίῳ σκέπειν τὴν κεφαλὴνποιμαίνειν τε καὶ εἶναι κατὰ τὴν Ἴδην. ἐξαίφνης δὲ ἐπιπτάντα μοι γαμψώνυχα καὶ μέγαν ἀετόν, γοργὸν τὸ βλέμμα καὶ ἀγκυλοχείλην τὸ στόμα, κουφίσαντά με τοῖς ὄνυξιν ἀφ᾿ οὗπερ ἐκαθήμην πέτρου μετεωρίζειν εἰς τὸν ἀέρα καὶ πελάζειν τοῖς οὐρανίοις τόποις ἐπειγόμενον· εἶτα μέλ- λοντα ψαύειν τῶν πυλῶν αἷς αἱ Ὧλραι ἐφεστᾶσι, κεραυνῷ βληθέντα πεσεῖν, καὶ τὸ ὄρνεον οὐκέτι εἶναι τὸν διι- πετῆ καὶ μέγαν ἀετόν, γῦπα δὲ πικρὸν ὀδωδότα, ἐμὲ δὲ τοῦτον ὅς εἰμι Λιμέντερον, γυμνὸν πάσης ἐσθῆτος, οἷα πρὸς λουτρὸν ἢ παλαίστραν ηὐτρεπισμένον. ἐκτα- ραχθεὶς οὖν ὡς εἰκὸς ἐπὶ τοσούτῳ πτώματι διηγ[ει]- ρόμην, καὶ πρὸς τὸ παράδοξον τῆς ὄψεως ἀγωνιῶ καὶ δέομαι οἱ φέρει τὸ ὄναρ μαθεῖν παρὰ τῶν τὰ τοιαῦτα ἀκριβούντων, εἰ μέλλει τις ἀπλανῶς εἰδέναι καὶ εἰδὼς ἀληθίζεσθαι.
Οὐκέτι εἰσῆλθον εἰς τὴν Κόρινθον· ἔγνων γὰρ ἐν βραχεῖ τὴν βδελυρίαν τῶν ἐκεῖσε πλουσίων καὶ τὴν τῶν πενήτων ἀθλιότητα. ὡς γὰρ ἐλούσαντο οἱ πολλοὶ καὶ μεσοῦσα ἦν ἡμέρα, στωμύλους ἐθεασάμην καὶ εὐ- φυεῖς νεανίσκους, οὐ περὶ τὰς οἰκίας ἀλλὰ περὶ τὸ Κράνειον εἱλουμένους καὶ οὗ μάλιστα ταῖς ἀρτοπώλισι καὶ ὀπωροκαπήλοις ἔθος ἀναστρέφεσθαι. ἐνταυθὶ γὰρ εἰς τοὔδαφος ἐπικύπτοντες ὁ μὲν φλοιούς θέρμων ἀνῃρεῖτο, ὁ δὲ τὰ ἄλυτρα τῶν καρύων ἐπολυπραγμόνει μή πού τι τῶν ἐδωδίμων 〈ἐν〉 απτομεῖναν διέλαθεν, ὁ δὲ τῶν ῥοιῶν τὰ περικάρπια, ἃ σίδια ἡμῖν τοῖς Ἀττι- κοῖς προσαγορεύειν ἔθος, ἀπέγλυφε τοῖς ὄνυξιν εἴ πού τι τῶν κόκκων ἔτι δράξασθαι δυνηθείη, οἱ δὲ καὶ τὰ ἐκ τῶν ἄρτων ἀποπίπτοντα πρὸς πολλῶν ἤδη πεπατη- μένα ἀναλέγοντες ἔκαπτον. τοιαῦτα τὰ τῆς Πελοπον- νήσου προπύλαια καὶ ἡ δυοῖν θαλάσσαιν ἐν μέσῳ κειμένη πόλις, χαρίεσσα μὲν ἰδεῖν καὶ ἀμφιλαφῶς ἔχουσα τρυφημάτων, τοὺς οἰκήτορας δὲ ἀχαρίστους καὶ ἀνεπ- αφροδίτους κεκτημένη· καίτοι γέ φασι τὴν Ἀφροδίτην ἐκ Κυθήρων ἀνασχοῦσαν τὴν Ἀκροκόρινθον ἀσπάσα- σθαι· εἰ μὴ ἄρα τοῖς μὲν γυναίοις Ἀφροδίτη πολιοῦχος τοῖς δὲ ἀνδράσιν ὁ Λιμὸς καθίδρυται.
Ἡράκλεις, ὅσα ὑπέστην πράγματα ῥύμ〈μ〉ατι καὶ νίτρῳ Χαλαστραίῳ χθιζινοῦ ζωμοῦ τοὐμοὶ περιχυθέντος τὴν γλισχρότητα ἀποκαθαίρων. καὶ οὐχ οὕτω με ἔδακ- νεν ἡ ὕβρις ὅσον τὸ διάφορον τοῦ ὑβρίζοντος. ἐγὼ μὲν γὰρ Ἀνθεμίωνος υἱὸς τοῦ πλουσιωτάτου τῶν Ἀθήνησι καὶ Ἀξιοθέας τῆς κατὰ γένος ἐκ Μεγακλέους ὡρμη- μένης, ὁ δὲ ταῦθ᾿ ἡμᾶς ἐργαζόμενος πατρὸς μὲν ἀσήμου μητρὸς δὲ βαρβάρου, Σκυθίδος οἶμαι ἢ Κολχίδος ἐν νεομηνίᾳ ἐωνημένης· οὕτω γάρ μοι τῶν γνωρίμων τινὲς διηγήσαντο. ἀλλ᾿ ἐγὼ μὲν 〈ἐν〉 ταπεινῷ τῶ σχήματι, τὴν πατρῴαν ἀποβαλὼν οὐσίαν, ἀγαπῶ τὴν ἀναγκαίαν ἐκπορίζων τῇ γαστρὶ τροφήν. Δωσιάδης δ᾿, θεοί, τὴν Πνύκα καταλαμβάνει δημηγορῶν κἀν τοῖς ἐν Ἡλιαίρᾳ καταριθμεῖται δικάζουσι καὶ τὰς ἡνίας ἔχει τοῦ δήμου, παρ᾿ ᾧ Μιλτιάδης ἐδέδετο ὁ τὸ ἐν Μαρα- θῶνι τρόπαιον ἐγείρας, καὶ Ἀριστείδης ὁ δίκαιος ἐξω- στρακίζετο. λυπεῖ δέ με οὐχ ἥκιστα πρὸς τοῖς ἄλλοις καὶ ἡ τῆς προσηγορίας ἀποβολή. οἱ μὲν γὰρ πατέρες Πολύβιόν με ἔθεντο καλεῖσθαι, ἡ τύχη δὲ ἀμείψασα τοὔνομα Σκορδοσφράντην πρὸς τῶν ὁμοτέχνων ἠνάγ- κασε προσαγορεύεσθαι.
Ἐπίστασο τὴν αἰτίαν, ἐφ᾿ ᾗ με διεσίλλαινον αἱ γυναῖκες, τελευταῖον δὲ ἡ γραῦς ἡ δούλη ἐλοιδορήσατό μοι εἰποῦσα ἀλλ᾿ ἐκκορηθείης ὅτι ἄκαιρος εἶ καὶ λάλος᾿. μυστήριον ἐν αὐταῖς [σ]τρέφεται 〈τῶν〉 ταῖν θεαῖν ταῖν Ἐλευσινίαιν ἀσφαλέστερον, καὶ βούλονται ἡμᾶς ἀγνοεῖν τοὺς εἰδότας· ἢ καὶ οἴονται ἀκηκοότας οὔπω πεπεῖσθαι. ἐγὼ δὲ οἶδα τὸ δρᾶμα καὶ ὅσον οὐκ εἰς μακρὰν κατερῶ τῷ δεσπότῃ· οὐ γὰρ βούλομαι χείρων φανῆναι τῶν κυνῶν, αἳ τῶν τρεφόντων προ[σ]ϋλακτοῦσι καὶ κήδον- ται· μοιχὸς πολιορκεῖ τὴν οἰκίαν, ὁ Ἠλεῖος νεανίσκος, [ὁ] εἷς τῶν Ὀλυμπίασι βασκάνων. καὶ πρὸς τοῦτον γραμματίδια ὁσημέραι φοιτᾷ δίθυρα παρὰ τῆς γαμετῆς τοῦ τρέφοντος ἡμᾶς καὶ στέφανοι ἡμιμάραντοι καὶ μῆλα ἀποδεδηγμένα· αἱ δὲ ἀλάστορες αὗται θεραπαινίδες συνί〈σ〉ασι καὶ ἡ ἐπιτύμβιος γραῦς, ἣν Ἕμπουσαν ἅπαν- τες οἱ κατὰ τὴν οἰκίαν καλεῖν εἰώθασιν ἐκ τοῦ πάντα ποιεῖν καὶ βιάζεσθαι. ἐγὼ δὲ οὐκ ἔσθ᾿ ὅπως σιγήσομαι· βούλομαι γὰρ ἐμαυτὸν οὐ παράσιτον ἀλλὰ φίλον ἐπιδεῖ- ξαι, καὶ ἄλλως διψῶ τῆς κατ᾿ αὐτῶν τιμωρίας. οἶδα γὰρ οἶδ᾿· εἰ ταῦτα εἰς φανερὸν ἀχθείη, αἱ μὲν θερα- παινίδες δεδήσονται, ὁ μοιχὸς δὲ ἀπολεῖται ῥαφάνοις τὴν ἕδραν βεβυσμένος, ἡ μιαρὰ δὲ γυνὴ τίσει τὴν ἀξίαν τῆς ἀκολασίας δίκην, εἰ μὴ Πολυάγρου τοῦ κυρ- τοῦ μαλακώτερός ἐστι τὰ τοιαῦτα Λυσικλῆς. ἐκεῖνος γὰρ λύτρα παρὰ τῶν μοιχῶν ἐπὶ τῇ γαμετῇ πραττό- μενος ἀθῴους τῆς τιμωρίας ἠφίει.
Οἷα βουλεύονται καὶ διανοοῦνται αἱ θεοῖς ἐχθραὶ λαιστρυγόνες αὗται τῇ κεκτημένῃ συμπράττουσ〈α〉ι· καὶ οἶδε τούτων οὐδὲν ὁ Φαιδρίας. μηνὶ πέμπτῳ μετὰ τοὺς γάμους τέτοκεν αὐτῷ τὸ γύναιον παιδίον ἄρρεν· τοῦτο μετὰ τῶν σπαργάνων δέραιά τινα καὶ γνωρίσματα περιθεῖσαι ἔδοσαν Ἀσφαλίωνι τῷ συργάστρῳ κομίζειν ἐπὶ τὰς ἀκρωρείας τῆς Πάρνηθος. ἡμᾶς δὲ τέως μὲν ἀνάγκη κρύπτειν τὸ κακὸν καὶ πρὸς τὸ παρὸν σιγᾶν. [ἡ σιγὴ δέ ἐστι τοῦ θυμοῦ τροφή.] ἐπειδὰν δέ τι κἂν βραχύ λυπήσωσι, κόλακα καὶ παράσιτον ἐξονειδί- ζουσαι καὶ τὰς ἄλλας ἃς εἰώθασιν ὕβρεις ἐπιφέρουσαι, εἴσεται τὸ γεγονὸς ὁ Φαιδρίας.
Ὁ μὲν Κρίτων ὑπʼ ἀ〈γ〉νίας καὶ ἀρχαιότητος τρό- που τὸν υἱὸν εἰς φιλοσόφου φοιτᾶν ἐπέτρεψε, τὸν αὐστηρὸν πρεσβύτην καὶ ἀμειδῆ, τὸν ἐκ τῆς Ποικίλης, ἐξ ἀπάντων τῶν φιλοσόφων καθηγεῖσθαι τοῦ παιδὸς ἀξιώτατον ἡγησάμενος, ὡς ἂν παρʼ αὐτῷ λόγων τινὰς σκινδαλμοὺς ἐκμαθὼν ἐριστικὸς καὶ ἀγκύλος τὴν γλῶσ- σαν γένηται. ὁ δὲ παῖς ἐς τὸ ἀκριβέστατον ἐξεμάξατο τὸν διδάσκαλον· οὐ πρότερον γὰρ 〈τῶν〉 λόγων γενέ- σθαι μαθητὴς ἀλλὰ τοῦ βίου καὶ τῆς ἀγωγῆς ἐσπούδασε. θεασάμενος γὰρ τὸν διδάσκαλον τῇ ἡμέρᾳ μὲν σεμνὸν καὶ σκυθρωπὸν καὶ τοῖς νέοις ἐπιτιμῶντα, νύκτωρ δὲ περικαλύπτοντα τὴν κεφαλὴν τριβωνίῳ καὶ περὶ χα- μαιτυπεῖα εἱλούμενον, ἐζήλωσεν ἐν καλῷ. καὶ πέμπτην ταύτην ἡμέραν εἰς ἔρωτα Ἀκαλανθίδος τῆς ἐκ Κερα- μεικοῦ κατολισθήσας φλέγεται· αὕτη δὲ ἐπιεικῶς ἔχει πρὸς ἐμὲ καὶ ἐρᾶν ὁμολογεῖ, τῷ μειρακίῳ δὲ ἔτι ἀντι- τείνεται ᾐσθημένη τῷ πόθῳ τυφόμενον, καὶ οὐ πρότερόν φησιν ἐπιδώσειν ἑαυτὴν πρὶν ἂν ἐγὼ τοῦτο ἐπιτρέψω· ἐμὲ γὰρ κύριον τοῦ τὰ τοιαῦτα προστάττειν ἐποιήσατο. πολλὰ καὶ ἀγαθὰ δοίης, Ἀφροδίτη πάνδημε, τῇ φιλτάτῃ γυναικί· ἑταίρου γάρ, οὐχ ἑταίρας ἔργον διεπράξατο. ἐξ ἐκείνου γὰρ θεραπεύομαι λιπαρῶς ἄλλοτε ἄλλαις δωροφορίαις. καὶ εἴ μοι ῥεύσειε τοῦ χρόνου προϊόντος δαψιλέστερος, οὐδὲν κωλύσει με τούτου γαμοῦντος ἐπίκληρον γυναῖκα ἐν γαμετῆς σχήματι τὴν Ἀκαλανθίδα λυσάμενον ἀναλαβεῖν. ἡ γὰρ τοῦ ζῆν αἰτία κοινωνὸς τοῦ ζῆν δικαίως ἂν κατασταίη.
Μέγα τοῦτο ἀγαθὸν ἡ ἐξ Ἰστρίας ναῦς, ἡ ἐπὶ τοῦ χώματος ὁρμοῦσα, ταῖς Ἀθήναις ἧκε φέρουσα τὸν θαυμαστὸν τοῦτον ἔμπορον, ὃς τούς πλουσίους τῶν Ἀθήνησι καὶ μεγαλοδώρους κίμβικας καὶ μικροπρεπεῖς ἀπέφηνεν· οὕτως κεχυμένως πρὸς τὰς δόσεις κέχρηται τῷ βαλαντίῳ. οὐ γὰρ ἕνα παράσιτον ἐξ ἄστεος ἀλλὰ πάντας ἡμᾶς μεταπέμψας, καὶ οὐχ ἡμᾶς μόνον ἀλλὰ καὶ τῶν ἑταιρῶν τὰς πολυτελεστέρας καὶ 〈τῶν〉 μουσουργῶν τὰς καλλιστευούσας καὶ τούς ἀπὸ σκηνῆς ἀπαξαπλῶς εἰπεῖν ἅπαντας, οὐ τὴν πατρῴαν οὐσίαν τὰ δὲ ἐκ δικαίων αὐτῷ ποριζόμενα σπαθᾷ. καὶ ψαλλόμενος καὶ καταυ- λούμενος ἥδεται, καὶ τὴν διατριβὴν ποιεῖται χαρίτων καὶ ἀφροδίτης γέμουσαν καὶ ὑβρίζει οὐδέν· ἔστι δὲ καὶ ὀφθῆναι κεχαρισμενώτατος καὶ τὸ πρόσωπον αὐτοῦ τὰς Ὥρας ἐνορχουμένας ἔχει, καὶ τὴν Πειθὼ τῷ στόματι ἐπικαθῆσθαι εἴποις ἄν· προσπαῖσαί τε γλαφυρὸς καὶ λαλῆσαι στωμύλος ‘οῦνεκα οἱ γλυκὺ Μοῦσα κατὰ στό- ματος χέε νέκταρ’. εἰπεῖν γὰρ οὐ χεῖρον κατὰ τοὺς παιδείᾳ σχολάζοντας 〈τὸν〉 ἐξ Ἀθηνῶν ὁρμώμενον, ἐν αἷς οὐδὲ εἷς τούτων ἄγευστος.
Ἐθεάσω οἶά με εἰργάσατο ὁ κατάρατος οὗτος κου- ρεὺς ὁ πρὸς τῇ ὁδῷ; λέγω δὲ τὸν ἀδόλεσχον καὶ λάλον, τὸν 〈τὰ〉 ἐκ βρεντησίου προτιθέμενον ἔσοπτρα, τὸν τοὺς χειροήθεις κόρακας τιθασ[σ]εύοντα, τὸν ταῖς μα- χαιρίσι κυμβαλισμὸν εὔρυθμον ἀνακρούοντα. ὡς γὰρ ʼ ἀφικόμην ξυρ[ι]εῖσθαι τὴν γενειάδα βουλόμενος, ἀσμέ- νως τε ἐδέξατο καὶ ἐφʼ ὑψηλοῦ θρόνου καθίσας σιν- δόνα καινὴν περιθεὶς πράως εὖ μάλα κατέφερέ μοι τῶν γνάθων τὸν ξυρὸν ἀποψιλῶν τὸ πύκνωμα τῶν τριχῶν. ἀλλʼ ἐν αὐτῷ τούτῳ πανοῦργος ἦν καὶ σκαιός· ἔλαθε γὰρ τοῦτο παρὰ μέρος ποιῶν καὶ οὐ κατὰ πάσης τῆς γνάθου, ὥστε ὑπολειφθῆναί μοι ἀλλαχοῦ μὲν δα- κεῖαν ἀλλαχοῦ δὲ λείαν τὴν σιαγόνα. κἀγὼ μὲν οὐκ εἰδὼς τὴν πανουργίαν ὑχόμην κατὰ τὸ εἰωθὸς ἄκλητος εἰς ασίωνος. οἱ συμπόται δὲ ὡς εἶδον, ἐξέθανον τᾷ γέλωτι, ἕως ἀγνοοῦντά με ἐφʼ ὅτῳ γελῶεν εἶς τις εἰς μέσους παρελθὼν τῶν ὑπολειφθεισῶν τριχῶν μενος εἶλκυσεν. ἐκείνας μὲν οὖν περιπαθῶς κοπίδα λαβὸιν ἀπερρίζωσα,?? ἕτοιμος δέ εἰμι ξύλον εὐμέγεθες ἀνελόμενος κατὰ τοῦ βρέγματος πατάξαι τὸν ἀλιτήριον· ἃ γὰρ 〈οὐδʼ 〉 οἱ τρέφοντες παίζουσι, ταῦτα μὴ τρέ- φων ἐτόλμησεν.
Νεβ 〈ρ〉ίδα ἰδὼν κανηφοροῦσαν,παρθένον καλλίπηχυν καὶ εὐδάκτυλον, ταῖς βολαῖς τῶν ὀφθαλμῶν ἀπαστρά- πτουσαν, εὐμήκη καὶ εὔχρουν, ἧς αἱ παρειαὶ μαρμαί- ρουσιν, οὕτως ἐξεκαύθην εἰς ἔρωτα ὥστε με ἐπιλαθό- μενον ὅς εἰμι προσδραμόντα ἐθέλειν κύσαι τὸ στόμα, ἔπειτα ἐπὶ συννοίας γενόμενον προσφύντα βούλεσθαι τὰ τοῖν ποδοῖν ἴχνη καταφιλεῖν. αἰαῖ τῆς γερωχίας, νῦν ἐμὲ μὴ ἐπιθυμεῖν θέρμων ἢ κυάμων ἢ ἀθάρας, ἀλλʼ οὕτως ὑπερμαζᾶν καὶ τῶν ἀνεφίκτων ἐρᾶν. κατα- λεύσατέ με πάντες εἰς ταὐτὸν συνελθόντες πρὶν ἢ 〈ἐ〉πρι〈νη〉θῆναι τοῖς πόθοις, καὶ γενέσθω μοι τύμβος ἐρωτικὸς ὁ τῶν λιθιδίων κολωνός.
Θεοὶ μάκαρες, ἱλήκοιτε καὶ εὐμενεῖς εἴητε, οἷον ἀπέφυγον κίνδυνον, τῶν τρισκαταράτων ἐρανιστῶν λέβητά μοι ζέοντος ὕδατος ἐπιχέαι βουληθέντων. ἰδλὼν γὰρ πόρρωθεν εὐτρεπεῖς ἀπεπήδησα, οἱ δὲ ἀπροβου- λεύτως ἐξέχεαν, καὶ τὸ θερμὸν ἐπιρρυὲν Bαθύλ〈λ〉ῳ τῷ οἰνοχοοῦντι παιδὶ ψιλὸν εἰργάσατο. τῆς κεφαλῆς γὰρ ἀπέσυρε τὸ δέρμα καὶ φλυκταίνας ἐπινωτίους ἐξήνθησεν. τίς ἄρα μοι δαιμόνων ἐπίκουρος ἐγένετο; μή ποτε οἱ σωτῆρες Ἄνακ[τ]ες, ὡς Σιμωνίδην τὸν Δεωπρέπους τοῦ Κρανωνίου συμποσίου, κἀμὲ τῶν τοῦ πυρὸς κρουνῶν ἐξήρπασαν.
Εξηγόρευσα Μνησιλόχῳ τῷ Παιανιεῖ τὴν τῆς γαμε- τῆς ἀσέλγειαν· καὶ ὅς, δέον βασανίσαι διʼ ἐρεύνης τὸ πρᾶγμα ποικίλης, ὅρκῳ τὸ πᾶν ὁ χρυσοῦς ἐπέτρεψεν. ἀγαγοῦσα οὖν αὐτὸν ἡ γυνὴ εἰς τὸ Καλλίχορον τὸ ἐν Ἐλευσῖνι φρέαρ ἀπωμόσατο καὶ ἀπελύσατο τὴν αἰτίαν. καὶ ὁ μὲν ἀμογητὶ πέπεισται καὶ τὴν ὑποψίαν ἀπέβαλεν. ἐγὼ δὲ τὴν φλυαρὸν γλῶτταν ἀποτέμνειν ὀστράκῳ Γενεδίῳ τοῖς βουλομένοις ἕτοιμός εἰμι παρέχειν.
Κορύδωνι τῷ γεωργῷ συνήθης ἐπιεικῶς ἦν, καὶ τὰ πολλὰ ἐξεχεῖτο ἐπʼ ἐμοὶ τῷ γέλωτι, ἀστικῆς στωμυλίας καὶ ξένης . . . . . ἢ κατὰ τοὺς χωρίτας ἐπαΐων. τοῦτʼ οὖν ἰδὼν ἕρμαιον ᾠήθην, εἰ τῶν κατὰ ἄστυ πραγμάτων ἀπαλλαγεὶς εἰς ἀγρὸν βαδιοίμην καὶ συνεσοίμην ἀνδρὶ φίλῳ, γεωργῷ ἀπράγμονι καὶ ἐργάτῃ, οὐκ ἐκ δικαστη- ρίων οὐδὲ ἐκ τοῦ σείειν κατὰ ἀγορὰν ἀδίκους ἐπινο- οῦντι πόρους, ἀλλὰ γῆθεν ἀναμένοντι τὴν ἐπικαρπίαν ἔχειν. καὶ δῆτα διανοηθεὶς ταῦθʼ οὕτω δρᾶν, ᾠκειωσά- μην τὸν Κορύδωνα. καὶ στείλας ἐμαυτὸν ἀγροικικῶς, νάκος ἐναψάμενος καὶ σμινύην λαβών, αὐτοσκαπανεὺς ἐδόκουν. ἕως μὲν οὖν ἐν παιδιᾶς μέρει ἔπραττον ταῦτα, ἀνεκτὸν ἦν καὶ μέγα ἀποκερδαίνειν ᾠόμην, ὕβρεων καὶ ῥαπισμάτων καὶ τῆς περὶ τὰ ἐδώδιμα τῶν πλουσίων ἀνοσιότητος ἀπηλλαγμένος. ἐπεὶ δὲ ἐκ τῆς καθʼ ἡμέραν συνηθείας ἐξ ἐπιταγῆς ἐπράττετο τοὖργον, καὶ ἔδει πάντως ἢ ἀροῦν ἢ φελλέα ἐκκαθαίρειν ἢ γύ- ρους περισκάπτειν καὶ τοῖς βόθροις ἐμφυτεύειν, οὐκέτʼ ἀνασχετὸς ἡ διατριβή, ἀλλά μοι μετέμελε τῆς ἀλόγου πράξεως καὶ τὴν πόλιν ἐπόθουν. ἐλθὼν οὖν μετὰ μήκιστον χρόνον οὐκέθʼ ὁμοίως δεκτὸς οὐδὲ χαρίεις ἐδόκουν, ἀλλά τις ὄρειος καὶ τραχὺς καὶ ἀπηχής, ὥστε αἱ μὲν οἰκίαι τῶν πλουσίων πᾶσαί μοι λοιπὸν ἀπε- κέκλειντο, ὁ δὲ λιμὸς τὴν γαστέρα ἐθυροκόπει. ἐγὼ δὲ αὖος ὤν ὑπὸ τῆς τῶν ἀναγκαίων ἐνδείας λῃσταῖς τισι Μεγαρικοῖς, οἳ περὶ τὰς Σκειρωνίδας τοῖς ὁδοι- πόροις ἐνεδρεύουσιν, ἐκοινώνησα. ἔνθεν ὁ βίος μοι ἀργὸς ἐξ ἀδικίας πορίζεται. εἰ δὲ λήσω ταῦτα ποιῶν ἢ μή, ἄδηλον. δέδια δὲ τὴν μεταλλαγὴν τοῦ βίου. εἰώθασι γὰρ αἱ τοδαῦται μεταβολαὶ οὐκ εἰς τὸ ζῆν ἀλλʼ εἰς ἀπώλειαν καταστρέφειν.
Δεξιφάνης ὁ τῆς κωμῳδίας ποιητὴς θεασάμενός 15 με ὀργιζόμενον πρὸς τὰς ἐν 〈 τοῖς 〉 συμποσίοις παροινίας, λαβὼν καθʼ ἑαυτὸν πρῶτα μὲν ἐνουθέτει μὴ τοιαῦτα ἐπιτηδεύειν ἐξ ὧν ὕβρις τὸ τέλος, ἔπειτα τοῦ φωνή- ματος ὡς ἔχοιμι διὰ βραχέων ἀποπειραθεὶς τῷ χορῷ τῶν κωμικῶν συλλαμβάνει〈ν〉 ἔφασκε, ἐκ τοῦδε τραφη- σόμενον καὶ ἐμέ. ἐκέλευεν οὖν ἐκμαθόντα ......... Διο- νυσίοις τοῖς ἐπιοῦσι τὸ τοῦ οἰκέτου δχῆμα ἀναλαβόντα τὸ μέρος ἐκεῖνο τοῦ δράματος ὑποκρίνασθαι. ἐγὼ δὲ ὀψὲ τοῦ καιροῦ καὶ φύσιν καὶ ἐπιτήδευμα μεταβαλὼν δύσκολός τις καὶ δυσμαθὴς ἐφαινόμην. ἐπεὶ δʼ οὐκ ἦν ἑτέρως πράττειν, τὸ δρᾶμα ἐξέμαθον, καὶ μελέτην ἀσκήσει ῥώσας ἕτοιμός εἰμι τῷ χορῷ συντελεῖν. σὺ δὲ ἡμῖν μετὰ τῶν συνήθων ἐπίσειε τοὺς κρότους ἵνα, κἄν τι λάθωμεν ἀποσφαλέντες, μὴ λάβη χώραν τὰ ἀστικὰ μειράκια κλᾴζειν ἢ συρίττειν, ἀλλʼ ὁ τῶν ἐπαίνων κρότος τὸν θροῦν τῶν σκωμμάτων παραλύσῃ.
Οὐχ οὕτως οἱ τοὺς Ἑρμᾶς περικόψαντες ἢ τὰ τῆς θεοῦ ἐν Ἐλευσῖνι μυστήρια ἐξορχησάμενοι τὸν περὶ ψυχῆς ἀγῶνα ὑπέμειναν, ὡς ἐγὼ εἰς χεῖρας ἐμπεσών, ὦ θεοί, τῆς μιαρωτάτης Φανομάχης. ἐπεὶ γὰρ ἔγνω τὸν ἑαυτῆς ἄνδρα προσκείμενον τῇ Ἰωνικῇ παιδίσκῃ τῇ τὰς σφαίρας ἀναρριπτούσῃ καὶ τὰς λαμπάδας περι- δινούσῃ, ὑπετόπησεν ἐμὲ πρόξενον εἶναι τῆς κοινωνίας, καὶ διὰ τῶν οἰκετῶν ἀναρπάσασα παραχρῆμα μὲν ἐν κυσοδόχῃ δήσασα κατέσχεν, εἰς τὴν ὑστεραίαν δὲ παρὰ τὸν ἑαυτῆς ἤγαγε πατέρα, τὸν σκυθρωπὸν Κλεαίνετον, ὃς τὰ νῦν δὴ ταῦτα πρωτεύει τοῦ συνεδρίου καὶ εἰς αὐτὸν ὁ Ἄρειος πάγος ἀποβλέπουσιν. ἀλλʼ ὅταν τινὰ θέλωσιν οἱ θεοὶ σώζεσθαι, καὶ ἐξ αὐτῶν ἀνασπῶσι βα〈ρά〉θρων, ὡς κἀμὲ τοῦ τρικαρήνου κυνός, ὅν φασιν ἐφεστάναι ταῖς ταρταρ〈ε〉ίαις πύλαις, ἐξήρπασαν. οὐκ ἔφθη γὰρ τὰ κατʼ ἐμὲ ὁ δεινὸς ἐκεῖνος πρεσβύτης τῇ βουλῇ κοι- νούμενος, καὶ ἠπιάλῳ συσχεθεὶς εἰς τὴν τρίτην ἀπέ- ψυξε. καὶ ὁ μὲν ἐκτάδην κεῖται, (τὰ〉 πρὸς τὴν ἐκφορὰν τῶν οἴκοι παρασκευαζομένων, ἐγὼ δὲ ἧ ποδῶν εἶχον ᾠχόμην καὶ σώζομαι οὐχ ὑπὸ τοῦ τῆς Ἀτλαντίδος [Μσίας] παιδὸς ψυχαγωγηθείς, ἀλλʼ ὑπὸ τῶν ποδῶν καὶ τοῦ τολμήματος τὴν ἐλευθερίας πορίσας ἀτραπόν.
Σχέτλια πεπόνθαμεν· τοῖς γὰρ ἄλλοις οὖθαρ καὶ μῆτραι καὶ ἧπαρ δρόσῳ προσεοικὸς [διὰ τὴν ἐκ τῆς πιότητος λεπτότητα] παρέκειτο, ἡμῖν δὲ ἔτνος ἦν τὸ βρῶμα· καὶ οἱ μὲν Χαλυβώνιον ἔπινον, ἐκτροπίαν δὲ ἡμεῖς καὶ ὀξίνην. ἀλλʼ ὦ μοιραῖοι θεοὶ καὶ μοιραγέται δαίμονες, δοίητε παρατροπὴν τῆς ἀδίκου ταύτης τύχης καὶ μὴ τοὺς μὲν διηνεκῶς φυλάττετε ἐν εὐτυχίᾳ, τοῖς δὲ τὸν λιμὸν συνοικίζετε . . . . . τῇ γὰρ φορᾷ τῆς εἱ- μαρμένης τὰ τοιαῦτα κατηνάγκασται. ἄδικα πάσχομεν πρὸς αὐτῆς οἱ λεπτῇ καὶ στενῇ κεχρημένοι τῇ τύχη.
Ἀνεμιαίους ἐλπίδας ἔσχον ἐπὶ τῷ μειρακίῳ Πολυ- κρίτῳ. ᾤμην γὰρ αὐτόν, εἰ τεθναίη αὐτῷ ὁ πατήρ, χύσιν ἐργάσεσθαι τῆς οὐσίας πολλήν, καὶ ἀδηφα- γοῦντα καὶ καθηδυπαθοῦντα μετά τε ἡμῶν μετά τε τῶν ἑταιρῶν ὅσαι κατὰ τὴν ὥραν πρωτεύουσιν ἐξαν- τλήσειν τὸ πολύ [τῆς οὐσίας]. ὁ δέ, ἐπειδὴ κρίνον αὐτῷ ὁ γεννήσας ἐγένετο, σιτεῖται μὲν τῆς ἡμέρας ἅπαξ, καὶ τοῦτο ὀψὲ τῆς ὥρας ἡλίου λοιπὸν ἀμφὶ τροπὰς τὰς εἰς δύσιν ἔχοντος· σιτεῖται δὲ οὐδὲν τῶν πολυ- τελῶν ἀλλʼ ἄρτον τὸν ἐξ ἀγορᾶς, καὶ ὄψον, εἴ ποτε εὐημερίας ἡμέραν ἐπιτελοίη, δρυπεπεῖς ἢ φαυλίας. διαμαρτὼν οὖν τῆς θαυμαστῆς ταύτης ἐλπίδος οὐκ οἶδʼ ὅ τι καὶ δράσαιμι. εἰ γὰρ ὁ τρέφων δεῖται τοῦ θρέ- ψοντος, τί ἄν εἴη ὁ τρέφεσθαι ὀφείλων; λιμώττοντα δὲ λιμώττοντι συνεῖναι διπλοῦν τὸ βλάβος.
Παρέκειτο μὲν ἡμῖν ὁ Γέλωνος τοῦ Σικελιώτου πλακοῦς ἐπώνυμος. ἐγὼ δὲ καὶ τῇ θέᾳ μόνον πρὸς τὰς καταπόσεις εὐτρεπιζόμενος εὐφραινόμην· μέλ- λησις δὲ ἦν πολλή, περιστεφόντων τραγημάτων τὰ πέμματα· ἦν δὲ ὁ καρπὸς τῆς πιστάκης καὶ βάλανοι φοινίκων καὶ κάρυα τῶν ἐλύτρων ἐξῃρημένα. ἐγὼ δὲ πρὸς ταῦτα ἕκαστα ἐχθρὰ βλέπων ἀνέμενον ἐπαφήσειν ἐμαυτὸν ἐγχανὼν τῷ πλακοῦντι. οἱ δὲ καὶ τὸ ἐντραγεῖν ἐπὶ μήκιστον ἐξέτεινον καὶ 〈τῆς〉 κύλικος συνεχῶς περισοβουμένης διατριβὰς καὶ μελλησμοὺς ἐνεποίουν, καὶ ὥσπερ ἐκ συνθήματος τὴν ἐμὴν ἀναρτῶντες ἐπι- θυμίαν ὁ μέν τις κάρφος λαβὼν ἐξεκάθαιρε τὰ ἐνιζά- νοντα τῶν βρωμάτων τοῖς ὀδοῦσιν ἰνώδη, ὁ δὲ ὑπτιάσας ἑαυτὸν οἷος ἦν ὕπνῳ κατέχεσθαι μᾶλλον ἢ τῆς τραπέζης φροντίζειν· εἶτα ἄλλος ἄλλα διελέγετο, καὶ πάντα μᾶλ- λον ἐπράττετο ἢ ὁ ἡδὺς ἐκεῖνος καὶ ποθητὸς ἐμοὶ πλακοῦς εἰς ἀπόλαυσιν ἤγετο. τέλος, οἷα εἰκός, οἱ θεοὶ κατοικτείραντες τὸ κατάξηρον τῆς ἐμῆς ἐπιθυμίας μόλις ποτὲ ἱμείροντά με τοῦ πλακοῦντος ἀπογεύσασθαι παρ- εσκεύασαν. ταῦτά σοι γράφω οὐ τοσοῦτον ἐπὶ τοῖς ἡδέσιν ἡσθείς, ὅσον ἐπὶ τῇ παρολκῇ τῆς βραδυτῆτος ἐκτακείς.
Οὐπώποτε ἐγὼ κατὰ τὴν Ἀττικὴν ὑπέμεινα τοιοῦτον χειμῶνα. οὐ γὰρ μόνον ἐκ παραλλήλου φυσῶντες, μᾶλλον δὲ σύρδην φερόμενοι κατετύπουν ἡμῶν οἱ ἄνεμοι, ἀλλ᾿ ἤδη καὶ χιὼν πυκνὴ καὶ ἐπάλληλος φερο- μένη πρῶτον μὲν τοὔδαφος ἐκάλυπτεν, ἔπειτα οὐκ ἔπιπολῆς ἀλλ᾿ εἰς ὕψος ᾔρετο τῆς νιφάδος χύμα πάμ- πολυ, ὡς ἀγαπητὸν εἶναι τὸ θύριον ἀνοίξαντα τῆς οἰκίας τὸν στενωπὸν ἰδεῖν. ἐνμοὶ δὲ οὔτε ξύλον οὔτε ἄ[σ]βολος παρῆν. πῶς γὰρ ἢ πόθεν; ὁ κρυμὸς δὲ εἰσε- δύετο μέχρι μυελῶν αὐτῶν καὶ ὀστέων. ἐβουλευςάμην οὖν ᾿Οδύσσειον βούλευμα δραμεῖν εἰς τὰς θόλους [ἢ τὰς καμίνους] τῶν βαλανείων. ἀλλ᾿ οὐδὲ ἐκεῖσε συνεχώρουν οἱ τῶν ὁμοτέχνων περὶ ταῦτα ἀλινδούμενοι· καὶ γὰρ αὐτοὺς ἡ παραπληςία θεὸς ἠνώχλει Πενία. ὡς οὖν ᾐσθόμην οὐκ εἶναί μοι εἰς ταύτας εἰσιτητόν, δραμὼν ἐπὶ τὸ Θρασύλ〈λ〉ου βαλανεῖον [ἰδιωτικῆς οἰκίας], εὗρον τοῦτο κενόν, καὶ καταβαλὼν ὀβολοὺς δύο καὶ τὸν βα- λανέα τούτοις ἵλεων καταστήσας, ἐθερόμην ἄχρις οὗ τὸν νιφετὸν ἡ πηγυλὶς διεδέξατο, καὶ ὑπὸ τοῦ κρύους τοῦ μεταξὺ διεροῦ παγέντος πρὸς ἀλλήλους ἐδέδεντο οἱ λίθοι. μετὰ δὲ τὸ ἀποβράσαι τὸ δριμὺ προσηνὴν ὁ ἥλιος ἐλευθέραν μοι τὴν πρόοδον καὶ περιπάτονς 20 ἀνειμένους ἀπέφηνεν.
Ἐξώλεις ἀπόλοιντο οἱ Κλεισθένεις καὶ οἱ Δράκον- 〈τες〉.........
Ὑβρίζεσθαι πρὸς τοῦ τρέφοντος, εἰ καὶ ἀνόσιον, φορητόν, ἅπαξ ἐκδόμενον τὸ σῶμα τοῖς προπηλακίζειν ἐθέλουσιν ἕνεκα τῆς ἀθεμίτου γαστρός· τὸ δὲ καὶ ὑπὸ τῶν συμπαρόντων, πολλῷ βαρύτερον· τὸ δὲ μὴ μόνον ὑπὸ τούτων ἀλλὰ καὶ ὑπὸ τῶν ἰταμωτέρων οἰκετῶν, ἔτι χαλεπώτερον. εἰ δὲ προσθείην καὶ τὰς θεραπαινίδας κιχλιζούσας καὶ μωκωμένας καὶ γέλωτα τὴν ἡμετέραν ἀτυχίαν ποιουμένας, τότε σχέτλια καθʼ Ὅμηρον ἀπο- δυσπετῶ. τοῦτο γὰρ Αὐτόχθονος ἤκουσα τοῦ γραμ- ματικοῦ ποτε καὶ μνήμῃ συνέχω ‘Ζεῦ πάτερ· οὔτις σεῖο θεῶν ὀλοώτερος ἄλλος’. ὀλέθριοι γὰρ ἀληθῶς οἱ δαίμονες οἱ ταῦτα ἐφʼ ἡμῖν πρυτανεύοντες, ἵνʼ ἐγὼ μὲν ὑπομένω κινδύνους ἀλγεινούς, γέλωτος δὲ ὑπό- θεσις 〈ᾖ〉 τοῖς χειρίστοις τἀμά.
. . . μὴ δείσης· ἐξείργασαι γὰρ πάγκαλόν τι χρῆμα, οἷον ἤδη τίς σοι τῶν πώποτε . . . . . . . . . . οὐδεὶς τῶν κατὰ χειρῶν πονηθέντων, τὴν σεαυτοῦ ἑταίραν ἱδρύσας ἐν τεμένει. μέση γὰρ ἕστηκα[ἐπὶ] τῆς 〈σῆς〉 Ἀφροδίτης καὶ τοῦ Ἔρωτος ἅμα τοῦ σοῦ. μὴ φθονήσῃς δέ μοι τῆς τιμῆς· οἱ γὰρ ἡμᾶς θεασάμενοι ἐπαινοῦσι Πραξι- τέλη, καὶ ὅτι τῆς σῆς τέχνης γέγονα οὐκ ἀδοξοῦσί με θεσπιεῖς μέσην κεῖσθαι θεῶν. ἓν ἔτι τῇ δωρεῷ λείπει, ἐλθεῖν σε πρὸς ἡμᾶς, ἵνα ἐν τῷ τεμένει μετ᾿ ἀλλήλων κατακλινῶμεν. οὐ μιανοῦμεν γὰρ τούς θεοὺς οὓς αὐτοὶ πεποιήκαμεν. ἔρρωσο.
Ὁ Μένανδρος ἡμῖν ἐπὶ τὴν τῶν Ἰσθμίων θέαν εἰς τὴν Κόρινθον ἐλθεῖν βεβούληται· ἐμοὶ μὲν οὐ κατὰ νοῦν· οἶδα[ς] γὰρ οἷόν ἐστιν ἐραστοῦ τοιούτου καὶ βραχὺν ἐστερῆσθαι χρόνον· ἀποτρέπειν δʼ οὐκ ἐνῆν μὴ πολλάκις ἀποδημεῖν εἰωθότα. οὐδʼ ὅπως αὐτὸν παρεγ- γυήσω μέλλοντα ἐπιδημεῖν ἔχω, οὐδʼ ὅπως μή. βού- λομαι μὲν αὐτὸν σπουδασθῆναι ὑυπὸ σοῦ, κἀμοί τινα φέρειν φιλοτιμίαν τοῦτο λογίζομαι· οἶδε γὰρ τὴν οὖσαν ἡμῖν ἑταιρίαν πρὸς ἀλλήλας· δέδοικα δέ, ὦ φιλτάτη, οὐ 〈σὲ〉 τοσοῦτον — χρηστοτέρῳ γὰρ ἤθει κέχρησαι τοῦ βίου — ὅσον αὐτὸν ἐκεῖνον. ἐρωτικὸς γάρ ἐστι δαιμονίως, καὶ Βακχίδος οὐδʼ ἂν τῶν σκυθρωποτάτων τις ἀπόσχοιτο. τὸ μὲν γὰρ δοκεῖν αὐτὸν οὐκ ἔλαττον τοῦ σοὶ ἐντυχεῖν ἢ τῶν Ἰσθμίων ἕνεκεν τὴν ἀποδή- μησιν πεποιῆσθαι, οὐ πάνυ πείθομαι. ἴσως αἰτιάσῃ με τῆς ὑποψίας. συγγίνωσκε δὲ ταῖς ἑταιρικαῖς, ὦ φιλτάτη, ζηλοτυπίαις. ἐγὼ δʼ οὐ παρὰ μικρὸν ἂν ἡγοίμην Μενάνδρου διαμαρτεῖν ἐραστοῦ. ἄλλως τε κἄν μοι κνισμός τις πρὸς αὐτὸν ἢ διαφορὰ γένηται, δεήσει με ἐπὶ τῆς σκηνῆς ὑπὸ Χρέμητός τινος ἢ Φ〈ε〉 ι- δύλου πικρῶς λοιδορεῖσθαι. ἐὰν δʼ ἐπανέλθῃ μοι οἷος ᾤχετο, πολλὴν εἴσομαί σοι χάριν. ἄρρωσο.
Πᾶσαί σοι ἴσμεν αἱ ἑταῖραι χάριν καὶ ἑκάστη γε ἡμῶν οὐχ ἧττον ἢ Φρύνη. ὁ μὲν γὰρ ἀγὼν μόνης Φρύνης, ὃν ὁ παμπόνηρος Εὐθίας ἐπανείλετο, ὁ δὲ κίνδυνος ἁπασῶν. εἰ γὰρ αἰτοῦσαι παρὰ τῶν ἐραστῶν ἀργύριον οὐ τυγχάνομεν ἢ τοῖς διδοῦσιν [αἱ] τυγχάνου- σαι ἀσεβείας κριθησόμεθα, πεπαῦσθαι κρεῖττον ἡμῖν τοῦ βίου τούτου καὶ μηκέτι ἔχειν πράγματα μηδὲ τοῖς ὁμιλοῦσι παρέχειν. νῦν δʼ οὐκέτι τὸ ἑταιρεῖν αἰτια- σόμεθα ὅτι πονηρὸς Εὐθίας ἐραστὴς εὑρέθη, ἀλλʼ ὅτι ἐπιεικὴς Ὑπερ〈ε〉ίδης ζηλώσομεν. πολλὰ τοίνυν 〈κ〉ἀ- γαθὰ γένοιτό σοι τῆς φιλανθρωπίας. καὶ γὰρ ἑταίραν χρηστὴν σεαυτῷ περιεσώσω, καὶ ἡμᾶς ἀμειψομένας σε ἀντʼ ἐκείνης παρεσκεύασας. εἰ δὲ δὴ καὶ τὸν λόγον γράψαις τὸν ὑπὲρ τῆς Φρύνης, τότε ἂν ὡς ἀληθῶς χρυσοῦν αἱ ἑταῖραί 〈σε〉 στήσαιμεν ὅπῃ ποτὲ βούλει τῆς Ἑλλάδος.
Οὐ τοσοῦτόν σοι τοῦ κινδύνου συνηχθέσθην, φιλ- τάτη, ὅσον ὅτι πονηροῦ μὲν ἀπηλλάγης ἐραστοῦ χρηστὸν δὲ εὗρες [Ὑπερίδην], συνήσθην. τὴν γὰρ δίκην σοι καὶ πρὸς εὐτυχίαν γεγονέναι νομίζω. διαβόητον γάρ σε οὐκ ἐν ταῖς Ἀθήναις μόνον, ἀλλὰ καὶ ἐν τῇ Ἑλλάδι ἁπάσῃ ὁ ἀγὼν ἐκεῖνος πεποίηκεν. Εὐθίας μὲν οὖν ἱκανὴν τιμωρίαν δώσει τῆς σῆς ὁμιλίας στερούμενος· ὑπὸ γὰρ ὀργῆς μοι δοκεῖ κινηθεὶς διὰ τὴν ἔμφυτον ἀμαθίαν ὑπερᾶραι τὸ μέτρον τῆς ἐρωτικῆς ζηλοτυπίας. καὶ νῦν ἐκεῖνον ἐρῶντα μᾶλλον εὖ ἴσθι ἢ Ὑπερ〈ε〉ίδην. ὁ μὲν γὰρ διὰ τὴν τῆς συνηγορίας χάριν δῆλός ἐστι σπουδάζεσθαι βουλόμενος καὶ ἐρώμενον ἑαυτὸν ποιῶν, ὁ δὲ τῷ ἀποτεύγματι τῆς δίκης παρώξυνται. προσδέχου δὴ πάλιν ἀπʼ αὐτοῦ δεήσεις καὶ λιτανείας καὶ πολύ χρυσίον. μὴ δὴ καταδιαιτήσῃς ἡμῶν, ὦ φιλτάτη, τῶν ἑταιρῶν, μηδʼ Ὑπερ〈ε〉ίδην κακῶς δόξαι βεβουλεῦσθαι ποιήσῃς τὰς Εὐθίου ἱκεσίας προσιεμένη, μηδὲ τοῖς λέγουσί σοι ὅτι, εἰ μὴ τὸν χιτωνίσκον περιρρηξαμένη τὰ μαστάρια τοῖς δικασταῖς ἐπέδειξας, οὐδὲν 〈ἂν〉 ὁ ῥήτωρ ὠφέλει, πείθου. καὶ γὰρ αὐτὸ τοῦτο ἵνα ἐν καιρῷ γένηταί σοι ἡ ἐκείνου παρέσχε συνηγορία.
Μὴ δὴ κρείττονος εἴη σοι τυχεῖν ἐραστοῦ, δέσποινα Ἀφροδίτη, ἀλλʼ Εὐθίας σοι ὃν νῦν περιέπεις συγκατα- βιῴη. τάλαινα γυνὴ τῆς ἀνοίας, ἥτις τῷ τοιούτῳ θη- ρίφ προσέφθαρσαι. πλὴν ἴσως τῷ κάλλει πεπίστευκας· Μυρρίνην γὰρ στέρξει δῆλον ὅτι Φρύνην ὑπεριδών. ἀλλʼ ἔοικας κνίσαι τὸν Ὑπερ〈ε〉ίδην βεβουλῆσθαι ὡς ἔλαττόν σοι νῦν προσέχοντα. κἀκεῖνος ἑταίραν ἄχει ἀξίαν ἑαυτοῦ καὶ σὺ ἐραστὴν σοὶ πρέποντα. αἴτησόν τι παῤ αὐτοῦ, καὶ ὄψει σεαυτὴν ἢ τὰ νεώρια ἐμπε- πρηκυῖαν ἢ τοὺς νόμους καταλύουσαν. ἴσθι γοῦν ὅτι παρὰ πάσαις ἡμῖν ταῖς τὴν φιλανθρωποτέραν Ἀφροδίτην προτιμώσαις μεμίσησαι.
Οὐκ ἄν ποτʼ ᾠήθην ἐκ τοσαύτης συνηθείας ἔσεσθαί μοί τινα πρὸς Εὐξίππην διαφοράν. καὶ τὰ μὲν ἄλλα ἐν οἷς αὐτῇ χρησίμη γέγονα ὑπὸ τὸν ἀπὸ τῆς Σάμου κατάπλουν, οὐκ ὀνειδίζω· ἀλλὰ Παμφίλου, γινώσκεις τοῦτο καὶ σύ, ὅσον ἡμῖν διδόντος ἀργύριον, ὅτι ταύτῃ ποτὲ ἐντυγχάνειν ἐδόκει, τὸ μειράκιον οὐ προσ- ιέμην. ἡ δὲ καλῶς ἡμᾶς ἀντὶ τούτων ἠμείψατο τῇ κακίστʼ ἀπολουμένῃ Μεγάρᾳ χαρίζεσθαι θέλουσα. πρὸς ἐκείνην δʼ ἦν τις παλαιά μοι διὰ Στράτωνα ὑπόνοια· [ἀλλὰ] ταύτην μὲν 〈οὖν〉 οὐδὲν ᾤμην ποιεῖν παράλογον κακῶς λέγουσάν με. Ἁλῷα δʼ ἦν, κἀπὶ τὴν παννυχίδα πᾶσαι, ὥσπερ ἦν εἰκός, παρῆμεν. ἐθαύμαζον δὲ τῆς Εὐξίππης τὴν ἀγερωχίαν· τὸ μὲν γὰρ πρῶτον κιχλίζουσα μετʼ ἐκείνης καὶ μωκωμένη τὴν δυσμένειαν ἐνεδείκνυτο, εἶτα φανερῶς ποιημάτια ᾖδεν εἰς τὸν οὐκέθʼ ἡμῖν προσέχοντα ἐραστήν. κἀπὶ τούτοις μὲν ἧττον ἤλγουν· ἀπαναισχυντήσασα δὲ εἰς τὸ φῦκός με καὶ τὸν παιδέ- ρωτα ἔσκωπτεν. ἐδόκει δέ μοι πάνυ κακῶς πράττειν ὡς μηδὲ κάτοπτρον κεκτῆσθαι· εἰ γὰρ εἶδεν ἑαυτὴν χρῶμα σανδαράχης ἔχουσαν, οὐκ ἂν ἡμᾶς εἰς ἀμορφίαν ἐβλασφήμει. ἐμοὶ μὲν οὖν βραχύ μέλει περὶ τούτων· ἀρέσκειν γὰρ τοῖς ἐρασταῖς, οὐχὶ Μεγάρᾳ καὶ Εὐξίππῃ βούλομαι ταῖς πιθήκοις. δεδήλωκα δέ σοι ἵνα μή μέ τι μέμψῃ. ἀμυνοῦμαι γὰρ αὐτὰς οὐκ ἐν σκώμμασιν οὐδὲ βλασφημίαις, ἀλλʼ ἐν οἷς μάλιστα ἀνιάσονται. προσκυνέῶ δὲ τὴν Νέμεσιν.
Ἐξ οὗ φιλοσοφεῖν ἐπενόησας, σεμνός τις ἐγένου καὶ τὰς ὀφρῦς ὑπὲρ τοὺς κροτάφους ἐπῆρας. εἶτα σχῆμα ἔχων καὶ βιβλίδιον μετὰ χεῖρας εἰς τὴν Ἀκαδή- μ〈ε〉ιαν σοβεῖς, τὴν δὲ ἡμετέραν οἰκίαν ὡς οὐδὲ ἰδὼν πρότερον παρέρχῃ. ἐμάνης Εὐθύδημε, 〈ἢ〉 οὐκ οἶδας οἷός ἐστιν ὁ σοφιστὴς οὗτος ὁ ἐσκυθρωπακὼς καὶ τοὺς θαυμαστοὺς τούτους διεξιὼν πρὸς ὑμᾶς λόγους. ἀλλʼ ἐμοὶ μὲν πράγματα πόσος ἐστὶν οἴει χρόνος ἐξ οὗ παρέχει βουλόμενος ἐντυχεῖν; προσφθείρεται δὲ Ἑρ- πυλ〈λ〉ίδι τῇ Μεγάρας ἅβρᾳ. τότε μὲν οὖν αὐτὸν οὐ προσιέμην, σὲ γὰρ περιβάλλουσα κοιμᾶσθαι μᾶλλον ἐβουλόμην ἢ τὸ παρὰ πάντων σοφιστῶν χρυσίον 〈ἔχειν〉. ἐπεὶ δέ σε ἀποτρέπειν ἔοικε τῆς μεθʼ ἡμῶν συνηθείας, ὑποδέξομαι αὐτὸν καί, εἰ βούλει, τὸν διδάσκαλον του- τονὶ τὸν μισογύναιον ἐπιδείξω σοι νυκτὸς οὐκ ἀρκού- μενον ταῖς συνήθεσιν ἡδοναῖς. λῆρος ταῦτά ἐστι καὶ τῦφος καὶ ἐργολάβεια μειρακίων, ὦ ἀνόητε. οἴει δὲ διαφέρειν ἑταίρας σοφιστήν; τοσοῦτον ἴσως ὅσον οὐ διὰ τῶν αὐτῶν ἑκάτεροι πείθουσιν, ἐπεὶ ἕν γε ἀμφο- τέροις τέλος πρόκειται τὸ λαβεῖν. πόσῳ δὲ ἀμείνους ἡμεῖς καὶ εὐσεβέστεραι· οὐ λέγομεν θεοὺς οὐκ εἶναι, ἀλλὰ πιστεύομεν ὀμνύουσι τοῖς ἐρασταῖς ὅτι φιλοῦσιν ἡμᾶς· οὐδʼ ἀξιοῦμεν ἀδελφαῖς καὶ μητράσι μίγνυσθαι τοὺς ἄνδρας, ἀλλʼ οὐδὲ γυναιξὶν ἀλλοτρίαις. εἰ μὴ ὅτι τὰς νεφέλας ὁπόθεν εἶεν καὶ τὰς ἀτόμους ὁποῖαι ἀγνοοῦμεν, διὰ τοῦτο ἥττους δοκοῦμέν σοι τῶν σοφισ- τῶν. καὶ αὐτὴ παρὰ τούτοις ἐσχόλακα καὶ πολλοῖς διείλεγμαι. οὐδὲ εἷς ἑταίρᾳ ὁμιλῶν τυραννίδας ὀνει- ροπολεῖ καὶ στασιάζει τὰ κοινά, ἀλλὰ σπάσας τὸν ἑωθινὸν καὶ μεθυσθεὶς εἰς ὥραν τρίτην ἢ τετάρτην ἠρεμεῖ. παιδεύομεν δὲ οὐ χεῖρον ἡμεῖς τοὺς νέους. ἐπεὶ σύγκρινον, εἰ βούλει, Ἀσπασίαν τὴν ἑταίραν καὶ Σωκράτην τὸν σοφιστήν, καὶ πότερος ἀμείνους αὐτῶν ἐπαίδευσεν ἄνδρας λόγισαι· τῆς μὲν γὰρ ὄψει μαθητὴν Περικλέα, τοῦ δὲ Κριτίαν. κατάβαλλε τὴν μωρίαν ταύτην καὶ ἀηδίαν, ὁ ἐμὸς ἔρως Εὐθύδημε — οὐ πρέπει σκυθρωποῖς εἶναι τοιούτοις ὄμμασι — καὶ πρὸς τὴν ἐρωμένην ἧκε τὴν ἑαυτοῦ οἷος ἐπανελθὼν ἀπὸ 〈τοῦ〉 Ἀυκείου πολλάκις τὸν ἱδρῶτα ἀποψώμενος, ἵνα μικρὰ κραιπαλήσαντες ἐπιδειξώμεθα ἀλλήλοις τὸ καλὸν τέλος τῆς ἡδονῆς. καὶ σοὶ νῦν μάλιστα φανοῦμαι σοφή. οὐ μακρὸν δίδωσιν ὁ δαίμων χρόνον τοῦ ζῆν· μὴ λάθῃς τοῦτον εἰς αἰνίγματα καὶ λήρους ἀναλώσας. ἔρρωσο.
Εἰ μὲν ἡδονήν σοί τινα φέρειν ἢ φιλοτιμίαν πρός τινας τῶν διαλεγομένων οἴει τὸ πολλάκις ἡμᾶς ἐπὶ τὰς θύρας φοιτᾶν καὶ τοῖς πεμπομένοις πρὸς τούς εὐτυχεστέρους ἡμῶν θεραπαινιδίοις ἀποδύρεσθαι, οὐκ ἀλόγως ἡμῖν ἐντρυφᾷς. ἴσθι μέντοι, καίτοι ποιῶν οἶδα πρᾶγμα ἀσύμφορον ἐμαυτῷ, οὕτω με διακείμενον ὡς ὀλίγοι τῶν ἐντυγχανόντων σοι νῦν ἀμεληθέντες ἂν διατεθεῖεν. καίτοι γε ᾤμην τὸν ἄκρατον ἔσεσθαί μοι παρηγόρημα, ὃν παρʼ Εὐφρονίῳ τρίτην ἐσπέραν πολύν τινα ἐνεφορησάμην, ὡς δὴ τὰς παρὰ τὴν νύκτα φρον- τίδας διωσόμενος· τὸ δὲ ἄρα ἐναντίως ἔσχεν. ἀνερρί- πισε γάρ μου τὴν ἐπιθυμίαν ὥστε κλαίοντά με καὶ βρυχώμενον ἐλεεῖσθαι μὲν παρὰ τοῖς ἐπιεικεστέροις, γέλωτα δὲ τοῖς ἄλλοις παρέχειν. μικρὰ δʼ ἔτι ἐστί μοι παραψυχὴ καὶ μαραινόμενον ἤδη παραμύθιον . . . . ., ὅν μοι ὑπὸ τὴν λυπρὰν 〈ἐν〉 τῷ συμποσίῳ μέμψιν προσέρριψας ἀπʼ αὐτῶν περισπάσασα τῶν πλοκάμων, ὡς δὴ πᾶσι τοῖς ὑφ᾿ ἡμῶν πεμφθεῖσιν ἀχθομένη. εἰ δή σοι ταῦτα ἡδονὴν φέρει, ἀπόλαυε τῆς ἡμετέρας μερίμνης, κἂν σοι φίλον διηγοῦ τοῖς νῦν μὲν μακα- ριωτέροις ἡμῶν, οὐκ εἰς μακρὰν δέ, ἄνπερ ὡς ἡμεῖς ἔχωσιν, ἀνιασομένοις. εὔχου μέντοι μηδέν σοι νεμε- σῆσαι ταύτης τῆς ὑπεροψίας τὴν Ἀφροδίτην. ἕτερος ἂν λοιδορούμενος ἔγραφε καὶ ἀπειλῶν, ἀλλʼ ἐγὼ δεό- μένος καὶ ἀντιβολῶν· ἐρῶ γάρ, ὦ Πετάλη, κακῶς. φο- βοῦμαι δέ, μὴ κάκιον ἔχων μιμήσωμαί τινα τῶν περὶ τὰς ἐρωτικὰς μέμψεις ἀτυχεστέρων.
Εβουλόμην μὲν ὑπὸ δακρύων οἰκίαν ἑταίρας τρέ- φεσθαι· λαμπρῶς γὰρ ἂν ἔπραττον ἀφθόνων τούτων ἀπολαύουσα παρὰ σοῦ· νῦν δὲ δεῖ χρυσίου ἡμῖν, ἱμα- τίων, κόσμου, θεραπαινιδίων. ἡ τοῦ βίου διοίκησις ἅποσα ἐντεῦθεν. οὐκ ἔστιν ἐν Μυρρινοῦντι πατρῷον ἐμοὶ κτημάτιον, οὐδʼ ἐν τοῖς ἀργυρείοις ἐμοὶ μέταλλον, ἀλλὰ μισθωμάτια καὶ αἱ δυστυχεῖς αὗται καὶ κατεστε- ναγμέναι τῶν ἀνοήτων ἐραστῶν χάριτες. σοὶ δὲ ἐνιαυ- τὸν ἐντυγχάνουσα ἀδημονῶ, καὶ αὐχμηρὰν μὲν ἔχω τὴν κεφαλὴν μηδὲ ἰδοῦσα τὸν χρόνον τοῦτον μύρον, τὰ δὲ ἀρχαῖα καὶ τρύχινα περιβαλλομένη ταραντινίδια αἰσχύνομαι τὰς φίλας, οὕτως ἀγαθόν τί μοι γένοιτο. εἶτα οἴει μέ σοι παρακαθημένην πόθεν ζήσειν; ἀλλὰ δακρύεις· πεπαύσῃ μετὰ μικρόν. ἐγὼ δὲ ἂν μὴ [τις] ὁ διδοὺς ἦ, πεινήσω τὸ καλόν. θαυμάζω δέ σου καὶ τὰ δάκρυα ὥς ἐστιν ἀπίθανα. δέσποινα Ἀφροδίτη, φιλεῖν, ἄνθρωπε, φής, καὶ βούλει σοι τὴν ἐρωμένην διαλέγεσθαι· ζῆν γὰρ χωρὶς ἐκείνης μὴ δύνασθαι. τί οὖν; οὐ ποτήριά ἐστιν ἐπὶ τῆς οἰκίας ὑμῖν; . . . . . . μὴ χρυσία τῆς μητρός, μὴ δάνεια τοῦ πατρὸς κομιούμενος. μακαρία Φιλῶτις· [τοῖς] εὐμενεστέροις ὄμμασιν εἶδον ἐκείνην αἱ Χάριτες· οἶον ἐραστὴν ἔχει Μενεκλείδην, ὃς καθʼ ἡμέραν δίδαωσί τι. ἄμεινον γὰρ ἢ κλάειν. ἐγὼ δὲ ἡ τάλαινα θρηνῳδόν, οὐκ ἐραστὴν ἔχω· στεφάνιά μοι καὶ ῥόδα ὥσπερ ἀώρῳ τάφῳ πέμπει καὶ κλάειν διʼ ὅλης φησὶ τῆς νυκτός. ἐὰν φέρῃς τι, ἧκε μὴ κλάων, εἰ δὲ μή, σεαυτὸν οὐχ ἡμᾶς ἀνιάσεις.
Οὐ προσέχει μοὶ τὸν νοῦν ὁ Δ[ι]ίλος, ἀλλʼ ἅπας ἐπὶ τὴν ἀκάθαρτον Θεττάλην νένευκε· καὶ μέχρι μὲν τῶν Ἀδωνίων καὶ ἐπίκωμός ποτε πρὸς ἡμὰς καὶ κοι- μησόμενος ἐφοίτα, ἤδη μέντοι ὡς ἄν τις ἀκκιζόμενος καὶ ἐρώμενον ἑαυτὸν ποιῶν καὶ τά γε πλεῖστα ὑπὸ τοῦ Ἕλικος, ὁπότε μεθυσθείη, ὁδηγούμενος· ἐκεῖνος γὰρ τῆς Ἑρπυλλίδος ἐρῶν τὴν παῥ ἡμῖν ἠγάπα σχολήν· νῦν μέντοι δῆλός ἐστι μηδʼ ὅλως ἡμῖν ἐντευξόμενος· τέσσαρας γὰρ [Λύσιδος] ἐξῆς ἡμέρας ἐν τῷ Λύσιδος κήπῳ μετὰ Θεττάλης καὶ τοῦ κάκιστ᾿ ἀπολουμένου Στρογγυλίωνος, ὃς ταύτην αὐτῷ προὐμνηστεύσατο τὴν ἐρωμένην ἐμοί τι προσκρούσας, κραιπαλᾷ. γραμματίδια μὲν οὖν καὶ θεραπαινίδων διαδρομαὶ καὶ ὅσα τοιαῦτα μάτην διήνυσται, καὶ οὐδὲν ἐξ αὐτῶν ὄφελος. δοκεῖ δέ μοι μᾶλλον ὑπὸ τούτων τετυφῶσθαι καὶ ὑπερεν- τρυφᾶν ἡμῖν. λοιπὸν οὖν ἀποκλείειν, κἂν ἔλθῃ ποτὲ πρὸς ἡμὰς κοιμη[θη]σόμενος, εἰ δὴ κνίσαι ποτὲ ἐκείνην βουληθείη, διώσασθαι· εἴωθε γὰρ ἡ βαρύτης τῷ ἀμε- λεῖσθαι καταβάλλεσθαι. εἰ δὲ μηδʼ οὕτως ἀνύοιμεν, θερμοτέρου τινὸς ἡμῖν ὥσπερ τοῖς σφόδρα κάμνουσι φαρμάκου δεῖ. δεινὸν γὰρ οὐ τοῦτο μόνον εἰ τῶν παῥ αὐτοῦ μισθωμάτων στερησόμεθα, ἀλλʼ εἰ Θεττάλῃ γέλωτα παρέξομεν. ἔστι σοι πειραθέν, ὡς φής, πολλά- κις ἐφʼ ἡλικίας φίλτρον. τοιούτου τινὸς βοηθήματος δεόμεθα, ὅ τὸν πολύν αὐτοῦ τῦφον, ἀλλʼ οὖν καὶ τὴν κραιπάλην ἐκκορήσει[εν]. ἐπικηρυκευσόμεθα δὴ αὐτ καὶ δακρύσομεν πιθανῶς, καὶ τὴν Νέμεσιν δεῖν αὐτὸν ὁρᾶν εἰ οὕτως ἐμὲ περιόψεται ἐρῶσαν αὐτοῦ, καὶ τοι- αῦτα ἄλλα ἐροῦμεν καὶ πλασόμεθα. ἥξει γὰρ ὡς ἐλεῶν δήπου με καιομένην ἐπʼ αὐτῷ· μεμνῆσθαι γὰρ τοῦ παρελθόντος χρόνου καὶ τῆς συνηθείας ἔχειν καλῶς ἐρεῖ, φυσῶν ἑαυτὸν ὁ λάσταυρος. συλλήψεται δὲ ἡμῖν καὶ ὁ Ἕλιξ· ἐπʼ ἐκεῖνον γὰρ ἡ Ἑρπυλλὶς ἀποδύσεται. ἀλλʼ ἀμφιβάλλειν εἴωθε τὰ φίλτρα καὶ ἀποσκήπτειεν εἰς ὄλεθρον. βραχύ μοι μέλει· δεῖ γὰρ αὐτὸν ἢ ἐμοὶ ζῆν ἢ τεθνάναι Θεττάλῃ.
Οἴχεται Βακχὶς ἡ καλή, Εὐθύκλεις φίλτατε, οἴχε- ται, πολλά τέ μοι καταλιποῦσα δάκρυα καὶ ἔρωτος ὅσον ἡδίστου τότε, τοσοῦτον πικροῦ νῦν μνήμην. οὐ γὰρ ἐκλήσομαί ποτε Βακχίδος, οὐχ οὗτος ἔσται 〈ὁ〉 χρόνος. ὅσην συμπάθειαν ἐνεδείξατο· ἀπολογίαν ἐκεί- νην καλῶν οὐκ ἄν τις ἁμαρτάνοι τοῦ τῶν ἑταιρῶν βίου. καὶ εἰ συνελθοῦσαι ἅπασαι πανταχόθεν εἰκόνα τινὰ αὐτῆς ἐν Ἀφροδίτης ἢ Χαρίτων θεῖεν, δεξιὸν ἄν τί μοι ποιῆσαι δοκοῦσιν. τὸ γὰρ θρυλούμενον ὑπὸ πάντων, ὡς πονηραί, ὡς ἄπιστοι, ὡς πρὸς τὸ λυσι- τελὲς βλέπουσαι μόνον, ὡς ἀεὶ τοῦ διδόντος, ὡς τίνος γὰρ οὐκ αἴτιαι κακοῦ τοῖς ἐντυγχάνουσι, διαβολὴν ἐπέδειξεν ἐφʼ ἑαυτῆς ἄδικον· οὕτω πρὸς τὴν κοινὴν βλασφημίαν τῷ ἤθει παρετάξατο. οἶσθα τὸν Μήδειον ἐκεῖνον τὸν ἀπὸ τῆς Συρίας δευρὶ κατάραντα μεθʼ ὅσης θεραπείας καὶ παρασκευῆς ἐσόβει, εὐνούχους ὑπισχνούμενος καὶ θεραπαίνας καὶ κόσμον τινὰ βαρ- βαρικόν· καὶ ὅμως ἥκοντα αὐτὸν οὐ προσίετο, ἀλλʼ ὑπὸ τοὐμὸν ἠγάπα κοιμωμένη χλανίσκιον τὸ λιτὸν τοῦτο καὶ δημοτικόν, καὶ τοῖς παῥ ἡμῶν γλίσχρως αὐτῇ πεμπο- μένοις ἐπανέχουσα τὰς σατραπικὰς ἐκείνας καὶ πολυ- χρύσους δωρεὰς διωθεῖτο. τί δαί; τὸν Αίγύπτιον ἄμπορον ὡς ἀπεσκοράκισεν ὅσον ἀργύριον προτείνοντα. οὐδὲν ἐκείνης ἄμεινον εὖ οἶδ᾿ ὅτι γένοιτʼ ἄν. [ὡς χρηστὸν ἦθος οὐκ εἰς εὐδαίμονος βίου προαίρεσιν δαίμων τις ὑπήνεγκεν.] εἶτʼ οἴχεται ἡμᾶς ἀπολιποῦσα καὶ κείσεται λοιπὸν μόνη ἡ Βακχίς. ὡς ἄδικον, ὧ φίλαι Μοῖραι· ἔδει γὰρ αὐτῇ συγκατακεῖσθαί με καὶ νῦν ὡς τότε. ἀλλʼ ἐγὼ μὲν περίειμι καὶ τροφῆς ψαύω καὶ διαλέξομαι τοῖς ἑταίρος, ἡ δὲ οὐκέτι με φαιδροῖς τοῖς ὄμμασιν ὄψεται μειδιῶσα, οὐδὲ ἵλεως καὶ εὐμενὴς διανυκτερεύσει τοῖς ἡδίστοις ἐκείνοις ἀπο- λαύσμασιν. ἀρτίως μὲν οἷον ἐφθέγγετο, οἷον ἔβλεπεν, ὅσαι ταῖς ὁμιλίαις αὐτῆς σειρῆνες ἐνίδρυντο, ὡς δὲ ἡδύ τι καὶ ἀκήρατον ἀπὸ τῶν φιλημάτων νέκταρ ἔσταζεν· ἐπʼ ἄκροις μοι δοκεῖ τοῖς χείλεσιν αὐτῆς ἐκάθισεν ἡ Πειθώ. ἅπόντα ἐκείνη γε τὸν κεστὸν ὑπέζωστο, ὅλαις ταῖς Χάρισι τὴν Ἀφροδίτην δεξιωσαμένη. ἔρρει τὰ παρὰ τὰς προπόσεις μινυρίσματα, καὶ ἡ τοῖς ἐλεφαν- τίνοις δακτύλοις κρουομένη λύρα ἔρρει. κεῖται δὲ ἡ πάσαις μέλουσα Χάρισι κωφὴ λίθος καὶ σποδιά. καὶ Μεγάρα μὲν ἡ ἱππόπορνος ζῇ, οὕτω Θεαγένην συλή- σασα ἀνηλεῶς, ὡς ἐκ πάνυ λαμπρᾶς οὐσίας τὸν ἄθλιον χλαμύδιον ἁρπάσαντα καὶ πέλτην οἴχεσθαι στρατευσό- μενον· Βακχὶς δὲ ἡ τὸν ἐραστὴν φιλοῦσα ἀπέθανε. ῥᾴων γέγονα πρὸς σὲ ἀποδυράμενος, Εὐθύκλεις φίλ- τατε· ἡδὺ γάρ μοί τι δοκεῖ περὶ ἐκείνης καὶ λαλεῖν καὶ γράφειν· οὐδὲν γὰρ ἢ τὸ μεμνῆσθαι καταλέλειπται. ἔρρωσο.
Εἶδόν σου τὴν νύμφην μυστηρίοις καλὸν περιβε- βλημένην θέριστρον· ἐλεῶ σε νὴ τὴν Ἀφροδίτην, ταλαίπωρε, οἷα πάσχεις μετʼ ἐκείνης καθεύδων τῆς χελώνης. οἷον τὸ χρῶμα 〈 τῆς〉 γυναικός, αὐτοσανδα- ράκη· ἡλίκους δὲ καθεῖτο τοὺς πλοκάμους ἡ νύμφη, οὐδὲν ἐοικότας ταῖς ἐπὶ τῆς κορυφῆς θριξίν. ὅσον δὲ κατεπέπλαστο ψιμύθιον· καὶ ἡμᾶς τὰς ἑταίρας λοι- δοροῦσιν ὅτι καλλωπιζόμεθα. ἀλλὰ μεγάλην εἶχεν ἄλυσιν — ἀξία γέ ἐστιν ἐν ἀλύσει διατελεῖν πλὴν οὐχὶ χρυσῇ — φάσματος ἔχουσα πρόσωπον. ἡλίκοι δὲ οἱ πόδες, ὡς πλατεῖς, ὡς ἄρ〈ρ〉υθμοι. αἰαῖ, γυμνὴν περιλαβεῖν ἐκείνην οἷόν ἐστιν· ἐμοὶ μὲν καὶ βαρύ τι ἐδόκει προσπνεῖν· μετὰ φρύνου καθεύδειν ἄν εἱλόμην, Νέμεσι δέσποινα. ἐμβλέψαι τί μὴ δωρίδι βούλομαι ἢ μετὰ τῆς ἀλύσεως καὶ τῶν περισκελ[λ] ίδων συγκερ . . .
. . . . ἐραστοῦ χωρίον Νύμφαις θυσίαν λέγουσα ὀφεί- λειν. εἴκοσιν ἀπέχει τῆς πόλεως στάδια· αὐτὸ δʼ ἐστὶ λειμών τις ἢ κῆπος· ὀλίγη δὲ παρὰ τὴν ἔπαυλιν ἀνεῖ- ται σπόριμος, τὰ δὲ λοιπὰ κυπαρίττια καὶ μυρρίναι, ἐρωτικοῦ, φίλη, κτημάτιον ὄντως, οὐ γεωργοῦ. εὐθὺς μὲν ἡ ἄ[μ]φοδος ἡμῶν εἶχέ τινα παιδιάν· τὰ μὲν γὰρ ἀλλήλας ἐσκώπτομεν ἢ τοὺς ἐραστάς, τὰ δʼ ὑπὸ τῶν ὑπαντώντων ἐρ〈ρ〉ινώμεθα. Νικίας δʼ ὁ λάσταυρος οὐκ οἶδα πόθεν ἐπανιών ‘ποῦʼ φησιν ἡμῖν ‘ἀθρόαι; τίνος ἄπιτε καταπιεῖν ἀγρόν; μακάριον ἐκεῖνο τὸ χω- ρίον ὅποι βαδίζετε, ὅσας ἕξει συκᾶς’. τοῦτον μὲν οὖν Πετάλη ἀπεσόβησε κωμῳδήσασα ἀκολάστως. ἀπέπτυσε γὰρ ἡμᾶς καὶ ἀκαθάρτους εἰπὸν ἀπεφθάρη. ἡμεῖς δὲ πυρακάνθας ἀφαιροῦσαι καὶ κλωνία καὶ ἀνεμώνας συλ- λέγουσαι παρῆμεν αἰφνιδίως· ἔλαθε δʼ ἡμᾶς ἡ ὁδὸς διὰ τὴν παιδιὰν ὡς οὐδʼ 〈ἄν〉 ᾠήθημεν ταχέως ἀνυ- σθεῖσα. εὐθὸς δὲ περὶ τὴν θυσίαν ἦμεν. μικρὸν δὲ ἄπωθεν τῶν ἐπαυλίων πέτρα τις ἦν συνηρεφὴς κατὰ κορυφὴν δάφναις καὶ πλατανίστοις, ἑκατέρωθεν δὲ μυρ〈ρ〉ίνης εἰσὶ θάμνοι, καί πως ἐξ ἐπιπλοκῆς αὐτὴν περιθεῖ κιττὸς ἐν χρῷ τῇ λίθῳ προσπεφυκώς· ἀπὸ δὲ αὐτῆς ὕδωρ ἀκήρατον ἐστάλαττεν. ὑπὸ δὲ ταῖς ἐξο- χαῖς τῶν πετριδίων Νύμφαι τινὲς ἵδρυνται καὶ Πὰν οἷον κατοπτεύων τὰς Ναΐδας ὑπερέκυπτεν· ἀντικρὺ βωμὸν αὐτοσχεδίως ἐνήσαμεν, εἶτα σχιζία καὶ πόπανα ἐπʼ αὐτῷ θέμεναι καταρχόμεθα λευκῆς ἀλεκτορίδος, καὶ μελίκρατον ἐπισπείσασαι καὶ λιβανωτὸν ἐπιθυμιά- σασαι τῷ πυριδίῳ καὶ προσευξάμεναι πολλὰ μὲν ταῖς Νύμφαις πλείω δὲ ἢ οὐκ ἐλάττω τῇ Ἀφροδίτη, ἱκετεύ- ομεν διδόναι τινὰ ἡμῖν ἐρωτικὴν ἄγραν. [τὸ] λοιπὸν εὐτρεπεῖς ἐπὶ τὴν εὐωχίαν ἦμεν. Ἴωμενʼ ἔφη ἡ Μέ- λισσα ‘οἴκαδε καὶ κατακλινῶμεν’. ‘μὴ μὲν οὖν πρός τε τῶν Νυμφῶν καὶ τοῦ Πανόςʼ εἶπον ἐγώ ‘τούτου· δρᾷς γὰρ ὥς ἐστιν ἐρωτικὸς· ἡδέως ἂν ἡμᾶς ἐνταῦθα κραιπαλώσας ἴδοι· ἀλλʼ ὑπὸ ταῖς μυρρίναις ἢν ἰδοὺ τὸ χωρίον ὡς ἔνδροσόν ἐστιν ἐν κύκλῳ καὶ τρυφεροῖς ἄνθεσι ποικίλον. ἐπὶ ταύτης βουλοίμην ἂν τῆς πόας κατακλιθῆναι ἢ ἐπὶ τῶν ταπητίων ἐκείνων καὶ τῶν μαλθακῶν ὑποστρωμάτων. νὴ Δία, ἀλλὰ ἔχει γέ τι πλέον τῶν ἐν ἄστει τἀνταῦθα συμπόσια, ἔνθα ἀγροῦ ὑπαίθριοι χάριτες’. ‘ναὶ ναί, λέγεις καλῶς’ ἔφασαν· εὐθὺς οὖν κατακλώμεναι αἱ μὲν σμίλακος αἱ δὲ μυρ- ρίνης κλάδους καὶ τὰ χλανίσκια ἐπιστορέσασαι αὐτο- σχεδίως συνερρίψαμεν. ἦν δὲ καὶ τοὔδαφος λωτῷ καὶ τριφύλλῳ μαλθακόν· ἐν μέσῳ κύκλῳ καί τινες ὑάκιν- θοι καὶ ἄνθεμα διαποίκιλα τὴν ὄψιν ὥρᾳζον· ἐαρινοῖς ἐφιζάνουσαι πετάλοις ἡδὺ καὶ κωτίλον ἀηδόνες ἐψιθύ- ριζον, ἠρέμα δὲ οἱ σταλαγμοὶ καταλειβόμενοι ἀπὸ τῆς οἷον ἱδρούσης σπιλάδος τρυφερόν τινα παρεῖχον ψόφον ἐαρινῷ πρέποντα συμποσίῳ. οἶνος ἦν οὐκ ἐπι- χώριος, ἀλλὰ Ἰταλός, οἵου σὺ ἔφης καδίσκους ἕξ Ἐλευσῖνι ἐωνῆσθαι, σφόδρα ἡδὺς καὶ ἄφθονος· ᾠά τε τὰ τρέμοντα ταῦτα ὥσπερ αἱ πυγαί, καὶ χιμαιρίδος ἁπαλῆς τεμάχη καὶ ἀλεκτορίδες οἰκουροί· εἶτα γα- λάκτια ποικίλα, τὰ μὲν μελίπηκτα τὰ δʼ ἀπὸ ταγήνου — πυτίας μοι δοκεῖ καλοῦσιν αὐτὰ καὶ σκώληκας [ τὰ πεμμάτια] — ὅσα τε ἀγρὸς ἡμῖν ἐαρινῆς ὀπώρας ἐπεδα- ψιλεύετο. μετὰ δὲ τοῦτο συνεχῶς περιεσόβουν αἱ κύ- λικες καὶ προπιεῖν μέτρον ἦν 〈 πλὴνγ〉 τρεῖς φιλοτησίας οὐ τὸ ποσόν. ἐπιεικῶς δέ πως τὰ μὴ προσηναγκασμένα τῶν συμποσίων τῷ συνεχεῖ τὸ πλεῖον ἀναλαμβάνει· ὑπεψεκάζομεν 〈οὖνγ〉 μικροῖς τισι κυ〈μ〉γβίοις ἀλλεπαλ- λήλοις. καὶ παρῆν Κρου[σ]μάτιον ἡ Μεγάρας καταυ- λοῦσα, ἡ δὲ Σιμμίχη ἐρωτικὰ μέλη πρὸς τὴν ἁρμονίαν ἦδεν. ἔχαιρον αἱ ἐπὶ τῆς πίδακος Νύμφαι. ἡνίκα δὲ ἀναστᾶσα κατοωρχήσατο καὶ τὴν ὀσφῦν ἀνεκίνησεν ἡ Πλαγγών, ὀλίγου ὁ Πὰν ἐδέησεν ἀπὸ τῆς πέτρας ἐπὶ τὴν πυγὴν αὐτῆς ἐξάλλεσθαι. αὐτίκα δὲ ἡμᾶς [ἔνδον] ἐδόνησεν ἡ μουσικὴ καὶ ὑποβεβρεγμένον εἴ- χομεν τὸν νοῦν· οἶδας ὅ τι λέγω. τὰς τῶν ἐραστῶν χεῖρας ἐμαλάττομεν τούς δακτύλους ἐκ τῶν ἁρμῶν ἠρέμα πως χαλῶσαι, καὶ πρὸς Διονύσῳ ἐπαίζομεν· καί τις ἐφίλησεν ὑσπτιάσασα καὶ μασταρίων ἐφῆκεν ἅψασθαι, καὶ οἷον ἀποστραφεῖσα ἀτεχνῶς τοῖς βουβῶσι τὸ κατ- όπιν τῆς ὀσφύος προσαπέθλιβε. διανίστατο δὲ ἤδη ἡμῶν μὲν τῶν γυναικῶν τὰ πάθη, τῶν ἀνδρῶν δὲ ἐκεἵνα· ὑπεκδυόμεναι δʼ οὖν μικρὸν ἄπωθεν συνηρεφῆ τινα λόχμην εὕρομεν, ἀρκοῦντα τῇ τότε κραιπάλη θά- λαμον. ἐνταῦθα διανεπαυόμεθα τοῦ πότου καὶ τοῖς κοιτωνίσκοις ἀπιθάνως εἰσεπαίομεν· κἄπειτα ἡ μὲν κλωνία μυρρίνης συνέδει ὥσπερ στέφανον ἑαυτῇ πλέ- κουσα καὶ ‘εἰ πρέπει μοι, φίλη, σκέψαι’, ἡ δʼ ἴων ἔχουσα κάλυκας ἐπανῄει ‘ὡς χρηστὸν ἀποπνεῖʼ λέγουσα, ἡ δὲ μῆλα ἄωρα ‘ἰδοὺ ταυτίʼ ἐκ τοῦ κόλπου προφέ- ρουσα ἐπεδείκνυτο, ἡ δὲ ἐμινύριζεν, ἡ δὲ φύλλα ἀπὸ τῶν κλωνίων ἀφαιροῦσα διέτρωγεν ὥσπερ ἀκκιζομένη· καὶ τὸ δὴ γελοιότατον, πᾶσαι γὰρ ἐπὶ ταὐτὸν ἀνιστά- μεναι ἀλλήλας λανθάνειν ἐβουλόμεθα· θατέρᾳ δὲ οἱ ἄνθρωποι ὑπὸ τὴν λόχμην παρήρχοντο. οὕτως μικρὰ παρεμπορευσαμέναι〈ς〉 τῆς ἀφροδίτης πάλιν συνειστή- κει πότος· καὶ οὐκέθʼ ἡμῖν ἐδόκουν προσβλέπειν ὡς πρότερον αἱ Νύμφραι, ἀλλʼ ὁ Πὰν [καὶ ὁ Πρίαπος] ἥδιον. ἐμφαγεῖν δʼ ἦν πάλιν ὀρνίθια ταυτὶ τὰ τοῖς δικτύοις ἁλισκόμενα καὶ πέρδικες, καὶ ἐκ τρυγὸς ἥδι- στοι βότρυες, καὶ λαγῳδίων νῶτα. εἶτα κόγχοι καὶ κήρυκες ἦσαν [οἱ] ἐξ ἄστεος κομισθέντες, καὶ ἐπιχώριοι κοχλίαι καὶ μύκητες οἱ ἀπὸ τῶν κομάρων, καὶ σισάρων εὐκάρδιοι ῥίζαι ὄξεῖ δεδευμέναι καὶ μέλιτι· ἔτι μέντοι ὃ μάλιστα ἡδέως ἐφάγομεν, θριδακῖναι καὶ σέλινα· 〈 π〉ηλίκαι δοκεῖς θριδακῖναι; πλησίον δὲ ἦν ὁ κῆπος, καὶ〉 ἑκάστη ‘ταύτην ἕλκυσονʼ ‘μὰ Δία ἀλλά μοι ταύτηνʼ ‘μὴ μὲν οὖν ἀλλὰ ἐκείνηνʼ ἐλέξαμεν ταῖς θεραπαινίσιν· ἦσαν δὲ αἱ μὲν εὔφυλλοι καὶ μακραί, αἱ δὲ οὖλαι 〈καὶ〉 βοστρύχοις ἐμφερεῖς, ἀλλὰ βραχεῖαι, ὑπόξανθος δέ τις τοῖς φύλλοις αὐτῶν 〈ἐν〉εκέχρωστο αὐγή· τὴν Ἀφροδίτην λέγουσι ταύτας φιλεῖν. ἐαρί- σασαι δʼ οὖν καὶ ἀναξανθεῖσαι τοὺς στομάχους ἐκραι- παλῶμεν μάλα νεανικῶς μέχρι 〈τοῦ〉 μηδὲ λανθάνειν ἀλλήλας θέλειν, μηδὲ αἰδουμένως τῆς ἀφροδίτης παρα- κλέπτειν· οὕτως ἡμᾶς ἐξεβάκχευσαν αἱ προπόσεις. μισῶ τὸν ἐκ γειτόνων ἀλεκτρυόνα· κοκκύσας ἀφείλετο τὴν παροινίαν. ἔδει ἀπολαῦσαί σε τῆς γοῦν ἀκοῆς τοῦ συμποσίου — τρυφερὸν γὰρ ἦν καὶ πρέπον ἐρωτικῇ ὁμιλίᾳ — εἰ καὶ μὴ τῆς παροινίας ἐδυνήθης· ἐβου- 10 | λόμην οὖν ἀκριβῶς ἕκαστα ἐπιστεῖλαι καὶ προὐτράπην· σὺ δὲ εἰ μὲν ὄντως ἔσχηκας μαλακῶς, ὅπως ἄμεινον ἕξεις σκόπει· εἰ δὲ τὸν ἐραστὴν προσδοκῶσα ἥξειν ἔνδον οἰκουρεῖς, οὐκ εὐλόγως οἰκουρεῖς. ἔρρωσο.
Σοὶ μόνῃ ἐραστὴς γέγονεν, ὃν φιλεῖς οὕτως ὥστε μηδʼἀκαρῆ πως αύτοῦ διαζευχθῆναι δύνασθαι. τῆς ἀηδίας, δέσποινα Ἀφροδίτη. κληθεῖσα ὑπὸ Γλυκέρας ἐπὶ θυ- σίον ἐκ τοσούτου χρόνου — ἀπὸ τῶν Διονυσίων γὰρ ἡμῖν ἐπήγγειλεν — οὐχ ἥκεις, οἶμαι, διʼ ἐκεῖνον, οὐδὲ τὰς φίλας ἰδεῖν γυναῖκας ἀνασχομένη. σώφρων γέγονας σύ καὶ φιλεῖς τὸν ἐραστήν, μακαρία τῆς εὐφη- μίας· ἡμεῖς δὲ πόρναι καὶ ἀκόλαστοι. ὑπῆρξε καὶ Φίλωνι συκίνη βακτηρία· ὀργίζομαι γὰρ νὴ τὴν μεγάλην θεόν. πᾶσαι επαρῆμεν, θεττάλη, Μοσχάριον, Θαΐς, Ἀνθράκιον, Πετάλη, θρυαλλίς, Μυρρίνη, Χρυσίον, Εὐξίππη· ὅπου καὶ Φιλουμένη, καίτοι γεγαμημένη προσφάτως καὶ ζηλοτυπουμένη, τὸ[ν] καλὸν κατακοιμίσασα τὸν ἄνδρα ὀψὲ μὲν ὅμως δὲ παρῆν. σὺ δʼ ἡμῖν μόνη τὸν Ἄδωνιν περιέψυυχες, μή που καταλειφθέντα αὐτὸν ὑπὸ σοῦ τῆς Ἀφροδίτης ἡ Περσεφόνη πσαραλάβη. οἷον ἡμῶν ἐγέ- νετο τὸ συμπόσιον — τί γὰρ οὐχ ἅψομαί σου τῆς καρδίας; — ὅσων χαρίτων πλῆρες. ᾠδαὶ σκώμματα πότος εἰς ἀλεκτρυόνων ὠδὰς μύρα στέφανοι τραγήματα. ὑπόσκιός τισι δάφναις ἦν ἡ κατάκλισις· ἓν μόνον ἡμῖν ἔλιπε, σύ, τὰ δʼ ἄλλα οὔ. πολλάκις ἐκραιπαλήσαμεν, οὕτω δὲ ἡδέως ὀλιγάκις. τὸ δʼ οὖν πλείστην ἡμῖν παρασκευάσαν τέρψιν, δεινή τις φιλονεικία κατέσχε Θρυαλλίδα καὶ Μυρρίνην ὑπὲρ τῆς πυγῆς ποτέρα κρείττω καὶ ἁπαλωτέραν ἐπιδείξει. καὶ πρώτη Μυρ- ρίνη τὸ ζώνιον λύσασα — βόμβυξ δʼ ἦν τὸ χιτώνιον ― διʼ αὐτοῦ τρέμουσαν οἷόν τι μελίπηκτον γάλα τὴν ὀσφῦν ἀνεσάλευσεν, ἀποβλέπουσα εἰς τοὐπίσω πρὸς τὰ κινήματα τῆς πυγῆς· ἠρέμα δʼ οἷον ἐνεργοῦσά τι ἐρω- τικὸν ὑπεστέναξεν, ὥστε με νὴ τὴν Ἀφροδίτην κατα- πλαγῆναι. οὐ μὴν ἀπεῖπέ γε ἡ Θρυαλλίς, ἀλλὰ τῇ ἀκολασίᾳ παρευδοκίμησεν αὐτήν· ‘οὐ γὰρ διὰ παρα- πετασμάτων ἐγώʼ φησίν ‘ἀγωνιοῦμαι, οὐδὲ ἀκκιζομένη, ἀλλʼ οἷον ἐν γυμνικῷ· καὶ γὰρ οὐ φιλεῖ προφάσεις ἀγών’. ἀπεδύσατο τὸ χιτώνιον καὶ μικρὸν ὑποσιμώ- σασα τὴν ὀσφῦν ‘ἰδού, σκόπει τὸ χρῶμαʼ φησίν ‘ὡς ἄκρηβες, Μυρρίνη, ὡς ἀκήρατον, ὡς καθαρόν, τὰ παραπόρφυρα τῶν ἰσχίων ταυτί, [τὴν ἐπὶ τοὺς μηροὺς ἔγκλισιν,] τὸ μήτε ὑπέρογκον αὐτῶν μήτε τοὺς γελασίνους ἐπʼ ἄκρων. ἀλλʼ οὐ τρέμει νὴ Δίαʼ 〈φησὶν〉 ἅμʼ ὑπομειδιῶσα ‘ὥσπερ ἡ Μυρρίνης’. καὶ τοσοῦτον παλμὸν ἐξειργάσατο τῆς πυγῆς, καὶ ἅπασαν αὐτὴν ὑπὲρ τὴν ὀσφῦν τῇδε καὶ τῇδε ὥσπερ ῥέουσαν περιεδίνησεν, ὥστε ἀνακροτῆσαι πάσας καὶ νικῶν ἀπο- φήνασθαι τὴν Θρυαλλίδα. ἐγένοντο δὲ καὶ περιάλλων συγκρίσεις καὶ περὶ μασταρίων ἀγῶνες . . . . τῇ μὲν γὰρ Φιλουμένης γαστρὶ ἀντεξετασθῆναι οὐδʼ ἡτισοῦν ἐθάρ- σησεν· ἄτοκος γὰρ ἦν καὶ σφριγῶσα. καταπαννυ- χίσασαι δʼ σῦν καὶ τούς ἐραστὰς κακῶς εἰποῦσαι καὶ ἄλλων ἐπιτυχεῖν εὐξάμεναι — ἀεὶ γὰρ ἡδίων ἡ πρόσ- φατος ἀφροδίτη — ᾠχόμεθα ἔξοινοι, καὶ πολλὰ κατὰ τὴν ὁδὸν κραιπαλήσασαι ἐπεκωμάσαμεν Δεξιμάχῳ κατὰ τὸν χρυσοῦν στενωπόν, ὡς ἐπὶ τὴν Ἄγνον κατῇμεν, πλησίον τῆς Μενέφρονος οἰκίας. ἐρᾷ γὰρ αὐτοῦ Θαῒς κακῶς, καὶ νὴ Δία εἰκότως· ἔναγχος γὰρ πλούσιον κεκληρονόμηκε πατέρα τὸ μειράκιον. νῦν μὲν οὖν συγγνώμην ἔχομέν σοι τῆς ὑπεροψίας, τοῖς Ἀδωνίοις δὲ ἐν Κολλυτῷ ἐστιώμεθα παρὰ τῷ Θεττάλης ἐραστῆ· τὸν γὰρ τῆς Ἀφροδίτης ἐρώμενον ἡ Θεττάλη 〈περι〉- στέλλει. ὅπως δʼ ἥξεις φέρουσα κηπίον καὶ κοράλλιον καὶ τὸν σὸν Ἄδωνιν ὃν νῦν περιψύχεις· μετὰ γὰρ τῶν ἐραστῶν κραιπαλήσομεν. ἔρρωσο.
Τί πολλὰ γράφων ἀνιᾷς σαυτόν; πεντήκοντά μοι χρυσῶν δεῖ καὶ γραμμάτων οὐ δεῖ. εἰ μὲν οὖν φιλεῖς, δός· εἰ δὲ φιλαργυρεῖς, μὴ ἐνόχλει. ἔρρωσο.
Σῦ ταύτης τῆς παρρησίας αἴτιος, 〈ὃς〉 τοσοῦτος ὢν βασιλεὺς εἶτα ἐπέτρεψας καὶ ἑταίρᾳ γράφειν σοι, [καὶ] οὐχ ἡγησάμενος δεινὸν ἐντυγχάνειν τοῖς ἐμοῖς γράμ- μασιν ὅλῃ μοι ἐντυγχάνων. ἐγώ, δέσποτα Δημήτριε, ὅταν μὲν ἔξω σε θεάσωμαι καὶ ἀκούσω μετὰ τῶν δορυ- φόρων καὶ τῶν στρατοπέδων καὶ τῶν πρέσβεων καὶ τῶν διαδημάτων, νὴ τὴν Ἀφροδίτην, πέφρικα καὶ τα- ράττομαι καὶ ἀποστρέφομαι ὡς τὸν ἥλιον, μὴ ἐπικαῶ τὰ ὄμματα· καὶ τότε μοι ὄντως ὁ πολιορκητὴς εἶναι δοκεῖς Δημήτριος· οἷον δὲ καὶ βλέπεις τότε, ὡς πικρὸν καὶ πολεμικόν· καὶ ἀπιστῶ ἐμαυτῇ καὶ λέγω ‘Λάμια, σύ μετὰ τούτου καθεύδεις; σὺ διὰ νυκτὸς ὅλης αὐτὸν καταυλεῖς; σοὶ νῦν οὗτος ἐπέσταλκε; σοὶ Γνάθαιναν τὴν ἑταίραν συγκρίνει᾿; καὶ ἠλογημένη σιωπῶ καὶ εὔ- χομαί σε θεάσασθαι παρʼ ἑαυτῇ. καὶ ὅταν ἔλθῃς, προσκυνῶ σε· καὶ ὅταν περιπλακείς με καταφιλῇς, πάλιν πρὸς ἐμαυτὴν τἀναντία λέγω ‘οὗτός ἐστιν ὁ πολιορκητής; οὗτός ἐστιν ὁ ἐν τοῖς στρατοπέδοις; τοῦ- τον φοβεῖται 〈ἡ〉 Μακεδονία, τοῦτον ἡ Ἑλλάς, τοῦτον ἡ Θρᾴκη; νὴ τὴν Ἀφροδίτην, σήμερον αὐτὸν τοῖς αὐ- λοῖς ἐκπολιορκήσω καὶ ὄψομαι τί με διαθήσειʼ. . . . . . . μᾶλλον εἰς τρίτην, παρʼ ἐμοὶ γὰρ δειπνήσεις, δέομαι. τὰ Ἀφροδίσια ποιῶ ταῦτα 〈τὰ〉 κατʼ ἔτος, καὶ ἀγῶνα ἔχω ἀεὶ τὰ πρότερα τοῖς ὑστέροις νικῶν. ὑποδέξομαι δή σε ἐπαφροδίτως καὶ ὡς ἔνι μάλιστα ἐπιφανῶς, ἄν μοι περιουσιάσαι γένηται ὑπὸ σοῦ, μηδὲν ἀνάξιον τῶν σῶν ἀγαθῶν ἐξ ἐκείνης τῆς ἱερᾶς νυκτὸς ἔτι πεποιη- κυίᾳ, καίτοι σοῦ γε ἐπιτρέποντος ὅπως ἄν βούλωμαι χρῆσθαι τῷ ἐμῷ σώματι· ἀλλὰ κέχρημαι καλῶς καὶ ἀμίκτως πρὸς ἑτέρους. οὐ ποιήσω τὸ ἑταιρικὸν οὐδὲ ψεύσομαι, δέσποτα, ὡς ἄλλαι ποιοῦσιν. ἐμοὶ γὰρ ἐξ ἐκείνου, μὰ τὴν Ἄρτεμιν, οὐδὲ προσέπεμψαν ἔτι πολλοὶ [οὐδὲ ἐπείρασαν] αἰδούμενοί σου τὰς πολιορκίας. ὀξύς ἐστιν Ἔρως, ὦ βασιλεῦ, καὶ ἐλθεῖν καὶ ἀναπτῆναι. ἐλπίσας πτεροῦται, καὶ ἀπελπίσας ταχύ πτερορρυεῖν εἴωθεν ἀπογνωσθείς. διὸ καὶ μέγα τῶν ἑταιρουσῶν ἐστι σόφισμα, ἀεὶ τὸ παρὸν τῆς ἀπολαύσεως ὑπερτι- θεμένας ταῖς ἐλπίσι διακρατεῖν τούς ἐραστάς. [πρὸς ὑμᾶς δὲ οὐδὲ ὑπερτίθεσθαι ἔξεστιν, ὥστε φόβον εἶναι κόρου.] λοιπὸν ἡμᾶς δεῖ τὰ μὲν ποιεῖν, τὰ δὲ μαλα- κίζεσθαι, τὰ δὲ ᾄδειν, τὰ δὲ αὐλεῖν, τὰ δὲ ὀρχεῖσθαι, τὰ δὲ δειπνοποιεῖν, τὰ δὲ κοσμεῖν [σοι] τὸν οἶκον, τὰς [δὲ] ὁπωσοῦν ἄλλως ταχύ μαραινομένας μεσολα- βούσας χάριτας, ἵνα μᾶλλον ἐξάπτωνται τοῖς διαστή- μασιν εὐαλέστεραι αὐτῶν αἱ ψυχαί, φοβουμένων μὴ ἄλλο πάλιν γένηται τῆς ἐν τῷ παρόντι τύχης κώλυμα. ταῦτα δὲ πρὸς μὲν ἑτέρους τάχα ἂν ἐδυνάμην, βασιλεῦ, πλάττεσθαι καὶ τεχνιτεύειν· πρὸς δὲ σέ, ὃς οὕτως ἤδη αὐχεῖς ἐπʼ ἐμοὶ ὡς ἐπιδεικνύναι με καὶ ἀγάλλεσθαι πρὸς τὰς ἄλλας ἑταίρας ὅτι πασῶν ἐγὼ πρωτεύω, μὰ τὰς φίλας Μούσας, οὐκ ἂν ὑπομείναιμι [πλάττεσθαι]· οὐχ οὕτως εἰμὶ λιθίνη. ὥστε ἀφεῖσα πάντα καὶ τὴν ψυχὴν ἐμαυτῆς εἰς τὴν σὴν ἀρέσκειαν ὀλίγον ἡγήσομαι δε〉 δαπανῆσ〈θ〉αι. 〈ἀλλ᾿ 〉εὖ οἶδα γὰρ ὅτι οὐ μόνον ἐν τῇ Θηριππίδου οἰκίᾳ, ἐν ᾗ μέλλω σοι τὸ τῶν Ἀφροδισίων εὐτρεπίζειν δεῖπνον, ἔσται διαβόητος ἡ παρασκευή, ἀλλὰ καὶ ἐν ὅλῃ τῇ Ἀθηναίων πόλει, νὴ τὴν Ἄρτεμιν, καὶ ἐν τῇ Ἑλλάδι πάσῃ. καὶ μάλιστα οἱ μισητοὶ Λακε- δαιμόνιοι, ἵνα δοκῶσιν ἄνδρες εἶναι οἱ ἐν Ἐφέσῳ ἀλώπεκες, οὐ παύσονται τοῖς Ταϋγέτοις ὄρεσι καὶ ταῖς ἐρημίαις ἑαυτῶν διαβάλλοντες ἡμῶν τὰ δεῖπνα καὶ καταλυκουργίζοντες τῆς σῆς ἀνθρωποπαθείας. ἀλλʼ οὗτοι μὲν χαιρόντων, δέσποτα, σύ δέ μοι μέμνησο φυ- λάξαι τὴν ἡμέραν τοῦ δείπνου καὶ τὴν ὥραν ἣν ἂν ἓλῃ· ἀρίστη γὰρ ἣν 〈σὺ〉 βούλει. ἔρρωσο.
θὐόεν δυσαρεστότερον, ὡς ἔοικεν, ἐστὶν ἄρτι πάλιν μειρακευομένου πρεσβύτου. οἷά με Σπίκουρος οὗτος διοικεῖ πάντα λοιδορῶν, πάντα ὑποπτεύων, ἐπιστολὰς ἀδιαλύτους μοι γράφων, ἐκδιώκων ἐκ τοῦ κήπου. μὰ τὴν Ἀφροδίτην, εἰ σδωνις ἦν, ἤδη ἐγγὺς ὀγδοήκοντα γεγονὸς ἔτή, οὐκ ἂν αὐτοῦ ἠνεσχόμην φθειριῶντος καὶ φιλονοσοῦντος καὶ καταπεπιλημένου εὖ μάλα πό- κοις ἀντὶ πίλων. μέχρι τίνος ὑπομενεῖ τις τὸν φιλό- σοφον τοῦτον; ἐχέτω τὰς περὶ φύσεως αὐτοῦ κυρίας δόξας καὶ τοὺς διεστραμμένους κανόνας, ἐμὲ δὲ ἀφέτω τὴν φυσικῶς κυρίαν ἐμαυτῆς ἀστομάχητον καὶ ἀνύ- βριστον. ὄντως ἐγὼ πολιορκητὴν ἔχω τ[οι]οῦτον, οὐχ οἷον σὺ Δάμια Δημήτριον. μὴ γὰρ ἔστι σωφρονῆσαι διὰ τὸν ἄνθρωπον τοῦτον; καὶ σωκρατίζειν καὶ στω- μύλλεσθαι θέλει καὶ εἰρωνεύεσθαι, καὶ Ἀλκιβιάδην τινὰ τὸν Πυθοκλέα νομίζει καὶ Eανθίππην ἐμὲ οἱεται ποιήσειν. [καὶ] πέρας ἀναστᾶσα ὁποίποτε γῆν πρὸ γῆς φεύξομαι μᾶλλον ἢ τὰς ἐπιστολὰς αὐτοῦ τὰς ἀδια- παύστους ἀνέξομαι. ὅ δὲ πάντων δεινότατον ἥδη καὶ ἀφορητότατον τετόλμηκεν, ὑπὲρ οὖ καὶ γνώμην βου- λομένη λαβεῖν τί μοι ποιητέον ἐπέσταλκά σοι· Σίμαρ- χον τὸν καλὸν οἶσθα τὸν Κηφισιᾶθεν. οὐκ ἀρνοῦμαι πρὸς τὸν- νεανίσκον οἰκείως ἔχειν ἐκ πολλοῦ — πρὸς σέ μοι τἀληθῆ Ἀάμια — καὶ τὴν πρώτην ἀφροδίτην ἄμαθον παρʼ αὐτοῦ σχεδόν· οὗτος γάρ με διεπαρθέ- νευσεν ἐκ γειτόνων οἰκοῦσαν. ἐξ ἐκείνου τοῦ χρόνου πάντα μοι τἀγαθὰ πέμπων οὐ διαλέλοιπεν, ἐσθῆτα〈ς〉 χρυσία, θεραπαίνας θεράποντας, Ινδὰς νδούς. τἆλλα σιωπῶ. ἀλλὰ τὰ μικρότατα προλαμβάνει τῆς ὥρας, ἵνα μηδεὶς φθάσῃ με γευσάμενος. τοιοῦτον οὖν ἐρα- στὴν 0145‘ἀπόκλεισονʼ φησὶ ‘καὶ μὴ προσίτω σοιʼ, ποίοις δοκεῖς αὐτὸν ἀποκαλῶν ὀνόμασιν; οὔτε ὡς Ἀττικὸς οὔτε | ὡς φιλόσοφος, ... ἢ Καππαδοκίας πρῶτος εἰς τὴν Ἐλλάδα ἥκων. ἐγὼ μὲν εἰ καὶ ὅλη γέμοι ἡ Ἀθηναίων πόλις Ἐπικούρων, μὰ τὴν Ἄρτεμιν, οὐ ζυγοστατήσω πάντας αὐτούς επρὸς τὸν ιμάρχου βραχίονα, μᾶλλον δὲ οὐδὲ πρὸς τὸν δάκτυλον. τί σὺ λέγεις Λάμια; οὐκ ἀληθῆ ταῦτα; οὐ δίκαιά φημι; καὶ μὴ δή, δέομαί σου. πρὸς τῆς Ἀφροδίτης, μή σοι ταῦτα ἐπελθέτω· ‘ἀλλὰ φιλόσοφος, ἀλλὰ ἐπιφανής, ἀλλὰ πολλοῖς φίλοις κεχρη- μένος’. λαβέτω καὶ ἀγὼ ἔχω, διδασκέτω δʼ ἄλλους. ἐμὲ γὰρ οὐδὲν θάλπει ἡ δόξα, ἀλλʼ ὃν θέλω δὸς τί. μαρχον, Δάματερ. ἀλλὰ καὶ διʼ ἐμὲ πάντα ἠνάγκασται ὁ νεανίσκος καταλιπών, τὸ Ἀύκειον καὶ τὴν ἑαυτοῦ νεότητα καὶ τούς συνεφήβους καὶ τὴν ἑταιρείαν, μετʼ αὐτοῦ ζῆν καὶ κολακεύειν αὐτὸν καὶ καθυμνεῖν τὰς ὑπηνέμους αὐτοῦ δόξας. ὁ 〈δ〉 Ἀτρεὺς οὗτος ‘ἔξελθεʼ φησίν ‘ἐκ τῆς ἐμῆς μοναγρίας καὶ μὴ πρόσιθι Δεοντίῳ’. ὡς οὐ δικαιότερον ἐκείνου ἐροῦντος ‘σύ μὲν οὖν μὴ πρόσιθι τῇ ἐμῇ᾿. καὶ ὁ μὲν νεανίσκος ὤν ἀνέχεσαι τὸν ὕστερον ἀντεραστὴν γέροντα, ὁ δὲ τὸν δικαιότε- ρον οὐχ ὑπομένει. τί ποιήσω, πρὸς τῶν θεῶν ἱκετεύω σε Λάμια. νὴ τὰ μυστήρια, νὴ τὴν τούτων τῶν κακῶν ἀπαλλαγήν, ὡς ἐνθυμηθεῖσατοῦ ιμάρχου τὸν χωρισμὸν ἄρτι ἀπέψ-υγμαι καὶ δρωκα τὰ ἄκρα καὶ ἡ καρδία μου ἀνέστραπται. δέομαί σου, δέξαι με πρὸς σεαυτὴν ἡμέρας ὀλίγας, καὶ ποιήσω τοῦτον αἰσθάνεσθαι πηλί- κων ἀπέλαυεν ἀγαθῶν ἔχων ἐν τῇ οἰκίᾳ ἐμέ. καὶ οὐ- κέτι φέρει τὸν κόρον, εὖ οἶδα· πρεσβευτὰς εὐθύς πρὸς ἡμᾶς διαπέμψεται Μητρόδωρον καὶ Ἕρμα〈ρ〉ὼχον καὶ Πολύαινον. ποσάκις οἴει με, Λάμια, πρὸς αὐτὸν Ἰδίᾳ παραγενομένην εἰπεῖν ‘τί ποιεῖς ʼΣπίκουρε; οὐκ οἰσθα ὡς διακωμῳδεῖ σε ιμοκράτης ὁ Μητροδώρου 〈ἀδελφὸςὰ〉 ἐπὶ τούτοις ἐν ταῖς ἐκκλησίαις, ἐν τοῖς θεάτροις, παρὰ τοῖς ἄλλοις σοφισταῖςʼ; ἀλλὰ τί ἔστιν αὐτῷ ποιῆσαι; ἀναίσχυντός ἐστι τῷ ἐρᾶν. καὶ ἐγὼ ἔσομαι τοίνυν ὁμοία τις αὐτῷ [ἀναίσχυντος] καὶ οὐκ ἀφήσω τὸν ἐμὸν μαρχον. ἔρρωσο.
Ἐγὼ μὰ τὰς Ἐλευσινίας θεάς, μὰ τὰ μυστήρια αὐ- τῶν, ἅ σοι καὶ ἐναντίον ἐκείνων ὥμοσα πολλάκις, Γλυ- κέρα, μόνος μόνη, ὡς οὐδὲν ἐπαίρω τἀμὰ οὐδὲ βού- λομαι σου χωρίζεσθαι, ταῦτα καὶ λέγω καὶ γράφω. τί γὰρ ἐμοὶ χωρὶς σοῦ γένοιτʼ ἂν ἥδιον; τί〈νιο〉 δʼ ἐπαρ- θῆναι μεῖζον 〈ἄνο〉 δυναίμην τῆς σῆς φιλίας; ἐπεὶ καὶ τὸ ἔσχατον ἡμῶν γῆρας διὰ τούς σοὺς τρόπους καὶ τὰ 〈κὰ〉 ἤθη νεότης ἀεὶ φανεῖταί μοι. καὶ συννεά- σαιμεν ἀλλήλοις καὶ συγγηράσαιμεν, καὶ νὴ τούς θεοὺς συναποθάνοιμεν, ἀλλʼ αἰσθανόμενοι, Γ λυκέρα, ὅτι συν- αποθνήσκομεν, ἵνα μηδετέρῳ ἡμῶν ἐς Ἅίδου συγκατα- βαίη τις ζῆλος, εἴ τινων ἄλλων ὁ σωθεὶς πειράσεται ἀγαθῶν. μὴ δὴ γένοιτό μοι πειραθῆναι σοῦ μηκέτʼ οὕσης· τί γὰρ ἂν ἔτι καταλείποιτο ἀγαθόν; ἃ δὲ νῦν ἥπειξέ με ἐν Πειραιεῖ μαλακιζόμενον — οἶσθα γάρ μου τὰς συνήθεις ἀσθενείας, ἂς οἱ μὴ φιλοῦντές με τρυφὰς καὶ σαλακωνίας καλεῖν εἰώθασιν — ἐπιστεῖλαί σοι ἐν ἄστει μενούσῃ διὰ τὰ Ἁλῷά τῆς θεοῦ, ταῦτʼ ἐστίν· ἐδεξάμην ἀπὸ τολεμαίου τοῦ βασιλέως γύπτου γράμματα, ἐν οἷς δεῖταί μου πάσας δεήσεις, καὶ προτρέπεται βασιλικῶς ὑπισχνούμενος τὸ δὴ λεγό- μενον τοῦτο τὰ τῆς γῆς ἀγαθὰ καὶ ἐμὲ καὶ Φιλή- μονα· καὶ γὰρ ἐκείνῳ γράμματα κεκομίσθαι φησί· καὶ αὐτὸς δὲ ὁ Φιλήμων ἐπέστειλέ μοι τὰ ἴδια δῆλον ὅτι ἐλαφρότερα καὶ ὡς οὐ Μενάνδρῳ γεγραμμένα ἧττον λαμπρά. ἀλλʼ ὄψεται καὶ βουλεύσεται τὰ ἴδια οὗτος. ἐγὼ δὲ οὐ περιμενῶ βουλάς, ἀλλὰ σύ μοι, λυκέρα, καὶ γνώμη καὶ βρεοπαγῖτις βουλὴ καὶ Ἡλιαία, 〈καὶ〉 ἅπαντα νὴ τὴν Ἀθηνᾶν ἀεί 〈τε〉 γέγο- νας καὶ νῦν ἔση. τὰς μὲν οὖν ἐπιστολὰς τοῦ βασι- λέως σοι διεπεμψάμην, ἵνα μὴ κόπτω σε δὶς καὶ τοῖς ἐμοῖς καὶ τοῖς ἐκείνου γράμμασιν ἐντυγχάνουσαν· ἃ δὲ ἐπιστέλλειν αὐτῷ ἔγνωκα, βούλομαί σε εἰδέναι. πλεῖν μὲν καὶ εἰς Αἴγυπτον ἀπιέναι μακρὰν οὕτως καὶ ἀπῳ- κισμένην βασιλείαν οὖσαν, μὰ τοὺς δώδεκα θεούς, οὐδὲ ἐνθυμοῦμαι. ἀλλʼ οὐδὲ εἰ ἐν Αἰγίνῃ ταύτη γε τῇ πλησίον ἔκειτο Ἀῖγυπτος, οὐδʼ οὕτως ἐν νῷ ἂν ἔσχον ἀφεὶς τὴν ἐμὴν βασιλείαν τῆς σῆς φιλίας μόνος ἐν τοσούτῳ ὄχλῳ Ἀιγυπτίων χωρὶς λυκέρας ἐρημίαν πολῦάνθρωπον ὁρῶν. ἥδιον γὰρ καὶ ἀκινδυνότερον τὰς σὰς θεραπεύω μᾶλλον αὐλάς, ἢ τὰς ἀπάντων τῶν σατραπῶν καὶ βασιλέων, 〈ἔνʼ〉 ἐτικίνδυνον μὲν τὸ ἄγαν ἐλεύθερον, εὐκαταφρόνητον δὲ τὸ κολακεῦον, ἄπιστον δὲ τὸ εὐτυχούκενον. ἐγὼ δὲ καὶ τὰς θηρι- κλείους καὶ τὰ καρχήσια καὶ τὰς χρυσίδας καὶ πάντα τὰ ἐν ταῖς αὐλαῖς ἐπίφθονα παρὰ τούτοις ἀγαθὰ φυ- όμενα, τῶν κατʼ ἔτος Χοῶν καὶ τῶν ἐν τοῖς θεά- τροις Ληναίων καὶ τῆς χθιζῆς ὁμολογίας καὶ τῶν τοῦ Λυκείου γυμνασίων καὶ τῆς ἱερὰς Ἀκαδημ〈ε〉ίας οὐκ ἀλλάττομαι, μὰ τὸν Διόνυσον καὶ τοὺς βακχικοὺς αὐ- τοῦ κισσούς, οἷς στεφανωθῆναι μᾶλλον ἢ τοῖς Πτολε- μαίου βούλομαι διαδήμασιν, ὁρώσης καὶ καθημένης ἐν τῶ θεάτρῳ λυκέρας. ποῦ γὰρ ἐν Ἀίγύπτῳ ὄψομαι ἐκκλησίαν καὶ ψῆφον ἀναδιδομένην; ποῦ δὲ δημοκρα- τικὸν ὄχλον οὕτως ἐλευθεριάζοντα; ποῦ δὲ θεσμοθέτας ἐν ταῖς ἱεραῖς κόμαις κεκισσωμένουςς ποῖον περισχοί- νισμα; ποίαν αἰρεσιν; ποίους ύτρους; Κεραμεικόν, ἀγοράν, δικαστήρια, τὴν καλὴν ἀκρόπολιν, τὰς σεμνὰς θεάς, τὰ μυστήρια, τὴν γειτνιῶσαν αλαμῖνα, τὰ στενά, τὴν Ψυττάλ〈ε〉ιοιαν, τὸν Μαραθῶνα, ὅλην ἐν ταῖς Ἀθή- ναις τὴν Ἐλλάδα, τὴν Ἰωνίαν, τὰς Κυκλάδας πάσας; ἀφεὶς ταῦτα καὶ λυκέραν μετʼ αὐτῶν εἰς Ἀίγυπτον ἀπέλθω χρυσὸν λαβεῖν καὶ ἄργυρον καὶ πλοῦτον; ᾆ μετὰ τίνος χρήσομαι; μετὰ λυκέρας τοσοῦτον διατε- θαλασσευμένης; οὐ πενία δέ μοι ἔσται χωρὶς αὐτῆς ταῦτα; ἐὰν δὲ ἀκούσω τοὺς σεμνοὺς ἔρωτας εἰς ἄλλον αὐτὴν μετατεθεικέναι, οὐ σποδός μοι πάντες οἱ θησαυ- ροὶ γενήσονται; καὶ ἀποθνήσκων τὰς μὲν λύπας ἐμαυ- τῷ συναποίσω, τὰ δὲ χρήματα τοῖς ἰσχύουσιν ἀδικεῖν ἐν μέσῳ κείσεται. ἢ μέγα τὸ συμβιοῦν Πτολεμαίῳ καὶ σατράπαις καὶ τοιούτοις ψόφοις, ὧν οὕτε τὸ φιλι- κὸν βέβαιον οὔτε τὸ διεχθρεῦον ἀκίνδυνον; ἐὰν δὲ διοργισθῇ τί μοι 7 λυκέρα, ἅπαξ αὐτὴν ἁρπάσας κατε- φίλησα· ἂν ἔτι ὀργίζηται, μᾶλλον αὐτὴν ἐβιασάμην· κἂν βαρυθύμως ἔχη, δεδάκρυκα· καὶ πρὸς ταῦτʼ,οὐκέθ ὑπομείνασα τὰς ἐμὰς λύπας, δεῖται λοιπὸν οὔτε στρατιώτας ἔχουσα οὕτε δορυφόρους οὔτε φύλακας· ἐγὼ γὰρ αὐτῇ εἰμι πάντα. ἦ μέγα καὶ θαυμαστὸν δεῖν τὸν καλὸν Νειλον· οὐ μέγα δὲ καὶ τὸν Εὐφρά- την ἰδεῖν; οὐ μέγα δὲ καὶ τὸν στρον; οὐ τῶν μεγτά- λων καὶ ὁ θερμώδων, ὁ ιγρις, ὁ Ἅλυς [ὸ ‘Ρονος]; εἰ μέλλω πάντας τούς ποταμούς ὁρᾶν, καταβαπτισθῇ- σεταί μοι τὸ ζῆν μὴ βλέποντι [μοι] Γλυκέραν. ὁ δὲ Νειλος οὗτος καίπερ ὤν καλός, ἀλλʼ ἀποτεθηρίωται, καὶ οὐκ ἐστιν οὐδὲ ροσελθεῖν αὐτοῦ ταῖς δίναις ἐλλ– χαμένου τοσούτοις κακοῖς. ἐμοὶ γένοιτο, ὅασιλεῦ τολεμαῖε, χώματος καὶ τάφου πατρῴου τυχεῖν. ἐμοὶ γένοιτο τὸν Ἀττικὸν ἀεὶ στέφεσθαι κισσὸν καὶ τὸν ἐπʼ ἐσχάρας ὑμνῆσαι κατʼ ἔτος Διόνυσον, τὰς μυστηριώτι- δας ἄγειν τελετάς, δραματουργεῖν τι καινὸν ταῖς ἐτη- σίοις θυμέλαις [δρᾶμα], γελῶντα καὶ χαίροντα καὶ ἀγω- νιῶῶντα καὶ φοβούμενον καὶ νικῶντα. Φιλήμων δὲ εὐτυ- χείτω καὶ τἀμὰ 〈ἐχέτω〉 ἀγαθὰ γενόμενος ἐν Ἀίγύπτῳ. οὐκ ἔχει Φψιλήμων λυκέραν τινά, οὐδὲ ἄξιος ἦν ἴσως τοιούτου ἀγαθοῦ. σὺ δὲ ἐκ τῶν Ἀλῷων δέομαι, λυ- κέριον, εὐθὺς πετομένη επρὸς ἡμᾶς ἐπὶ τῆς ἀστράβης φέρου. μακροτέραν ἑορτὴν οὐδέποτε ἔγνων οὐδὲ ἀκαι- ροτέραν. Δήμητερ, ἵλεως γενοῦ.
Ἅς διεπέμψω μοι τοῦ βασιλέως ἐπιστολὰς εὐθὺς ἀνέγνων. μὰ τὴν Χαλλιγένειαν ἐν ἧς νῦν εἰμι κατευ- χαῖς ἔχαιρον, Μένανδρε, ἐκπαθὴς ὑπὸ ἡδονῆς γινομένη, καὶ τὰς παρούσας οὐκ ἐλάνθανον. ἦν δὲ ἢ τε μήτηρ μου καὶ ἡ ἑτέρα ἀδελφὴ Σὐφρόνιον καὶ τῶν φίλων ῆν οἶσθα· καὶ 〈γὰρ〉 παρὰ σοὶ ἐδείπνησε πολλάκις, καὶ ἐπῄνεις αὐτῆς τὸν ἐπιχώριον ἀττικισμόν, ἀλλʼὡς φοβού- μενος αὐτὴν ἐπαινεῖν, ὅθεν καὶ μειδιάσασα θερμότερόν σε κατεφίλησα. οὐ μέμνησαι, Μένανδρε; θεασάμεναι δέ με παρὰ τὸ εἰωθὸς καὶ τῷ προσώπῳ καὶ τοῖς ὀφθαλ- μοῖς χαίρουσαν ‘ὦ λυκέριονʼ ἤροντο, ‘τί σοι τηλι- κοῦτον γέγονεν ἀγαθόν, ὅτι καὶ ψυχῇ καὶ σώματι καὶ πᾶσιν ἀλλοιοτέρα νῦν ἡμῖν πέφηνας; καὶ τὸ σῶμα γεγάνωσαι καὶ διαλάμπεις ἐπιχάριτόν τι καὶ εὐκταῖον᾿, κἀγώ Μένανδρονʼ ἔφην ‘τὸν ἐμὸν [ὃν] ὁ Αἰγύπτου βασιλεὺς τολεμαῖος ἐπὶ τῷ ἡμίσει τῆς βασιλείας τρό- πον τινὰ μεταπέμπεταιʼ μείζονι τῇ φωνῇ φθεγξαμένη καὶ σφοδροτέρᾳ, ὅπως πᾶσαι ἀκούσωσιν αἱ παροῦσαι. καὶ ταῦτα ἔλεγον ἐγὼ διατινάσσουσα καὶ σοβοῦσα ταῖς χερσὶν ἐμαυτῆς τὰς ἐπιστολὰς σύν τῇ βασιλικῇ σφρα- γῖδι. ‘χαίρεις οὖν ἀπολειπομένη’; ἔφ[ρ]ασαν. τὸ δὲ οὐκ ἦν, Μένανδρε. ἀλλὰ τοῦτο μὲν οὐδενὶ τρόπῳ μὰ τὰς θεάς, οὐδʼ εἰ βοῦς μοι τὸ 〈δὴ〉 λεγόμενον φθέγ- ξαιτο, πεισθείην ἂν ὅτι βουλήσεταί μέ ποτε ἢ δυνή- σεται Μένανδρος ἀπολιπὼν ἐν Ἀθήναις λυκέραν τὴν ἑαυτοῦ μόνος ἐν Ἀίγύπτῳ βασιλεύειν μετὰ πάντων τῶν ἀγαθῶν. ἀλλὰ καὶ τοῦτό γε εἰδὼς ἐκ τῶν ἐπιστο- λῶν ὧν ἀνέγνων 〈δῆλος〉 ἦν ὁ βασιλεύς, τἀμὰ πεπυσ- μένος ὡς ἔοικε περὶ σέ, καὶ ἠρέμα διʼ ὑπονοιῶν Αἰ- γυπτίοις θέλων ἀστεισμοῖς σε διατωθάζειν. χαίρω διὰ τοῦτο, ὅτι πεπλεύκασι καὶ εἰς Αἴγυπτον πρὸς αὐτὸν οἱ ἡμέτεροι ἔρωτες· καὶ πείθεται πάντως ἐξ ὧν ἤκουσεν ἀδύνατα σπουδάζειν ἐπιθυμῶν Ἀθήνας πρὸς αὐτὸν δια- βῆναι. τί γὰρ Ἀθῆναι χάρις Μενάνδρου; τί δὲ Μέναν- δρος χωρὶς Γλυκέρας; ἥτις αὐτῷ καὶ τὰ προσωπεῖα δια- σκευάζω καὶ τὰς ἐσθῆτας ἐνδύω, κἀν τοῖς παρασκηνίοις ἕστηκα τοὺς δακτύλους ἐμαυτῆς πιέζουσα καὶ τρέ- μουσα, ἕως ἂν κροταλίσῃ τὸ θέατρον· τότε νὴ τὴν Ἄρ- τεμιν ἀναψψύχω καὶ περιβάλλουσά σε τὴν ἱερὰν [τῶν δραμάτων] ἐκείνην κεφαλὴν ἐναγκαλίζομαι. ἀλλʼ ὅ γε ταῖς φίλαις τότε χαίρειν ἔφην, τοῦτʼἦν Μένανδρε, ὅτι οὐκ ἄρα λυκέρα μόνον ἀλλὰ καὶ βασιλεῖς ὑπερ- θαλάσσ(ιροι ἐρῶσί σου, καὶ διαπόντιοι φῆμαι τὰς σὰς ἀρετὰς κατηγγέλκασι. καὶ Ἀῖγυπτος καὶ Vειλος καὶ Πρωτέως ἀκροωτήρια καὶ αἱ Φάριαι σκοπιαὶ επάντα μετέωρα νῦν ἐστι, βουλόμενα ἰδεῖν Μένανδρον καὶ ἀκοῦσαι φιλαργύρων καὶ ἐρώντων καὶ δεισιδαιμόνων καὶ ἀπίστων [καὶ πατέρων καὶ υἱῶν 〈καὶ γραῶν〉 καὶ θεραπόντων] καὶ παντὸς 〈τοῦ〉[ἐν]σκηνοβατουμένου· ὧν ἀκούσονται μέν, οὐκ ὄψονται δὲ Μένανδρον, εἰ μὴ ἐν ἄστει παρὰ λυκέρᾳ γένοιντο καὶ τὴν ἐμὴν εὐδαιμο- νίαν ἴδοιεν, τὸν πάντη διὰ τὸ κλέος αὐτοῦ Μένανδρον καὶ νύκτωρ καὶ μεθʼ ἡμέραν ἐμοὶ προσκείμενον. οὐ μὴν ἀλλʼ εἴγε ἄρα πόθος αἱρεῖ σέ τις καὶ τῶν ἐκεῖ ἀγαθῶν καὶ εἰ μηδενὸς ἄλλου τῆς γε Αἰγύπτου, χρή- μάτος μεγάλου, καὶ τῶν αὐτόθι πυραμίδων καὶ τῶν ἠχούντων ἀγαλμάτων καὶ τοῦ περιβοήτου λαβυρίνθου καὶ τῶν ἄλλων ὅσα ὑπὸ χρόνου ἢ τέχνης παρʼ αὐτοῖς τίμια, δέομαί σου Μένανδρε, μὴ ποιήσῃ με πρόφασιν· μηδέ με Ἀθηναῖοι διὰ ταῦτα μισησάτωσαν ἥδη τούς μεδίμνους ἀριθμοῦντες, οθς αὐτοῖς ὁ βασιλεὺς πέμψει διὰ σέ. ἀλλʼ ἄπιθι πᾶσι θεοῖς, ἀγαθῇ τύχς, δεξιοῖς πνεύμασι, Διὶ οὐρίῳ. ἐγὼ γάρ σε οὐκ ἀπολείψω. μὴ τοῦτο δόξης με λέγειν, οὐδʼ αὐτὴ δύναμαι κἂν θέλω· ἀλλὰ παρεῖσα τὴν μητέρα καὶ τὰς ἀδελφὰς ναυτὶς ἔσο- μαι συμπλέουσά σοι· καὶ σφόδρα τῶν εὐθαλάσσων γεγένημαι, εὖ [δʼ] οἶδα, κἂν ἐκκλωμένης κώπης ναυ- τιᾷς ἐγὼ [θεραπεύσω] θάλψύω σου τὸ ἀσθενοῦν τῶν πελαγισμῶν, ἄξω δέ σε ἄτερ μίτων Ἀριάδνη [|είς Ἀῖ- γυπτον], οὐ Διόνυσον ἀλλά Διονύσου θεράποντα καὶ | προφήτην. οὐδὲ ἐν Vάξῳ καὶ ἐρημίαις ναυτικαῖς ἀπολειφθήσομαι τὰς σὰς ἀπιστίας κλαίουσα καὶ ποτνιω- μένη. χαιρέτωσαν οἱ Θησεῖς ἐκεῖνοι καὶ τὰ ἄπιστα τῶν πρεσβυτέρων ἀμπλακήματα. ἡμῖν δὲ βέβαια πάντα, καὶ τὸ ἄστυ καὶ ὁ Πειραιεύς καὶ ἡ Ἀἴγυπτος. οὐδὲν χαρίον ἡμῶν τοὺς ἔρωτας οὐχὶ δέξεται πλήρεις· κἂν πέτραν οἰκῶμεν, εὖ οἶδα ἀφροδίσιον αὐτὴν τὸ εὔνουν ποιήσει. πέπεισμαι μήτε χρημάτων σε [μήτε] περιου- σίας μήτε πλούτου τὸ καθάπαξ ἐπιθυμεῖν, ἐν ἐμοὶ καὶ τοῖς δράμασι τὴν εὐδαιμονίαν κατατιθέμενον· ἀλλʼ οἱ συγγενεῖς, ἀλλʼ οἱ πατέρες, ἀλλʼ οἱ φίλοι, σχεδὸν οἰσθα πάντη ἐπάντες πολλῶν δέονται, πλουτεῖν θέλουσι καὶ χρηματίζεσθαι. σύ μὲν οὐδέποτε περὶ οὐδενὸς αἰτιάσῃ με οὕτε μικροῦ οὔτε μεγάλου, τοῦτο εὖ οἶδα, πάλαι μὲν ἡττημένος μου πάθει καὶ ἔρωτι, νῦν δὲ ῆδη καὶ κρίσιν προστεθεικὸς αὐτοῖς, ἦς μᾶλλον περιέχομραι, Μένανδρε, φοβουμένη τῆς ἐμπαθοῦς φιλίας τὸ ὀλιγο- χρόνιον· ἔστι γὰρ ὡς βίαιος ἡ ἐμπαθὴς φιλία οὕτω καὶ εὐδιάλυτος· οἷς δὲ παραβέβληή[ν]ται καί 〈τι〉 βου- λῆς, ἀρραγέστερον ἐν τούτοις ἥδη τὸ ἔργον 〈ὅν〉 οὕτε ἀμιγὲς ἡδονῆς ἔσται διὰ τὸ πάθος] οὔτε περιδεές. θήσει δὲ σὺ τὴν 〈αὐτὴν〉 γνώμην, ὅς γε πολλάκις περὶ τούτων αὐτὸς νουθετῶν με διδάσκεις. ἀλλʼ εἰ καὶ σὺ μή μέ τι μέμψῃ μηδὲ αἰτιάσῃ, δέδοικα τοὺς Ἀττικούς σφῆκας, οίτινες ἄρξονται πάντῃ μεπεριβομβεῖν ἐξιοῦσαν ὡς αὐτὸν ἀφρρημένην τῆς Ἀθηναίων πόλεως τὸν πλοῦ- τὸν. ὥστε δέομαί σου Μένανδρε, ἐπίσχες, μηδέ πω τῷ βασιλεῖ μηδὲν ἀντεπιστείλῃς. ἔτι βούλευσαι, περί- μεινον ἕως 〈ἃν〉 κοινῇ γενώμεθα [καὶ] μετὰ τῶν φίλων [καὶ] θεοφράστου καὶ Σπικούρου. τάχαγὰρ ἀλλοιότερα κἀκείνοις καὶ σοὶ φανεῖται ταῦτα. μᾶλλον δὲ [καὶ] θυσώμεθα καὶ ἴδωμεν τί λέγει τὰ ἱερά, εἴτε λῶον εἰς Ἀίγυπτον ἡμᾶς ἀπιέναι εἴτε μένειν. καὶ χρηστηριασ- θῶμεν εἰς Δελφοὺς πέμψαντες· πάτριος ἡμῖν ἐστι〈ν〉 ὁ〉 θεός. ἀπολογίαν ἕξομεν [καὶ πορευόμενοι καὶ μέ- νοντες] πρὸς ἀμφότερα τοὺς θεούς. μᾶλλον δὲ ἐγὼ τοῦτο ποιήσω· καὶ γὰρ ἔχω τινὰ νεωστὶ γυναῖκα ἀπὸ Φρυγίας ἥκουσαν εὖ μάλα τούτων ἔμπειρον, γαστρο- μαντεύεσθαι δεινὴν τῇ τῶν σπαρτῶν διατάσει νύκτωρ καὶ τῇ τῶν θεῶν δείξει· καὶ οὐ δεῖ λεγούσῃ πιστεύειν, ἀλλʼ ἰδεῖν, ὡς ἔφη. διαπέμψομαι πρὸς αὐτήν. καὶ γάρ, ὥς φασε, καὶ κάθαρσίν τινα δεῖ προτελέσαι τὴν γυναῖκα καὶ παρασκευάσαι τινὰ ζῶα [ίερεῦσαι] καὶ λιβανωτὸν ἄρρενα καὶ στύρακα μακρὸν καὶ πέμματα σελήνης καὶ ἄγρια φύλλα τῶν ἄγνων. οἶμαι δὲ καὶ σὲ φθήσεσθαι Πειραιόθεν ἐλθεῖν. ἢ δήλωσόν μοι σα- φῶς μέχρι τίνος οὐ δύνασαι λυκέραν ἰδεῖν, ἵνʼ ἐγὸ μὲν καταδράμω πρὸς σέ, τὴν δὲ Φρυγίαν ταύτην ἑτοι- μάσωμαι ἥδη. καὶ εἰ μελετῶν πειράζεις ἀπὸ σαυτοῦ 〈ἐ〉μὲ καὶ〉 τὸν ειραιᾶ καὶ τὸ[ν] ἀγρίδιον καὶ τὴν έουνυχίαν καὶ πάνταγ κατʼ ὀλίγον ὅπως ἐκπέσωσι τῆς ψυχῆς - οὐ δύναμαι ταῦτα ποιεῖν μὰ τούς θεούς, οὐδὲ σύ δύνασαι διαπεπλεγμένος ὅλως ἥδη μοι. κἂν οἱ βασιλεῖς ἐπιστείλωσι πάντες, ἐγὼ πάντων εἰμὶ παρὰ σοὶ βασιλικωτέρα καὶ εὐσεβεῖ σοι κέχρημαι ἐραστῇ καὶ ὅρκων ἐρῶν μνήμονι. ὥστε πειρῶ μᾶλλον, ἐμὴ φιλό- της, θᾶσσον εἰς ἄστυ παραγενέσθαι, ὅπως εἷ γε μετα- βουλεύσαιο περὶᾳ. τῆς πρὸς βασιλέα ἀρίξεως,. ἄχς εὐτρεπισμένα τὰ δράματα (καὶοο ἐξ αὐτῶν ἃ μάλιστα ὀνῆσαι δύναται τολεμαῖον καὶ τὸν αὐτοῦ Διόνυσον — οὐ δημοκρατικόν, ὡς οἶσθα — εἴτε θαῖδα εἴτε Μισούμενον εἴτε ὑρασυλέοντα ἕτε Ἐπιτρέποντας εἴτε Ῥπιζομένην εἴτε ικυών〈ιον, εἴθ’ ὅτι〉οῦν ἄλλο. τί δέ; ἐγὼ θρασεῖα καὶ τολμηρά τίς εἰμι τὰ Μενάνδρου διακρίνειν ἰδιῶτις οὖσα; ἀλλὰ σοφὸν ἔχω σου τὸν ἔρωτα καὶ ταῦτʼείδέναι δόνασθαι. σύ γάρ με ἐδίδαξας εὐφυᾶ γυναῖκα ταχέως παρʼ ἐρώντων μανθάνειν· ἀλλʼ εἰ κοινωνοῦσιν οἱ ἔρωτες σπεύδοντες, αἰδούμεθα 〈μὰ〉 τὴν Ἄρτεμιν ἀνάξιοι ὑμῶν εἶναι μὴ θᾶττον μανθά- νουσαι. πάντως 〈δέο〉 δέομαι, Μένανδρε, κἀκεῖνο παρα- σκευάσασθαι τὸ δρᾶμα ἐν ᾧ ἐμὲ γέγραφας, ἵνα κἄν μὴ παραγένωμαι σύν σοί, διὰ σοῦ πλεύσω πρὸς Πτολε- μαῖον, καὶ μᾶλλον αἴσθηταί ὁ βασιλεὺς ὅσον ἰσχύει καὶ παρὰ σοὶ γεγραμμένους φέρειν ἑαυτοῦ τοὺς ἔρω- τας ἀφεὶς ἐν ἄστει τοὺς ἀληθινούς. ἀλλ᾿ οὐδὲ τού- τους ἀφήσεις, εὖ ἴσθι· κυβερνᾶν ἢ πρῳρατεύειν, ἕως δεῦρο παραγίνῃ πρὸς ἡμᾶς Πειραιόθεν, μαθήσομαι, ἵνα σε ταῖς ἐμαῖς χερσὶν ἀκύμονα ναυστολήσω πλέουσα, εἰ τοῦτο ἄμεινον εἶναι φαίνοιτο. φανείη δέ, ὦ θεοὶ πάντες, ὃ κοινῇ λυσιτελήσει, καὶ μαντεύσαιτο ἡ Φρυγία τὰ συμφέροντα κρεῖσσον τῆς θεοφορουμένης σου κόρης. ἔρρωσο.
Anacharsis
Legendary Scythian sage of the 6th c. BCE; the ten letters under his name (probably Cynic, 3rd c. BCE) contrast Greek manners with barbarian wisdom.
Epistulae
10 letters·1,348 words·urn:cts:greekLit:tlg0037.tlg001.1st1K-grc1
Read on Scaife Source TEI XML Hercher (Epistolographi Graeci)
Show Greek text (10 letters) — click any Greek word for Logeion + Morpheus
α′. Ἀθηναίοις. Γελᾶτε ἐμὴν φωνήν, διότι οὐ τρανῶς ἑλληνικὰ γράμματα λέγει. Ἀνάχαρσις παρʼ Ἀθηναίοις σολοικίζει, Ἀθηναῖοι δὲ παρὰ Σκύθαις. οὐ φωναῖς διήνεγκαν ἄνθρωποι ἀνθρώπων εἰς τὸ εἶναι ἀξιόλογοι, ἀλλὰ γνώμαις, ὥσπερ καὶ Ἕλληνες Ἑλλήνων. Σπαρτιᾶται οὐ τρανοὶ ἀττικίζειν, ἀλλʼ ἔργοις λαμπροὶ καὶ εὐδόκιμοι. οὐ ψέγουσι Σκύθαι λόγον; ὃς ἐμφανίζει τὰ δέοντα, οὐδʼ ἐπαινοῦσιν ὃς ἂν μὴ ἐφίκηται τοῦ δέοντος. πολλὰ καὶ ὑμεῖς οἰκονομεῖτε οὐ προσέχοντες φωνῇ ἄρθρα οὐκ ἐχούσῃ. εἰσάγεσθε ἰατροὺς Αἰγυπτίους, κυβερνήταις χρῆσθε Φοίνιξιν, ὠνεῖσθε ἐν ἀγορᾷ οὐ διδόντες πλεῖον τῆς ἀξίας τοῖς ἑλληνιστὶ λαλοῦσιν, οὐδὲ ὀκνηρῶς λαμβάνετε παρὰ βαρβάρων, ἐὰν πρὸς τρόπου πωλῶσι. βασιλεῖς Περσῶν κἀκείνων φίλοι μεγαλοφρονοῦντες ὅταν βούλωνται πρὸς Ἑλλήνων πρεσβευτὰς ἑλληνικῇ φωνῇ φθέγγεσθαι, ἀναγκάζονται σολοικίζειν, ὧν ὑμεῖς οὔτε βουλὰς οὔτε ἔργα καταμέμφεσθε. λόγος δὲ κακὸς οὐ γίνεται, ὅταν βουλαὶ ἀγαθαὶ ὦσι, καὶ ἔργα καλὰ λόγοις παρακολουθῇ. Σκύθαι δὲ κρίνουσι λόγον φαῦλον, ὅταν διαλογισμοὶ φαῦλοι γίγνωνται. πολλῶν καθυστερήσετε, ἂν δυσχεραίνητε φωναῖς βαρβάροις, καὶ διὰ τοῦτο μὴ ἀποδεχόμενοι τὰ λεγόμενα· πολλοὺς γὰρ ποιήσετε ὀκνηροὺς εἰσηγεῖσθαι ὑμῖν τὰ συμφέροντα. διὰ τί βαρβαρικὰ τιμᾶτε ὑφάσματα, φωνὴν δὲ βάρβαρον οὐ δοκιμάζετε; αὐλούντων καὶ ᾀδόντων φωνὰς ζητεῖτε ἐμμελεῖς, καὶ ποιητῶν ἔμμετρα ποιούντων ἐπιλαμβάνεσθε, εἰ μὴ ἀναπληροῦσι γράμμασιν ἑλληνικοῖς τὰ μέτρα· λεγόντων δὲ θεωρεῖτε αὐτὰ τὰ λεγόμενα· τὸ γὰρ τέλος τούτων εἰς ὄνησιν. καὶ βαρβάροις πειθόμενοι οὐκ ἐπιτρέψετε γυναιξὶ καὶ τέκνοις, καὶ προσέχουσιν ὑμῖν, ἐὰν σολοικίζητε· κρεῖσσον γὰρ σολοικίζουσιν πειθαρχοῦντας σώζεσθαι, ἢ τρανῶς ἀττικίζουσιν ἐπακολουθοῦντας μεγάλα βλάπτεσθαι. ἀπαιδεύτων ταῦτά ἐστι καὶ ἀπειροκάλων, ἄνδρες Ἀθηναῖοι· σώφρων γὰρ οὐδεὶς ἂν διανοηθείη ταῦτα.
β′. Σόλωνι. Ἑλλήνες σοφοὶ ἄνδρες, οὐδέν γε σοφώτεροι βαρβάρων· τὸ γὰρ ἐπίστασθαι καλὸν εἰδέναι οὐκ ἀφείλοντο θεοὶ βαρβάρων. πεῖραν δʼ ἔξεστι λαμβάνειν ἐξετάζοντας εἰ καλὰ φρονοῦμεν, καὶ βασανίζειν εἰ συμφωνοῦμεν· λόγοις πρὸς ἔργα εἰ ὅμοιοί ἐσμεν τοῖς ἀγαθῶς ζῶσι. στολὴ δὲ καὶ κὀσμος σώματος μὴ γενέσθωσαν ἐμπόδιον ὀρθῆς κρίσεως· ἄλλοι γὰρ ἄλλως κατὰ νόμους πατέρων κεκοσμήκασι τὰ σώματα· σημεῖα δὲ ἀσυνεσίας τὰ αὐτὰ βαρβάροις καὶ Ἕλλησιν, ὁμοίως δὲ συνέσεως. σὺ δὲ διότι Ἀνάχαρσις ἐλθὼν ἐπὶ σὰς θύρας ἐβούλετό σοι ξένος γενέσθαι, ἀπηξίωσας· καὶ ἀπεκρίνω, ἐν οἰκείᾳ χώρᾳ μὴ δεῖν ξενίαν συνάπτειν. εἰ δέ τίς σοι κύνα Σπαρτιάτην ἐδωρεῖτο, οὐκ ἂν προσέτασσες ἐκείνῳ ἀνδρὶ κύνα τοῦτον εἰς Σπάρτην ἀγαγόντα δοῦναί σοι. πότε δὲ καὶ ἐσόμεθα ἕτεροι ἑτέροις ξένοι, ἐπειδὰν ἕκαστος τοῦτον τὸν λόγον λέγῃ; ἐμοὶ μὲν οὐ καλῶς ἔχειν ταῦτα δοκεῖ, Σόλων, Ἀθηναῖε σοφέ, καί με κελεύει θυμὸς πορεύεσθαι πάλιν ἐπὶ σὰς θύρας, οὐκ ἀξιώσοντα ἃ καὶ πρότερον, ἀλλὰ πευσόμενον πῶς ἔχει ἅπερ ἀπεφήνω ὑπὲρ ξενίας.
γ′. Ἰππόρχῳ. Οἶνος πολὺς ἄκρατος ἀλλότριος τοῦ καλῶς τίθεσθαι τὰ καθήκοντα· συγχεῖ γὰρ φρένας, ἐν αἷς ἵδρυται ἀνθρώποις τὸ λογίζεσθαι, τὸν δὲ ὀρεγόμενον μεγάλων οὐκ εὐχερὲς καλῶς πρᾶξαι ἃ ἐπιβάλλεται, ἐὰν μὴ νήφοντα βίον καὶ μεριμνητικὸν ἐνστήσηται. ἀφεὶς οὖν κύβους καὶ μέθην τρέπου πρὸς τὰ διʼ ὧν ἄρξεις, κατὰ τρόπον εὐεργεσίας πατρὸς σεαυτοῦ φίλους καὶ προσαίτας εὖ ποιῶν· εἰ δὲ μή, πρὸς τῷ αἰσχρὸς εἶναι κινδυνεύσεις ἰδίῳ σώματι. τότε δὲ μνησθήσονταί σου φίλοι ἀνδρὸς Σκύθου Ἀναχάρσιδος.
δ′. Μηδόκῳ. Φθόνος καὶ πτόησις μεγάλα τεκμήρια φαύλης ψυχῆς· φθόνῳ μὲν γὰρ ἕπεται λύπη εὐπραγίας φίλων καὶ πολιτῶν, πτοήσει δὲ ἐλπίδες κενῶν λόγων. Σκύθαι οὐκ ἀποδέχονται τοιούτους ἄνδρας, ἀλλὰ χαίρουσί τε τοῖς εὖ πράττουσι, καὶ ζητοῦσιν ὧν εὔλογον αὐτοὺς τυχεῖν· μῖσος δὲ καὶ φθόνον καὶ πᾶν δύσκολον πάθος ὡς πολέμια ἐκδιώκοντες παντὶ σθένει διατελοῦσιν.
ε′. Ἄννωνι. Ἐμοὶ μὲν περίβλημα χλαῖνα σκυθική, ὑπόδημα δέρμα ποδῶν, κοίτη δὲ πᾶσα γῆ, δεῖπνον καὶ ἄριστον γάλα καὶ τυρὸς καὶ κρέας ὀπτόν, πιεῖν ὕδωρ. ὡς οὖν ἄγοντός μου σχολὴν ὧν οἱ πλεῖστοι ἕνεκεν ἀσχολοῦνται παραγενοῦ πρός με, εἴ τινά μου χρείαν ἔχεις. δῶρα δʼ οἷς ἐντρυφᾶτε ἀντιδωροῦμαί σοι, ὑμεῖς δʼ ὅσοι Καρχηδονίων εἰς χάριν σὴν ἀνέθεσθε θεοῖς.
ς′. Υίῷ βασιλέως. Σοὶ μὲν αὐλοὶ καὶ βαλάντια, ἐμοὶ δὲ βέλη καὶ τόξα. διὸ εἰκότως σὺ μὲν δοῦλος, ἐγὼ δὲ ἐλεύθερος· καὶ σοὶ μὲν πολλοὶ πολέμιοι, ἐμοὶ δὲ οὐδείς. εἰ δὲ θὲλεις ῥίψας τὸ ἀργύριον φέρειν τόξα καὶ φαρέτραν καὶ πολιτεύεσθαι μετὰ Σκυθῶν, ὑπάρξει καὶ σοὶ τὰ αὐτά.
ζ′. Τηρεῖ. Οὐδεὶς ἄρχων ἀγαθὸς ἀπολλύει ἀρχομένους, οὐδὲ ποιμὴν ἀγαθὸς πρόβατα λυμαίνεται· σοὶ δὲ πᾶσα μὲν χώρα ἔρημος ἀρχομένων καὶ κακῶς προστατευθεῖσα ὑπ´ ἀρχόντων, πᾶς δὲ οἶκος ἰδιώτης εἰς ταπεινὸν συνέσταλται, ὥστε μὴ δύνασθαι τοῖς πράγμασι χρήσιμος εἶναι. φείδεσθαι δὲ ἄμεινον ὧν ἂν ἦς κύριος· οὐ μὴ γὰρ ἴδια κτήματα ἐπαύξεται σῇ βασιλείᾳ καὶ διαμένει. νῦν δ' εἰ σπανίζεις μὲν ἀνδρῶν εἰς πόλεμον, ἁρπάζεις δὲ χρημάτων οἷς διοικεῖς οὐ στρατιώτας καὶ δικαίως θεωροῦντας ἓν σῶμα, ἐὰν μὴ καταλείπῃς τροφήν ἀρκοῦσαν, ἔπτησαν καὶ ἐν ὄρεσιν, ἐν ἐρήμοις πεφυκόσιν, ἐν τούτοις οἰκήσουσι καὶ ἐργάσονται τὰ τῶν μελισσῶν.
η′. Θρασυλόχῳ. Κύων ψυχῇ καλὸν ζῷον, μνημονεῦον εὐεργεσιῶν, φιλεῖ τὴν τῶν εὐεργετῶν οἰκίαν, διατηρῶν εὐνομίαν ἕως θανάτου, σὺ δʼ ὑπολείπῃ κυνός, εὐεργεσιῶν δυνάμενος συλλογισμῷ ἐξισοῦσθαι ἀνθρώποις. ζητεῖ οὖν λόγος ἐμός, τίνος ἂν γένοιο θυμῷ δίκαιος, ὅταν πρὸς τοὺς εὐεργέτας λέοντος ψυχὴν φορῆς. πειρῶ οὖν συνήθειαν ἐμὴν ἣν εἴχομεν πρός σε σώζειν· καὶ γὰρ ἐλπίδες καλαὶ ἀνδρὶ τοιούτῳ.
θ′. Κροίσῳ. Οἱ ἐν Ἕλλησι ποιηταὶ λόγῳ κόσμον διανέμοντες Κρόνου παισὶν ἀδελφοῖς λῆξιν τῷ μὲν οὐρανοῦ, τῷ δὲ θαλάττης, τρίτῳ δὲ ζόφου προσέθεσαν. τοῦτο μὲν ἰδιοπραγίας ἑλληνικῆς· κοινωνίαν γὰρ οὐδεμίαν χρήματος ἐπιστάμενοι τὸ ἑαυτῶν κακὸν θεοῖς προσένειμαν· γῆν δὲ ὅμως ἐξαίρετον καὶ οὗτοι κοινὴν ἅπασιν ὑπελείποντο. φέρε τοῦτο πῇ ποτε φέρει τὸ νόημα φροντίζωμεν. πάντας ἐβούλοντο θεοὺς τιμὰς πρὸς ἀνθρώπων ἔχειν καὶ πάντας ἀγαθῶν δοτῆρας καὶ κακῶν ἀποτρόπους ὑπάρχειν, κοινὸν δὲ θεῶν κτῆμα γῆ κοινὸν καὶ ἀνθρώπων τὸ πάλαι ἦν, χρόνῳ δὲ παρηνόμησαν ἴδια ἐπονομάζοντες τεμένη θεοῖς τὰ πάντων κοινά, θεοὶ δὲ ἀντὶ τούτων δῶρα πρέποντα ἀντεδωρήσαντο ἔριν καὶ ἡδονὴν καὶ μικροψυχίαν ἁνθρώποις. ἀπὸ τούτων μιγνυμένων τε καὶ διακρινομένων τὰ πάντα ἔφυ κακὰ τοῖς πᾶσι θνητοῖς, ἄροτοι, σπόροι, μεταλλεῖαι, πόλεμοι· καρπούς τε γὰρ ἐπεισενεγκόντες πολλαπλασίους ἀποφέρονται μικρά, τέχνας τε ποικίλλοντες ὀλιγόβιον ηὕρηνται τροφήν, γῆς τε χρώματα διάφορα μαστεύοντες θαῦμα πεποίηνται, τόν τε πρῶτον εὑρόντα τὸ ὀλίγον τοῦτο μακαριστότατον ἄγουσι. καὶ οὐκ ἴσασι παίδων τρόπον ἑαυτοὺς ἐξαπατῶντες· πόνῳ γὰρ τὸ μηδὲν ἐκτιμήσαντες, ἔπειτα τὸν πόνον αὐτὸν θαυμάζουσιν. τοῦτό σοι πλείστων ἀνθρώπων ἤκουσα ῥυῆναι τὸ κακόν. ἀπὸ τοῦδε τἄλλα· οὐ γὰρ ὁ μέγας πλοῦτος οὐδὲ οἱ ἀγροὶ τὴν σοφίαν ἐπρίαντο. τὸ σῶμα γὰρ οἷς ἂν πλείστων ἀλλοτρίων ὑποπλησθῇ, καὶ νοσημάτων ὑποπίμπλασθαί φασι, καὶ τὴν ταχίστην ἀποχέτευσιν ποιεῖσθαι κελεύουσιν οἷς ἐπαινεῖν ἔρως ἐστίν. ἀλλὰ σωμάτων ἔχετε διʼ ἡδονὰς ἀμέτρους ἰατροὺς ἀμέτρους, ψυχῆς δὲ οὐκ ἔχετε, σοφὸν δὲ οὐδὲν· ἦν συμβαλεῖν. ὅτε σοι τὸ πολὺ χρυσίον ἐρρύη, τότε συνερρύηκεν ἅμα τῷ χρυσίῳ καὶ ἡ δόξα τοῦ χρυσίου καὶ ὁ φθόνος καὶ ἡ τῶν βουλομένων ἀπενέγκασθαι παρὰ σοῦ τὸ χρυσίον ἐπιθυμία. εἰ μὲν οὖν ἀπεκάθηρας σαυτὸν τοῦ νοσύματος, ὑγιὴς ἂν ἦσθα, ἐλευθέρως λέγων καὶ ἄρχων· τοῦτο γάρ ἐστι τὸ ὑγιαίνειν βασιλέως, ὃ κεκτημένος ἔνδον οὐ θαυμαστὸν εἰ καὶ τὰ ἄλλα ἐκέκτησο ἀκρατῆ δέ σε λαβοῦσα ἐπήμηνε δοῦλον ἀντʼ ἐλευθέρου ποιήσασα ἡ νόσος. ἀλλὰ θυμὸν ἀγαθὸν ἔχε, πυρὸς ἐν ὕλῃ γενομένου λαβὼν εἰκόνα, ὃ σποδιὰν τίθησι τὰ κεκαυμένα, νέμεται δὲ τὰ ἄκαυστα. καὶ τὰ σὰ πάλαι κακὰ εἰς τοὺς σὲ καὶ τὰ σὰ ἔχοντας μετῴκισται. ἐκείνοις προσδόκα τὰς ἀνίας δευτέροις ἥξειν. ἄκουσον δὲ ἐμῆς ὄψεως ἱστορίαν. μέγα ῥεῦμα διεξέρχεται τὴν Σκυθῶν χώραν, τοῦτο ὃ δὴ Ἴστρον ὀνομάζουσιν. ἐν τούτῳ φορτηγοὶ ναῦν ἕρματι περιβαλόντες ἐπειδὴ οὐδὲν προσαρκέσαι ἐδύναντο, ἀπήεσαν ὅλοφυρόμενοι. λῃσταὶ οὖν τὸ ἐκείνων κακὸν κατανοήσαντες κενῇ προσπλέοντες νηί, κἆτʼ ἀφειδῶς ἐπετίθεντο τῷ φόρτῳ, καὶ τὰ ἀγώγιμα τῆς νεὼς μετέφερον, καὶ τὸ πάθος ἔλαθον μετενεγκόντες. ἣμὲν γὰρ ἅτεκενωθεῖσα ἀνεκουφίσθη καὶ πλόιμος ἦν, ἣ δὲ τὸν ἐκείνης φόρτον ὑποδῦσα ταχέως εἰς βυθὸν ᾔει χρημάτων ἀλλοτρίων ἁρπαγῇ. τοῦτο δύναται φέρειν τὸν ἔχοντα αἰεί. Σκύθαι δὲ πάντων ἐκτὸς ἔστησαν τούτων. γῆν ἔχομεν πᾶσαν πάντες. ὅσα δίδωσιν ἑκοῦσα λαμβάνομεν, ὅσα κρύπτει χαίρειν ἐῶμεν. βοσκήματα ἀπὸ θηρίων σώζοντες γάλα καὶ τυρὸν ἀντιλαμβάνομεν. ὅπλα ἔχομεν οὐκ ἐπ ἄλλους, ἀλλ ὑπὲρ ἑαυτῶν ἐὰν δέη. ἔδέησε δὲ οὐδέπω· οἱ αὐτοὶ γὰρ ἀγωνισταὶ καὶ ἆθλα τοῖς ἐπελευσομένοις προκεί μεθᾳ. τοῦτο δὲ οὐδὲ πολλοὶ τὸ ἆθλον ἀσπάζονται. τὰ αὐτὰ καὶ Σόλων ἀνὴρ Ἀθηναῖος συνεβούλευσέ σοι, σκοπεῖν κελεύων τὴν τελευτήν, οὐ τὸ νῦν ἀποβάν, ἀλλ ἐξ οὗ καλῶς τελευτήσεις, τοῦτο προτιμᾶν λέγων. ἔλεγε δὲ οὐ τὴν ἄντικρυς· οὐ γὰρ ἦν Σκύθης. σὺ δ, εἴ σοι φίλον, τὴν ἐμὴν συμβουλὴν καὶ παρὰ Κῦρον φέρε καὶ παρὰ πάντας τυράννους μᾶλλον γὰρ ἀκμά· ζεῖ τοῖς ἐν ἀρχῇ τῶν ἀπολωλότων.
ι′. Κροίσῳ. Ἐγώ, βασιλεῦ Λυδῶν, ἀφῖγμαι ἐς τὴν τῶν Ἑλλήνων διδαχθησόμενος ἤθη τὰ τούτων καὶ ἐπιτηδεύματα. χρυσοῦ δ οὐδὲν δέομαι, ἀλλ ἀπόχρη με ἐπανήκειν ἐς Σκύθας ἄνδρα ἀμείνονα. ἥκω γοῦν ἐς Σάρδεις πρὸ μεγάλου ποιούμενος ἐν γνώμη τοι γενέσθαι.
Antigonus (Letter)
A single letter ascribed to a Hellenistic king Antigonus — a brief diplomatic note preserved by Hercher.
Epistula
1 letter·99 words·urn:cts:greekLit:tlg0618.tlg001.1st1K-grc1
Read on Scaife Source TEI XML Hercher (Epistolographi Graeci)
Show Greek text (1 letter) — click any Greek word for Logeion + Morpheus
Βασιλεὺς Ἀντίγονος Ζήνωνι φιλοσόφῳ χαίρειν. Ἐγὼ τύχη μὲν καὶ δόξη νομίζω προτερεῖν τοῦ σοῦ βίου, λόγου δὲ καὶ παιδείας καθυστερεῖν καὶ τῆς τελείας εὐδαιμονίας, ἣν σὺ κέκτησαι. διόπερ κέκρικα προσφωνῆσαί σοι παραγενέσθαι πρὸς ἐμέ, πεπεισμένος σε μὴ ἀντερεῖν πρὸς τὸ ἀξιούμενον. σὺ οὖν πειράθητι ἐκ παντὸς τρόπου συμμῖξαί μοι, διειληφὼς τοῦτο διότι οὐχ ἑνὸς ἐμοῦ παιδευτὴς ἔση, πάντων δὲ Μακεδόνων συλλήβδην. ὁ γὰρ τὸν τῆς Μακεδονίας ἄρχοντα καὶ παιδεύων καὶ ἄγων ἐπὶ τὰ κατ ἀρετὴν φανερός ἐστι καὶ τοὺς ὑποτεταγμένους παρασκευάζων πρὸς εὐανδρίαν. οἷος γὰρ ἂν ὁ ἡγούμενος ἧ, τοιούτους εἰχὸς ῶς ἐπὶ τὸ πολὺ γίγνεσθαι καὶ τοὺς ὐποτεταγμένους.
Antiochus Epistolographus
Two short letters preserved under the name of a Seleucid Antiochus, of uncertain attribution.
Epistulae
2 letters·478 words·urn:cts:greekLit:tlg0044.tlg001.1st1K-grc1
Read on Scaife Source TEI XML Hercher (Epistolographi Graeci)
Show Greek text (2 letters) — click any Greek word for Logeion + Morpheus
α′. Βασιλεὺς Ἀντίοχος Πτολεμαίῳ χαίρειν. Τῶν Ἰουδαίων καὶ παραυτίκα μέν, ἡνίκα τῆς χώρας ἐπέβημεν αὐτῶν, ἐπιδειξαμένων τὸ πρὸς ἡμᾶς φιλότιμον, καὶ παραγενομένους δʼ εἰς τὴν πόλιν λαμπρῶς ἐκδεξαμένων καὶ μετὰ μὲν τῆς γερουσίας ἀπαντησάντων, ἄφθονον δὲ τὴν χορηγίαν τοῖς στρατιώταις καὶ τοῖς ἐλέφασι παρεσχημένων, συνεξελόντων δὲ καὶ τοὺς ἐν τῇ ἄκρᾳ φρουροὺς τῶν Αἰγυπτίων, ἠξιώσαμεν καὶ ἡμεῖς τούτων αὐτοὺς ἀμείψασθαι καὶ τὴν πόλιν αὐτῶν ἀναλαβεῖν κατεφθαρμένην ὑπὸ τῶν περὶ τοὺς πολέμους συμπεσόντων, καὶ συνοικίσαι τῶν διεσπαρμένων εἰς αὐτὴν πάλιν συνελθόντων. πρῶτον δʼ αὐτοῖς ἐκρίναμεν διὰ τὴν εὐσέβειαν παρασχεῖν τὴν εἰς τὰς θυσίας σύνταξιν, κτηνῶν τε θυσίμων καὶ οἴνου καὶ ἐλαίου καὶ λιβάνου, ἀργυρίου τιμὴν μυριάδας δύο, καὶ σεμιδάλεως ἀρτάβας ἱερὰς ἕξ κατὰ τὸν ἐπιχώριον νόμον, καὶ πυρῶν μεδίμνους χιλίους τετρακοσίους καὶ ἑξήκοντα, καὶ ἀλῶν μεδίμνους τριακοσίους ἑβδομήκοντα πέντε. τελεῖσθαι δʼ αὐτοῖς ταῦτα βούλομαι καθὼς ἐπέσταλκα, καὶ τὸ περὶ τὸ ἱερὸν ἀπαρτισθῆναι ἔργον, τάς τε στοὰς καὶ εἴ τι ἕτερον οἰκοδομῆσαι δέοι. ἡ δὲ τῶν ξύλων ὕλη κατακομιζέσθω ἐξ αὐτῆς τε τῆς Ἰουδαίας καὶ ἐκ τῶν ἄλλων ἐθνῶν καὶ ἐκ τοῦ Διβάνου μηδενὸς εἰσπρασσομένου τέλους· ὁμοίως δὲ καὶ ἐν τοῖς ἄλλοις ἐν οἷς ἂν ἐπιφανεστέραν γίνεσθαι τὴν τοῦ ἱεροῦ ἐπισκευὴν δέη. πολιτευέσθωσαν δὲ πάντες οἱ ἐκ τοῦ ἔθνους κατὰ τοὺς πατρῴους νόμους, ἀπολυέσθω δὲ ἡ γερουσία καὶ οἱ ἱερεῖς καὶ οἱ γραμματεῖς τοῦ ἱεροῦ καὶ οἱ ἱεροψάλται ὧν ὑπὲρ τῆς κεφαλῆς τελοῦσι καὶ τοῦ στεφανίτου φόρου καὶ τοῦ ὑπὲρ τῶν ἄλλων. ἵνα δὲ θᾶττον ἡ πόλις κατοικισθῇ; δίδωμι τοῖς τε νῦν κατοικοῦσι καὶ κατελευσομένοις ἕως τοῦ Ὑπερβερεταίου μηνὸς ἀτελέσιν εἶναι μέχρι τριῶν ἐτῶν. ἀπολύομεν δὲ καὶ εἰς τὸ λοιπὸν αὐτοὺς τοῦ τρίτου μέρους τῶν φόρων, ὥστε αὐτῶν ἐπανορθωθῆναι τὴν βλάβην. καὶ ὅσοι ἐκ τῆς πόλεως ἁρπαγέντες δουλεύουσιν, αὐτούς τε τούτους καὶ τοὺς ὑπ αὐτῶν γεννηθέντας ἐλευθέρους ἀφίεμεν, καὶ τὰς οὐσίας αὐτοῖς ἀποδίδοσθαι κελεύομεν.
β′. Βασιλεὺες Ἀντίοχος Ζεύξιδι τῷ πατρὶ χαίρειν. Εἰ ἔρρωσαι, εὖ ἂν ἔχοι, ὑγιαίνω δὲ καὶ αὐτός. πυνθανόμενος τοὺς ἐν Λυδίᾳ καὶ Φρυγίᾳ νεωτερίζοντας, μεγάλης ἐπιστροφῆς ἡγησάμην τοῦτό μοι δεῖσθαι. καὶ βουλευσαμένῳ μοι μετὰ τῶν φίλων τί δεῖ ποιεῖν, ἔδοξεν εἰς τὰ φρούρια καὶ τοὺς ἀναγκαιοτάτους τόπους τῶν ἀπὸ τῆς Μεσοποταμίας καὶ βαβυλωνίας Ἰουδαίων οἴκους δισχιλίους σὺν ἐπισκευῇ μεταγαγεῖν· πέπεισμαι γὰρ εὔνους αὐτοὺς ἔσεσθαι τῶν ἡμετέρων φύλακας διὰ τὴν πρὸς τὸν θεὸν αὐτῶν εὐσέβειαν, καὶ μαρτυρουμένους δʼ αὐτοὺς ὑπὸ τῶν προγόνων πίστιν οἶδα καὶ προθυμίαν εἰς ἃ παρακαλοῦνται. βούλομαι τοίνυν, καίπερ ἐργώδους ὄντος, τούτους μεταγαγειν, ὑποσχόμενος νόμοις αὐτοὺς χρήσεσθαι τοῖς ἰδίοις. ὅταν δʼ αὐτοὺς ἀγάγῃς εἰς τοὺς προειρημένους τόπους, εἴς τε οἰκοδομὰς οἰκιῶν δώσεις αὐτοῖς τόπον ἑκάστῳ καὶ χώραν εἰς γεωργίαν καὶ φυτείαν ἀμπέλων, καὶ ἀτελεῖς τῶν ἐκ τῆς γῆς καρπῶν ἀνήσεις ἐπ ἔτη δέκα. μετρείσθωσαν δὲ καὶ ἄχρις ἂν τοὺς παρὰ τῆς γῆς ἄρτους λαμβάνωσι, σῖτον εἰς τὰς τῶν θεραπόντων διατροφάς διδόσθω δὲ καὶ τοῖς εἰς τὰς χρείας ὑπερετοῦσι τὸ αὔταρκες, ἵνα τῆς παρ ἡμῶν τυγχάνοντες φιλανθρωπίας προθυμοτέρους παρέχωσιν αὑτοὺς περὶ τὰ ἡμέτερα. πρόνοιαν δὲ ποιοῦ καὶ τοῦ ἔθνους κατὰ τὸ δυνατόν, ὅπως ὑπὸ μηδενὸς ἐνοχλῆται.
Aristotle
The letters under Aristotle's name are mostly post-Aristotelian fictions; six are gathered here, including the famous reply to Alexander.
Epistulae
6 letters·800 words·urn:cts:greekLit:tlg0086.tlg011.1st1K-grc1
Read on Scaife Source TEI XML Hercher (Epistolographi Graeci)
Show Greek text (6 letters) — click any Greek word for Logeion + Morpheus
α′. Φιλίππῳ. Οἱ τὰς ἡγεμονίας ἀναλαμβάνοντες πρὸς εὐεργεσίαν τῶν ἀρχομένων οὐχ ὑπὸ τῆς τύχῃς ἀλλ’ οὐδ’ ὑπὸ τῆς φύσεως προηγμένοι τὰς ἀρχὰς ἐμπιστεύονται, αἳ μεταπίπτειν εἰώθασιν, ἀλλ’ ἐπὶ ταῖς ἀρεταῖς μέγα φρονοῦσιν εὖ καὶ σφόδρα σοφῶς πολιτευόμενοι. οὐδὲν γὰρ τῶν ἐν ἀνθρώποις βέβαιον, καὶ ἐχυρὸν οὐδὲν ὃ μέχρι τῆς ἑσπέρας ἥλιος τραχείᾳ ῤοπῇ συναλλοιοῖ καὶ μεταφέρει. ποικίλλουσα τοὺς βίους ἅπαντας καθάπερ τραγῳδίας ὑποκρίσει τοῖς ἡμετέροις κακοῖς ἡ τύχη μετασκευάζει, εἴπερ μὴ διεψεύσμεθα τῆς ἀληθείας ὅτι τὸν αὐτὸν τρόπον ὅνπερ τῶν ἐκ γῆς φυομένων ἕκαστα, καὶ τοὺς ἄνδρας ἀνθεῖν ποτὲ συμβαίνει καὶ τὰς ἀκμὰς ἐν χρόνοις τισὶν ἀναλαμβανομένους πολὺ τῶν ἄλλων διαφέρειν. διὸ πειρῶ μήτε τῆς Ἑλλάδος τυραννικώτερον προΐστασθαι μήτε τοῖς ῥήμασι σοβαρώτερον· τὸ μὲν γὰρ προπετείας ἐστὶ σημεῖον, τὸ δὲ ὁμολογουμένης ἀβουλίας τεκμήριον. δεῖ γὰρ τοὺς νοῦν ἔχοντας τῶν δυναστευόντων μὴ διὰ τὰς ἀρχὰς ἀλλὰ διὰ τῶν ἀρχῶν θαυμάζεσθαι, ἵνα τῆς τύχης μεταπεσούσης τῶν αὐτῶν ἐγκωμίων ἀξιῶνται. τὰ δ’ ἄλλα εὖ πρᾶττε, ψυχὴν πρὸς φιλοσοφίαν σῶμα δὲ πρὸς ὑγίειαν ἄγων, καὶ ** ἐπιμελούμενος.
β′. Ἀλεξάνδρῳ. Ἀπορῶ τίνων ἢ ποίων ἀρχή με λάβῃ πρός σε ἐφ’ ἃ γὰρ ἂν ἐπισκοπῶν ἐπιβάλω τὴν διάνοιαν, πάντα μοι φαίνεται μεγάλα καὶ θαυμαστά, καὶ λήθης οὐδὲν ἄξιον ὁρῶ, μνήμης δὲ οἰκεῖα καὶ προτρέψεως. ὧν οὐδὲν οὐδεὶς ἀμαυρώσει χρόνος· αἱ γὰρ καλαὶ τῶν διδασκάλων παραινέσεις καὶ προτρέψεις θεατὴν ἔχουσι τὸν αἰῶνα. διὸ πειρῶ τὴν ἀρχὴν μὴ εἰς ὕβριν ἀλλ’ εἰς εὐεργεσίαν κατατίθεσθαι, ἧς οὐδὲν μεῖζον τῶν ἐν βίῳ ὑπάρχειν πέφυκε. διὸ καὶ τὸ θνητὸν τῆς φύσεως πολλάκις ὑπὸ τοῦ χρεὼν διαλυόμενον ἄφθαρτον διὰ τὸ μέγεθος τῶν ἔργων κέκτηται τὴν μνήμην. τούτων οὖν τὴν ἔννοιαν ἔχε· οὐ γὰρ ἀλόγως ἠνέχθης ὡς ἔνιοι, οἳ ἀτόπως καὶ τὰς γνώμας διετέθησαν. σοὶ καὶ γένος ἔντιμον καὶ βασιλεία πατρῷος καὶ παιδεία βέβαιος καὶ δόξα περίβλεπτος, καὶ ὅσον ταῖς ἀφορμαῖς τῆς τύχης διαφέρεις, τοσοῦτον καὶ ταῖς ἀρεταῖς τῶνκαλῶν πρωτεύειν σε δεῖ, τὰ δ’ ἄλλα πρᾶττε μὲν τὰ συμφέροντα, ἐπιτέλει δὲ τὰ δόξαντα.
γ′. Φιλίππῳ. Οἱ πολλοὶ τῶν φιλοσόφων τὴν εὐεργεσίαν θεῷ ἰσόμοιρον παρεσκεύασαν· ὡς γὰρ ἁπλῶς εἰπεῖν χάριτος δόσις καὶ ἀμοιβὴ συνέχει τοὺς τῶν ἀνθρώπων βίους, τῶν μὲν διδόντων, τῶν δὲ λαμβανόντων, τῶν δ’ αὖ πάλιν ἀνταποδιδόντων. διὸ καλὸν καὶ δίκαιόν ἐστι πάντας μὲν τοὺς ἀναξίως ἀτυχοῦντας ἐλεεῖν· οἶκτος μὲν γὰρ ἡμέρου ψυχῆς ἐστὶ σημεῖον, χαλεπότης δὲ ἀπαιδεύτου· αἰσχρὸν γὰρ καὶ σχέτλιον ἀρετὴν ἀτυχοῦσαν περιορᾶν. ὅθεν ἐπαινῶ καὶ τὸν ἡμέτερον γνώριμον Θεόφραστον λέγοντα τὴν χάριν ἀμεταμέλητον εἶναι καὶ καλὸν καρπὸν φέρειν τὸν παρὰ τῶν εὖ παθόντων ἔπαινον. διόπερ δεῖ τοὺς νοῦν ἔχοντας τῶν ἀνθρώπων εἰς πολλοὺς αὐτὴν κατατίθεσθαι, νομίζοντας χωρὶς τῆς εὐφημίας ἔρανόν τινα τοῦτον αὐτοῖς ὑπάρξειν ἐν ταῖς μεταβολαῖς τῶν πραγμάτων, καὶ εἴγε μὴ πάντας, ἀλλ’ ἕνα τινὰ τῶν εὐεργετηθέντων ἀποδώσειν τὴν χάριν. ὅθεν πειρῶ πρόθυμος μὲν εἶναι ταῖς εὐεργεσίαις, ἔποχος δὲ τοῖς θυμοῖς· τὸ μὲν γὰρ βασιλικόν τε καὶ ἥμερον, τὸ δὲ βάρβαρόν τε καὶ στυγητόν. τὰ δ’ ἄλλα καθὼς ἂν δοκιμάζῃς πρᾶττε μὴ παρορῶν τὰς λυσιτελεῖς ψήφους.
δ′. Τῷ αὐτῷ. Οἱ διάραντες τῶν βασιλέων ἐπὶ φρονήσει καὶ ταῖς ὑπεροχαῖς τῶν ἄστρων ψαύσαντες εὐεργετοῦσιν οὐδὲ πρὸς τοὺς αὐτοὺς πολιτευόμενοι καιρούς, ἀλλὰ καὶ θεωροῦντὲς τὸ τῆς τύχης ἄστατον θησαυρίζουσι τὴν χάριν πρὸς ἑκάτερα, ἐν μὲν ταῖς εὐπραγίαις τιμῆς βουλόμενοι μεταλαμβάνειν (τιμὴ γὰρ οἰκεῖον ἀρετῆς ἐστίν ἐν δὲ τοῖς συμπτώμασι βοηθείας· αἱ γὰρ συμφοραὶ τἀναγκαῖα κρίνουσι τῶν καλῶν πρότερα. σαφέστατος γὰρ εὐνοίας ἔλεγχος ὁ τῆς τύχης καιρός· ἀπαιτεῖ γὰρ οὐ λόγους ἀλλὰ πράξεις δεόντως, ἡ γὰρ τῶν εὐνοουντων ὄψις ὥσπερ ἐν πελάγει χειμαζομένῳ παρεφάνη γῆ. πᾶσα γὰρ ὡς ἔοικεν ἐν ἐρήμῳ πεσοῦσα τύχη σκοπὸς ἀληθῶς ἔκκειται τοῖς πολεμεῖν ἢ ἀδικεῖν ἣ συκοφαντεῖν αἱρουμένοις, μόνη δ’ ἡ τῶν σπουδαίων διαγωγὴ τὸ τῆς τύχης εὐκίνητον οὐκ ἀπαρνεῖται, φέρουσα δ’ εὐλόγως πᾶν τὸ προσπῖπτον ἐκ τῶν κατὰ Πλάτωνα κρειττόνων εὖ διατίθεται, διὸ καὶ τὴν ταχυτῆτα τῶν πραγμάτων εὐλαβοῦ καὶ τὸν κύκλον τῆς μεταπτώσεως τήρει καὶ τὰς ἐν τῷ ζῆν ψήφους λογίζου· πολλὰ γὰρ ἡ ταὐτομάτου φορὰ κομίζει τῷ βίῳ καὶ ῥοπὰς αὐτονόμους ποιεῖ. τοῖς μὲν ἀγνοοῦσι μετάνοιαν δίδου, τοῖς δ’ εὐνοοῦσι τὰς χάριτας προχείρους νέμε· ταῦτα γὰρ πράττων οὐχ ἅπαξ ἀλλὰ δι’ ὅλου συντηρῶν ἀσφαλέστατα καὶ ἀκίνδυνα τὰ τῆς ἡγεμονίας ἕξεις μέλαθρα. ὡς μὲν ὑπὲρ μεγάλων ὀλίγα, ὡς δὲ πρὸς σέ, πάντα σχεδὸν εἴρηται.
ε′. Θεοφράστῳ. Ἡ πρόχειρος ἀδικία τῆς πολυχρονίου λυσιτελεστέρα πέφυκεν ὑπάρχειν· ἣ μὲν γὰρ ὀλιγοχρόνιον ἔχει καὶ τὴν μνήμην καὶ τὴν βλάβην, ἣ δὲ γηράσκουσα καὶ περιπεποιημένη τὴν δυσμένειαν ἔχθραν ἀίδιον παρασκευάζει, καὶ τῇ μὲν πολλάκις λόγον δωρησάμενοι γαληνισμὸν ηὕρομεν, τῇ δὲ καὶ μερίσαντες τὰς τρικυμίας σάλον καὶ ἀνίας εἴδομεν πορθμόν. διό φημι δεῖν τὴν ἑταιρίαν μάλιστα μὲν μὴ ἀδικεῖν, οὐδὲ γὰρ εὔλογον ἔχει τὴν πρόφασιν· εἰ δὲ μή γε, ἀκουσίως τοῦτο πράξασαν θᾶττον διαλύεσθαι τὴν ἔχθραν· τὸ μὲν γὰρ μὴ ἀδικεῖν ἴσως ὑπὲρ ἄνθρωπόν ἐστι, τὸ δὲ πλανηθέντα διασώσασθαι ἐπιφέρει τι καλόν, καὶ σφόδρα τοῦτο εὐσταθοῦς διανοίας ἴδιόν ἐστιν.
ς′. Ἀριστοτέλλης (sic) βασιλεῖ Ἀλεξάνδρῳ εὖ πράττειν. Ἔγραψάς μοι περὶ τῶν ἀκροατικῶν λόγων οἰόμενος δεῖν αὐτοὺς φυλάττειν ἐν ἀπορρήτοις. ἴσθι οὖν αὐτοὺς καὶ ἐκδεδομένους καὶ μὴ ἐκδεδομένους· ξυνετοὶ γάρ εἰσι μόνοις τοῖς ἡμῶν ἀκούσασιν.
Artaxerxes
Letters in the name of the Persian king — products of a Hellenistic tradition of imagined royal correspondence.
Epistulae
2 letters·630 words·urn:cts:greekLit:tlg0045.tlg001.1st1K-grc1
Read on Scaife Source TEI XML Hercher (Epistolographi Graeci)
Show Greek text (2 letters) — click any Greek word for Logeion + Morpheus
α′. Βασιλεὺς μέγας Ἀρταξέρξης τοῖς ἀπὸ Ἰνδικῆς ἕως τῆς Αἰθιοπίας ἑπτὰ καὶ εἴκοσι καὶ ἑκατὸν σατραπειῶν ἄρχουσι τάδε γράφει. Πολλῶν ἐθνῶν ἄρξας, καὶ πάσης ἧς ἐβουλήθην κρατήσας οἰκουμένης, καὶ μηδὲν ὑπὸ τῆς ἐξουσίας ὑπερήφανον μηδὲ σκαιὸν εἰς τοὺς ἀρχομένους ἀναγκασθεὶς ἁμαρτεῖν, ἀλλ’ ἐπιεικῆ καὶ πρᾶον ἐμαυτὸν παρασχών, καὶ προνοησάμενος εἰρήνης καὶ εὐνομίας αὐτοῖς, ἐζήτουν πῶς εἰς ἅπαντα τούτων ἀπολαύειν αὐτοῖς γένοιτο, τοῦ δὲ διὰ σωφροσύνην καὶ δικαιοσύνην παρ’ ἐμοὶ τὴν πρώτην μοῖραν δόξης καὶ τιμῆς ἔχοντος, καὶ μετ’ ἐμὲ δευτέρου διὰ πίστιν καὶ βεβαίαν εὔνοιαν, Ἀμάνου, κηδεμονικῶς ὑποδείξαντός μοι παντάπασιν ἀνθρώποις ἀναμεμῖχθαι δυσμενὲς ἔθνος καὶ τοῖς νόμοις ἀλλόκοτον καὶ τοῖς βασιλεῦσιν ἀνυπότακτον καὶ παρηλλαγμένον τοῖς ἔθεσι καὶ τὴν μοναρχίαν μισοῦν καὶ δύσνουν τοῖς ἡμετέροις πράγμασι, κελεύω τοὺς δηλουμένους ὑπὸ τοῦ δευτέρου μου πατρὸς Ἀμάνου πάντας σὺν γυναιξὶ καὶ τέκνοις ἀπολέσαι, μηδεμίαν φειδῶ ποιησαμένους, μηδ’ ἐλέῳ πλέον ἢ τοῖς ἐπεσταλμένοις πεισθέντας παρακοῦσαι τῶν γραμμάτων. καὶ τοῦτο γενέσθαι βούλομαι τῇ τετάρτῃ καὶ δεκάτῃ τοῦ δωδεκάτου μηνὸς τοῦ ἐνεστῶτος ἔτους, ὅπως οἱ πανταχόθεν ἡμῖν πολέμιοι μιᾷ ἡμέρᾳ διαφθαρέντες τοῦ λοιποῦ μετʼ εἰρήνης ἡμῖν τὸν βίον διάγειν παρέχωσιν.
β′. Βασιλεὺς μέγας Ἀρταξέρξης τοῖς ἄρχουσι καὶ τὰ ἡμέτερα φρονοῦσι χαίρειν. Πολλοὶ διὰ μέγεθος εὐεργεσίας καὶ τιμῆς, ἣν δι’ ὑπερβολὴν τῆς χρηστότητος τῶν παρεχόντων ἐκαρποῦντο, οὐκ εἰς τοὺς ὑποδεεστέρους μόνον ἐξυβρίζουσιν, ἀλλ’ οὐδ’ αὐτοὺς ἀδικεῖν ὤκνησαν τοὺς εὐεργετοῦντας, τὸ εὐχάριστον ἐξ ἀν θρώπων ἀναιροῦντες, καὶ δι’ ἀπειροκαλίαν τῶν οὐκ ἐξ ὧν προσεδόκησαν ἀγαθῶν κόρον εἰς τοὺς αἰτίους ἀφέντες, λήσεσθαι τὸ θεῖον ἐπὶ τούτοις νομίζουσι καὶ τὴν ἐξ αὐτοῦ διαφεύξεσθαι δίκην. ἔνιοι δὲ τούτων προστασίαν πραγμάτων ἐπιτραπέντες παρὰ τῶν φίλων τοὺς κρατοῦντας ψευδέσιν αἰτίαις καὶ διαβολαῖς ἔπεισαν κατὰ μηδὲν ἠδικηκότων ὀργὴν ἀναλαβεῖν, ὑφ’ ἧς ἐκινδύνευσαν ἀπολέσθαι. τοῦτο δὲ οὐκ ἐκ τῶν ἀρχαιοτέρων οὐδ’ ἀκοῇ γνωρίμων ἡμῖν οὕτως ἰδεῖν ἔστιν ἔχον, ἀλλ’ ἐκ τῶν παρὰ τὰς ἡμετέρας ὄψεις τετολμημένων· ὡς διαβολαῖς μὲν καὶ κατηγορίαις μὴ προσέχειν ἔτι τοῦ λοιποῦ, μηδ’ οἷς ἕτεροι πείθειν ἐπιχειροῦσι, κρίνειν δὲ ὅσα τις αὐτὸς οἶδε πεπραγμένα, καὶ κολάζειν μὲν ἂν ιἦ τοιαῦτα, χαρίζεσθαι δ’ ἂν ἑτέρως ἔχη, τοῖς ἔργοις αὐτοῖς ἀλλὰ μὴ τοῖς λέγουσι προστιθέμενον. ὡς μὲν οὖν Ἀμάνης Ἀμαδάθου μὲν παῖς, Ἀμαληκίτης δὲ τὸ γένος, ἀλλότριος ὢν τοῦ Περσῶν αἵματος ἐπιξενωθεὶς ἡμῖν ἀπέλαυσε τῆς πρὸς ἅπαντας χρηστότητος, ἐπὶ τοσοῦτον ὡς πατέρα μου τὸ λοιπὸν προσαγορεύεσθαι καὶ προσκυνούμενον διατελεῖν καὶ μεθ’ ἡμᾶς τὰ δεύτερα τῆς βασιλικῆς παρὰ πάντων τιμῆς ἀποφέρεσθαι, τὴν εὐτυχίαν οὐκ ἤνεγκεν, οὐδὲ σώφρονι λογισμῷ τὸ μέγεθος τῶν ἀγαθῶν ἐταμίευσεν, ἀλλὰ τῆς βασιλείας ἐπεβούλευσέ με καὶ τῆς ψυχῆς, τὸν αἴτιον αὐτῷ τῆς ἐξουσίας, ἀφελέσθαι, τὸν εὐεργέτην μου καὶ σωτῆρα Μαρδοχαῖον καὶ τὴν κοινωνὸν ἡμῖν καὶ τοῦ βίου καὶ τῆς ἀρχῆς Ἐσθῆρα κακούργως καὶ μετ’ ἀπάτης πρὸς ἀπώλειαν αἰτησάμενος· τούτῳ γάρ με τῷ τρόπῳ τῶν εὐνοούντων ἐρημώσας ἐβούλετο τὴν ἀρχὴν εἰς ἄλλους μεταβαλεῖν. ἐγὼ δὲ τοὺς ὑπὸ τοῦ ἀλιτηρίου πρὸς ἀπώλειαν ἐκδοθέντας Ἰουδαίους οὐ πονηροὺς κατανοήσας, ἀλλὰ τὸν ἄριστον πολιτευομένους τρόπον, καὶ τῷ θεῷ προσανέχοντας ὃς ἐμοί τε καὶ τοῖς προγόνοις ἡμῶν τὴν βασιλείαν διεφύλαξεν, οὐ μόνον ἀπολύω τῆς ἐκ τῶν προσαπεσταλμένων ὑπὸ Ἀμάνου γραμμάτων τιμωρίας, οἷς ποιήσετε καλῶς μὴ προσέχοντες, ἀλλὰ καὶ τιμῆς αὐτοὺς ἁπάσης τυγχάνειν βούλομαι, καὶ τὸν ταῦτα κατ’ αὐτῶν μηχανησάμενον πρὸ τῶν πυλῶν τῶν ἐν Σούσοις ἀνεσταύρωσα μετὰ τῆς γενεᾶς, τοῦ πάντα ἐφορῶντος θεοῦ ταύτην αὐτῷ τὴν δίκην ἐπιβαλόντος. κελεύω δὲ ὑμᾶς, τὸ ἀντίγραφον τῆς ἐπιστολῆς ἐκθέντας εἰς ἅπασαν τὴν βασιλείαν, τοὺς Ἰουδαίους ἀφεῖναι τοῖς ἰδίοις νόμοις χρωμένους ζῆν μετ’ εἰρήνης, καὶ βοηθεῖν αὐτοῖς ὅπως τοὺς ἐν οἷς ἠτύχησαν καιροῖς ἀδικήσαντας αὐτοὺς ἀμύνωνται, τῇ τρισκαιδεκάτῃ τοῦ δωδεκάτου μηνός, ὅς ἐστιν Ἄδαρ, τῇ αὐτῇ ἡμέρᾳ· ταύτην γὰρ αὐτοῖς ὁ θεὸς ἀντὶ ὀλεθρίας σωτήριον πεποίηκεν. ἔστω δὲ ἀγαθὴ μὲν τοῖς εὐνοοῦσιν ἡμῖν, ὑπόμνησις δὲ τῆς τῶν ἐπιβουλευσάντων κολάσεως. εἰδέναι μέντοι γε βούλομαι καὶ πόλιν καὶ πᾶν ἔθνος, κἂν τῶν γεγραμμένων τινὸς παρακούσῃ, ὅτι καὶ πυρὶ καὶ σιδήρῳ δαπανηθήσεται. τὰ μέντοι γεγραμμένα προτεθήτω καθ’ ὅλης τῆς ἡμῖν ὑπηκόου χώρας, καὶ παρασκευαζέσθωσαν πάντως εἰς τὴν προγεγραμμένην ἡμέραν, ἵνα τοὺς ἐχθροὺς μετέλθωσιν.
Brutus
Greek letters attributed to M. Junius Brutus, the tyrannicide; almost certainly a rhetorical exercise of the early Imperial period.
Epistulae
70 letters·3,873 words·urn:cts:greekLit:tlg1803.tlg001.1st1K-grc1
Read on Scaife Source TEI XML Hercher (Epistolographi Graeci)
Show Greek text (70 letters) — click any Greek word for Logeion + Morpheus
α′. Βροῦτος Περγαμηνοῖς. Ἀκούω ὑμᾶς Δολοβέλλᾳ χρήματα δεδωκέναι. ἃ εἰ μὲν ἑκόντες ἔδοτε, ὁμολογεῖτε ἀδικεῖν· εἰ δὲ ἄκοντες, ἀποδείξατε τῷ ἐμοὶ ἑκόντες δοῦναι.
β′. Περγαμηνοὶ Βρούτῳ. Χρήματα Δολοβέλλᾳ μὲν ἔτι εὐποροῦντες ἐβιάσθημεν παρασχεῖν, σὺ δὲ ἡμᾶς δοῦναι θέλοντας ᾔτησας, ὅτε δυσπλήρωτον ἐν ἀπορίᾳ τὸ πρόθυμον.
γ′. Βροῦτος Περγαμηνοῖς. Τὰ χρήματα ἡμῖν εἰς ὃν ἐπετάξαμεν καιρὸν μὴ πέμψαντες οὐδὲν ἄλλο εἰ μὴ τὸ δοκεῖν μετὰ τοῦ βεβιάσθαι ταῦτα παρασχεῖν ὠφέλησθε. ὥστε διχόθεν ὑμᾶς βεβλάφθαι, καὶ τῷ τὸ ἀνάλωμα κατ’ ἴσον ὑπομεῖναι (δώσετε γὰρ τοσούτῳ κάκιον ὅσῳπερ ἄκοντες) καὶ τῷ ἣν εἰκὸς ἀντὶ τῶν ὑπουργηθέντων φέρεσθαι χάριν ὑμᾶς ἀφῃρῆσθαι· οὐ γὰρ χρὴ τὴν τῶν προθύμων ὑπηκόων παρρησίαν νέμεσθαι τοὺς οὐκ ἂν εἰ μὴ μετὰ ἀνάγκης ταῦθ’ ἡμῖν παρασχόντας.
δ′. Περγαμηνοὶ Βρούτῳ. Εἰ ῥᾴδιος ὁ πορισμὸς ἦν, οὐκ ἂν περιεμείναμεν βραδυτῆτι διαβαλεῖν τὴν χάριν. τί γὰρ δὴ ὄφελος τοῖς κἂν ἀρνήσωνται βιασθησομένοις, ἐὰν μετὰ μελλήσεως ἀμφότερα ζημιωθῶσι, καὶ διδόντες τὸ ἀνάλωμα καὶ τὴν ἀμοιβὴν ἀπολέσαντες; ἀλλ’ ἴσθι ὅτι τὸ μὲν τάχος περιουσίας ἔργον ἐστίν, ὁ δὲ χρόνος σπουδῆς ἐκνικῆσαι βιαζομένης ἀπορίαν. οὐ δὴ δίκαιον τὴν τῶν παρὰ δύναμιν ἐπεκταθέντων κακοπραγίαν ἔλαττον φέρεσθαι τῶν οὐκ ἂν εἰ μὴ ὑπὸ εὐπορίας ταχυνάντων.
ε′. Βροῦτος Περγαμηνοῖς. Τὰ χρήματα ὑμῶν ἐκόμισαν οἱ πρέσβεις, ὡς μὲν πρὸς ἣν ᾐτιᾶσθε ἀσθένειαν πλείω, ὡς δὲ πρὸς ἣν ᾐτούμεθα χρείαν ὀλίγα. φυλάττεσθε οὖν μὴ καὶ δύνησθε πλεῖον οὗ προσποιεῖσθε καὶ βούλησθε ἔλαττον οὗ δύνασθε.
ϛ′. Περγαμηνοὶ Bρούτῳ. Ἐπέμψαμέν σοι χρήματα εἰ καὶ τῆς σῆς ἐλάττονα χρείας, ἀλλ’ οὖν τῆς ἑαυτῶν ὑποσχέσεως πλείονα· παρῃτούμεθα μὲν γὰρ ὡς μικρότερα ἢ βουλόμεθα ἔχοντες, ἐπορίσαμεν δὲ ὡς πλεῖον ἢ δυνάμεθα σπουδάσαντες.
ζ′. Βροῦτος Περγαμηνοῖς. Δολοβέλλας ἐστὶν ἡμῖν μὲν πολέμιος, ὑμῖν δὲ φίλος, ᾧ εἰς ἅπαν καὶ καθ’ ἡμῶν ὑπουργεῖσθε. τί δῆτα ἂν ἕποιτο τοῖς τὰ αὐτὰ ἐκείνῳ ἑλομένοις εἰ μὴ ἁλόντας ἴσα πολεμίοις πάσχειν; οὐδὲ γὰρ μετάνοιαν δοτέον τοῖς οὐ πρὶν ἢ εἰς τὸ παντελὲς ἀποκαμεῖν μετανοοῦσι.
η′. Περγαμηνοὶ Βρούτῳ. Τῆς μὲν πάλαι πρὸς Δολοβέλλαν φιλίας σὺ αἴτιος, ὀψὲ ἡμῖν ἐπιστέλλων· ἀνάγκη γὰρ τὰς ἐκείνου κολακεύειν ἐπιταγὰς πρὶν ἢ σχεῖν πρὸς ὃν ἀποκλίνωμεν. τὴν δὲ εἰς τὸ μέλλον μετάνοιαν μὴ ἀφαιροῦ τῶν εἰ καὶ βραδέως, ἀλλ’ οὖν ὅταν δύνωνται τὸ ἀγνοηθὲν διορθούντων.
θ′. Βροῦτος Περγαμηνοῖς. Ψήφισμα ὑμέτερον οἱ πρέσβεις ὑμῶν ἀπεκόμισάν μοι ἐν Ἀβδήροις τὴν ἀπ’ Ἰταλίας στρατιὰν ἐπισκοπουμένῳ, δεξάμενος δὲ τῆς μὲν βραδυτῆτος ὑμᾶς ἐμεμψάμην (Περγαμηνοὺς γὰρ ταῦτα φρονεῖν ἐκ πολλοῦ ἂν ἐβουλόμην καὶ ἔδει), ἐπῄνεσα δὲ τῆς εἰς τὰ ἄλλα προθυμίας καὶ τῆς δωρεᾶς τῶν διακοσίων ταλάντων, δι’ ἧς πάλαι ἄκοντες δοῦναι Δολοβέλλᾳ τὰ πεντήκοντα ἐπεδείξασθε.
ι′. Περγαμηνοὶ Βρούτῳ. Καὶ τάχιον ἐφρονοῦμεν ἃ προσῆκον ἦν, καὶ νῦν οὐ βραδέως ἀλλ’ ἡνίκα δυνατὸν ἐξεγένετο ἡμῖν τὰ εἰκότα συντελοῦμεν. οἱ γοῦν ἐν περιουσίᾳ μὴ πλεῖον Δολοβέλλᾳ πεντήκοντα δόντες ταλάντων τετραπλασίονά σοι καίπερ ἐνδεόμενοι συνεισφέρομεν, ὅπως μάθῃς, ὅσον ἑκούσιος ὑπουργία πενομένων τοὺς ἀβουλήτως ἐν εὐπορίᾳ βιασθέντας ὑπεραίρει.
ια′. Βροῦτος Ῥοδίοις. Ξανθίους ἀποστάντας ἡμῶν χειρωσάμενοι ἡβηδὸν ἀπεσφάξαμεν, τήν τε πόλιν αὐτῶν κατεπρήσαμεν· Παταρεῦσι δὲ προσθεμένοις ἡμῖν τῶν τε φόρων ἄφεσιν ἐδώκαμεν, ἐλευθέρους αὐτοὺς καὶ αὐτονόμους συγχωρήσαντες εἶναι, εἰς ἐπισκευήν τε τῶν ὑπὸ τοῦ χρόνου καταλελυμένων παρ’ αὐτοῖς πεντήκοντα τάλαντα ἐχαρισάμεθα. ὑμῖν οὖν βουλευομένοις περὶ ἑαυτῶν πάρεστιν ὁρᾶν ὄψει, εἴτε χρὴ πολεμίους ἡμᾶς ὥσπερ Ξανθιοι, εἴτε φίλους καὶ εὐεργέτας ὅνπερ τρόπον Παταρεῖς αἱρεῖσθαι.
ιβ′. Ῥόδιοι Βρούτῳ. Οὐκ εἰ σὺ βαρέως τοῖς ἐλευθεριάσασι Ξανθίων προσηνέχθης, ἤδη καὶ ἡμεῖς τοὺς ἐπὶ δουλείᾳ δεκασθέντας μιμησόμεθα Παταρεῖς, ἀλλ’ ἐκείνων μὲν ἀπευξάμενοι τὴν τύχην πειρασόμεθα τῆς εὐγενείας ἔχεσθαι, τούτους δὲ μεμψάμενοι τῆς γνώμης οὐ δεησόμεθα τῶν ἀπὸ σοῦ λημμάτων, ἐνδοξοτέραν ἡγούμενοι τὴν μετὰ κινδύνων ἐλευθερίαν τῆς ἐπὶ τῷ κερδαίνειν αὐτομολίας.
ιγ′. Βροῦτος Κώοις. Ῥόδος μὲν ἤδη δεδούλωται Κασσίῳ, πόλις αὐθαδέστερον αἰσθομένη τῆς οἰκείας ἰσχύος ἢ βεβαιότερον, Λυκία δὲ ἡμῖν ὑπήκοος πᾶσα, ἣ μὲν πολέμῳ καμοῦσα, ἣ δ’ ἐκ τῆς ἀνάγκης ὠφελημένη τὸ ἀβίαστον· ἑκοῦσα γὰρ εἵλετο ἃ μετ’ οὐ πολὺ ἔμελλε μὴ βουλομένη. καὶ ὑμεῖς οὖν ἕλεσθε ἢ πολέμῳ βιασθέντες δοῦλοι ἢ ἑκουσίως ἡμᾶς δεξάμενοι φίλοι γενέσθαι.
ιδ′. Κῶοι Βρούτῳ. Οὔτε ἡ Ῥοδίων ἅλωσις ἐξέπληξεν ἂν τοὺς μὴ τὰ σὰ φρονοῦντας, οὔτε ἡ Λυκίων εὐπραξία μετὰ κολακείας ἔπεισεν· ἐλπὶς γὰρ καὶ φόβος ἐν φίλοις μὲν ἀξιόπιστα, ἐν δὲ τοῖς ἠλλοτριωμένοις εὐκαταφρόνητα. ἀλλ’ ἡμεῖς ἄνωθέν σοι προσχωροῦντες καθ’ ἓν ἀχθόμεθα, εἴ γε δόξομεν ἢ ἀπειλῆς ἢ ὑποσχέσεως γεγονέναι κτῆμα. ἔχε οὖν ἡμᾶς ὑπόδειγμα φιλίας πρὸς ἄλλους μᾶλλον ἢ ἑτέρων ἐφ’ ἡμᾶς προσδέου.
ιε′. Βροῦτος Κώοις. Οὐδὲν οὔτε θαλάττης ἄνευ νεῶν οὔτε ἀγεωργήτου γῆς ὄφελος. πονήσατε οὖν περὶ τὰ σκάφη ὡς εἰ τῶνδε εἴητε ἄποροι, μηδὲν ἠπειρωτῶν πλέον ἐκ θαλάττης ὀνησόμενοι.
ιϚ′. Κῶοι Βρούτῳ. Καὶ γεωργίαν ἔστιν ὅτε καὶ ναυτιλίαν ἐμποδίζει καιρός, ἀλλ’ οὔτε γῆς ἀποστεροῦνται οὔτε θαλάττης οἱ φύσει ταῦτα ἔχοντες· οὐ γὰρ ἴσον τῷ μηδ’ ὅλως κεκτῆσθαι τὸ κἂν ἐλλείπῃ ποτὲ εἰς τὴν χρείαν εὐδιόρθωτον.
ιζ′. Βροῦτος Παταρεῦσιν. Δαμάσιππον Ῥοδίων ναύαρχον μετὰ τὴν Ῥοδίων ἅλωσιν φυγόντα μετὰ δυοῖν καταφράκτων ἐπυθόμην παρὰ Ἑρμοδώρου τοῦ Σαμίου ἐμπόρου πεφηνέναι ἐν τῷ μεγίστῳ ὑμετέρῳ λιμένι. καταχθῆναι μὲν οὖν αὐτὸν ἐκεῖσε οὐδὲν ἁμάρτημα ὑμέτερον ἡγοῦμαι εἶναι, καταχθέντα δὲ εἰ περαιτέρω ποι τῆς γῆς ὑμῶν ἀποδρᾶναι δρᾶναι ἐάσετε, καὶ ἀδικίαν καὶ ἀνανδρίαν ὑμῶν καταγνώσομαι.
ιη′. Παταρεῖς Βρούτῳ. Εἰ θᾶττον ἡμῖν Ἑρμόδωρος ἢ σοὶ περὶ τοῦ ναυάρχου προσήγγειλεν, οὐκ ἄν, ὥσπερ εἰσπλεύσας ἔλαθε Δαμάσιππος, οὕτω καὶ ἀπαίρων διέφυγεν, ἀλλὰ μέρος ἂν τῆς Ῥοδίων ἁλώσεως ἐγένετο. νυνὶ δὲ σύγγνωθι τῷ τέλει τῆς ἀγνοίας, ἧς καὶ τῇ ἀρχῄ ὑποτίμησιν δέδωκας· οὔτε γὰρ ἀδικίας ἔργον τὸ λαθόντα καταδέξασθαι, οὔτε ἀσθενείας τὸ ἐκδιδράσκοντα ἀγνοῆσαι.
ιθ′. Βροῦτος Καυνίοις. Εὐνοεῖν μὲν ἡμῖν πρεσβευόμενοι προσποιεῖσθε, τὰ δὲ ἔργα εἰς οὐδὲν ὧν ἐχρῆν ἐσπουδακότας ἐλέγχει. ὁρᾶτε οὖν μὴ καὶ ἡμεῖς τῇ διὰ τῶν ἔργων πεισθέντες δυσμενείᾳ μᾶλλον ἢ τὴν ἐκ τῶν λόγων ἡδονὴν θηρώμενοι ὡς ἐχθροῖς ὑμῖν προσενεχθῶμεν.
κ′. Καύνιοι Βρούτῳ. Οὐδὲν θαυμαστὸν εἰ πρεσβευόμενοι ὑπὲρ εὐνοίας ἐν ταῖς ὑπουργίαις καταδεέστεροι τῆς χρείας ἐλεγχόμεθα· ἐκεῖνο μὲν γὰρ ἐσπουδακότων ἔργον, τοῦτο δὲ ἀσθενούντων. διὸ χρή τε τὴν ἐκ τῆς προθυμίας διάθεσιν μᾶλλον ἢ τὸ ἐν τοῖς ἔργοις ὑπολιπὲς σκοποῦντα φίλους νομίζειν τοὺς καὶ ἃ μὴ δυνάμεθα σπουδάζοντας.
κα′. Βροῦτος Λυκίοις. Ὅσα ὑμῖν ἐστὶ μηχανικὰ ὄργανα τειχομαχίας ἢ ναυμαχίας ἐπὶ Καῦνον, παραπέμψατε Κασσίῳ τῷ συνάρχοντί μου πορθοῦντι Ῥόδον θᾶττον ἡμερῶν τριάκοντα, ἀφ’ ἧς ἂν ἡμέρας τὴν ἐπιστολὴν ταύτην δέξησθε, ἵνα μὴ τοῖς κατ’ ἐκείνων ἡμῖν παρεσκευασμένοις ἀναγκασθῶμεν χρήσασθαι καθ’ ὑμῶν.
κβ′. Λύκιοι Βρούτῳ. Ὀξείας ἐπιταγῆς ἀπόκρισις μία τὸ ῥᾳδίως ὑπουργῆσαι. διὸ πειρασόμεθα φθάσαι τοῖς ἔργοις τὴν ἀπὸ σοῦ προθεσμίαν, ἐπεὶ καὶ σὺ ταῖς ἀπειλαῖς τὴν παρ’ ἡμῶν ὑπόσχεσιν ἔφθακας. εἴη μέντοι τὰ ὄργανα μὴ ἄχρηστα φανῆναι διὰ παλαιότητα, ὡς καὶ τὰ Ῥοδίων εὑρήσεις ἐπ’ ἄλλους ἄχρηστα.
κγ′. Βροῦτος Λυκίοις. Αἱ μηχαναὶ ὑμῶν μετὰ τὸν πόλεμον, ὡς ἡ παροιμία, ἐκομίσθησαν. ἀλλ’ ὑμᾶς γε ἐπαινοῦμεν· οὐ γὰρ ὑστερήσατε εἰς ἣν ἐκελεύσαμεν προθεσμίαν, Κάσσιος δὲ ἔφθασεν.
κδ′. Λύκιοι Βρούτῳ. Καὶ σοὶ τάχιον ἐλπίδος νικᾶν συμβαίνει, καὶ ἡμῖν μὴ βράδιον ἐπιταγῆς ὑπουργεῖν, εἰ μέλλεις τοὺς συμμάχους ἐξ ὧν ἂν κελεύσῃς χρόνων μᾶλλον ἢ ἐξ ὧν ἂν ταχύνῃ Κάσσιος ἀποδέχεσθαι.
κε′. Βροῦτος Λυκίοις. Ξάνθιοι τὴν ἐμὴν εὐεργεσίαν ὑπεριδόντες τάφον τῆς ἀνοίας ἐσχήκασι τὴν πατρίδα, Παταρεῖς δὲ πιστεύσαντες ἑαυτοὺς ἐμοὶ οὐδὲν ἐλλείπουσι διοικοῦντες τὰ καθ’ ἕκαστα τῆς ἐλευθερίας. ἐξὸν οὖν καὶ ὑμῖν ἢ τὴν Παταρέων κρίσιν ἢ τὴν Ξανθίων τύχην ἑλέσθαι.
κς′. Λύκιοι Βρούτῳ. Ξανθίοις μὲν συναχθόμεθα τῆς συμφορᾶς, ἣν πρόστιμον τῆς ἀνοίας ἔχουσι τῷ μηδὲ μετανοῆσαι δύνασθαι, Παταρεῦσι δὲ συνήσθημεν σωφρόνως ἅμα καὶ εὐτυχῶς ἑλομένοις ἃ ἔμελλε συνοίσειν αὐτοῖς. αὐτοὶ δὲ οὐχ οὕτως ἠλίθια φρονοῦμεν, ὥστε, παρὸν ἐν φίλοις ἀριθμουμένοις εὐτυχεῖν, τὴν τῶν δι’ ἔχθραν κεκολασμένων ἀτυχίαν ἑλέσθαι.
κζ′. Βροῦτος Λυκίοις. Ξανθίων τοὺς διαφυγόντας οἱ ὑποδεξάμενοι ὑμῶν οὐδὲν μετριώτερον πείσονται Ξανθίων, Παταρεῦσι δὲ καὶ Μυρεῦσι καὶ Κωρυκίοις καὶ Φασηλίταις, κἂν ἄλλο τι τι εὖ ποιεῖν ὑποδεξάμενοι αὐτοὺς ἐθέλωσιν, ἐπιτρέπω, ἷνα ὀρθῶς αὑτοῖς βεβουλεῦσθαι φίλους ἡμᾶς ἀλλὰ μὴ πολεμίους ἑλόμενοι ἔργῳ αἴσθωνται ὁρῶντες Ξανθίους.
κη′. Λύκιοι Βρούτῳ. Οὐδ’ αὐτοὶ Ξανθίους ὑποδέξασθαι ἐγνώκαμεν, εἰ κοινωνεῖν τῆς συμφορᾶς μᾶλλον ἢ ἐπικουφίζειν μέλλομεν αὐτοῖς τὸ ἀτύχημα, ἐοίκασι δὲ κἀκεῖνοι παραλιπόντες τοὺς μηδὲν ὀνήσαντας ἡμᾶς Παταρεῦσι καὶ Μυρεῦσι καὶ Κωρυκίοις καὶ Φασηλίταις ὡς βεβαιοτέροις προσφεύξεσθαι βοηθοῖς. δῆλον γὰρ πεποίηκας, ὦ Βροῦτε, οὐ δι’ ὀργὴν ἐλαύνων τοὺς φυγάδας ἐκ Λυκίας, ὑπὸ δὲ χρηστότητος διδάσκων τίσιν ἥδιον αὐτοὺς χαρίσῃ.
κθ′. Bροῦτος Κώοις. Οἱ πεμφθέντες ἐπὶ τὴν παρ’ ὑμῶν συμμαχίαν ἀπήγγειλάν μοι τὰς ναῦς ὑμῶν ἄρτι κατασκευάζεσθαι· εἰ δὲ εἰς τὸν τοῦ πολέμου καιρὸν παρασκεθάζεσθε, τί χρήσεσθε ταῖς παρασκευαῖς οὐκ οἶδα. τί γὰρ πλέον ἰσχύος ἀκαίρου, ἧς παντελὴς ἀσθένεια τὸ ἄχρηστον;
λ′. Κῶοι Βρούτῳ. Τοὺς μὲν ἰδίους ἐπιστάμεθα καιροὺς ὅτι μακρόθεν τῆς χρείας προηυτρεπίσθαι δεῖ, τοὺς δὲ τῶν συμμάχων οὐ ῥᾴδιον συνιδεῖν, εἰ μὴ πρὸ πολλοῦ τις καταγγέλλοι. τὴν μέντοι παρασκευὴν μὴ νόμιζε ἄχρηστον εἶναι διὰ τὸ βραδύ· κἂν γὰρ εἰς τὸ παρὸν ἐλλείπῃ, σώζεται γοῦν ἀκραιφνὴς εἰς τὰ μέλλοντα.
λα′. Βροῦτος Καυνίοις. Αἱ μὲν κατ’ ὄψιν ὑπουργίαι τῶν ὑπηκόων κολακείας καὶ φόβου τὸ πλέον μεμοίρανται, τὸ δὲ προθύμως εἰς ὃ ἂν ἐπιστέλλωμεν ὑπακούειν πολλὴν ἐνδείκνυται βεβαιότητα. καὶ ὑμεῖς οὖν ὑπὲρ ὧν ἐγράψαμεν διασκέψασθε, πότερον ὑμῶν καὶ τὰς ἄλλας ὑπουργίας δι’ ἀνάγκην ἁπάσας ἢ δι’ εὔνοιαν χρὴ δέχεσθαι. πίστις γὰρ αὐτάρκης βεβαιότητος φανεῖται τὸ διηνεκῶς ὑμῶν εἰς τὰς χρείας ἕτοιμον.
λβ′. Καύνιοι Βρούτῳ. Πίστις εὐνοίας οὐ τὸ συνεχῶς ὑπουργεῖν, τοῦτο γὰρ μόνης ἰσχύος ἔργον, ἀλλὰ τὸ μὴ ὀκνεῖν ἐν οἷς ἄν τις δυνατὸς ᾖ καιροῖς. ἡμεῖς δ’ εἰ μέλλοιμεν ἐκ τῶν ἐλλειμμάτων τὴν παλαιὰν σπουδὴν ἀπιστεῖσθαι, μάτην ἂν ἡγησαίμεθα καὶ τὰ πρότερα μεμοχθηκέναι· οὐδὲ γὰρ εἰκὸς τότε ἡμᾶς πεπλάσθαι τὴν πρὸς σὲ φιλίαν, ἣν φόβος μὲν καὶ ἀποῦσαν πάντως ἂν ἐκολάκευσε, κολακεία δὲ καὶ παροῦσαν ἂν διεψεύσατο.
λγ′. Βροῦτος Δαμᾷ. Ὅπλων καὶ χρημάτων χρεία. ἢ πέμπε ἢ ἀποφαίνου.
λδ′. Δαμᾶς Βρούτῳ. Εὐπορούντων ἔργον τὸ πέμψαι, πενομένων δὲ τὸ ἀποφαίνεσθαι.
λε′. Βροῦτος Κυζικηνοῖς. Τὰ ἀπὸ Βιθυνίας ὅπλα παραπέμψατε μέχρι Ἑλλησπόντου ἢ κατὰ γῆν ἐπιθέμενοι ἢ κατὰ θάλατταν, αἴσθοισθε δ’ ἂν αὐτοὶ τῆς ῥᾴονος αὐτῶν κομιδῆς. εἰ μέντοι βραδύτερον ἢ δεῖ ἡμῖν ἔλθοι, ἢ καὶ ὑπὸ τοῖς πολεμίοις γένοιτο, ὑφ’ ὑμῶν ἠδικῆσθαι δόξομεν.
λϛ′. Κυζικηνοὶ Βρούτῳ. Παραπέμψαι τὰ ὅπλα καὶ κατὰ γῆν διὰ τοὺς πολεμίους καὶ κατὰ θάλατταν διὰ τοὺς χειμῶνας χαλεπόν, μάλιστα σοῦ τὰ ἐναντιώτατα συνάψαντος, τάχος καὶ ἀσφάλειαν. ὅμως δὲ σπουδῆς οὐδεμιᾶς λελειψόμεθα, ἐὰν τὰ ἐκ τῆς τύχης συμβησόμενα μὴ τοῖς ἀόκνως ὑπουργήσασι προσθῇς.
λζ′. Βροῦτος Κυζικηνοῖς. Ἐκομίσθη τὰ ὅπλα καὶ εἰς ὅν ἐβουλόμεθα καιρόν. τῆς οὖν λειτουργίας ταύτης ἐν δέοντι γενομένης ἀντιδίδομεν ὑμῖν τὴν Προκόννησον σὺν ταῖς ἐν αὐτῇ θουργίαις.
λη′. Κυζικηνοὶ Βρούτῳ. Οὔτε κέρδους ἐλπίδι ἐσπουδάσαμεν ἂ ἐπέστειλας, οὔτε εἰς τὰ λοιπὰ ὀκνηρῶς ἐμέλλομεν ἕξειν, ἐπαινεθέντες ἀμισθί. ὅμως ἀξιούμενοι δωρεᾶς ἡδόμεθα τῇ σῇ μαρτυρίᾳ πλέον ἢ ταῖς Προκοννησίων λατομίαις.
λθ′. Βροῦτος Κυζικηνοῖς. Οἱ πρέσβεις ὑμῶν συνέτυχόν μοι ἀπιόντι ἐπὶ τὸν πόλεμον καὶ παρεῖσθαι τῆς συμμαχίας ἱκέτευον ἀσθένειαν αἰτιώμενοι καὶ τὸ ἀπορεῖν τὰ κοινά. δίκαιον μὲν οὖν ἦν, πλησίον ἤδη τῆς χρείας κατεπειγούσης, καὶ εἰ πρότερον οὐκ ἔδοτε, κἂν νῦν ἐπιπέμψαι. πλέον γὰρ ἂν ἐτίμα τὴν λειτουργίαν ὑμῶν ὁ καιρός. ἐπεὶ δὲ ἐοίκατε τὰ κακίω τοῦ πολέμου προλαβεῖν ἐλπίδι, τῇ μὲν ἀσθενείᾳ ὑμῶν ἣν αἰτιᾶσθε ἥδομαι (τοὐναντίον γὰρ ἂν ἠχθέσθην ἀκούων ἰσχύειν ὑμᾶς κακοὺς ὄντας), τοὺς δὲ ἄνδρας ὑμῶν συμμάχους μὲν οὐκέτι, ὑπουργοὺς δὲ καὶ ἄκοντας ἕξω. λέληθε δὲ ὑμᾶς οὐδαμῶς ὡς δεινὸν τῆς ἐκ τοῦ πολέμου μετασχεῖν νίκης, εἰ γένοιτο, τοὺς τό γ’ ἐφ’ ἑαυτοῖς εἰς πᾶσαν ἡμᾶς ἀσθένειαν προδόντας.
μ′. Κυζικηνοὶ Βρούτῳ. Τὸ σπουδαῖον ἡμῶν οὐκ ἐξ ὧν πολλάκις ὑπουργήσαμεν μόνον, ἀλλὰ καὶ ταῖς παρὰ σοῦ δωρεαῖς μαρτυρηθὲν ἐδόκει πεπιστεῦσθαι. ἐπεὶ δὲ τοῖς κατὰ προαίρεσιν οὐχ ἅπαντες ὁμονοοῦσιν οἱ καιροί, τί δεῖ μέρος ἔχθρας ἀριθμῆσαι τήν ποτε ἀσθένειαν; πᾶν γὰρ τοὐναντίον μιᾶς ὑποληπτέον μεγαλοψυχίας τὸ πολυωρεῖν τοὺς ὀρθῶς διακονήσαντας καὶ συγγνώμην ὑποτιμήσει χαρίζεσθαι. σὺ δὲ καὶ πρὸς ἐφήδεσθαι τῇ ἀδυναμίᾳ ἔφης ἡμῶν, ὥσπερ οὐχὶ σοὶ ἐλλείπειν μέλλοντος ὅσον ἂν ἡμῖν ἐνδέῃ. τοὺς μὲν οὖν ἄνδρας, εἴτε συμμάχους εἴτε ὑπουργοὺς ἐθέλεις (οὐ διοισόμεθα γὰρ περὶ ὀνομάτων), ἄπαγε, ἡμεῖς δὲ εἰ ἀπεγνώκειμέν σου τὰς εἰς τὸν πόλεμον ἐλπίδας, οὐκ ἂν ἐθεραπεύομεν αὐτὰς πρεσβευόμενοι. νῦν δὲ τὰ βέλτιστα εὐχόμενοι περὶ σοῦ καὶ νὴ Δία προσδοκῶντες, εἰ καὶ τῶν ἐπινικίων ἀπελαθησόμεθα ὡς ἐχθροί, τῆς γοῦν χαρᾶς μεθέξομεν ὡς φίλοι.
μα′. Βροῦτος Σμυρναίοις. Τὸ πρόθυμον τῶν ὑπηκόων διηνεκὲς μὲν ὂν βεβαιότητα δηλοῖ πρὸς τοὺς ἡγεμόνας, ἐλλεῖπον δὲ καὶ τὸν ὅτε ἑτοίμως ὑπούργει χρόνον δι’ ἀσθένειαν ἐλέγχεται τὴν ἑαυτοῦ μᾶλλον ἢ γνώμην ὑπουργοῦν. σπουδάσατε οὖν ἐκπληρῶσαι ὅσα ὑμῖν ἐπέστειλα πρὸς τὸν πόλεμον, ὡς εἰ νῦν κακοὶ φανεῖσθε, μηδ’ ἣν πρόσθεν ἐπορίσασθε μαρτυρίαν ἔτι οἰσόμενοι· οὐ γὰρ χρὴ δοκεῖν ἕξειν τὰ ἴσα μὴ ὁμοίους ἀεὶ φανέντας.
μβ′. Σμυρναῖοι Βρούτῳ. Εὐχῆς ἔργον τὸ διηνεκῶς δύνασθαι, καιροῦ δὲ τὸ ἐνίοτε μὴ ἀρκεῖν, τάς τ’ ὑπουργίας οὐ μόνον αἱ ἀσθένειαι τῶν κελευσθέντων, ἀλλὰ καὶ ἡ συνέχεια τῶν ἐπιταγῶν ἐλλιπεῖς ποιεῖ. ἡμεῖς δὲ εἰ καὶ πάλαι διὰ φόβον ἐλειτουργοῦμεν, οὐδ’ ἂν νῦν ἐτολμῶμεν ἀρνεῖσθαι. ἀλλὰ πᾶν τοὐναντίον ἢ δοκεῖ συμβέβηκεν · ἐσπούδασε μὲν γὰρ ἡ γνώμη τότε, ὑποτιμᾶται δὲ νῦν ἡ ἀσθένεια. ὥστε ἄτοπον εἰ τοῖς ἐλλείμμασιν αἱ ὑπουργίαι διαβληθήσονται μᾶλλον ἢ ταῖς ὑπουργίαις παρηγορηθήσεται τὸ ἐλλεῖπον.
μγ′. Βροῦτος Μυρεῦσι. Ξάνθιοι ἁλόντες ἑλεεῖσθαι ὑφ’ ἡμῶν ἱκέτευον, ἦν δὲ οἶμαι χαλεπὸν τοὺς τῆς ἐλπίδος τοῦ πολέμου κοινωνοῦντας φεύγειν τὰ πάθη καὶ τὴν ἐκ τῆς νίκης ἡδονὴν θηρωμένους ἴσῃ χρῆσθαι τῇ διαμαρτίᾳ πρὸς τὸ ἄλυπον. καὶ τούτους οὖν ἐπιτηδείους παντελοῦς ἀπωλείας ἐθέμεθα, καὶ τοῖς ἄλλοις ἀποκηρύττομεν, εἰ μὴ εὐθέως ἡμᾶς δέχοιντο, μηδενὶ τὴν ἡμετέραν γνώμην ἐπιεικεστέραν τῆς ἐκείνων τύχης ἔσεσθαι.
μδ′. Μυρεῖς Βρούτῳ. Οὐδὲ Ξανθίους ἔδει σωτηρίας ἀποτυχεῖν, ἧς τάχα ἂν καὶ αὐτοὶ μετέδωκαν τοῖς ἐναντίοις, εἰ ἐκράτησαν· ὡς γὰρ ἡ τοῦ νικᾶν ἴση τοὺς πολεμοῦντας ἐλπὶς ἐξαίρει, οὕτω καὶ τὸ τῆς ἥττης πάθος εἰς κοινὸν ἔλεον ἔρχεται διὰ τὸ ἀνθρώπινον· καὶ πρὸς τοὺς λοιποὺς δὲ παρασκευαστικὴν εὐνοίας ἴσθι τὴν χρηστότητα· ἀπειλὴ μὲν γὰρ ἔχθραν ποιεῖ καὶ πρὸς τὰ οἰκεῖα διὰ τὴν ἐκ τῶν φόβων ἀπόγνωσιν, ἐλπὶς δὲ καὶ τοὺς διαφόρους εἰς εὔνοιαν πεπιστευμένην ἤθει προσάγεται.
με′. Βροῦτος Μυρεῦσι. Ἡ συμμαχία ὑμῶν ἧκεν ἤδη νενικηκόσιν ἡμῖν. τοῦ μὲν οὖν μηδ’ ὅλως τὸ βράδιον ἀφικέσθαι ἄμεινον, πρὸς μέντοι τὴν τοῦ πολέμου ὑπουργίαν ὁμοίως ἦτε ἄχρηστοι· ἡ γὰρ ἐν πολέμῳ βραδυτὴς ἴσον ἔχει τῷ μηδ’ ὅλως γινομένῳ τὸ ἄπρακτον.
μϛ′. Μυρεῖς Βρούτῳ. Συνήσθημέν σοι νικήσαντι τὸν πόλεμον θᾶττον ἢ τὴν παρ’ ἡμῶν συμμαχίαν καίπερ μετὰ σπουδῆς ἐκπεμφθεῖσαν παραγενέσθαι, πρὸς μέντοι τὴν εὔνοιαν οὐδὲ ἡμεῖς ἄπρακτοι ἤλθομεν· οὐδὲ γὰρ ἴσον τῷ μηδ’ ὅλως κινηθέντι τὸ κἂν ἑνὸς ὑστερήσῃ πρὸς τὰ λοιπὰ ἕτοιμον.
μζ′. Βροῦτος Μιλησίοις. Οὐδὲ χρημάτων πένεσθαι πόλει συγγνωστόν· ἐκ πολλοῦ γὰρ ὀφείλει φυλάττεσθαι τὸ ἄπορον · τὸ δὲ ἐν τοσούτῳ πλήθει μηδ’ ἄνδρας ὑμᾶς ἔχειν γενναίως ἀγωνιουμένους παντελῶς ἴστε οὐ τύχης ἐνδεεῖς ἀλλὰ τῆς σωτηρίου γνώμης ἐλεγχόμενοι. εἰ δὲ μήτε ὅσα εἰς ἀρετὴν ἀσκεῖτε μήτε ὅσα πρὸς ἰσχὺν παρασκευάζεσθε, ἀδίκως ἴστε πόλις λεγόμενοι.
μη′. Μιλήσιοι Βρούτῳ. Καὶ χρημάτων καὶ στρατιωτῶν ἐνδεῖν αἰσχρὸν οὐ τοῖς μὴ ἐν ἰδίᾳ καθεστῶσι χρεία, πολὺ δὲ μᾶλλον τοῖς εἰ καὶ οἴκοθεν εὐποροῖεν, διὰ γοῦν τὸ μὴ ἐπαρκεῖν ἄλλων προσδεομένοις. ἡμεῖς δὲ καὶ γνώμης ἕνεκα καὶ τῆς εἰς τὸ δεῦρο τύχης δοκοῦμεν πόλις εἶναι μέχρι τοῦ εἰ καὶ μὴ ἑτέροις ἐπαρκεῖν, ἀλλ’ οὖν μηδὲ τῶν πέλας χρῄζειν.
μθ′. Βροῦτος Μιλησίοις. Εἰ μὲν ἔστιν ὑμῖν ὅπλα ἐν κοινῷ, μὴ χρώμενοι τούτοις ἁμαρτάνετε, μία γὰρ ἰσχὺς ὅπλων τὸ χρῆσθαι· εἰ δὲ καὶ τῆς κατασκευῆς αὐτῶν ἀμελεῖτε, μεμφθέντες ἂν εἰ καὶ ἔχοντες μὴ ἐχρῆσθε, πόσῳ μεμπτότεροι μηδὲ ἔχοντες;
ν′. Μιλήσιοι Βρούτῳ. Οὐ τὰ ὅπλα ἰσχὺς ἀνδρῶν, ἀλλὰ τῶν ὅπλων οἱ ἄνδρες· ἐκεῖνα μὲν γὰρ δίχα τῶνδε ἄπρακτα, οἳ δὲ καὶ πορίσαι αὐτὰ καὶ χρήσασθαι αὐτοῖς δύνανται. οὔτε οὖν εἰ ἄπεστιν ὅπλα ἐνδεῖ τοῖς πορίσαι αὐτὰ δυναμένοις, οὔτε χρήσιμα τυγχάνει τοῖς κἂν ἔχωσι χρήσασθαι μὴ δυναμένοις.
να′. Βροῦτος Τραλλιανοῖς. Εἰ μὲν ἐν τῇ ὑμετέρᾳ στρατοπεδεύειν Δολοβέλλαν ἀνεχόμενοι οἴεσθε μηδὲν ἀδικεῖν με, οὐκ ὀρθῶς φρονεῖτε· εἰ δὲ νομίζετε, ὧν ἂν τοὺς ἑαυτῶν πολεμίους ἀφελώμεθα, τούτων ὑμῖν ὡς ὄντων οἰκείων παραχωρήσειν, αὐτίκα πλανᾶσθαί μοι δοκεῖτε. ἢ εἴργετε οὖν αὐτὸν τῆς σφετέρας, ἢ ὅλως μηδ’ ὑφ’ ἡμῶν ἀδικεῖσθαι φάσκετε ὧν ἂν ἔχειν αὐτοὶ Δολοβέλλαν ἀφελόμενοι, ἀλλὰ μὴ ὑμῖν παραχωρεῖν ἀξιῶμεν.
νβ′. Τραλλιανοὶ Βρούτῳ. Καὶ Δολοβέλλας ἐν τῇ ἡμετέρᾳ στρατοπεδεύει, καὶ πᾶς ὁ μετ’ ἐκεῖνον βιαζόμενος ἴστω μὴ ἕξων αὐτὴν δορίκτητον· οὐ γὰρ εἰ στρατηγὸν Ῥωμαίων σύμμαχοι ὄντες μὴ ἐξείργομεν τῆς ἑαυτῶν, ἤδη καὶ τοῖς πρὸς ἐκεῖνον διαφερομένοις ἆθλον αὐτὴν πολέμου κατηγγέλκαμεν, ἀλλ’ ὃς ἂν ἀκόντων ἡμῶν εἰσβιάζηται, δείξομεν ἔργῳ καὶ Δολοϐέλλαν μὴ ἂν ἄλλως εἰ μὴ ἑκόντων στρατοπεδεύειν.
νγ′. Βροῦτος Τραλλιανοῖς. Καὶ πρόσθεν ὑμῖν ἐπέστειλα, ὅτι ἁμαρτάνετε Δολοϐέλλαν ἐν τῇ ὑμετέρᾳ στρατοπεδεύοντα περιορῶντες, καὶ τὸ παρὸν ἴστε, εἰ μὲν ὡς οἰκείας αὐτῷ παραχωρεῖτε, οὐδ’ ἂν εἰ πρὸς ἡμῶν ἀφαιρεθείητε ὧν ἐκείνῳ ὡς ἀλλοτρίων ἐξέστητε, ἡμῖν ὡς ἰδίων ἀντιποιησάμενοι εἰ δὲ ὡς φίλῳ ἐν τῇ ὑμετέρᾳ στρατοπεδεύειν δίδοτε, κοινωνεῖν αὐτῷ τῆς ἐπὶ τῷ πολέμῳ τύχης ἀρξάμενοι μενοι οὐδὲ ἡμῖν ἀκούσιοι πολέμιοι φανεῖσθε.
νδ′. Τραλλιανοὶ Βρούτῳ. Ἐδηλώσαμέν σοι καὶ πρότερον περὶ Δολοϐέλλα, καὶ νῦν ἴσθι, ὅτι οὔτε ἐν ἰδίᾳ στρατοπεδεύει γῇ, ἔστι γὰρ ἡμετέρα, οὔτε εἴ τις αὐτὴν ἀφέλοιτο ἄλλος, χωρήσομεν ἀκόντων ἔχειν, ὅτι τὰ παρ’ ἡμῶν ἐπιτραπέντα βιάσαιτο. εἰ δὲ δοκοῦμεν τῆς ἐπὶ τῷ πολέμῳ τύχης αὐτῷ κοινωνεῖν, αἱρετώτερον τοῖς ἄρχουσι χειρῶν ἀντιπρᾶξαι ἢ σύμμαχον ἄνδρα ἐξείργοντας ἀκουσίους Ῥωμαίοις ἐχθροὺς φανῆναι.
νε′. Βροῦτος Τραλλιανοῖς. Ἠγγέλθη μοι Μηνόδωρον ὑμέτερον πολίτην, ξένον καὶ φίλον Δολοϐέλλᾳ τῷ ἡμετέρῳ πολεμίῳ, καὶ πρότερον ὑμᾶς μὴ εἴργειν αὐτὸν ἐν τῇ ὑμετέρᾳ στρατοπεδεύοντα πεῖσαι, καὶ νῦν ὅπως καὶ αὐτὸν καὶ τὴν στρατιὰν αὐτοῦ τῇ πόλει δέξησθε συμβουλεύειν. ἐγὼ δὲ ὡς μὲν οὐδὲν ὀνήσει Δολοβέλλαν, εἰ καὶ ταῦτα καὶ ἔτι πλείω τούτων ποιῆσαι προσαχθείητε ὑπὸ Μηνοδώρου ἢ καὶ εἴ τις ἄλλος πείσειεν, οὐκ ἀγνοῶ, οὐδὲ μὴν οὔτε Μηνόδωρον ἡ Δολοβέλλα φιλία καὶ ξενία, οὐ μὴν ἀλλ’ οὐχ ὅπως κολάσαιμί τινας σκοπῶν ἐφεδρεύειν οἶμαι τοῖς ἑνὸς ἑκάστου ἁμαρτήμασιν. ἵνα μέντοι μηδὲν δὲν ἄξιον ἁμαρτεῖν ἀναγκασθῆτε, κελεύω ὑμᾶς Μηνόδωρον φυγαδεῦσαι τῆς πατρίδος τοῦ ἰδίου λυσιτελοῦς ἕνεκα, εἴ γέ τι λυσιτελεῖν ἔμελλεν αὐτῷ τὴν πατρίδα πωλοῦντι, Δολοβέλλαν δὲ μήτε τῇ πόλει δέχεσθαι, τῆς τε γῆς ἐξελάσαι, βιαζόμενον δὲ ὅπλοις ἀμύνασθαι, ἢ ἀπειθοῦντας οὐχ ὑπὸ Μηνοδώρου ταῦθ’ ὑμᾶς οἰήσομαι προαχθέντας πεισθῆναι, ἀλλ’ αὐτοὺς Μηνοδώρῳ τούτων ἀφορμὴν δοῦναι ἐθέλοντας.
νς′. Τραλλιανοὶ Βρούτῳ. Οὐ Μηνόδωρος ὑποδέξασθαι τῇ πόλει Δολοβέλλαν καὶ τὴν στρατιὰν αὐτοῦ προηγάγετο ἡμᾶς, ὥσπερ οὐδὲ πάλαι στρατοπεδεύοντα περιορᾶν ἔπειθεν. ἀλλ’ οὐδὲ εἰ ταῦτα ἐπέπρακτο, ἡγούμεθα δοκεῖν αὐτοὶ Μηνοδώρῳ τοιαύτης εὐβουλίας ἀφορμὴν παρεσχῆσθαι· τάχιον γὰρ ἂν τὴν πρὸς Ῥωμαίους ὁμολογήσαιμεν συμμαχίαν ἡμεῖς ἢ σὺ τοῖς παρ’ ἡμῶν τὴν Δολοβέλλα ξενίαν ἐπικαλεῖς, οἷς εἰ καὶ μηδέν, ὡς λέγεις, ὄφελος οἴσεται ἡ πρὸς ἀλλήλους ὁμόνοια, μέγα γοῦν περιγένοιτ’ ἂν τὸ ἐκ τῆς πίστεως εὐσυνείδητον. ὅπλων μέντοι καὶ φυγαδείας οὐδέν τι τοῖς πράγμασι προσδεῖ· Μηνόδωρος γὰρ συναπῆρκε Δολοβέλλᾳ, μὰ Δί’ οὐχ ὡς πιπράσκειν τὴν πατρίδα κεκωλυμένος, ἀλλὰ τὴν ἀρχὴν οὐδὲ νομίζων ἀδίκημα τῷ φίλῳ συνίστασθαι εἰς τὰ ἐπιτήδεια. σὺ δ’ εἰ καλὸν ὑπολαμβάνεις, ὥσπερ καὶ ἔστι καλόν, τὸ μὴ περιμένειν ποτὲ ἁμαρτάνοντας ἀμύνεσθαι, πολλῷ μᾶλλον οἰήθητι δεῖν μὴ προεξανίστασθαι τῶν διαβολῶν, ἀλλ’ ἐπὶ τῷ συμβησομένῳ τὴν κρίσιν τηρεῖν, ἐπεὶ δόξεις οὐκ ἐφ’ οἷς ἂν μέμφῃ τοὺς πέλας δυσμενῶς διατίθεσθαι, πρὸς οὓς δ’ ἂν ἔχθραν ἔχῃς, αἰτίας τούτοις ἐπιφέρειν.
νζ′. Βροῦτος Τραλλιανοῖς. Χρήματα ὅσα Δολοβέλλας κατέθετο παρὰ Μηνοδώρῳ τῷ ἑαυτοῦ ξένῳ, εἴ τέ τινας ἄλλας παρακαταθήκας, παρὰ τῶν τέκνων αὐτοῦ κομισάμενοι τῶν διαδεξαμένων αὐτοῦ τὴν οὐσίαν μετὰ τὴν ἐκείνου φυγὴν ἀναπέμψατε πρός με· εἰ δέ γε μὴ εἶναί φατε, αὐτοὺς τοὺς ἄνδρας μετὰ τέκνων καὶ γυναικῶν· οὐ γὰρ δίκαιον τοῖς τῶν ἐμῶν πολεμίων φίλοις ἢ καὶ ξένοις περαιτέρω τοῦ μηδὲν αὐτοὺς παθεῖν λυσιτελῆσαι τὴν ἡμετέραν ἐπιείκειαν.
νη′. Τραλλιανοὶ Βρούτῳ. Οὔτε Δολοβέλλαν ἐν τοῖς δαπανηροτάτοις τοῦ πολέμου καιροῖς ἀποθησαυρίσαι παρακαταθήκας εἰκός, οὔτε Μηνόδωρον ἀπαλλασσόμενον ἐκ τῆς πατρίδος οἷόν τε καταλιπεῖν οἴκοι τὰ τῆς φυγῆς ἐφόδια. τὸ μέντοι γε ἀναπέμπειν πρός σε ἢ τὰ μὴ ὄντα χρήματα ἢ τοὺς ἀναιτίους ἀνθρώπους τῇ μὲν ἀδύνατον τῇ δὲ ἄδικον· οὐ γὰρ ἄξιον τοῖς ἡμετέροις πολίταις διὰ τοὺς σοὺς πολεμίους μέχρι συμφορᾶς ἀλυσιτελῆ εἶναι τὴν παρ’ ἡμῶν, ἐὰν πεισθῶμεν, προδοσίαν.
νθ′. Βροῦτος Βιθυνοῖς. Μηδενὶ δοκείτω χαλεπόν, εἰ πολλὰ εἰσπράττομεν πολλῶν δεόμενοι· τούτων γὰρ ἡμεῖς ἔργα ἀποδίδομεν. εἰ δὲ τὸ τῶν εἰσφορῶν πλῆθος βαρύνεσθε, μεμνῆσθαι χρὴ πόσοι πόνοι σὺν τοῖς διδομένοις ὑφ’ ἡμῶν ἀναλίσκονται. παντὶ γὰρ δῆλον ὅτι τοῦ παρασκευαζομένου κάμνει πλεῖον ὁ ταῖς παρασκευαῖς τοῦ πολέμου χρώμενος, ἄλλως τε καὶ ὑμῶν μὲν τῆς οἰκείας φροντίδος ἑκάστῳ, ἡμῖν δὲ τῆς ἁπάντων προνοεῖν ἀνάγκη.
ξ′. Βιθυνοὶ Βρούτῳ. Οὐχ ὅσων δεῖσθαί σοι συμβέβηκεν ἤδη καὶ ἡμῖν εὐπορεῖν τοσούτων περίεστι· γνοίης δ’ ἂν δι’ ὅσων ἀθροίζεται τὰ παρασκευαζόμενα καμάτων ἐξ ὧν αὐτὸς ἀναλίσκων αὐτὰ κοπιᾷς. καίτοι τὸ μὲν ὑπὲρ ἄλλων εἰσφέρειν μετὰ πόνου καὶ ἀλυσιτελὲς φαίνεται, τὸ δὲ ταῖς ἑτέρων παρασκευαῖς χρῆσθαι μετ’ ὠφελείας ἐστὶ ρᾴδιον. εἰ δὲ καὶ ὑπὲρ πολλῶν φὴς κακοπαθεῖν, καὶ ἀπὸ πλειόνων σοι ποριστέον· οὐ γὰρ οἷόν τε ἡμᾶς τοὺς περὶ μόνων ἑαυτῶν φροντίζοντας ταῖς ὑπὲρ ἁπάντων εἰσφοραῖς ἐξαρκεῖν.
ξα′. Βροῦτος Βιθυνοῖς. Ἀκύλαν ἐμὸν φίλον ἔπεμψα πρὸς ὑμᾶς κατασκευάσοντά μοι ναῦς στρογγύλας πεντήκοντα καὶ μακρὰς διακοσίας, τοσαύτας δὲ καὶ Δολοβέλλᾳ πυνθάνομαι ὑμᾶς παρασχέσθαι. ὀρθῶς οὖν ποιήσετε ναύτας καὶ ἐρέτας εἰς ταῦτα τὰ πλοῖα, ἄχρι ἂν πρὸς ἐμὲ ἀνακομισθῇ, παρασχόντες τῷ Ἀκύλᾳ καὶ σιτηρέσιον τούτοις μηνῶν τεσσάρων. τῶν γὰρ εἰς τὴν ναυπηγίαν δεόντων ξύλων καὶ τῆς τούτων παρακομιδῆς ἐπὶ θάλασσαν καὶ τεχνιτῶν εὖ οἶδ’ ὅτι οὐδὲν ἀμελήσετε μηδὲ Δολοβέλλᾳ ἐλλιπόντες.
ξβ′. Βιθυνοὶ Βρούτῳ. Οὐκ εἴ τι Δολοβέλλας ἔφθασεν ἁρπάσας, τοῦτο ἤδη καὶ σοὶ λαβεῖν εὔπορον καταλέλοιπεν. οἱ γοῦν ἐκείνῳ πεντήκοντα καὶ ἑκατὸν νεῶν οὐ πλέον δυνάμενοι παρασχεῖν βιασθέντες πῶς οἷοί τε ἂν εἴημεν σοὶ τὰς ἴσας ἐξ ἀπόρων χορηγῆσαι, καὶ μάλιστα σὺν ἐρέταις καὶ ξύλοις καὶ ναυπηγοῖς, ἃ καὶ ἅπαξ εἰσενεγκεῖν χαλεπόν, δὶς δὲ ἀδύνατον; σιτηρέσιον δὲ οὐδὲ Δολοβέλλας ἡμῖν ἅτε μηδ’ εἰ κελεύσειε παρασχεῖν δυνησομένοις ἐπήγγειλε. σύγγνωθι οὖν ἡμῖν καὶ σοὶ ἀρνουμένοις κἀκείνῳ ἀρνήσασθαι μὴ δυνηθεῖσιν.
ξγ′. Βροῦτος Βιθυνοῖς. Ἔγραψέ μοι Ἀκύλας πολλήν τινα ὑμῖν ῥᾳθυμίαν ἐγκεῖσθαι τῆς εἰς τὰ πλοῖα ὑπουργίας, ἐγὼ δὲ ἐκεῖνον σφόδρα ἐμεμψάμην τῆς ἀνεξικακίας, πειθόμενον ἐπιστολῶν μοι τῶν καθ’ ὑμῶν, ἃς παρ’ ἕκαστα πέμπων οὐ παύεται, δεῖν μᾶλλον ἢ νεῶν, κἂν εἰ σὺν ταῖς κατ’ αὐτοῦ πρεσβείαις δέοι· οὐ γὰρ οἷόν τε διὰ τούτων ἐκείνας καταρτισθῆναι. ὑμᾶς δὲ ὑπομνήσαιμ’ ἂν ἡδέως καὶ νῦν καὶ ἔπειτα τοῦ μὴ ἄκοντας ἡμῖν ἀλλ’ ἑκόντας καὶ εἰς ταῦτα καὶ εἰς τὰ ἄλλα πάντα ὁμοίως συναγωνίζεσθαι· ἐκ τῶν παρόντων γὰρ καὶ περὶ ἐκείνων ρᾴδιον τεκμαίρεσθαι.
ξδ′. Βιθυνοὶ Βρούτῳ. Ἀκύλας οὐ κατήγορος ἡμῶν τῆς ὀλιγωρίας μᾶλλον ἢ μάρτυς φαίνεται τῆς ἀσθενείας. εἰ γοῦν ἀμελοῦντας ἀληθῶς ἐγίγνωσκεν, οὐκ ἂν παρὸν βιάσασθαι τὴν ὀλιγωρίαν περὶ αὐτῆς σοι ἐπέστελλεν, ἄλλως τε μηδ’ ἡμῶν πρεσβεύεσθαι μελλόντων κατὰ τοῦ διακονοῦντος πρὸς τὸν πέμψαντα. νυνὶ δὲ Ἀκύλας μὲν συνεῖδε τὸ τῆς χρείας ἀδύνατον, σὺ δὲ δι’ ἀπειλῆς λύσειν νομίζων τὸ ἄπορον ἀδίκως ἅμα καὶ ἀνωφελῶς χαλεπαίνεις· οὔτε γὰρ ἐλπὶς οὔτε φόβος χορηγίας αἴτιον, ἀλλὰ τὸ δύνασθαι.
ξε′. Βροῦτος Βιθυνοῖς. Οἱ ἄκοντες ἡμῖν ὑπηρετοῦντες οὐχ ἃ μὴ βούλονται παρέχειν κερδαίνουσιν (ἀγαπητὸν γὰρ ἂν ἦν αὐτοῖς τοῦτό γε) ἀλλα τὴν ἐπ’ ἐκείνοις χάριν, ἥτις ἂν αὐτοῖς ὠφείλετο ὑφ’ ἡμῶν, ἀποβάλλουσι. κατασκευάσαντες οὖν τὰς ναῦς ὅνπερ τρόπον ἐπεστείλαμεν σὺν τοῖς ἐρέταις καὶ τῷ ὀφειλομένῳ σιτηρεσίῳ πέμψατε, ἢ ἀναγκασθήσεσθε οὐκ ἐπὶ τούτοις ἄχθεσθαι, ἀλλ’ ὧν ἂν ὑπολίπωμεν χάριν ἡμῖν εἰδέναι.
ξϛ′. Βιθυνοὶ Βρούτῳ. Οἱ βιαζόμενοι τοὺς ὑπουργεῖν μὴ ἰσχύοντας οὐχ ἃ προστάττουσιν ὠφελοῦνται (ἡδὺ γὰρ ἂν ἦν μὴ γενέσθαι χρείας καὶ οἱ ἐν ἀπειλῇ), ἀλλὰ τὸ δοκεῖν μὴ εὐγνώμονες εἶναι ζημιοῦνται· εἴξουσι γὰρ τῇ ἀνάγκῃ πρὸς τὸ ἄπορον, καὶ εἰ μὴ διὰ φιλανθρωπίαν τῇ ἐνδείᾳ συνέγνωσαν. ἡμεῖς μὲν οὖν τάχιον ἂν εὐπορήσαιμεν καὶ ὑπὲρ ἰσχὺν ἢ ἀρνησόμεθα χορηγεῖν ἔχοντες, σὺ δὲ εἰ πλέον οἴει πορίσειν ἀφ’ ἡμῶν διὰ βίας, ἴσθι μὴ ὧν ἂν παραλίπῃς, ἀλλ’ ὧν ἂν χρήσασθαι δυνηθῇς χάριν ἡμῖν παρέξων.
ξζ′. Βροῦτος Βιθυνοῖς. Τὰ πλοῖα ἐγὼ πάντα, ὅσων μοι ἔδει, ἐν θαλάσσῃ ἔχω παρασχόντων μοι Μακεδόνων καὶ Λεσβίων καὶ Φοινίκων. ὑμεῖς οὖν ἐπεὶ παρὰ τοὺς χειμῶνας αἰφνιδίως ἐπιπεσόντας ὑστερήσατε, τετρακόσιά μοι τάλαντα εἰς τὸ ἐπιβατικὸν αὐτῶν συγκομίσατε· νομίζω γὰρ εἰς μηδὲν ὑμῖν τούτων αἴτιον τὸν χειμῶνα γεγονέναι, ἐθελησάντων δὲ ὑμῶν ἐνοχλῆσαι.
ξη′. Βιθυνοὶ Βρούτῳ. Ὁ μὲν χειμὼν διεκώλυσε τὴν ναυτικὴν ἡμῶν συμμαχίαν, ἡ δὲ ναυτικὴ παρασκευὴ ἐξανάλωσε τὰ χρήματα, ὥστε ἡμᾶς εἰ καὶ μὴ σοί, ἀλλ’ οὖν αὑτοῖς γε δαπανηρῶς μεμοχθηκέναι. τῆς οὖν χρείας ὑπ’ ἄλλων πεπληρωμένης αἰτούμεθα συγγνώμην, βραδύναντες μὲν διὰ τὴν τύχην, ἀποροῦντες δὲ διὰ τὸ ἀνάλωμα· οὐ γὰρ δυνατὸν ἡμῖν τὰς ναῦς ποιῆσαι χρήματα ὡς ἐκ τῶν χρημάτων ναῦς.
ξθ′. Βροῦτος Σαμίοις. Αἱ βουλαὶ ὑμῦν ὀλίγωροι, αἱ ὑπουργίαι βραδεῖαι. τί τούτων τέλος ἐννοεῖσθε.
ο′. Σάμιοι Βρούτῳ. βουλεύεσθαι μὲν ὀκνηρῶς ἀσφάλεια, ὑπουργεῖν δὲ βραδέως ἀσθένεια· τούτων ἀμφοτέρων ἓν τέλος συγγνώμη.
Chion
Seventeen letters of Chion of Heraclea, the philosopher-tyrannicide, forming a small epistolary novel; later antiquity, perhaps 1st c. CE.
Epistulae
46 letters·4,973 words·urn:cts:greekLit:tlg0041.tlg001.1st1K-grc1
Read on Scaife Source TEI XML Hercher (Epistolographi Graeci)
Show Greek text (46 letters) — click any Greek word for Logeion + Morpheus
α′. Χίων Μάτριδι χαίρειν. Ἀπεδωκέ μοι Λῦσις τὴν ἐπιστολὴν τρίτην ἡμέραν ἤδη περὶ Βυζάντιον διατρίβοντι, δι’ ἧς τὴν σαυτοῦ σύγχυσιν καὶ πάσης τῆς οἰκίας ἐδήλους μοι. ἄλλος μὲν οῦν, οῦν, ὅσοις ἔνεστι παραμυθήσασθαί σε, ταῦτ’ ἂν διεξῄει καὶ τὰς ἐκ τῆς ἀποδημίας ἐλπίδας ἐξηριθμεῖτο καὶ ἐπὶ ταύταις ἀντίρροπον λύπης εὐφροσύνην καθἰστατο· ἐγὼ δὲ τοῦτ’ αὐτὸ ἀξιῷ παρ’ ὑμῶν γενέσθαι, ὅπως ἆθλόν μοι τῆς ἐλπιζομένης ἀρετῆς καταστήσητε τὸ μακαρίους ὑμᾶς ποιῆσαι γονεῖς, ἀλλὰ μὴ τὸ παραμυθίαν ἐκ τῆς ἐμῆς παιδείας προσδέχεσθαι, μὴ λυπούμενοι δὲ εὐτυχίαν. ἄμεινον δὲ ὥσπερ ἀθλοφόρῳ μείζονά μοι προθεῖναι τὰ ἆθλα, ἵνα κρείττων ἐπ’ αὐτὰ ἀγωνιστὴς γένωμαι. οὕτως οὖν διάκεισο, ὦ πάτερ, καὶ παραμυθοῦ τὴν μητέρα, εἴπερ ἄρα ἐκείνην μὲν ἐν τοῖς παρηγορουμένοις, σὲ δὲ ἐν τοῖς παρηγοροῦσι τετάχθαι προσήκει.
β′. Χίων Μάτριδι χαίρειν. Θράσων ἐμπορεύεται μὲν τὸν Πόντον, χρηστὸς δὲ μᾶλλον ἢ κατὰ τὴν ἐπιτήδευσιν εἶναί μοι δοκεῖ. καὶ νῦν ἐν Βυζαντίῳ γενόμενος ἔχω τινὰ αὐτῷ χάριν· θεάσασθαι γάρ μοι βουλομένῳ τὰ περὶ τὴν χώραν ἄξια θέας ὄντα ἡγεμὼν τῆς ὁδοῦ ἐγένετο καὶ τἄλλα ἐπεμελήθη, ὅπως μὴ πονηρά τις ἡμῖν ἡ ὁδὸς καὶ κυνηγετικὴ γένοιτο, ἀλλὰ ὀχημάτων τε χάριν καὶ τῆς ἄλλης παρασκευῆς ἁβροτέρα. τοῦτον ὡς ὑμᾶς πλέοντα ᾠήθην ταύτῃ τῇ μαρτυρίᾳ συμπαραπέμψαι δεῖν, ἵνα ἀντιτύχῃ τῶν αὐτῶν. θέας μὲν οὖν οὐδὲν οἶμαι χρήζει κατεστρατευμένος ἐκ πολλοῦ χρόνου τὸν Πόντον, εἰς δὲ τὴν οἰκίαν δῆλον ὡς κατὰ τὸ σεαυτοῦ ἦθος ὑποδέξῃ προθύμως αὐτόν. ἐγὼ δὲ ὥρμημαι μὲν ἐκπλεῖν, ἀνέμου δὲ οὐκ ἐπιτυγχάνω.
γ′. Χίων Μάτριδι χαίρειν. Πολλὴν χάριν οἶδα τοῖς ἐπισχοῦσιν ἡμᾶς ἀνέμοις καὶ τὴν ἐν Βυζαντίῳ διατριβὴν βιασαμένοις, καίτοι τὸ πρῶτον ἠχθόμην αὐτοῖς ἐπειγόμενος. ἀλλὰ γὰρ ἀξίᾳ πρόφασις καὶ χρονιωτέρας μονῆς ἐφάνη Ξενοφῶν ὁ Σωκράτους γνώριμος. οὗτος γὰρ ὁ Ξενοφῶν εἷς τῶν ἐπ’ Ἀρταξέρξην στρατευσαμένων Ἑλλήνων, Κύρῳ δὲ συμμάχων ἐστί. καὶ τὸ μὲν πρῶτον μετά τινος τῶν στρατηγῶν ἦν οὐδὲν πολυπραγμονῶν ὅ τι μὴ στρατιώτην ἐχρῆν, καίπερ εἷς ὢν τῶν Κύρῳ τιμίων· ὡς δὲ Κῦρός τε ἀπέθανεν ἐν τῇ πρώτῃ μάχῃ καὶ οἱ στρατηγοὶ τῶν Ἑλλήνων παρασπονδηθέντες ἀπετμήθησαν τὰς κεφαλάς, ᾑρέθη στρατηγὸς ἀνδρείας τε ἕνεκα καὶ τῆς ἄλλης σοφίας, δοκῶν ἄριστα ἂν διαπράξασθαι τὴν τοῖς Ἕλλησι. καὶ οὐκ ἔψευσεν αὐτοὺς τῆς ἐλπίδος, ἀλλὰ διὰ μέσης πολεμίας γῆς ὀλίγην στατιὰν ἄγων περιεσώσατο, ἑκάστης ἡμέρας τοῖς βασιλέως στρατηγοῖς παραστρατοπεδευόμενος.
(2) θαυμαστὰ μὲν οὖν καὶ ταῦτα, πολὺ δὲ τούτων θαυμαστότερόν τε καὶ μείζων ὅπερ αὐτὸς ἐγὼ νῦν ἐθεασάμην. πεπονημένοι γὰρ οἱ Ἑλλήνες πολυχρονίῳ καὶ χαλεπῇ στρατείᾳ καὶ μηδὲν ἄλλο ηὑρημένοι τῶν κινδύνων ἆθλον πλὴν τῆς σωτηρίας, δεξαμένων αὐτοὺς κατὰ φόβον τῶν Βυζαντίων, ἔγνωσαν διαρπάσαι τὴν πόλιν, καὶ πολὺς τάραχος αἰφνιδίως κατέσχε τοὺς Bυζαντίους. ἐπεὶ δὲ ὡπλίζοντό τε οἱ ξένοι καὶ ὁ σαλπιγκτὴς ἐσήμηνεν ἐγὼ μὲν ἀσπίδα καὶ λόγχην ἁρπάσας ἔδραμον ἐπὶ τὸ τεῖχος, οὗ καὶ τῶν ἐφήβων τινὰς συνεστηκότας ἑώρων. ἦν δὲ ἡ φυλακὴ τῶν τειχῶν οὐδὲν ὠφέλιμος πολεμίων κατεχόντων τὴν πόλιν, ἀλλ’ ὅμως ῥᾷον ἐνομίζομεν ἀμυνεῖσθαι πλεονεκτοῦντες τῷ τόπῳ ἢ ἀπολεῖσθαί γε βραδύτερον.
(3) κἀν τούτῳ ταραττομένων τῶν Ἑλλήνων ἑωρῶμεν κομήτην ἄνδρα, καλὸν πάνυ καὶ πρᾷον ἰδέσθαι, διεξιόντα δι’ αὐτῶν καὶ παύοντα τῆς ὁρμῆς ἕκαστον· οὗτος δὲ ἦν ὁ Ξενοφῶν. ὡς δὲ ἐκ τῶν ἐναντίων παρεκάλουν αὐτὸν οἱ στρατιῶται ἕνα ὄντα πολλοῖς τείθεσθαι καὶ ἀναπαῦσαί ποτε αὐτοὺς τῆς ταλαιπώρου καὶ χαλεπῆς ἄλης, « ἀνάγετε οὖν ἐπὶ πόδα » ἔφη « καὶ βουλεύσασθε οὐ γὰρ δέος μὴ διαφύγῃ βουλευομένους τὸ πρᾶγμα ἐφ ’ ὑμῖν κείμενον. » ὡς δὲ τοῦτό γε αὐτῷ ἀπειθεῖν ἠδέσθησαν, εἰς μέσον καταστὰς ὁ Ξενοφῶν θαυμαστοὺς λόγους διέθετο, ὡς τὸ τέλος αὐτῶν ἐδήλωσεν· οὐ γὰρ ἡμῖν γε σαφῶς ἐξηκούοντο. τοὺς γοῦν πρὸ μικροῦ διαρπάζειν ἐγνωκότας τὴν πόλιν μετρίους κατὰ τὴν ἀγορὰν ἑωρῶμεν ὠνουμένους τὰ ἐπιτήδεια, ὡς τῶν ἄλλων Βυζαντίων ἕκαστον, καὶ μηδὲν ἔτι ἐκείνου τοῦ ἀδίκου καὶ ἁρπακτοῦ ἄρεος πνέοντας.
(4) αὕτη δὲ ἡ ὄψις ἐπίδειξις ἦν τῆς Ξενοφῶντος ψυχῆς, ὅπως καὶ φρονεῖν καὶ λέγειν ἐδύνατο. οὐ μὴν ἔγωγε ἡσυχίᾳ τὸν ἄνδρα παρελθεῖν ὑπέμεινα, καὶ ταῦτα ὁμοίως Βυζαντίοις εὖ πεπονθὼς ὑπ’ αὐτοῦ (ἐπεὶ διὰ τοὺς ἀνέμους καὶ αὐτὸς εἷς ἦν τῶν διαρπασθησομένων), ἀλλ’ ἐγνώρισα αὐτῷ ἐμαυτόν. ὃ δὲ καὶ τῆς σῆς πρὸς Σωκράτη φιλίας ἀνεμιμνήσκετο κἀμὲ φιλοσοφεῖν παρίστατο, καὶ τἄλλα οὐ στρατιωτικῶς, μὰ Δί ’ ἀλλὰ καὶ πάνυ φιλανθρώπως διελέγετο. νῦν δὲ εἰς Θρᾴκην ἄγει τὸ στράτευμα· Σεύθης γὰρ ὁ τῶν Θρᾳκῶν βασιλεὺς πρός τινας ὁμόρους πολεμῶν μετεπέμψατο, ἐντελῇ μισθὸν αὐτοῖς ὑποσχόμενος, οἳ δὲ ὑπήκουσαν. οὐ γὰρ ἄποροι διαλυθῆναι βούλονται, ἀλλὰ καὶ κτήσασθαί τι ἐκ τῶν πόνων, ἕως γ’ ἔτι στράτευμά εἰσιν.
(5) ἴσθι δή, πολύ με νῦν προθυμότερον εἰς Ἀθήνας πλεύσεσθαι φιλοσοφήσοντα· μέμνησαι γὰρ δήπου, ὅτι προτρέπων με συνεχῶς ἐπὶ φιλοσοφίαν καὶ θαυμαστὰ διεξιὼν περὶ τῶν καθ’ ὁτιοῦν σπουδασάντων περὶ αὐτὴν μέρος τἄλλα μὲν εἶχες πειθόμενον, ἐκεῖνο δὲ καὶ πάνυ φοβούμενον. ἐδόκει γάρ μοι τὰ μὲν λοιπὰ ὄντως σπουδαιοτέρους ποιεῖν ὅσων ἐφάψαιτο (καὶ γὰρ τὸ σῶφρον καὶ τὸ δίκαιον οὐκ ἄλλοθεν ἀρύεσθαι τοὺς ἀνθρώπους ἢ ἐκ φιλοσοφίας ᾤμην), τὸ δὲ πρακτικὸν καὶ σφόδρα λύειν τῆς ψυχῆς καὶ μαλθάσσειν ἐπὶ τὸ ἥσυχον. ἀπραγμοσύνη γὰρ ἦν καὶ ἠρεμία τὰ θαυμαστά, ὥς μοι ἔλεγες, ἐγκώμια φιλοσόφων.
(6) δεινὸν οὖν μοι κατεφαίνετο, εἰ φιλοσοφήσας τἄλλα μὲν ἀμείνων ἔσομαι, θαρραλέος δ’ οὐκέτι οὔτε στρατιώτης εἶναι δυνήσομαι οὔτε ἀριστεύς, εἰ δέοι, ἀλλὰ μεθήσω ταῦτα πάντα ὥσπερ ἐπιλήσμονί τινι ἐπῳθῇ παντὸς ἔργου λαμπροτέρου κηληθεὶς τῇ φιλοσοφίᾳ. ἠγνόουν δ’ ἄρα, ὅτι καὶ πρὸς ἀνδρείαν εἰσὶν ἀμείνους οἱ φιλοσοφήσαντες, καὶ μόλις γε αὐτὸ παρὰ Ξενοφῶντος ἔμαθον, οὐκ ἐπειδὴ διελέχθη μοι περὶ αὐτοῦ, ἀλλ’ ἐπεὶ τοιοῦτος ὢν ἐφάνη, ὁποῖός ἐστι. μάλιστα γὰρ δὴ μετασχὼν τῶν Σωκράτους λόγων ἀρκεῖ καὶ στρατεύματα καὶ πόλεις σώζειν, καὶ οὐδὲν αὐτὸν ἐποίησε φιλοσοφία αὑτῷ τε καὶ τοῖς φίλοις ἀχρειότερον.
(7) ἡσυχία μὲν οὖν ποιητικωτέρα τάχα εὐδαιμονίας· ἤδη μέντοι καὶ πράξει καλῶς ἕκαστα ὁ καλῶς ἠρεμεῖν δυνάμενος, ἐπεὶ καὶ μείζων ἂν εἴη τοῦ πολεμοῦντος ὁ πλεονεξίαν καὶ ἐπιθυμίαν καὶ τἄλλα πάθη χειρούμενος, ὧν καὶ οἱ νικῶντες τοὺς πολέμους ἡττῶνται. κἀγὼ οὖν ἐλπίζω φιλοσοφήσας τά τε ἄλλα κρείττων ἔσεσθαι καὶ οὐχ ἧττον ἀνδρεῖος, ἀλλ’ ἧττον θρασύς. ταῦτα μὲν οὖν οὐχ ἱκανὰ μόνον, ἀλλὰ καὶ τοῦ ἱκανοῦ πέρα. γίνωσκε δέ με ἤδη πρὸς τῷ πλεῖν ὄντα· καὶ γὰρ δὴ γέγονε καὶ τὰ τῶν ἀνέμων αἰσιώτερα.
δ′. Χίων Μάτριδι χαίρειν. Ἐπιτυχόντες τῶν περὶ Σῖμον κατ’ ἐμπορίαν ὡς ὑμᾶς πλεόντων ἔγνωμεν καὶ τὰ ἐν Περίνθῳ συντυχόντα ἡμῖν δηλῶσαι. ἦν μὲν γὰρ ἐρίφων ἑσπερία δύσις, κἀγὼ προέλεγον τοῖς σὺν ἡμῖν ναύταις ἐπισχεῖν τὸν ἔκπλουν, καὶ ταῦτα ἐν Βυζαντίῳ διατρίβειν δυναμένοις οἳ δ’ οὐκ ἐπείθοντο, ἀλλὰ καὶ πάνυ μου τὴν πρόρρησιν ἐχλεύαζον, προσβεβλῆσθαί μοι νόσον τινὰ ἀστρονομίας ὑπὸ Ἀρχεδήμου τοῦ ἀστρονόμου λέγοντες. κἀγὼ μέχρι μὲν τινος ἀντεῖχον, καταναυμαχούμενος δ’ ὑπ’ αὐτῶν εἶξα, καὶ ταῦτα οὐδ’ αὐτὸς εἰδὼς εἴ τι ἀληθὲς προλέγοιμι, ἅμα δὲ καὶ πνεῦμα οὔριον καὶ καλὸς πλοῦς προφαινόμενος ἀπιστότερά μου ἐποίει τὰ προαγορεύματα.
(2) ὡς δὲ ἀνήχθημεν, ἕως μὲν Σήλυμβρίαν παραλλάξαι, κατεγελώμην ἐφ’ οἷς προεῖπον, εὐχόμενός γε καὶ μέχρι τῆς ἀποβάσεως γελᾶσθαι· ὡς δὲ τριάκοντά που σταδίους ἀπ’ αὐτῆς προεκόψαμεν, δεινὸς ἡμᾶς χειμὼν κατέλαβε. καὶ πολὺν μὲν χρόνον οὐδαμοῦ καθορμίσαι τὴν ναῦν δυνάμενοι πονηρῶς πάνυ διεκείμεθα, μόλις δέ ποτε ἐπιδόντες τὴν Πέρινθον ἐβιαζόμεθα πρὸς αὐτήν, κωπηλάται ἀγαθοὶ γενόμενοι· τοῖς μὲν γὰρ ἱστίοις οὐ φορητὸς ἦν ὁ ἄνεμος. καὶ δεινὰ παθόντες, ἵνα μὴ λέγω τὰ μεταξύ, μέσων που νυκτῶν κατήχθημεν εἰς Πέρινθον. καὶ τότε μὲν κατεδάρθομεν, ὑπελείπετο δὲ ἡμῖν καὶ ἕτερος χειμὼν οὐδὲν τοῦ λαττίου μετριώτερος. Περίνθιοι γὰρ ὑπὸ Θρᾳκῶν ἐπολεμοῦντο, καὶ τοῦτο οἱ πάντα ἀγνοήσαντες ἡμεῖς οὐκ ἐπυθόμεθα, καίπερ δώδεκα ἡμέρας ἐν Βυζαντίῳ διατρίψαντες, ἀλλ’ ὡς εἰκὸς αἰφνίδιος ἡ καταδρομὴ τῶν βαρβάρων ἐγένετο.
(3) ἀναστάντες οὖν ἐξῄειμεν ὀψόμενοι τὴν πόλιν, ὡς ᾠόμεθα, ἐγώ τε καὶ Ἡρακλείδης καὶ Ἀγάθων ὁ χρηστός, εἵποντο δὲ ἡμῖν καὶ τῶν θεραπόντων Βαιτύλος καὶ Ποδάρκης καὶ Φίλων ὁ θρασύς, ἡμεῖς μὲν ἄνοπλοι, τῶν δὲ θεραπόντων παρήρτητο ἕκαστος μάχαιραν, Φίλων μὲν γὰρ καὶ δόρυ ἐκόμιζε. μικρὸν δὲ προελθόντες ἀπὸ τοῦ λιμένος ὁρῶμεν στρατόπεδόν τε οὐ πρόσω τῆς πόλεως καὶ τὸ δεινότερον ἱππέας τρεῖς οὐ πόρρω ἡμῶν. καὶ Φίλων μὲν δούς μοι τὴν λόγχην, ἵν’ αὐτὸς ᾖ δρομικώτερος, ἐπὶ τὴν ναῦν ἔφευγεν, ἐγὼ δὲ οὐκ ἐλπίζων ὠκύτερον ἵππου ἐμαυτὸν εἶναι, περὶ τὸν βραχίονα ἑλίττων θοίμάτιον καὶ τὴν λόγχην διηγκυλωμένος ἔμενον. τὸ αὐτὸ δὲ ἐποίουν καὶ οἱ θεράποντες, Ἡρακλείδης δὲ καὶ Ἀγάθων λίθους ἔχοντες ὀπίσω ἡμῶν ἐκρύπτοντο.
(4) προσελάσαντες δὲ οἱ Θρᾷκες πρὶν εἰς ἐφικτὸν ἐλθεῖν ἠκόντισαν τρεῖς λόγχας ἕκαστος, καὶ αἳ μὲν μικρὸν πρὸ ἡμῶν ἔπεσον, οἳ δὲ ἀναστρέψαντες ὡς δὴ τετελεσμένου αὐτοῖς τοῦ ἔργου ἤλαυνον εἰς τὸ στρατόπεδον, ἀνελόμενοι δ’ ἡμεῖς τὰς λόγχας ἀνεχωρήσαμεν ἐπὶ τὴν ναῦν καὶ λύσαντες τὰ ἀπόγεια ἐπλέομεν. νῦν δ’ ἐν Χίῳ ἐσμέν, πάνυ ἐπιεικῶς τῶν ἀνέμων ἡμῖν παρὰ πάντα τὸν πλοῦν χρησαμένων. λέγε οὖν Ἀρχεδήμῳ, ὅτι ἐρίφων ἑσπερία δύσις οὐ κατὰ θάλατταν μόνον σημαίνει χαλεποὺς χειμῶνας, ἀλλὰ καὶ κατὰ γῆν χαλεπωτέρους· ἔχεις γὰρ ἐκ τῆς ἡμετέρας συντυχίας παῖξαι πρὸς αὐτόν.
ε′. Χίων Μάτριδι χαίρειν. Ἀφίγμεθα εἰς Ἀθήνας καὶ Πλάτωνι τῷ Σωκράτους γνωρίμῳ διαλεγόμεθα. τἄλλα τε γὰρ πάντα σοφὸς ἁνήρ ἐστι καὶ τὴν φιλοσοφίαν οὐκ ἀπολίτευτον ἔργῳ τοῖς γνωρίμοις ποιεῖ, ἀλλὰ καὶ πάνυ ἀμφήκη πρός τε τὸ πρακτικὸν τοῦ βίου καὶ πρὸς ἡσυχίαν ἀπράγμονα. ἔγραφες δέ μοι καὶ περὶ τῆς σῆς πρὸς αὐτὸν φιλίας, ὅτι οὐ μικρὸν πλεονέκτημα τὴν σὴν πρὸς Σωκράτη συνήθειαν εἰς αὐτὸν ἔχοιμι. ἴσθι οὖν, ὅτι πάντων μὲν ποιεῖται λόγον τῶν καὶ μίαν ἡμέραν ὁμιλησάντων Σωκράτει, οὐδενὶ δ’ οὔτως αὑτὸν οἰκειοῖ, ὡς τῷ μάλιστα ἀπολαύειν αὐτοῦ δυναμένῳ. καὶ κατὰ τοῦτο γοῦν ἐσπουδάκαμεν μὴ μειονεκτεῖν τῆς Πλάτωνος φιλίας, ἀλλ’ ἐν τούτοις τετάχθαι, ὑφ’ ὧν εὖ πάσχειν φησίν, εἴ τι αὐτοὺς εὖ ποιεῖν δύναται. οὐ γὰρ ἥττονα εὐδαιμονίαν εἶναι λέγει τὸ ἀγαθοὺς ποιεῖν τοῦ ἀγαθὸν γίνεσθαι. τὸ μὲν οὖν ὠφελεῖσθαι τοῖς δυναμένοις τῶν φίλων αὐτὸς παρέχει, τὸ δ’ ὠφελεῖν οὐχ ἧττον λαμβάνει παρὰ τῶν ὠφελεῖσθαι δυναμένων.
ς′. Χίων Μάτριδι χαίρειν. Ἐκόμισέ μοι Φαίδιμος ταρίχου ῥοδιὰν καὶ μέλιτος ἀμφορέας πέντε καὶ τοῦ μερσίτου οἴνου κεράμια εἴκοσι καὶ πρὸς τούτοις τρία ἀργυρίου τάλαντα. καὶ τῆς μὲν πίστεως ἐκεῖνον ἐπαινῶ, τῆς δ’ ἐπιμελείας σὲ ἐπιγινώσκω. ἤδη μέντοι τῶν ἐπιχωρίων γεννημάτων ὥσπερ ἀπαρχάς τινας βουλοίμην ἄν σε ἀποστέλλειν, εἴγε ἐπιτρέποι ὁ καιρός· τούτοις γὰρ καὶ τοὺς ἄλλους φίλους τέρπειν ἔνεστι καὶ Πλάτωνα σοφίζεσθαι ἀδωροδόκητον ὄντα, χρημάτων δὲ οὐδὲ εἷς ἔμοιγε πόθος, καὶ μάλιστα ἐν Ἀθήναις τε ὄντι καὶ Πλάτωνι διαλεγομένῳ, ἐπεὶ καὶ ἄτοπον ἴσως, πεπλευκέναι μὲν ἡμᾶς εἰς τὴν Ἑλλάδα, ἵνα ἧττον φιλοχρήματοι γενώμεθα, μηδὲν δ’ ἧττον καὶ ἐκ Πόντου πλεῖν πρὸς ἡμᾶς τὴν φιλοχρημοσύνην. χαριέστερον οὖν ποιήσεις ταῦτα πέμπων, ὅσα τῆς πατρίδος ἡμᾶς, οὐχ ὅσα πλούτου ἀναμνήσει.
ζ′. Χίων Μάτριδι χαίρειν. Ἀρχέπολις Λήμνιος μέν ἐστιν, ὡς λέγει, τὸ γένος, φαῦλος δὲ καὶ ἀτέκμαρτος ἄνθρωπος καὶ στασιαστὴς πρὸς πάντας, μάλιστα δὲ πάντων πρὸς ἑαυτόν, σὺν δὲ τούτοις καὶ λελυμένος τῇ ἀποπληξίᾳ καὶ πᾶν ὃ ἂν οἰηθῇ λέγων· νοεῖ δ’ ἀεὶ τὰ μωρότατα. οὗτος τὸ μὲν πρῶτον, ὡς πυνθάνομαι, ταμίας τε ἐν Λήμνῳ γενόμενος καὶ τὰς ὁμοίας μετιὼν ἀρχὰς οὐκ εὐπρεπῶς ἀνεστρέφετο, ὡς δὲ ἔδοξεν αὐτῷ καταφρονῆσαι καὶ φιλοσοφίας, εἰς Ἀθήνας κατέπλευσε, κἀκεῖ πολλὰ μὲν Πλάτωνι δυσηρέστησε, πολλὰ δ’ ἡμᾶς ἐϐλασφήμησεν. οὐδὲν γὰρ αὐτῷ χρήσιμοι ἐφαινόμεθα, περὶ ἀρετῆς ἀλλ’ οὐ περὶ χρηματισμοῦ τὰς διαλέξεις ποιούμενοι.
(2) νῦν δὲ εἰς τὸν Πόντον ἐμπορεύεσθαί φησιν, οὐκ ἀφρόνως, εἰ δὴ τοῦτο μόνον ἑαυτῷ προσήκειν λελόγισται· ἀλλὰ τὸ ἀστάθμητον αὐτοῦ καὶ πετόμενον οὐδὲ ταύτην ἐπιδέχεται τὴν φρόνησιν, ἵνα ὅς τέ ἐστιν εἰδῇ καὶ εἰς ὃ χρήσιμος· πρὸς γὰρ τὸ ἀεὶ φανταζόμενον μετεωρίζεται. οὗτος ἐπιλαθόμενος τῶν βλασφημιῶν προσῆλθέ μοι καὶ ἐδεήθη σοι γράψαι περὶ αὐτοῦ, ἐγὼ δὲ ἐκείνῳ μέν, ἵνα μὴ ἀναξίῳ ὄντι Βελλεροφόντου σχῆμα περιθῶ, ἑτέραν ἐπιστολὴν ἔδωκα, οὐδὲ ἐκεῖ τι ὁμοίως ψευσάμενος, ταύτην δὲ προαναγομένῳ Λύσιδι ἐνεχείρισα.
(3) οἶμαι δὴ πάσῃ φιλανθρωπίᾳ δέξασθαί σε δεῖν τὸν ἄνθρωπον καὶ εἰπεῖν ἐπὶ τέλει ὅτι « οὕτως ἀμείϐεται Χίων τοὺς βλασφημήσαντας· τοῦτο γὰρ ἕν ἐστι τῶν μαθημάτων αὐτοῦ, ἃ σὺ ἐχλεύαζες, τὸ μηδένα κακὸν ἀμύνεσθαι μέχρι τοῦ μὴ αὐτὸν ἀγαθὸν εἶναι. » τοῦτο δὲ ἔσται, ἐὰν εὐποιίαις αὐτοὺς ἀμυνώμεθα. οἶδα μὲν οὖν ὅτι οὐδὲν πείσεται ἄτρωτος τὴν ψυχὴν ὑπὸ μωρίας, ὅμως δ’ οὖν ἡμῶν αὐτῶν χάριν γενέσθω τοῦτο τὸ πολίτευμα. τάδε περὶ αὐτοῦ λελυμένως καὶ ἀπροκαλύπτως ἐδήλωσα, πρὸς ἄλλον μὲν οὐδέν ποτε βλασφημήσας τῶν ὄντων οὐδένα, πρὸς σὲ δὲ τὸν ἐμὸν νοῦν ὑπὸ μηδενὸς παραμπεχόμενον λόγου ἁπλοῦν καὶ σαφῆ δικαιῶν εἶναι.
η′. Χίων Μάτριδι χαίρειν. Ὁ ἀποδιδούς σοι τὸ γράμμα Ἀρχέπολις ὁ Λήμνιος ἐμπορευόμενος εἰς τὸν Πόντον ἐδεήθη μου ὅπως αὐτὸν συστήσαιμί σοι, ἐγὼ δὲ ἄσμενος ἐδεξάμην· καὶ γὰρ οὐδὲ φίλος μοι ὢν ἐτύγχανε. κέρδος οὖν μέγα ᾠήθην ἀφορμὴν λαβεῖν τοῦ ποιῆσαί τινα φίλον μὴ ὄντα πρότερον. εἰς ὃ κέρδος συλλήψῃ μοι καὶ σὺ φιλανθρώπως αὐτὸν εἰσδεξάμενος. πείθομαι δὲ καὶ μέτριον αὐτὸν ἔμπορον εἶναι· καὶ γὰρ φιλοσοφήσας πρότερον εἶτα ἐμπορεύεται.
θ′. Χίων Βίωνι χαίρειν. Ὀλιγωρίαν μέν σου τοσαύτην περὶ ἐμὲ οὐκ ἤλπισα ἔσεσθαι οὐδ’ ἐβουλόμην προσδέξασθαι, θαυμάζω δὲ τὴν συντυχίαν, δι’ ἣν οὐδὲν τέως ἥκει μοι παρὰ σοῦ γράμμα, καὶ ταῦτα συνεχῶς γραφόντων τῶν ἄλλων φίλων. ὑπὲρ μὲν οὖν τῶν γεγενημένων ἐγὼ αὐτὸς ὑπὲρ σοῦ ἀπολογήσομαι, τὸ δὲ λοιπόν, εἴτε οἱ μὴ ἀποδιδόντες αἴτιοι γεγόνασι, φύλαξαι τοῦτο τῷ συνεχῶς γράφειν· οὕτω γὰρ καὶ τῶν ἀποδωσόντων ἐπιτεύξῃ· εἴτε σὺ μὴ γράφων, φύλαξαι καὶ τοῦτο. ῥᾳδία δέ ἐστιν αὐτοῦ φυλακή. καίτοι γε ἦν τι ἐν τῇ ἡμετέρᾳ φιλίᾳ τοσοῦτον, ὅσον καὶ τὰ δυσχερῆ νικᾶν δύνασθαι. ἢ ἐπιλέλησαι τοῦ Ἡραίου καὶ τοῦ Καλλιχόρου καὶ τῶν παρὰ Καλλισθένει διατριβῶν καὶ ὅσοις ἄλλοις τὰς ἑαυτῶν ψυχὰς ἐκεράσαμεν, ἢ αὐτὸς μὲν οὐκ ἐπιλέλησαι, ἐμὲ δὲ φιλοσοφίας γευσάμενον ἀμνημονεῖν αὐτῶν ὑπολαμβάνεις; ἀλλ’ οὐ προσήκει σοι οὔτε αὐτῷ φαύλως ἔχειν περὶ τὴν φιλίαν οὔτε περὶ ἐμοῦ φαῦλα εἰκάζειν, ἀλλὰ καὶ ὡς μεμνημένον αὐτῆς καὶ ὡς μεμνημένῳ γράφειν συνεχέστερον.
ι′. Χίων Μάτριδι χαίρειν. Πλάτωνι ἀδελφιδῶν θυγατέρες εἰσὶ τέτταρες. τούτων τὴν πρεσϐυτάτην ἐδίδου Σπευσίππῳ πρὸς γάμον καὶ μετρίαν προῖκα τριάκοντα μνᾶς, ἐπεπόμφει δ’ αὐτῷ ταύτας Διονύσιος. ἐγὼ οὖν ἀσπαστὸν ἡγησάμενος τὸν καιρὸν τάλαντον προσετίθην τῇ προικί· καὶ μέχρι μὲν πολλοῦ ἠναίνετο, ἐξεπολιορκήσαμεν δ’ αὐτὸν πάνυ ἀληθεῖ καὶ δικαίῳ λόγῳ. ἔφαμεν γάρ, ὅτι οὐκ εἰς πλοῦτον, εἰς δὲ φιλανθρωπίαν σοι συμβαλλόμεθα, τὰς δὲ τοιαύτας δωρεὰς δέχεσθαι δεῖ· αὗται γὰρ τιμὰς αὔξουσιν αἱ δὲ ἄλλαι ἀτιμάζουσι. τιμᾷς μὲν οὖν λανθρωπίαν, ἀτιμάζεις δὲ πλοῦτον. ἥρμοσας δὲ καὶ τὰς ἄλλας παῖδας ἤδη τοῖς Ἀθήνησιν χαριεστάτοις. ἀλλ’ οἳ μὲν πλουτοῦσι, Σπεύσιππος δὲ χαριέστερος ὢν πένεται. τοῦτ’ οὖν τὸ κέρδος ᾠήθην δηλῶσαί σοι, οὗ μεῖζον ἡμῖν οὐκ οἶδ’ εἴ τι περιγενέσθαι ἐν παντὶ τῷ βίῳ δύναται.
ια′. Χίων Μάτριδι χαίρειν. Ἐκομισάμην παρὰ Βιάνορος τὴν ἐπιστολήν, ἐν ᾗ με ἀνακομίζεσθαι παρεκάλεις· ἱκανὸν γὰρ εἶναι πρὸς ἡντινοῦν ἀποδημίαν πέντε ἐτῶν χρόνον, ἕκτου δὲ τὴν ἐμὴν ξενιτείαν ἄρχεσθαι. ἐμὲ δὲ ὅσος μὲν πόθος ἔχει καὶ ὑμῶν καὶ τῆς πατρίδος, αὐτοὶ σαφῶς ἴστε· ἔοικε δ’ οὖν αὐτὸς οὗτος ὁ πόθος καὶ βιάζεσθαί με πλείω χρόνον διατρίβειν Ἀθήνησιν· ὠφελιμώτερος γὰρ εἶναι οἷς συμπαθῶ βούλομαι, τοῦτο δὲ τὸ κράτος μόνη ἔχει φιλοσοφία. πενταετὴς δὲ χρόνος, ὦ πάτερ, οὐχ ὅπως φιλοσοφοῦσιν ἀπαρκεῖν ἔμοιγε φαίνεται, ἀλλ’ οὐδὲ τοῖς ἐμπορευομένοις ἐπιμελέστερον. καίτοιγε οἳ μὲν ἐπὶ τὰ εὐτελέστατα στέλλονται, ἡμεῖς δὲ ἀρετὴν ἐμπορευόμεθα οὐδενὸς ἄλλου πλὴν φύσεως καὶ φιλοπονίας καὶ χρόνου ὤνιον. ὧν τὰ μὲν οὐ παντελῶς ἡμῶν ἀπολείπεται, χρόνου μέντοι δεόμεθα. διατρίψαντες οὖν ἄλλην πενταετίαν ἀναστρέψομεν θεοῦ γε σώζοντος. σὲ δέ, ᾧ λογισμῷ ἐκπέμπων ἡμᾶς ὑπέμενες, τούτῳ χρὴ καὶ χρονιζόντων μὴ ἄχθεσθαι, καὶ ταῦτα εἰδότα ὡς οὐχὶ τὸ ἐκπλεῦσαι ἐπὶ παιδείαν ἀγαθοὺς ποιεῖ, τὸ δὲ χρονίσαι περὶ παιδείαν σπουδάζοντας.
ι′.. Χίων Μάτριδι χαίρειν. Πρότερον μέν, ὥσπερ ἔγραφόν σοι, δεκαετίαν ἐκπληρώσας, πληρώσας, οὕτως ἐπανέρχεσθαι πρὸς ὑμᾶς ἐβουλόμην, νὖν δὲ ἀκούσας τὴν τυραννίδα οὐκ ἂν ἔτι ὑπομείναιμι ἐν ἀσφαλεστέρῳ τῶν πολιτῶν εἶναι, ἀλλ’ ᾗ ἂν ἄρξῃ τὸ ἔαρ, πλευσοῦμαι θεοῦ σώζοντος (νῦν μὲν γὰρ μεσοῦντος ἔτι τοῦ χειμῶνος οὐκ ἐδυνάμην), ἐπεὶ καὶ τελέως ἄτοπον ὁμοίους ἡμᾶς εἶναι τοῖς ἐπειδάν τι ταραχθῇ τῆς πατρίδος ἀποδιδράσκουσιν ὅπῃ ἂν τύχῃ, ἀλλὰ μὴ τότε μάλιστα παρεῖναι, ὅτε ἀνδρῶν ὠφελησόντων δεῖται. εἰ δὲ καὶ παντάπασιν ἐν ἀδυνάτῳ εἴη τὸ ὠφελεῖν, τὸ γοῦν μετέχειν βλάβης ἑκόντα ἀρετῇ μὲν παραπλήσιόν μοι δοκεῖ, χάρις δὲ ἴσως ἐνδεεστέρα. θαρραλεώτερον δέ σοι γέγραφα, ἐπεὶ καὶ Λῦσις τὴν ἐπιστολὴν ἐκόμιζεν.
ιγ′. Χίων Μάτριδι χαίρειν. Ὄντως Κλέαρχος, ὥς μοι ἔγραφες, οὐχ οὕτως Σειληνὸν δέδοικε κατειληφότα αὐτοῦ τὸ φρούριον ὡς ἡμᾶς φιλοσοφοῦντας. ἐπ’ ἐκεῖνον μέν γε οὐκ ἀπέστειλε τέως τοὺς πολιορκήσοντας, ὡς πυνθάνομαι, ἐπ’ ἐμὲ δὲ ἧκε Κότυς Θρᾴξ, δορυφόρος αὐτοῦ γενόμενος (ἔγνων γὰρ μετὰ ταῦτα), καὶ μικρὸν ὕστερον ἢ γραφῆναί σοι τὴν περὶ τῆς νόσου παρ’ ἡμῶν ἐπιστολὴν ἐπεχείρησεν (ἀνειλήφειν δὲ ἐμαυτὸν ἱκανῶς ἤδη), καί μοι περὶ ἕκτην ὥραν μόνῳ περιπατοῦντι ἐν τῷ ᾠδείῳ καὶ περί τινος σκέμματος φροντίζοντι αἰφνιδίως προσῇξεν.
(2) ἐγὼ δ’ εὐθέως μὲν ὑπενόησα ὅπερ ἦν· ὡς δὲ ξιφίδιόν τι ὁρῶ κακῶς μεταλαμβάνοντα, βοήσας τε αὐτὸν ἐξέπληξα καὶ προσδραμὼν τὴν δεξιὰν αὐτοῦ μετειληφότος ἤδη τὸ ἐγχειρίδιον καταλαμβάνω, καὶ τὸ λοιπὸν δὴ λακτίζων καὶ περιαγνύων τὸν βραχίονα ἐξέβαλον αὐτοῦ τὸ ξίφος, καὶ ἐτρώθην μὲν κατενεχθέντος αὐτοῦ ἐπὶ τὸν πόδα, οὐ χαλεπῶς δὲ ὅμως. ἐκ τούτου δὴ ἰλιγγιῶντα ἔδησα τῷ ἰδίῳ ζώματι, ἀποστρέψας εἰς τοὐπίσω τὼ χεῖρε, καὶ πρὸς τοὺς στρατηγοὺς ἄγω. κἀκεῖνος μὲν ἔτισε δίκην, ἐγὼ δὲ οὐδὲν δειλότερος εἰς τὸν πλοῦν γέγονα, ἀλλὰ τῶν ἐτησίων παυσαμένων ὅπως ἂν ἔχω πλεύσομαι· ἄτοπον γὰρ τυραννουμένης τῆς πατρίδος ἡμᾶς δημοκρατεῖσθαι.
(3) καὶ τὰ μὲν ἐμά, ὡς ἂν ἔχῃ, ἀσφαλῶς ἔχει· ἀγαθὸς γὰρ καὶ ζῶν καὶ ἀποθνήσκων ἔσομαι. ὅπως δέ τι καὶ ὑπὲρ τῆς πατρίδος πολιτευώμεθα, πεῖθε τὸν Κλέαρχον, ὅτι φιλοσοφήσαντες ἡσυχίας γλιχόμεθα καὶ τελέως ἀπολίτευτοι τὰς ψυχὰς ἐσμέν· ταῦτα δὲ καὶ διὰ Νύμφιδος πεῖθε αὐτόν, ὃς ἡμῖν μὲν φίλος, ἐκείνῳ δὲ καὶ συγγενής ἐστιν· οὕτως γὰρ ἂν πορρωτάτω πάσης ὑποψίας ἀπάγοιτο. ἀπροκαλύπτως δέ σοι γράφομεν, ἐπεὶ καὶ πιστοῖς ἐπιτιθέμεθα ἀνδράσι τὰς ἐπιστολὰς καὶ Κλέαρχος, ὡς ἐδήλους καλῶς ποιῶν, περὶ γοῦν ταῦτα οὐ πολυπραγμονεῖ.
ιδ′. Χίων Μάτριδι χαίρειν. Εἰς Βυζάντιον θρασυτέρῳ μέν, ταχεῖ δ’ οὖν πλῶ διασωθεὶς ἔγνων αὐτός τε ἐπιμεῖναι χρόνον, ὃν ἄν μοι καλῶς ἔχειν δοκοίη, καὶ πρὸς ὑμᾶς ἐκπέμψαι Κρωβύλον τὸν θεράποντα, ἵνα τὴν κάθοδον πράττωμεν ὠφελίμως τῇ πατρίδι· τὸ μὲν γὰρ ἡμέτερον ἀσφαλὲς οὐκ ἐπὶ Κλεάρχῳ ἐστίν. βούλομαι δ’, ἐπεὶ προήχθην ἅπαξ, καὶ καθόλου σοι τὴν ἐμὴν γνώμην δηλῶσαι. ἐμοὶ γὰρ δοκεῖ τῇ μὲν πατρίδι ὁ μέγιστος εἶναι κίνδυνος μετ’ ἀτυχίας ἤδη παρούσης. νῦν τε γάρ, ὡς πυνθάνομαι, σφαγάς τε ἀνδρῶν καὶ φυγὰς ὑπομένει, στερομένη μὲν τῶν ἀρίστων πολιτῶν, τοῖς δὲ ἀσεβεστάτοις δουλεύουσα, καὶ εἰσαῦθις οὐχ ὁ τυχὼν αὐτῇ κίνδυνος, μήποτε ἐκ τῆς περὶ ταῦτα συντυχίας οἷς μὲν πόθος τοῦ τυραννεῖν, οἷς δὲ συνήθεια δουλείας γένηται, καὶ τὸ λοιπὸν εἰς μοναρχίαν ἀκατάλυτον περιστῇ τὰ πράγματα.
(2) μικραὶ γὰρ δὴ ῥοπαὶ καὶ τῶν πολυχρονίων καὶ σχεδὸν εἰπεῖν ἀπαύστων ἄρχουσι κακῶν καὶ ἔγγιστα ὅμοιόν τι ποιοῦσι τοῖς νοσήμασι τῶν σωμάτων. ὥσπερ γὰρ ἐκεῖνα περὶ μὲν τὰς ἀρχὰς ῥᾷον ἀπολύεται τῶν ἀνθρώπων, ἐνισχύσαντα δὲ δυσίατα ἢ καὶ τελέως ἀνίατα γίνεται, οὕτω καὶ τὰ ἐν ταῖς πολιτείαις νοσήματα. μέχρι μὲν γὰρ μνήμη τε ἐλευθερίας ἰσχύει καὶ ὑπέρχεται τοὺς δουλουμένους, παράταξις λίαν ὀχυρὰ γίνεται πρὸς τοῦ πλήθους· ἐπειδὰν δὲ ἅπαξ ὑπερισχύσῃ τὸ κακὸν καὶ μηκέτι ᾖ τοῖς ἀνθρώποις λόγος, ὅπως αὐτὸ ἀπαλλάξωσιν ἑαυτῶν, ἀλλ’ ὅπως ἂν ῥᾷστα ἐν αὐτῷ διάγοιεν, τότε ὁ παντελὴς ὄλεθρος γίνεται.
(3) ἡ μὲν οὖν πατρὶς ἐν τοιούτοις κακοῖς καὶ κινδύνοις ἐστίν, ἐγὼ δέ, εἰ μὲν αὐτὸ ἐφ, ἑαυτοῦ βούλοιο τοὐμὸν σκέπτεσθαι, καὶ πάνυ ἀσφαλής εἰμι. δουλείαν γὰρ ταύτην ἔγωγε νομίζω, ἣ μετὰ τῶν σωμάτων καὶ τὰς ψυχὰς ὑφ’, ἑαυτὴν ἔχει· ἡ δὲ τῆς μὲν ψυχῆς οὐδ’ ὁτιοῦν ἁπτομένη, τὸ δὲ σῶμα μόνον ἔχουσα οὐδὲ δουλεία τυγχάνειν ἔμοιγε δοκεῖ. τεκμήριον δέ. εἴ τι γὰρ δουλείας κακόν, τοῦτο ἐπὶ ψυχὴν καταβαίνει, ἐπεὶ ἄλλως οὐδὲ κακὸν λέγοιτο ἄν· φόβος γὰρ τοῦ παθεῖν καὶ ἡ ἐκ τοῦ παθεῖν λύπη τὰ δεινότατα τοῖς μὴ ἐλευθέροις. τί οὖν; ἄν τις μὴ φοβῆται τὸ μέλλον κακὸν μηδὲ ἐπὶ τῷ γινομένῳ ἄχθηται, δουλεύσει; καὶ πῶς ὅ γε μὴ ἔχων τὰ δουλείας κακά;
(4) ἴσθι οὖν τοιοῦτόν με ὑπὸ φιλοσοφίας γενόμενον, ὁποῖον κἂν δήσῃ Κλέαρχος, κἂν ὁτιοῦν δράσῃ τῶν χαλεπῶν, οὐδέποτε ποιήσει δοῦλον· οὐδέποτε γάρ μου τὴν ψυχήν χειρώσεται, ἐν ᾗ τὸ δοῦλον ἢ τὸ ἐλεύθερον, ἐπεὶ σῶμά γε ἀεὶ συντυχίας ἧττον, κἂν ὑπ’, ἀνδρὶ μὴ τάττηται δεσπότῃ. ἢν δέ με ἀποκτείνῃ, τότε καὶ τὴν τελείαν ἐλευθερίαν χαριεῖταί μοι. ἣν γὰρ οὐδὲ τὸ περιέχον σῶμα ᾠκείωσε τῇ ἑαυτοῦ δουλείᾳ, ταύτῃ τίνα οἰκμονομίαν ἐλλείψειν δοκεῖς κεχωρισμένῃ τοῦ σώματος ; οὐ μόνον δὲ ἐγώ, ὃ ἂν πάσχω, ἐλεύθερος, ἀλλὰ καὶ Κλέαρχος, ὃ ἂν διαθῇ με, δοῦλος γενήσεται· φοβούμενος γὰρ διαθήσει, δέος δὲ οὐδὲν ἔχει ψυχῆς ἐλευθερία.
(5) τὰ μὲν οὖν ἐμὰ ἐφ’ ἑαυτῶν σκοπεῖν, ὡς ὁρᾷς, ἀσφαλέστερα εἰς τὸ παθεῖν ἢ Κλεάρχῳ εἰς τὸ δρᾶσαι, καὶ τό γ’ ἐμὸν οὐκ ἐπιμελείας ἀλλ’ ὀλιγωρίας δεῖται· τὸ γὰρ ἀρχὴν φροντίζειν περὶ αὐτῶν ἁνδρός ἐστιν οὐ πάνυ τι ἐλευθέρου. τὰ δὲ τῆς πατρίδος συνημμένα μοι οὐκ ἐπιτρέπει τὴν αὐτόνομον ταύτην ἐλευθερίαν, ἀλλὰ καὶ πολιτεύεσθαι ἀναγκάζει καὶ κίνδυνον ἔχειν, κίνδυνον δέ, οὐχὶ μὴ αὐτός τι πάθω, ἀλλὰ μὴ πάσχουσάν τι τὴν πατρίδα οὐκ ὠφελήσω. διὰ τοῦτό μοι ἀνάγκη, καίπερ μὴ φοβουμένιω, θάνατον προνοεῖν, ὅπως μὴ πρότερον ἀποθάνω ἢ ὑπὲρ τῆς πατρίδος ἀποθανεῖν δυνήσομαι. πολιτεύου δὴ πρὸς τὸν τύραννον ἃ καὶ πρότερόν σοι ἔγραφον, πείθων αὐτὸν ὅτι ἡσυχίας ἐρασταί ἐσμεν, καὶ γράφε ἡμῖν, ἐὰν καὶ ἄλλο τί σοι δοκῇ πρὸς τὴν αὐτόθι πολιτείαν ἀνήκειν, ἐπεὶ ἀνάγκη μοι εἰς τὴν τῆς πατρίδος ἐλευθερίαν ὑφαιρει[ν τι τῆς ἐμαυτοῦ, φροντίζοντι περὶ τούτων καὶ βουλευομένῳ.
ιε′. Χίων Μάτριδι χαίρειν. Ἐπὶ μὲν τῷ συμπείθεσθαι τὸν τύραννον οἷς περὶ ἐμοῦ πρὸς αὐτὸν ἔλεγες, συγχαίρω τῇ πατρίδι, γράψω δὲ καὶ αὐτός, ὡς συνεβούλευσας, ἀπάγων αὐτὸν ἀπὸ τἀληθοῦς ὡς μάλιστα ἔνεστι. τοὐναντίον γὰρ ἂν ποιῶν ψευσαίμην τοὺς ἐμαυτοῦ πολίτας καὶ φίλους ὧν ἐξ ἐμοῦ ἤλπισαν, καὶ ταῦτα οὐκ ἀξίους ὄντας ἀπατᾶσθαι τὸ δὲ ὠμὸν εἶναι τὸν τύραννον τελέως καὶ χαλεπὸν ὠφελιμώτερον ἔγωγε ἡγοῦμαι τῇ πόλει ἢ τὸ δημοκοπεῖν αὐτὸν καὶ προκαλύπτεσθαι δόξαν μετριότητος.
(2) τὸ δὲ αἴτιον, ὅτε οἱ μὲν χαλεποὶ διαφθείρονται ταχέως, καὶ ἂν μὴ καταλυθῶσι, μῖσος ὅμως τυραννίδος κατέλιπον τῷ πλήθει καὶ παντελῶς τὴν μοναρχίαν ἀφ’ ἑαυτῶν διέβαλον. οὕτως οὖν συμβαίνει, τὸν γοῦν λοιπὸν χρόνον φυλακτικωτέρους γίνεσθαι καὶ προνοητικωτέρους τῆς δημοκρατίας ἅπαντας. ὅταν δέ δουλωσάμενος ἐκδημοκοπήσῃ τοὺς δουλωθέντας κἂν ἀναιρεθῇ ταχέως, πολλὰ ὅμως ἐγκαταλείπει τυραννίδος ἐν ἑκάστοις κακά, ὧν οἳ μὲν εὖ τι ποθοῦντες πείσεσθαι, οἳ δὲ ἄλλως δημαγωγηθέντες τυφλοὶ τῶν κοινῇ συμφερόντων εἰσί, καὶ τόν τε ἀναιρεθέντα οἰ κτείρουσιν ὡς δὴ μέτριον καὶ τὴν τυραννίδα οὐχ ὡς ἀνήκεστόν τι φυλάττονται κακόν, ἀγνοοῦντες ὅτι, κἂν πάντα τις ᾖ μέτριος τύραννος, διὰ τοῦτο καταλυτέος ἐστίν, ὅτι ἔξεστιν αὐτῷ καὶ χαλεπῷ εἶναι.
(3) Κλέαρχος δὴ ὠμὸς ὢν αὐτός τε εὐχείρωτος ἔσται μισούμενος καὶ τοῖς ἄλλοις δυσκατορθωτέραν ποιήσει τὴν τυραννίδα, προσποιούμενος δ’ εἶναι μέτριος αὐτός τε ἂν ταύτην τὴν δόξαν καρπώσαιτο, τοῖς τε βουλομένοις ὕστερον εὐέμβατον ἀπολίποι τὴν ἀκρόπολιν. ἀλλὰ ταῦτα μὲν καὶ σοὶ δηλαδὴ φανερά, τὸν δὲ τρόπον τῆς γραφῆς καὶ ἀποδόσεως τῶν ἐπιστολῶν χαίρω ὅτι δὴ σύ τε ἀσφαλῆ ἐνόμισας καὶ τὸ τέλος μαρτυρεῖ μὴ ἀτόπως ηὑρῆσθαι. ἔπεμψα δέ σοι καὶ τὸ ἀντίγραφον τῆς πρὸς τὸν Κλέαρχον ἐπιστολῆς, διθυραμβικωτέραν ποιήσας ἐπίτηδες αὐτήν, ἳν’ ἡμῶν καταφρονῇ ὡς λογομανούντων τελέως.
ις′. Κίων Κλεάρχῳ χαίρειν. ’Εν Ἀθήναις μοι φιλοσοφίας χάριν διατρίβοντι τῶν κοινῶν τινες φίλων καὶ ὁ πατὴρ ἔγραψαν ὡς δι’ ὑποψίας εἴην πρός σε, καὶ τὰς αἰτίας ἐκέλευον ἀπολύσασθαι· τοῦτο γὰρ δίκαιον εἶναι καὶ αὐτῷ μοι ἄμεινον ἐγὼ δὲ ὅτι μὲν ὀρθῶς παρῄνουν ταῦτα, σαφῶς ᾔδειν, ἠγνόουν δὲ ἀφ’ ὧν διεβλήθην, καὶ τοῦτό μοι πρὸς τὴν ἀπολογίαν ἦν ἄπορον· οὔτε γὰρ αὐτὸς παρῆν, ὅτε περιεβάλου τὴν ἀρχήν, οὔτε ἀπὼν ἐδυνάμην ε’ναντιοῦσθαι οὔθ’ ὅλως ἢ λόγος ἢ ἔργον τι τῶν ἐμῶν ἐπίμιξίαν τινὰ ἔσχε πρὸς τὰ αὐτόθι πράγματα. τίνες οὖν αἱ διαπόντιοι πρὸς μόναρχον ἐναντιώσεις ἀνθρώπου μετ’ ὀλίγων οἰκετῶν ἀποδημοῦντος οὐκ ἐγὼ ηὕρισκον, καὶ διὰ τοῦτό γε ἠπόρουν ἀπολογίας, ὅτι οὐδὲν ἑώρων τὸ κατηγορούμενον.
(2) οὐκ ἠπόρουν δὲ πάλιν τῷ μηδὲν ἐννοεῖσθαι τοιοῦτον, ὁποῖον ἴσως ὑποπτεύομαι, ἀλλὰ καὶ πάνυ ἔχων πείθειν σε, ὅτι ἡ ἐμὴ ψυχὴ οὐδενὶ εὐέμβατός ἐστι τῶν τοιούτων βουλευμάτων. οἶμαι μὲν οὖν, εἰ καὶ μὴ ἐπεφιλοσοφήκειν, ἱκανὸν ἂν γενέσθαι τεκμήριον τοῦ μὴ ἀπεχθῶς ἔχειν πρός σε τὸ μηδὲ ἠδικῆσθαί τι ὑπὸ σοῦ. οὐδὲ γὰρ οἱ ἀφιλοσόφητοι μὴ παντάπασί γε μανέντες, καθ’ ἡδονήν τινα τὰς ἀπεχθείας ἐπαναιροῦνται, οὐδ’ ἔρωτάς τινας ὥσπερ παιδικῶν ἐπιτηδευμάτων οὕτῳ καὶ μίσους λαμβάνουσι, (πολλοῦ δεῖ), ἀλλὰ καὶ πάνυ ἐπίστανται, ὅτι οὐδὲν ἀνθρώποις ἀπεχθείας ἀνιαρότερον· ὅταν δὲ ὑπὸ ἀνηκέστου τινὸς διαιρεθῶσιν ἀπὸ ἀλλήλων τὰς ψυχάς, τότε ἀπεχθάνονται, καὶ οὐδὲ τότε ἑκόντες.
(3) ἡμῖν δὲ μέχρι τῆς νῦν ἡμέρας οὐδὲν οὔτε μέγα οὔτε μικρὸν ὑπῆρκται πρὸς ἀλλήλους ἀπεχθείας ἔργον, ἀλλὰ σοὶ μὲν οὐδὲν πλέον ὑπονοίας καὶ λόγου, ἐγὼ δὲ καθαρεύω τὴν ψυχὴν καὶ ἀπὸ τούτων. τί οὖν βουλόμενος ἐξαίφνης στασιάζω πρός σε, καὶ ταῦτα μηδέπω καὶ τήμερον ἑορακὼς ἀρχομένην ὑπὸ σοῦ τὴν πατρίδα; ἢ νὴ Δία φυσῶσί με αἱ πολλαὶ τριήρεις καὶ οἱ ἱππεῖς, ἵνα, εἰ μηδὲν ἄλλο, ὑποπτεύῃς τό γε δύνασθαί με ἐχθρὸν εἶναι; ἀλλὰ ἀπεδήμησα μὲν σὺν ὀκτὼ θεράπουσι καὶ φίλοις δύο, Ἡρακλείδῃ καὶ Ἀγάθωνι, ἀναλύω δὲ δύο τῶν οἰκετῶν ἀποβαλών. ταῦτα δὲ οὐκ οἶδ’ ὅπως πείθουσί σε ἱκανὴν εἶναι παρασκευὴν ἐπὶ σέ· ἐκεῖνο δ’ οὐ σκοπεῖς, ὅτι, εἰ συνῄδειν ἐμαυτῷ δικαίως ὑποπτευομένῳ, οὐκ ἄν ποτε ἑκὼν ἐμαυτὸν ἐνεχείριζον τῷ ὑποπτεύοντι.
(4) ἢ οὕτω τι ἐραστὴς ἀπεχθειῶν εἰμι, ὥστε μηδὲ τὴν πρὸς ἐμαυτὸν φυλάττειν φιλίαν, ἀλλ’ ἑκοντὶ ἐγχειρίζειν τὸ σῶμα τοῖς δικαίως αὐτὸ τιμωρησομένοις; ἀλλὰ ταῦτα μὲν καὶ τοῖς μὴ φιλοσοφήσασιν ἱκανή, μᾶλλον δὲ πέρα τοῦ ἱκανοῦ ἀπολογία. ἐγὼ δὲ οὐδ’ ἄλλως ἀφυὴς γενόμενος πρὸς τὰ ἐκ φιλοσοφίας ἀγαθὰ συνέλαβον τῇ φύσει ὡς μάλιστα ἐνῆν, καὶ νεανίας γενόμενος οὐκ ἀρχὰς οὐδὲ φιλοτιμίας εἱλόμην, ἀλλὰ εὐθέως θεατὴς ἤρων γενέσθαι τῆς φύσεως τῶν λόγων. καὶ οὗτός με ὁ ἔρως ἤγαγεν εἰς Ἀθήνας καὶ Πλάτωνι ἐποίησε φίλον, καὶ μέχρι γε νῦν οὔπω αὐτοῦ πέπλησμαι.
(5) φύσεως μὲν οὖν οὕτως ἔσχον πρὸς ἡσυχίαν, ὡς ἔτι παντελῶς νέος ὢν καταφρονῆσαι πάντων, ὅσα ἄρχειν ταρακτικωτέρου βίου δύναται, ἐλθὼν δὲ εἰς Ἀθήνας οὔτε ἐκυνηγέτουν, οὔτε ναύτης εἰς Ἑλλήσποντον ἐπὶ Λακεδαιμονίους σὺν Ἀθηναίοις ἔπλεον, οὔτε ταῦτα ἐπαιδευόμην, ἀφ’ ὧν τυράννοις καὶ βασιλεῦσιν ἐχθρὸς ἔσομαι, ἀλλ’ ἀνδρὶ ἡσυχίας ἐραστῇ διελεγόμην, τὸν ἔγγιστα θεῷ λόγον παιδευόμενος. καί μοι πρῶτον ὑπ' αὐτοῦ παρηγγέλθη ἡσυχίαν ποθεῖν· ταύτην γὰρ τοῦ κατὰ φιλοσοφίαν λόγου φῶς εἶναι, τὴν δὲ πολιτείαν καὶ πολυπραγμοσύνην ὥσπερ ζόφον τινὰ ἐπικαλύπτειν καὶ ἀνεύρετον ποιεῖν τοῖς ἐρευνῶσιν.
(6) ὡς δὲ οὔτε πεφυκέναι κακὸς ἐδόκουν πρὸς αὐτὴν οὔτε πείθεσθαι ῥᾳδίως περὶ αὐτῆς, τηνικαῦτα ἤδη θεὸν πάντων ἐπόπτην καὶ κόσμου κατασκευὴν ἐμάνθανον καὶ φύσεως ἀρχὰς ἑώρων καὶ δικαιοσύνην τιμᾶν ἐδιδασκόμην καὶ ὅσα τοιαῦτα ἄλλα παιδεύει φιλοσοφία. καὶ οὐδὲν οὐχ ὅπως τοῦ εἰδέναι ταῦτα ἀλλ’ οὐδὲ τοῦ ζητεῖν τιμιώτερον. τί γὰρ κάλλιον ἢ ἄνθρωπον ὄντα θνητῆς φύσεως καὶ θεοῦ κεκραμένον μοίρᾳ μόνοις εὐκαιρεῖν τοῖς ἀθανάτοις ἑαυτοῦ καὶ ταῦτα πρὸς τὸ συγγενὲς ἄγειν; συγγενῆ δὲ τῷ θείῳ τὰ θεῖα λέγω,
(7) ταῦτα ηὐχόμην τε καὶ ἐσπούδαζον μαθεῖν, πολιτείας δὲ (ἀνέξῃ γὰρ μετὰ παρρησίας μου λέγοντος) οὐδὲ μεμνῆσθαι ἠξίουν, ἔμαθον δὲ ἄλλα τε πολλὰ καὶ ταῦτα, οἷς νῦν χρήσομαι πρός σε, τὸν μὲν μὴ ἀδικοῦντα τιμᾶν, τὸν δὲ ἀδικοῦντα εὐεργεσίαις ἀμύνεσθαι, εἰ δὲ μή γε, ἡσυχίᾳ· καὶ φίλον μὲν τιμιώτατον ἡγεῖσθαι, ἐχθρὸν δὲ μηδένα ἑαυτῷ κατασκευάζειν, ἀλλὰ καὶ τὸν ὄντα φίλον ποιεῖσθαι, καὶ μηδὲν τηλικοῦτον νομίζειν κακόν, ὅσον ἂν ταράξειε τὴν ψυχὴν καὶ τῶν οἰκείων ἔργων ἀποτρέψειε πρὸς ἕτερα. ἆρά γε ἐπιβούλῳ μοι νομίζεις χρῆσθαι ταῦτα εἰδότι; μηδαμῶς, ἀλλὰ σοὶ μὲν ἀποκείσθω πολέμων ἔργα καὶ πολιτειῶν, ἡμῖν δὲ τῆς σῆς τοσοῦτον ἀποτετμήσθω τυραννίδος, ὅσον ἀταράχῳ ἀνδρὶ δοκεῖ ἐνησυχάσαι. πείθομαι δ’ ὅτι, ἢν καὶ διαλέγεσθαί με ἐφῇς τοῖς φίλοις, ἠρεμαίους ἂν αὐτοὺς ποιήσαιμι καὶ ἀπολιτεύτους ὧν σὺ βούλει, διεξιὼν τὰ ἀεὶ ἡμῖν μελετώμενα ἡσυχίας ἐγκώμια, ἐπεὶ καὶ τελέως ἂν εἴην μὴ ταῦτα φρονῶν ἀχάριστος.
(8) φέρε γάρ, εἴ μοι ταραττομένῳ τι ὧν σὺ ὑποπτεύεις ἡ πρᾳεῖα ἐπισταίη θεὸς ἡσυχία καὶ ταῦτα λέγοι, « ἀχάριστος εἶ καὶ πονηρός, ὦ Χίων, καὶ οὔτε τῶν καλῶν ἐκείνων μαθημάτων οὔτε ὅλως σεαυτοῦ μνήμην ἔχεις. ἐμοὶ χρώμενος δικαιοσύνην ἤσκησας καὶ σωφροσύνην ἐκτήσω καὶ θεὸν ἔμαθες καὶ τὴν σεαυτοῦ πρὸς αὐτὸν συγγένειαν ἀνενεώσω καὶ τῶν ταπεινοτέρων τούτων, θαυμαστῶν δὲ τοῖς ἄλλοις κατεφρόνησας, φιλοτιμίας καὶ πλούτου καὶ ὅσα τούτοις ὅμοια. εἶτα νῦν, ὅτε ἀποδιδόναι σε δεῖ τὴν χάριν μείζονι ἤδη νόμῳ καὶ κρείττονι ψυχῇ συνόντα μοι καὶ διαλεγόμενον, ἀπολείψεις με οὐδὲ μεμνημένος, ὅτι οὐ τὰ ἄλλα μόνον ἐκ φιλοσοφίας ἔμαθες, ἀλλὰ καὶ τὸ ζητεῖν δεξιῶς ἃ μήπω σἶδας. καὶ πῶς ἂν σύ γε ζητήσειας ἢ εὕροις ἐμοῦ στερόμενος; »
(9) ταῦτ’ εἰ λέγοι, τί ἂν ἀποκριναίμην πρὸς αὐτὴν δίκαιον; ἐγὼ μὲν γὰρ οὐδὲν ὁρῶ. ἀλλὰ μὴν εὖ ἴσθι, ὡς ἐγὼ ταῦτα πρὸς ἐμαυτὸν ἀεὶ λέγω (λέγει γὰρ ἕκαστος πρὸς ἑαυτὸν ἃ φρονεῖ ) καὶ οὐκ ἄν ποτε αὐτῶν ἀπολειφθείην. ὥστε οὐδέν σοι δέος ἐξ ἡμῶν εὔλογον· οὐδὲ γὰρ οὐδ’ ἅψεται τῶν σῶν πραγμάτων ἡ ἐμὴ ἡσυχία.
ιζ′. Χίων Πλάτωνι χαίρειν. Δυσὶν ἡμέραις τῶν Διονυσίων ἔμπροσθεν τοὺς πιστοτάτους μοι τῶν θεραπόντων, Πυλάδην καὶ Φιλόκαλον, ἐξέπεμψα ὡς σέ· μέλλω γὰρ τοῖς Διονυσίοις ἐπιτίθεσθαι τῷ τυράννῳ, πολιτευσάμενος ἐκ πολλοῦ ἀνύποπτος αὐτῷ γενέσθαι. πέμπεται δὲ ἐν ταύτῃ τῇ ἡμέρᾳ πομπὴ τῷ Διονύσῳ, καὶ δοκεῖ ὀλιγωρότερον ἕξειν δι’ αὐτὴν τὰ τῶν δορυφόρων· εἰ δὲ μή γε, κἂν διὰ πυρὸς ἐλθεῖν δέῃ, οὐκ ὀκνήσομεν, οὐδὲ καταισχυνοῦμεν οὔτε ἑαυτοὺς οὔτε τὴν σὴν φιλοσοφίαν. καὶ τὰ τῶν συνωμοτῶν δέ ἐστιν ἡμῖν ὀχυρά, πίστει δὲ ἢ πλήθει ὀχυρώτερα.
(2) οἶδα μὲν οὖν ὡς ἀναιρεθήσομαι, τελειώσας δὲ μόνον τὴν τυραννοκτονίαν τοῦτο παθεῖν εὔχομαι. μετὰ παιᾶνος γὰρ ἂν καὶ νικητηρίων ἀπολείποιμι τὸν βίον, εἰ καταλύσας τὴν τυραννίδα ἐξ ἀνθρώπων ἀπελεύσομαι. σημαίνει γάρ μοι καὶ ἱερὰ καὶ οἰωνίσματα καὶ πᾶσα ἁπλῶς μαντεία θάνατον κατορθώσαντι τὴν πρᾶξιν. ἐθεασάμην δὲ καὶ αὐτὸς ἐναργεστέραν ἢ κατ’ ὄνειρον ὄψιν. ἔδοξε γάρ μοι γυνή, θεῖόν τι χρῆμα κάλλους καὶ μεγέθους, ἀναδεῖν με κοτίνῳ καὶ ταινίαις καὶ μετὰ μικρὸν ἀποδεῖξαί τι μνῆμα περικαλλὲς καὶ εἰπεῖν « ἐπειδὴ κέκμηκας, ὦ Χίων, ἴθι εἰς τουτὶ τὸ μνῆμα ἀναπαυσόμενος. » ἐκ τούτου δὲ τοῦ ὀνείρατος εὔελπίς εἰμι καλοῦ θανάτου τυχεῖν· νομίζω γὰρ μηδὲν κίβδηλον εἶναι ψυχῆς μάντευμα, ἐπεὶ καὶ σὺ οὕτως ἐγίνωσκες.
(3) εἰ δὲ καὶ ἀληθεύσειεν ἡ μαντεία μακαριώτερον ἐμαυτὸν ἡγοῦμαι γενήσεσθαι ἢ εἰ βίος μοι μετὰ τὴν τυραννοκτονίαν εἰς γῆρας ἐδίδοτο· καλὸν γάρ μοι μεγάλα διαπραξαμένῳ πρότερον ἐξ ἀνθρώπων ἀπαλλάττεσθαι ἢ χρόνου τι συναπολαῦσαι, καὶ ἃ ἂν δράσωμεν, πολὺ νομισθήσεται μείζονα ὧν πεισόμεθα, καὶ αὐτοὶ τιμιώτεροι ἐσόμεθα τοῖς εὖ παθοῦσιν, εἰ τῷ ἰδίῳ θανάτῳ τὴν ἐλευθερίαν αὐτοῖς ὠνησόμεθα. μείζων γὰρ ὠφέλεια τοῖς εὐεργετηθεῖσιν εἶναι φαίνεται, ἧς ὁ δράσας οὐ μεταλαμβάνει. οὕτως μὲν δὴ προθύμως ἔχομεν πρὸς τὴν μαντείαν τοῦ θᾶνάτου. σὺ δὲ χαῖρέ τε, ὧ Πλάτων, καὶ εὐδαιμονοίης εἰς τέλειον γῆρας. προσαγορεύω δέ σε ὕστατα, ὡς πείθομαι.
Crates the Cynic
Letters under the name of Crates of Thebes, philosopher of the early Hellenistic age; Cynic doctrine in epistolary form.
Epistulae
44 letters·2,982 words·urn:cts:greekLit:tlg0623.tlg001.1st1K-grc1
Read on Scaife Source TEI XML Hercher (Epistolographi Graeci)
Show Greek text (44 letters) — click any Greek word for Logeion + Morpheus
α′. Ἱππαρχίᾳ. Ἐπάνηκε ταχέως. ἔτι δύνασαι Διογένην καταλαβεῖν ζῶντα (ἐγγὺς γὰρ ἤδη ἐστὶ τῆς τοῦ βίου τελευτῆς, χθές γέ τοι παρὰ τοσοῦτον ἐξέπνευσεν), ἵνα καὶ ἀσπάσῃ αὐτὸν τὸ ἔσχατον ἄσπασμα καὶ γνῷς ὅσον δύναται καὶ ἐν τοῖς φοβερωτάτοις φιλοσοφία.
β′. Τοῖς ἑταίροις. Μὴ πάντας αἰτεῖτε τὰ ἀναγκαῖα, μηδὲ παρὰ πάντων τὰ διδόμενα δέχεσθε (οὐ γὰρ θεμιτὸν ἀρετὴν ὑπὸ κακίας τρέφεσθαι), μόνους δὲ καὶ παρὰ μόνων τῶν μεμυημένων φιλοσοφίαν, καὶ ὑμῖν ἐξέσται ἀπαιτεῖν τὰ ἴδια καὶ μὴ δοκεῖν αἰτεῖν τὰ ἀλλότρια.
γ′. Tοῖς αὐτοῖς. Μελέτω ὑμῖν τῆς ψυχῆς, τοῦ δὲ σώματος ὅσον ἀνάγκη, τῶν δ’ ἔξωθεν μηδ’ ὅσον· εὐδαιμονία γὰρ οὐχ ἡδονή, δι’ ἣν τῶν ἐκτὸς χρεία, ἀρετὴ δὲ μετ’ οὐδενὸς τῶν ἐκτὸς τελεία.
δ′. Ἑρμαΐσκῳ. Εἴθ’ αἱρετὸν πόνος, εἴτε φευκτόν, πόνει, ἵνα μὴ πονῆς· διὰ γὰρ τοῦ μὴ πονεῖν οὐ φεύγεται πόνος, τῷ δὲ ἐναντίῳ καὶ διώκεται.
ε′. Tοῖς ἑταίροις. Kαλὸν νόμος, ἀλλ’ οὐ κρείττων φιλοσοφίας· ὃ μὲν γὰρ βιάζεται μὴ ἀδικεῖν, ἣ δὲ διδάσκει. ὅσῳ δὲ χεῖρόν ἐστιν ἀνάγκῃ τι ποιεῖν τοῦ ἑκουσίως, τοσούτῳ καὶ νόμος φιλοσοφίας, ὥστε διὰ ταῦτα φιλοσοφεῖτε καὶ μὴ πολιτεύεσθε. κρεῖττον γὰρ δι’ οὗ διδάσκονται ἄνθρωποι δικαιοπρανεῖν ἐπίστασθαι ἢ δι’ οὗ ἀναγκάζονται μὴ ἀδικεῖν.
ϛ′. Τοῖς αὐτοῖς. Φιλοσοφεῖτε πολλάκις ἢ ἀναπνεῖτε (αἱρετώτερον γὰρ τὸ εὖ ζῆν, ὃ ποιεῖ φιλοσοφία, τοῦ ζῆν, ὃ ποιεῖ ἀναπνοή), καὶ μὴ ὡς οἱ ἄλλοι, ἀλλ’ ὡς ἤρξατο μὲν Ἀντισθένης, ἐτελείωσε δὲ Λιογένης. εἰ δὲ δύσκολον τὸ ὧδε φιλοσοφεῖν, ἀλλὰ συντομώτερον. πρὸς δὲ εὐδαιμονίαν, ὡς ἔλεγε Διογένης, κἂν διὰ πυρὸς βαδιστέον.
ζ′. Τοῖς πλουσίοις. Ἀπάγξασθε, ὅτι θέρμους καὶ ἰσχάδας καὶ ὕδωρ ἔχοντες καὶ ἐξωμίδας Μεγαρικὰς πλεῖτε καὶ πολλὰ γεωργεῖτε καὶ προδίδοτε καὶ τυραννεῖτε καὶ φονεύετε καὶ ὅσα ἄλλα τοιαῦτά ἐστι ποιεῖτε, δέον ἠρεμεῖν. ἡμεῖς δὲ εἰρήνην ἄγομεν τὴν πᾶσαν, παντὸς κακοῦ ἐλεύθεροι γενόμενοι ὑπὸ τοῦ Σινωπέως Διογένους, καὶ ἔχοντες μηδὲν πάντ’ ἔχομεν, ὑμεῖς δὲ πάντ’ ἔχοντες οὐδὲν ἔχετε διὰ φιλονεικίαν καὶ φθόνον καὶ φόβον καὶ κενοδοξίαν.
η′. Διογένει. Ἀπὸ μὲν δὴ τοῦ πλούτου ἤδη ἐλευθεριάζομεν, ἡ δὲ δόξα ἡμᾶς οὐδέπω ἔτι καὶ νῦν μεθίεται τῆς δουλείας, καίτοι νὴ τὸν Ἡρακλέα ἡμῶν πάντα ποιούντων εἰς τὸ ἀφεθῆναι παρ’ αὐτῆς. ἄλλως δὲ καὶ τῆσδε ἐμαυτὸν τῆς δεσποίνης λυτρώσομαι καὶ πλεύσομαι Ἀθήναζε φέρων σοι δωρεὰν ἀντὶ τῆς ἐλευθερίας, εἰς ἣν ἐξείλετο ἡμᾶς ὁ παρὰ σοῦ λόγος, ἐμαυτὸν κρείττονα τῶν πάντων κτημάτων.
θ′. Μνασοῖ. Μὴ ἀπέχου τοῦ καλλίστου κόσμου, ἀλλὰ κόσμει σαυτὴν ἑκάστης ἡμέρας, ἵνα διαφέρουσα ἦς. κάλλιστος δὲ κόσμος ἐστὶν ὁ κάλλιστα κοσμῶν, κάλλιστα δὲ κοσμεῖ ὁ κοσμιωτάτην ποιῶν, κοσμιωτάτην δὲ ποιεῖ κοσμιότης, ᾗ μοι δοκοῦσι καὶ ἡ Πηνελόπη καὶ ἡ Ἄλκηστις κεκοσμῆσθαι καὶ ἔτι καὶ νῦν ἐπ’ ἀρετῇ ὑμνεῖσθαι καὶ τιμᾶσθαι. ἵν’ οὖν καὶ σὺ ταύταις ἐνάμιλλος γένῃ, πειρῶ τούτων ἀντέχεσθαι τῶν παραινουμένων.
ι′. Λύσιδι. Ἀκήκοά σε, ὦ Λῦσι, ἀπὸ τοῦ ἀγῶνος τοῦ ἐν Ἐρετρίᾳ συνεχῶς μεθύσκεσθαι. εἰ δὲ ταῦτά ἐστιν ἀληθῆ, πάρεστί γέ σοι μὴ καταφρονῆσαι ὧν Ὅμηρος ὁ σοφὸς λέγει. φησὶ γάρ «οἶνος καὶ κένταυρον ἀγακλυτὸν Εὐρυτίωνα ἄασε» καὶ Κύκλωπα ὑπὲρ ἄνθρωπον καὶ τὸ μέγεθος καὶ τὴν ἰσχὺν φοροῦντα. εἰ οὖν καὶ τοὺς ἰσχυροτέρους καὶ μείζους ἡμῶν κακῶς διατίθησι, πῶς οἴει ἡμᾶς αὐτὸν διαθήσειν; οἶμαι μὲν γὰρ ἀθλίως. ὅπως οὖν μὴ γένηται μηδὲν δυσχερὲς ἀπ’ αὐτοῦ, παραινῶ σοι μαθόντα εὐχρήστως αὐτῷ χρῆσθαι.
(2) ὡς ἄτοπόν ἐστι, τῷ μὲν πλήκτρῳ μὴ εἴκειν οἴεσθαι δεῖν, ὃ τοὺς χρωμένους αὐτῷ καλῶς οὐκ ἐξίστησι τῶν φρενῶν οὐδ’ εἰς μανίαν ἐμβάλλει, τῷ δὲ οἴνῳ οἴεσθαι εἴκειν δεῖν καὶ χρῆσθαι αὐτῷ** ἢ τῷ πλήκτρῳ ἀποβαίνει τοσοῦτον μεῖζον** καὶ τὴν μελέτην αὐτοῦ ποιητέον. πειρῷ δὴ τοῖς ἐγκρατέσι τῶν ἀνδρῶν ὁμιλῶν ἐγκρατῶς χρῆσθαι μανθάνειν, ὅπως ἂν τό γε δῶρον τοῦ θεοῦ μὴ ἀτιμάζοντι εἰς κεφαλήν σοι γένηται, ἀλλὰ τιμῶντι ἡδοναὶ ἀμεταμέλητοι καὶ ὠφέλειαί σοι ἀπ’ αὐτοῦ ὦσιν, ὅταν ἄλλως πᾶς μετ’ ἐγκρατείας περαινομένας εὐσχημόνως σε καὶ δικαίως ποιῇ βιοτεύειν, μηδὲν ἄσχημον μηδὲ φαῦλον ἐν τῷ βίῳ διαπραττόμενον, ἀλλὰ πάντα τὰ δίκαια λέγοντα καὶ πράττοντα.
(3) ὧν παρουσίᾳ ἄνθρωποι λέγονται τρισευδαίμονες γίνεσθαι, τρισσῶν αὐτοῖς ἀγαθῶν πληθυνόντων ἐν τῷ βίω· οἷς γὰρ τά τε περὶ ψυχὴν ἐγκρατῶς διάκειται, τά τε περὶ τὸ σῶμα ὑγιεινῶς, τά τε περὶ κτῆσιν αὐτάρκως, πῶς ἂν οὐ τρισευδαίμονες εἶεν; ὅπως οὖν τούτων τῶν ἀγαθῶν ἀπολαύῃς, παραινῶ σοι μὴ ὀλιγωρεῖν τῶν ἐπεσταλμένων.
ια′. Τοῖς ἑταίροις. Ἀσκεῖτε ὀλίγων δεηθῆναι (τοῦτο γὰρ ἐγγυτάτω θεοῦ, τὸ δ’ ἐναντίον μακροτάτω), καὶ ὑμῖν ἐξέσται μέσοις γενομένοις θεῶν καὶ ἀλόγων ζῴων τῷ κρείττονι γένει καὶ μὴ τῷ χείρονι ὁμοίους γενέσθαι.
ιβ′. Ὠρίωνι. Οὐ ποιεῖ ἀγρὸς σπουδαίους, οὐδὲ ἄστυ φαύλους, ἀλλ’ αἱ σὺν τοῖς ἀγαθοῖς καὶ κακοῖς διατριβαί. ὥστ’ εἰ βούλει ἀγαθοὺς καὶ μὴ κακοὺς γενέσθαι σοι τοὺς παῖδας, πέμπε μὴ εἰς ἀγρόν, ἀλλ’ εἰς φιλοσόφου, ἵνα καὶ αὐτοὶ βαδίζοντες τὰ καλὰ ἐμάθομεν. ἀσκητὸν γὰρ ἀρετὴ καὶ οὐκ αὐτόματος ἐμβαίνει τῇ ψυχῇ ὥσπερ κακία.
ιγ′. Εὐμόλπῳ. Ἄδοξος στολὴ Διογένειος, ἀλλ’ ἀσφαλής, καὶ πιστότερος ὁ χρώμενος αὐτῇ τῶν τὰ Καρχηδονίων φορούντων· καὶ λιτὸς ὁ βίος, ἀλλ’ ὑγιεινότερος τοῦ Περσικοῦ· καὶ ἐπίπονος ἡ διαγωγή, ἀλλ’ ἐλευθεριωτέρα τῆς Σαρδαναπάλλου. ὥστε εἰ κρεῖττον τὸ ἀσφαλὲς τῆς Καρχηδονίας στολῆς καὶ ὑγίεια τοῦ λαμπροῦ βίου καὶ ἐλευθερία τῆς ἐπονειδίστου διαγωγῆς, καὶ ἡ ταῦτα φιλοσοφία ποιοῦσα τῶν πάντων ἐστὶ κρείττων, καὶ εἰ μὴ ἡ κατ’ ἄλλους, ἀλλ’ ἡ κατὰ Διογένην τὸν εὑρόμενον τὴν σύντομον ὁδὸν ἐπ’ εὐδαιμονίαν.
ιδ′. Τοῖς νέοις. Ἐθίζεσθε ἐσθίειν μᾶζαν καὶ πίνειν ὕδωρ, ἰχθύος δὲ καὶ οἴνου μὴ γεύεσθε· ταῦτα γὰρ τοὺς μὲν γέροντας ἀποθηριοῖ ὥσπερ τὰ παρὰ τῆς Κίρκης φάρμακα, τοὺς δὲ νέους ἀποθηλύνει.
ιε′. Τοῖς ἑταίροις. Φεύγετε μὴ μόνον τὰ τέλη τῶν κακῶν, ἀδικίαν καὶ ἀκρασίαν, ἀλλὰ καὶ τὰ τούτων ποιητικά, τὰς ἡδονάς· μόναις γὰρ ταύταις καὶ παρούσαις καὶ ἐλπιζομέναις ἐνατενιεῖτε, ἄλλῳ δὲ οὐδενί. καὶ διώκετε μὴ μόνον τὰ τέλη τῶν ἀγαθῶν, ἐγκράτειαν καὶ καρτερίαν, ἀλλὰ καὶ τὰ τούτων ποιητικά, τοὺς πόνους, καὶ μὴ διὰ τὸ τραχὺ αὐτῶν φεύγετε· οὐ γὰρ μεγάλῳ τινὶ ἀντικαταλλάξετε κρείττω, ἀλλ’ ὅσῳ γε χάλκεα χρυσείων πόνων πρὸς ἀρετήν.
ιϛ′. Τοῖς ἑταίροις. Ἡ μὲν κυνικὴ φιλοσοφίᾳ ἐστὶν ἡ Διογένειος, ὁ δὲ κύων ὁ κατὰ ταύτην πονῶν, τὸ δὲ κυνίζειν τὸ συντόμως φιλοσοφεῖν. ὥστε μὴ φοβεῖσθε τὸ ὄνομα, μηδὲ διὰ ταῦτα φεύγετε τὸν τρίβωνα καὶ τὴν πήραν, τὰ θεῶν ὅπλα· συντόμως γὰρ ἐκφέρεται τοῖς διὰ τὸ ἦθος τιμίοις. ὥσπερ οὖν, εἰ ἀγαθοί, οὐκ ἂν κακοὶ λεγόμενοι ἠσχάλλετε, οὕτως μηδὲ νυνί, ὅτε καὶ τὸ φιλοσοφεῖν συντόμως κυνίζειν λέγεται καὶ ὁ ὧδε φιλοσοφῶν κύων καὶ ἡ φιλοσοφία κυνική· δόξα γὰρ τὸ ὅλον τοῦτο. δόξῃ δὲ καὶ ἀδοξίᾳ δουλεύειν, καὶ τοῦτ’ ἐν σκιαῖς, ὥς φασι, τοῖς ὀνόμασι, πάντων χαλεπώτατον. πειρᾶσθε οὖν καὶ τούτων καὶ τῶν ὁμοίων καταφρονεῖν.
ιζ′. Τοῖς αὐτοῖς. Οἱ μὲν ἰατροὶ μίαν ἔγραψαν κοιλιακὴν διάθεσιν, ἣν ἔλεγον ποιεῖν ἀπεψίαν, Διογένης δὲ ἑτέραν, ἣν ἔλεγε ποιεῖν λιμόν. ἀλλ’ ἐπὶ τῇ προτέρᾳ φάρμακον αἰτεῖν παρὰ τῶν ἰατρῶν οὐκ ἄδοξον, ἀλλὰ τῇ ἑτέρᾳ. ὥστε διὰ τοῦτο καταφρονεῖτε τῶν τοιαῦτα αἰσχρὰ λεγόντων καὶ ἄδοξα, καὶ αἰτεῖτε κατ’ ἴσον τὴν μᾶζαν τοῖς καταποτίοις· οὐ γὰρ αἰσχρὸν τὸ αἰτεῖν, ἀλλὰ τὸ μὴ παρέχειν ἑαυτὸν ἄξιον τοῦ διδομένου. ** ἔστι δὲ τὸ δι’ ἀπεψίαν ἢ λιμὸν ἐπὶ ῥᾴστων· ** ἣ μὲν γὰρ γίνεται διὰ γαστριμαργίαν παρὰ κακίας, ἣ δὲ δι’ ἔνδειαν παρ’ ἀπορίας.
ιη′. Τοῖς νεανίσκοις. Ἐθίζεσθε ψυχρῷ λούεσθαι καὶ πίνειν ὕδωρ καὶ ἐσθίειν μὴ ἀνιδρωτὶ καὶ ἀμπέχεσθαι τρίβωνα καἴ κατατρίβεσθαι ἐπὶ γῆς, καὶ οὐδέποτε ὑμῖν κλεισθήσεται τὰ βαλανεῖα, αἱ δ’ ἄμπελοι καὶ τὰ πρόβατα ἀφορήσει καὶ τὰ ὀψοπώλια καὶ κλινοπώλια πενητεύσει ὥσπερ τοῖς μεμαθηκόσι θερμῷ μὲν λούεσθαι, πίνειν δ’ οἶνον καὶ ἐσθίειν μὴ πονήσαντας καὶ ἀμπέχεσθαι ἁλουργῆ καὶ ἀναπαύεσθαι ἐπὶ κλίνης.
ιθ′. Πατροκλεῖ. Μὴ λέγε τὸν Ὀδυσσέα πατέρα τῆς κυνικῆς τὸν πάντων μαλακώτατον ἑταίρων καὶ τὴν ἡδονὴν ὑπὲρ πάντα πρεσβεύοντα, ὅτι ποτὲ τὰ τοῦ κυνὸς ἐνεδύσατο· οὐ γὰρ ἡ στολὴ ποιεῖ κύνα, ἀλλ’ ὁ κύων στολήν, ὅπερ οὐκ ἦν Ὀδυσσεύς, ἡττώμενος μὲν ἀεὶ ὕπνου, ἡττώμενος δὲ ἐδωδῆς, ἐπαινῶν δὲ τὸν ἡδὺν βίον, πράττων δὲ οὐδὲν οὐδέποτε ἄνευ θεοῦ καὶ τύχης, αἰτῶν δὲ πάντας καὶ τοὺς ταπεινούς, λαμβάνων δ’ ὁπόσ’ ἄν τις χαρίσαιτο. λέγε δὲ Διογένη τὸν μὴ ἅπαξ κυνικὴν στολὴν ἐνδυσάμενον, ἀλλὰ τὸν ὅλον βίον κρείττω καὶ πόνου καὶ ἡδονῆς, τὸν ἀπαιτοῦντα καὶ οὐκ ἐκ τοῦ ταπεινοῦ, τὸν τἀναγκαῖα πάντα προϊέμενον, τὸν ἐφ’ ἑαυτῷ θαρροῦντα, τὸν μηδέποτε εὐχόμενον ἐλεεινὸν ἐς τιμὰς ἐλθεῖν, ἀλλὰ σεμνὸν καὶ τῷ λόγῳ πιστεύοντα καὶ οὐ δόλῳ οὐδὲ τόξῳ, τὸν οὐκ ἐπὶ τῷ ἀποθανεῖν καρτερικόν, ἀλλ’ ἐπὶ τῷ τὴν ἀρετὴν ἀσκῆσαι ἀνδρεῖον· καὶ ἐξέσται σοι μὴ τὸν Ὀδυσσέα ζηλοῦν, ἀλλὰ τὸν Διογένη, τὸν πολλοὺς καὶ ὅτε ἔζη ἐξελόμενον ἐκ κακίας εἰς ἀρετὴν καὶ ὅτε τέθνηκε δι’ ὧν κατέλιπεν ἡμῖν λόγων.
κ′. Μητροκλεῖ. Χωρισθέντος σοῦ παρ’ ἡμῶν ἐπ οἴκου κατέβην εἰς τὴν τῶν νέων παλαίστραν καὶ ἀλειψάμενος ἔτρεχον. καί με οἱ νέοι κατιδόντες ἐγέλων, ἐγὼ δὲ ἵνα μὴ θᾶττον καταπαύσωμαι τῶν γυμνασίων, ἐπεκελευόμην ἐμαυτῷ λέγων «Κράτης, πονεῖς ὑπὲρ ὀφθαλμῶν, ὑπὲρ κεφαλῆς, ὑπὲρ ὤτων, ὑπὲρ ποδῶν.» οἳ δέ μου ταῦτα ἐπήκουσαν, καὶ οὐκέτι ἐπεγέλων, ἀλλ’ ἐγχειρήσαντες καὶ αὐτοὶ τρέχειν ἤρξαντο, καὶ ἐξ ἐκείνου οὐκέτι μόνον ἠλείφοντο, ἀλλὰ καὶ ἐγυμνάζοντο, καὶ διὰ ταῦτα οὐκ ἐπινόσως διῆγον, ὥσπερ πάλαι, ἐμοί τε χάριν ἐγίνωσκον ὡς αἰτίῳ τῆς ὑγιείας, καὶ οὐκ ἀπελείποντο, ἀλλ’ εἵποντο ὅπου ἂν βαδίζοιμι, ἐπακροώμενοι καὶ μιμούμενοι ἃ λέγοιμι καὶ πράττοιμι. ταῦτα ἐπέσταλκά σοι, ἵνα καὶ σὺ μὴ καθ’ ἑαυτὸν τρέχῃς, κεῖθι δὲ ἔνθα οἱ νέοι διατρίβουσιν, ὧν ἐχρῆν τι ἡμᾶς προμηθεῖσθαι, ἐπεὶ διδάσκει καρτερίαν τάχιον τὸ ἔργον τοῦ λόγου, ὅπερ ἐν μόνῃ τῇ Διογένους ἐστὶ φιλοσοφίᾳ.
κα′. Μητροκλεῖ τῷ κυνί. Ἕως ἂν φοβῇ τὸν κύνα, τοῦτο προσαγορεύω· φαίνει δὲ φοβούμενος ἕως τούτου. καὶ αὐτὸς δ’ ἐπιστέλλων ἡμῖν κύνα ἐπέγραψας. καὶ τἄλλα δὲ ὧδε ποιεῖν μαθήσῃ, μὴ φοβεῖσθαι ἐθιζόμενος, μὴ μόνον λογικεύεσθαι· μακρὰ γὰρ ἡ διὰ τῶν λόγων ὁδὸς ἐπ’ εὐδαιμονίαν, ἡ δὲ διὰ τῶν καθ’ ἡμέραν ἔργων μελέτη σύντομος. ἀλλ’ οἱ πολλοὶ ἐπὶ τὸ αὐτὸ τοῖς κυσὶν ἱέμενοι ἐπειδὰν ἐπιβλέψωσι τὸ χαλεπὸν αὐτῆς, φεύγουσι τοὺς ἐπιφωνοῦντας. ἀλλὰ διὰ μὲν ταύτην τὴν ὁδὸν τὸν κύνα οὐ γενέσθαι δεῖ, ἀλλὰ γεννηθῆναι· φύσει γὰρ ἡ μελέτη μᾶλλον ἀνυσιμωτέρα ἢ ἡ ὁδὸς αὕτη.
κβ′. Μητροκλεῖ. Μὴ πάντας αἴτει, ἀλλὰ τοὺς ἀξίους, μηδὲ παρὰ πάντων τὸ ἴσον λάμβανε, ἀλλὰ τριώβολον μὲν παρὰ τῶν σωφρόνων, μνᾶν δὲ παρὰ τῶν ἀσώτων· οὐ γὰρ παρ’ αὐτῶν ἔστι πάλιν λαβεῖν, ὡς παρὰ τῶν σωφρόνων, ὧδε δαπανώντων.
κγ′. Γανυμήδει. Ἕως ἂν φοβῇ τὸν τρίβωνα καὶ τὴν πήραν καὶ τὴν βακτηρίαν καὶ τὴν κόμην, φιλῇς δὲ τὰ ἁλουργῆ καὶ τὴν τρυφήν, οὐ παύσει τοὺς ἐραστὰς ἐπισυρόμενος, ὥσπερ ἡ Πηνελόπη τοὺς μνηστῆρας. ὥστ’ εἰ μή σοι ὄχλος οἱ τοιοῦτοι τῶν ἀνθρώπων, χρῶ ᾧ προῄρησαι βίῳ· εἰ δ’ ἔστιν,· ὡς πείθομαι, καὶ οὐ μικρός, τοὺς μὲν ἄλλους βοηθοὺς χαίρειν ἔα δι’ ὧν πολλάκις ἐπειράθης αὐτοὺς ἀπελάσαι σαυτοῦ καὶ οὐκ ἴσχυσας, ἔνδυσαι δὲ τὰ Διογένεια ὅπλα, οἷς κἀκεῖνος ἀπήλασε τοὺς ἐπιβουλεύοντας, καὶ πείθου μηδένα ἔτι πέλάσειν σοι τῶν ἐραστῶν· δεινὰ γὰρ ταῦτα καταγωνίσασθαι τοὺς τοιούτους ἐχθροὺς καὶ ἀποκρύψαι τὸν μὴ ἐθέλοντα τούτοις ἐκ τοῦ ἐμφανοῦς μάχεσθαι, ὥσπερ ἄιδος κυνῆ τὸν περικείμενον αὐτήν.
κδ′. Θεσσαλοῖς. Οὐ γεγόνασιν οἱ ἄνθρωποι τῶν ἵππων χάριν, ἀλλ’ οἱ ἵπποι τῶν ἀνθρώπων, ὥστε πειρᾶσθε ὑμῶν ἢ τῶν ἵππων ἐπιμελεῖσθαι. ἐπεὶ εὖ ἴστε ὅτι ἕξετε ἵππους πολλοῦ ἀξίους, αὐτοὶ ὀλίγου ἄξιοι ὄντες.
κε′. Ἀθηναίοις. Πυνθάνομαι ὑμᾶς ἀπορεῖν χρημάτων. τοὺς ἵππους οὖν ἀπόδοσθε καὶ εὐπορήσετε. ὅταν δὲ χρεία ᾖ ἵππων, τοὺς ὄνους χειροτονήσατε ἵππους εἶναι· τοῦτο γὰρ συνηθες ὑμῖν ἐν παντί, μὴ τοὺς ἐπιτηδείους πρὸς τὰς χρείας ἀλλὰ τοὺς κεχειροτονημένους ποιεῖσθαι. ἀλλ’ εἰ μὲν ἐν τοῖς μείζοσι τὸ μὴ ὄν, ὅμως τὴν χρείαν οὐ διαφθείρει, μηδ’ ἐν τοῖς ἐλάττοσι προσδοκᾶτε. ὥστε διὰ τοῦτο πείσθητέ μοι, καὶ τοὺς ἵππους, ἐπειδὰν ἀργυρίων δέησθε καὶ πόρος ἄλλοθεν μὴ ᾖ, ἀπόδοσθε, τοὺς δὲ ὄνους, ὅταν χρεία ᾖ, χειροτονήσατε ἵππους εἶναι.
κς′. Τοῖς αὐτοῖς. Μὴ θαυμάζετε, εἰ Διογένης, πάντα τοῦ σπουδαίου εἶναι λέγων, προσιὼν οὐκ ᾔτει ὑμᾶς, ἀλλ’ ἀπῄτει. οὐ γὰρ ὅτι πάντα τοῦ θεοῦ ἐστὶ θαυμάζετε, ἀλλ’ ὁμολογεῖτε, κἄν τις ὑμᾶς κατʼ ὄναρ ἐμπελάσας θῦσαι προστάττῃ, αὐτῷ θύετε, καὶ οὐ λέγετε μεταιτεῖν τὸν Ἥλιον ὑμᾶς, ἀλλὰ τὰ αὐτοῦ ἀπαιτεῖν. ἔπειτα τοῦ θεοῦ λέγοντες πάντα οὐκ ἀσχάλλετε, ὅταν τι ἀπαιτῆσθε ὑπʼ αὐτοῦ. τὸ αὐτό ἐστι καὶ ἐπὶ τοῦ σπουδαίου. πάντα λέγετε τοῦ θεοῦ καὶ κοινὰ τὰ τῶν φίλων καὶ φίλον τῷ θεῷ μόνον τὸν σπουδαίον, ἀλλ’ ὅταν ἀπαιτήσῃ παρά τινος ὑμῶν τὸν ὀβολόν, ὡς τὰ αὑτῶν μεθιέμενοι συμφοράζετε.
κζ′. Τοῖς αὐτοῖς. Διογένης ὁ κύων ἔλεγε πάντα τοῦ θεοῦ καὶ κοινὰ τὰ τῶν φίλων, ὥστε πάντα εἶναι τοῦ σπουδαίου, καὶ τὸν τούτων τι τῶν λημμάτων ἐκ τοῦ λόγου ἀθετοῦντα ὅρκια συγχεῖν οὐ τὰ Ἀχαιῶν καὶ Τρώων, ἀλλὰ τὰ τοῦ βίου, ὥστε πειθόμενοι τῷ λόγῳ μὴ χαλεπαίνετε, ὅταν αἰτῆσθε παρὰ τῶν σπουδαίων τὸ τριώβολον· οὐ γὰρ τὰ αὑτῶν, ἀλλὰ τὰ ἐκείνων ἀποδίδοτε.
κη′. Ἱππαρχίᾳ. Αἱ γυναῖκες ἀνδρῶν οὐκ ἔφυσαν χείρους. Ἀμαζόνες γοῦν αἱ τοσαῦτα ἔργα ἀσκήσασαι ἐν οὐδενὶ ἀνδρῶν ἐμειονέκτησαν. ὥστε εἰ μέμνησαι τούτων, μὴ ἀπολιποῦ τούτων· οὐ γὰρ ἂν πείσειας ἡμᾶς, ὡς παρ’ ἑαυτῇ θρύπτει. αἰσχρὸν δὲ ὡς ἐπὶ τούτῳ συγκυνίζειν καὶ ἐν πύλαις εὐδοκιμήσασαν τῷ γαμέτῃ καὶ τῷ πλούτῳ νῦν μετανοεῖν καὶ ἐκ μέσης τῆς ὁδοῦ ἀναστρέφειν.
κθ′. Τῇ αὐτῇ. Οὐκ ἀπὸ τοῦ ἀδιαφορεῖν περὶ πάντα κυνικὴν τὴν φιλσοφίαν ἡμῶν ἐκάλεσαν ἀλλ’ ἀπὸ τοῦ σφοδρῶς ὑπομένειν τὰ άλλοις διὰ μαλακίαν ἢ δόξαν ἀνυπομόνητα, ὥστε διὰ τοῦτο καὶ οὐ διὰ τὰ πρῶτα κεκλήκασι κύνας ἡμᾶς. μένε οὖν καὶ συγκύνιζε (οὐ γὰρ ἔφυς χείρων ἡμῶν· οὐδὲ γὰρ αἱ κύνες τῶν κυνῶν), ἵνα σοι γένηται καὶ ἀπὸ τῆς φύσεως ἐλευθερωθῆναι, ὥστε ἀπὸ τοῦ νόμου ἢ διὰ κακίαν πάντες δουλεύουσιν.
λ′. Τῇ αὐτῇ. Ἔπεμψά σοι τὴν ἐξωμίδα, ἣν ὑφηναμένη μοι ἔπεμψας, ὅτι ἀπαγορεύεται τοῖς καρτερίᾳ χρωμένοις τοιαῦτα ἀμπέχεσθαι, καὶ ἵνα σε τούτου τοῦ ἔργου ἀποπαύσαιμι, εἰς ὃ πολλῇ σπουδῇ ἐξῆλθες, ἵνα τις δόξῃς φίλανδρος τοῖς πολλοῖς εἶναι. ἐγὼ δὲ εἰ μὲν διὰ ταῦτά σε ἠγόμην, εὖ γε ποιεῖς καὶ αὐτὴ διὰ τούτων ἐπιδεικνυμένη μοι· εἰ δὲ διὰ φιλοσοφίαν, ἧς καὶ αὐτὴ ὠρέχθης, τὰ τοιαῦτα σπουδάσματα ἔα χαίρειν, πειρῶ δὲ εἰς τὰ κρείττω τῶν ἀνθρώπων τὸν βίον ὠφελεῖν. ταῦτα γὰρ ἔμαθες καὶ παρ’ ἐμοὶ καὶ παρὰ Διογένει.
λα′. Τῇ αὐτῇ. Λόγος ψυχῆς ἡγεμὼν καλὸν ἔργον καὶ μέγιστον ἀγαθὸν ἀνθρώποις. ζήτει οὖν, ὅτῳ τρόπῳ κτήσῃ τοῦτον· ἀνθέξῃ γὰρ εὐδαίμονος βίου καὶ κτήματος. ζήτει δὲ ἄνδρας σοφούς, κἂν δέῃ ἐπ’ ἔσχατα γῆς ἀφικνεῖσθαι.
λβ′. Τῇ αὐτῇ. Ἧκόν τινες παρὰ σοῦ κομίζοντες ἐξωμίδα καινήν, ἣν ἔφασκον ποιῆσαί σε, ἵνα ἔχοιμι ἐς τὰ χειμάδια. ἐγὼ δὲ ὅτι μέν σοι μέλω, ἀπεδεξάμην σε, ὅτι δὲ ἔτι ἰδιωτεύεις καὶ οὐ φιλοσοφεῖς, εἰς ὅ σε προυτρεψάμην, μέμφομαι. ἔτι οὖν καὶ νῦν ἐπάνηκε, εἴ σοι ὄντως μέλει καὶ οὐ καλλωπίζῃ ἐπὶ τούτῳ, καὶ σπούδαζε δι’ ἂ ἐπεθύμησας ἡμῖν συνελθεῖν πρὸς γάμον ταῦτα πράττειν, ταλασίας δὲ τὰς μικρὰς ὠφελείας ἔα ποιεῖν ταῖς ἄλλαις γυναιξίν, αἳ μηδενὸς τῶν αὐτῶν σοι ὠρέχθησαν.
λγ′. Τῇ αὐτῇ. Ἐπυθόμην σε ἀποτεκεῖν καὶ εὐμαρῶς· σὺ μὲν γὰρ οὐδὲν ἡμῖν ἐδήλωσας. χάρις δὲ θεῷ καὶ σοί. πέπεισαι ἄρα ὅτι τὸ πονεῖν αἴτιόν ἐστι τοῦ μὴ πονεῖν· οὐδὲ γὰρ ἂν ὧδέ γ’ εὐμαρῶς ἀπέτεκες, εἰ μὴ κύουσα ἐπόνεις ὥσπερ οἱ ἀγωνισταί. ἀλλ’ αἱ πολλαὶ γυναῖκες ἐπειδὰν κύωσι, θρύπτονται· ἐπειδὰν δὲ ἀποτέκωσιν, αἷς δ’ ἂν συμβῇ περισωθῆναι, νοσερὰ τὰ βρέφη γεννῶνται. ἀλλ’ ἐπιδείξασα, εἰ ὅπερ ἐχρῆν ἥκειν ἀφῖκται, μελέτω σοι τούτου τοῦ σκυλακίου ἡμῶν· μελήσει δέ, ἐὰν ἀσφαλῶς σαυτῇ παραπλησίως ἐπεισέλθῃς. **.
(2) ἔστω οὖν λουτρὸν μὲν ψυχρόν, σπάργανα δὲ τρίβων, τροφὴ δὲ γάλακτος ὅσον γε μὴ ἐς κόρον, βαυκαλήσεις δὲ ἐν ὀστρακίῳ χελώνης· τοῦτο γάρ φασι καὶ πρὸς νοσήματα παιδικὰ διαφέρειν. ἐπειδὰν δὲ ἐς τὸ λαλεῖν ἢ περιπατεῖν ἔλθῃ, κοσμήσασα αὐτὸ μὴ ξίφει, ὥσπερ ἡ Αἴθρα τὸν Θησέα, ἀλλὰ βακτηρίᾳ καὶ τρίβωνι καὶ πήρᾳ, τοῖς μᾶλλον δυναμένοις φυλάττειν ἀνθρώπους ξιφῶν, πέμπε Ἀθήναζε. τὰ δʼ ἄλλα ἡμῖν μελήσει πελαργὸν ἐς τὸ γῆρας ἑαυτῶν ἀντὶ κυνὸς θρέψαι.
λδ′. Μητροκλεῖ. Ἴσθι με συμφορᾷ κεχρῆσθαι πυθόμενον Διογένη ἐς λῃστρικὰ ἁλῶναι, καὶ εἰ μή τις τῶν αἰχμαλώτων λυτρωθεὶς ἦλθεν Ἀθήναζε, ἔτι ἂν ἦν καὶ νῦν ἐν τοῖς ὁμοίοις. νῦν δ’ ἀφικόμενος οὗτος ἰάσατό με διηγησάμενος ὡς «ἤνεγκε τὴν συμφορὰν πράως, ὥστε ποτὲ καὶ εἶπε τοῖς λῃσταῖς ὀλιγωροῦσιν ἡμῶν, «ὦ οὗτοι, τί δήποτε; εἰ μὲν σῦς ἤγετε εἰς ἐμπορίαν, ἐπεμελεῖσθε ἂν αὐτῶν, ἵνα ὑμῖν πλεῖον ἀργύριον πωλούμενοι ἐνέγκωσιν· ἡμῶν δὲ, οὓς καὶ αὐτοὺς μέλλετε ὥσπερ σῦς πιπράσκειν, καταμελεῖτε.
(2) ἢ οὐ δοκεῖτε καὶ ἡμᾶς πλεῖον εὑρίσκειν, ἐὰν παχεῖς ὁρώμεθα, ἔλαττον δὲ ἐὰν λεπτοί; ἐπεὶ ἄνθρωποι οὐκ ἐσθίονται, οὐκ οἴεσθε δεῖν καὶ ἀνθρώπων ἐπιμελεῖσθαι ὧδε; ἀλλ’ ἴστε γε ὡς πάντες οἱ ἀγοράζοντες τὰ ἀνδράποδα εἰς ἓν τοῦτο βλέπουσιν, εἰ παχὺ τὸ σῶμα καὶ μέγα. ἐρῶ δὲ ὑμῖν καὶ αἰτίαν, ὅτι καὶ ἄνθρωπον διὰ τὴν τοῦ σώματος χρείαν ἀγοράζουσι καὶ οὐ τῆς ψυχῆς.» ἐξ ἐκείνου οἱ λῃσταὶ οὐκέτι ἠμέλουν ἡμῶν, ἐπὶ τούτῳ δὲ καὶ ἡμεῖς αὐτῷ χάριν ἐγινώσκομεν.
(3) ὡς δὲ ἥκομεν ἔς τινα πόλιν, ἵνα ἠδυνάμεθα κέρμα γενέσθαι αὐτοῖς, προήγαγον ἡμᾶς ἐς ἀγοράν, εἶτα ἡμεῖς μὲν ἑστῶτες ἐδακρύομεν, ὃ δὲ ἄρτου ἐπιλαβόμενος ἤσθιε καὶ ἡμῖν προσώρεγεν. ἀπονευόντων δὲ ἡμῶν προσδέξασθαι ἔφη «καὶ γάρ τ’ ἠύκομος Νιόβη ἐμνήσατο σίτου.» καὶ τοῦτο μετὰ παιδιᾶς καὶ γέλωτος εἰπών «οὐ παύσεσθε» ἔφη «εἰρωνευόμενοι καὶ κλαίοντες ἐπὶ τῷ μέλλειν δουλεύειν, ὥσπερ πρὶν ἁλῶναι εἰς τοὺς λῃστὰς ἐλεύθεροι ὄντες καὶ οὐ δοῦλοι καὶ τῶν γε φαύλων δεσποτῶν; νυνὶ μὲν γὰρ κληρώσεσθε ἴσως δεσπότας μετρίους, οἳ ἐκκόψουσιν ὑμῶν τὴν τρυφήν, ὑφ’ ἧς διεφθάρητε, ἐμποιήσουσι δὲ καρτερίαν καὶ ἐγκράτειαν, τὰ τιμιώτατα ἀγαθά.»
(4) ταῦτα οὖν διεξιόντος οἱ ὠνηταὶ ἑστῶτες τῶν λόγων ἠκροῶντο καὶ αὐτὸν ἐθαύμαζον τῆς ἀπαθείας, τινὲς δὲ καὶ ἠρώτων εἴ τι ἐπίσταται. ὃ δὲ ἔλεγεν ἐπίστασθαι ἀνθρώπων ἄρχειν, «ὥστε εἴ τις ὑμῶν κυρίου δεῖται, συμφωνείτω προσιὼν τοῖς πωληταῖς.» κἀκεῖνοι ἀναγελάσαντες ἐπὶ τούτῳ «καὶ τίς» ἔφασαν «ἐστίν, ὃς ὢν ἐλεύθερος κυρίου δεῖται;» πάντες» εἶπεν «οἱ φαῦλοι καὶ τιμῶντες μὲν ἡδονήν, ἀτιμάζοντες δὲ πόνον, τὰ μέγιστα τῶν κακῶν δελέατα.»
(5) διὰ ταῦτα περιμάχητος ἐγένετο ὁ Διογένης καὶ οὐκέτι ἐπράθη, ἀλλ’ οἱ λῃσταὶ καθελόντες αὐτὸν ἀπὸ τοῦ λίθου ἦγον οἴκαδε παρ’ αὑτούς, ὑπισχνούμενοι, εἰ ἐπιδείξαι τι αὐτοῖς ὧν πωλούμενος ἔλεγεν εἰδέναι, ἀφήσειν.» διὰ ταῦτα οὕτε αὐτὸς ἐπανελθὼν οἴκαδε τὸ λύτρον ἐπόρισα, οὔτε σοι ἐπέστειλα πορίζειν. ἀλλὰ χαῖρε καὶ σύ, ὅτι ζῇ ἁλοὺς εἰς τὰ λῃστρικὰ καὶ ὅτι ἃ μὴ ὑπὸ πολλῶν ἐπιστεύετο εἶναι ἐφάνη.
λε′. Ἀπερει εὖ πράττειν. Τὸ μὲν σύντομον καὶ ἁρμοστὸν πρὸς πᾶσαν περίστασιν, ὦ τιμιώτατε ἄνερ, ὁ τῶν ἀρχαίων χρησμὸς ἔφησε τὰ ἀναγκαῖα μὴ φεύγειν· τὸν γὰρ φεύγοντα τὰ ἄφυκτα ἀνάγκη δυστυχεῖν, καὶ τὸν ὀρεγόμενον τῶν ἀδυνάτων ἀνάγκη αὐτῶν ἀτυχεῖν. ἴσως μὲν οὖν δόξω σοι ἀκαιρότερος εἶναι καὶ σχολαστικώτερος. καὶ τοῦτο μὲν οὐκ ἀπολογοῦμαι· ὅμως δέ, εἰ δοκεῖ, ἐμοῦ μὲν καταγίνωσκε, πρόσεχε δὲ τοῖς ἀρχαίοις. ἐγὼ γὰρ ἀπ’ ἐμαυτοῦ τεκμαίρομαι, ὅτι τότε θλιβόμεθα ἄνθρωποι, ὅταν ἀπερίστατον βίον ζῆν ἐθέλωμεν.
(2) τοῦτο δέ ἐστι τῶν ἀμηχάνων· ἀνάγκη μὲν γὰρ ζῆν μετὰ σώματος, ἀνάγκη δὲ καὶ μετ’ ἀνθρώπων, αἱ δὲ πλεῖται περιστάσεις γίνονται ἔκ τε τῆς ἀνοίας τῶν συμβιούντων καὶ πάλιν ἐκ τοῦ σώματος. ἐὰν μὲν οὖν ἐπιστήμων τις ἐν τούτοις ἀναστρέφηται, οὗτός ἐστιν ἄλυπος καὶ ἀτάραχος, ὁ μακάριος ἀνήρ· ἐὰν δὲ καὶ ταῦτα ἀγνοῇ, οὐ μήποτε παύσηται αἰωρούμενος κεναῖς ἐλπίσι καὶ ἐπιθυμίαις συνεχόμενος. σὺ οὖν, εἰ μὲν ἀρέσκῃ τῷ τῶν πολλῶν βίῳ, ἐκείνοις συμβούλοις χρῶ, καὶ γάρ εἰσι τετριμμένοι μᾶλλον ἐν τούτοις· εἰ δέ σε ὁ Σωκράτους καὶ Διογένους ἀρέσκει βίος, τὰ τῶν τραγῳδῶν ἄλλοις παρεῖς σαυτὸν ἐπάνηκε ἐπὶ τὸν ἐκείνων ζῆλον.
λϛ′. Δεινομάχῳ. Οὐ μόνον τῶν αἰτούντων Διογένης ἀπεφήνατο ἀργυρικὸν τὸ πτωχικὸν τὸ κυνικόν, ἀλλὰ καὶ τῶν διδόντων τὸ ἐλεητικὸν τὸ σπουδαῖον. ὥστε τοῦτο εἰδὼς μὴ πάντας προσιὼν αἴτει, οὐ γὰρ λήψῃ, μόνον δὲ τὸν σπουδαῖον. τοῦτον γὰρ καὶ λέγομεν εὐδαίμονα ἀκούειν, τῶν δ’ ἄλλων οὐδένα.
Diogenes of Sinope
Pseudepigraphic letters of Diogenes the Cynic, expounding the Cynic life through epigrammatic correspondence.
Epistulae
104 letters·8,844 words·urn:cts:greekLit:tlg1325.tlg001.1st1K-grc1
Read on Scaife Source TEI XML Hercher (Epistolographi Graeci)
Show Greek text (104 letters) — click any Greek word for Logeion + Morpheus
α′. Σινωπεῦσιν. Ὑμεῖς μὲν ἐμοῦ φυγὴν κατεψηφίσασθε, ἐγὼ δὲ ὑμῶν μονήν. οἰκήσετε οὖν διὰ τοῦτο ὑμεῖς μὲν Σινώπην, ἐγὼ δὲ Ἀθήνας, τοῦτ’ ἔστιν ὑμεῖς μὲν μετὰ τῶν ἐμπόρων, ἐγὼ δὲ μετὰ Σόλωνος καὶ τῶν τὴν Ἑλλάδα ἠλευθερωκότων ἀπὸ τῶν Μηδικῶν, καὶ ὑμεῖς μὲν Ἡνιόχοις καὶ Ἀχαιοῖς χρώμενοι, ἀνθρώποις ἐκ τοῦ ἐχθροῦ γένους Πανέλλησιν, ἐγὼ δὲ Δελφοῖς καὶ Ἠλείοις, μεθ’ ὧν καὶ θεοὶ πολιτεύονται.
(2) ἀλλ’ ὤφελε τοῦτο μὴ νῦν ὑμῖν δόξαι, ἀλλ’ ἔτι πάλαι καὶ ἐπὶ τοῦ πατρὸς Ἱκέτου. νυνὶ δὲ ἓν τοῦτο δέδοικα, μὴ διὰ τὴν πατρίδα ἀπιστηθῶ μέτριος εἶναι. τὸ μὲν οὖν πρὸς ὑμῶν με φυγαδευθῆναι συνηγορεῖ, καὶ πιστεύω αὐτῷ μᾶλλον τοῦ ἑτέρου· κρεῖττον γὰρ παρὰ πολὺ διαβάλλεσθαι πρὸς ὑμῶν ἢ ἐπαινεῖσθαι. ὅμως μέντοι δέδοικα τοῦτο, μή με ὁ κοινὸς περὶ τῆς πατρίδος λόγος βλάψῃ. ἄλλου δέ τινος οὐδεὶς λόγος· κρεῖττον γὰρ ὁπουδήποτε οἰκεῖν ἢ σὺν ὑμῖν οὕτως ἡμῖν προσενεχθεῖσιν.
β′. Ἀντισθένει. Ανέβαινον εἰς ἄστυ ἐκ Πειραιῶς, καὶ περιτυγχάνει μοι μειράκια ἄττα θρυπτόμενα ἀπὸ συμποσίου τινὸς ἐγηγερμένα, καὶ ἐν σφίσιν αὐτοῖς ἐπεὶ ἀγχοῦ ἐγενόμην, ἀνάγωμεν ἔλεγον ἀπὸ τοῦ κυνός. κἀγὼ ἐπεὶ τοῦτο ἤκουσα θαρρεῖτε ἔφην, οὗτος ὁ κύων τεῦτλα οὐ δάκνει. οἴ δ’, ὡς τοῦτο ἔλεξα, ἐπαύοντο ἀλύοντες καὶ τοὺς στεφάνους οὓς εἶχον περὶ τῇ κεφαλῇ καὶ τῷ τραχήλῳ διαρρήξαντες ἐξέβαλον καὶ τὰς χλανίδας εὐκόσμως περιεβάλοντο καὶ ἥσυχοι εὖ μάλα ἕως εἰς ἄστυ ἠκολούθουν, ἐπακροώμενοι τῶν λόγων οὓς πρὸς ἐμαυτὸν διεξῄειν.
γ′. Ἱππαρχίᾳ. Ἄγαμαί σε τῆς ἐπιθυμίας, ὅτι τε φιλοσοφίας ὠρέχθης γυνὴ οὖσα, καὶ ὅτι τῆς ἡμετέρας αἱρέσεως ἐγενήθης, ἣν διὰ τὸ αὐστηρὸν καὶ οἱ ἄνδρες κατεπλάγησαν. ἀλλ’ ὅπως καὶ τέλος ἐπιθῇς τῇ ἀρχῇ σπούδασον. ἐπιθήσεις δὲ εὖ οἶδα, εἰ Κράτητός τε τοῦ συνευνέτου μὴ ἀπολείποιο, ἡμῖν τε τοῖς εὐεργέταις τῆς φιλοσοφίας θαμινῶς ἐπιστέλλοις· δύνανται γὰρ αἱ ἐπιστολαὶ πολλὰ καὶ οὐχ ἥττονα τῆς πρὸς παρόντας διαλέξεως.
δ′. Ἀντιπάτρῳ. Μὴ μέμφου με, ὅτι σοι μεταπεμπομένῳ ἡμᾶς ἐπὶ Μακεδονίαν οὐκ ἐπείσθημεν, μηδ’ ὅτι τοὺς Ἀθήνησιν ἅλας προυκρίναμεν τῆς παρὰ σοῦ τραπέζης· οὐ γὰρ δι’ ὑπεροψίαν τοῦτ’ ἐπράξαμεν, ἀλλ’ οὐδὲ διὰ φιλοδοξίαν, δι’ ἣν τάχ’ ἴσως ἕτεροι ἂν ἐποίησαν, ἵνα τινὲς τοῖς πολλοῖς μεγάλοι δόξωσι, βασιλεῦσι δυνάμενοι ἀντιλέγειν, ἀλλ’ ὅτι ἡμῖν παρὰ τὰς ἐν Μακεδονίᾳ τραπέζας οἱ Ἀθήνησιν ἅλες εἰσὶ σύμφυλοι. φυλακῇ οὖν τῆς οὐσίας μᾶλλον ἀντείπομεν καὶ οὐχ ὑπεροψίᾳ. συγγίγνωσκε οὖν· καὶ γὰρ εἰ πρόβατα ἦμεν, συνέγνως ἂν μὴ πεισθεῖσιν, ὅτι οὐκ ἔστι προβάτου τε τροφὴ καὶ βασιλέως ἡ αὐτή. ἔα οὖν ἕκαστον ὅπου ἂν δύνηται ζῆν, ὦ μακάριε· βασιλικὸν γὰρ τοῦτο καὶ οὐ τὸ ἕτερον.
ε′. Περδίκκᾳ. Εἰ μὲν ταῖς δόξαις ἤδη πολεμεῖς, λέγω δὲ τοῖς ἰσχυροτέροις ἐχθροῖς καὶ πλείονα καταβλάπτουσί σε Θρᾳκῶν τε καὶ Παιόνων, καταστρεψόμενος τὰ τῶν ἀνθρώπων πάθη μεταπέμπου με· δύναμαι γὰρ εἰς τὸν πρὸς ταῦτα πόλεμον καὶ στρατηγεῖν. εἰ δ’ ἔτι σοι τὰ πρὸς ἀνθρώπους ἔργα λείπεται καὶ τούτου τοῦ πολέμου σχεδὸν αἰσθάνῃ, ἔα μὲν ἡμᾶς Ἀθήνησι καθέζεσθαι, μεταπέμπου δὲ τοὺς Ἀλεξάνδρου στρατιώτας, οἷς κἀκεῖνος ἐπικούροις χρώμενος Ἰλλυριοὺς καὶ Σκύθας ὑπέταξεν,
ς′. Κράτητι. Χωρισθέντος σου εἰς θήβας ἀνέβαινον ἐκ Πειραιῶς ὑπὸ μέσην ἡμέραν, καὶ διὰ τοῦτο λαμβάνει με δίψος καρτερόν. ὥρμησα οὖν ἐπὶ τὴν Πάνοπος κρήνην. καὶ ἕως ἐγὼ τὸ ποτήριον ἐκ τῆς πήρας ἐξῄρουν, ἧκέ τις θέων θεράπων τῶν τὴν χώραν ἐργαζομένων καὶ συνάψας κοίλας τὰς χεῖρας ἠρύετο ἀπὸ τῆς κρήνης καὶ οὔτως ἔπινε, καὶ ἐγώ, δόξαν μοι ποτηρίου σοφώτερον εἶναι, οὐκ ᾐδέσθην διδασκάλῳ αὐτῷ τῶν καλῶν χρήσασθαι.
(2) ἀπορρίψας οὖν τὸ ποτήριον δ’ εἶχον, καὶ σοὶ εὑρών τινας ἐπὶ θηβῶν ἀνερχομένους τὸ σοφὸν τοῦτο ἐπέσταλκα, οὐδὲν βουλόμενος τῶν καλῶν δίχα σοῦ ἐπίστασθαι. ἀλλὰ καὶ σὺ διὰ τοῦτο πειρῶ εἰς τὴν ἀγορὰν ἐμβάλλειν, ἵνα πολλοὶ διατρίβουσιν ἄνθρωποι. ἔσται γὰρ ἡμῖν οὕτῳ καὶ ἄλλα σοφὰ παρὰ τῶν κατὰ μέρος εὑρεῖν· πολλὴ γὰρ ἡ φύσις, ἣν ἐκβαλλομένην ὑπὸ τῆς δόξης ἐκ τοῦ βίου ἐπὶ σωτηρίᾳ ἀνθρώπων κατάγομεν ἡμεῖς.
ζ′. Ἱκέτῃ. Μὴ ἀνιῶ, ὦ πάτερ, ὅτι κύων λέγομαι καὶ ἀμπέχομαι τρίβωνα διπλοῦν καὶ πήραν φέρω κατ’ ὤμων καὶ ῥάβδον ἔχω διὰ χειρός· οὐ γὰρ ἄξιον ἐπὶ τοῖς τοιούτοις ἀνιᾶσθαι, μᾶλλον δὲ ἥδεσθαι, ὅτι ὀλίγοις ἀρκεῖται ὁ παῖς σου, ἐλεύθερος δέ ἐστι δόξης, ᾗ πάντες δουλεύουσιν Ἕλληνές τε καὶ βάρβαροι· τὸ γὰρ ὄνομα πρὸς τῷ μὴ συμπεφυκέναι τοῖς πράγμασι, σύμβολον δ’ εἶναι ἔνδοξόν πώς ἐστι. καλοῦμαι γὰρ κύων ὁ οὐρανοῦ οὐχ ὁ γῆς, ὅτι ἐκείνῳ εἰκάζω ἐμαυτόν, ζῶν οὐ κατὰ δόξαν, ἀλλὰ κατὰ φύσιν ἐλεύθερος ὑπὸ τὸν Δία, εἰς αὐτὸν ἀνατεθεικὼς τἀγαθὸν καὶ οὐκ εἰς τὸν πλησίον·
(2) τὴν δὲ στολὴν καὶ Ὅμηρος γράφει Ὀδυσσέα τὸν τῶν Ἑλλήνων σοφώτατον φορῆσαι, ἡνίκα οἴκαδε ἐπανῄει ἐξ Ἰλίου Ἀθηνᾶς ὑποθημοσύνῃσιν, καὶ οὕτω καλή ἐστιν, ὡς μὴ ἀνθρώπων εὕρημα εἶναι ὁμολογεῖσθαι, ἀλλὰ θεῶν. φᾶρος μέν οἱ πρῶτα χιτῶνά τε εἵματ’ ἔδωκε
λευγαλέα, ῥυπόωντα, κακῷ μεμορυγμένα καπνῷ·
ἀμφὶ δέ μιν μέγα δέρμα ταχείης ἕσσ’ ἐλάφοιο
ψιλόν, δῶκε δέ οἱ σκῆπτρον καὶ ἀεικέα πήρην,
πυκνὰ ῥωγαλέην, ἐν δὲ στρόφος ἦεν ἀορτήρ.
η′. Εὐγνησίῳ. Ἧκον εἰς Κόρινθον ἐκ Μεγάρων καὶ διαπορευόμενος τὴν ἀγορὰν παρίσταμαι διδασκαλείῳ τινὶ παίδων, καί μοι ἐπεὶ οὐκ εὖ ἐρραψῴδουν, ἔδοξε πυθέσθαι τίς ἦν ὁ διδάσκων αὐτούς. καὶ ἀπεκρίναντο Διονύσιος ὁ τῆς Σικελίας τύραννος. κἀγὼ δόξας αὐτοὺς ἐρεσχελεῖν πρός με καὶ τοῦτο οὐχ ἁπλῶς ἀποκεκρίσθαι, παρελθὼν ἐπί τι βάθρον ἐκάθισα, εὐκόσμως ἀναμένων αὐτόν· ἐλέγετο γὰρ πρὸς ἀγορὰν ὡρμηκέναι. καὶ δὴ οὐ διαγίνεται πολὺς χρόνος, καὶ ἐπιστρέφεται ὁ Διονύσιος κἀγὼ ἐξαναστὰς προσαγορεύω τε αὐτὸν καὶ ἐπιλέγω ὡς οὐκ εὖ, Διονύσιε διδάσκεις.
(2) ὃ δέ με δόξας συνάχθεσθαι αὐτῷ ἐπὶ τῇ πτώσει τῆς τυραννίδος καὶ τῷ παρόντι σχήματι τοῦ βίου, τοιαῦτα εἶπεν· ὦ Διόγενες, εὖ ποιεῖς συναλγῶν ἡμῖν. κἀγὼ προσέθηκα τῷ οὐκ εὖ τὸ ἀληθῶς. ἀλλ’ ἐγὼ μὲν οὐχ ὅτι τῆς τυραννίδος ἀφῄρησαι ἄχθομαι, ὦ Διονύσιε, ἀλλ’ ὅτι ἐλευθεριάζεις ἐν τῇ Ἑλλάδι τὰ νῦν, καὶ περισέσωσαι ἀπὸ τῶν ἐν Σικελίᾳ κακῶν, οἷς ἔδει σε ἐναποθανεῖν τοσαῦτα ἐργασάμενον φαῦλα γῆν καὶ θάλατταν.
θ′. Κράτητι. Ἐπυθόμην σε τὴν οὐσίαν ἅπασαν κατενεγκεῖν εἰς τὴν ἐκκλησίαν καὶ παραχωρῆσαι τῇ πατρίδι καὶ στάντα ἐν μέσῳ κηρῦξαι Κράτης Κράτητος Κράτητα ἀφίησιν ἐλεύθερον. ἡσθῆναι οὖν ἐπὶ τῇ δωρεᾷ τοὺς πάντας ἀστοὺς καὶ ἀγασθῆναι ἡμᾶς τοὺς τῶν τοιούτων ἀνθρώπων ποιητάς, ἐθελῆσαι δὲ διὰ τοῦτο μεταπέμψασθαι ἡμᾶς Ἀθήνηθεν, σὲ δὲ ἐπιστάμενον τὴν ἡμετέραν κρίσιν κωλῦσαι. ἐνταῦθα μὲν οὖν ἐπαινῶ σε τοῦ νοῦ, ἐπὶ δὲ τῇ παραδόσει τῆς οὐσίας καὶ ἄγαμαι, ἐπεὶ θᾶττον ἢ προσεδόκησα κρείττων ἐγένου τῶν δοξῶν. ἀλλὰ διὰ ταχέων ἐπάνηκε· ἔτι γάρ σοι δεῖ πρὸς τἄλλα συνασκήσεως, καὶ χρονίζειν ἔνθα μὴ εἰσὶν ὅμοιοι οὐκ ἀσφαλές.
ι′. Μητροκλεῖ. Μὴ μόνον ἐπὶ τῇ στολῇ καὶ τῷ ὀνόματι καὶ τῇ διαίτῃ θάρρει, Μητρόκλεις, ἀλλὰ καὶ ἐπὶ τῷ αἰτεῖν ἀνθρώπους τὰ σωτήρια· οὐ γὰρ αἰσχρόν. βασιλεῖς γέ τοι καὶ δυνάσται παρὰ τῶν ὑποτεταγμένων αἰτοῦσι χρήματα, στρατιώτας, ναῦς, σῖτον, καὶ οἱ κάμνοντες παρὰ τῶν ἰατρῶν φάρμακα καὶ οὐ μόνον πυρετοῦ, ἁλλὰ καὶ φρίκης καὶ λοιμοῦ, καὶ οἱ ἐρασταὶ παρὰ τῶν παιδικῶν φιλήματα καὶ ἐπαφήματα, τὸν δὲ Ἡρακλέα παρὰ τῶν ἀναισθήτων φασὶ καὶ ἰσχὺν λαμβάνειν. οὐ γὰρ προῖκα οὐδ’ ἐπὶ χείρονι ἀνταλλαγῇ, ἀλλ’ ἐπὶ τῇ σωτηρίᾳ πάντων ἔστιν αἰτεῖν, ἀνθρώπους τὰ πρὸς τὴν φύσιν, καὶ ἐπὶ τῷ ταὐτὰ ποιεῖν Ἡρακλεῖ τῷ Διὸς καὶ ἔχειν ἀμείβεσθαι πολὺ κρείττονα ὧν λαμβάνεις αὐτός.
(2) τίνα ταῦτα; μὴ πρὸς τὴν ἀλήθειαν εἶναί σοι τὴν μάχην τοῦτο πράσσοντι, ἀλλὰ πρὸς τὴν δόξαν. ᾗ πάντη μάχου, κἂν μηδέν σε ἐπείγῃ· καλὸν γάρ τι ἔθος καὶ ὁ πρὸς τὰ τοιαῦτα πόλεμος. Σωκράτης δὲ ἔλεγε μὴ αἰτεῖν τοὺς σπουδαίους, ἀλλὰ ἀπαιτεῖν· εἶναι γὰρ αὐτῶν τὰ πάντα ὡς καὶ τῶν θεῶν. καὶ τοῦτ’ ἐπειρᾶτο συνάγειν ἐκ τοῦ κυρίους μὲν ὑπάρχειν τῶν πάντων τοὺς θεούς, κοινὰ δ’ εἶναι τὰ τῶν φίλων, φίλον δ’ εἶναι τῷ θεῷ τὸν σπουδαῖον. αἰτήσεις τοίνυν τὰ ἴδια.
ια′. Κράτητι. Καὶ τοὺς ἀνδριάντας τοὺς ἐν ἀγορᾷ προσιὼν αἴτει τὰ ἄλφιτα. καλὴ γάρ που καὶ ἡ τοιαύτη μελέτη· ἐντεύξῃ γὰρ ἀνθρώποις ἀπαθεστέροις ἀνδριάντων. καὶ ὅταν σου μᾶλλον γάλλοις καὶ κιναιδολόγοις μεταδιδῶσι, μὴ θαύμαζε· τιμᾷ γὰρ ἕκαστος τὸν πλησίον ἑαυτοῦ καὶ οὐ τὸν πόρρω· εἰσὶ δὲ οἱ τοῖς πολλοῖς ἀρέσκοντες γάλλοι μᾶλλον ἢ φιλόσοφοι.
ιβ′. Τῷ αὐτῷ. Οἱ πολλοὶ ἐπὶ τὸν εὐδαιμονισμόν, ὅταν μὲν σύντομον ὁδὸν ἐπ’ εὐδαιμονίαν φέρουσαν ἀκούσωσιν, ἵενται καθάπερ ἡμεῖς ἐπὶ φιλοσοφίαν· ὅταν δ’ ἐπὶ τὴν ὁδὸν ἀφίκωνται καὶ αὐτῆς τὴν χαλεπότητα θεάσωνται, ὡς ἀσθενοῦντες ὀπίσω ἀναχωροῦσιν, εἶτα μέμφονταί που οὐχ αὑτῶν τὴν μαλακίαν, ἀλλὰ τὴν ἡμῶν ἀπάθειαν. ἔα οὖν τούτους μὲν ὅπως ἐσπούδασαν ταῖς ἡδοναῖς συγκαθεύδειν· καταλήψεται γὰρ αὐτοὺς ζῶντας οὐκ εἰς ὃν ἡμᾶς διαβάλλουσι πόνος, ἀλλ’ οἱ μείζονες δι’ οὓς πάσῃ περιστάσει δουλεύουσιν αἰσχρῶς. σὺ δὲ ἐπίμενε ἐν τῇ ἀσκήσει ὥσπερ ἤρξω, καὶ σπούδαζε κατ’ ἵσον ἡδονῇ ἀντιτάττεσθαι καὶ πόνῳ, ἐπεὶ καὶ κατ’ ἴσον ἀμφότερα πολεμεῖν ἡμῖν πέφυκε καὶ εἰς τὰ πρῶτα ἐμποδίζειν, ἣ μὲν διὰ τὸ ἐπὶ τὰ αἰσχρὰ τὰ πρῶτα ἐμποδίζειν, ἣ μὲν διὰ τὸ ἐπὶ τὰ αἰσχρὰ ἄγειν, ὃ δὲ διὰ τὸ ἀπὸ τῶν καλῶν ἀπάγειν τῷ φόβῳ.
ιγ′. Ἀπολήξιδι. Ἀπεθέμην τὰ πολλὰ τῶν τὴν πήραν βαρυνόντων, πίνακα μὲν διδαχθεὶς ἐν ἄρτῳ τὸ κοῖλον εἶναι, ποτήριον δὲ τὰς χεῖρας. καὶ οὐκ ἔστιν αἰσχύνη τὸν ἐπιστάτην εἰπεῖν ὅτι παῖς ἦν ἔτι, οὐκ ἔδει δὲ τὴν εὕ́ρεσιν εὔχρηστον οὖσαν διὰ τὴν ἡλικίαν παρελθεῖν, ἀλλὰ προσδέξασθαι.
ιδ′. Ἀντιπάτρῳ. Μέμφῃ μου τὸν βίον ὡς ἐπίπονον καὶ διὰ χαλεπότητα ὑπ’ οὐδενὸς ἐπιτηδευθησόμενον· ἐγὼ δὲ ἑκὼν αὐτὸν ἐπέτεινα, ἵνα γνῶσιν οἱ μιμούμενοί με μὴ τέλεον ἡδυπαθεῖς εἶναι.
ιε′. Ἀντιπάτρῳ. Ἀκούων λέγειν σε μηδέν με ποιεῖν παράδοξον διπλοῦν τρίβωνα φοροῦντα καὶ πήραν ἐξημμένον, ἐγὼ δὲ θαυμαστὸν μὲν οὐδὲν εἶναί φημι τούτων, καλὸν δ’ ἑκάτερον αὐτῶν ἀπὸ διαθέσεως ἐπιτηδευόμενον· οὐ γὰρ μόνον τὸ σῶμα ταύτῃ δεῖ κεχρῆσθαι τῇ λιτότητι, ἀλλὰ καὶ τὴν ψυχὴν σὺν αὐτῷ, οὐδ’ ἐπαγγέλλεσθαι μὲν πολλά, πράττειν δὲ τὰ μηδὲν ἀρκοῦντα, ἀλλὰ τῷ βίῳ τὸν λόγον ἀκόλουθον ἐπιδείκνυσθαι. ἃ δὴ πειρῶμαι ποιεῖν καὶ μαρτυρεῖν μοι — ἴσως ὑπολήψῃ με λέγειν τὸν Ἀθηναίων δῆμον ἢ τὸν Κορινθίων, ἀδίκους μάρτυρας; τὴν ἐμαυτοῦ ψυχήν φημι, ἣν οὐκ ἔστι λαθεῖν ἁμαρτάνοντα.
ιϛ′. Ἀπολήξιδι. Ἐνέτυχόν σοι περὶ οἰκήσεως, καὶ χάρις ὑποσχομένῳ, κοχλίαν δὲ θεασάμενος ηὗρον οἴκησιν ἀλεξάνεμον τὸν ἐν τῷ Μητρῴῳ πίθον. ἀπολέλυσο οὖν τῆς ὑπηρεσίας ταύτης καὶ σύγχαιρε ἡμῖν τὴν φύσιν ἀνευρίσκουσιν.
ιζ′. Ἀνταλκίδῃ. Ἀκούω σε γράφειν περὶ ἀρετῆς πρὸς ἡμᾶς καὶ τοῖς γνωρίμοις ἐπαγγέλλεσθαι ὅτι διὰ τῆς γραφῆς πείσεις ἡμᾶς φρονεῖν περὶ σοῦ τι. ἐγὼ δὲ οὐδὲ τὴν τοῦ Τυνδάρεω θυγατέρα ἐπαινῶ τὴν εἰς τὸν οἶνον τὸ νηπενθὲς βαλοῦσαν φάρμακον (ἔδει γὰρ αὐτὸ προσενέγκασθαι χωρὶς οἴνου), οὐδὲ σέ, ὃς παρόντων μὲν ἡμῶν οὐδὲν ἐπεδείξω σπουδῆς ἄξιον, διὰ γραμμάτων δὲ ὑπολαμβάνεις ἡμᾶς πείσειν, ἃ μνήμας μὲν ἂν σώζοι τῶν οὐκ ὄντων, ἀρετῆς δὲ ζὼντων καὶ οὐ παρόντων οὐκ ἂν εἴη δηλωτικά. ταῦτά σοι γράφειν ἔσχον, ἵνα μὴ διὰ τῶν ἀψύχων ἡμῖν προσφωνῇς, ἀλλὰ παρὼν αὐτός.
ιη′. Ἀπολήξιδι. Μηνόδωρον φιλόσοφον παρεκάλεσάν με συστῆσαί σοι Μεγαρικοὶ νεανίσκοι, γελοιοτάτην σύστασιν· ὅτι μὲν γὰρ ἄνθρωπός ἐστιν, ἐκ τῶν εἰκόνων εἴσῃ, εἰ δὲ καὶ φιλόσοφος, διὰ βίου καὶ λόγου. ὁ γὰρ καθ’ ἡμᾶς σπουδαῖος δι’ ἑαυτοῦ συνίσταται.
ιθ′. Ἀναξιλάῳ. Πυθαγόρας ἑαυτὸν ἔλεγεν Εὔφορβον γεγενῆσθαι τὸν Πάνθου, ἐγὼ δὲ νέον ἐμαυτὸν ἐπέγνων Ἀγαμέμνονα· σκῆπτρόν τε γάρ ἐστί μου τὸ βάκτρον καὶ χλαμὺς ὁ διπλοῦς τρίβων, ἡ δὲ πήρα παρὰ δέρματος ἀλλαγὴν ἀσπίς. εἰ δὲ μὴ καρηκομόω, ** νέος ἦν ὁ Ἀγαμέμνων, γέρων δ’ ἂν γενόμενος ἐψιλοκόρρησε. τοιαῦτα γὰρ ἄξιον καὶ φρονεῖν καὶ λέγειν πρὸς τὸν αὐτὸς ἔφα λέγοντα.
κ′. Μελησίππῳ. Ἤκουόν σε λελυπῆσθαι ὅτι τὰ Ἀθηναίων τέκνα πληγὰς ἡμῖν ἐνέτεινε μεθύοντα, καὶ δεινὰ πάσχειν, εἰ σοφία πεπαρῴνηται. εὖ δ’ ἴσθι ὅτι τὸ Διογένους μὲν ἐπλήγη σῶμα ὑπὸ τῶν μεθυόντων, ἀρετὴ δὲ οὐκ ᾐσχύνθη, ἐπεὶ μήτε κοσμεῖσθαι πέφυκεν ὑπὸ φαύλων μήτε αἰσχύνεσθαι. Διογένης μὲν δὴ οὐχ ὑβρίσθη, κακῶς δ’ ἔπαθεν ὁ Ἀθηναίων δῆμος, ἐν ᾧ τινὲς ἔδοξαν ἀρετῆς ὑπεριδεῖν. διὰ γοῦν τὴν ἑνὸς ἀφροσύνην κατὰ δήμους ἀφραίνοντες ἀπόλλυνται, βουλευόμενοι τὰ μὴ προσήκοντα καὶ στρατευόμενοι δέον ἠρεμεῖν. εἰ δὲ τὴν ἀρχὴν τὴν ἀπόνοιαν ἔστησαν, οὐκ ἂν ἐπὶ ταῦτα ἐχώρουν.
κα′. Ἀμυνάνδρῳ. Γονεῦσι χάριτας οὐχ ἑκτέον οὔτε τοῦ γενέσθαι, ἐπεὶ φύσει γέγονε τὰ ὄντα, οὔτε τῆς ποιότητος· ἡ γὰρ τῶν στοιχείων σύγκρασις αἰτία ταύτης. καὶ μὴν καὶ τῶν κατὰ προαίρεσιν ἢ βούλησιν οὐδεμία χάρις· ἡ γὰρ γένεσις ἀφροδισίων ἐστὶ παρακολούθημα, ἅπερ ἡδονῆς ἕνεκεν, οὐ γενέσεως ἐπιτηδεύεται. ταύτας τὰς φωνὰς ὁ τῆς ἀπαθείας προφήτης ἐγὼ ἀποφθέγγομαι ἐναντίας τῷ τετυφωμένῳ βίῳ. εἰ δέ τισιν εἶναι φαίνονται σκληρότεραι, φύσις αὐτὰς σὺν ἀληθείᾳ βεβαιοῖ καὶ ὁ βίος ὁ τῶν μὴ κατὰ τῦφον, ἀλλὰ κατ’ ἀρετὴν βιούντων.
κβ′. Ἀγησιλάῳ. Ἐμοὶ τὸ μὲν ζῆν οὕτως ἐστὶν ἀβέβαιον, ὡς μὴ πιστεύεσθαι παραμενεῖν ἕως τὴν ἐπιστολήν σοι γράψω· πήρα δὲ ἱκανὸν αὐτοῦ ταμιεῖον, τὰ δὲ τῶν νομιζομένων θεῶν μείζονα ἢ κατ’ ἀνθρώπους. ἓν δὲ μόνον ἐμαυτῷ βέβαιον σύνοιδα, τὴν μετὰ τὴν γένεσιν φθοράν. Ταῦτ’ ἐπιστάμενος αὐτός τε τὰς κενὰς ἐλπίδας ἱπταμένας περὶ τὸ σωμάτιον ἀποφυσῶ, καὶ σοὶ παραγγέλλω μὴ πλέον ἀνθρώπου φρονεῖν.
κγ′. Λακύδᾳ. Εὐαγγελίζῃ μοι βασιλέα Μακεδόνων σπουδάζειν περὶ τὴν θέαν ἡμῶν, εὖ δὲ ἐποίησας προσθεὶς τῷ βασιλεῖ τοὺς Μακεδόνας· τὰ γὰρ ἡμέτερα ᾔδεις ἀβασίλευτα. ἰδεῖν δὲ τὸν ἐμὸν τύπον μηδεὶς ὡς ξένον βουλέσθω· εἰ δε μεταλαβεῖν Ἀλέξανδρος βίου καὶ λόγων βούλεται, λέγε αὐτῷ, ὅτι ὅσον ἐξ Ἀθηνῶν εἰς Μακεδονίαν, τοσοῦτον καὶ ἐκ Μακεδονίας εἰς Ἀθήνας.
κδ′. Ἀλεξάνδρῳ. Εἰ θέλεις καλὸς κἀγαθὸς γενέσθαι, ἀπορρίψας ὃ ἔχεις ἐπὶ τῆς κεφαλῆς ῥάκος παραγενοῦ πρὸς ἡμᾶς. ἀλλʼ οὐ μὴ δυνηθῇς· κρατῇ γὰρ ὑπὸ τῶν Ἡφαιστίωνος μηρῶν.
κε′. Ἵππωνι. Παρεκάλεις με ἐπιστεῖλαί σοι, ὅ τι ποτὲ ἔγνωκα περὶ θανάτου καὶ ταφῆς, ὡς οὐκ ἂν τέλειος φιλόσοφος γενόμενος, εἰ μὴ καὶ τὰ μετὰ τὸ ζῆν παρ’ ἡμῶν μάθοις. ἐγὼ δ’ ἱκανὸν ἡγοῦμαι τὸ κατʼ ἀρετὴν καὶ φύσιν ζῆσαι καὶ τοῦτ’ ἐφ’ ἡμῖν εἶναι. ὥσπερ δὲ τὰ πρὸ τῆς γενέσεως παρακεχώρηται τῇ φύσει, οὕτω καὶ τὰ μετὰ τὸ ζῆν ἐπιτρεπτέα ταύτῃ· αὐτὴ γὰρ ὡς ἐγέννησε, καὶ διαλύσει. μηδὲν δὲ εὐλαβηθῇς ὅπως ποτὲ ἀναίσθητος ὦ. ἐγὼ γοῦν ἔγνωκα ἀποπνεύσαντί μοι παρατεθῆναι τὸ βάκτρον, ἵνα τὰ δοκοῦντά με λυμαίνεσθαι ζῷα ἀπελαύνοιμι.
κς′. Τῷ αὐτῷ. Μέμνησο ὅτι τῆς πενίας τὴν ἀρχὴν ἔδωκά σοι διὰ βίου, καὶ πειρῶ μήτε αὐτὸς ταύτην ἀποθέσθαι μήτε ὑπʼ ἄλλου ἀφαιρεθῆναι αὐτήν· εἰκὸς γὰρ τοὺς ἐν Θήβαις ἐκπεριελθεῖν σε πάλιν κακοδαιμονίζοντας. σὺ δὲ τὸν τρίβωνα λεοντῆν νόει, τὸ δὲ βάκτρον ῥόπαλον, τὴν δὲ πήραν γῆν καὶ θάλατταν, ἀφ’ ἧς τρέφῃ· οὕτω γὰρ ἂν Ἡράκλειον διανασταίη σοι φρόνημα καὶ πάσης τύχης κρεῖττον. ἢν δέ σοι τῶν θέρμων ἢ καὶ τῶν ἰσχάδων περιῇ, καὶ ἡμῖν πέμπε.
κζ′. Ἀννικέριδι. Λακεδαιμόνιοι καθ’ ἡμῶν ἐψηφίσαντο ὡς μὴ τῆς Σπάρτης ἐπιβαίνοιμεν. ἀλλὰ σύ γε μηδὲν εὐλαβηθῇς· ὀνόματι γὰρ ἀποκέχρησαι κυνισμοῦ. ἀξιελέητοί γε μὴν οἱ μὴ νοοῦντες, ἃ δοκοῦσιν ἀσκεῖν, ὑπ’ ἐμοῦ μόνου κατορθοῦσθαι. βίου τε γὰρ λιτότητα οὐκ οἶδ’ εἴ τις ἐμοῦ μᾶλλον ἤσκησεν· ὑπομονήν τε τῶν δεινῶν τίς ἂν καυχήσαιτο Διογένους παρόντος; ἀκόλουθα γοῦν καὶ ταῦτα τούτοις· ἀτείχιστον δοκοῦντες δι’ ἀνδρείαν οἰκεῖν τὴν Σπάρτην ἀφύλακτον τὴν ψυχὴν τοῖς πάθεσι ἐκδεδώκασι, μηδένα κατ' αὐτῶν βοηθὸν ἐπιστήσαντες. φοβεροὶ οὖν τοῖς ὁμόροις φανέντες ὑπὸ τῶν ἐν αὐτοῖς νοσημάτων πολεμοῦνται. ἐξελαυνέτωσαν οὖν ἀρετήν, ὑφʼ ἧς μόνης δύναιντ’ ἂν ἐρρῶσθαι καὶ τῶν νοσημάτων ἀπηλλάχθαι.
κη′. Διογένης ὁ κύων τοῖς καλουμένοις Ἕλλησιν οἰμῴζειν. Ὑπάρχει δὲ τοῦθ’ ὑμῖν, κἄν ἐγὼ μὴ λέγω· ὸντες γὰρ ταῖς μὲν ὄψεσιν ἄνθρωποι, ταῖς δὲ ψυχαῖς πίθηκοι, προσποιεῖσθε μὲν πάντα, γινώσκετε δὲ οὐδέν· τοιγάρτοι τιμωρεῖται ὑμᾶς ἡ φύσις· νόμους γὰρ ὑμῖν αὐτοῖς μηχανησάμενοι μέγιστον καὶ πλεῖστον τῦφον ἐξ αὐτῶν διεκληρώσασθε, μάρτυρας τῆς ἐμπεφυσιωμένης κακίας λαβόντες. καὶ οὐδέποτε ἐν εἰρήνῃ, ἀλλ’ ἐν πολέμῳ τὸν ὅλον βίον καταγηρᾶτε, κακοὶ κακῶν ἐπιτήδειοι ὄντες, καὶ ἀλλήλοις φθονοῦντες, ἐὰν μικρῷ μαλακώτερον ἱμάτιον ἄλλον ἴδητε ἔχοντα ἢ κερμάτιον μικρῷ πλέον ἢ ἐν λόγῳ δριμύτερον ἢ μᾶλλον πεπαιδευμένον.
(2) οὐδὲν γὰρ διακρίνετε ὑγιεῖ λόγῳ, ἀλλ’ εἰς εἰκότα καὶ πιθανὰ καὶ ἔνδοξα κατολισθάνοντες πάντα μὲν αἰτιᾶσθε, οὐδὲν δὲ οἴδατε, οὔθ’ οἱ πρόγονοι ὑμῶν οὔθ’ ὑμεῖς, ἀλλὰ ὑπὸ ἀγνοίας καὶ ἀφροσύνης καταμωκώμενοι στρεβλοῦσθε, καλῶς ποιοῦντες. μισεῖ δ’ ὑμᾶς οὐ μόνον ὁ κύων, ἀλλὰ καὶ ἡ φύσις αὐτή· μικρὰ μὲν γὰρ εὐφραίνεσθε, πολλὰ δὲ λυπεῖσθε καὶ πρὸ τοῦ γῆμαι καὶ γήμαντες, ὅτι γε ἐγήματε ὄντες ἐξώλεις καὶ δυσάρεστοι. ὅσους δὲ καὶ οἵους ἄνδρας ἀπεκτείνατε, τοὺς μὲν ἐν πολέμῳ πλεονέκται ὄντες, τοὺς δὲ ἐν τῇ καλουμένῃ εἰρήνῃ αἰτίαν ἐπενεγκόντες.
(3) οὔκουν πολλοὶ μὲν ἐπὶ τῶν σταυρῶν κρέμανται, πολλοὶ δὲ ὑπὸ τοῦ δημίου ἀπεσφαγμένοι, ἕτεροι δὲ φάρμακον πιόντες δημοσίᾳ, οἳ δ᾽ ἐπὶ τοῦ τροχοῦ, δηλονότι ἄδικοι δόξαντες εἶναι; πότερον οὖν ἐπιχειρητέον, ὦ κακαὶ κεφαλαί, παιδεῦσαι τούτους ἢ ἀποκτεῖναι; νεκρῶν μὲν γὰρ ἡμῖν οὐδεμία δήπου χρεία, εἰ μὴ ὥσπερ ἱερείων σάρκας ἐσθίειν μέλλομεν, ἀνδρῶν δὲ ἀγαθῶν πάντως ἐστὶ χρεία, ὦ κακαὶ κεφαλαί. ἀγραμμάτους μὲν καὶ ἀμούσους παιδεύετε γράμματα τὰ καλούμενα μουσικά, ἵνα ὑπάρχωσιν ὑμῖν, ὅταν ποτὲ χρεία ᾖ τούτων, ἄνδρας δὲ ἀδίκους διὰ τί οὐ παιδεύσαντες χρῆσθε τούτοις, ὁπόταν ᾖ χρεία δικαίων; ἐπεὶ καὶ ἀδίκων χρείαν ἔχετε, ὅταν βούλησθε ὑφελέσθαι πόλιν ἢ στρατόπεδον;
(4) καὶ οὔπω μέγα τοῦτο ὅταν μετὰ βίας πράττητε τὰ καλά, καὶ τὰ κρείσσονα λεηλατούμενα πάρεστιν ὁρᾶν, καὶ οἷς μὲν ἄν, ὦ κακαὶ κεφαλαί, ἐπιχειρήσητε, τούτους ἀδικεῖτε, καίτοι αὐτοὶ μείζονος τιμωρίας ἄξιοι ὄντες. ἔν τε τοῖς γυμνασίοις ὅταν ᾖ τὰ καλούμενα Ἕρμαια ἢ Παναθήναια, καὶ ἐν μέσῃ τῇ ἀγορᾷ ἐσθίετε καὶ πίνετε, μεθύετε, περαίνετε, γυναικοπαθεῖτε. εἶτ’ ἐνασεβεῖτε ὑμεῖς ἔτι καὶ κρύφα καὶ φανερῶς ποιεῖτε ταῦτα. οὐδὲν μὲν μέλει τῷ κυνί, ὑμῖν δὲ πάντα ταῦτα ἐπιμελῆ ἐστιν.
(5) καὶ ὅπου κύνας εἴργετε βίου φυσικοῦ καὶ ἀληθοῦς, πῶς εἰς αὐτοὺς οὐκ ἂν πλημμελήσαιτε; κἀγὼ μὲν ὁ κύων τῷ λόγῳ, ἡ δὲ φύσις τῷ ἔργῳ ὁμοίως πάντας ὑμᾶς τιμωρεῖται· ὁμοίως γὰρ πᾶσιν ὑμῖν θάνατος ἐπικρέμαται, ὃν ὑμεῖς φοβεῖσθε. καὶ πολλάκις εἶδον πτωχοὺς ὑγιαί δι’ ἔνδειαν, πλουσίους δὲ νοσοῦντας δι’ ἀκρασίαν τῆς δυστυχοῦς γαστρὸς καὶ πόσθης· χαρισάμενοι γὰρ τούτοις ὀλίγον ἐγαργαλίσθητε χρόνον ὑφ’ ἡδονῆς μεγάλας καὶ ἰσχυρὰς ἐναποδεικνυμένης ἀλγηδόνας.
(6) καὶ οὐδὲν ὠφελήσει ὑμᾶς οὔτε οἰκία οὔτε τὰ ἐν αὐτῇ κιονόκρανα, ἀλλ’ ἐν ταῖς χρυσαῖς καὶ ἀργυραῖς κλίναις κατακείμενοι στρεβλοῦσθε καλῶς ποιοῦντες, οὐδ’ ἰσχυροποιεῖσθαι δύνασθε, ἵνα τὰ τῶν ἀγαθῶν λείψανα μετὰ τῶν λαχάνων καταφάγητε κακοὶ κακῶν ἐπιτήδειοι ὄντες. ἀλλ’ εἰ νοῦν ἔχετε ὥσπερ οὐκ ἔχετε, ἐὰν μεθύητε, Σωκράτει τε τῷ σοφῷ πεισθέντες κἀμοὶ κοινῇ βουλῇ συνελθόντες ἡβηδὸν σύμπαντες ἢ σωφρονεῖν μάθετε ἢ ἀπάγξασθε· οὐ γὰρ δυνατὸν εἶναι ἄλλως ἐν τῷ ζῆν, εἰ μὴ θέλετε ὥσπερ ἐν συμποσίῳ, ἕως ἂν ὑπερπιόντες καὶ ὑπερμεθυσθέντες ὑπὸ ἰλίγγων καὶ στρόφων συνεχόμενοι ὑφ’ ἑτέρων ἄγησθε καὶ μὴ αὐτοὶ δύνησθε σωθῆναι.
(7) σπαταλῶσι δ’ ὑμῖν καὶ ἐνθυμουμένοις, ὅσα γε τὰ ἀγαθὰ ὧν δεσπόται λέγεσθε εἶναι, ἔρχονται οἱ κοινοὶ δήμιοι, οὓς ὑμεῖς καλεῖτε ἰατρούς, οἷς ἃ ἂν ἐπὶ τὴν γαστέρα ἐπέλθῃ, ταῦτα λέγουσι καὶ πράττουσιν. οὗτοι δὲ καλῶς ποιοῦντες τέμνουσι καὶ κάουσι καὶ δεσμεύουσι φάρμακά τε διδόασι καὶ ἔσω καὶ ἔξω τοῦ σώματος. κὰν ὑγιασθῆτε, οὐδὲ τοῖς καλουμένοις ἰατροῖς χάριν ἔχετε, ἀλλὰ τοῖς θεοῖς φατὲ δεῖν ἔχειν χάριν· ἐὰν δὲ μή, τοῖς ἰατροῖς ἐγκαλεῖτε. πλεῖον δ’ ἔμοιγε πάρεστι τὸ εὐφραίνεσθαι τοῦ λυπεῖσθαι καὶ τὸ εἰδέναι τοῦ ἀγνοεῖν·
(8) διετέλεσα γὰρ ἐντυγχάνων Ἀντισθένει τῷ σοφῷ, ὃς μόνοις τοῖς εἰδόσιν αὐτὸν διεῖλε καὶ τοῖς ἀλλοτρίοις τοῖς οὐκ εἰδόσι φύσιν, λόγον, ἀλήθειαν παρεξέβη, οὐδὲν φροντίσας κνωδάλων νηπίων μὴ ἐπισταμένων, ὡς εἴρηται ἐν ἐπιστολῇ, λόγους κυνός. βαρβάροις δὲ οὖσιν οἰμῴζειν λέγω, ἕως ἂν ἑλληνιστὶ μαθόντες Ἕλληνες ἀληθινοὶ γένησθε· νῦν μὲν γὰρ πολὺ χαριέστεροί εἰσιν οἱ καλούμενοι βάρβαροι καὶ τόπῳ ἐν ᾧ εἰσὶ καὶ τρόπῳ, καὶ οἱ μὲν καλούμενοι Ἕλληνες στρατεύουσιν ἐπὶ τοὺς βαρβάρους, οἱ δὲ βάρβαροι διαφυλάττειν οἴονται δεῖν τὴν ἑαυτῶν, πάντες ὄντες αὐτάρκεις. ὑμῖν δὲ ἱκανὸν οὐδέν· καὶ γὰρ φιλόδοξοι καὶ ἄλογοι καὶ ἀχρήστως τρεφόμενοί ἐστε.
κθ′. Διονυσίῳ. Ἐπειδὴ δέδοκταί σοι ἐπιμέλειάν ποιήσασθαι σεαυτοῦ, πέμψω σοι ἄνθρωπον οὐδὲν μὰ Δία Ἀριστίππῳ καὶ Πλάτωνι ὅμοιον, ἀλλ’ ἕνα τῶν Ἀθήνησι παιδαγωγῶν ἐξͅ ὧν ἔχω, δριμύτατα μὲν βλέποντα, ὀξύτατα δὲ βαδίζοντα, σκῦτος δὲ ἀλγεινότατον φέροντα, ὅς σε μὰ Δία ἐπιτρέψει τὸ μὴ καθ’ ὥραν ἀναπαύεσθαι καὶ πρωὶ ἐγείρεσθαι, παύσας φόβων καὶ δειμάτων, ἐν οἷς ὢν οἴει τι μᾶλλον διὰ τοὺς δορυφόρους ἢ τῆς ἀκροπόλεως τὴν εὐερκίαν ἀποστήσεσθαι αὐτῶν, δι’ ὧν μόνων ἀεὶ πάρεστι. καὶ σοὶ δὲ ὅσῳ μᾶλλον καὶ πλείω καὶ μείζω ποιαῦτα κατασκευάζῃ, πλείους καὶ μείζους ἀπορίαι καὶ δείματα τῆς ψυχῆς ἀποβαίνουσι.
(2) πάντα οὖν ταῦτα περιαιρήσεται καὶ θάρσος ἐμποιήσας ἀποστήσει τῆς μαλακίας· τί γὰρ ὄφελος ἀνδρὸς μὴ ἐλευθέρου; ἔστι δέ τοι αὐτὸ τοῦτο ἡ δουλεία, οἷς μετὰ δέους ὁ βίος παρεσκεύασται. ἕως μὲν οὖν ταύτας σὺ τὰς συνουσίας ἔχῃς, οὐκ ἀνήσει σε τούτων τι τῶν κακῶν· ἐὰν δὲ τὸν ἐξωμέα λάβῃς, ὅς σου τὰς πλευρὰς ἀποκαθαρεῖ καὶ παύσει δείπνων μαγειρικῶν, ἐν ὁποίοις δὲ καὶ αὐτὸς διαιτᾶται τρόποις καταστήσει σε, σωθήσῃ, ὦ δείλαιε.
(3) νυνὶ δὲ τοιούτους ηὕρηκας ἀνθρώπους, οἳ ἂν μάλιστά σε διαλυμαίνοιντο καὶ διαφθείροιεν· οὐ γὰρ ὅπως ἀγαθόν τι παρασκευάσωσί σοι, ἀλλ’ ὅπως δειπνήσωσί τι σκοποῦσι καὶ ὅ τι κερδανοῦσι ζητοῦσιν, οὐδὲν ἀφαιρούμενοί σου τῶν ὑπαρχόντων κακῶν, ἀλλὰ τῶν ὄντων ἀφαιρούμενοι καὶ προσκαταλύοντες τῶν οἰκείων ἐθῶν. καὶ οὕτως ἀναίσθητος εἶ, ὃς οὐδὲ ἐκεῖνο ἀκούεις οὕτως ἐν μέσῳ καὶ πανταχοῦ τῆς Ἑλλάδος λεγόμενον, ἐσθλῶν μὲν γὰρ ἄπ ἐσθλὰ μαθήσεαι, ἢν δὲ κακοῖσι
συμμίσγῃς, ἀπολεῖς καὶ τὸν ἐόντα νόον.
(4) ὧν σοι οὐδὲν βαρύτερόν ἐστιν, ὦ δείλαιε, τῶν πατρῴων καὶ τυραννικῶν τρόπων, οὐδέ ἐστιν ὅ τι σε ἀεὶ ἄλλο μᾶλλον ἀπόλλυσιν. ἀλλ’ οὐδὲ ἄνθρωπον δύνῃ ἐξευρεῖν ἐπὶ τοῦτο, ὅστις σε ἀποστήσει ὥσπερ τῆς ἱερᾶς νόσου καλουμένης τῆς τυραννίδος· ἅπαντα γὰρ ποιεῖς, ὅσα ἄνθρωπος μαινόμενος ποιεῖ, μόνου δὲ ἀποστὰς τούτου σωθείης ἄν. ἀλλ’ οὔτε οἱ συνόντες ὁρῶσιν ὅσον τὸ κακὸν ἔχεις, οὔτε αὐτὸς αἰσθάνῃ, οὕτως ἐκ πολλοῦ τέ σου καὶ σφόδρα ἧπται ἡ νόσος. σκύτους οὖν δεῖ σοι καὶ δεσπότου, οὐχ ὅς σε θαυμάσει καὶ κολακεύσει· ὡς ὑπό γε τοιούτου ἀνθρώπου πῶς ἄν τίς ποτε ὠφεληθείη, ἢ πῶς ὁ τοιοῦτος ὠφελήσειέ τινα; εἰ μὴ ὥσπερ ἵππον ἢ βοῦν κολάζοι τε ἅμα καὶ σωφρονίζοι, φροντίζοι τε τῶν δεόντων.
(5) ἀλλὰ σύ γε πόρρω ἥκεις διαφθορᾶς. οὐκοῦν ἀναγκαῖον τομάς τε καὶ καύσεις καὶ φαρμακείας ποιεῖσθαι. σὺ δὲ ὥσπερ τὰ παιδία πάππους τινὰς καὶ τίτθας εἰσηγάγου, καί σοί φασι δέξαι, τέκνον, ἔγχεαι, εἴ τί με φιλεῖς, μικρὸν ἔτι μόνον τουτὶ πρόσφαγε. εἰ οὖν σοι ἅπαντες καὶ πᾶσαι συνελθόντες κατηρῶντο, οὐκ ἂν συμφορώτερα τῇ νόσῳ ἐποίεις. ἀλλὰ τί; οὐ γὰρ μήποτε σὺ ἐθελήσεις τὰ θρῖα τῶν σύκων ἐπιτρώγειν, ἀλλ’ ὥσπερ πρόβατον οὐκ ἂν ἀποσταίης τῶν ὡρίμων. οὐκ ἔστιν οὖν σοι οὔτε χαίρειν οὔτε ἐρρῶσθαι, ὦ φίλτατε.
λ′. Ἱκέτῃ. Ἧκον, ὦ πάτερ, Ἀθήναζε, καὶ πυθόμενος τὸν Σωκράτους ἑταῖρον εὐδαιμονίαν διδάσκειν, εἰσῆλθον παρ’ αὐτόν. ὃ δὲ ἐτύγχανε τότε σχολάζων περὶ ταῖν ὁδοῖν ταῖν φερούσαιν **, ἔλεγε δὲ αὐτὰς εἶναι δύο καὶ οὐ πολλάς, καὶ τὴν μὲν σύντομον, τὴν δὲ πολλήν· ἐξεῖναι οὖν ἑκάστῳ ὁποτέραν βούλοιτο βαδίζειν. κἀγὼ ταῦτα ἀκούσας τότε μὲν κατεσίγησα, τῇ δὲ ἑξῆς, ἐπειδὴ πάλιν εἰσιόντων ἡμῶν παρ’ αὐτὸν περὶ ταῖν ὁδοῖν παρεκάλεσα αὐτὸν ἐπιδεῖξαι ἡμῖν, καὶ ὃς μάλ’ ἑτοίμως ἀπαναστὰς τῶν θάκων ἦγεν ἡμᾶς εἰς ἄστυ καὶ δι’ αὐτοῦ εὐθὺς εἰς τὴν ἀκρόπολιν.
(2) καὶ ἐπεὶ ἀγχοῦ ἐγενόμεθα, ἐπιδείκνυσιν ἡμῖν δύο τινὲ ὁδὼ ἀναφερούσα, τὴν μὲν ὀλίγην προσάντη τε καὶ δύσκολον, τὴν δὲ πολλὴν λείαν τε κα ῥᾳδίαν καθιστάς. ἅμα γάρ αἱ μὲν εἰς τὴν ἀκρόπολιν εἶπε φέρουσαι ὁδοί εἰσιν αὗται, αἱ δὲ ἐπὶ τὴν εὐδαιμονίαν τοιαῦται· αἱρεῖσθε δὲ ἕκαστος ἣν ἐθέλετε, ξεναγήσω δ’ ἐγώ. τότε οἱ μὲν ἄλλοι τῆς ὁδοῦ τὸ δύσκολον καὶ πρόσαντες καταπλαγέντες ὑποκατεκλίνησαν καὶ τὴν μακρὰν καὶ λείαν παρεκάλουν αὐτὸν διάγειν, ἐγὼ δὲ κρείττων γενόμενος τῶν χαλεπῶν τὴν προσάντη καὶ δύσκολον· ἐπὶ γὰρ εὐδαιμονίαν ἐπειγομένῳ κἂν διὰ πυρὸς ἢ ξιφῶν βαδιστέον εἶναι.
(3) ἐπεὶ δὲ ταύτην εἱλόμην τὴν ὁδόν, ἀφαιρεῖταί μου τὸ ἱμάτιον καὶ τὸν χιτῶνα καὶ περιβάλλει μοι τρίβωνα διπλοῦν καὶ ἀποκρήμνησί μου τοῦ ὤμου πήραν, ἐμβαλὼν εἰς αὐτὴν ἄρτον καὶ τρίμμα καὶ ποτήριον καὶ τρυβλίον, ἔξωθεν δὲ αὐτῇ παρήρτησε λήκυθον καὶ στλεγγίδα, δίδωσι δέ μοι καὶ βακτηρίαν. καὶ ἐγὼ τούτοις ἐκοσμήθην, ἠρόμην δὲ αὐτόν, διὰ τί με τρίβωνα περιέβαλε διπλοῦν. ὃ δὲ ἔφη ἵνα σε πρὸς ἄμφω συνασκήσω, καὶ καῦμα τὸ ἀπὸ θερείας καὶ ψῦχος τὸ ἀπὸ χειμῶνος. τί γάρ ἔφην, ὁ ἁπλοῦς τοῦτο οὐκ ἐποίει;
(4) οὐ μὲν οὖν εἶπεν, ἀλλὰ θέρους μὲν ῥᾳστώνην, χειμῶνος δὲ πλείονα ἢ κατ’ ἄνθρωπον ταλαιπωρίαν. τὴν δὲ πήραν διὰ τί μοι περιτέθεικας; ἵνα πάντῃ τὴν οἰκίαν εἶπε περιφέρῃς. τὸ δὲ ποτήριον καὶ τὸ τρυβλίον διὰ τί ἐνέβαλες; ὅτι δεῖ σε εἶπε καὶ πίνειν καὶ ὄψῳ χρῆσθαι, ὄψῳ ἑτέρῳ ἔφη, κάρδαμον μὴ ἔχοντα. τὴν δὲ λήκυθον καὶ τὴν στλεγγίδα πρὸς τί ἀπήρτησας; τὴν μὲν ἀρωγόν ἔφη πόνων, τὴν δὲ γλοίου. ἡ δὲ βακτηρία πρὸς τί; ἔφην. πρὸς τὴν ἀσφάλειαν εἶπε. ποίαν τήνδε; πρὸς ἣν οἱ θεοὶ αὐτῇ ἐχρήσαντο, πρὸς τοὺς ποιητάς.
λα′. Φαινύλῳ. Ἀνέβαινον Ὀλυμπίαζε μετὰ τὸν ἀγῶνα, τῇ δ’ ὑστεραίᾳ κατὰ τὴν ὁδὸν ὑπήντησέ μοι Κίκερμος ὁ παγκρατιαστής, κατεστεμμένος τῷ Ὀλυμπιακῷ στεφάνῳ, καὶ σὺν αὐτῷ τῶν οἰκείων πολὺς ὅμιλος πορευόμενος οἴκαδε. κἀγώ, ὡς πλησίον ἐγένετό μου, λαβόμενος αὐτὸν τῆς χειρός ἔκστηθι εἶπον, ὦ ἄθλιε, τῆς ταλαιπωρίας καὶ λῆξον τοῦ τύφου, ὅς σε Ὀλυμπίαζε ἀναβάντα ἀνεπίγνωστον τοῖς γονεῦσιν ἀπάγει. καὶ φράσον ἐπὶ τίνι δὴ μέγα φρονῶν κατέστεψαι μέν ἔφην τῷδε τῷ στεφάνῳ τὴν κεφαλήν, φοίνικα δὲ διὰ τῶν χειρῶν φέρεις, ὄχλον δὲ τοσοῦτον ἐπισύρῃ.
(2) καὶ ὃς ἀπεκρίνατο ἐπὶ τῷ νενικηκέναι παγκράτιον τοὺς ἐν Ὀλυμπίᾳ πάντας. ὦ τοῦ θαύματος ἔφην, καὶ τὸν Δία καὶ τὸν ἀδελφόν; οὐ μὲν οὖν ἔφη. ἀλλὰ τοὺς καθ’ ἕνα προκαλούμενος;· οὐ γάρ εἶπεν. ἄλλους ἄρα δήπουθεν καὶ ἄλλους κληρωσάμενος ἐπαγκρατίασας; πάνυ γε. εἶτα πῶς τοὺς ὑπ’ ἄλλων ἐκβληθέντας ἐτόλμησας λέγειν αὐτὸς νενικηκέναι; τί δαί; ἄνδρες ἦσαν μόνον οἱ παγκρατιάζοντες Ὀλυμπίασι; καὶ παῖδες εἶπεν. καὶ τούτους ἐνίκησας ἀνδρισάμενος; οὐκ ἔφη· οὐ γὰρ ἦσαν ἐκ τοῦ ἐμοῦ κλήρου. τί γάρ, σὺ τοὺς ἐκ τοῦ ἰδίου κλήρου πάντας ἐνίκησας; πάνυ γε. λέγε μοι ἔφην, οὐχ ὁ σὸς κλῆρος ὁ τῶν τελείων ἦν; τῶν τελείων εἶπεν. Κίκερμος δὲ ποῖον κλῆρον ἠγωνίζετο; ἐμὲ λέγεις; τῶν τελείων εἶπεν. ἆρ’ οὖν Κίκερμον ἐνίκησας; οὐ μὲν οὖν εἶπεν.
(3) εἶτα σὺ μήτε τοὺς παῖδας νενικηκὼς μήτε τοὺς τελείους πάντας τολμᾷς λέγειν νενικηκέναι; τίνας δ’ εἶχες ἔφην τοὺς ἀντιπάλους; ἄνδρας εἶπεν ἐπιφανεῖς τῶν ἐκ τῆς Ἑλλάδος καὶ Ἀσίας. ἆρα κρείττονας σαυτοῦ ἢ ἴσους ἢ χείρονας; κρείττονας. κρείττονας λέγεις τοὺς ἡττηθέντας ὑπὸ σοῦ; ἴσους εἶπε. καὶ πῶς τοὺς ἴσους ἠδυνήθης ἡττῆσαι σεαυτοῦ μὴ χείρονας γενομένους; ἥττους εἶπεν. εἶτα οὐ παύσῃ ἐπὶ τῷ τοὺς ἥττονας κατηγωνίσθαι μέγα φρονῶν; ἢ σὺ μὲν τοῦτο δύνασαι μόνος ποιῆσαι, ὁ τυχὼν δ’ οὐκ ἂν δύναιτο; τί δ’; οὐκ ἔστιν ὅστις οὐ τοὺς χείρονας ἑαυτοῦ δυνάμει ἐπικρατεῖ.
(4) ἔα γοῦν ταῦτα, ὦ Κίκερμε, τὰ πολλὰ χαίρειν καὶ ἀγωνίζου μὴ παγκράτιον, μηδὲ πρὸς ἀνθρώπους, ὧν χείρων ἔσῃ μετ’ οὐ πολὺ εἰς γῆρας ἀφικόμενος, ἧκε δὲ ἐπὶ τὰ ὄντως καλὰ καὶ μάθε μὴ ὑπὸ ἀνθρωπίων τυπτόμενος καρτερεῖν, ἀλλ’ ὑπὸ τῆς ψυχῆς, μηδ’ ἱμᾶσι μηδὲ πυγμαῖς, ἀλλὰ πενίᾳ, ἀλλ’ ἀδοξίᾳ, ἀλλὰ δυσγενείᾳ, ἀλλὰ φυγαδείᾳ. τούτων γὰρ ἀσκήσας καταφρονεῖν μακαρίως μὲν ζήσεις, ἀνεκτῶς δὲ ἀποθανῇ· ἐκεῖνα δὲ ζηλῶν ζήσεις ταλαιπώρως. ταῦτά μου διεξιόντος αὐτῷ τόν τε φοίνικα εἰς τὴν γῆν κατέβαλε καὶ τὸν στέφανον τῆς κεφαλῆς ἀφείλετο καὶ οἷός τε ἦν τὴν ὁδὸν ἀναλύειν.
λβ′. Ἀριστίππῳ. Ἐπυθόμην σε σχολάσαι βασκανίᾳ καθ’ ἡμῶν καὶ παρὰ τῷ τυράννῳ ὀνειδίζειν ἑκάστοτε τὴν ἐμὴν πενίαν, ὅτι ἡμᾶς ποτὲ κατέλαβες ἐπὶ τῆς κρήνης σέρεις ἀποκλύζοντας ὄψον τῷ ἄρτῳ. ἐγὼ δὲ ἄγαμαι, πῶς, ὦ μακάριε, τοῖς τὰ ἄξια ἐπαινοῦσι πενίαν κακίζεις, καὶ ταῦτα Σωκράτους κατακηκοώς, τοῦ τὸν αὐτὸν μὲν τρίβωνα χειμῶνος καὶ θέρους καὶ ἄλλοτε ἀμπεχομένου, τὸν αὐτὸν δὲ πρὸς τὰς γυναῖκας κοινὸν ἔχοντος, ὄψον δὲ οὐκ ἐκ τῶν κήπων φέροντος οὐδ’ ἐκ τῶν μαγειρείων, ἀλλ’ ἀπὸ τῶν γυμνασίων. ἀλλ’ ἔοικας ταῦτα ἐπιλελησμένῳ διὰ τὰς Σικελικὰς τραπέζας.
(2) κἀγὼ οὐχ ὑπομνήσω σε πόσου ἄξιόν ἐστι πενία μάλιστα Ἀθήνησιν, οὐδὲ ἀπολογήσομαι περὶ αὐτῆς (οὐ γὰρ εἰς σὲ κἀγὼ ἀνατίθεμαι τὸ ἐμαυτοῦ ἀγαθόν, ὥσπερ καὶ σὺ εἰς ἑτέρους· ἀπόχρη οὖν μοι μόνῳ ἐπίστασθαι ὑπὲρ αὐτοῦ ), ὑπομνήσω δέ σέ ποτε περὶ Διονυσίου καὶ τῶν μακαρίων αὐτοῦ συνουσιῶν, αἵ σε εὐφραίνουσιν, ὁπότε ἐσθίων καὶ πίνων τὰ πολυτελῆ δεῖπνα καὶ ἃ μήποτε ἡμῖν παρείη ἀνθρώπους ἑκάστοτε τοὺς μὲν μαστιγουμένους, τοὺς δὲ ἀνασκολοπιζομένους, τοὺς δὲ εἰς τὰς λατομίας ἀπαγομένους βλέπεις, καὶ τῶν μὲν γυναῖκας ἀφαιρουμένας εἰς ὕβριν τῶν δὲ παῖδας, καὶ πλέονας τῶν δούλων, οὐχ ἑνὸς μόνον οὐδ’ αὐτοῦ τοῦ τυράννου, ἀλλὰ πολλῶν καὶ ἀνοσίων, καὶ πίνοντα πρὸς ἀνάγκην καὶ μένοντα καὶ πορευόμενον καὶ ἀποδρᾶ ναι μὴ δυνάμενον διὰ τὰς χρυσᾶς πέδας.
(3) ταῦτ’ ἔγωγε ἀντ’ ἐκείνων τῶν ὀνειδῶν ὑπομιμνήσκω. ὁπόσῳ ζῶμεν σέρεις πλύνειν ἐπιστάμενοι, τὰς δὲ Διον σίου θύρας θεραπεύειν ἁγνοοῦντες ὑμῶν, φημί, χρεῖντον τῶν Διονυσίῳ συμβουλευόντων καὶ ἐπιτασσόντων Σικελίᾳ πάσῃ. ἀλλ’ ειἴη σοι, κἂν ὁπόσα γε λέγῃς πρὸς ἡμᾶς ἀποθαρρυνόμενος, καὶ νοεῖν καὶ μὴ στασιάζεσθαι πρὸς τὰ πάθη τὸν λόγον· καλὰ γὰρ τὰ παρὰ νυσίῳ μέχρι λόγου, ἐλευθερία δὲ ἡ ἐπὶ Κρόνου καὶ ἡ φιλητιος μαζαβλωρος-
λγ′. Φχνομάχῳ. Ἐκαθήμην ἐν τῷ θεάτρῳ βιβλίδια κολλῶν, ἀφιχόμενος δὲ Ἀλέξανδρος ὁ Φιλίππου στὰς ἐν τῷ καταντικρὺ πλησίον ἐμοῦ τὸν ἥλιον ἀφείλετό μου, κἀγὼ διὰ τὸ μηκέτι πως ὁρᾶν τὰ διασπάσματα τῶν βιβλιδίων ἀνέβλεψα καὶ τότε ἔγνων αὐτὸν παρόντα. ὡς δέ με καὶ αὐτός, ἐπεὶ ἀνέβλεψα, προσηγόρευσε καὶ τὴν δεξιὰν ὤρεξεν, ὡς δὲ καὶ αὐτὸν ἐγὼ διὰ τοῦτο ἀντιπροσηγόρευσα καὶ εἶπον τοιοῦτον. ἀληθῶς ἀνίκητος εἶ, μειράκιον, ὅτε καὶ θεοῖς τὰ ἴσα δύνασαι· ἰδοὺ γάρ, ὅ φασι τὴν σελήνην τὸν ἥλιον διατιθέναι ἐν τῷ γενέσθαι αὐτῷ καταντικρύ, καὶ σὺ ταὐτὸ τοῦτο εἴργασαι, ἐπεὶ δεῦρο εἰσελθὼν ἐμοὶ παρέστης.
(2) καὶ ὁ Ἀλἑξανδρος σκώπτεις εἶπεν, ᾦ Διόγενες. τί τοῦτ’ ἔφην λέγεις οὐ γὰρ ἔστιν ὁρᾶν σοι ὅτι τοῦ ἔργου μὲν ἀπολείπομαι διὰ τὸ μὴ βλέπειν ὥσπερ ἐν νυκτί; διαφέρον δ’ οὐδέν μοι τὰ νῦν σοι προσδιαλέγεσθαι, διαλέγομαι. οὐδέν εἶπε σοὶ διαφέρει Ἀλέξανδρος ὁ βασιλεύς ; οὐδ’ ὅσον ἔφην· πολεμεῖται γὰρ τῶν ἐμῶν οὐδέν, οὐδὲ καθαρπάζεται, καθάπερ τὰ Μακεδόνων καὶ τὰ Λακεδαιμονίων ἤ τινων ἄλλων, ἐν οἷς ἑκάστῳ χρεία βασιλέως. διὰ μέντοι πενίαν ἔφη διαφέρω σου. ποίαν ἔφην πενιͅίαν ; τὴν σὴν πενίαν εἶπε, δι’ ἥνπερ οὕτως εἶ μεταίτης ἑνδέων πάντων.
(3) οὔτοι ἔφην τοῦτ’ ἐστὶ πενία τὸ μὴ ἔχειν χρήματα, οὐδὲ κακὸν τὸ μεταιτεῖν, ἀλλὰ τὸ ἐπιθυμεῖν πάντων, ὅπερ ἐστὶν ἐν ὑμῖν, καὶ τὸ βίᾳ. διὰ τοῦτο τῇ μὲν ἐμῇ πενίᾳ κρῆναί τε καὶ γῆ εἰσιν ἐπίκουροι, ναὶ μὴν καὶ τὰ σπήλαια καὶ τὰ νάκη, καὶ πολεμεῖται μὲν διὰ ταύτην οὐδὲ εἷς οὔτε ἐν γῇ οὔτε ἐν θαλάσσῃ, ἀλλ’ ὡς ἐγεννήθημεν, ἴσθι, καὶ ζῶμεν· τῇ δὲ ῾υμετἑρα τάξει οὔτε γῆ εὑρἱσκεται κουρος οὔτε θάλαττα,
(4) ἀλλὰ δὴ ταῦτα μὲν ὡς ** ὄντα παραλείπεται, ἀναβαίνετε δὲ ἐπὶ τὸν οὐρανὸν καὶ οὐδὲ ’Ομήρῳ πείθεσθε τούτων μὴ ἐπιθυμεῖν τῷ εἰς σωφροσύνην τὰ τῶν Ἀλωειδῶν πάθη ἀναγράψαντι. ταῦτ’ ἐμοῦ πολλῷ παραστήματι διεξερχομένου πολλή αἰδὼς τὸν Ἀλέξανδρον εἰσῆλθε, καὶ ἀποκλίνας πρὸς ἕνα τῶν ἑταίρων εἶπεν ἀλλ’ εἰ μὴ ἔφθην Ἀλέξανδρος γενέσθαι, Διογένης ἂν ἐγενόμην. καὶ ἐξαναστήσας με ἀπῆγεν σὺν ἑαυτῷ, παρακαλῶν συστρατεύεσθαι, καὶ μόλις ἀφῆκεν.
δ′. λυμπιάδι. Μὴ ἀνιῷ πρὸς τοὺς συνήθεις, ’Ολυμπιάς, ὑπὲρ ἐμοῦ, ὅτι τρίβωνα ἀμπέχομαι καὶ ἄλφιτα ἐπιπωλούμενος ἀνθρώπους μεταιτῶ· οὐ γάρ ἐστι ταῦτα αἰσχρὰ οὐδ’ ἐλευθέροις, ὡς φής, ὑποπτα, καλὰ δὲ καὶ οἷα ὅπλα εἶναι κατὰ δοξῶν τῶν πολεμουσῶν τῷ βίῳ. κἀγὼ ταῦτα ἔμαθον οὐ παρὰ Ἀντισθένους πρώτου τὰ μαθή ματα, ἀλλὰ θεῶν καὶ ἡρώων καὶ τῶν τὴν Ἑλλάδα ἐπεστροφότων ἐπὶ σοφίαν, ’Ομήρου καὶ τῶν τραγῳδοποιῶν,
(2) οἵτινες Ἥραν τε τὴν Διὸς παράκοιτιν ἔφασαν εἰς ἱέρειαν μεταμορφωθεῖσαν τοιοῦτον βίου σχῆμα ἀναλαβεῖν νύμφαις κρηνιάσιν, κυδραῖς θεαῖς, ἀγείρουσαν Ἰνάχου Ἀργείου ποταμοῦ παισὶν βιοδώροις, Τήλεφόν τε τὸν Ἡρακλέους, ἡνίκα εἰς Ἄργος παρεγένετο, πολὺ χείρονι σχήματι τοῦ ἡμετέρου ἐμφανισθῆναι πτώχ ἀμφίβληστρα σώματος λαβόντα ῥάκη ἀλκτήρια ψύχους, ’Οδυσσέα τε τὸν Δαέρτου ἐξ Ἰλίου οἴκαδε ὑποστρέψαντα φάρει ῾ρωγαλέῳ ἰπνοῦκαὶ καπνοῦ ἀναμέστῳ. ἀρά σοι ἔτι δοκεῖ ἡ ἐμὴ στολὴ καὶ τὸ ταιτεῖν αἰσχρὰ εἶναι ἢ καλὰ καὶ ἀγαστὰ βασιλεῦσιν καὶ παντὶ νοῦν ἔχοντι αἱρετὰ εἰς εὐτέλειαν;
(3) καὶ Τήλεφος μέν, ἵνα ὑγιείας τύχη, τούτῳ τῷ σχήματι τοῦ βίου ἐναπεκρύψατο, ’Οδυσσεὺς δ’, ἵνα τοὺς μνηστῆρας ἐκ πολλοῦ ἀδικοῦντας ἀποκτείνῃ· ἐγὼ δὲ ἵνα τύχω μὲν εὐδαιμονίας ἧς μικρὰ μοῖρά ἐστι τὸ Τηλέφειον ἀγαθόν, ἕλω δὲ τὰς ψευδεῖς δόξας δι’ ἃς οὐχ ἕνα δεσπότην ᾑρήμεθα, διαφύγω δὲ νόσους καὶ τοὺς ἐπ’ ἀγορᾶς συκοφάντας, περιέλθω δὲ ἐλεύθερος ὑπὸ τὸν Δία πατέρα ἐπὶ ὅλης γῆς, μηδένα φοβούμενος τῶν μεγάλων δεσποτῶν. εἰ μὲν οὖν ἐξιλάσκομαί σε, μῆτερ, ἐπιδείξας τοὺς κρείττονας ἐμοῦ τρίβωνας ἀμπεχομέ νους καὶ πήραν φοροῦντας καὶ παρὰ τῶν χειρόνων ἄλφιτα μεταιτοῦντας, θεοῖς χάρις· εἰ δὲ μή, μάτην ἀνιάσῃ.
λε′. Σωπόλιδι. Ἧκον εἰς Μίλητον τῆς Ἰωνίας, διαπορευόμενος δὲ τὴν ἀγορὰν παρήκουσα παίδων μὴ εὖ ῥαψῳδούντων. προσελθὼν οὖν τῷ διδασκάλῳ ἠρόμην αὐτόν διὰ τί κιθαρίζειν οὐ διδάσκεις; ὃ δὲ ἀπεκρίνατο ὅτι οὐκ ἔμαθον. εἶτα ἔφην πῶς τοῦτο μέν, ὅτι οὐκ ἔμαθες, οὐ διδάσκεις, γράμματα δέ, ἃ μὴ ἔμαθες, σὺ διδάσκεις; πάλιν δὲ προελθὼν μικρὸν εἴσειμι εἰς τὸ τῶν νέων γυμνάσιον, θεασάμενος δὲ ἐν τῷ αἰθρίῳ χα κῶς σφαιρίζοντά τινα, προσελθὼν τῷ παλαιστροφύλακι πόσον εἶπον ἀποτεταγμένον ἐστὶν ἐπιτίμιον κατὰ τοῦ ἀλειψαμένου καὶ μὴ σφαιρίσαντος ; ὃ δέ ὀβολός ἔφη. ἐκεῖνος ὁ νεανίας ἔφην δείξας τὸν ἄν πον μηδενὸς ὄντος ἐπιτιμίου αὐτῷ ὑπ’ ἀνάγκης ἐμπαίζει.
(2) ἀποθέμενος οὖν καὶ αὐτὸς τὸν τρίβωνα καὶ τὴν στλεγγίδα ἐκλύσας παρελθὼν ἠλειψάμην, καὶ οὐ διαγίγνεται χρόνος συχνὸς καὶ κατὰ τὸ ἐπιχώριον εὐθέως παρελθών τις εἷς τῶν νέων, σφόδρα ἀστεῖος τὴν ὄψιν, ἀγένειος, προσαναδίδωσί μοι τὴν χεῖρα, διαπειρώμενος εἰ ἐπίσταμαι τὰ παλαιστρικά. κἀγὼ ἕως μέν τινος προσεποιούμην ὑπὸ αἰδοῦς μὴ εἰδέναι· ὡς δὲ ἐπηπείλησε καταναλίσκειν με, ἠρξάμην συνανατρίβεσθαι αὐτῷ νομίμως. εἶτα ὁ γνώμων μοί πως ἀνίσταται (τὸ γὰρ ἕτερον ὄνομα δέδια διὰ τοὺς πολλοὺς εἰπεῖν ), καὶ ὧδε μὲν τὸ μειράκιον ὑπ’ αἰδοῦς ταλιπόν με ἄπεισιν, ἐγὼ δὲ ἑστὼς ἐτριβόμην πρὸς ἐμαυτόν.
(3) ἐπεὶ δὲ προσεῖδέ με ὁ παλαιστροφύλαξ, προσελθὼν ἐπέπληττεν, κἀγὼ πρὸς αὐτόν εἶτα σὺ παρεὶς τῷ νόμῳ μάχεσθαι γῦν ἐμοὶ διαφέρῃ; εἰ μὲν ἔθος ἦν τὸ καταλειφομένους πταρμικὸν ὀσφραίνεσθαι, οὐκ ἂν ἤσχαλλες, εἴ τις τῶν ἀλειφομένων ἐν τῷ γυμνασίῳ ἐπτάρνυτο· νυνὶ δὲ ἄχθῃ, εἴ τις καλοῦ συνανα κυλιομένου αὐτόματος ἐστύθη; ἢ δοκεῖς τὰς μὲν ρῖνας ὅλως ἐπὶ τῇ φύσει εἶναι, ταυτὶ δ’ ἡμῶν ἐπὶ τῇ προαι ρἑσει; οὐ παύσῃ ἔφην τοιαῦτα σφαδάζω πρὸς τοὺς εἰσιόντας; εἰ δέ σοί τίς ἐστι λόγος ἵνα μὴ γίγνοιτο τοῦτ’ ἐν τῷ γυμνασίῳ, μεταιρεῖς ἐκ τοῦ μέσου τοὺς νέους. ἀλλ’ οἴει, ὅτι δυνήσεταί σοι ὁ νόμος, ἐὰν συνανακυλίηται τοῖς ἀνδράσι τὰ μειράκια, δεσμοὺς καὶ κύφωνας τῇ στυτικῇ φύσει περιβαλεῖν; ταῦτ’ ἐμοῦ λέξαντος καὶ ὁ παλαιστροφύλαξ ὥχετ ἀπιών, κἀγὼ ἀναλαβὼν τὸν τρίβωνα καὶ τὴν πήραν ἐξῆλθον ἐπὶ θάλασσαν.
λς′. Τιμομάχῳ. Ἧκον εἰς Κύζικον καὶ διαπορευόμενος τὴν ὁδὸν ἐθεασάμην ἐπί τινος θύρας ἐπιγεγραμμένον ὁ τ οῦ Διὸς παῖς καλλίν ικος Ἡ ρ ακλῆς ἐνθάδε κατοικεῖ, μη δὲν εἰσίτω κακόν. ἐπιστὰς οὖν ἀνεγίγνωσκον καὶ παρερχόμενόν τινα ἠρόμην τίς ἢ πόθεν ὁ ταύτην τὴν οἰκίαν οἰκῶν; ὃ δέ με δόξας πυνθάνεσθαι διὰ τὰ ἄλφιτα ἀπεκρίνατο φαῦλος ἄνθρωπος, ὦ Διόγενες· ἁλλ’ ἀπάναγε ἐνθένδε. κἀγὼ πρὸς ἐμαυτόν ἀλλ ἑοικεν ἔφην οὖτος, ὅστις ποτ’ ἔστιν, ἐξ ὧν λέγει ἑαυτῷ τὴν θύραν ἀποκλεῖσαι. καὶ μικρὸν προελθὼν ἑτέραν θύραν θεωρῶ τὸ αὐτὸ ἰαμβεῖον ἔχουσαν ἐπιγεγραμμένον.
(2) ἐν ταύτῃ ἔφην τίς ἐστιν ὁ κατοικῶν; τελώνης εἶπεν, ἄνθρωπος ἀγοραῖος ὤν. ταύτην οὖν αἱ τῶν πονηρῶν ἔφην θύραι μόνον ἔχουσι τὴν ἐπιγραφὴν ἢ καὶ αἱ τῶν σπουδαίων; πάντων εἶπεν. εἶτα διὰ τί ἔφην, εἰ ὑμᾶς ὠφελεῖ τοῦτο, οὐχὶ ταῖς πύλαις ἐπεγράψατε αὐτὸ τοῖς τῆς πόλεως, ἀλλὰ ταῖς οἰκίαις, εἰς ἃς μηδὲ χωρῆσαι δύναται ὁ Ηρακλῆς ; ἢ τὴν μὲν πόλιν βούλεσθε ἔχειν κακῶς, τὰς δὲ οἰκίας οὔ ; ἢ τὰ μὲν κοινὰ ὑμᾶς κακὰ οὐ δύναται καταβλάπτειν, τὰ δ’ ἴδια; οὐκ ἔχω εἶπε, Διόγενες, περὶ τούἀποκρίνασθαί σοι. τί δέ ἔφην οἴεσθε ὑμεῖς οἱ Κυζικηνοὶ κακὸν εἶναι; νόσον, πενίαν, θάνατον, τὰ τοιαῦτα ἔφησεν.
(3) εἶτ’ οἴεσθε ταῦτα, εἰ μὲν εἰς τὴν οἰκίαν εἰσέλθοι, καταβλάψειν ὑμᾶς, εἰ δὲ μὴ εἰσέλθοι, μὴ καταβλάψειν ; πάνυ γε ἔφη. εἶεν ἔφην, ταῦτα δ’ οὐχ ἁπτόμενα βλάψειν ἀνθρώπους ; ἁπτόμενα γάρ εἶπεν. ἆρ’ οὖν ἔφην εἰς μὲν τὰς οἰκίας ἐπειδὰν εἰσέλθῃ, ἅπτεται ὑμῶν, εἰς δὲ τὴν ἀγορὰν ἐπειδὰν εἰσβάλῃ, τότε οὐχ ἅπτεται; ἢ ἔστιν ὅτις ἀπολέγει αὐτοῖς ἐπὶ μὲν τῇ ἀγορᾷ μὴ ἄπτεσθαι ὑμῶν, ἐν δὲ ταῖς οἰκίαις ; οὐκ ἔχω εἶπεν οὐδὲ ἐνθάδε ἀποκρίνασθαί σοι. τί δέ ἔφην, ταῦτα ἐπειδὰν εἰς τὰς οἰκίας ὑμῶν εἰσέλθῃ, καταβλάπτει ὑμᾶς ἢ ἐπειδὰν εἰς ὑμᾶς αὐτούς; εἰς ἡμᾶς εἶπεν.
(4) εἶτ’ ἔφην παρὸν ὑμῖν αὐτοῖς ἐπιγράφειν τὸ ἰαμβεῖον ταῖς θύραις ἐπιγράφετε; πῶς δέ ἔφην ὁ Ἡρακλῆς εἷς ὢν ἐν τοσαύταις δύναται παροικεῖν οἰ κίαις; κινδυνεύει γὰρ καὶ τοῦτο τὴν μωρίαν τῆς πόλεως ἐνδείκνυσθαι. τίνα οὖν τις εἶπεν, ὦ Διόγενες, ἑτέραν ταύτης εὐφημοτέραν ποιήσαιτ’ ἂν ἀπιγραφήν ; χρὴ γάρ ἔφην πάντως ἐπιγεγράφθαι τῆ θύρᾳ ; πάνυ γε εἶπεν. μάθε ἔφην, Πενία ἐνθάδε κατοικεῖ, μηδὲν εἰσίτω κακόν. εὐφήμει εἶπεν, ἄνθρωπε, ἀλλ’ αὐτὸ τοῦτο κακόν ἐστι. κακόν ἔφην καθ’ ὑμᾶς, καὶ μὴ παρ’ ἐμοῦ μανθά νειν. ** ἀλλὰ Λινδίων τοὺς βόας κατέφαγεν. πενία δὲ πρὸς θεῶν κακὸν οὐκ ἔστιν ; εἶπε. τί ποιοῦσαν αὐτήν ἔφην κακὸν λέγεις ; λιμόν εἶπε, ψῦχος, καταφρόνησιν.
(5) ἀλλ’ οὐδέν γε τούτων ὧν φὴς πενία ἄρα ** οὔτε λιμός· πολλὰ γὰρ ἐν τῇ γῆ φύεται, δι’ ὧν ὅ τε λιμὸς θεραπεύεται τό τε ψῦχος, ἐπεὶ οὐδὲ τὰ ἄλογα γυμνὰ ὄντα αἰσθάνεται ψύχους. ἀλλὰ τὰ μὲν ἄλογα οὕτως ἡ φύσις εἶπεν ἐποίησεν. ἀνθρώπους δὲ ὁ λόγος οὕτως ποιεῖ ἔφην, ἀλλ’ οὐ προσποιοῦνται πολλοὶ συνιέναι διὰ μαλακίαν. ἀλλ’ εἰσὶ καὶ ἐνθάδε ἐπίκουροι αἵ τε δοραὶ τῶν ζῴων καὶ τὰ νάκη τῶν προβάτων καὶ οἱ τοῖχοι τῶν σπηλαίων καὶ τῶν οἴκων. οὐ μὴν οὐδὲ καταφρόνησιν ἐργάζεται πενία. Ἀριστείδου γέ τοι τοῦ τοὺς φόρους τάξαντος οὐδεὶς κατεφρόνει πένητος ὄντος, οὔτε κράτους τοῦ Σωφρονίσκου· οὐ γὰρ αὐτὰ ἦσαν βλάβαι, ἀλλὰ μοχ\θηρία.
(6) τί δέ ἔφην, ἀλλὰ ταῦτα ἔδρα ἡ πενία παρ’ ὑμῖν οὐκ οὖσα οὐκ ἦν ἀρετή ἀλλὰ σφοδρότερα κακὰ ἀπελαύνουσα ὑμῶν ; ποῖα ἄττα ; εἶπεν. φθόνους, μίση, συκοφαντίας, τοιχωρυχίας, ἀπευψίας, στρόφους, ἄλλα χαλεπὰ νοσήματα. πενίαν ἄρα ἐπιγράφετε οἰκεῖν παρ’ ὑμῖν, καὶ οὐ τὸν Ἡρακλέα. καὶ γὰρ ἃ μὲν δύναται ὁ Ἡρακλ\ῆς ἀναιρεῖν οὐ φοβεῖσθε, ὕδρας, ταύρους, λέοντας, κερβέρους, ἔνια δὲ καὶ αὐτοὶ θηρᾶσθε· ἃ δὲ πενία απελαύνει, ταῦτα δεινά· πενίαν μὲν ὀλίγα δαπανῶντες θρέψετε φύλακα αὑτῶν, τὸν δὲ Ἡρακλέα πολλά. ἀλλὰ δύσφημόν ἐστι πενία εἶπεν, ὁ δὲ Ἡρακλῆς εὔφημον. σοί ἔφην εἰ πενία ἐστὶ δύσφημον, Αὐγείᾳ δὲ καὶ Διομήδει τῷ Θρᾳκὶ καὶ ἄλλοις ὁ Ἡρακλῆς. οὐ πείθεις με εἶπεν, ὦ Διόγενες, πενίαν ἐπιγράψαι, ὥσθ’ ἕτερόν τι σκέπτου , ἵνα σοι πεισθῶ τὸν Ἡρακλέα ἐξαλεῖψαι. ἔσκεμμαι ἔφην. ἄκουε λόγον εἶπον, Δικαιοσύνη ἐνθάδε κατοικεῖ, μηδὲν εἰσίτω κακόν. ἐνταῦθα μέν ἔφη πείθομαί σοι, καὶ τὸν Ἡρακλέα οὐκ ἐξαλείψω, συνεπιγράψω δὲ τὴν δικαιοσύνην. ὀρθῶς ἔφην. τοῦτο ποίει καὶ ἐπιγράψας κάθευδε ἀναπεσὼν ὥσπερ Ὀδυσσεὺς μηκέτι μηδὲν φοβούμενος. ποιήσω εἶπε, σοὶ δὲ χάριν τούτου γνώσομαι νῦν τε καὶ εἰσαεί, Διόγενες, ἀσφαλισαμένῳ ἀπὸ τῶν φαύλων ἡμᾶς. ταῦτ’ ἐν Κυζίκῳ, φίλε Τιμόμαχε, ηὐθύνθη ἡμῖν.
λζ′. Μονίμῳ. Ἀπαναστάντος σου τῆς Ἐφέσου ἔπλευσα καὶ αὐτὸς εἰς Ῥόδον, σπουδάζων τὸν τῶν Ἁλίων ἀγῶνα θεάσασθαι. ἀποβὰς δὲ τῆς νεὼς ἀνέβαινον εἰς ἄστυ καὶ παρὰ Λακύδην τὸν ξένον· ὃ δὲ τυχὸν ἴσως, ἐπεὶ ἔγνω με καταπλεύσαντα, τὴν ἀγορὰν ἐξέκλινεν. ἐγὼ δὲ ἐπεὶ περιελθὼν τὴν πόλιν οὐδαμῆ αὐτῷ ἐνέτυχον, ἔγνων δὲ πυθόμενος ὡς εἴη κατὰ ἄστυ, ἐπὶ τὴν τῶν θεῶν ξενίαν ἄσμενος ἱκόμην καὶ παρὰ τούτοις ἐσκήνωσα. ἡμέρᾳ δὲ τρίτῃ σχεδὸν ἢ τετάρτῃ ἐντυχών μοι κατὰ τὴν ὁδὸν τὴν ὡς ἐπὶ τὸ στρατόπεδον φέρουσαν προσηγόρευσε καὶ ἐπὶ τὴν ξενίαν παρεκάλει ἔρχεσθαι.
(2) κἀγὼ οὐδέν τι μηνίσας αὐτῷ διὰ τοσούτου μοι ἐντυχόντι αἰσχρὸν μέν ἔφην τοὺς θεοὺς καταλιπεῖν, οἵ με, ἐπεὶ ἡ σὴ ξενία καταπλεύσαντι ἐκλείσθη, ἐδέξαντο· ἀλλ’ ἐπεὶ δύνανται οὗτοι ἐπὶ μηδενὶ τῶν τοιούτων ἀσχάλλειν, ἡμεῖς δὲ διὰ τὸ ἀσθενές, βαδίζωμεν. πρότερον δέ, εἴ σοι δοκεῖ, ἀναβάντες γυμνασώμεθα· οὐ γὰρ χρῆν οἴομαι, εἰ παρὰ σὲ τήμερον μέλλω κατάγεσθαι καταλιπὼν τοὺς κρείττονας ξένους, τοῦ σώματος ἀμελεῖν. ἀλλὰ καλῶς ἔφη, Διόγενες, λέγεις, καὶ οὐ βιάζομαί σε τοὺς θεοὺς ἐξελθεῖν.
(3) ἐγὼ δὲ ἀναβὰς εἰς τὸ στρατόπεδον περιεπάτησα, καὶ τότε κατέβην εἰς τὴν οἰκίαν τοῦ Λακύδου. τῷ δὲ ἄρα ἦν παρασκευὴ οὐχ ὅση πρὸς τὴν φύσιν ἀποχρῆναι ἧς ἡμεῖς ἐδεόμεθα, ἀλλ’ ὁπόση πρὸς τὴν δόξαν ἧς οἱ ἄλλοι ἡττῶνται· κλῖναι γὰρ ἐξέστρωντο σφόδρα πολυτελεῖς καὶ τράπεζαί τινες ἐν τῷ καταντικρὺ ἔκειντο, αἳ μὲν ἐκ βαριασνοου, αἳ δὲ ἐκ σφενδαμνίνων ξύλων, ἀργυρωμάτων ἀνάπλεῳ, ἐπὶ δὲ τούτοις θεράποντες εἱστήκεσαν οἳ μὲν χέρνιβας ἔχοντες, οἳ δὲ ἄλλα διακονήματα. εἰς ταῦτα ἀπιδών ἀλλὰ ἐγὼ μέν ἔφην ἧκον εἰς τὴν ξενίαν τὴν σήν, Λακύδη, ὠφελησὺ
(4) ταῦτα μὲν οὖν κέλευε ἄλλῃ μεταίρεσθαι, ἡμᾶς δὲ κατάκλιναι, ὡς Ὅμηρος τοὺς ἥρωας ἐν Ἰλιάδι κατέκλινεν, ἐπὶ ῥινοῦ βοὸς ἀγραύλοιο, ἢ ὡς Λακεδαιμόνιοι ἐπὶ στιβάδος, καὶ ἔα τὸ σῶμα ἐφ’ ὧν ἔμαθε κατακλίνεσθαι. θέραψ δ’ οὐδὲ εἷς ἔστω ἐνταῦθα διακονούμενος· ἀποχρήσουσι γὰρ αἱ χεῖρες ἐς τοῦτο, καὶ γὰρ τούτου ἕνεκα ἡμῖν προσετέθησαν ὑπὸ τῆς φύσεως. ποτήρια δ’ ἔστω, οἷς πιόμεθα, τὰ ἐκ πηλοῦ λεπτὰ καὶ εὔωνα, πόμα δὲ ὕδωρ ναματιαῖον, τροφαὶ δὲ ἄρτος καὶ ὄψον ἅλες ἢ κάρδαμον. τοιαῦτα ἐγὼ παρὰ Ἀντισθένει παιδευόμενος ἔμαθον ἐσθίειν καὶ πίνειν, οὐχ ὡς φαῦλα ἀλλ’ ὡς κρείττονα τῶν ἑτέρων καὶ μᾶλλον δυνάμενα ἐν τῇ ὁδῷ εὑρίσκεσθαι τῇ φερούσῃ ἐπ’ εὐδαιμονίαν, ἣν δὴ πάντων τιμιωτάτην χρημάτων θετέον ** ἐν τόπῳ ὀχυρωτάτῳ καὶ ἀποκρημνοτάτῳ μίαν ὁδὸν προσάντη καὶ τραχεῖαν ἱδρύσασθαι.
(5) ταύτην οὖν τὴν ὁδὸν διὰ τὸ δύσκολον μόλις ἂν δύνασθαι γυμνὸν ἕκαστον ἀναβῆναι, καὶ οὐχ ὅτι φέροντά τι σὺν ἑαυτῷ καὶ βαρούμενον μόγῳ καὶ δεσμοῖς περισωθῆναι, ἀλλ’ οὐδὲ τῶν ἀναγκαίων τι μετιόντα, ποιῆσαι δ’ ἐν τῇ ὁδῷ τροφὴν μὲ πόαν ἢ κάρδαμα, πόμα δὲ εὐπαλὲς ὕδωρ, ** μάλιστα δ’ ὅπῃ δέοι τοῦ ῥᾷστα βαδίσαι, γυμναστέον ἐσθίειν μὲν κάρδαμον, πίνειν δὲ ὕδωρ, ἀμπέχεσθαι δὲ τρίβωνα κοῦφον, ἀποδειξαμένους τὴν ἄθλησιν τοῦ τε ἀποδύεσθαι πρὸς γῆν, ἑστῶτα δὲ ἐπὶ ἄκρον τὸν Ἑρμῆν ἐκτινάσσειν τοὺς βαδίζοντας, μή τι ἔχοντες ἐφόδιον βέβηλον οἴκοθεν βαδίζωσιν.
(6) ἐγώ τοι παρὰ Ἀντισθένει πρῶτον ἀσκήσας ἐσθίειν τε καὶ πίνειν ἧκον τὴν ἐπ’ εὐδαιμονίαν ὁδὸν σπεύδων ἀπνευστί, παρελθὼν δὲ ἵνα ὑπῆρχεν ἡ εὐδαιμονία ἔφην ὑπέμεινα, εὐδαιμονία, διὰ σὲ καὶ μέγα κακὸν ὕδωρ πίνειν καὶ κάρδαμον ἐσθίειν καὶ ἐπὶ γῆς κοιμᾶσθαι. ἣ δὲ ἠμείψατό με ἀλλ’ ἐγώ τοι ἔφη σοι ταῦτα ποιήσω δίχα ταλαιπωρίας ἡδύτερα τῶν τοῦ πλούτου ἀγαθῶν, ὃν μᾶλλον οἱ ἄνθρωποι ἐμοῦ πρεσβεύουσι, καὶ οὐκ αἰσθάνονται τύραννον ἑαυτοῖς ἐπιτρέφοντες. ἐξ ἐκείνου ἐγώ, ἐπεὶ ταῦτα τῆς εὐδαιμονίας διαλεγομένης ἤκουσα, οὐκέτι ταῦτα ὡς ἀσκήματα ἤσθιον καὶ ἔπινον, ἀλλ’ ὡς ἡδονάς, κρατεῖ δέ με πρὸς ταύτην τὴν δίαιταν καὶ τὸ ἔθος, οὗ πᾶς ἀπολειπόμενος βλάπτεται.
(7) παρατίθει οὖν ἡμῖν καὶ σὺ τοιαῦτα δεῖπνα, μιμούμενος τὸ κάλλιστον τῶν ἐν τῷ βίῳ, εὐδαιμονίαν, τὰ δὲ πλούτου ἵει εἰς τοὺς ἁμαρτάνοντας αὐτῆς τῆς ὁδοῦ. ἀλλ’ εἰ τοῦτό σοι ἔφην δοκοίη, ἴσθι καὶ τοῦτ’ εἶπον. ἀεὶ τοιούτοις με δείπνοις θοίνα, τοῦ τε λοιποῦ τοιαῦτα παρέχου τοῖς ξένοις. καὶ οὐδέποτε παρόντας μὲν αὐτοὺς ἐκκλινεῖς, ὑστερίζοντας δέ τινας αὐτῶν ζητήσεις, ἐλέγχου γὰρ εἶς βελτίων. ταῦτά μοι, ἐν Ῥόδῳ ἐπεὶ ἐγενόμην, πρὸς Λακύδην τὸν ξένον ὡμιλήθη.
λη′....... Σὺ μέν, ἐπεὶ οἱ ἀγῶνες ἀνεβλήθησαν, καταλιπὼν ᾤχου τὴν Ὀλυμπίαν, ἐγὼ δὲ διὰ τὸ ἐκτόπως εἶναι φιλοθεάμων κατέμεινα τὴν ἄλλην θεώμενος πανήγυριν. διέτριβον δὲ ἐν τῇ ἀγορᾷ, ἵνα ὁ ἄλλος ὅμιλος, καὶ περιιὼν ἄνω κάτω προσέσχον ὁτὲ μὲν τοῖς πωλοῦσιν, ὁτὲ δὲ τοῖς ῥαψῳδοῦσιν ἢ φιλοσοφοῦσιν ἢ μαντευομένοις. καί ποτε διεξιόντος τινὸς περὶ ἡλίου φύσεως καὶ δυνάμεως καὶ πάντας ἀναπείθοντος παρελθὼν εἰς τὸ μέσον ποσταῖος, ἔφην φιλόσοφε, ἀπὸ τοὐρανοῦ καταβέβηκας; ὃ δέ μοι οὐκ εἶχεν ἀποκρίνασθαι. οἳ δὲ καταλιπόντες αὐτὸν οἱ περιεστῶτες ᾤχοντο ἀπιόντες, ὃ δέ γε καταλειφθεὶς μόνος τὰς εἰόνας τοῦ οὐρανοῦ συνετίθει εἰς τὸ κιβώτιον.
(2) ἀπ’ ἐκείνου προσίσταμαι μάντει, ὃ δὲ ἐκάθητο ἐν τῷ μέσῳ κατεστεμμένος μείζονα τοῦ εὑραμένου τὴν μαντείαν Ἀπόλλωνος. ἠρόμην οὖν καὶ τοῦτον παρελθών πότερον ἄριστος εἶ μάντις ἢ φαῦλος; τοῦ δὲ εἰπόντος ὅτι ἄριστος, ἅμα ἐκτείνας τὴν βακτηρίαν τί μέλλω δῆτα ποιεῖν ; ἀπόκριναι, πότερον τύπτειν σε ἢ οὔ ; μικρὸν πρὸς αὑτῷ γενόμενος οὔ φησί, τύπτω τ’ ἐγὼ γελάσας αὐτὸν καὶ οἱ περιεστῶτες ἀνέκραγον. τί ἔφην ἐβοήσατε; ἐπεὶ κακὸς μάντις ἐφάνη, καὶ ἐπλήχθη.
(3) ὡς δὲ καὶ τοῦτον καταλιπόντες οἱ περιεστῶτες ἀπηλλάγησαν, ἄνθρωποι καὶ ἄλλοι οἱ ἐν τῇ ἀγορᾷ, ἐπεὶ ταῦτα ἤκουσαν, διέλυσαν τοὺς κύκλους καὶ εἵποντο ἐξ ἐκείνου, καὶ πολλάκις μὲν διαλεγομένου μου περὶ καρτερίας ἐπακολουθοῦντες ἐπηκροῶντο, πολλάκις δὲ καρτεροῦντος ἢ διαιτωμένου παρετύγχανον. ἐκόμιζον δέ μοι διὰ ταῦτα οἳ μὲν ἀργύρια, οἳ δὲ ἄξια ἀργυρίου, πολλοὶ δὲ καὶ ἐπὶ δεῖπνον ἐκάλουν, ἐγὼ δὲ παρὰ μὲν τῶν μετρίων ἐλάμβανον τὰ πρὸς τὴν φύσιν ἀποχρῶντα, παρὰ δὲ τῶν φαύλων οὐδὲν προσιέμην, καὶ παρὰ μὲν τῶν ἐπισταμένων μοι χάριν ἐπὶ τῷ καὶ τὸ πρῶτον λαβεῖν καὶ πάλιν ἐλάμβανον, παρὰ δὲ τῶν μὴ ἐπισταμένων οὐκέτι.
(4) ἐξήταζον δὲ καὶ τὰς δωρεὰς τῶν δωρεῖσθαί μοι ἐθελόντων τὰ ἄλφιτα, καὶ παρὰ μὲν τῶν ὠφελουμένων ἐλάμβανον, τῶν ἄλλων δὲ οὐδὲν προσιέμην, οὐκ οἰόμενος καλὸν εἶναι λαμβάνειν παρὰ τοῦ μηδὲν παρειληφότος. ἐδείπνουν δὲ οὐ παρὰ πᾶσι, παρὰ μόνοις δὲ τοῖς θεραπείας δεομένοις. ἦσαν δ’ οὗτοι οἱ τοὺς Περσῶν βασιλεῖς μιμούμενοι. καὶ δή ποτε εἰσελθὼν πρὸς μειράκιον τῶν σφόδρα εὐπόρων κατακλίνομαι ἔν τινι ἀνδρῶνι πάντη κεκαλλωπισμένῳ γραφαῖς τε καὶ χρυσῷ, ὡς μηδὲ ὅπου πτύσῃ τις τόπον εἶναι.
(5) ἐπιστὰν οὖν μοι ἐπὶ τὴν φάρυγγα, ἐχρεμψάμην, περιελάσας δὲ τὰ ὄμματα εἰς τὰ κύκλῳ, ἐπεὶ ὅπου πτύσαιμι τόπον οὐκ εἶχον, εἰς αὐτὸν ἔπτυσα τὸν νεανίσκον. τοῦ δὲ μεμψαμένου ἐπὶ τούτῳ εἶτα ἔφην οὗτος, εἰπὼν αὐτὸν ἐξ ὀνόματος, ἐμὲ μέμφῃ τοῦ γενομένου καὶ οὐ σεαυτὸν τοὺς μὲν τοίχους καὶ τὰ ἐδάφη κοσμήσαντα τοῦ ἀνδρῶνος, σαυτὸν δὲ μόνον ἀπολιπόντα ἀκόσμητον εἰς τὸ ἐμπτύεσθαι χωρίον ἐπιτήδειον ; ταῦτ’ ἔφη πρὸς τὴν ἀπαιδευσίαν φαίνῃ λέγων ἡμῶν, ἀλλ’ οὐκ ἐξέσται σοι τοῦτο πάλιν εἰπεῖν· οὐ γὰρ μὴ ἀπολειφθῶ σου ἕνα πόδα. ἀπὸ τῆς αὔριον δὴ ἐξ ἐκείνου διανείμας τὴν οὐσίαν τοῖς αὑτοῦ ἐμοὶ ἀναλαβὼν τὴν πήραν καὶ διπλώσας τὸν τρίβωνα εἵπετο. ταῦτα μετὰ τό σε ἀπαλλαγῆναι ἐπράχθη ἡμῖν ἐν Ὀλυμπίᾳ.
λθ′. Μονίμῳ. Μελέτω σοι καὶ τῆς μετοικίας τῆς ἐντεῦθεν, μελήσει δέ, εἰ μελετήσειας ἀποθνήσκειν, τοῦτ’ ἔστι χωρίζειν τὴν ψυχὴν ἔτι ζῶν ἀπὸ τοῦ σώματος. τοῦτο γὰρ δοκῶ μοι καὶ οἱ περὶ Σωκράτη θάνατον ἐκάλουν, καὶ γάρ ἐστιν ἡ μελέτη ἐν τῷ ῥᾴστῳ. φιλοσόφει δὲ καὶ διασκέπτου, τί πρὸς σὲ οὐχ οὕτως καὶ τί κατὰ φύσιν καὶ τί κατὰ νόμον· ἐν τούτῳ γὰρ μόνῳ χωρίζεται ψυχὴ ἀπὸ σώματος, ἐν δὲ τοῖς ἄλλοις οὐδαμῶς, ἀλλὰ καὶ ὅταν βλέπη καὶ ὅταν ἀκούῃ καὶ ὅταν ὀσφραίνηται καὶ ὅταν γεύηται, σύνεστιν ὥσπερ μιᾶς αὐτῷ κορυφῆς ἐξημμένη. γίγνεται γοῦν, ὅταν μὴ μελετήσωμεν ἀποθνήσκειν, χαλεπὴν τελευτὴν ἀναμένειν· ἡ γὰρ ψυχὴ ὥς τινων παιδικῶν ἀπολειπομένη συμφοράζει καὶ μετὰ ἀχθηδόνος πολλῆς ἀπολύεται· ὅταν δὲ καὶ φιλοσόφων ψυχαῖς ἐντύχῃ, τότε καὶ ἐν τῇ ὁδῷ πολλὰ κάμνει.
(2) ἀφίεται γὰρ ἀξενάγητος ὅποι ποτὲ φέρεσθαι εἰς κρημνοὺς ἢ χάσματα ἢ ποταμούς, ἕως ἐπὶ τὸ ἔσχατον ἐνεχθῇ· φεύγουσι γὰρ αὐτήν, ὅτι οἴονται πολλὰ ἐξημαρτηκέναι ἐν τῷ ζῆν παραχωρήσασαν τῷ χείρονι τὴν τοῦ ὅλου ἀρχήν, δι’ ἣν πολλὰ ἠναγκάσθη ὡς ἐν πονηροκρατίᾳ ἄδικα πρᾶξαι. ὅταν δὲ μελετήσωμεν τὴν καλὴν μελέτην, γίγνεται καὶ ὃ βίος ἡδὺς καὶ ἡ τελευτὴ οὐκ ἀηδὴς καὶ ἡ ὁδὸς ῥᾴστη· ξεναγεῖ γὰρ πᾶσα ἡ ἐντυχοῦσα τὴν τοιαύτην ψυχὴν ἐπὶ τὰ εὔπορα καὶ ὥσπερ καλὴν ἄγραν ἐπιφανῶς ἄγει λαβομένη παρὰ τοὺς κάτω τῶν καλῶν δικαστάς, αὐτή τε ὡς ἂν μεμελετηκυῖα καὶ μόνη ζῆν οὐκ ἀηδίζεται καταλιποῦσα τὸ σῶμα.
(3) ἔστι δὲ καὶ διὰ τοῦτο καὶ πολλή τις ταῖς τοιαύταις ψυχαῖς ἐν ᾅδου τιμή, ὅτι ἄρα οὐκ ἦσαν φιλοσώματοι. δόξα γάρ ἐστι τὰς φιλοσωμάτους ψυχὰς φαύλας τε εἶναι καὶ ἀνελευθέρους, τὰς δὲ μὴ τοιαύτας ἀγαθάς τε καὶ ὑψαύχενας (ζῶσι γὰρ ἡγούμεναι πάντων καὶ ἐπιτάττουσαι ἀρχικῶς), διά τε ταῦτα ἀναιρεῖσθαι μόνα τὰ δίκαια καὶ ῥᾷστα, τῶν δὲ ἐναντίων μηδὲ ἕν, ἐφ’ ἃ τὸ σῶμα ἀναγκάζει τὴν ψυχὴν ἥδεσθαι διὰ τὴν περιπεπλασμένην αὐτοῖς ἡδονὴν ἰχθύος τρόπον ἢ ἄλλου τινὸς ἀλόγου πρὸς τὴν τοῦ χείρονος ἀρχὴν γεγενημένου.
(4) ταῦτά σοι ἕψεται μελετήσαντι ἀποθνήσκειν, ὅταν δέη μετοικεῖν ἐνθένδε. καὶ τὸ πρῶτον ἡδὺς ὁ βίος· ζήση γὰρ ἐλεύθερος, ἄρχων καὶ οὐκ ἀρχόμενος, βραχὺ μὲν καὶ ὅσον τῷ σώματι περισπώμενος, ** καὶ τοῦτ’ εἰς τὴν τοῦ ὅλου ἁρμονίαν, σιωπῶν δὲ βασιλεύων καὶ θεωρῶν, ἃ θεοὶ ἀνθρώποις τοῖς μετρίοις κατεσκευάσαντο ἀπεχομένοις τοῦ ἀγρίου βίου, ἐν ᾧ ἁρπαγαὶ καὶ ἀλληλοκτονίαι οὐ περὶ μεγάλων οὐδὲ θείων, περὶ μικρῶν δὲ καὶ κοινῶν, οὐ πρὸς ἀνθρώπους μόνον, ἀλλὰ καὶ τὰ ἄλογα. περὶ γὰρ τοῦ πλείονα ἔχειν καὶ ἐσθίειν καὶ πίνειν καὶ ἀφροδισιάζειν οἱ πάντες φαῦλοί εἰσι καὶ τοῖς ἀλόγοις σύμφοροι.
μ′. Διογένης ὁ κύων Ἀλεξάνδρῳ. Ἐμεμψάμην καὶ Διονυσίῳ καὶ Περδίκκα, λέγω δὲ καὶ σοὶ ὅτι δοκεῖτε τὸ ἄρχεν εἶναι μάχεσθαι τοῖς ἀνθρώποις. τὸ δὲ πλεῖστον διαφέρει· τὸ μὲν γὰρ ἀφροσύνη ἐστί, τὸ δ’ ἐπίστασθαι τοῖς ἀνθρώποις χρῆσθαι καὶ ἕνεκά τι τοῦ βελτίστου πράττειν. σκόπει οὖν ἀνθ’ ὧν νῦν ἐγχειρεῖς οὐδὲν εἰδὼς ποιεῖν ἐπιτρέψαι τινὶ σαυτὸν ἀνθρώπῳ, ὅστις σε ὥσπερ ἰατρὸς νοσοῦντα ἐκθεραπεύσας ἀπαλλάξει τῆς νῦν πολλῆς καὶ κακῆς δόξης. σὺ γὰρ ὅπως μέν τινα κακὸν ἀπεργάσῃ ζητεῖς, εὖ δ’ ἂν οὐδὲ βουλόμενος ἔχοις οὐδένα ποιῆσαι.
(2) ἔτι δὲ τὸ κρατεῖν καὶ τὸ ὑφ’ ἑαυτῷ ἔχειν τινὰς οὐ τοιοῦτόν ἐστιν, οἷον μετὰ τῶν κακίστων ἀνθρώπων ἄγειν καὶ φέρειν ἀεὶ τοὺς παρατυγχάνοντας. τοῦτο γὰρ οὐδὲ τῶν θηρίων τὰ βέλτιστα ποιεῖ, ἀλλ’ οὐδὲ οἱ λύκοι, ὧν ζῷον οὐδέν ἐστιν πονηρότερον οὐδὲ κακουργότερον, οὓς σύ μοι δοκεῖς ὑπερβεβλῆσθαι ἀμαθίᾳ. τοῖς μὲν γὰρ ἐξαρκεῖ μόνοις πονήροις εἶναι, σὺ δὲ καὶ πρὸς μισθὸν διδοὺς ἀνθρώποις τοῖς πονηροτάτοις τούτοις τε παρέχεις ἐξουσίαν μηδὲν ὑγιὲς πράττειν καὶ αὐτὸς ὅμοια τούτοις ἐγχειρεῖς ποιεῖν καὶ μείζω.
(3) κατάγνωθι οὖν, ὦ ’γαθέ, καὶ ἐν σαυτῷ γενοῦ ἔτι μᾶλλον. ποῦ γῆς εἰ ἄρα; καὶ τί σοι δύναται τὰ κατασκευάσματα ταῦτα καὶ ἡ σπουδὴ ἡ ἐπὶ τούτοις; οὐ γὰρ οἴει δήπου βελτίων τινὸς εἶναι ἀνθρώπου τοιαῦτα ποιῶν. εἰ δὲ μηδενὸς εἶ βελτίων, μηδὲ τούτοις ἐκπονεῖς, τί οἴει σοι τὰ γινόμενα εἶναι ἀλλ’ ἢ συμφορὰν καὶ φόβους καὶ κινδύνους μεγάλους· καίτοι οὐκ οἶδα ἐγὼ ὅπως ἂν ἔτι μείζω ἀτυχήματα ἀτυχήσαις τῶν νῦν, τίς γὰρ ἄνθρωπος μὴ δίκαιος οὐκ ἂν ἀτυχοῖς τίς κακὸς καὶ βίαιος οὐκ ἂν κακὸν πράττοι καὶ μηδὲν ἀγαθὸν ἔχοι; καὶ τοῦτο τὸ ζῆν δοκεῖ τί σοι εἶναι καὶ περὶ τοῦδε κίνδυνός σοι εἶναι μάλιστα παθεῖν τι τοιαυτὶ ποιοῦντι;
(4) καὶ ὥσπερ οὐκ οἴει σοι τούτοις ἐπιβουλεῦσαι μάλιστα, εἴπερ τῶν πολλῶν ἐστιν ἐξαμαρτάνειν; οὐ τοίνυν ἔχοις ἂν ἐπιδεῖξαι ὅπως τοιοῦτος ὣν ἐπικέχρησαι ἀνθρώπῳ χρηστῷ, τοιούτοις δὲ ἐπιχρώμενος οἷος πρῶτός γ’ ἂν αὐτὸς καὶ μέγιστα κακὰ παθεῖν καὶ νῦν μηδὲν ἀγαθὸν πάσχειν, μηδέ σοι ἀρκέσειν τὰ τείχη· ῥᾳδίως τὰ κακὰ ὑπεράλλεται καὶ παραδύεται. σκόπει δ’ οἷον καὶ αἵ νόσοι ποιοῦσιν· οὐδένα γὰρ πυρετὸν οὐδὲ τεῖχος εἴργει, οὐδὲ ξενικὸν τὸν κατάρρουν, ὥστε μὴ οὐχ οὕτω διατεθῆναι τῶν τυράννων ὅντινα βούλει, ὥσπερ ἂν τὸν ἀποροῦντα δοκοῦντα ἄνθρωπον. τίνος οὖν σοι καὶ ὑγιειναὶ φυλακαὶ παρεσκευασμέναι ἕνεκεν ἀλλ’ ἢ ἀμαθίας, ὅπως ὡς μάλιστα ταύτην διαφυλάττωσι, καὶ πλείστοις ἧς ἐν κακοῖς καὶ ἐν φόβοις;
(5) ἢ γὰρ οἴει ἄλλοθέν ποθεν τοῖς ἀνθρώποις εἶναι τὰ κακὰ ἢ ἐξ ὧν ἂν μὴ εἰδῶσιν ὅ τι ἂν αὐτοῖς ᾖ πρακτέον; πάνυ οὖν μοι δοκεῖς καὶ σὺ τῶν τυράννων εἶναι· οὗτοι γὰρ οὐδὲ τῶν παίδων πλείῳ νοῦν ἔχουσι. παῦσαι οὖν, ὦ ’γαθέ, καὶ εἴ τί σοι βούλει ἀγαθὸν εἶναι, σκόπει πόθεν τι πράξεις τῶν δεόντων τοῦτο δὲ οὐδέποτε ἂν δυνηθείης μὴ διδαχθείς. ἄρα οὖν εἴ τινά σοι τῶν Ἀθήνησι δικαστῶν πέμψαιμι; οἳ γὰρ ὁσημέραι τοῦτο πράττουσι περὶ τῶν ἀδίκων, οἴονται καὶ αὐτοὶ μέγιστοι εἶναι καὶ τοὺς ἄλλους παρέχεσθαι μηδὲν κακὸν μήτε ἔχοντας μήτε πράττοντας. ἐρρῶσθαι δὲ ἢ χαίρειν οὐ θέμις μοι γράφειν, ἕως ἂν ἦς τοιοῦτος καὶ μετὰ τοιουτοτρόπων βιοῖς.
μα′. Μελησίππῳ. Οὐ δοκεῖ μοι πᾶς τὸ καθ’ ἡμᾶς ἐν ἀρετῇ δύνασθαι, ἐπεὶ πολλῶν ἡ πρόθεσις καθαιρετικὴ τῆς ἀξίας γίνεται· οὐδὲ γὰρ ὁ τοῦ Μέλητος εἰπὼν τὸν Δία πατέρα ἀνδρῶν τε θεῶν τε ἐκύδηνεν ἀλλ’ ἐμείωσεν, ἐπεὶ χαλεπόν, εἰ οὓς οἱ γεννήσαντες διὰ πονηρίαν ἀπολέγονται, βιὸς εἶναι παῖδας πιστεύομεν. ταῦτα οὖν ὃ κύων μόνα δυνήσεται, ἃ κατ’ ἀρετὴν ἐνεργεῖται.
μβ′. Μελεσίππῃ τῇ σοφῇ. Ἔφθασεν ἡ χείρ μου πρὸ τῆς σῆς ἀφίξεως τὸν ὑμέναιον ᾆσαι, ἐγίγνωσκε δὲ τὴν ἀφροδισίων ἀποπλήρωσιν εὐποριστοτέραν εὑρῆσθαι τῆς κατὰ γαστέρα. ὁ γὰρ κυνισμός, ὡς οἶσθα, φύσεώς ἐστιν ἀναζήτησις· εἰ δέ τινες μέμφοιντο τὴν προαίρεσιν ταύτην, ἀξιοπιστότερος ἐπαινῶν ἐγώ.
μγ′. Μαρωνίταις. Ὀρθῶς ἐποιήσατε τὴν πόλιν μεταχρηματίσαντες καὶ καλέσαντες ἀντὶ Μαρωνείας ἥτις νῦν καλεῖται Ἱππαρχίαν, ἐπεὶ κρεῖττον ὑμῖν ἀπὸ Ἱππαρχίας λέγεσθαι, γυναικὸς μέν, ἀλλὰ φιλοσόφου, ἢ Μάρωνος, ἀνδρὸς οἰνοπώλου.
μδ′. Μητροκλεῖ. Οὐ μόνον ἄρτος καὶ ὕδωρ καὶ στιβὰς καὶ τρίβων σωφροσύνην καὶ καρτερίαν διδάσκουσιν, ἀλλ’ εἰ χρὴ οὕτως φάναι, καὶ ποιμενικὴ χείρ. ὤφελον καὶ τὸν πρὶν ἐκεῖνον βουκόλον ὄντα ἐξεπίστασθαι. ἐπιμέλου οὖν καὶ ταύτης ἔνθα ἂν ἐπείγῃς· ἔστι γὰρ ἐκ τῆς συντάξεως τοῦ ἡμετέρου βίου. τὰς δὲ πρὸς τὰς γυναῖκας ἀκρατεῖς ἐντεύξεις πολλῆς δεομένας σχολῆς ἔα πολλὰ χαίρειν· οὐ γὰρ σχολή τι μόνον πτωχὸν αἰτεῖν κατὰ Πλάτωνα, ἀλλὰ τῷ ἐπ’ εὐδαιμονίαν σύντομον ἐπειγομένῳ ἡ πρὸς γυναῖκας ἔντευξις ὄνησιν φέρει ἀνθρώπων δ’ ἰδιωτῶν πολλῶν, οἷς ὁμοίως διὰ ταύτην τὴν πρᾶξιν ζημία, περιμαθήσεις παρὰ τοῖς μεμαθηκόσιν ἐκ παντὸς ἐργάσθαι. σὺ μ`ὴ ἐπιστρέφου, μηδ' εἴ σε διὰ τὸν τοιοῦτον βίον κύνα τινὲς ἢ ἄλλο τι ἀποκαλῶσι χεῖρον.
με′. Περδίκκᾳ. Αἰσχύνου ἐφ’ οἷς γράφων ἀπειλεῖς μοι, ὅτι δῆτά σοι οὐ πείθομαι χείρων Ἐριφύλης γενέσθαι καὶ χρυσοῦ ἐμαυτὸν ἀνταλλάξασθαι κακῶς. τοῦτο γὰρ ἀξιοῖς, καὶ λόγοις μὲν ἅπτεσθαί μου οὐκ ἀναβάλλῃ, ἀπειλεῖς δὲ ἀπειλὴν κανθαρίδος, ἀποκτενεῖν, καὶ οὐκ οἶσθα ὅτι δράσας τοῦτο ἀντιπείσῃ. ἔστι γάρ τις, ᾧ μέλει περὶ ἡμῶν, ὅς καὶ τῶν τοιούτων τὴν ἴσην δίκην τοὺς ἄρξαντας ἀδίκων ἔργων εἰσπράττεται, καὶ ζῶντας μὲν ἁπλοῦν, τελευτήσαντας δὲ δεκαπλάσιον. ταῦτ’ ἐγὼ οὐχὶ δεδοικώς σου τὰς ἀπειλὰς ἐγραψα, ἀλλ’ οὐ βουλόμενός σε δι’ ἐμὲ κακόν τι πρᾶξαι.
μς′. Πλάτωνι τῷ σοφῷ. Διαπτύεις μου τὸν τρίβωνα καὶ τὴν πήραν ὡς ἐμοὶ μὲν ἐπαχθῆ καὶ χαλεπά, τὸν δὲ βίον οὐδὲν ὠφελοῦντα, οὐκ εὖ ποιῶν. σοὶ μὲν γὰρ ἐπαχθῆ καὶ χαλεπά ἔμαθες γὰρ ἀπὸ τυραννικῶν τραπεζῶν ἀμέτρως ἐμφορεῖσθαι καὶ γαστρὶ προβάτων, ἀλλὰ μὴ ψυχῆς ἀρετῇ κοσμεῖσθαι· ἐγὼ δὲ ὡς μετ’ ἀρετῆς ταῦτα ἐπιτετήδευκα, τίνα ἂν μείζονα ἀπόδειξιν ἢ τὸ μὴ μεταβάλλεσθαι πρὸς ἡδυπάθειαν ἐξόν μοι παρασχοίμην; τόν γε μὴν βίον ἀξιῶ πάντων μᾶλλον ἀνθρώπων ὠφελεῖν οὐ μόνον δι’ ὧν ἔχω, ἀλλὰ καὶ δι’ ὧν τοιοῦτος αὐτοῖς φαίνομαι. τίς γὰρ ἂν ἐφ’ οὕτως αὐτάρκη καὶ λιτὸν πολέμιος στρατεύσαιτο; ἐπὶ τίνα δ’ ἂν οἱ τοιούτοις ἀρεσκόμενοι βασιλέα ἢ δῆμον πόλεμον ἐξενέγκαιεν; ἀκόλουθα γοῦν τούτοις, ἐκκεκάθαρται μὲν ἡ ψυχὴ κακῶν, ἀφίσταται δὲ κενοδοξίας, ἐπιθυμιῶν δὲ ἀμετρίαν ἐκβέβληκεν, ἀληθεύειν δὲ δεδίδακται, ψευδῶν τε πάντων των ὑπερορᾶν· εἰ δέ σε μὴ πείθει ταῦτα, ἄσκει φιληδονίαν καὶ κατάπαιζε ἡμῶν ὡς οὐ μέγα νοησάντων.
μζ′. Ζήνωνι. Οὐ γαμητέον οὐδὲ θρεπτέον παῖδας, ἐπεὶ τὸ γένος ἡμῶν ἀσθενές ἐστιν, ἐπιφορτίζει δὲ γάμος καὶ τέκνα ἀνίαις τὴν ἀνθρωπίνην ἀσθένειαν. οἱ γοῦν ἐλθόντες ἐπὶ γάμον καὶ τέκνων τροφὴν δι’ ἐπικουρίαν, ὕστερον γνόντες ὡς πλειόνων ὀχληρῶν ἐστὶ ταῦτα, μετανοοῦσιν, ἐνὸν ἀρχῆθεν πεφευγέναι. ὁ δὲ ἀπαθὴς ἱκανὰ πρὸς ὑπομονὴν ὑπολαβὼν τὰ οἰκεῖα γάμον καὶ τέκνων ἐκκλίνει γένεσιν. ἀλλ’ ὁ βίος ἔρημος ἀνθρώπων γενήσεται· πόθεν γάρ, ἐρεῖς, ἡ διαδοχή; εἴθε γὰρ ἐπιλείποι βλακεία τὸν βίον, σοφῶν γενομένων πάντων· νῦν δ’ ὁ μὲν ἡμῖν πεισθεὶς μόνος ἴσως ἐπιλείψει, ὁ δὲ σύμπας βίος ἀπειθήσας παιδοποιήσεται. εἰ δὲ καὶ γένος ἀνθρώπων ἐπιλείποι, ἆρα ἄξιον τοσοῦτον ὀλοφύρασθαι, ὅσον καὶ εἰ μυιῶν καὶ σφηκῶν ἐπιλείποι γένεσις; ταῦτα γὰρ τὰ ῥήματα μὴ τεθεαμένων ἐστὶ τὴν τῶν ὄντων φύσιν.
μη′. Ῥήσῳ. Φρύνιχος Λαρισαῖος ἀκουστὴς ἡμῶν ποθεῖ τὸ ἱπποβοτον βοτον Ἄργος θεάσασθαι, ὅς ἀπὸ σοῦ δεήσεται φιλόσοφος ὢν οὐ πολλῶν.
Ὁ κύων Ἀρουέκᾳ γνῶναι σαυτόν (οὕτω γὰρ ἂν εὖ πράττοις), καὶ εἴ τις ἄρα περὶ ψυχῆς νόσος, οἷον ἀφροσύνη, ταύτης ἰατρὸν λαμβάνειν, τοῖς θεοῖς εὐχόμενος, ἵνα μὴ δοκοῦντα λαβὼν θάτερον ποιῇς. χρόνιζε δὲ μὴ οὕτως· οἶνος γάρ σοι θησαυρίζεται, ἀλλὰ μὲν βλάψεις υλησει. ταῦτα δὲ ποιῶν οὐ μόνον ἐμοὶ φίλος πολλοῦ ἄξιος, ἀλλὰ καὶ τοῖς ἄλλοις πᾶσι. τὸ δὲ ἐρρῶσθαί σε καὶ τὸ χαίρειν ἐν τῷ μὴ ἀμελῆσαι τῶν γεγραμμένων ἐπέσταλται.
ν′. Χαρμίδᾳ. Σοφίσματά μοι καὶ γρίφους ὁ σὸς γνώριμος Εὐρήμων προύτεινεν ἐξησκημένα ὡς ἔνι μάλιστα. ἐγὼ δὲ οὐκ ἐπὶ τούτοις ἀξιῶ τὴν ἀρετὴν σεμνύνεσθαι, ἃ ταῖς κεναῖς καὶ δυσανοίκτοις πυξίσιν ἔοικεν, ἀλλ’ ἐπὶ τῷ βίῳ, ὃν γυμνὸν ἐπιδείκνυσθαι πρέπει τοῖς ἐντυγχάνουσι. μετὰ γοῦν τὰς χαλεπάς τε καὶ κατησκημένας ζητήσεις ὁ γενναῖος καὶ σοφὸς Εὐρήμων περὶ τῶν μητρῴων πρὸς τὸν πατέρα μόνον οὐχὶ γυμνὸς ἐπαγκρατίαζε, καὶ τὴν μάχην τοῦ σοφοῦ ἔνιοι τῶν ἐπιτυχόντων φορτικῶν ἀνδρῶν διέλυον. ἔδει δέ, εἴπερ ἀρετῇ συνετέθραπτο, ἢ τὴν ἀρχὴν μηδὲ συστῆναι χρημάτων ἐπιθυμίαν περὶ αὐτόν, ἣ πάσης κακίας ἐστὶν αἰτία, οὐ τῆς σεμνοτάτης φιλοσοφίας, ἧς ἀφῃρῆσθαι τὸ σύμπαν πάθος. οἱ Ἀθηναῖοι δὲ καθ’ ὑμᾶς φιλοσοφήσαντες ἐοίκασι τοῖς ἐπαγγελλομένοις ἄλλους ἰατρεύειν, ἃ μὴ αὑτοὺς ἰᾶσθαι δεδύνηται.
να′. Ἐπιμενίδῃ. Ἐπιμενίδῃ σοιασσατοιδιεα δι’ ἀρετὴν ἀνατλῆναι μένοις ἂν οἴκοι τὴν γαστέρα τέρπων καὶ τὸ σωμάτιον κοσμῶν. ἀκούω γάρ σε ἀρετὴν ἐπαγγέλλεσθαι, καί μοι τὸ πρᾶγμα οὐκ ἐφάνη παράδοξον· εἶναι μὲν γὰρ ἐσθλὸν κατὰ Σιμωνίδην χαλεπόν, ἐπαγγέλλεσθαι δὲ ρᾴδιον.
Epicurus
Three authentic doctrinal letters preserved by Diogenes Laertius — to Herodotus (physics), to Pythocles (meteorology), and to Menoeceus (ethics).
Epistula ad Herodotum
49 letters·4,496 words·urn:cts:greekLit:tlg0537.tlg010.1st1K-grc1
Read on Scaife Source TEI XML Hercher (Epistolographi Graeci)
Show Greek text (49 letters) — click any Greek word for Logeion + Morpheus
Τοῖς μὴ δυναμένοις, ὦ Ἡρόδοτε, ἕκαστα τῶν περὶ φύσεως ἀναγεγραμμένων ἡμῖν ἐξακριβοῦν μηδὲ τὰς μείζους τῶν συν τεταγμένων βίβλους διαθρεῖν ἐπιτομὴν τῆς ὅλης πραγματείας εἰς τὸ κατασχεῖν τῶν ὁλοσχερωτάτων δοξῶν τὴν μνήμην ἱκανῶς αὐτοῖς παρεσκεύασα, ἵνα παρ’ ἑκάστους τῶν καιρῶν ἐν τοῖς κυριωτάτοις βοηθεῖν αὑτοῖς δύνωνται, καθ’ ὅσον ἂν ἐφάπτωνται τῆς περὶ φύσεως θεωρίας. καὶ τοὺς προβεβηκότας δὲ ἱκανῶς ἐν τῇ τῶν ὅλων ἐπιβλέψει τὸν τύπον τῆς ὅλης πραγματείας τὸν κατεστοιχειωμένον δεῖ μνημονεύειν· τῆς γὰρ ἀθρόας ἐπιβολῆς πυκνὸν δεόμεθα, τῆς δὲ κατὰ μέρος οὐχὁμοίως.
βαδιστέον μὲν οὖν καὶ ἐπ’ ἐκεῖνα συνεχῶς, ἐν 〈δὲ〉τῇ μνήμῃ τὸ τοσοῦτο ποιητέον, ἀφ’ οὗ ἥ τε κυριωτάτη ἐπιβολὴ ἐπὶ τὰ πράγματα ἔσται καὶ δὴ καὶ τὸ κατὰ μέρος ἀκρίβωμα πᾶν ἐξευρήσεται, τῶν ὁλοσχερωτάτων τύπων εὖ περιειλημμένων καὶ μνημονευομένων · ἐπεὶ καὶ τῷ τετελεσιουργημένῳ τοῦτο κυριώτατον τοῦ παντὸς ἀκριβώματος γίνεται, τὸ ταῖς ἐπιβολαῖς ὀξέως δύνασθαι χρῆσθαι καὶ πρὸς ἁπλᾶ στοιχειώματα καὶ φωνὰς συναγομένοις. οὐ γὰρ οἷόν τε τὸ πύκνωμα τῆς συνεχοῦς τῶν ὅλων περιοδείας εἰδέναι μὴ δυνάμενον διὰ βραχεῶν φωνῶν ἅπαν ἐμπεριλαβεῖν ἐν αὑτῷ τὸ καὶ κατὰ μέρος ἂν ἐξακριβωθέν.
ὅθεν δὴ πᾶσι χρησίμης οὔσης τοῖς ᾠκειωμένοις φυσιολογίᾳ τῆς τοιαύτης ὁδοῦ, παρεγγυῶν τὸ συνεχὲς ἐνέργημα ἐν φυσιολογίᾳ καὶ τοιούτῳ μάλιστα ἐγγαληνίζων τῷ βίω ἐποίησά σοι καὶ τοιαύτην τινὰ ἐπιτομὴν καὶ στοιχείωσιν τῶν ὅλων δοξῶν.
Πρῶτον μὲν οὖν τὰ ὑποτεταγμένα τοῖς φθόγγοις, ὦ Ἡρό δοτε, δεῖ εἰληφέναι, ὅπως ἂν τὰ δοξαζόμενα ἢ ζητούμενα ἢ ἀπορούμενα ἔχωμεν εἰς ταῦτα ἀναγαγόντες ἐπικρίνειν, καὶ μὴ ἄκριτα πάντα ἡμῖν 〈ᾖ〉 εἰς ἄπειρον ἀποδεικνύουσιν ἢ κενοὺς φθόγγους ἔχωμεν·
ἀνάγκη γὰρ τὸ πρῶτον ἐννόημα καθ’ ἕκαστον φθόγγον βλέπεσθαι καὶ μηθὲν ἀποδείξεως προσδεῖσθαι, εἴπερ ἕξομεν τὸ ζητούμενον ἢ ἀπορούμενον καὶ δοξαζόμενον ἐφ’ ὃ ἀνάξομεν. ἔτι τε καὶ τὰς αἰσθήσεις δεῖ πάντως τηρεῖν καὶ ἁπλῶς τὰς παρούσας ἐπιβολὰς εἴτε διανοίας εἴθ’ ὅτου δήποτε τῶν κριτηρίων. ὁμοίως δὲ καὶ τὰ ὑπάρχοντα πάθη, ὅπως ἂν καὶ τὸ προσμένον καὶ τὸ ἄδηλον ἔχωμεν οἷς σημειωσόμεθα.
Ταῦτα δὲ διαλαβόντας 〈δεῖ〉 συνορᾶν ἤδη περὶ τῶν ἀδήλων· πρῶτον μὲν ὅτι οὐδὲν γίνεται ἐκ τοῦ μὴ ὄντος. πᾶν γὰρ ἐκ παντὸς ἐγίνετ’ ἂν σπερμάτων γε οὐθὲν προσδεόμενον.
καὶ εἰ ἐφθείρετο δὲ τὸ ἀφανιζόμενον εἰς τὸ μὴ ὄν, πάντα ἂν ἀπωλώλει τὰ πράγματα, οὐκ ὄντων τῶν εἰς ἃ διελύετο. Καὶ μὴν καὶ τὸ πᾶν ἀεὶ τοιοῦτον ἦν οἷον νῦν ἐστι, καὶ ἀεὶ τοιοῦτον ἔσται. οὐθὲν γάρ ἐστιν εἰς ὃ μεταβαλεῖ. παρὰ γὰρ τὸ πᾶν οὐθέν ἐστιν, ὃ ἂν εἰσελθὸν εἰς αὐτὸ τὴν μεταβολὴν ποιήσαιτο.
Ἀλλὰ μὴν καὶ (τοῦτο καὶ ἐν τῇ Μεγάλῃ ἐπιτομῇ φησι κατ’ ἀρχὴν καὶ ἐν τῇ ᾱ Περὶ φύσεως) τὸ πᾶν ἐστι 〈σώματα καὶ κενόν〉· σώματα μὲν γὰρ ὡς ἔστιν, αὐτὴ ἡ αἴσθησις ἐπὶ πάντων μαρτυρεῖ, καθ’ ἣν ἀναγκαῖον τὸ ἄδηλον τῷ λογισμῷ τεκμαίρεσθαι, ὥσπερ προεῖπον τὸ πρόσθεν·
εἰ 〈δὲ〉 μὴ ἦν ὃ κενὸν καὶ χώραν καὶ ἀναφῆ φύσιν ὀνομάζομεν, οὐκ ἂν εἶχε τὰ σώματα ὅπου ἦν οὐδὲ δι’ οὗ ἐκινεῖτο, καθάπερ φαίνεται κινούμενα, παρὰ δὲ ταῦτα οὐθὲν οὐδ’ ἐπινοηθῆναι δύναται οὔτε περιληπτῶς οὔτε ἀναλόγως τοῖς περιληπτοῖς ὡς καθ’ ὅλας φύσεις λαμβανόμενα καὶ μὴ ὡς τὰ τούτων συμπτώματα ἢ συμβεβηκότα λεγόμενα.
Καὶ μὴν καὶ τῶν (τοῦτο καὶ ἐν τῇ πρώτῃ Περὶ φύσεως καὶ τῇ ῑδ̄ καὶ ῑε̄ καὶ τῇ Μεγάλῃ ἐπιτομῇ) σωμάτων τὰ μέν ἐστι συγκρίσεις, τὰ δ’ ἐξ ὧν αἱ συγκρίσεις πεποίηνται·
ταῦτα δέ ἐστιν ἄτομα καὶ ἀμετάβλητα, εἴπερ μὴ μέλλει πάντα εἰς τὸ μὴ ὂν φθαρήσεσθαι, ἀλλ’ ἰσχύοντα ὑπομενεῖν ἐν ταῖς διαλύσεσι τῶν συγκρίσεων πλήρη τὴν φύσιν ὄντα καὶ οὐκ ἔχοντα ὅπῃ ἢ ὅπως διαλυθήσεται. ὥστε τὰς ἀρχὰς ἀτόμους ἀναγκαῖον εἶναι σωμάτων φύσεις.
Ἀλλὰ μὴν καὶ τὸ πᾶν ἄπειρόν ἐστι. τὸ γὰρ πεπερασμένον ἄκρον ἔχει· τὸ δὲ ἄκρον παρ’ ἕτερόν τι θεωρεῖται· ὥστε οὐκ ἔχον ἄκρον πέρας οὐκ ἔχει πέρας δὲ οὐκ ἔχον ἄπειρον ἂν εἴη καὶ οὐ πεπερασμένον.
Καὶ μὴν καὶ τῷ πλήθει τῶν σωμάτων ἄπειρόν ἐστι τὸ πᾶν καὶ τῷ μεγέθει τοῦ κενοῦ.
εἴ τε γὰρ ἦν τὸ κενὸν ἄπειρον, τὰ δὲ σώματα ὡρισμένα, οὐθαμοῦ ἂν ἔμενε τὰ σώματα, ἀλλ’ ἐφέρετο κατὰ τὸ ἄπειρον κενὸν διεσπαρμένα, οὐκ ἔχοντα τὰ ὑπερείδοντα καὶ στέλλοντα κατὰ τὰς ἀνακοπάς· εἴ τε τὸ κενὸν ἦν ὡρισμένον, οὐκ ἂν εἶχε τὰ ἄπειρα σώματα ὅπου ἐνέστη.
Πρός τε τούτοις τὰ ἄτομα τῶν σωμάτων καὶ μεστά, ἐξ ὧν καὶ αἱ συγκρίσεις γίνονται καὶ εἰς ἃ διαλύονται, ἀπερίληπτά ἐστι ταῖς διαφοραῖς τῶν σχημάτων· οὐ γὰρ δυνατὸν γενέσθαι τὰς τοσαύτας διαφορὰς ἐκ τῶν αὐτῶν σχημάτων περιειλημμένων. Καὶ καθ’ ἑκάστην δὲ σχημάτισιν ἁπλῶς ἄπειροί εἰσιν αἱ ὅμοιαι, ταῖς δὲ διαφοραῖς οὐχ ἁπλῶς ἄπειροι ἀλλὰ μόνον ἀπερίληπτοι, (οὐδὲ γάρ φησιν ἐνδοτέρω εἰς ἄπειρον τὴν τομὴν τυγχάνειν.
λέγει δέ, ἐπειδὴ αἱ ποιότητες μεταβάλλονται), εἰ μέλλει τις μὴ καὶ τοῖς μεγέθεσιν ἁπλῶς εἰς ἄπειρον αὐτὰς ἐκβάλλειν.
Κινοῦνταί τε συνεχῶς αἱ ἄτομοι (φησὶ δὲ ἐνδοτέρω καὶ ἰσοταχῶς αὐτὰς κινεῖσθαι τοῦ κενοῦ τὴν εἶξιν ὁμοίαν παρεχομένου καὶ τῇ κουφοτάτῃ καὶ τῇ βαρυτάτῃ) τὸν αἰῶνα, καὶ αἱ μὲν εἰς μακρὰν ἀπ’ ἀλλήλων διιστάμεναι, αἱ δὲ αὐτοῦ τὸν παλμὸν ἴσχουσαι, ὅταν τύχωσι τῇ περιπλοκῇ κεκλειμέναι ἢ στεγαζόμεναι παρὰ τῶν πλεκτικῶν.
ἥ τε γὰρ τοῦ κενοῦ φύσις ἡ διορίζουσα ἑκάστην αὐτὴν τοῦτο παρασκευάζει, τὴν ὑπέρεισιν οὐχ οἵα τε οὖσα ποιεῖσθαι· ἥ τε στερεότης ἡ ὑπάρχουσα αὐταῖς κατὰ τὴν σύγκρουσιν τὸν ἀποπαλμὸν ποιεῖ, ἐφ’ ὁπόσον ἂν ἡ περιπλοκὴ τὴν ἀποκατάστασιν ἐκ τῆς συγκρούσεως διδῷ ἀρχὴ δὲ τούτων οὐκ ἔστιν, ἀϊδίων τῶν ἀτόμων οὐσῶν καὶ τοῦ κενοῦ. (φησὶ δ’ ἐνδοτέρω μηδὲ ποιότητά τινα περὶ τὰς ἀτόμους εἶναι πλὴν σχήματος καὶ μεγέθους καὶ βάρους· τὸ δὲ χρῶμα παρὰ τὴν θέσιν τῶν ἀτόμων ἀλλάττεσθαι ἐν ταῖς Δώδεκα στοιχειώσεσί φησι. πᾶν τε μέγεθος μὴ εἶναι περὶ αὐτάς· οὐδέποτε γοῦν ἄτομος ὤφθη αἰσθήσει.)
Ἡ τοσαύτη δὴ φωνὴ τούτων πάντων μνημονευομένων τὸν ἱκανὸν τύπον ὑποβάλλει 〈ταῖς περὶ〉 τῆς τῶν ὄντων φύσεως ἐπινοίαις.
Ἀλλὰ μὴν καὶ κόσμοι ἄπειροί εἰσιν, οἵ θ’ ὅμοιοι τούτῳ καὶ ἀνόμοιοι. αἵ τε γὰρ ἄτομοι ἄπειροι οὖσαι, ὡς ἄρτι ἀπεδείχθη, φέρονται καὶ πορρωτάτω. οὐ γὰρ κατανήλωνται αἱ τοιαῦται ἄτομοι, ἐξ ὧν ἂν γένοιτο κόσμος ἢ ὑφ’ ὧν ἂν ποιηθείη, οὔτ’ εἰς ἕνα οὔτ’ εἰς πεπερασμένους, οὔθ’ ὅσοι τοιοῦτοι οὔθ’ ὅσοι διάφοροι τούτοις. ὥστε οὐδὲν τὸ ἐμποδοστατῆσόν ἐστι πρὸς τὴν ἀπειρίαν τῶν κόσμων.
Καὶ μὴν καὶ τύποι ὁμοιοσχήμονες τοῖς στερεμνίοις εἰσί, λεπτότησιν ἀπέχοντες μακρὰν τῶν φαινομένων. οὔτε γὰρ συστάσεις ἀδυνατοῦσιν ἐν τῷ περιέχοντι γίνεσθαι τοιαῦται οὔτ’ ἐπιτηδειότητες πρὸς κατεργασίας τῶν κοιλωμάτων καὶ λεπτο τήτων [γίνεσθαι], οὔτε ἀπόρροιαι τὴν ἑξῆς θέσιν καὶ βάσιν διατηροῦσαι, ἥνπερ καὶ ἐν τοῖς στερεμνίοις εἶχον· τούτους δὲ τοὺς τύπους εἴδωλα προσαγορεύομεν. καὶ μὴν καὶ ἡ διὰ τοῦ κενοῦ φορὰ κατὰ μηδεμίαν ἀπάντησιν τῶν ἀντικοψάντων γινομένη πᾶν μῆκος περιληπτὸν ἐν ἀπερινοήτῳ χρόνῳ συντελεῖ. βράδους γὰρ καὶ τάχους ἀντικοπὴ καὶ οὐκ ἀντικοπὴ ὁμοίωμα λαμβάνει.
οὐ μὴν οὐδ’ ἅμα κατὰ τοὺς διὰ λόγου θεωρητοὺς χρόνους αὐτὸ τὸ φερόμενον σῶμα ἐπὶ τοὺς πλείους τόπους ἀφικνεῖται — ἀδιανόητον γὰρ —, καὶ τοῦτο συναφικνούμενον ἐν αἰσθητῷ χρόνῳ ὅθεν δήποθεν τοῦ ἀπείρου οὐκ ἐξ οὗ ἂν περιλάβωμεν τὴν φορὰν τόπου ἔσται ἀφιστάμενον· ἀντικοπῇ γὰρ ὅμοιον ἔσται, κἂν μέχρι τοσούτου τὸ τάχος τῆς φορᾶς μὴ ἀντικοπὲν καταλίπωμεν. χρήσιμον δὴ καὶ τοῦτο κατασχεῖν τὸ στοιχεῖον. εἶθ’ ὅτι τὰ εἴδωλα ταῖς λεπτότησιν ἀνυπερβλήτοις κέχρηται, οὐθὲν ἀντιμαρτυρεῖ τῶν φαινομένων· ὅθεν καὶ τάχη ἀνυπέρβλητα ἔχει, πάντα πόρον σύμμετρον ἔχοντα πρὸς τὸ ἀπείροις αὐτῶν μηθὲν ἀντικόπτειν ἢ ὀλίγα ἀντικόπτειν, πολλαῖς δὲ καὶ ἀπείροις εὐθὺς ἀντικόπτειν τι.
πρός τε τούτοις, ὅτι ἡ γένεσις τῶν εἰδώλων ἅμα νοήματι συμβαίνει. καὶ γὰρ ῥεῦσις ἀπὸ τῶν σωμάτων τοῦ ἐπιπολῆς συνεχής, οὐκ ἐπίδηλος σημειώσει διὰ τὴν ἀνταναπλήρωσιν, σῴζουσα τὴν ἐπὶ τοῦ στερεμνίου θέσιν καὶ τάξιν τῶν ἀτόμων ἐπὶ πολὺν χρόνον, εἰ καὶ ἐνίοτε συγχεομένη ὑπάρχει, καὶ συστάσεις ἐν τῷ περιέχοντι ὀξεῖαι διὰ τὸ μὴ δεῖν κατὰ βάθος τὸ συμπλήρωμα γίνεσθαι, καὶ ἄλλοι δὲ τρόποι τινὲς γεννητικοὶ τῶν τοιούτων φύσεών εἰσιν. οὐθὲν γὰρ τούτων ἀντιμαρτυρεῖ〈ται〉 ταῖς αἰσθήσεσιν, ἂν βλέπῃ τις, τίνα τρόπον τὰς ἐναργείας [ἵνα] καὶ τὰς συμπαθείας ἀπὸ τῶν ἔξωθεν πρὸς ἡμᾶς ἀνοίσει.
Δεῖ δὲ καὶ νομίζειν ἐπεισιόντος τινὸς ἀπὸ τῶν ἔξωθεν τὰς μορφὰς ὁρᾶν ἡμᾶς καὶ διανοεῖσθαι· οὐ γὰρ ἂν ἐναποσφραγίσαιτο τὰ ἔξω τὴν ἑαυτῶν φύσιν τοῦ τε χρώματος καὶ τῆς μορφῆς διὰ τοῦ ἀέρος τοῦ μεταξὺ ἡμῶν τε κἀκείνων, οὐδὲ διὰ τῶν ἀκτίνων ἢ ὧν δήποτε ῥευμάτων ἀφ’ ἡμῶν πρὸς ἐκεῖνα παραγινομένων, οὕτως ὡς τύπων τινῶν ἐπεισιόντων ἡμῖν ἀπὸ τῶν πραγμάτων ὁμοχρόων τε καὶ ὁμοιομόρφων κατὰ τὸ ἐναρμόττον μέγεθος εἰς τὴν ὄψιν ἢ τὴν διάνοιαν, ὠκέως ταῖς φοραῖς χρωμένων,
εἶτα διὰ ταύτην τὴν αἰτίαν τοῦ ἑνὸς καὶ συνεχοῦς τὴν φαντασίαν ἀποδιδόντων καὶ τὴν συμπάθειαν ἀπὸ τοῦ ὑποκειμένου σῳζόντων κατὰ τὸν ἐκεῖθεν σύμμετρον ἐπερεισμὸν ἐκ τῆς κατὰ βάθος ἐν τῷ στερεμνίῳ τῶν ἀτόμων πάλσεως. καὶ ἣν ἂν λάβωμεν φαντασίαν ἐπιβλητικῶς τῇ διανοίᾳ ἢ τοῖς αἰσθητηρίοις εἴτε μορφῆς εἴτε συμβεβηκότων, μορφή ἐστιν αὕτη τοῦ στερεμνίου, γινομένη κατὰ τὸ ἑξῆς πύκνωμα ἢ ἐγκατάλειμμα τοῦ εἰδώλου· τὸ δὲ ψεῦδος καὶ τὸ διημαρτημένον ἐν τῷ προσδοξαζομένῳ ἀεί ἐστιν. (. . . ἐπιμαρτυρηθήσεσθαι ἢ μὴ ἀντιμαρτυρηθήσεσθαι, εἶτ’ οὐκ ἐπιμαρτυρουμένου 〈ἢ ἀντιμαρτυρουμένου〉 κατά τινα κίνησιν ἐν ἡμῖν αὐτοῖς συνημμένην τῇ φανταστικῇ ἐπιβολῇ, διάληψιν δὲ ἔχουσαν, καθ’ ἣν τὸ ψεῦδος γίνεται.)
ἥ τε γὰρ ὁμοιότης τῶν φαντασμῶν οἱονεὶ ἐν εἰκόνι λαμβανομένων ἢ καθ’ ὕπνους γινομένων ἢ κατ’ ἄλλας τινὰς ἐπιβολὰς τῆς διανοίας ἢ τῶν λοιπῶν κριτηρίων οὐκ ἄν ποτε ὑπῆρχε τοῖς οὖσί τε καὶ ἀληθέσι προσαγορευομένοις, εἰ μὴ ἦν τινα καὶ ταῦτα πρὸς ἃ βάλλομεν· τὸ δὲ διημαρτημένον οὐκ ἂν ὑπῆρχεν, εἰ μὴ ἐλαμβάνομεν καὶ ἄλλην τινὰ κίνησιν ἐν ἡμῖν αὐτοῖς συνημμένην μὲν 〈τῇ φανταστικῇ ἐπιβολῇ〉, διάληψιν δὲ ἔχουσαν· κατὰ δὲ ταύτην [τὴν συνημμένην τῇ φανταστικῇ ἐπιβολῇ, διάληψιν δὲ ἔχουσαν], ἐὰν μὲν μὴ ἐπιμαρτυρηθῇ ἢ ἀντιμαρτυρηθῇ, τὸ ψεῦδος γίνεται· ἐὰν δὲ ἐπιμαρτυρηθῇ ἢ μὴ ἀντιμαρτυρηθῇ, τὸ ἀληθές.
καὶ ταύτην οὖν σφόδρα γε δεῖ τὴν δόξαν κατέχειν, ἵνα μήτε τὰ κριτήρια ἀναιρῆται τὰ κατὰ τὰς ἐναργείας μήτε τὸ διημαρτημένον ὁμοίως βεβαιούμενον πάντα συνταράττῃ.
Ἀλλὰ μὴν καὶ τὸ ἀκούειν γίνεται ῥεύματός τινος φερομένου ἀπὸ τοῦ φωνοῦντος ἢ ἠχοῦντος ἢ ψοφοῦντος ἢ ὅπως δήποτε ἀκουστικὸν πάθος παρασκευάζοντος. τὸ δὲ ῥεῦμα τοῦτο εἰς ὁμοιομερεῖς ὄγκους διασπείρεται, ἅμα τινὰ διασῴζοντας συμπάθειαν πρὸς ἀλλήλους καὶ ἑνότητα ἰδιότροπον, διατείνουσαν πρὸς τὸ ἀποστεῖλαν καὶ τὴν ἐπαίσθησιν τὴν ἐπ’ ἐκείνου ὡς τὰ πολλὰ ποιοῦσαν, εἰ δὲ μή γε, τὸ ἔξωθεν μόνον ἔνδηλον παρασκευάζουσαν·
ἄνευ γὰρ ἀναφερομένης τινὸς ἐκεῖθεν συμπαθείας οὐκ ἂν γένοιτο ἡ τοιαύτη ἐπαίσθησις. οὐκ αὐτὸν οὖν δεῖ νομίζειν τὸν ἀέρα ὑπὸ τῆς προιεμένης φωνῆς ἢ καὶ τῶν ὁμογενῶν σχηματίζεσθαι — πολλὴν γὰρ ἔνδειαν ἕξει τοῦτο πάσχων ὑπ’ ἐκείνης —, ἀλλ’ εὐθὺς τὴν γινομένην πληγὴν ἐν ἡμῖν, ὅταν φωνὴν ἀφίωμεν, τοιαύτην ἔκθλιψιν ὄγκων τινῶν ῥεύματος πνευματώδους ἀποτελεστικῶν ποιεῖσθαι, ἣ τὸ πάθος τὸ ἀκουστικὸν ἡμῖν παρασκευάζει.
Καὶ μὴν καὶ τὴν ὀσμὴν νομιστέον, ὥσπερ καὶ τὴν ἀκοὴν οὐκ ἄν ποτε οὐθὲν πάθος ἐργάσασθαι, εἰ μὴ ὄγκοι τινὲς ἦσαν ἀπὸ τοῦ πράγματος ἀποφερόμενοι σύμμετροι πρὸς τοῦτο τὸ αἰσθητήριον κινεῖν, οἱ μὲν τοῖοι τεταραγμένως καὶ ἀλλοτρίως, οἱ δὲ τοῖοι ἀταράχως καὶ οἰκείως ἔχοντες.
Καὶ μὴν καὶ τὰς ἀτόμους νομιστέον μηδεμίαν ποιότητα τῶν φαινομένων προσφέρεσθαι πλὴν σχήματος καὶ βάρους καὶ μεγέθους καὶ ὅσα ἐξ ἀνάγκης σχήματος συμφυῆ ἐστι. ποιότης γὰρ πᾶσα μεταβάλλει· αἱ δὲ ἄτομοι οὐδὲν μεταβάλλουσιν, ἐπειδή περ δεῖ τι ὑπομένειν ἐν ταῖς διαλύσεσι τῶν συγκρίσεων στερεὸν καὶ ἀδιάλυτον, ὃ τὰς μεταβολὰς οὐκ εἰς τὸ μὴ ὂν ποιήσεται οὐδ’ ἐκ τοῦ μὴ ὄντος, ἀλλὰ κατὰ μεταθέσεις ἐν πολλοῖς, τινῶν δὲ καὶ προσόδους καὶ ἀφόδους. ὅθεν ἀναγκαῖον τὰ [μὴ] μετατιθέμενα ἄφθαρτα εἶναι καὶ τὴν τοῦ μεταβάλλοντος φύσιν οὐκ ἔχοντα, ὄγκους δὲ καὶ σχηματισμοὺςἰδίους· ταῦτα γὰρ καὶ ἀναγκαῖον ὑπομένειν.
καὶ γὰρ ἐν τοῖς παρ’ ἡμῖν μετασχηματιζομένοις κατὰ τὴν περιαίρεσιν τὸ σχῆμα ἐνυπάρχον λαμβάνεται, αἱ δὲ ποιότητες οὐκ ἐνυπάρχουσαι ἐν τῷ μεταβάλλοντι, ὥσπερ ἐκεῖνο καταλείπεται, ἀλλ’ ἐξ ὅλου τοῦ σώματος ἀπολλύμεναι. ἱκανὰ οὖν τὰ ὑπολειπό μενα ταῦτα τὰς τῶν συγκρίσεων διαφορὰς ποιεῖν, ἐπειδή περ ὑπολείπεσθαί γέ τινα ἀναγκαῖον καὶ 〈μὴ〉 εἰς τὸ μὴ ὂν φθείρεσθαι.
Ἀλλὰ μὴν οὐδὲ δεῖ νομίζειν πᾶν μέγεθος ἐν ταῖς ἀτόμοις ὑπάρχειν, ἵνα μὴ τὰ φαινόμενα ἀντιμαρτυρῇ· παραλλαγὰς δέ τινας μεγεθῶν νομιστέον εἶναι. βέλτιον γὰρ καὶ τούτου προσ— όντος τὰ κατὰ τὰ πάθη καὶ τὰς αἰσθήσεις γινόμενα ἀποδοθήσεται.
πᾶν δὲ μέγεθος ὑπάρχειν οὔτε χρήσιμόν ἐστι πρὸς τὰς τῶν ποιοτήτων διαφοράς, ἀφῖχθαί τε ἅμ’ ἔδει καὶ πρὸς ἡμᾶς ὁρατὰς ἀτόμους· ὃ οὐ θεωρεῖται γινόμενον οὔθ’ ὅπως ἂν γένοιτο ὁρατὴ ἄτομος ἔστιν ἐπινοῆσαι. Πρὸς δὲ τούτοις οὐ δεῖ νομίζειν ἐν τῷ ὡρισμένῳ σώματι ἀπείρους ὄγκους εἶναι οὐδ’ ὁπηλίκους οὖν. ὥστε οὐ μόνον τὴν εἰς ἄπειρον τομὴν ἐπὶ τοὔλαττον ἀναιρετέον, ἵνα μὴ πάντα ἀσθενῆ ποιῶμεν κὰν ταῖς περιλήψεσι τῶν ἀθρόων εἰς τὸ μὴ ὂν ἀναγκαζώμεθα τὰ ὄντα θλίβοντες καταναλίσκειν, ἀλλὰ καὶ τὴν μετάβασιν μὴ νομιστέον γίνεσθαι ἐν τοῖς ὡρισμένοις εἰς ἄπειρον μηδ’ ἐ〈πὶ〉 τοὔλαττον.
οὔτε γὰρ ὅπως, ἐπειδὰν ἅπαξ τις εἴπῃ ὅτι ἄπειροι ὄγκοι ἔν τινι ὑπάρχουσιν ἢ ὁπηλίκοι οὖν, ἔστι νοῆσαι· πῶς τ’ ἂν ἔτι τοῦτο πεπερασμένον εἴη τὸ μέγεθος; πηλίκοι γάρ τινες δῆλον ὡς οἱ ἄπειροί εἰσιν ὄγκοι· καὶ οὗτοι [ἐξ ὧν] ὁπηλίκοι ἄν ποτε ὦσιν, ἄπειρον ἂν ἦν καὶ τὸ μέγεθος. ἄκρον τε ἔχοντος τοῦ πεπερασμένου διαληπτόν, εἰ μὴ καὶ καθ’ ἑαυτὸ θεωρητόν, οὐκ ἔστι μὴ οὐ καὶ τὸ ἑξῆς τούτου τοιοῦτον νοεῖν καὶ οὕτω κατὰ τὸ ἑξῆς εἰς τοὔμπροσθεν βαδίζοντα εἰς τὸ ἄπειρον ὑπάρχειν καὶ τὸ τοιοῦτον ἀφικνεῖσθαι τῇ ἐννοίᾳ.
τό τε ἐλάχιστον τὸ ἐν τῇ αἰσθήσει δεῖ κατανοεῖν ὅτι οὔτε τοιοῦτόν ἐστιν οἷον τὸ τὰς μεταβάσεις ἔχον οὔτε πάντῃ πάντως ἀνόμοιον, ἀλλ’ ἔχον μέν τινα κοινότητα τῶν μεταβατῶν, διάληψιν δὲ μερῶν οὐκ ἔχον· ἀλλ’ ὅταν διὰ τὴν τῆς κοινότητος προσεμφέρειαν οἰηθῶμεν διαλήψεσθαί τι αὐτοῦ, τὸ μὲν ἐπιτάδε, τὸ δὲ ἐπέκεινα, τὸ ἴσον ἡμῖν δεῖ προσπίπτειν. ἑξῆς τε θεωροῦμεν ταῦτα ἀπὸ τοῦ πρώτου καταρχόμενοι καὶ οὐκ ἐν τῷ αὐτῷ, οὐδὲ μέρεσι μερῶν ἁπτόμενα, ἀλλ’ ἢ ἐν τῇ ἰδιότητι τῇ ἑαυτῶν τὰ μεγέθη καταμετροῦντα, τὰ πλείω πλεῖον καὶ τὰ ἐλάττω ἔλαττον. ταύτῃ τῇ ἀναλογίᾳ νομιστέον καὶ τὸ ἐν τῇ ἀτόμῳ ἐλάχιστον κεχρῆσθαι·
μικρότητι γὰρ ἐκεῖνο δῆλον ὡς διαφέρει τοῦ κατὰ τὴν αἴσθησιν θεωρουμένου, ἀναλογίᾳ δὲ τῇ αὐτῇ κέχρηται. ἐπεί περ καὶ ὅτι μέγεθος ἔχει ἡ ἄτομος, κατὰ τὴν ἐνταῦθα ἀναλογίαν κατηγορήσαμεν, μικρόν τι μόνον μακρὰν ἐκβαλόντες. ἔτι τε τὰ ἐλάχιστα καὶ ἀμερῆ πέρατα δεῖ νομίζειν τῶν μηκῶν τὸ καταμέτρημα ἐξ αὑτῶν πρώτων τοῖς μείζοσι καὶ ἐλάττοσι παρασκευάζοντα τῇ διὰ λόγου θεωρίᾳ ἐπὶ τῶν ἀοράτων. ἡ γὰρ κοινότης ἡ ὑπάρχουσα αὐτοῖς πρὸς τὰ †ἀμετάβολα ἱκανὴ τὸ μέχρι τούτου συντελέσαι, συμφόρησιν δὲ ἐκ τούτων κίνησιν ἐχόντων οὐχ οἷόν τε γίνεσθαι.
Καὶ μὴν καὶ τοῦ ἀπείρου ὡς μὲν ἀνωτάτω ἢ κατωτάτω οὐ δεῖ κατηγορεῖν τὸ ἄνω ἢ κάτω. † εἰς μέντοι τὸ ὑπὲρ κεφαλῆς, ὅθεν ἂν στῶμεν, εἰς ἄπειρον ἄγειν †ὂν† μηδέποτε φανεῖσθαι τοῦτο ἡμῖν· ἢ τὸ ὑποκάτω τοῦ νοηθέντος εἰς ἄπειρον ἅμα ἄνω τε εἶναι καὶ κάτω πρὸς τὸ αὐτό†· τοῦτο γὰρ ἀδύνατον διανοηθῆναι. ὥστε ἔστι μίαν λαβεῖν φορὰν τὴν ἄνω νοουμένην εἰς ἄπειρον καὶ μίαν τὴν κάτω, ἂν καὶ μυριάκις πρὸς τοὺς πόδας τῶν ἐπάνω τὸ παρ’ ἡμῶν φερόμενον 〈εἰς〉 τοὺς ὑπὲρ κεφαλῆς ἡμῶν τόπους ἀφικνῆται ἢ ἐπὶ τὴν κεφαλὴν τῶν ὑποκάτω τὸ παρ’ ἡμῶν κάτω φερόμενον· ἡ γὰρ ὅλη φορὰ οὐθὲν ἧττον ἑκατέρα ἑκατέρᾳ ἀντικειμένη ἐπ’ ἄπειρον νοεῖται.
Καὶ μὴν καὶ ἰσοταχεῖς ἀναγκαῖον τὰς ἀτόμους εἶναι, ὅταν διὰ τοῦ κενοῦ εἰσφέρωνται μηθενὸς ἀντικόπτοντος. οὔτε γὰρ τὰ βαρέα θᾶττον οἰσθήσεται τῶν μικρῶν καὶ κούφων, ὅταν γε δὴ μηδὲν ἀπαντᾷ αὐτοῖς· οὔτε τὰ μικρὰ τῶν μεγάλων, πάντα πόρον σύμμετρον ἔχοντα, ὅταν μηθὲν μηδὲ ἐκείνοις ἀντικόπτῃ· οὔθ’ ἡ ἄνω οὔθ’ ἡ εἰς τὸ πλάγιον διὰ τῶν κρούσεων φορά, οὔθ’ ἡ κάτω διὰ τῶν ἰδίων βαρῶν. ἐφ’ ὁπόσον γὰρ ἂν κατίσχῃ ἑκάτερον, ἐπὶ τοσοῦτον ἅμα νοήματι τὴν φορὰν σχήσει, ἕως ἀντικόψῃ ἢ ἔξωθεν ἢ ἐκ τοῦ ἰδίου βάρους πρὸς τὴν τοῦ πλήξαντος δύναμιν.
Ἀλλὰ μὴν καὶ κατὰ τὰς συγκρίσεις θάττων ἑτέρα ἑτέρας ῥηθήσεται τῶν ἀτόμων ἰσοταχῶν οὐσῶν, τῷ ἐφ’ ἕνα τόπον φέρεσθαι τὰς ἐν τοῖς ἀθροίσμασιν ἀτόμους [καὶ] κατὰ τὸν ἐλάχιστον συνεχῆ χρόνον, εἰ 〈καὶ〉 μὴ ἐφ’ ἕνα κατὰ τοὺς λόγῳ θεωρητοὺς χρόνους· ἀλλὰ πυκνὸν ἀντικόπτουσιν, ἕως ἂν ὑπὸ τὴν αἴσθησιν τὸ συνεχὲς τῆς φορᾶς γίνηται. τὸ γὰρ προσδοξαζόμενον περὶ τοῦ ἀοράτου, ὡς ἄρα καὶ οἱ διὰ λόγου θεωρητοὶ χρόνοι τὸ συνεχὲς τῆς φορᾶς ἕξουσιν, οὐκ ἀληθές ἐστιν ἐπὶ τῶν τοιούτων· ἐπεὶ τό γε θεωρούμενον πᾶν ἢ κατ’ ἐπιβολὴν λαμβανόμενον τῇ διανοίᾳ ἀληθές ἐστι.
Μετὰ δὲ ταῦτα δεῖ συνορᾶν ἀναφέροντα ἐπὶ τὰς αἰσθήσεις καὶ τὰ πάθη — οὕτω γὰρ ἡ βεβαιοτάτη πίστις ἔσται —, ὅτι ἡ ψυχὴ σῶμά ἐστι λεπτομερὲς παρ’ ὅλον τὸ ἄθροισμα παρεσπαρμένον, προσεμφερέστατον δὲ πνεύματι θερμοῦ τινα κρᾶσιν ἔχοντι καὶ πῇ μὲν τούτῳ προσεμφερές, πῇ δὲ τούτῳ ἔστι δέ τι μέρος πολλὴν παραλλαγὴν εἰληφὸς τῇ λεπτομερείᾳ καὶ αὐτῶν τούτων, συμπαθὲς δὲ τούτῳ μᾶλλον καὶ τῷ λοιπῷ ἀθροίσματι· τοῦτο δὲ πᾶν αἱ δυνάμεις τῆς ψυχῆς δηλοῦσι καὶ τὰ πάθη καὶ αἱ εὐκινησίαι καὶ αἱ διανοήσεις καὶ ὧν στερόμενοι θνήσκομεν. Καὶ μὴν καὶ ὅτι ἔχει ἡ ψυχὴ τῆς αἰσθήσεως τὴν πλείστην αἰτίαν δεῖ κατέχειν·
οὐ μὴν εἰλήφει ἂν ταύτην, εἰ μὴ ὑπὸ τοῦ λοιποῦ ἀθροίσματος ἐστεγάζετό πως. τὸ δὲ λοιπὸν ἄθροισμα παρασκευάσαν ἐκείνῃ τὴν αἰτίαν ταύτην μετείληφε καὶ αὐτὸ τοιούτου συμπτώματος παρ’ ἐκείνης, οὐ μέντοι πάντων ὧν ἐκείνη κέκτηται· διὸ ἀπαλλαγείσης τῆς ψυχῆς οὐκ ἔχει τὴν αἴσθησιν. οὐ γὰρ αὐτὸ ἐν ἑαυτῷ ταύτην ἐκέκτητο τὴν δύναμιν, ἀλλ’ ἑτέρῳ ἅμα συγγεγενημένῳ αὐτῷ παρεσκεύαζεν, ὃ διὰ τῆς συντελεσθείσης περὶ αὐτὸ δυνάμεως κατὰ τὴν κίνησιν σύμπτωμα αἰσθητικὸν εὐθὺς ἀποτελοῦν ἑαυτῷ ἀπεδίδου κατὰ τὴν ὁμούρησιν καὶ συμπάθειαν καὶ ἐκείνῳ, καθάπερ εἶπον.
Διὸ δὴ καὶ ἐνυπάρχουσα ἡ ψυχὴ οὐδέποτε ἄλλου τινὸς μέρους ἀπηλλαγμένου ἀναισθητεῖ· ἀλλ’ ἃ ἂν καὶ ταύτης ξυναπόληται τοῦ στεγάζοντος λυθέντος εἴθ’ ὅλου εἴτε καὶ μέρους τινός, ἐάν περ διαμένῃ, σῴζει τὴν αἴσθησιν. τὸ δὲ λοιπὸν ἄθροισμα διαμένον καὶ ὅλον καὶ κατὰ μέρος οὐκ ἔχει τὴν αἴσθησιν ἐκείνου ἀπηλλαγμένου, ὅσον ποτέ ἐστι τὸ συντεῖνον τῶν ἀτόμων πλῆθος εἰς τὴν τῆς ψυχῆς φύσιν. Καὶ μὴν καὶ λυομένου τοῦ ὅλου ἀθροίσματος ἡ ψυχὴ διασπείρεται καὶ οὐκέτι ἔχει τὰς αὐτὰς δυνάμεις οὐδὲ κινεῖται, ὥστε οὐδ’ αἴσθησιν κέκτηται.
οὐ γὰρ οἷόν τε νοεῖν αὐτὸ αἰσθανόμενον μὴ ἐν τούτῳ τῷ συστήματι καὶ ταῖς κινήσεσι ταύταις χρώμενον, ὅταν τὰ στεγάζοντα καὶ περιέχοντα μὴ τοιαῦτα ᾖ, ἐν οἷς νῦν οὖσα ἔχει ταύτας τὰς κινήσεις. Ἀλλὰ μὴν καὶ τόδε (λέγει ἐν ἄλλοις καὶ ἐξ ἀτόμων αὐτὴν συγκεῖσθαι λειοτάτων καὶ στρογγυλωτάτων, πολλῷ τινε διαφερουσῶν τῶν τοῦ πυρός· καὶ τὸ μέν τι ἄλογον αὐτῆς, ὃ τῷ λοιπῷ παρεσπάρθαι σώματι· τὸ δὲ λογικὸν ἐν τῷ θώρακι, ὡς δῆλον ἔκ τε τῶν φόβων καὶ τῆς χαρᾶς. ὕπνον τε γίνεσθαι τῶν τῆς ψυχῆς μερῶν τῶν παρ’ ὅλην τὴν σύγκρισιν παρεσπαρμένων ἐγκατεχομένων ἢ διαφορουμένων, εἶτα συμπιπτόντων τοῖς † ποργμοῖς. τό τε σπέρμα ἀφ’ ὅλων τῶν σωμάτων φέρεσθαι.)
γε δεῖ προσκατανοεῖν, ὅτι τὸ ἀσώματον λέγομεν κατὰ τὴν πλείστην ὁμιλίαν τοῦ ὀνόματος ἐπὶ τοῦ καθ’ ἑαυτὸ νοηθέντος ἄν· καθ’ ἑαυτὸ δὲ οὐκ ἔστι νοῆσαι τὸ ἀσώματον πλὴν τοῦ κενοῦ. τὸ δὲ κενὸν οὔτε ποιῆσαι οὔτε παθεῖν δύναται, ἀλλὰ κίνησιν μόνον δι’ ἑαυτοῦ τοῖς σώμασι παρέχεται. ὥστ’ οἱ λέγοντες ἀσώματον εἶναι τὴν ψυχὴν ματαιΐζουσιν. οὐθὲν γὰρ ἂν ἐδύνατο ποιεῖν οὔτε πάσχειν, εἰ ἦν τοιαύτη· νῦν δ’ ἐναργῶς ἀμφότερα ταῦτα διαλαμβάνομεν περὶ τὴν ψυχὴν τὰ συμπτώματα.
ταῦτα οὖν πάντα τὰ διαλογίσματα 〈τὰ〉 περὶ ψυχῆς ἀνάγων τις ἐπὶ τὰ πάθη καὶ τὰς αἰσθήσεις, μνημονεύων τῶν ἐν ἀρχῇ ῥηθέντων, ἱκανῶς κατόψεται τοῖς τύποις ἐμπεριειλημμένα εἰς τὸ κατὰ μέρος ἀπὸ τούτων ἐξακριβοῦσθαι βεβαίως.
Ἀλλὰ μὴν καὶ τὰ σχήματα καὶ τὰ χρώματα καὶ τὰ μεγέθη καὶ τὰ βάρη καὶ ὅσα ἄλλα κατηγορεῖται σώματος ὡσανεὶ συμβεβηκότα ἢ πᾶσιν ἢ τοῖς ὁρατοῖς καὶ κατὰ τὴν αἴσθησιν † αὐτοῖς γνωστοῖς, οὔθ’ ὡς καθ’ ἑαυτάς εἰσι φύσεις δοξαστέον —
οὐ γὰρ δυνατὸν ἐπινοῆσαι τοῦτο — οὔτε ὅλως ὡς οὐκ εἰσίν, οὔθ’ ὡς ἕτερ’ ἄττα προσυπάρχοντα τούτῳ ἀσώματα, οὔθ’ ὡς μόρια τούτου, ἀλλ’ ὡς τὸ ὅλον σῶμα καθόλου ἐκ τούτων πάντων τὴν ἑαυτοῦ φύσιν ἔχον ἀίδιον, οὐχ οἷον δὲ εἶναι συμπεφορημένον — ὥσπερ ὅταν ἐξ αὐτῶν τῶν ὄγκων μεῖζον ἄθροισμα συστῇ ἤτοι τῶν πρώτων ἢ τῶν τοῦ ὅλου μεγεθῶν τοῦδε τινὸς ἐλαττόνων —, ἀλλὰ μόνον, ὡς λέγω, ἐκ τούτων ἁπάντων τὴν ἑαυτοῦ φύσιν ἔχον ἀίδιον. καὶ ἐπιβολὰς μὲν ἔχοντα ἰδίας πάντα ταῦτά ἐστι καὶ διαλήψεις, συμπαρακολουθοῦντος δὲ τοῦ ἀθρόου καὶ οὐθαμῇ ἀποσχιζομένου, ἀλλὰ κατὰ τὴν ἀθρόαν ἔννοιαν τοῦ σώματος κατηγορίαν εἰληφότος.
Καὶ μὴν καὶ τοῖς σώμασι συμπίπτει πολλάκις καὶ οὐκ ἀίδιον παρακολουθεῖν † οὔτ’ ἐν τοῖς ἀοράτοις καὶ οὔτε ἀσώματα †. ὥστε δὴ κατὰ τὴν πλείστην φορὰν τούτῳ τῷ ὀνόματι χρώμενοι φανερὰ ποιοῦμεν τὰ συμπτώματα οὔτε τὴν τοῦ ὅλου φύσιν ἔχειν, ὃ συλλαβόντες κατὰ τὸ ἀθρόον σῶμα προσαγορεύομεν, οὔτε τὴν τῶν ἀίδιον παρακολουθούντων, ὧν ἄνευ σῶμα οὐ δυνατὸν νοεῖσθαι.
κατ’ ἐπιβολὰς δ’ ἄν τινας παρακολουθοῦντος τοῦ ἀθρόου ἕκαστα προσαγορευθείη, ἀλλ’ ὅτε δήποτε ἕκαστα συμβαίνοντα θεωρεῖται, οὐκ ἀίδιον τῶν συμπτωμάτων παρακολουθούντων. καὶ οὐκ ἐξελατέον ἐκ τοῦ ὄντος ταύτην τὴν ἐνάργειαν, ὅτι οὐκ ἔχει τὴν τοῦ ὅλου φύσιν ᾧ συμβαίνει ὃ δὴ καὶ σῶμα προσαγορεύομεν, οὐδὲ τὴν τῶν ἀίδιον παρακολουθούντων, οὐδ’ αὖ καθ’ αὑτὰ νομιστέον — οὐδὲ γὰρ τοῦτο διανοητὸν οὔτ’ ἐπὶ τούτων οὔτ’ ἐπὶ τῶν ἀίδιον συμβεβηκότων —, ἀλλ’ ὅπερ καὶ φαίνεται, συμπτώματα πάντα τὰ τοιαῦτα νομιστέον, καὶ οὐκ ἀίδιον παρακολουθοῦντα οὐδ’ αὖ φύσεως καθ’ ἑαυτὰ τάγμα ἔχοντα, ἀλλ’ ὃν τρόπον αὐτὴ ἡ αἴσθησις τὴν ἰδιότητα ποιεῖ, θεωρεῖται.
Καὶ μὴν καὶ τόδε γε δεῖ προσκατανοῆσαι σφοδρῶς· τὸν γὰρ δὴ χρόνον οὐ ζητητέον ὥσπερ καὶ τὰ λοιπά, ὅσα ἐν ὑποκειμένῳ ζητοῦμεν ἀνάγοντες ἐπὶ τὰς βλεπομένας παρ’ ἡμῖν αὐτοῖς προλήψεις, ἀλλ’ αὐτὸ τὸ ἐνάργημα, καθ’ ὃ τὸν πολὺν ἢ ὀλίγον χρόνον ἀναφωνοῦμεν, συγγενικῶς τοῦτο περιφέροντες, ἀναλογιστέον. καὶ οὕτε δαλέκτους ὡς βέλευς μεταληπτέον, ἀλλ’ αὐταῖς ταῖς ὑπαρχούσαις κατ’ αὐτοῦ χρηστέον, οὔτε ἄλλο τι κατ’ αὐτοῦ κατηγορητέον, ὡς τὴν αὐτὴν οὐσίαν ἔχοντος τῷ ἰδιώματι τούτῳ — καὶ γὰρ τοῦτο ποιοῦσί τινες —, ἀλλὰ μόνον ᾧ συμπλέκομεν τὸ ἴδιον τοῦτο καὶ παραμετροῦμεν, μάλιστα ἐπιλογιστέον.
καὶ γὰρ τοῦτο οὐκ ἀποδείξεως προσδεῖται ἀλλ’ ἐπιλογισμοῦ, ὅτι ταῖς ἡμέραις καὶ ταῖς νυξὶ συμπλέκομεν καὶ τοῖς τούτων μέρεσιν, ὡσαύτως δὲ καὶ τοῖς πάθεσι καὶ ταῖς ἀπαθείαις, καὶ κινήσεσι καὶ στάσεσιν, ἴδιόν τι σύμπτωμα περὶ ταῦτα πάλιν αὐτὸ τοῦτο ἐννοοῦντες, καθ’ ὃ χρόνον ὀνομάζομεν. (φησὶ δὲ τοῦτο καὶ ἐν τῇ δευτέρᾳ Περὶ φύσεως καὶ ἐν τῇ Μεγάλῃ ἐπιτομῇ.)
Ἐπί τε τοῖς προειρημένοις τοὺς κόσμους δεῖ καὶ πᾶσαν σύγκρισιν πεπερασμένην τὸ ὁμοειδὲς τοῖς θεωρουμένοις πυκνῶς ἔχουσαν νομίζειν γεγονέναι ἀπὸ τοῦ ἀπείρου, πάντων τούτων ἐκ συστροφῶν ἰδίων ἀποκεκριμένων καὶ μειζόνων καὶ ἐλαττόνων· καὶ πάλιν διαλύεσθαι πάντα, τὰ μὲν θᾶττον, τὰ δὲ βραδύτερον, καὶ τὰ μὲν ὑπὸ τῶν τοιῶνδε, τὰ δὲ ὑπὸ τῶν τοιῶνδε τοῦτο πάσχοντα.
δῆλον οὖν ὡς καὶ * * (〈καὶ ἐν τῇ . . Περὶ φύσεως〉 φθαρτούς φησι τοὺς κόσμους, μεταβαλλόντων τῶν μερῶν. καὶ ἐν ἄλλοις, τὴν γῆν τῷ ἀέρι ἐποχεῖσθαι.) Ἔτι δὲ τοὺς κόσμους οὔτε ἐξ ἀνάγκης δεῖ νομίζειν ἕνα σχηματισμὸν ἔχοντας, ἀλλὰ * * (καὶ διαφόρους αὐτοὺς ἐν τῇ ῑβ̄ Περὶ φύσεως φησιν· οὓς μὲν γὰρ σφαιροειδεῖς, καὶ ᾠοειδεῖς ἄλλους, καὶ ἀλλοιοσχήμονας ἑτέρους· οὐ μέντοι πᾶν σχῆμα ἔχειν. οὐδὲ ζῷα εἶναι ἀποκριθέντα ἀπὸ τοῦ ἀπείρου.) * * οὐδὲ γὰρ ἂν ἀποδείξειεν οὐδείς, ὡς 〈ἐν〉 μὲν τῷ τοιούτῳ καὶ οὐκ ἂν ἐμπεριελήφθη τὰ τοιαῦτα σπέρματα, ἐξ ὧν ζῷά τε καὶ φυτὰ καὶ τὰ λοιπὰ πάντα 〈τὰ〉 θεωρούμενα συνίσταται, ἐν δὲ τῷ τοιούτῳ οὐκ ἂν ἐδυνήθη. (ὡσαύτως δὲ καὶ ἐντραφῆναι.) τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ γῆς νομιστέον * *
Ἀλλὰ μὴν ὑποληπτέον καὶ τὴν φύσιν πολλὰ καὶ παντοῖα ὑπὸ αὐτῶν τῶν πραγμάτων διδαχθῆναί τε καὶ ἀναγκασθῆναι, τὸν δὲ λογισμὸν τὰ ὑπὸ ταύτης παρεγγυηθέντα ὕστερον ἐπακριβοῦν καὶ προσεξευρίσκειν ἐν μέν τισι θᾶττον, ἐν δέ τισι βραδύτερον καὶ ἐν μέν τισι περιόδοις καὶ χρόνοις [ἀπὸ τῶν ἀπὸ τοῦ ἀπείρου] 〈κατὰ μείζους ἐπιδόσεις〉, ἐν δέ τισι κατ’ ἐλάττους. Ὅθεν καὶ τὰ ὀνόματα ἐξ ἀρχῆς μὴ θέσει γενέσθαι, ἀλλ’ αὐτὰς τὰς φύσεις τῶν ἀνθρώπων καθ’ ἕκαστα ἔθνη ἴδια πασχούσας πάθη καὶ ἴδια λαμβανούσας φαντάσματα ἰδίως τὸν ἀέρα ἐκπέμπειν στελλόμενον ὑφ’ ἑκάστων τῶν παθῶν καὶ τῶν φαντασμάτων, ὡς ἄν ποτε καὶ ἡ παρὰ τοὺς τόπους τῶν ἐθνῶν διαφορὰ ᾖ·
ὕστερον δὲ κοινῶς καθ’ ἕκαστα ἔθνη τὰ ἴδια τεθῆναι πρὸς τὸ τὰς δηλώσεις ἧττον ἀμφιβόλους γενέσθαι ἀλλήλοις καὶ συντομωτέρως δηλουμένας· τινὰ δὲ καὶ οὐ συνορώμενα πράγματα εἰσφέροντας τοὺς συνειδότας παρεγγυῆσαί τινας φθόγγους τοὺς ἀναγκασθέντας ἀναφωνῆσαι, τοὺς δὲ τῷ λογισμῷ ἑλομένους κατὰ τὴν πλείστην αἰτίαν οὕτως ἑρμηνεῦσαι.
Καὶ μὴν ἐν τοῖς μετεώροις φορὰν καὶ τροπὴν καὶ ἔκλειψιν καὶ ἀνατολὴν καὶ δύσιν καὶ τὰ σύστοιχα τούτοις μήτε λειτουργοῦντός τινος νομίζειν δεῖ γίνεσθαι καὶ διατάττοντος ἢ διατάξοντος καὶ ἅμα τὴν πᾶσαν μακαριότητα ἔχοντος μετὰ ἀφθαρσίας
— οὐ γὰρ συμφωνοῦσι πραγματεῖαι καὶ φροντίδες καὶ ὀργαὶ καὶ χάριτες μακαριότητι, ἀλλ’ ἐν ἀσθενεία καὶ φόβῳ καὶ προσδεήσει τῶν πλησίον ταῦτα γίνεται —, μήτε αὖ πῦρ ἅμα ὄντα συνεστραμμένον τὴν μακαριότητα κεκτημένα κατὰ βούλησιν τὰς κινήσεις ταύτας λαμβάνειν· ἀλλὰ πᾶν τὸ σέμνωμα τηρεῖν κατὰ πάντα ὀνόματα φερόμενα ἐπὶ τὰς τοιαύτας ἐννοίας, ἐὰν μηδὲν ὑπεναντίον ἐξ αὐτῶν τῷ σεμνώματι δόξῃ· εἰ δὲ μὴ, τὸν μέγιστον τάραχον ἐν ταῖς ψυχαῖς αὐτὴ ἡ ὑπεναντιότης παρασκευάσει. ὅθεν δὴ κατὰ τὰς ἐξ ἀρχῆς ἐναπολήψεις τῶν συστροφῶν τούτων ἐν τῇ τοῦ κόσμου γενέσει δεῖ δοξάζειν καὶ τὴν ἀνάγκην ταύτην καὶ περίοδον συντελεῖσθαι.
Καὶ μὴν καὶ τὴν ὑπὲρ τῶν κυριωτάτων αἰτίαν ἐξακριβῶσαι φυσιολογίας ἔργον εἶναι δεῖ νομίζειν, καὶ τὸ μακάριον ἐν τῇ περὶ μετεώρων γνώσει ἐνταῦθα πεπτωκέναι καὶ ἐν τῷ τίνες φύσεις αἱ θεωρούμεναι κατὰ τὰ μετέωρα ταυτί, καὶ ὅσα συγγενῆ πρὸς τὴν εἰς τοῦτο ἀκρίβειαν· ἔτι τε οὐ τὸ πλεοναχῶς ἐν τοῖς τοιούτοις εἶναι καὶ τὸ ἐνδεχόμενον καὶ ἄλλως πως ἔχειν, ἀλλ’ ἁπλῶς μὴ εἶναι ἐν ἀφθάρτῳ καὶ μακαρίᾳ φύσει τῶν διάκρισιν ὑποβαλλόντων ἢ τάραχον μηθέν. καὶ τοῦτο καταλαβεῖν τῇ διανοίᾳ ἔστιν ἁπλῶς εἶναι·
τὸ δ’ ἐν τῇ ἱστορίᾳ πεπτωκὸς τῆς δύσεως καὶ ἀνατολῆς καὶ τροπῆς καὶ ἐκλείψεως καὶ ὅσα συγγενῆ τούτοις μηθὲν ἔτι πρὸς τὸ μακάριον τῆς γνώσεως συντείνειν, ἀλλ’ ὁμοίως τοὺς φόβους ἔχειν τοὺς ταῦτα κατειδότας, τίνες δ’ αἱ φύσεις ἀγνοοῦντας καὶ τίνες αἱ κυριώταται αἰτίαι, καὶ εἰ μὴ προσῄδεσαν ταῦτα· τάχα δὲ καὶ πλείους, ὅταν τὸ θάμβος ἐκ τῆς τούτων προσκατανοήσεως μὴ δύνηται τὴν λύσιν λαμβάνειν κατὰ τὴν περὶ τῶν κυριωτάτων οἰκονομίαν. διὸ δὴ καὶ πλείους αἰτίας εὑρίσκομεν τροπῶν καὶ δύσεων καὶ ἀνατολῶν καὶ ἐκλείψεων καὶ τῶν τοιουτοτρόπων ὥσπερ καὶ ἐν τοῖς κατὰ μέρος γινομένοις,
καὶ οὐ δεῖ νομίζειν τὴν ὑπὲρ τούτων χρείαν ἀκρίβειαν μὴ ἀπειληφέναι, ὅση πρὸς τὸ ἀτάραχον καὶ μακάριον ἡμῶν συντείνει. ὥστε παραθεωροῦντας ποσαχῶς παρ’ ἡμῖν τὸ ὅμοιον γίνεται, αἰτιολογητέον ὑπέρ τε τῶν μετεώρων καὶ παντὸς τοῦ ἀδήλου, καταφρονοῦντας τῶν οὔτε 〈τὸ〉 μοναχῶς ἔχον ἢ γινόμενον γνωριζόντων οὔτε τὸ πλεοναχῶς συμβαῖνον, τὴν ἐκ τῶν ἀποστημάτων φαντασίαν παριδόντων, ἔτι τε ἀγνοούντων καὶ ἐν ποίοις οὐκ ἔστιν ἀταρακτῆσαι 〈καὶ ἐν ποίοις ὁμοίως ἀταρακτῆσαι〉. ἂν οὖν οἰώμεθα καὶ ὡδί πως ἐνδεχόμενον αὐτὸ γίνεσθαι [καὶ ἐν ποίοις ὁμοίως ἀταρακτῆσαι], αὐτὸ τὸ ὅτι πλεοναχῶς γίνεται γνωρίζοντες, ὥσπερ κἂν ὅτι ὡδί πως γίνεται εἰδῶμεν, ἀταρακτήσομεν.
Ἐπὶ δὲ τούτοις ὅλως ἅπασιν ἐκεῖνο δεῖ κατανοεῖν, ὅτι τάραχος ὁ κυριώτατος ταῖς ἀνθρωπίναις ψυχαῖς γίνεται ἐν τῷ ταὐτὰ μακάριά τε δοξάζειν 〈εἶναι〉 καὶ ἄφθαρτα καὶ ὑπεναντίας ἔχειν τούτοις ἅμα βουλήσεις καὶ πράξεις καὶ αἰτίας, καὶ ἐν τῷ αἰώνιόν τι δεινὸν ἢ προσδοκᾶν ἢ ὑποπτεύειν κατὰ τοὺς μύθους, εἴτε καὶ αὐτὴν τὴν ἀναισθησίαν τὴν ἐν τῷ τεθνάναι φοβουμένους ὥσπερ οὖσαν κατ’ αὐτούς, καὶ ἐν τῷ μὴ δόξαις ταῦτα πάσχειν ἀλλ’ ἀλόγῳ γέ τινι παραστάσει, ὅθεν μὴ ὁρίζοντας τὸ δεινὸν τὴν ἴσην ἢ καὶ ἐπιτεταμένην ταραχὴν λαμβάνειν τῷ εἰ καὶ ἐδόξαζον ταῦτα·
ἡ δὲ ἀταραξία τῷ τούτων πάντων ἀπολελύσθαι καὶ συνεχῆ μνήμην 11 ἔχειν τῶν ὅλων καὶ κυριωτάτων. Ὅθεν τοῖς. πάθεσι προσεκτέον τοῖς παροῦσι καὶ ταῖς αἰσθήσεσι, κατὰ μὲν τὸ κοινὸν ταῖς κοιναῖς, κατὰ δὲ τὸ ἴδιον ταῖς ἰδίαις, καὶ πάσῃ τῇ παρούσῃ καθ’ ἕκαστον τῶν κριτηρίων ἐναργείᾳ. ἂν γὰρ τούτοις προσέχωμεν, τὸ ὅθεν ὁ τάραχος καὶ ὁ φόβος ἐγίνετο ἐξαιτιολογήσομεν ὀρθῶς καὶ ἀπολύσομεν, ὑπέρ τε μετεώρων αἰτιολογοῦντες καὶ τῶν λοιπῶν τῶν ἀεὶ παρεμπιπτόντων, ὅσα φοβεῖ τοὺς λοιποὺς ἐσχάτως.
Ταῦτά σοι, ὦ Ἡρόδοτε, ἔστι κεφαλαιωδέστατα ὑπὲρ τῆς τῶν ὅλων φύσεως ἐπιτετμημένα·
ὥστ’ ἐὰν γένηται οὗτος ὁ λόγος δυνατὸς κατασχεθεὶς μετ’ ἀκριβείας, οἶμαι, ἐὰν μὴ καὶ πρὸς ἅπαντα βαδίσῃ τις τῶν κατὰ μέρος ἀκριβωμάτων, ἀσύμβλητον αὐτὸν πρὸς τοὺς λοιποὺς ἀνθρώπους ἁδρότητα λήψεσθαι. καὶ γὰρ καὶ καθαρὰ ἀφ’ ἑαυτοῦ ποιήσει πολλὰ τῶν κατὰ μέρος ἐξακριβουμένων κατὰ τὴν ὅλην πραγματείαν ἡμῖν, καὶ αὐτὰ ταῦτα ἐν μνήμῃ τιθέμενα συνεχῶς βοηθήσει. τοιαῦτα γάρ ἐστιν, ὥστε καὶ τοὺς κατὰ μέρος ἤδη ἐξακριβοῦντας ἱκανῶς ἢ καὶ τελείως, εἰς τὰς τοιαύτας ἀναλύοντας ἐπιβολὰς τὰς πλείστας τῶν περιοδειῶν ὑπὲρ τῆς ὅλης φύσεως ποιεῖσθαι· ὅσοι δὲ μὴ παντελῶς αὐτῶν τῶν ἀποτελουμένων εἰσίν, ἐκ τούτων καὶ κατὰ τὸν ἄνευ φθόγγων τρόπον τὴν ἅμα νοήματι περίοδον τῶν κυριωτάτων πρὸς γαληνισμὸν ποιοῦνται.
Epistula Secunda ad Pythoclem
33 letters·3,017 words·urn:cts:greekLit:tlg0537.tlg011.1st1K-grc1
Read on Scaife Source TEI XML Hercher (Epistolographi Graeci)
Show Greek text (33 letters) — click any Greek word for Logeion + Morpheus
Ἤνεγκέ μοι Κλέων ἐπιστολὴν παρὰ σοῦ, ἐν ᾗ φιλοφρονούμενός τε περὶ ἡμᾶς διετέλεις ἀξίως τῆς ἡμετέρας περὶ σεαυτὸν σπουδῆς, καὶ οὐκ ἀπιθάνως ἐπειρῶ μνημονεύειν τῶν εἰς μακάριον βίον συντεινόντων διαλογισμῶν, ἐδέου τε σεαυτῷ περὶ τῶν μετεώρων σύντομον καὶ εὐπερίγραφον διαλογισμὸν ἀποστεῖλαι, ἵνα ῥᾳδίως μνημονεύῃς· τὰ γὰρ ἐν ἄλλοις ἡμῖν γεγραμμένα δυσμνημόνευτα εἶναι, καίτοι, ὡς ἔφης, συνεχῶς αὐτὰ βαστάζεις. ἡμεῖς δὲ ἡδέως τέ σου τὴν δέησιν ἀπεδεξάμεθα καὶ ἐλπίσιν ἡδείαις συνεσχέθημεν.
γράψαντες οὖν τὰ λοιπὰ πάντα συντελοῦμεν ἅπερ ἠξίωσας πολλοῖς καὶ ἄλλοις ἐσόμενα χρήσιμα τὰ διαλογίσματα ταῦτα, καὶ μάλιστα τοῖς νεωστὶ φυσιολογίας γνησίου γευομένοις καὶ τοῖς εἰς ἀσχολίας βαθυτέρας τῶν ἐγκυκλίων τινὸς ἐμπεπλεγμένοις. καλῶς δὴ αὐτὰ διάλαβε, καὶ διὰ μνήμης ἔχων ὀξέως αὐτὰ περιόδευε μετὰ τῶν λοιπῶν ὧν ἐν τῇ μικρᾷ ἐπιτομῇ πρὸς Ἡρόδοτον ἀπεστείλαμεν.
Πρῶτον μὲν οὖν μὴ ἄλλο τι τέλος ἐκ τῆς περὶ μετεώρων γνώσεως εἴτε κατὰ συναφὴν λεγομένων εἴτε αὐτοτελῶς νομίζειν 〈δεῖ〉 εἶναι ἤπερ ἀταραξίαν καὶ πίστιν βέβαιον, καθάπερ καὶ ἐπὶ τῶν λοιπῶν,
〈καὶ〉 μήτε τὸ ἀδύνατον [καὶ] παραβιάζεσθαι μήτε ὁμοίαν κατὰ πάντα τὴν θεωρίαν ἔχειν ἢ τοῖς περὶ βίων λόγοις ἢ τοῖς κατὰ τὴν τῶν ἄλλων φυσικῶν προβλημάτων κάθαρσιν, οἷον ὅτι τὸ πᾶν σῶμα καὶ ἀναφὴς φύσις ἐστίν, ἢ ὅτι ἄτομα στοιχεῖα καὶ πάντα τὰ τοιαῦτα, [ἢ] ὅσα μοναχὴν ἔχει τοῖς φαινομένοις συμφωνίαν· ὅπερ ἐπὶ τῶν μετεώρων οὐχ ὑπάρχει, ἀλλὰ ταῦτά γε πλεοναχὴν ἔχει καὶ τῆς γενέσεως αἰτίαν καὶ τῆς οὐσίας ταῖς αἰσθήσεσι σύμφωνον κατηγορίαν. οὐ γὰρ κατὰ ἀξιώματα κενὰ καὶ νομοθεσίας φυσιολογητέον, ἀλλ’ ὡς τὰ φαινόμενα ἐκκαλεῖται·
οὐ γὰρ ἰδιολογίας καὶ κενῆς δόξης ὁ βίος ἡμῶν ἔχει χρείαν, ἀλλὰ τοῦ ἀθορύβως ἡμᾶς ζῆν. πάντα μὲν οὖν γίνεται ἀσείστως κατὰ πάντων κατὰ πλεοναχὸν τρόπον ἐκκαθαιρομένων συμφώνως τοῖς φαινομένοις, ὅταν τις τὸ πιθανολογούμενον ὑπὲρ αὐτῶν δεόντως καταλίπῃ· ὅταν δέ τις τὸ μὲν ἀπολίπῃ, τὸ δὲ ἐκβάλῃ ὁμοίως σύμφωνον ὂν τῷ φαινομένῳ, δῆλον ὅτι καὶ ἐκ παντὸς ἐκπίπτει φυσιολογή ματος, ἐπὶ δὲ τὸν μῦθον καταρρεῖ. σημεῖα δ’ ἐπὶ τῶν ἐν τοῖς μετεώροις συντελουμένων φέρει τῶν παρ’ ἡμῖν τινα φαινομένων, ἃ θεωρεῖται ᾗ ὑπάρχει· καὶ οὐ τὰ ἐν τοῖς μετεώροις φαινόμενα· ταῦτα γὰρ ἐνδέχεται πλεοναχῶς γίνεσθαι.
τὸ μέντοι φάντασμα ἑκάστου τηρητέον καὶ ἐπὶ τὰ συναπτόμενα τούτῳ διαιρετέον, ἃ οὐκ ἀντιμαρτυρεῖται τοῖς παρ’ ἡμῖν γινομένοις πλεοναχῶς συντελεῖσθαι.
Κόσμος ἐστὶ περιοχή τις οὐρανοῦ, ἄστρα τε καὶ γῆν καὶ πάντα τὰ φαινόμενα περιέχουσα, ἀποτομὴν ἔχουσα ἀπὸ τοῦ ἀπείρου καὶ [κατα]λήγουσα ἐν πέρατι ἢ ἀραιῷ ἢ πυκνῷ καὶ οὗ λυομένου πάντα τὰ ἐν αὐτῷ σύγχυσιν λήψεται —, [καὶ λήγουσαν] ἢ ἐν περιαγομένῳ ἢ ἐν στάσιν ἔχοντι καὶ στρογγύλην ἢ τρίγωνον ἢ οἵαν δήποτε περιγραφήν· πανταχῶς γὰρ ἐνδέχεται· τῶν γὰρ φαινομένων οὐδὲν ἀντιμαρτυρεῖ 〈ἐν〉 τῷδε τῷ κόσμῳ, ἐν ᾧ λῆγον οὐκ ἔστι καταλαβεῖν.
Ὅτι δὲ καὶ τοιοῦτοι κόσμοι εἰσὶν ἄπειροι τὸ πλῆθος ἔστι καταλαβεῖν, καὶ ὅτι καὶ ὁ τοιοῦτος δύνεται κόσμος γίνεσθαι (καὶ ἐν κὀσμῳ καὶ μετακοσμίῳ, ὃ λέγομεν μεταξὺ κόσμων διάστημα) ἐν πολυκένῳ τόπῳ καὶ οὐκ ἐν μεγάλῳ εἰλικρινεῖ καὶ κενῷ, καθάπερ τινές φασιν, ἐπιτηδείων τινῶν σπερμάτων ῥυέντων ἀφ’ ἑνὸς κόσμου ἢ μετακοσμίου ἢ ἀπὸ πλειόνων κατὰ μικρὸν προσθέσεις τε καὶ διαρθρώσεις καὶ μεταστάσεις ποιούντων ἐπ’ ἄλλον τόπον, ἐὰν οὕτω τύχῃ, καὶ ἐπαρδεύσεις ἐκ τῶν ἐχόντων ἐπιτηδείως ἕως τελειώσεως καὶ διαμονῆς ἐφ’ ὅσον τὰ ὑποβληθέντα θεμέλια
τὴν προσδοχὴν δύναται ποιεῖσθαι. οὐ γὰρ ἀθροισμὸν δεῖ μόνον γενέσθαι οὐδὲ δῖνον ἐν ᾧ ἐνδέχεται κόσμον γίνεσθαι κενῷ κατὰ τὸ δοξαζόμενον ἐξ ἀνάγκης, αὔξεσθαί τε, ἕως ἂν ἑτέρῳ προσκρούσῃ, καθάπερ τῶν φυσικῶν καλουμένων φησί τις. τοῦτο γὰρ μαχόμενόν ἐστι τοῖς φαινομένοις.
Ἥλιός τε καὶ σελήνη καὶ τὰ λοιπὰ ἄστρα 〈οὐ〉 καθ’ ἑαυτὰ γενόμενα ὕστερον ἐμπεριελαμβάνετο ὑπὸ τοῦ κόσμου καὶ ὅσα γε δὴ σῴζει, ἀλλ’ εὐθὺς διεπλάττετο καὶ αὔξησιν ἐλάμβανεν (ὁμοίως δὲ καὶ γῆ καὶ θάλαττα) κατὰ προσκρίσεις καὶ δινήσεις λεπτομερῶν τινων φύσεων, ἤτοι πνευματικῶν ἢ πυροειδῶν ἢ τὸ συναμφότερον· καὶ γὰρ ταῦτα οὕτως ἡ αἴσθησις ὑπο βάλλει.
Τὸ δὲ μέγεθος ἡλίου τε 〈καὶ σελήνης〉 καὶ τῶν λοιπῶν ἄστρων κατὰ μὲν τὸ πρὸς ἡμᾶς τηλικοῦτόν ἐστιν ἡλίκον φαίνεται. (τοῦτο καὶ ἐν τῇ ιᾱ Περὶ φύσεως· εἰ γάρ, φησί, τὸ μέγεθος διὰ τὸ διάστημα ἀποβεβλήκει, πολλῷ μᾶλλον ἂν τὴν χρόαν.) ἄλλο γὰρ τούτῳ συμμετρότερον διάστημα οὐθέν ἐστι· κατὰ δὲ τὸ καθ’ αὑτὸ ἤτοι μεῖζον τοῦ ὁρωμένου ἢ μικρῷ ἔλαττον ἢ τηλικοῦτον (οὐχ ἅμα). οὕτω γὰρ καὶ τὰ παρ’ ἡμῖν πυρὰ ἐξ ἀποστήματος θεωρούμενα κατὰ τὴν αἴσθησιν θεωρεῖται. καὶ πᾶν δὲ τὸ εἰς τοῦτο τὸ μέρος ἔνστημα ῥᾳδίως διαλυθήσεται, ἐάν τις τοῖς ἐναργήμασι προσέχῃ, ὅπερ ἐν τοῖς περὶ φύσεως βιβλίοις δείκνυμεν.
Ἀνατολὰς καὶ δύσεις ἡλίου καὶ σελήνης καὶ τῶν λοιπῶν ἄστρων καὶ κατὰ ἄναψιν γίνεσθαι δυνατὸν καὶ κατὰ σβέσιν, τοιαύτης οὔσης περιστάσεως (καὶ καθ’ ἑκατέρους τοὺς τρόπους), ὥστε τὰ προειρημένα ἀποτελεῖσθαι· οὐδὲν γὰρ τῶν φαινομένων ἀντιμαρτυρεῖ. 〈καὶ〉 κατ’ ἐκφάνειάν τε ὑπὲρ γῆς καὶ πάλιν ἐπιπρόσθησιν τὸ προειρημένον δύναιτ’ ἂν συντελεῖσθαι· οὐδὲ γάρ τι τῶν φαινομένων ἀντιμαρτυρεῖ. Τάς τε κινήσεις αὐτῶν οὐκ ἀδύνατον μὲν γίνεσθαι κατὰ τὴν τοῦ ὅλου οὐρανοῦ δίνην, ἢ τούτου μὲν στάσιν,
αὐτῶν δὲ δίνην κατὰ τὴν ἐξ ἀρχῆς ἐν τῇ γενέσει τοῦ κόσμου ἀνάγκην ἀπογεννηθεῖσαν (ἐπ’ ἀνατολῇ τὰ τῇ θερμασίᾳ. . .) 〈ἢ καὶ〉 κατά τινα ἐπινέμησιν τοῦ πυρὸς ἀεὶ ἐπὶ τοὺς ἑξῆς τόπους ἰόντος. Τροπὰς ἡλίου καὶ σελήνης ἐνδέχεται μὲν γίνεσθαι κατὰ λόξωσιν οὐρανοῦ οὕτω τοῖς χρόνοις κατηναγκασμένου· ὁμοίως δὲ καὶ κατὰ ἀέρος ἀντέξωσιν ἢ καὶ ὕλης ἀεὶ ἐπιτηδείας ἐχομένης ἐμπιπραμένης, τῆς δὲ καταλειπομένης· ἢ καὶ ἐξ ἀρχῆς τοιαύτην δίνην κατειληθῆναι τοῖς ἄστροις τούτοις, ὥσθ’ οἷόν τιν’ ἕλικα κινεῖσθαι. πάντα γὰρ τὰ τοιαῦτα καὶ τὰ τούτοις συγγενῆ οὐθενὶ τῶν ἐναργημάτων διαφωνεῖ, ἐάν τις ἀεὶ ἐπὶ τῶν τοιούτων μερῶν ἐχόμενος τοῦ δυνατοῦ εἰς τὸ σύμφωνον τοῖς φαινομένοις ἕκαστον τούτων δύνηται ἐπανάγειν, μὴ φοβούμενος τὰς ἀνδραποδώδεις ἀστρολόγων τεχνιτείας.
Κένωσίς τε σελήνης καὶ πάλιν πλήρωσις καὶ κατὰ στροφὴν τοῦ σώματος τούτου δύναιτ’ ἂν γίνεσθαι καὶ κατὰ σχηματισμοὺς ἀέρος ὁμοίως, ἔτι τε καὶ κατ’ ἐπιπροσθήσεις καὶ κατὰ πάντας τρόπους, καθ’ οὓς καὶ τὰ παρ’ ἡμῖν φαινόμενα ἐκκαλεῖται εἰς τὰς τούτου τοῦ εἴδους ἀποδόσεις, ἐὰν μή τις τὸν μοναχῇ τρόπον κατηγαπηκὼς τοὺς ἄλλους κενῶς ἀποδοκιμάζῃ, οὐ τεθεωρηκὼς τί δυνατὸν ἀνθρώπῳ θεωρῆσαι καὶ τί ἀδύνατον, καὶ διὰ τοῦτο ἀδύνατα θεωρεῖν ἐπιθυμῶν. Ἔτι τε ἐνδέχεται 〈μὲν〉 τὴν σελήνην ἐξ ἑαυτῆς ἔχειν τὸ φῶς, ἐνδέχεται δὲ ἀπὸ τοῦ ἡλίου.
καὶ γὰρ παρ’ἡμῖν θεωρεῖται πολλὰ μὲν ἐξ ἑαυτῶν ἔχοντα, πολλὰ δὲ ἀφ’ ἑτέρων. καὶ οὐθὲν ἐμποδοστατεῖ τῶν ἐν τοῖς μετεώροις φαινομένων, ἐάν τις τοῦ πλεοναχοῦ τρόπου ἀεὶ μνήμην ἔχῃ καὶ τὰς ἀκολούθους αὐτοῖς ὑποθέσεις ἅμα καὶ αἰτίας συνθεωρῇ καὶ μὴ ἀναβλέπων εἰς τὰ ἀνακόλουθα ταῦτ’ ὀγκοῖ ματαίως καὶ καταρρέπῃ ἄλλοτε ἄλλως ἐπὶ τὸν μοναχὸν τρόπον. Ἡ δὲ ἔμφασις τοῦ προσώπου ἐν αὐτῇ δύναται μὲν γίνεσθαι καὶ κατὰ παραλλαγὴν μερῶν καὶ κατ’ ἐπιπρόσθησιν, καὶ ὅσοι ποτ’ ἂν τρόποι θεωροῖντο τὸ σύμφωνον τοῖς φαινομένοις κεκτημένοι.
ἐπὶ πάντων γὰρ τῶν μετεώρων τὴν τοιαύτην ἴχνευσιν οὐ προετέον. ἢν γάρ τις ᾖ μαχόμενος τοῖς ἐναργήμασιν, οὐδέποτε μὴ δυνήσεται ἀταραξίας γνησίου μεταλαβεῖν.
Ἔκλειψις ἡλίου καὶ σελήνης δύναται μὲν γίνεσθαι καὶ κατὰ σβέσιν, καθάπερ καὶ παρὰ ἡμῖν τοῦτο θεωρεῖται γινόμενον· καὶ ἔτι κατ’ ἐπιπρόσθησιν ἄλλων τινῶν, ἢ γῆς ἢ οὐρανοῦ ἢ τινος ἑτέρου τοιούτου. καὶ ὧδε τοὺς οἰκείους ἀλλήλοις τρόπους συνθεωρητέον, καὶ τὰς ἅμα συγκυρήσεις τινῶν ὅτι οὐκ ἀδύνατον γίνεσθαι. (ἐν δὲ τῇ ῑβ̄̄ Περὶ φύσεως ταὐτὰ λέγει καὶ πρός, ἥλιον ἐκλείπειν σελήνης ἐπισκοτούσης, σελήνην δὲ τοῦ τῆς γῆς σκιάσματος, ἀλλὰ καὶ κατ’ ἀναχώρησιν.
τοῦτο δὲ καὶ Διογένης ὁ Ἐπικούρειος ἐν τῇ ᾱ τῶν Ἐπιλέκτων.) Ἔτι τε τάξις περιόδου, καθάπερ ἔνια καὶ παρ’ ἡμῖν τῶν τυχόντων γίνεται, λαμβανέσθω· καὶ ἡ θεία φύσις πρὸς ταῦτα μηδαμῇ προσαγέσθω, ἀλλ’ ἀλειτούργητος διατηρείσθω καὶ ἐν τῇ πάσῃ μακαριότητι. ὡς εἰ τοῦτο μὴ πραχθήσεται, ἅπασα ἡ τῶν μετεώρων αἰτιολογία ματαία ἔσται, καθάπερ τισὶν ἤδη ἐγένετο οὐ δυνατοῦ τρόπου ἐφαψαμένοις, εἰς δὲ τὸ μάταιον ἐκπεσοῦσι τῷ καθ’ ἕνα τρόπον μόνον οἴεσθαι γίνεσθαι, τοὺς δ’ ἄλλους πάντας τοὺς κατὰ τὸ ἐνδεχόμενον ἐκβάλλειν εἴς τε τὸ ἀδιανόητον φερομένους καὶ τὰ φαινόμενα, ἃ δεῖ σημεῖα ἀποδέχεσθαι, μὴ δυναμένους συνθεωρεῖν.
Μήκη νυκτῶν καὶ ἡμερῶν παραλλάττοντα . . . καὶ παρὰ τὸ ταχείας ἡλίου κινήσεις γίνεσθαι καὶ πάλιν βραδείας 〈καὶ〉 (ὑπὲρ γῆς) παρὰ τὸ μήκη τόπων παραλλάττοντα . . . (καὶ τόπους τινὰς περαιοῦντα τάχιον), ὡς καὶ παρὰ ἡμῖν (ἢ καὶ βραδύτερον) τινα θεωρεῖται, οἷς συμφώνως δεῖ λέγειν ἐπὶ τῶν μετεώρων. οἱ δὲ τὸ ἓν λαμβάνοντες τοῖς τε φαινομένοις μάχονται καὶ τοῦ ᾗ δυνατὸν ἀνθρώπῳ θεωρῆσαι διαπεπτώκασιν.
Ἐπισημασίαι δύνανται γίνεσθαι καὶ κατὰ συγκυρήσεις καιρῶν, καθάπερ ἐν τοῖς ἐμφανέσι παρ’ ἡμῖν ζῴοις, καὶ παρ’ ἑτεροιώσεις ἀέρος καὶ μεταβολάς·
ἀμφότερα γὰρ ταῦτα οὐ μάχεται τοῖς φαινομένοις. ἐπὶ δὲ ποίοις παρὰ τοῦτο ἢ τοῦτο τὸ αἴτιον γίνεται, οὐκ ἔστι συνιδεῖν.
Νέφη δύναται γίνεσθαι καὶ συνίστασθαι καὶ παρὰ πιλήσεις ἀέρος πνευμάτων συνώσει καὶ παρὰ περιπλοκὰς ἀλληλούχων ἀτόμων καὶ ἐπιτηδείων εἰς τὸ τοῦτο τελέσαι καὶ κατὰ ῥευμάτων συλλογὴν ἀπό τε γῆς καὶ ὑδάτων· καὶ κατ’ ἄλλους δὲ τρόπους πλείους αἱ τῶν τοιούτων συστάσεις οὐκ ἀδυνατοῦσι συντελεῖσθαι. Ἤδη δ’ ἀπ’ αὐτῶν ᾗ μὲν θλιβομένων, ᾗ δὲ μεταβαλλόντων ὕδατα δύναται συντελεῖσθαι,
ἔτι τε (πνεύματα κατὰ ἀποφορὰν ἀπὸ ἐπιτηδείων τόπων) καὶ δι’ ἀέρος κινουμένων, βιαιοτέρας ἐπαρδεύσεως γινομένης ἀπό τινων ἀθροισμάτων ἐπιτηδείων εἰς τὰς τοιαύτας ἐπιπέμψεις.
Βροντὰς ἐνδέχεται γίνεσθαι καὶ κατὰ πνεύματος ἐν τοῖς κοιλώμασι τῶν νεφῶν ἀνείλησιν, καθάπερ ἐν τοῖς ἡμετέροις ἀγγείοις, καὶ παρὰ πυρὸς πεπνευματωμένου βόμβον ἐν αὐτοῖς, καὶ κατὰ ῥήξεις δὲ νεφῶν καὶ διαστάσεις, καὶ κατὰ παρατρίψεις νεφῶν καὶ †τάξεις πῆξιν εἰληφότων κρυσταλλοειδῆ· καὶ τὸ ὅλον καὶ τοῦτο τὸ μέρος πλεοναχῶς γίνεσθαι λέγειν ἐκκαλεῖται τὰ φαινόμενα.
Καὶ ἀστραπαὶ δ’ ὡσαύτως γίνονται κατὰ πλείους τρόπους· καὶ γὰρ κατὰ παράτριψιν καὶ σύγκρουσιν νεφῶν ὁ πυρὸς ἀποτελεστικὸς σχηματισμὸς ἐξολισθαίνων ἀστραπὴν γεννᾷ· καὶ κατ’ ἐκριπισμὸν ἐκ τῶν νεφῶν ὑπὸ πνευμάτων τῶν τοιούτων σωμάτων ἃ τὴν λαμπηδόνα ταύτην παρασκευάζει· καὶ κατ’ ἐκπιασμόν, θλίψεως τῶν νεφῶν γινομένης εἴθ’ ὑπ’ ἀλλήλων εἴθ’ ὑπὸ πνευμάτων· καὶ κατ’ ἐμπερίληψιν δὲ τοῦ ἀπὸ τῶν ἄστρων κατεσπαρμένου φωτός, εἶτα συνελαυνομένου ὑπὸ τῆς κινήσεως νεφῶν τε καὶ πνευμάτων καὶ διεκπίπτοντος διὰ τῶν νεφῶν· ἢ κατὰ διήθησιν 〈διὰ〉 τῶν νεφῶν τοῦ λεπτομερεστάτου φωτὸς (ἢ ἀπὸ τοῦ πυρὸς νέφη συνειλέχθαι καὶ τὰς βροντὰς ἀποτελεῖσθαι) καὶ κατὰ τὴν τούτου κίνησιν· καὶ κατὰ τὴν τοῦ πνεύματος ἐκπύρωσιν τὴν γινομένην διά τε συντονίαν φορᾶς καὶ διὰ σφοδρὰν κατείλησιν·
καὶ κατὰ ῥήξεις δὲ νεφῶν ὑπὸ πνευμάτων 〈καὶ〉 ἔκπτωσιν τῶν πυρὸς ἀποτελεστικῶν ἀτόμων καὶ τὸ τῆς ἀστραπῆς φάντασμα ἀποτελουσῶν· καὶ κατ’ ἄλλους δὲ πλείους τρόπους ῥᾳδίως ἔσται καθορᾶν ἐχόμενον ἀεὶ τῶν φαινομένων καὶ τὸ τούτοις ὅμοιον δυνάμενον συνθεωρεῖν. Προτερεῖ δὲ ἀστραπὴ βροντῆς ἐν τοιᾷδέ τινι περιστάσει νεφῶν καὶ διὰ τὸ ἅμα τῷ τὸ πνεῦμα ἐμπίπτειν ἐξωθεῖσθαι τὸν ἀστραπῆς ἀποτελεστικὸν σχηματισμόν, ὕστερον δὲ τὸ πνεῦμα ἀνειλούμενον τὸν βόμβον ἀποτελεῖν τοῦτον· καὶ κατ’ ἔμπτωσιν δὲ ἀμφοτέρων ἅμα, τῷ τάχει συντονωτέρῳ κεχρῆσθαι πρὸς ἡμᾶς τὴν
ἀστραπήν, ὑστερεῖν δὲ τὴν βροντήν, καθάπερ ἐπ’ ἐνίων ἐξ ἀποστήματος θεωρουμένων καὶ πληγάς τινας ποιουμένων.
Κεραυνοὺς ἐνδέχεται γίνεσθαι καὶ κατὰ πλείονας πνευμάτων συλλογὰς καὶ κατείλησιν ἰσχυράν τε ἐκπύρωσιν καὶ κατάρρηξιν μέρους καὶ ἔκπτωσιν ἰσχυροτέραν αὐτοῦ ἐπὶ τοὺς κάτω τόπους, τῆς ῥήξεως γινομένης διὰ τὸ τοὺς ἑξῆς τόπους πυκνοτέρους εἶναι διὰ πίλησιν νεφῶν· καὶ κατ’ αὐτὴν δὲ τὴν τοῦ πυρὸς ἔκπτωσιν ἀνειλουμένου, καθὰ καὶ βροντὴν ἐνδέχεται γίνεσθαι, πλείονος γενομένου καὶ πνευματωθέντος ἰσχυρότερον καὶ ῥήξαντος τὸ νέφος διὰ τὸ μὴ δύνασθαι ὑποχωρεῖν εἰς τὰ ἑξῆς, τῷ πίλησιν γίνεσθαι (τὸ μὲν πολὺ πρὸς ὄρος τι ὑψηλόν, ἐν ᾧ μάλιστα κεραυνοὶ πίπτουσιν) ἀεὶ πρὸς ἄλληλα.
καὶ κατ’ ἄλλους δὲ τρόπους πλείονας ἐνδέχεται κεραυνοὺς ἀποτελεῖσθαι· μόνον ὁ μῦθος ἀπέστω· ἀπέσται δέ, ἐάν τις καλῶς τοῖς φαινομένοις ἀκολουθῶν περὶ τῶν ἀφανῶν σημειῶται.
Πρηστῆρας ἐνδέχεται γίνεσθαι καὶ κατὰ κάθεσιν νέφους εἰς τοὺς κάτω τόπους στυλοειδῶς ὑπὸ πνεύματος ἀθρόου ὠσθέντος (καὶ διὰ τοῦ πνεύματος πολλοῦ φερομένου), ἅμα καὶ τὸ νέφος εἰς τὸ πλάγιον ὠθοῦντος τοῦ ἐκτὸς πνεύματος· καὶ κατὰ περίστασιν δὲ πνεύματος εἰς κύκλον, ἀέρος τινὸς ἐπισυνωθουμένου ἄνωθεν, καὶ ῥύσεως πολλῆς πνευμάτων γινομένης καὶ οὐ δυναμένης εἰς τὰ πλάγια διαρρυῆναι διὰ τὴν
πέριξ τοῦ ἀέρος πίλησιν. καὶ ἕως μὲν γῆς τοῦ πρηστῆρος καθιεμένου στρόβιλοι γίνονται, ὡς ἂν καὶ ἡ ἀπογέννησις κατὰ τὴν κίνησιν τοῦ πνεύματος γίνηται· ἕως δὲ θαλάττης δῖνοι ἀποτελοῦνται.
Σεισμοὺς ἐνδέχεται γίνεσθαι καὶ κατὰ πνεύματος ἐν τῇ γῇ ἀπόληψιν καὶ παρὰ μικροὺς ὄγκους αὐτῆς παράθεσιν καὶ συνεχῆ κίνησιν, ὃ τὸν κραδασμὸν τῇ γῇ παρασκευάζει. καὶ τὸ πνεῦμα τοῦτο ἢ ἔξωθεν ἐμπεριλαμβάνει 〈ἢ〉 ἐκ τοῦ πίπτειν [εἰς] ἐδάφη εἰς ἀντροειδεῖς τόπους τῆς γῆς ἐκπνευματοῦντα τὸν πεπιλημένον ἀέρα. 〈καὶ〉 κατ’ αὐτὴν δὲ τὴν διάδοσιν τῆς κινήσεως ἐκ τῶν πτώσεων ἐδαφῶν πολλῶν καὶ πάλιν ἀνταπόδοσιν, ὅταν πυκνώμασι σφοδροτέροις τῆς γῆς ἀπαντήσῃ, ἐνδέχεται σεισμοὺς ἀποτελεῖσθαι.
καὶ κατ’ ἄλλους δὲ πλείους τρόπους τὰς κινήσεις ταύτας τῆς γῆς γίνεσθαι. (τὰ δὲ πνεύματα συμβαίνει γίνεσθαι κατὰ χρόνον ἀλλοφυλίας τινὸς ἀεὶ καὶ κατὰ μικρὸν παρεισδυομένης, καὶ καθ’ ὕδατος ἀφθόνου συλλογήν· [τὰ δὲ λοιπὰ πνεύματα γίνεται] καὶ ὀλίγων πεσόντων εἰς τὰ πολλὰ κοιλώματα, διαδόσεως τούτων γινομένης.)
Χάλαζα συντελεῖται καὶ κατὰ πῆξιν ἰσχυροτέραν, πάντοθεν δὲ πνευματωδῶν περίστασιν τινῶν καὶ καταμέρισιν· καὶ 〈κατὰ〉 πῆξιν μετριωτέραν, ὑδατοειδῶν 〈δέ〉 τινων ὁμούρησιν ἅμα τήν τε σύνωσιν αὐτῶν ποιουμένην καὶ τὴν διάρρηξιν πρὸς τὸ κατὰ μέρη συνίστασθαι πηγνύμενα καὶ κατὰ ἀθρότητα.
ἡ δὲ περιφέρεια οὐκ ἀδυνάτως μὲν ἔχει γίνεσθαι πάντοθεν τῶν ἄκρων ἀποτηκομένων καὶ ἐν τῇ συστάσει πάντοθεν, ὡς λέγεται, κατὰ μέρη ὁμαλῶς περισταμένων εἴτε ὑδατοειδῶν τινων εἴτε πνευματωδῶν.
Χιόνα δὲ ἐνδέχεται συντελεῖσθαι καὶ ὕδατος λεπτοῦ ἐκχεομένου ἐκ τῶν νεφῶν (διὰ πόρων συμμετρίας καὶ θλίψεως ἐπιτηδείων νεφῶν καὶ ὑπὸ πνεύματος σπορᾶς), εἶτα τούτου πῆξιν ἐν τῇ φορᾷ λαμβάνοντος διά τινα ἰσχυρὰν ἐν τοῖς κατώτερον τόποις τῶν νεφῶν ψυχρασίας περίστασιν· καὶ κατὰ πῆξιν δ’ ἐν τοῖς νέφεσιν ὁμαλῆ ἀραιότητα ἔχουσαν τοιαύτη πρόεσις ἐκ τῶν νεφῶν γίνοιτο ἂν πρὸς ἄλληλα θλιβομένων, ὑδατοειδῶν τινων συμπαρακειμένων (ἃ οἱονεὶ σύνωσιν ποιούμενα χάλαζαν ἀποτελεῖ, ὃ μάλιστα γίνεται ἐν τῷ ἀέρι)·
καὶ κατὰ τρῖψιν δὲ νεφῶν πῆξιν εἰληφότων ἀπόπαλσιν ἂν λαμβάνοι τὸ τῆς χιόνος τοῦτο ἄθροισμα. καὶ κατ’ ἄλλους δὲ τρόπους ἐνδέχεται χιόνα συντελεῖσθαι.
Δρόσος συντελεῖται καὶ κατὰ σύνοδον πρὸς ἄλληλα ἐκ τοῦ ἀέρος τῶν τοιούτων, ἃ τῆς τοιαύτης ὑγρασίας ἀποτελεστικὰ γίνεται· καὶ κατὰ 〈ἀπο〉φορὰν δὲ ἢ ἀπὸ νοτερῶν τόπων ἢ ὕδατα κεκτημένων (ἐν οἷς τόποις μάλιστα δρόσος συντελεῖται), εἶτα σύνοδον τούτων εἰς τὸ αὐτὸ λαβόντων καὶ ἀποτέλεσιν ὑγρασίας καὶ πάλιν φορὰν ἐπὶ τοὺς κάτω τόπους, καθάπερ ὁμοίως καὶ παρ’ ἡμῖν ἐπὶ πλειόνων τοιαῦτά τινα 〈συντελούμενα θεωρεῖται.
Καὶ πάχνη δὲ οὐ διαφερόντως〉 συντελεῖται τῶν δρόσων τούτων πῆξίν τινα ποιὰν λαβόντων διὰ περίστασίν τινα ἀέρος ψυχροῦ.
Κρύσταλλος συντελεῖται καὶ κατ’ ἔκθλιψιν μὲν τοῦ περιφεροῦς σχηματισμοῦ ἐκ τοῦ ὕδατος, σύνωσιν δὲ τῶν σκαληνῶν καὶ ὀξυγωνίων τῶν ἐν τῷ ὕδατι ὑπαρχόντων· καὶ κατὰ ἔξωθεν δὲ τῶν τοιούτων πρόσκρισιν, ἃ συνελασθέντα πῆξιν τῷ ὕδατι παρεσκεύασε, ποσὰ τῶν περιφερῶν ἐκθλίψαντα.
Ἶρις γίνεται κατὰ πρόσλαμψιν [ὑπὸ] τοῦ ἡλίου πρὸς ἀέρα ὑδατοειδῆ· ἢ κατὰ [ἀέρος] φύσιν ἰδίαν τοῦ τε φωτὸς καὶ τοῦ ἀέρος, ἣ τὰ τῶν χρωμάτων τούτων ἰδιώματα ποιήσει εἴτε πάντα εἴτε μονοειδῶς, ἀφ’ οὗ πάλιν ἀπολάμποντος τὰ ὁμοροῦντα τοῦ ἀέρος χρῶσιν ταύτην λήψεται, οἵαν θεωροῦμεν. . . . κατὰ πρόσλαμψιν πρὸς τὰ μέρη.
Τὸ δὲ τῆς περιφερείας τούτου φάντασμα γίνεται διὰ τὸ τὸ διάστημα πάντοθεν ἴσον ὑπὸ τῆς ὄψεως θεωρεῖσθαι, ἢ σύνωσιν τοιαύτην λαμβανουσῶν τῶν ἐν τῷ ἀέρι 〈ἀ〉τόμων ἢ ἐν τοῖς νέφεσιν ἀπὸ τοῦ αὐτοῦ ἀέρος [προσφερομένου πρὸς τὴν σελήνην] ἀποφερομένων [ἀτόμων] περιφέρειάν τινα καθίεσθαι τὴν σύγκρισιν ταύτην.
Ἅλως περὶ τὴν σελήνην γίνεται [καὶ κατὰ] πάντοθεν ἀέρος προσφερομένου πρὸς τὴν σελήνην ἢ τὰ ἀπ’ αὐτῆς ῥεύματα ἀποφερόμενα ὁμαλῶς ἀναστέλλοντος ἐπὶ τοσοῦτον ἐφ’ ὅσον κύκλῳ περιστῆσαι τὸ νεφοειδὲς τοῦτο καὶ μὴ τὸ παράπαν διακρῖναι, ἢ καὶ τὸν πέριξ αὐτῆς ἀέρα ἀναστέλλοντος συμμέτρως πάντοθεν εἰς τὸ περιφερὲς τὸ περὶ αὐτὴν καὶ παχυ- μερὲς περιστῆσαι.
ὃ γίνεται κατὰ μέρη τινὰ ἤτοι ἔξωθεν βιασαμένου τινὸς ῥεύματος ἢ τῆς θερμασίας ἐπιτηδείων πόρων ἐπιλαμβανομένης εἰς τὸ τοῦτο ἀπεργάσασθαι.
Κομῆται ἀστέρες γίνονται ἤτοι πυρὸς ἐν τόποις τισὶ διὰ χρόνων τινῶν ἐν τοῖς μετεώροις συντρεφομένου περιστάσεως γινομένης, ἢ ἰδίαν τινὰ κίνησιν διὰ χρόνων τοῦ οὐρανοῦ ἴσχοντος ὑπὲρ ἡμᾶς, ὥστε τὰ τοιαῦτα ἄστρα ἀναφανῆναι (ἢ αὐτὰ ἐν χρόνοις τισὶν ὁρμῆσαι διά τινα περίστασιν καὶ εἰς τοὺς καθ’ ἡμᾶς τόπους ἐλθεῖν καὶ ἐκφανῆ γενέσθαι. τήν τε ἀφάνισιν τούτων γίνεσθαι παρὰ τὰς ἀντικειμένας ταύταις αἰτίας).
〈Τῶν ἄστρων〉 τινὰ ἀναστρέφεται αὐτοῦ, ὃ συμβαίνει οὐ μόνον τῷ τὸ μέρος τοῦτο τοῦ κόσμου ἑστάναι, περὶ ὃ τὸ λοιπὸν στρέφεται, καθάπερ τινές φασιν, ἀλλὰ καὶ τῷ δίνην ἀέρος ἔγκυκλον αὐτοῖς περιεστάναι, ἢ κωλυτικὴ γίνεται τοῦ περιπολεῖν ὡς καὶ τὰ ἄλλα· ἢ καὶ διὰ τὸ ἑξῆς μὲν αὐτοῖς ὕλην ἐπιτηδείαν μὴ εἶναι, ἐν δὲ τούτῳ τῷ τόπῳ ἐν ᾧ κείμενα θεωρεῖται. καὶ κατ’ ἄλλους δὲ πλείονας τρόπους τοῦτο δυνατὸν συντελεῖσθαι, ἐάν τις δύνηται τὸ σύμφωνον τοῖς φαινομένοις συλλογίζεσθαι.
Τινὰ τῶν ἄστρων πλανᾶσθαι, εἰ οὕτω ταῖς κινήσεσι χρώμενα συμβαίνει, τινὰ δὲ μὴ [κινεῖσθαι] ἐνδέχεται μὲν καὶ παρὰ τὸ κύκλῳ κινούμενα ἐξ ἀρχῆς οὕτω κατηναγκάσθαι, ὥστε τὰ μὲν κατὰ τὴν αὐτὴν δῖναν φέρεσθαι ὁμαλὴν οὖσαν, τὰ δὲ κατὰ τὴν ἅμα τισὶν ἀνωμαλίαις χρωμένην· ἐνδέχεται δὲ καὶ καθ’ οὓς τόπους φέρεται οὗ μὲν παρεκτάσεις ἀέρος εἶναι ὁμαλεῖς ἐπὶ τὸ αὐτὸ συνωθούσας κατὰ τὸ ἑξῆς ὁμαλῶς τε ἐκκαούσας, οὗ δὲ ἀνωμαλεῖς οὕτως ὥστε τὰς θεωρουμένας παραλλαγὰς συντελεῖσθαι. τὸ δὲ μίαν αἰτίαν τούτων ἀποδιδόναι, πλεοναχῶς τῶν φαινομένων ἐκκαλουμένων, μανικὸν καὶ οὐ καθηκόντως πραττόμενον ὑπὸ τῶν τὴν ματαίαν ἀστρολογίαν ἐζηλωκότων καὶ εἰς τὸ κενὸν αἰτίας τινῶν ἀποδιδόντων, ὅταν τὴν θείαν φύσιν μηθαμῇ λειτουργιῶν ἀπολύωσι.
Τινὰ ἄστρα ὑπολειπόμενά τινων θεωρεῖσθαι συμβαίνει καὶ παρὰ τὸ βραδύτερον συμπεριφέρεσθαι τὸν αὐτὸν κύκλον περιόντα, καὶ παρὰ τὸ τὴν ἐναντίαν κινεῖσθαι ἀντισπώμενα ὑπὸ τῆς αὐτῆς δίνης, καὶ παρὰ τὸ περιφέρεσθαι τὰ μὲν διὰ πλείονος τόπου, τὰ δὲ δι’ ἐλάττονος, τὴν αὐτὴν δῖναν περικυκλοῦντα. τὸ δὲ ἀπλῶς ἀποφαίνεσθαι περὶ τούτων καθῆκόν ἐστι τοῖς τερατεύεσθαί τι πρὸς τοὺς πολλοὺς βουλομένοις.
Οἱ λεγόμενοι ἀστέρες ἐκπίπτειν (καὶ) παρὰ μέρος (καὶ παρὰ τρῖψιν† ἑαυτῶν) δύνανται συντελεῖσθαι (καὶ παρὰ ἔκπτωσιν οὗ ἂν ἡ ἐκπνευμάτωσις γένηται), καθάπερ καὶ ἐπὶ τῶν ἀστραπῶν ἐλέγομεν·
καὶ κατὰ σύνοδον δὲ ἀτόμων πυρὸς ἀποτελεστικῶν, συμφυλίας γενομένης εἰς τὸ τοῦτο τελέσαι, καὶ κατὰ κίνησιν οὗ ἂν ἡ ὁρμὴ ἐξ ἀρχῆς κατὰ τὴν σύνοδον γένηται· καὶ κατὰ πνευμάτων δὲ συλλογὴν ἐν πυκνώμασί τισιν [ἐν] ὀμιχλοειδέσι καὶ ἐκπύρωσιν τούτων διὰ τὴν κατείλησιν, εἶτ’ [ἐπ]ἔκρηξιν 〈ἐκ〉 τῶν περιεχόντων, καὶ ἐφ’ ὃν ἂν τόπον ἡ ὁρμὴ γένηται τῆς φορᾶς, εἰς τοῦτον φερομένων. καὶ ἄλλοι δὲ τρόποι εἰς τοῦτο τελέσαι ἀμύθητοί εἰσιν.
Αἱ δ’ ἐπισημασίαι αἱ γινόμεναι ἐπί τισι ζῴοις κατὰ συγκύρημα γίνονται τοῦ καιροῦ. οὐ γὰρ τὰ ζῷα ἀνάγκην τινὰ προσφέρεται τοῦ ἀποτελεσθῆναι χειμῶνα, οὐδὲ κάθηταὶ τις θεία φύσις παρατηροῦσα τὰς τῶν ζῴων τούτων ἐξόδους κἄπειτα τὰς ἐπισημασίας ταύτας ἐπιτελεῖ.
οὐδὲ γὰρ 〈ἂν〉 εἰς τὸ τυχὸν ζῷον κἂν μικρῷ χαριέστερον ᾖ, ἡ τοιαύτη μωρία ἐκπέσοι, μὴ ὅτι εἰς παντελῆ εὐδαιμονίαν κεκτημένον.
Ταῦτα δὴ πάντα, Πυθόκλεις, μηνμόνευσον· κατὰ πολύ τε γὰρ τοῦ μύθου ἐκβήσῃ καὶ τὰ ὁμογενῆ τούτοις συνορᾶν δυνήσῃ, μάλιστα δὲ σεαυτὸν ἀπόδος εἰς τὴν τῶν ἀρχῶν καὶ ἀπειρίας καὶ τῶν συγγενῶν τούτοις θεωρίαν, ἔτι τε κριτηρίων καὶ παθῶν, καὶ οὗ ἕνεκεν ταῦτα ἐκλογιζόμεθα. ταῦτα γὰρ μάλιστα συνθεωρούμενα ῥᾳδίως τὰς περὶ τῶν κατὰ μέρος αἰτίας συνορᾶν ποιήσει. οἱ δὲ ταῦτα μὴ καταγαπήσαντες ᾖ μάλιστα οὔτε 〈ἂν〉 αὐτὰ ταῦτα καλῶς συνθεωρήσαιεν οὔτε οὗ ἕνεκεν δεῖ θεωρεῖν ταῦτα περιεποιήσαντο.
Epistula Tertia ad Menoeceum
14 letters·1,323 words·urn:cts:greekLit:tlg0537.tlg012.1st1K-grc1
Read on Scaife Source TEI XML Hercher (Epistolographi Graeci)
Show Greek text (14 letters) — click any Greek word for Logeion + Morpheus
Μήτε νέος τις ὢν μελλέτω φιλοσοφεῖν, μήτε γέρων ὑπάρχων κοπιάτω φιλοσοφῶν. οὔτε γὰρ ἄωρος οὐδείς ἐστιν οὔτε πάρωρος πρὸς τὸ κατὰ ψυχὴν ὑγιαῖνον. ὁ δὲ λέγων ἢ μήπω τοῦ φιλοσοφεῖν ὑπάρχειν ὥραν ἢ παρεληλυθέναι τὴν ὥραν ὅμοιός ἐστι τῷ λέγοντι πρὸς εὐδαιμονίαν ἢ μὴ παρεῖναι τὴν ὥραν ἢ μηκέτι εἶναι. ὥστε φιλοσοφητέον καὶ νέῳ καὶ γέροντι, τῷ μὲν ὅπως γηράσκων νεάζῃ τοῖς ἀγαθοῖς διὰ τὴν χάριν τῶν γεγονότων, τῷ δὲ ὅπως νέος ἅμα καὶ παλαιὸς ᾖ διὰ τὴν ἀφοβίαν τῶν μελλόντων· μελετᾶν οὖν χρὴ τὰ ποιοῦντα τὴν εὐδαιμονίαν, εἴπερ παρούσης μὲν αὐτῆς πάντα ἔχομεν, ἀπούσης δὲ πάντα πράττομεν εἰς τὸ ταύτην ἔχειν.
Ἃ δέ σοι συνεχῶς παρήγγελλον, ταῦτα καὶ πρᾶττε καὶ μελέτα, στοιχεῖα τοῦ καλῶς ζῆν ταῦτ’ εἶναι διαλαμβάνων. Πρῶτον μὲν τὸν θεὸν ζῷον ἄφθαρτον καὶ μακάριον νομίζων, ὡς ἡ κοινὴ τοῦ θεοῦ νόησις ὑπεγράφη, μηθὲν μήτε τῆς ἀφθαρσίας ἀλλότριον μήτε τῆς μακαριότητος ἀνοίκειον αὐτῷ πρόσαπτε· πᾶν δὲ τὸ φυλάττειν αὐτοῦ δυνάμενον τὴν μετὰ ἀφθαρσίας μακαριότητα περὶ αὐτὸν δόξαζε. θεοὶ μὲν γὰρ εἰσίν· ἐναργὴς γὰρ αὐτῶν ἐστιν ἡ γνῶσις· οἵους δ’ αὐτοὺς 〈οἱ〉 πολλοὶ νομίζουσιν, οὐκ εἰσίν· οὐ γὰρ φυλάττουσιν αὐτοὺς οἵους νομίζουσιν. ἀσεβὴς δὲ οὐχ ὁ τοὺς τῶν πολλῶν θεοὺς ἀναιρῶν, ἀλλ’ ὁ τὰς τῶν πολλῶν δόξας θεοῖς προσάπτων.
οὐ γὰρ προλήψεις εἰσὶν ἀλλ’ ὑπολήψεις ψευδεῖς αἱ τῶν πολλῶν ὑπὲρ θεῶν ἀποφάσεις. ἔνθεν αἱ μέγισται βλάβαι† αἴτιαι τοῖς κακοῖς ἐκ θεῶν ἐπάγονται καὶ ὠφέλειαι. ταῖς γὰρ ἰδίαις οἰκειούμενοι διὰ παντὸς ἀρεταῖς τοὺς ὁμοίους ἀποδέχονται, πᾶν τὸ μὴ τοιοῦτον ὡς ἀλλότριον νομίζοντες.
Συνέθιζε δὲ ἐν τῷ νομίζειν μηδὲν πρὸς ἡμᾶς εἶναι τὸν θάνατον· ἐπεὶ πᾶν ἀγαθὸν καὶ κακὸν ἐν αἰσθήσει· στέρησις δέ ἐστιν αἰσθήσεως ὁ θάνατος. ὅθεν γνῶσις ὀρθὴ τοῦ μηθὲν εἶναι πρὸς ἡμᾶς τὸν θάνατον ἀπολαυστὸν ποιεῖ τὸ τῆς ζωῆς θνητόν, οὐκ ἄπειρον προστιθεῖσα χρόνον, ἀλλὰ τὸν τῆς ἀθανασίας ἀφελομένη πόθον.
οὐθὲν γάρ ἐστιν ἐν τᾷ ζῆν δεινὸν τῷ κατειληφότι γνησίως τὸ μηδὲν ὑπάρχειν ἐν τῷ μὴ ζῆν δεινόν. ὥστε μάταιος ὁ λέγων δεδιέναι τὸν θάνατον οὐχ ὅτι λυπήσει παρών, ἀλλ’ ὅτι λυπεῖ μέλλων. ὃ γὰρ παρὸν οὐκ ἐνοχλεῖ, προσδοκώμενον κενῶς λυπεῖ. τὸ φρικωδέστατον οὖν τῶν κακῶν ὁ θάνατος οὐθὲν πρὸς ἡμᾶς, ἐπειδήπερ ὅταν μὲν ἡμεῖς ὦμεν, ὁ θάνατος οὐ πάρεστιν, ὅταν δὲ ὁ θάνατος παρῇ, τόθ’ ἡμεῖς οὐκ ἐσμέν. οὔτε οὖν πρὸς τοὺς ζῶντάς ἐστιν οὔτε πρὸς τοὺς τετελευτηκότας, ἐπειδήπερ περὶ οὓς μὲν οὐκ ἔστιν, οἳ δ’ οὐκέτι εἰσίν. Ἀλλ’ οἱ πολλοὶ τὸν θάνατον ὁτὲ μὲν ὡς μέγιστον τῶν κακῶν φεύγουσιν, ὁτὲ δὲ ὡς ἀνάπαυσιν τῶν ἐν τῷ ζῆν 〈κακῶν αἱροῦνται.
ὁ δὲ σοφὸς οὔτε παραιτεῖται τὸ ζῆν〉 οὔτε φοβεῖται τὸ μὴ ζῆν· οὔτε γὰρ αὐτῷ προσίσταται τὸ ζῆν οὔτε δοξάζει κακὸν εἶναί τι τὸ μὴ ζῆν. ὥσπερ δὲ τὸ σιτίον οὐ τὸ πλεῖον πάντως ἀλλὰ τὸ ἥδιστον αἱρεῖται, οὕτω καὶ χρόνον οὐ τὸν μήκιστον ἀλλὰ τὸν ἥδιστον καρπίζεται. Ὁ δὲ παραγγέλλων τὸν μὲν νέον καλῶς ζῆν, τὸν δὲ γέροντα καλῶς καταστρέφειν, εὐήθης ἐστὶν οὐ μόνον διὰ τὸ τῆς ζωῆς ἀσπαστόν, ἀλλὰ καὶ διὰ τὸ τὴν αὐτὴν εἶναι μελέτην τοῦ καλῶς ζῆν καὶ τοῦ καλῶς ἀποθνήσκειν. πολὺ δὲ χείρων καὶ ὁ λέγων καλὸν μὲν μὴ φῦναι, φύντα δ’ ὅπως ὤκιστα πύλας Ἀίδαο περῆσαι.
Εἰ μὲν γὰρ πεποιθὼς τουτό φησν, πῶς οὐκ ἀπέρχεται ἐκ τοῦ ζῆν; ἐν ἑτοίμῳ γὰρ αὐτῷ τοῦτ’ ἐστίν, εἴπερ ἦν βεβουλευμένον αὐτῷ βεβαίως· εἰ δὲ μωκώμενος, μάταιος ἐν τοῖς οὐκ ἐπιδεχομένοις. Μνημονευτέον δὲ ὡς τὸ μέλλον 〈οὔτε πάντως ἡμέτερον〉 οὔτε πάντως οὐχ ἡμέτερον, ἵνα μήτε πάντως προσμένωμεν ὡς ἐσόμενον μήτε ἀπελπίζωμεν ὡς πάντως οὐκ ἐσόμενον.
Ἀναλογιστέον δὲ ὡς τῶν ἐπιθυμιῶν αἱ μέν εἰσι φυσικαί, αἱ δὲ κεναί, καὶ τῶν φυσικῶν αἱ μὲν ἀναγκαῖαι, αἱ δὲ φυσι καὶ μόνον· τῶν δὲ ἀναγκαίων αἱ μὲν πρὸς εὐδαιμονίαν εἰσὶν ἀναγκαῖαι, αἱ δὲ πρὸς τὴν τοῦ σώματος ἀοχλησίαν, αἱ δὲ πρὸς αὐτὸ τὸ ζῆν.
τούτων γὰρ ἀπλανὴς θεωρία πᾶσαν αἵρεσιν καὶ φυγὴν ἐπανάγειν οἶδεν ἐπὶ τὴν τοῦ σώματος ὑγίειαν καὶ τὴν 〈τῆς ψυχῆς〉 ἀταραξίαν, ἐπεὶ τοῦτο τοῦ μακαρίως ζῆν ἐστι τέλος. τούτου γὰρ χάριν πάντα πράττομεν, ὅπως μήτε ἀλγῶμεν μήτε ταρβῶμεν. ὅταν δὲ ἅπαξ τοῦτο περὶ ἡμᾶς γένηται, λύεται πᾶς ὁ τῆς ψυχῆς χειμών, οὐκ ἔχοντος τοῦ ζῴου βαδίζειν ὡς πρὸς ἐνδέον τι καὶ ζητεῖν ἕτερον ᾧ τὸ τῆς ψυχῆς καὶ τοῦ σώματος ἀγαθὸν συμπληρώσεται. τότε γὰρ ἡδονῆς χρείαν ἔχομεν, ὅταν ἐκ τοῦ μὴ παρεῖναι τὴν ἡδονὴν ἀλγῶμεν· ‹ ὅταν δὲ μὴ ἀλγῶμεν,〉 οὐκέτι τῆς ἡδονῆς δεόμεθα.
Καὶ διὰ τοῦτο τὴν ἡδονὴν ἀρχὴν καὶ τέλος λέγομεν εἶναι τοῦ μακαρίως ζῆν. ταύτην γὰρ ἀγαθὸν πρῶτον καὶ συγγενικὸν ἔγνωμεν, καὶ ἀπὸ ταύτης καταρχόμεθα πάσης αἱρέσεως καὶ φυγῆς, καὶ ἐπὶ ταύτην καταντῶμεν ὡς κανόνι τῷ πάθει πᾶν ἀγαθὸν κρίνοντες. Καὶ ἐπεὶ πρῶτον ἀγαθὸν τοῦτο καὶ σύμφυτον, διὰ τοῦτο καὶ οὐ πᾶσαν ἡδονὴν αἱρούμεθα, ἀλλ’ ἔστιν ὅτε πολλὰς ἡδονὰς ὑπερβαίνομεν, ὅταν πλεῖον ἡμῖν τὸ δυσχερὲς ἐκ τούτων ἕπηται· καὶ πολλὰς ἀλγηδόνας ἡδονῶν κρείττους νομίζομεν, ἐπειδὰν μείζων ἡμῖν ἡδονὴ παρακολουθῇ πολὺν χρόνον ὑπομείνασι τὰς ἀλγηδόνας. πᾶσα οὖν ἡδονὴ διὰ τὸ φύσιν ἔχειν οἰκείαν ἀγαθόν, οὐ πᾶσα μέντοι αἱρετή· καθάπερ καὶ ἀλγηδὼν πᾶσα κακόν, οὐ πᾶσα δὲ ἀεὶ φευκτὴ πεφυκυῖα.
τῇ μέντοι συμμετρήσει καὶ συμφερόντων καὶ ἀσυμφόρων βλέψει ταῦτα πάντα κρίνειν καθήκει. χρώμεθα γὰρ τῷ μὲν ἀγαθῷ κατά τινας χρόνους ὡς κακῷ, τῷ δὲ κακῷ τοὔμπαλιν ὡς ἀγαθῷ.
Καὶ τὴν αὐτάρκειαν δὲ ἀγαθὸν μέγα νομίζομεν, οὐχ ἵνα πάντως τοῖς ὀλίγοις χρώμεθα, ἀλλ’ ὅπως ἐὰν μὴ ἔχωμεν τὰ πολλά, τοῖς ὀλίγοις ἀρκώμεθα, πεπεισμένοι γνησίως ὅτι ἥδιστα πολυτελείας ἀπολαύουσιν οἱ ἥκιστα ταύτης δεόμενοι, καὶ ὅτι τὸ μὲν φυσικὸν πᾶν εὐπόριστόν ἐστι, τὸ δὲ κενὸν δυσπόριστον, ὅτι τε λιτοὶ χυλοὶ ἴσην πολυτελεῖ διαίτῃ τὴν ἡδονὴν ἐπιφέρουσιν,
ὅταν ἅπαν τὸ ἀλγοῦν κατ’ ἔνδειαν ἐξαιρεθῇ, καὶ μᾶζα καὶ ὕδωρ τὴν ἀκροτάτην ἀποδίδωσιν ἡδονήν, ἐπειδὰν ἐνδέων τις αὐτὰ προσενέγκηται. τὸ συνεθίζειν οὖν ἐν ταῖς ἁπλαῖς καὶ οὐ πολυτελέσι διαίταις καὶ ὑγιείας ἐστὶ συμπληρωτικὸν καὶ πρὸς τὰς ἀναγκαίας τοῦ βίου χρήσεις ἄοκνον ποιεῖ τὸν ἄνθρωπον καὶ τοῖς πολυτελέσιν ἐκ διαλειμμάτων προσερχομένοις κρεῖττον ἡμᾶς διατίθησι καὶ πρὸς τὴν τύχην ἀφόβους παρασκευάζει. Ὅταν οὖν λέγωμεν ἡδονὴν τέλος ὑπάρχειν, οὐ τὰς τῶν ἀσώτων ἡδονὰς καὶ τὰς ἐν ἀπολαύσει κειμένας λέγομεν, ὥς τινες ἀγνοοῦντες καὶ οὐχ ὁμολογοῦντες ἢ κακῶς ἐκδεχόμένοι νομίζουσιν, ἀλλὰ τὸ μήτε ἀλγεῖν κατὰ σῶμα μήτε ταράττεσθαι κατὰ ψυχήν·
οὐ γὰρ πότοι καὶ κῶμοι συνείροντες οὐδ’ ἀπολαύσεις παίδων καὶ γυναικῶν οὐδ’ ἰχθύων καὶ τῶν ἄλλων, ὅσα φέρει πολυτελὴς τράπεζα, τὸν ἡδὺν γεννᾷ βίον, ἀλλὰ νήφων λογισμὸς καὶ τὰς αἰτίας ἐξερευνῶν πάσης αἱρέσεως καὶ φυγῆς καὶ τὰς δόξας ἐξελαύνων, ἐξ ὧν πλεῖστος τὰς ψυχὰς καταλαμβάνει θόρυβος.
Τούτων δὲ πάντων ἀρχὴ καὶ τὸ μέγιστον ἀγαθὸν φρόνησις. διὸ καὶ φιλοσοφίας τιμιώτερον ὑπάρχει φρόνησις, ἐξ ἧς αἱ λοιπαὶ πᾶσαι πεφύκασιν ἀρεταί, διδάσκουσα ὡς οὐκ ἔστιν ἡδέως ζῆν ἄνευ τοῦ φρονίμως καὶ καλῶς καὶ δικαίως 〈οὐδὲ φρονίμως καὶ καλῶς καὶ δικαίως〉 ἄνευ τοῦ ἡδέως. συμπεφύκασι γὰρ αἱ ἀρεταὶ τῷ ζῆν ἡδέως, καὶ τὸ ζῆν ἡδέως τούτων ἐστὶν ἀχώριστον.
Ἐπεὶ τίνα νομίζεις εἶναι κρείττονα τοῦ καὶ περὶ θεῶν ὅσια δοξάζοντος καὶ περὶ θανάτου διὰ παντὸς ἀφόβως ἔχοντος καὶ τὸ τῆς φύσεως ἐπιλελογισμένου τέλος, καὶ τὸ μὲν τῶν ἀγαθῶν πέρας ὡς ἔστιν εὐσυμπλήρωτόν τε καὶ εὐπόριστον διαλαμβάνοντος, τὸ δὲ τῶν κακῶν ὡς ἢ χρόνους ἢ πόνους ἔχει βραχεῖς; τὴν δὲ ὑπό τινων δεσπότιν εἰσαγομένην πάντων †ἀγγέλλοντος * * (〈λέγει ἐν ἄλλοις γίνεσθαι ἃ μὲν κατ’ ἀνάγκην〉, ἃ δὲ ἀπὸ τύχης, ἃ δὲ παρ’ ἡμᾶς, διὰ τὸ τὴν μὲν ἀνάγκην ἀνυπεύθυνον εἶναι, τὴν δὲ τύχην ἄστατον ὁρᾶν, τὸ δὲ παρ’ ἡμᾶς ἀδέσποτον, ᾧ καὶ τὸ μεμπτὸν καὶ τὸ ἐναντίον παρακολουθεῖν πέφυκεν) —
ἐπεὶ κρεῖττον ἦν τῷ περὶ θεῶν μύθῳ κατακολουθεῖν ἢ τῇ τῶν φυσικῶν εἱμαρμένῃ δουλεύειν· ὁ μὲν γὰρ ἐλπίδα παραιτήσεως ὑπογράφει θεῶν διὰ τιμῆς, ἣ δὲ ἀπαραίτητον ἔχει τὴν ἀνάγκην — τὴν δὲ τύχην οὔτε θεὸν ὡς οἱ πολλοὶ νομίζουσιν ὑπολαμβάνων — οὐθὲν γὰρ ἀτάκτως θεῷ πράττεται ἀβέβαιον οὔτε αἰτίαν — 〈οὐκ〉 οἴεται μὲν γὰρ ἀγαθὸν ἢ κακὸν ἐκ ταύτης πρὸς τὸ μακαρίως ζῆν ἀνθρώποις δίδοσθαι, ἀρχὰς μέντοι μεγάλων ἀγαθῶν ἢ κακῶν ὑπὸ ταύτης χορηγεῖσθαι —
κρεῖττον εἶναι νομίζων εὐλογίστως ἀτυχεῖν ἢ ἀλογίστως εὐτυχεῖν — βέλτιον γὰρ ἐν ταῖς πράξεσι τὸ καλῶς κριθὲν 〈μὴ ὀρθωθῆναι ἢ τὸ μὴ καλῶς κριθὲν〉 ὀρθωθῆναι διὰ ταύτην.
Ταῦτα οὖν καὶ τὰ τούτοις συγγενῆ μελέτα πρὸς σεαυτὸν ἡμέρας καὶ νυκτὸς πρός 〈τε〉 τὸν ὅμοιον σεαυτῷ, καὶ οὐδέποτε οὔθ’ ὕπαρ οὔτ’ ὄναρ διαταραχθήσῃ, ζήσῃ δὲ ὡς θεὸς ἐν ἀνθρώποις. οὐθὲν γὰρ ἔοικε θνητῷ ζῴῳ ζῶν ἄνθρωπος ἐν ἀθανάτοις ἀγαθοῖς.
Euripides
Five letters under the name of the tragedian, addressed to Archelaus, Sophocles, and Cephisophon; pseudepigraphic.
Epistulae
15 letters·1,812 words·urn:cts:greekLit:tlg1367.tlg001.1st1K-grc1
Read on Scaife Source TEI XML Hercher (Epistolographi Graeci)
Show Greek text (15 letters) — click any Greek word for Logeion + Morpheus
α′. Ἀρχελάῳ βασιλεῖ. Τὸ μὲν ἀργύριον ἀνεπέμψαμέν σοι πάλιν, ὅπερ ἡμῖν Ἀμφίας ἐκόμιζεν, οὐ δόξαν κενὴν θηρώμενοι, εἰ μή γε καὶ ἀχθεσθήσεσθαί σε μᾶλλον ἢ ἀποδέξεσθαι ἡμᾶς δι’ αὐτὸ ἐνομίζομεν, τοὺς δ’ ἄλλους αὐτὸ δὴ τοῦτο καὶ μάλιστα πάντων συκοφαντεῖν ἐπιχειρήσειν ὡς ἐπίδειξιν οὖσαν τὸ πρᾶγμα καὶ πρόσχημα μᾶλλον εἰς τοὺς πολλούς, οὐ μεγαλοφροσύνην οὐδεμίαν. ὥστε τούτοιν μὲν ἀμφοῖν ἕνεκα κἂν ἐδεξάμεθα (καὶ Κλίτων δὲ ἐπέστειλεν ἡμῖν, ὅπως λάβοιμεν, ἀπειλήσας ὀργιεῖσθαι μὴ λαβοῦσιν), ἀλλ’ ὡς τὸ μὲν αὔταρκες ἡμῖν τε καὶ τοῖς φίλοις παρόν, τὸ δὲ ὑπὸ σοῦ πεμφθὲν πλεῖον ἢ ὅσον ἥ τε κτῆσις ἥρμοζε καὶ ἦν ἡμῖν ἡ φυλακὴ ῥᾳδία.
(2) περὶ δὲ τῶν Πελλαίων νεανίσκων καὶ πρότερον ἤδη ἐπεστείλαμέν σοι δεόμενοι, καὶ νῦν δεόμεθα σῶσαί τε αὐτοὺς καὶ ἀνεῖναι τῶν δεσμῶν· οὐδὲν γὰρ ἀδικεῖν ἐοίκασιν ἢ οὐδὲν βλάψειν ἀφεθέντες ἔτι. μέτριον δὲ καὶ τὸ χαρίσασθαι δεομένοις ἡμῖν καὶ τὸ ἐλεῆσαι δὲ τὸν πατέρα αὐτῶν γέροντα, ὡς ἔστι πυνθάνεσθαι τῶν εὐγενεστάτων ἐν Πέλλῃ καὶ κατὰ τἄλλα δοκίμων, ὃς αὐτὸς ἐλθὼν Ἀθήναζε ἐφ’ ἡμᾶς κατέφυγεν, ἐλπίσας δύνασθαί τι παρὰ σοί, καὶ ἐδεήθη ταῦτα ἐπιστεῖλαί σοι. ἀλλὰ μὴ φαυλότερος γένῃ περὶ ἡμᾶς ἢ ἐκεῖνος ὑπέλαβεν.
β′. Σοφοκλεῖ. Ἐκομίσθη Ἀθήναζε, ὦ Σοφόκλεις, ἡ παρὰ τὸν εἰς Χίον πλοῦν γενομένη σοι συμφορά, καὶ ἴσθι οὕτω διατεθεῖσαν τὴν πόλιν ἅπασαν, ὡς μηδὲ τοὺς ἐχθροὺς ἧσσον ἀχθεσθῆναι τῶν φίλων. τὸ δὲ τοσούτου κακοῦ ἥκοντος περισώζεσθαί σε καὶ τὸ τῶν συνόντων σοι φίλων μηδὲ θεραπόντων ἀποβαλεῖν μηδένα, οὐκ ἄλλο τι ἔγωγε ἢ θεοῦ πρόνοιαν γενέσθαι πείθομαι. ἡ μέντοι περὶ τὰ δράματα συμφορά, ἣν τίς οὐχὶ κοινὴν ἁπάσης τῆς Ἑλλάδος νομίσειεν ἄν, δεινὴ μέν, περιόντος γε σοῦ ῥᾳδίως ἐπανορθωθήσετε. ἀσφαλεστέραν ἢ ταχυτέραν ποιήσαιο τὴν ἐπάνοδον, καὶ εἴ τι ἄρα ἡ θάλασσα ἢ τὸ κρύος παραχρῆμα νηχόμενον γε ἢ ὕστερον κακῶσαι δοκεῖ, ῥαΐσας τὸ σῶμα πρότερον ἡσυχῆ ἐπάνιθι. καὶ τὰ οἴκοι ἴσθι κατὰ νοῦν καὶ ὅσα ἐπέστειλας ἐπιτελῆ ὄντα. ἄσπασαι Χιονίδην καὶ Λαπρέπην, καὶ εἰδέτωσαν ἡμᾶς οὐχ ἥκιστα καὶ ἐπ’ αὐτοῖς χαίροντας ὅτι σώζονται. Ἀντιγένη τὸν ἰατρόν, εἴπερ ἔτι ἐν Χίῳ καταλαμβάνεις καὶ μὴ ἀπῆρκέ πω εἰς Ῥόδον, ἄσπασαι, καὶ ἴσθι ἀνδρῶν βέλτιστον ὄντα, καὶ τοὺς Κρατίνου υἱεῖς.
γ′. Ἀρχελάῳ βασιλεῖ. Ἀφίκετο Ἀθήναζε πρὸς ἡμᾶς ὁ Πελλαῖος γέρων ἅμα τοῖς ἑαυτοῦ νεανίσκοις, καὶ ἐγένετο ἡ ὄψις, ὦ βέλτιστε βασιλεῦ, ἡδεῖα μὲν ἐμοὶ τῷ θεωμένῳ τε καὶ δι’ ὃν ταῦτα ἐγένετο, καλὴ δὲ καὶ σοὶ ἀπόντι καὶ φέρουσα δόξαν πολλὴν καὶ ζῆλον παρὰ πᾶσι τοῖς τε ἐπιτηδείοις τοῖς ἐμοῖς καὶ Ἀθηναίων ὁπόσοι εἶδον· εἷδον δὲ πολλοί, καὶ οὐδεὶς ὅστις οὐκ ἠγάσθη τέ σου τῆς φιλανθρωπίας καὶ συνηύξατό σοι τὰ ἀγαθά. περιῄει γὰρ ὁ γέρων οὐ πολλαῖς πάνυ ἡμέραις πρότερον ἐνθάδε ῥυπῶν τε καὶ κόμην ἔχων ἐν οὕτῳ πάνυ λιτῇ τινὶ ἐλπίδι τεθειμένος τὴν σωτηρίαν τῶν παίδων, λαμπρός τε ἐξαίφνης καὶ μετὰ δυοῖν παίδοιν νεανίαιν, θύων τε τοῖς θεοῖς, ἐμέ τε ὑμνῶν καὶ περιέπων, ὅτι σώσαιμι αὐτῷ τοὺς υἱέας, καὶ τὴν πόλιν τῶν Ἀθηναίων, ὅτι τοιούτους πολίτας τρέφει.
(2) ἐγὼ δὲ πολλὰ μὲν καὶ ἕτερα εἰπεῖν ἔχω, οὐ βούλομαι δέ, ἐπιδεικνὺς ὅσῳ πλείονα ἐκ τούτου σεαυτὸν ὤνησας ἢ ἄλλον τινὰ ἀνθρώπων, δοκεῖν διὰ τοῦτο ἐλάττω σοι χάριν ἔχειν. ὁμολογῶ δὲ αὐτός τε εὖ τὰ μέγιστα πεπονθέναι καὶ πειράσεσθαι τοῦ καλοῦ τούτου ἔργου πολλὰ πάνυ καὶ μεγάλα παρασχεῖν σοι χαριστήρια, ὅτι οὔτε τὸν δείλαιον γέροντα ἐκεῖνον, ὅτε ἠτύχει, τῆς ἐφ’ ἡμῖν οὔτε ἡμᾶς τῆς ἐπὶ σοὶ γενομένης ἐψεύσω ἐλπίδος.
δ′. Τῷ αὐτῷ. Καὶ τὰ περὶ τοὺς Πελλαίους, ὦ βέλτιστε Ἀρχέλαε, καὶ πολλὰ ἄλλα πεπολίτευταί σοι καλῶς καὶ πρὸς ἐμὲ καὶ πρὸς ἑτέρους ἐπιεικεῖς τε καὶ σπουδῆς ἀξίους πολλούς, καὶ οὐχ ἧσσον αὐτά, εὖ ἴσθι, ὅσα πρὸς ἄλλους τινάς, ἢ ὅσα πρὸς ἡμᾶς ἰδίᾳ πέπρακταί σοι καλῶς, ἐπιμελές μοι εἰδέναι, οὐ φιλοπράγμονι ὄντι, ἀλλὰ χαίροντι ἐφ’ οἷς εὐδοκιμοῦντα πυνθάνομαί σε, καὶ χάριν σοι οὐκ ἐλάττω ὑπὲρ αὐτῶν ἔχω· οὐ γὰρ ἀφ’ ὧν αὐτὸς ἔπαθόν τι ἰδίᾳ δεῖν μᾶλλον ἡσθῆναι ἢ ὅτι σε τοιοῦτον ὄντα ἔγνων ἔγωγε νομίζω. ταὐτὸ δὴ τοῦτό μοι περίεστιν ἀπὸ παντὸς ἔργου, ὅ τι ἂν εἰς ὁντινοῦν τῶν ἐπιεικῶν πυνθάνωμαί σε καλῶς πεπολιτευμένον.
(2) καὶ μέμνησο τούτων, ὦ βέλτιστε Ἀρχέλαε, ὅτι τὰ μὲν ἄλλα οὐδὲν πλέον ἢ πολλοὺς πόνους καὶ πολλὰς φροντίδας ἔδωκέ σοι ὁ θεός, ἓν δὲ ἔδωκεν ἀγαθὸν, δύνασθαι εὖ ποιεῖν οὓς ἂν ἐθέλῃς, θέλειν δὲ δεῖ τοὺς ἀξίους. καὶ τὰ μὲν ἄλλα ἐπ’ αὐτῷ βουλομένῳ ἐστὶν ἀφελέσθαι, ἓν δὲ οὐδὲ βουληθείς ποτε ἀφαιρήσεται, τὸ πολλοὺς εὖ πεποιηκέναι. ὥστε εὖ ἴσθι, ὅτι οὐδεμία μείζων ἀνδρὶ γενομένῳ ποτὲ ἐν δυνάμει μεταμέλεια καὶ πολυωδυνία γίγνεται ἢ εἰ διδόντος τοῦ θεοῦ μηδένα ἔδρασεν ἀγαθὸν μηδὲ ἕν, βουλομένῳ δὲ δρᾶν πέπαυται διδοὺς ὁ θεός. ἀλλ’ οὐ σύ γε ἂν τοῦτο πώποτε πάθοις, οὐδὲ ἀνιάσῃ ὅτι οἴχεται ὁ καιρὸς εἰς ἀνθρώπων εὐεργεσίαν ἀνεθεὶς φροῦδος ἤδη καὶ πέπαυται παρὼν ὁ θεός, ἀλλὰ καὶ παρέσται μὲν ἀεὶ καὶ στήσεται κατόπιν ἀξίῳ γε ὄντι καὶ χρωμένῳ ταῖς ἑαυτοῦ χάρισι δεξιῶς.
(3) ἀλλὰ δῆτα, κἂν ἐπίσχῃ πνέων, πάντως ἤδη και πόλεις καὶ ἔθνη καὶ ἰδιῶται πολλοὶ καὶ ᾔσθοντο τῆς σῆς δυνάμεως οὐ σὺν κακῷ, καὶ ἔχουσιν ἀπόμοιραν τῆς σῆς εὐπραξίας. καὶ οἱ μὲν πόνοι παύσαιντ’ ἂν ἐκστάντος σοῦ καὶ τὸ κινδυνεύειν καὶ αἱ φροντίδες, τὸ δὲ συνειδὸς ὧν τε ἔπαθον τοῖς παθοῦσι καὶ σοὶ τῷ πεποιηκότι ἀεὶ μενεῖ οὐ μικρὸν οὔτε κτῆμα οὔτε ἀπόλαυσμα, ἀλλὰ ἀρκοῦν τοῦτο καὶ ἐν δυσπραγίαις ἡδονὰς παρέχειν. ταῦτα δὴ παρακελεύομαι πράσσειν τε ἀεὶ καὶ μὴ ἀποκάμνειν, ὥσπερ οὐδ’ ἀποκάμοις ἄν, οὐδ’ ἔστι τις τούτου κόρος, τὰ δ’ ἄλλα πράως ὁμοίως καὶ δεξιῶς χρῆσθαι τῇ παρούσῃ δυνάμει· καὶ γὰρ τοῦτο αὐτὸ οὐκ ἄλλον τινὰ ἀνθρώπων, οὐδ’ ὅστις τεθνήξεσθαι παραχρῆμα μέλλων σοῦ κελεύσαντος ἀφεθῇ, ἐκεῖνον μᾶλλον ἢ σεαυτὸν εὐφρανεῖ τὸ τοιοῦτον εἶναι τὸν τρόπον.
(4) ἔτι γε μὴν καὶ τὸ τοὺς ἁπανταχόθι τιμῆς καὶ λόγου τινὸς τῶν Ἑλλήνων ἀξίους καὶ μάλιστα τοὺς κατὰ τὰς τέχνας σπουδαζομένους καὶ πάλιν αὖ μάλιστα τούτων ἁπάντων τοὺς ποιεῖν ἢ λέγειν τι κατὰ παιδείαν δυναμένους μετακαλεῖσθαί σε πανταχόθεν καὶ χορηγίαις τῶν ἐπιτηδείων ἀφθόνοις καὶ ταῖς ἄλλαις φιλοφροσύναις τημελεῖν, ὅπως ἀπαλλαγέντες τῶν ἄλλων φροντίδων ἐπιδιδῶσιν ἀεὶ διὰ σὲ καὶ προίωσιν ἐν ταῖς ἑαυτῶν ἔκαστοι τέχναις, καὶ τούτων ἀναπιμπλάναι τὸν οἶκον, ἀλλὰ μὴ κολάκων καὶ βωμολόχων ἀνθρώπων, καὶ τούτους θεραπεύειν αὐτόν, οὐχ ὑπ’ ἐκείνων θεραπεύεσθαι, μᾶλλον ὁμολογοῦντα, ὥσπερ ἔστι πυνθάνεσθαι πολλάκις, ὅτι ἐπ’ ἐκείνοις μᾶλλόν ἐστι τὸ σὲ εἶναι ὁποῖος εἶ καὶ τὸ τοιοῦτον ὄντα παρὰ τοῖς ἔπειτα ἀνθρώποις λόγου τυχεῖν, ἢ ἐπὶ σοὶ τὸ ἐκείνους εὐτυχεῖν· ἐκείνοις μέν γε, κὰν ὑπολίπωσιν αἱ παρὰ σοῦ δωρεαί, καὶ πλοῦτον αὐτάρκη καὶ δόξαν εἶναι καὶ ̔ἡδονὴν τὰς τέχνας. τίς σ’ οὐκ ἂν ἀγάσαιτο καὶ μακαρίσειε τούτων ἁπάντων, καὶ μάλιστα ὅτι ὁμολον ἤδη καὶ ἴσασι πάντες εἰς τοῦτό σε ἥκοντα τῆς πρὸς τοὺς συνόντας σοι φιλανθρωπίας, ὥστε τὴν μὲν ἰσχὺν καὶ πάνυ σοι συμβάλλεσθαι, τὸ δὲ ὄνομα μηδὲν ἀντιπράσσειν τὸ τοῦ βασιλέως εἰς τὸ στέργεσθαι ὑπὸ τῶν φίλων.
ε′. Κηφισοφῶντι. Καὶ ἀφικόμεθα εἰς Μακεδονίαν, ὦ βέλτιστε Κηφισοφῶν, τό τε σῶμα οὐ μοχθηρῶς διατεθέντες καὶ ὡς οἷόν τε μάλιστα ἦν ἐπιεικῶς κομιζόμενοι συντόμως, καὶ ἀπεδέξατο ἡμᾶς Ἀρχέλαος, ὡς εἰκός τε ἦν καὶ προσεδοκῶμεν ἡμεῖς, οὐ δωρεαῖς μόνον, ὧν οὐδὲν ἐχρήζομεν ἡμεῖς, ἀλλὰ καὶ φιλοφροσύναις, ὧν οὐδ’ ἂν εὔξαιτό τις μείζους παρὰ βασιλέων. καὶ κατελάβομεν Κλίτωνα ἐρρωμένον, καὶ ἔστιν ἡμῖν σὺν ἐκείνῳ τὰ πολλὰ καί, ὅταν τύχῃ, σὺν Ἀρχελάῳ ἄμεμπτος ἡ διαγωγή, πρός τε τοῖς ἔργοις οὐδὲν κωλυόμεθα τοῖς τούτων γίγνεσθαι. ἀλλὰ πολὺς μὲν ἔγκειται ὁ Κλίτων, πολὺς δὲ καὶ ὁ Ἀρχέλαος, ἑκάστοτε φροντίζειν τι καὶ ποιεῖν τῶν εἰωθότων ἀναγκάζοντες, ὥστε ἔμοιγε μισθὸν οὐκ ἀηδῆ μὲν οὖν οὐδὲ ἄπονον δοκεῖ Ἀρχέλαος ἀναπράσσεσθαι τῶν τε δωρεῶν, ὧν ἔδωκέ μοι εὐθὺς ἀφικομένῳ, καὶ ὅτι εἱστία με λαμπρότερον ἢ ἐμοὶ φίλον ἦν ἑκάστης ἡμέρας.
(2) περὶ δὲ ὧν ἐπέστειλας ἡμῖν σὺ μὲν εὖ ποιεῖς ἐπιστέλλων ἃ δοκεῖς ἡμῖν εἰδέναι διαφέρειν· ἴσθι μέντοι μηδὲν μᾶλλον ἡμῖν ὧν νῦν Ἀγάθων ἢ Μέσατος λέγει μέλον ἢ τῶν Ἀριστοφάνους φληναφημάτων οἶσθά ποτε μέλον. καὶ τούτοις γε ἂν ἀδικήσαις ἡμᾶς εἰς τὰ μάλιστα ἀποκρινάμενός ποτε, κἂν ὅλως μὴ παυομένους τῆς ἀναγωγίας αὐτοὺς ὁρᾷς. ἢν μέντοι τις τῶν ἀξίων περὶ Εὐριπίδου λέγειν τι ἢ ἀκούειν αἰτιᾶται ἡμᾶς τῆς πρὸς Ἀρχέλαον ὁδοῦ, ἃ μὲν τὸ πρόσθεν εἴπομεν περὶ τοῦ μὴ δεῖν εἰς Μακεδονίαν ἡμᾶς ἀποδημεῖν ἐπιστάμενος, ἃ δὲ μετὰ ταῦτα ἡμᾶς ἀπηνάγκασε βαδίσαι ἀγνοῶν, τοῦτον δὲ ἄξιον νόμιζε δηλοῦν αὐτῷ ἅπερ οἶσθα, ὦ Κηφισοφῶν, καὶ οὕτω πεπαύσεται ἀγνοῶν τὰς αἰτίας καὶ ἅμα, ὅπερ εἰκός ἐστι τὸν ἀγνοοῦντα πάσχειν, καταγινώσκων ἡμῶν ὡς φιλοχρημάτων γενομένων.
(3) οὐ γάρ που δὴ πορφύραν καὶ σκῆπτρον φορεῖν ἢ φρούρια λαβόντας ἐν Τριβαλλοῖς ἡγεῖσθαι ὑπάρχους καλουμένους ὀρεχθῆναί τις ἂν φήσειεν ἡμᾶς καὶ διὰ τοῦτο δὴ στείλασθαι τὴν πρὸς Ἀρχέλαον ὁδόν, ἀλλὰ δῆλον ὅτι πλούτου ἕνεκα. εἶτα πῶς ὃν ὅτε νέοι τε καὶ ὅτε μέσοι τὴν ἡλικίαν ἦμεν, καὶ ὃν ἔτι ζώσης ἡμῖν τῆς μητρός, ἧς ἕνεκα ἂν μόνης ἐβουλόμεθα πλουτεῖν, εἴπερ ἄλλως ἐβουλόμεθα, οὐχ ὅπως ἐδιώξαμεν, ἀλλὰ καὶ ἀπεωσάμεθα ἐγκείμενον, τὸν αὐτὸν τοῦτον πλοῦτον ἤδη τηλικοῖσδε οὖσιν ἡμῖν ἱμερτὸν εἶναι εἰκότως ἄν τις νομίσειεν, εἰ μὴ διὰ τοῦτο ἄρα πολλὰ λαβεῖν σὺν ἀδοξίᾳ τέ τινι ἡμετέρᾳ καὶ οὐδὲ ἀπολαύσει ἔτι οὐδεμιᾷ ἐπεθυμήσαμεν, ἵνα ἐν βαρβάρῳ γῇ ἀποθάνωμεν, καὶ ἵνα πλείονα Ἀρχελάῳ καταλίπωμεν χρήματα;
(4) ἔτι δὲ δὴ καὶ προσθείης ὅτι, ἐπειδὴ τάχιστα ἀφικόμεθα εἰς Μακεδονίαν, ὀλίγαις ὕστερον ἡμέραις τεσσαράκοντα τάλαντα ἀργυρίου διδόντος Ἀρχελάου καὶ ἀγανακτοῦντος ὅτι οὐ λαμβάνοιμεν, ἀντέσχομεν μὴ λαβεῖν, τῶν δὲ ἄλλων δώρων ὁπόσα ἢ Κλίτων ἔδωκεν ἡμῖν ἢ Ἀρχέλαος ἔπεισε λαβεῖν, οὐκ ἔσθ’ ὅ τι ἐνθάδε ὑπολελείμμεθα, ἀλλ’ οἴχονται αὐτὰ φέροντες οἵπερ καὶ ταύτην τὴν ἐπιστολὴν φέρουσιν, ὑμῖν τοῖς αὐτόθι ἑταίροις καὶ ἐπιτηδείοις νεμήσοντες ἅπαντα. τίς δ’ ἂν οὕτως εὑρεθείη ἔτι σκαιὸς καὶ βάσκανος τὸν τρόπον, ὅστις ἂν φιλοχρηματίᾳ με θελχθέντα ταύτην ἀποδημῇσαι ὑπολάβοι τὴν ἀποδημίαν; ἀλλὰ δήπου ἀλαζονείαν τινὰ ἢ τοῦ δύνασθαί τι μέγα ἐπιθυμίαν ἐροῦσιν.
(5) ἀλλ’ ἡ μὲν δύναμις ἡμῖν καὶ μένουσιν Ἀθήνησιν ἡ παρὰ Ἀρχελάου καὶ πάλαι ἦν, ἄλλως τε καὶ Κλίτων οὐ τοσοῦτον ἐδύνατο μέγα τοῦ μὴ ἄλλον ἢ ὃν προῃρούμην ἐξ ἀρχῆς τρόπον βιοῦν ἐμέ, μηδ’ ὅπου μὴ ἐθέλοιμι ἀποθανεῖν, τελευταῖον δὲ καὶ παρέχειν λόγους ἐσαεὶ τοῖς κακῶς βουλομένοις ἡμᾶς λέγειν. εἰ δὲ δὴ καὶ δυνάμεώς τινος ὠρέχθημεν, τί ἄλλο ταύτῃ τῇ δυνάμει ἢ πρῶτον μὲν εἰς τὰ τῆς πόλεως, ἔπειτα εἰς τὰ τῶν φίλων χρήσεσθαι ἐμέλλομεν ἀλαζονείας τε ἕνεκα πολὺ ἂν μᾶλλον ἐν ὄψει τῶν τε φίλων καὶ οὐχ ἥκιστα τῶν ἐχθρῶν δύνασθαί τι ἐβουλόμεθα. καὶ μὴν εὐμετάβολόν γέ με οὔτε εἰς τὰ ἐπιτηδεύματα οὕτε εἰς ὑμᾶς τοὺς φίλους καὶ οὐχ ἦσσον εἰς τοὺς ἐχθροὺς σκοπῶν εἴποι τις ἄν, οἷς ἅπασιν ἐκ νέου μέχρι τοῦ νῦν τοῖς αὐτοῖς τοῖς κέχρημαι πλὴν ἑνὸς ἀνδρός, Σοφοκλέους· πρὸς γὰρ δὴ τοῦτον μόνον ἱσασί με τάχα οὐχ ὁμοίως ἀεὶ τὴν γνώμην ἔχοντα.
(6) ὃν ἐγὼ ἐμίσησα μὲν οὐδέποτε ἐθαύμασα δὲ ἀεί, ἔστερξα δ’ οὐχ ὁμοίως ἀεί, ἀλλὰ φιλοτιμότερον μέν τινα εἶναί ποτε δόξας ὑπεῖδον, βουληθέντα δὲ διαλύσασθαι τὰ νείκη προθυμότατα ὑπεδεξάμην. καὶ ἀλλήλους μέν, ἐξ ὅτου συνέβη, στέργομέν τε καὶ στέρξομεν, τοὺς δ’ ἐμβάλλοντας ἡμῖν πολλάκις τὰς ὑπονοίας εἶναι ἐκ τοῦ ἡμᾶς ἀπεχθάνεσθαι τὸν ἕτερον θεραπεύοντες, ἄν τι πλείων ἔχωσι, διαβεβλήμεθα. καὶ νῦν, ὦ βέλτιστε Κηφισοφῶν, οἶδ’ ὅτι οὗτοί εἰσιν οἱ τοὺς περὶ ἡμῶν λόγους ἐμβάλλοντες εἰς τοὺς ὄχλους· ἀλλ’ ὥσπερ ἀεὶ ἄπρακτοι αὐτῶν αἱ κακαὶ γλῶσσαι ἐγένοντο καὶ γέλωτα ἐξ αὐτῶν καὶ μῖσος, οὐδὲν πλέον, ὠφλίσκανον, καὶ νῦν ἴσθι ὅτι οὐκ ἄπρακτοι μόνον ἀλλὰ καὶ ἐπὶ κακῷ σφίσιν ἔσονται. σὺ μέντοι εὖ ποιεῖς περὶ τούτων ἡμῖν γράφων, ἐπειδήπερ οἴει ἡμῖν διαφέρειν· ἀλλ’ ὥσπερ εὖ ποιεῖς γράφων, οὕτως ἀδικεῖν σε φήσαιμ’ ἂν ἡμᾶς ἀντιλέγοντα ὑπὲρ αὐτῶν τοῖς οὐκ ἀξίοις.
Hippocrates
The Hippocratic letters — including the famous Democritus correspondence and the embassy to Artaxerxes — together with the Decretum and Orationes.
Epistulae, Decretum, Orationes
27 letters·11,789 words·urn:cts:greekLit:tlg0627.tlg055.1st1K-grc1
Read on Scaife Source TEI XML Hercher (Epistolographi Graeci)
Show Greek text (27 letters) — click any Greek word for Logeion + Morpheus
1. Βασιλεὺς βασιλέων μέγας Ἀρταξέρξης Παίτῳ χαίρειν.
Νοῦσος προσεπέλασεν ἡ καλεομένη λοιμικὴ τοῖς στρατεύμασιν ἡμῶν, καὶ πολλὰ ποιησάντων ἡμῶν, ἔνδοσιν οὐκ ἔδωκεν. Ὅθεν ἀξιῶ παντοίως καὶ πάσαις ταῖς παρ’ ἐμοῦ διδομέναις δωρεαῖς, ἤ τι τῶν ἐκ φύσεώς σου ἐπινοημάτων, ἤ τι τῶν ἐκ τῆς τέχνης πρήξεων, ἤ τινος ἑτέρου ἀνδρὸς ἑρμηνείην δυναμένου ἰήσασθαι, πέμπε τάχος· μάστιξον, ἀξιῶ, τὸ πάθος· ἀλύκη γὰρ κατὰ τὸν ὄχλον καὶ πολὺς ἄλυς πνεῦμα μέγα καὶ πυκνὸν ἔχων. Οὐ πολεμοῦντες πολεμούμεθα, ἐχθρὸν ἔχοντες τὸν θῆρα λυμαινόμενον τὰ ποίμνια· τέτρωκε πολλοὺς, δυσιάτους ἐποίησε, πικρὰ βέλη βελῶν καταπέμπει· οὐ φέρω· γνώμην οὐκ ἔτι ἔχω μετ’ ἀνδρῶν γονίμων βουλεύσασθαι. Λῦε ταῦτα πάντα μὴ διαλείψας ἀγαθῇ συνειδήσει. Ἔῤῥωσο.
2. Παῖτος βασιλεῖ βασιλέων τῷ μεγάλῳ Ἀρταξέρξῃ χαίρειν.
Τὰ φυσικὰ βοηθήματα οὐ λύει τὴν ἐπιδημίην λοιμικοῦ πάθους· ἃ δὲ ἐκ φύσιος γίγνεται νοσήματα, αὐτὴ ἡ φύσις ἰᾶται κρίνουσα· ὅσα δὲ ἐξ ἐπιδημίης, τέχνη τεχνικῶς κρίνουσα τὴν τροπὴν τῶν σωμάτων. Ἱπποκράτης δὲ ἰητρὸς ἰῆται τοῦτο τὸ πάθος· τῷ γένει μὲν οὖν ἐστὶ Δωριεὺς, πόλιος δὲ Κῶ, πατρὸς δὲ Ἡρακλείδα τοῦ Ἱπποκράτους τοῦ Γνωσιδίκου τοῦ Νέβρου τοῦ Σωστράτου τοῦ Θεοδώρου τοῦ Κλεομυττάδα τοῦ Κρισάμιδος. Οὗτος θείᾳ φύσει κέχρηνται, καὶ ἐκ μικρῶν καὶ ἰδιωτικῶν ἐς μεγάλα καὶ τεχνικὰ προήγαγε τὴν ἰητρικήν. Γίνεται μὲν οὖν ὁ θεῖος Ἱπποκράτης, ἔνατος μὲν ἀπὸ Κρισάμιδος τοῦ βασιλέως, ὀκτωκαιδέκατος δὲ ἀπὸ Ἀσκληπιοῦ, εἰκοστὸς δὲ ἀπὸ Διὸς, μητρὸς δὲ Πραξιθέας τῆς Φαιναρέτης ἐκ τῆς οἰκίας τῶν Ἡρακλειδῶν· ὥστε κατ’ ἀμφότερα τὰ σπέρματα θεῶν ἀπόγονός ἐστιν ὁ θεῖος Ἱπποκράτης, πρὸς μὲν πατρὸς Ἀσκληπιάδης ὢν, πρὸς δὲ μητρὸς Ἡρακλείδης. Ἔμαθε δὲ τὴν τέχνην παρά τε τῷ πατρὶ Ἡρακλείδῃ καὶ παρὰ τῷ πάππῳ Ἱπποκράτει. Ἀλλὰ παρὰ μὲν τούτοις, ὡς εἰκὸς, τὰ πρῶτα ἐμυήθη τῆς ἰητρικῆς ὅσα πιθανὸν ἦν καὶ τούτους εἰδέναι, τὴν δὲ σύμπασαν τέχνην αὐτὸς ἑωυτὸν ἐδιδάξατο, θείᾳ φύσει κεχρημένος, καὶ τοσοῦτον ὑπερβεβηκὼς τῇ τῆς ψυχῆς εὐφυΐᾳ τοὺς προγόνους, ὅσον διενήνοχεν αὐτῶν καὶ τῇ τῆς τέχνης ἀρετῇ. Καθαίρει δὲ οὐ θηρίων μὲν γένος, θηριωδῶν δὲ νοσημάτων καὶ ἀγρίων πολλὴν γῆν καὶ θάλασσαν, διασπείρων πανταχόθεν, ὥσπερ ὁ Τριπτόλεμος τὰ τῆς Δήμητρος σπέρματα, τὰ τοῦ Ἀσκληπιοῦ βοηθήματα. Τοιγαροῦν ἐνδικώτατα καὶ αὐτὸς ἀνιέρωται πολλαχοῦ τῆς γῆς, ἠξίωταί τε τῶν αὐτῶν Ἡρακλεῖ τε καὶ Ἀσκληπιῷ ὑπὸ Ἀθηναίων δωρεῶν. Αὐτὸν μετάπεμψαι κελεύων ἀργύριον καὶ χρυσίον ὅσον ἂν βούληται δώσειν αὐτῷ. Οὗτος γὰρ ἐπίσταται οὐχ ἕνα τρόπον τῆς ἰήσιος τοῦ πάθεος, οὗτος πατὴρ ὑγιείης, οὗτος σωτὴρ, οὗτος ἀκεσώδυνος, οὗτος ἁπλῶς ἡγεμὼν τῆς θεοπρεποῦς ἐπιστήμης. Ἔῤῥωσο.
3. Βασιλεὺς βασιλέων μέγας Ἀρταξέρξης Ὑστάνει Ἑλλησπόντου ὑπάρχῳ χαίρειν.
Ἱπποκράτους ἰητροῦ Κῴου ἀπὸ Ἀσκληπιοῦ γεγονότος καὶ ἐς ἐμὲ κλέος ἀφῖκται τῆς τέχνης. Δὸς οὖν αὐτῷ χρυσὸν ὁκόσον ἂν βούληται, καὶ τὰ ἄλλα χύδην ὧν σπανίζει, καὶ πέμπε ἐς ἡμέας. Ἔσται γὰρ ἰσότιμος Περσέων τοῖς ἀρίστοις· καὶ εἴ τις ἐστὶν ἄλλος ἀνὴρ κατ’ Εὐρώπην ἀγαθὸς, φίλον οἴκῳ βασιλέως τίθεσο μὴ φειδόμενος ὄλβου· ἄνδρας γὰρ εὑρεῖν δυναμένους τι κατὰ συμβουλίην οὐ ῥηΐδιον. Ἔῤῥωσο.
4. Ὑστάνης ὕπαρχος Ἑλλησπόντου Ἱπποκράτει Ἀσκληπιαδῶν ὄντι ἀπογόνῳ χαίρειν.
Βασιλεὺς μέγας Ἀρταξέρξης σοῦ χρῄζων ἔπεμψε πρὸς ἡμέας ὑπάρχους, κελεύων σοι ἀργύριον καὶ χρυσὸν καὶ τὰ ἄλλα χύδην ὧν σπανίζεις καὶ ὅσα βούλει διδόναι, καὶ πέμπειν πρὸς ἑωυτὸν ἐν τάχει· ἔσεσθαι γὰρ Περσέων τοῖς ἀρίστοις ἰσότιμον. Σὺ οὖν παραγίνου ξυντόμως. Ἔῤῥωσο.
5. Ἱπποκράτης ἰητρὸς Ὑστάνει Ἑλλησπόντου ὑπάρχῳ χαίρειν.
Πρὸς τὴν ἐπιστολὴν, ἣν ἔπεμψας φάμενος παρὰ βασιλέως ἀφῖχθαι, πέμπε βασιλεῖ ἃ λέγω γράφων ὅτι τάχος, ὅτι καὶ προσφορῇ καὶ ἐσθῆτι καὶ οἰκήσει καὶ πάσῃ τῇ ἐς βίον ἀρκεούσῃ οὐσίῃ χρεόμεθα. Περσέων δὲ ὄλβου οὔ μοι θέμις ἐπαύρασθαι, οὐδὲ βαρβάρους ἄνδρας νούσων παύειν, ἐχθροὺς ὑπάρχοντας Ἑλλήνων. Ἔῤῥωσο.
6. Ἱπποκράτης Δημητρίῳ ὑγιαίνειν.
Βασιλεὺς Περσέων ἡμέας μεταπέμπεται, οὐκ εἰδὼς ὅτι. λόγος ἐμοὶ σοφίης χρυσοῦ πλέον δύναται. Ἔῤῥωσο.
7. Βασιλεῖ βασιλέων τῷ ἐμῷ μεγάλῳ δεσπότῃ Ἀρταξέρξῃ Ὑστάνης Ἑλλησπόντου ὕπαρχος χαίρειν.
Ἣν ἔπεμψας ἐπιστολὴν, λέγων πέμψαι Ἱπποκράτει ἰητρῷ Κῴῳ ἀπὸ Ἀσκληπιαδῶν γεγονότι, ἔπεμψα, καὶ παρ’ αὐτοῦ δὲ ἐκομισάμην ἀπόκρισιν, ἣν γράψας ἔδωκε καὶ ἐκέλευσεν ἐς σὸν οἶκον πέμπειν. Φέροντα οὖν ἀπέστειλά σοι φάναι Γυμνάσβην Διευτύχη. Ἔῤῥωσο.
8. Βασιλεὺς βασιλέων μέγας Ἀρταξέρξης Κῴοις τάδε λέγει.
Δότε ἐμοῖς ἀγγέλοις Ἱπποκράτην ἰητρὸν κακοὺς τρόπους ἔχοντα καὶ εἰς ἐμὲ καὶ εἰς Πέρσας ἀσελγαίνοντα. Εἰ δὲ μὴ, γνώσεσθε καὶ τῆς πρώτης ἁμαρτίας τιμωρίην τίσοντες· δηϊώσας γὰρ τὴν ὑμετέρην πόλιν καὶ νῆσον κατασπάσας εἰς πέλαγος, ποιήσω μηδὲ ἐς τὸν ἐπίλοιπον χρόνον γνῶναι, εἰ ἦν ἐπὶ τούτῳ τῷ τόπῳ νῆσος ἢ πόλις Κῶ.
9. Ἀπόκρισις Κῴων.
Ἔδοξε τῷ δάμῳ ἀποκρίνασθαι τοῖς παρὰ Ἀρταξέρξου ἀγγέλοις, ὅτι Κῷοι οὐδὲν ἀνάξιον πράξουσιν οὔτε Μέροπος οὔτε Ἡρακλέους οὔτε Ἀσκληπιοῦ, ὧν ἕνεκεν πάντες οἱ πολῖται οὐ δώσουσιν Ἱπποκράτεα, οὐδὲ εἰ μέλλοιεν ὀλέθρῳ τῷ κακίστῳ ἀπολεῖσθαι. Καὶ γὰρ Δαρείου καὶ Ξέρξου ἀπὸ πατέρων ἐπιστολὰς γραψάντων γαῖαν καὶ ὕδωρ αἰτεόντων, οὐκ ἔδωκεν ὁ δᾶμος, ὁρέων αὐτοὺς ὁμοίως τοῖς ἄλλοις ἀνθρώποις θνητοὺς ἐόντας· καὶ νῦν τὰν αὐτὰν ἀπόκρισιν διδοῖ. Ἀπὸ Κῴων ἀναχωρεῖτε, ὅτι Ἱπποκράτην οὐ δίδοντι ἔκδοτον. Ἀπαγγέλλετε οὖν αὐτῷ οἱ ἄγγελοι ὅτι οὐδ’ οἱ θεοὶ ἀμελήσουσιν ἁμέων.
10. Ἀβδηριτῶν ἡ βουλὴ καὶ ὁ δῆμος Ἱπποκράτει χαίρειν.
Κινδυνεύεται τὰ μέγιστα τῇ πόλει νῦν, Ἱππόκρατες, ἀνὴρ τῶν ἡμετέρων, ὃς καὶ τῷ παρόντι χρόνῳ καὶ τῷ μέλλοντι αἰεὶ κλέος ἠλπίζετο τῇ πόλει· μηδὲ νῦν ὅδε, πάντες θεοὶ, φθονηθείη· οὕτως ὑπὸ πολλῆς τῆς κατεχούσης αὐτὸν σοφίης νενόσηκεν, ὥστε φόβος οὐχ ὁ τυχὼν, ἂν φθαρῇ τὸν λογισμὸν Δημόκριτος, ὄντως δὴ τὴν πόλιν ἡμῶν Ἀβδηριτῶν καταλειφθήσεσθαι. Ἐκλαθόμενος γὰρ ἁπάντων καὶ ἑωυτοῦ πρότερον, ἐγρηγορὼς καὶ νύκτα καὶ ἡμέρην, γελῶν ἕκαστα μικρὰ καὶ μεγάλα, καὶ μηδὲν οἰόμενος εἶναι τὸν βίον ὅλον διατελεῖ. Γαμεῖ τις, ὁ δὲ ἐμπορεύεται, ὁ δὲ δημηγορεῖ, ἄλλος ἄρχει, πρεσβεύει, χειροτονεῖται, ἀποχειροτονεῖται, νοσεῖ, τιτρώσκεται, τέθνηκεν, ὁ δὲ γελᾷ πάντα, τοὺς μὲν κατηφεῖς τε καὶ σκυθρωποὺς, τοὺς δὲ χαίροντας ὁρῶν. Ζητεῖ δὲ ὁ ἀνὴρ καὶ περὶ τῶν ἐν ᾍδου, καὶ γράφει ταῦτα, καὶ εἰδώλων φησὶ πλήρη τὸν ἠέρα εἶναι, καὶ ὀρνέων φωνὰς ὠτακουστεῖ, καὶ πολλάκις νύκτωρ ἐξαναστὰς μοῦνος ἡσυχῇ ᾠδὰς ᾄδοντι ἔοικε, καὶ ἀποδημεῖν ἐνίοτε λέγει ἐς τὴν ἀπειρίην, καὶ Δημοκρίτους εἶναι ὁμοίους ἑωυτῷ ἀναριθμήτους, καὶ συνδιεφθορὼς τῇ γνώμῃ τὸ χρῶμα ζῇ. Ταῦτα φοβούμεθα, Ἱππόκρατες, ταῦτα ταραττόμεθα, ἀλλὰ σῶζε, καὶ ταχὺς ἐλθὼν νουθέτησον τὴν ἡμῶν πατρίδα, μηδὲ ἡμᾶς ἀποβάλῃς· καὶ γὰρ οὐδὲ ἀπόβλητοί ἐσμεν, καὶ ἐν ἡμῖν μαρτυρία κεῖται. Οὐκ ἂν ἁμάρτοις οὔτε δόξης τῆς ἐπ’ αὐτῷ περισωθέντι οὔτε χρημάτων οὔτε παιδείας, καίτοι τὰ παιδείης πολλῷ σοι βελτίω τῶν τῆς τύχης. Ἀλλ’ οὖν καὶ ταῦτα συχνὰ παρ’ ἡμῶν καὶ ἄφθονα γενήσεται. Τῆς γὰρ Δημοκρίτεω ψυχῆς, ἀλλ’ οὐδ’ εἰ χρυσὸς ἦν, ἡ πόλις ἀνταξία σου ἐλεύσιος, οὐδ’ ὁτιοῦν ἀφυστερήσαντος. Τοὺς νόμους ἡμῶν δοκοῦμεν νοσεῖν, Ἱππόκρατες, τοὺς νόμους παρακόπτειν. Ἴθι θεραπεύσων, ἀνδρῶν φέριστε, ἄνδρα ἀρίσημον, οὐκ ἰητρὸς, ἀλλὰ κτίστης ἐὼν ὅλης τῆς Ἰωνίης, περιβάλλων ἡμῖν ἱερώτερον τεῖχος. Πόλιν, οὐκ ἄνδρα θεραπεύσεις, βουλὴν δὲ νοσοῦσαν καὶ κινδυνεύουσαν ἀποκλεισθῆναι, μέλλεις ἀνοιγνύναι, αὐτὸς νομοθέτης, αὐτὸς δικαστὴς, αὐτὸς ἄρχων, αὐτὸς σωτὴρ, καὶ τούτων τεχνίτης ἀφίξῃ. Ταῦτά σε προσδοκῶμεν, Ἱππόκρατες, ταῦτα καὶ γένοιο ἐλθών. Μία πόλεων οὐκ ἄσημος, μᾶλλον δὲ ἡ Ἑλλὰς ὅλη δεῖται σου φυλάξαι σῶμα σοφίης. Αὐτὴν δὲ δόκει παιδείαν πρεσβεύειν πρὸς σὲ τῆς παρακοπῆς ταύτης ἀπαλλαγῆναι δεομένην. Ξυγγενὲς μὲν οὖν, ὡς ἔοικε, πᾶσι σοφίη, τοῖς δ’ ἐγγυτέρω κεχωρηκόσιν αὐτῆς ὥσπερ ἡμῖν καὶ μάλα πλέον. Εὖ ἴσθι, χαριεῖ καὶ τῷ μέλλοντι αἰῶνι μὴ προεκλιπὼν Δημόκριτον ἧς ἐλπίζει προτερήσειν ἀληθείης. Σὺ γὰρ Ἀσκληπιῷ προσπέπλεξαι γένος καὶ τέχνην, ὁ δὲ Ἡρακλέους ἔστιν ἀδελφιδοῦς, ἀφ’ οὗ Ἄβδηρος, ὥς που πυνθάνῃ πάντως, ᾧ ἐπώνυμος ἡ πόλις, ὥστε κᾀκείνῳ χάρις ἡ Δημοκρίτου γένοιτ’ ἄν ἴησις. Ὁρῶν οὖν, ὦ Ἱππόκρατες, εἰς ἀναισθησίαν ἀποῤῥέοντα καὶ δῆμον καὶ ἄνδρα ἀρίσημον, σπεῦδε πρὸς ἡμέας, δεόμεθα. Φεῦ, ὡς καὶ τὰ ἀγαθὰ περιττεύσαντα νοῦσοι τυγχάνουσιν· ὁ Δημόκριτος γὰρ ὅσον ἐῤῥώσθη πρὸς ἄκρα σοφίης, ἴσα κινδυνεύει νῦν ἀποπληξίᾳ διανοίας καὶ ἠλιθιότητι κεκακῶσθαι. Οἱ δ’ ἄλλοι ὅσοι πολλοὶ εἰσὶν Ἀβδηριτῶν, μείναντες ἐν ἀπαιδευσίῃ, τόν γε κοινὸν κατέχουσι νοῦν, ἀλλὰ νῦν γε φρονιμώτεροι νοῦσον σοφοῦ κρίνειν, οἱ πρὶν ἄφρονες. Ἴθι οὖν μετὰ Ἀσκληπιοῦ πατρὸς, ἴθι μετὰ Ἡρακλέους θυγατρὸς Ἠπιόνης, ἴθι μετὰ παίδων τῶν ἐπὶ Ἴλιον στρατευσαμένων, ἴθι νῦν παιώνια νούσου φέρων ἄκη. Εὐκαρπήσει δὲ γῆ ῥίζας καὶ βοτάνας, ἀλεξιφάρμακα μανίης ἄνθη· σχεδὸν οὐδέποτε γονιμώτερον εὐφορήσουσιν οὔτε γῆ οὔτε ὀρέων ἀκρώρειαι ἢ νῦν Δημοκρίτῳ τὰ πρὸς τὴν ὑγείην. Ἔῤῥωσο.
11. Ἱπποκράτης Ἀβδηριτῶν τῇ βουλῇ καὶ τῷ δήμῳ χαίρειν.
Ὁ πολίτης ὑμέων Ἀμελησαγόρης ἦλθεν ἐς Κῶ, καὶ ἔτυχε τότ’ ἐοῦσα τῆς ῥάβδου ἡ ἀνάληψις ἐν ἐκείνῃ τῇ ἡμέρῃ καὶ ἐτήσιος ἑορτὴ, ὡς ἴστε, πανήγυρις ἡμῖν καὶ πομπὴ πολυτελὴς ἐς κυπάρισσον, ἣν ἔθος ἀνάγειν τοῖς τῷ θεῷ προσήκουσιν. Ἐπεὶ δὲ σπουδάζειν ἐῴκει καὶ ἐκ τῶν λόγων καὶ ἐκ τῆς πρσσόψιος ὃ Ἀμελησαγόρης, πεισθεὶς, ὅπερ ἦν, ἐπείγειν τὸ πρῆγμα, ἀνέγνων τε ὑμέων τὴν ἐπιστολὴν, καὶ ἐθαύμασά ὅτε περὶ ἑνὸς ἀνθρώπου ὡς εἷς ἄνθρωπος ἡ πόλις θορυβεῖσθε. Μακάριοί γε δῆμοι ὁκόσοι ἴσασι τοὺς ἀγαθοὺς ἄνδρας ἐρύματα ἑωυτῶν, καὶ οὐ τοὺς πύργους οὐδὲ τὰ τείχεα, ἀλλὰ σοφῶν ἀνδρῶν σοφὰς γνώμας. Ἐγὼ δὲ πειθόμενος τέχνας μὲν εἶναι θεῶν χάριτας, ἀνθρώπους δὲ ἔργα φύσιος, καὶ μὴ νεμεσήσητε, ἄνδρες Ἀβδηρῖται, οὐχ ὑμᾶς δοκέω, ἀλλὰ φύσιν αὐτὴν καλέειν με ἀνασώσασθαι ποίημα ἑωυτῆς, κινδυνεῦον ὑπὸ νόσου διαπεσεῖν. Ὥστε πρὸ ὑμέων ἐγὼ νῦν φύσει καὶ θεοῖς ὑπακούων σπεύδω νοσέοντα Δημόκριτον ἰήσασθαι, εἴπερ δὴ καὶ τοῦτο νοῦσος ἐστὶν, ἀλλὰ μὴ ἀπάτῃ συσκιάζεσθε, ὅπερ εὔχομαι· καὶ γένοιτο πλέον τῆς ἐν ὑμῖν εὐνοίας τεκμήριον καὶ πρὸς ὑπόνοιαν ταραχθῆναι. Ἀργύριον δὲ μοι ἐρχομένῳ οὔτ’ ἂν φύσις οὔτ’ ἂν θεὸς ὑπόσχοιτο, ὥστε μηδ’ ὑμεῖς, ἀνέρες Ἀβδηρῖται, βιάζεσθε, ἀλλ’ ἐᾶτε ἐλευθέρης τέχνης ἐλεύθερα καὶ τὰ ἔργα. Οἱ δὲ μισθαρνεῦντες δουλεύειν ἀναγκάζουσι τὰς ἐπιστήμας, ὥσπερ ἐξανδραποδίζοντες αὐτὰς ἐκ τῆς προτέρης παῤῥησίης· εἶθ’ ὡς εἰκὸς καὶ ψεύσαιντο ἂν ὡς περὶ μεγάλης νούσου, καὶ ἀρνηθεῖεν ἂν ὡς περὶ σμικρῆς, καὶ οὐκ ἂν ἔλθοιεν ὑποσχόμενοι, καὶ πάλιν ἔλθοιεν μὴ κληθέντες. Οἰκτρός γε ὁ τῶν ἀνθρώπων βίος, ὅτι δι’ ὅλου αὐτοῦ ὡς πνεῦμα χειμέριον ἡ ἀφόρητος φιλαργυρίη διαδέδυκεν, ἐφ’ ἣν εἴθε μᾶλλον ἄπαντες ἰητροὶ ξυνῄεσαν ἐλθόντες ἀποθεραπεῦσαι χαλεπωτέρην μανίης νοῦσον, ὅτι καὶ μακαρίζεται νοῦσος ἐοῦσα καὶ κακοῦσα. Οἶμαι δὲ ἔγωγε καὶ τὰ τῆς ψυχῆς νουσήματα πάντα μανίας εἶναι σφοδρὰς ἐμποιούσας δόξας τινὰς καὶ φαντασίας τῷ λογισμῷ, ὧν ὁ δι’ ἀρετῆς ἀποκαθαρθεὶς ὑγιάζεται. Ἐγὼ δὲ εἰ πλουτέειν ἐξ ἅπαντος ἐβουλόμην, ὦ ἄνδρες Ἀβδηρῖται, οὐκ ἂν εἵνεκα δέκα ταλάντων διέβαινον πρὸς ὑμέας, ἀλλ’ ἐπὶ τὸν μέγαν ἂν ἠρχόμην Περσέων βασιλέα, ἔνθα πόλιες ὅλαι προσῄεσαν τῆς ἐξ ἀνθρώπων εὐδαιμονίης γεγεμισμέναι· ἰῴμην δ’ ἂν τὸν ἐκεῖ λοιμὸν ἀνιὼν, ἀλλ’ ἀπηρνησάμην ἐχθρὴν Ἑλλάδι χώρην ἐλευθερῶσαι κακῆς νούσου, κᾀγὼ τό γε ἐπ’ ἐμοὶ καταναυμαχῶν τοὺς βαρβάρους· εἶχον δ’ ἂν αἰσχύνην τὸν παρὰ βασιλέως πλοῦτον καὶ πατρίδος ἐχθρὴν περιουσίην, περιεκείμην δ’ ἂν αὐτὰ, ὡς ἑλέπολις τῆς Ἑλλάδος ὑπάρχων. Οὐκ ἔστι πλοῦτος τὸ πανταχόθεν χρηματίζεσθαι· μεγάλα γὰρ ἱερὰ τῆς ἀρετῆς ἐστὶν ὑπὸ δικαιοσύνης οὐ κρυπτόμενα, ἀλλ’ ἐμφανέα ἐόντα· ἢ οὐκ οἴεσθε ἴσον ἁμάρτημα εἶναι σώζειν πολεμίους καὶ φίλους ἰᾶσθαι μισθοῦ; ἀλλ’ οὐχ ὧδε ἔχει τὰ ἡμέτερα, ὦ δῆμε, οὐ καρποῦμαι νούσους, οὐδὲ δι’ εὐχῆς ἤκουσα τὴν Δημοκρίτεω παράκρουσιν, ὃς, εἴτε ὑγιαίνει, φίλος ἔσται, εἴτε νοσέει, θεραπευθεὶς, πλέον ὑπάρξει. Πυνθάνομαι δὲ αὐτὸν ἐμβριθέα καὶ στεῤῥὸν τὰ ἤθεα, καὶ τῆς ὑμετέρης πόλιος ἐόντα κόσμον. Ἔῤῥωσθε.
12. Ἱπποκράτης Φιλοποίμενι χαίρειν.
Οἱ τὴν τῆς πόλιος ἐπιστολὴν ἀποδόντες μοι πρέσβεις καὶ τεὴν ἀπέδοσαν, ἥσθην τε κάρτα καὶ ξενίην ὑπισχνεομένου σέο καὶ τὴν ἑτέρην διαίτην. Ἔλθοιμεν δ’ ἂν αἰσίῃ τύχῃ, καὶ ἀφιξόμεθα ὡς ὑπολαμβάνομεν χρηστοτέρῃσιν ἐλπίσιν [ἢ] ὡς ἐν τῇ γραφῇ παραδεδήλωται, οὐ μανίην ἀλλὰ ψυχῆς τινὰ ῥῶσιν ὑπερβάλλουσαν διασαφηνέοντος τοῦ ἀνδρὸς, μήτε παίδων μήτε γυναικὸς μήτε ξυγγενέων μήτε οὐσίης μήτε τινὸς ὅλως ἐν φροντίδι ἐόντος, ἡμέρην δὲ καὶ εὐφρόνην πρὸς ἑωυτῷ καθεστεῶτος καὶ ἰδιάζοντος, τὰ μὲν πολλὰ ἐν ἄντροισι καὶ ἐρημίῃσιν ἢ ἐν ὑποσκιάσεσι δενδρέων, ἢ ἐν μαλθακῇσι ποίῃσιν, ἢ παρὰ συχνοῖσιν ὑδάτων ῥείθροισιν. Συμβαίνει μὲν οὖν τὰ πολλὰ τοῖσι μελαγχολῶσι τὰ τοιαῦτα· σιγηροί τε γὰρ ἐνίοτε εἰσὶ καὶ μονήρεες, καὶ φιλέρημοι τυγχάνουσιν· ἀπανθρωπέονταί τε ξύμφυλον ὄψιν ἀλλοτρίην νομίζοντες· οὐκ ἀπεοικὸς δὲ καὶ τοῖσι περὶ παιδείην ἐσπουδακόσι τὰς ἄλλας φροντίδας ὑπὸ μιῆς τῆς ἐν σοφίῃ διαθέσιος σεσοβῆσθαι. Ὥσπερ γὰρ δμῶές τε καὶ δμωΐδες ἐν τῇσιν οἰκίῃσι θορυβέοντες καὶ στασιάζοντες, ὁκόταν ἐξαπιναίως αὐτοῖσιν ἡ δέσποινα ἐπιστῇ, πτοηθέντες ἀφησυχάζουσι, παραπλησίως καὶ αἱ λοιπαὶ κατὰ ψυχὴν ἐπιθυμίαι ἀνθρώποισι κακῶν ὑπηρέτιδες· ἐπὴν δὲ σοφίης ὄψις ἑωυτέην ἐπιστήσῃ, ὡς δοῦλα τὰ λοιπὰ πάθεα ἐκκεχώρηκεν. Ποθέουσι δ’ ἄντρα καὶ ἡσυχίην οὐ πάντως οἱ μανέντες, ἀλλὰ καὶ οἱ τῶν ἀνθρωπίνων πρηγμάτων ὑπερφρονήσαντες ἀταραξίης ἐπιθυμίῃ· ὁκόταν γὰρ ὁ νοῦς ὑπὸ τῶν ἔξω φροντίδων κοπτόμενος ἀναπαῦσαι θελήσῃ τὸ σῶμα, τότε ταχέως ἐς ἡσυχίην μετήλλαξεν, εἶτα ἀναστὰς ὄρθριος ἐν ἑωυτῷ περιεσκόπει κύκλῳ χωρίον ἀληθείης, ἐν ᾧ οὐ πατὴρ, οὐ μήτηρ, οὐ γυνὴ, οὐ τέκνα, οὐ κασίγνητος, οὐ ξυγγενέες, οὐ δμῶες, οὐ τύχη, οὐχ ὅλως οὐδὲν τῶν θόρυβον ἐμποιησάντων· πάντα δ’ ἀποκεκλεισμένα τὰ ταράσσοντα ἕστηκεν ὑπὸ φόβου, οὐδὲ πλησιάσαι τολμέοντα ὑπ’ εὐλαβείης τῶν αὐτόθι ἐνοικεόντων· οἰκέουσι δὲ τὸ χωρίον ἐκεῖνο καὶ τέχναι καὶ ἀρεταὶ παντοῖαι καὶ θεοὶ καὶ δαίμονες καὶ βουλαὶ καὶ γνῶμαι. Καὶ ὁ μέγας πόλος ἐν ἐκείνῳ τῷ χωρίῳ τοὺς πολυκινήτους ἀστέρας κατέστεπται, εἰς ὃ τάχα καὶ Δημόκριτος ὑπὸ σοφίης μετῴκισται· εἶτ’ οὐκ ἔτι ὁρέων τοὺς ἐν τῇ πόλει, ἅτε τηλοῦ ἐκδεδημηκὼς, δοξάζεται μανίης νοῦσον διὰ τὸ φιλέρημον· σπεύδουσι δὲ Ἀβδηρῖται ἀργυρίου ἐξελεγχθῆναι, ὅτι οὐ ξυνιᾶσι Δημόκριτον. Ἀλλὰ σύ γε ἡμῖν κατάρτυε τὴν ξενίην, ὦ ἑταῖρε Φιλοποίμην· οὐ γὰρ ἐθέλω τεταραγμένῃ τῇ πόλι παρασχεῖν ὄχλησιν, ἐκ παλαιοῦ ἴδιον ἔχων ξένον σε, ὡς οἶσθα. Ἔῤῥωσο.
13. Ἱπποκράτης Διονυσίῳ χαίρειν.
Ἢ περίμεινόν με ἐν Ἁλικαρνασσῷ, ἢ φθάσον αὐτὸς ἐλθεῖν, ὦ ἑταῖρε· κατὰ πᾶσαν γὰρ ἀνάγκην ἀπιτέον εἰς Ἄβδηράν μοι Δημοκρίτεω χάριν, ἐφ’ ὃν νοσέοντα μετεπέμψατό με ἡ πόλις. Ἄλεκτος γάρ τις ἡ συμπαθείη τῶν ἀνθρώπων, Διονύσιε· ὡς μία ψυχὴ ξυννοσέει τῷ πολίτῃ· ὥστε μοι δοκέουσι καὶ αὐτοὶ θεραπείης δέεσθαι. Ἐγὼ δὲ οἶμαι οὐδὲ νοῦσον αὐτὴν εἶναι, ἀλλ’ ἀμετρίην παιδείης, οὐκ οὖσάν γε τῷ ὄντι ἀμετρίην, ἀλλὰ νομιζομένην τοῖσιν ἰδιώτῃσιν, ἐπεὶ οὐδέποτε βλαβερὸν τῆς ἀρετῆς τὸ ἄμετρον. Δόξα δὲ νούσου γίνεται τὸ ὑπερβάλλον διὰ τὴν τῶν κρινόντων ἀπαιδευσίην· δοκιμάζει δὲ ἕκαστος ἐξ ὧν αὐτὸς οὐκ ἔχει, τὸ ἐν ἄλλῳ πλεονάζον περισσεύειν· ὥς που καὶ ὁ δειλὸς ἀμετρίην τὴν ἀνδρείην ὑπείληφε, καὶ ὁ φιλάργυρος τὴν μεγαλοψυχίην, καὶ πᾶσα ἔλλειψις ὑπερβάλλειν δοκέει τὸ ἀρετῆς ξύμμετρον. Ἐκεῖνον μὲν οὖν αὐτὸν ἰδόντες μετὰ τῆς ἐνθένδε προγνώσιος, καὶ ἀκούσαντες τῶν λόγων αὐτοῦ, ἄμεινον εἰσόμεθα. Σὺ δὲ ἔπειξον, ὦ Διονύσιε, αὐτὸς παραγενέσθαι· βούλομαι γὰρ ἐνδιατρῖψαί σε τῇ πατρίδι μου, μέχρις ἂν ἐπανέλθω, ὅκως τῶν ἡμετέρων φροντιεῖς καὶ πρῶτον ἡμέων τῆς πόλιος· ἐπειδὴ οὐκ οἶδ’ ὅκως ἐκ συντυχίης ὑγιεινὸν τὸ ἔτος ἐστὶ καὶ τὴν ἀρχαίην φύσιν ἔχον· ὥστε οὐδὲ πολλαὶ παρενοχλήσουσι νοῦσοι· πλὴν ὅμως πάριθι. Οἰκήσεις δὲ τὴν ἐμὴν οἰκίην ὑπερευκαιρέουσαν, ἅτε καὶ τοῦ γυναίου μένοντος πρὸς τοῦς γονέας διὰ τὴν ἐμὴν ἐκδημίην. Ἐπισκόπει δὲ ὅμως καὶ τὰ ἐκεινης, ὅκως διάγῃ σωφρόνως καὶ μὴ τῇ τοῦ ἀνδρὸς ἀπουσίῃ ἄλλους ἄνδρας νομίσῃ· κόσμιον μὲν γὰρ ἐξ ἀρχῆς ἦν, καὶ γονέας ἀστείους εἶχεν, τὸν δὲ πατέρα ἐκτόπως ἀνδρικόν τε καὶ μάλα μισοπόνηρον ὑπερφυῷς γερόντιον. Ἀλλ’ ὅμως αἰεὶ χρῄζει γυνὴ σωφρονίζοντος, ἔχει γὰρ φύσει τὸ ἀκόλαστον ἐν ἑωυτέῃ, ὅπερ, εἰ μὴ καθ’ ἡμέρην ἐπικόπτοιτο, ὡς τὰ δένδρα καθυλομανέει. Ἐγὼ δὲ φίλον οἴομαι ἀκριβέστερον γονέων ἐς φυλακὴν γυναικός· οὐ γὰρ ὡς ἐκείνοισι καὶ τουτέῳ ξυνοικέει πάθος εὐνοίης, δι’ οὗ πολλάκις ἐπισκιάζονται τὴν νουθεσίην· φρονιμώτερον δὲ ἐν παντὶ τὸ ἀπαθέστερον, ἅτε μὴ ἐπικλώμενον ὑπ’ εὐνοίης. Ἔῤῥωσο.
14. Ἱπποκράτης Δαμαγήτῳ χαίρειν.
Οἰδα παρὰ σοὶ γενόμενος ἐν Ῥόδῳ, Δαμάγητε, τὴν ναῦν ἐκείνην, ἅλιος ἐπιγραφὴ ἦν αὐτῇ, πάγκαλόν τινα καὶ εὔπρυμνον, ἱκανῶς τε τετροπισμένην, καὶ διάβασιν εἶχε πολλήν· ἐπῄνεις δὲ καὶ τὸ ναυτικὸν αὐτῆς ὡς ὀξὺ καὶ ἀσφαλὲς καὶ εὔτεχνον ὑπουργῆσαι, καὶ τοῦ πλοῦ τὴν εὐδρομίην. Ταύτην ἔκπεμψον ἡμῖν, ἀλλ’ εἰ οἷόν τε, μὴ κώπαις, ἀλλὰ πτεροῖς ἐρετμώσας αὐτὴν· ἐπείγει γὰρ τὸ πρῆγμα, φιλότης, καὶ μάλα εἰς Ἄβδηρα διαπλεῦσαι πάνυ ταχέως· βούλομαι γὰρ νοσέουσαν ἰήσασθαι πόλιν διὰ νοσέοντα ἕνα Δημόκριτον. Ἀκούεις που τἀνδρὸς τὸ κλέος, τοῦτον ἡ πατρὶς ᾐτίηται μανίῃ κεκακῶσθαι· ἐγὼ δὲ βούλομαι, μᾶλλον δὲ εὔχομαι, μὴ ὄντως αὐτὸν παρακόπτειν, ἀλλ’ ἐκείνοισι δόξαν εἶναι. Γελῇ, φασὶν, αἰεὶ καὶ οὐ παύεται γελῶν ἐπὶ παντὶ πρήγματι, καὶ σημεῖον αὐτοῖσι μανίης τοῦτο δοκέει· ὅθεν λέγε τοῖσιν ἐν Ῥόδῳ φίλοισι μετριάζειν αἰεὶ, καὶ μὴ πολλὰ γελῇν, μηδὲ πολλὰ σκυθρωπάζειν, ἀλλὰ τουτέων ἀμφοῖν τὸ μέτριον κτήσασθαι, ἵνα τοῖς μὲν χαριέστατος εἶναι δόξειας, τοῖς δὲ φροντιστὴς περὶ ἀρετῆς μερμηρίζων. Ἔνι μέντοι τι, Δαμάγητε, κακὸν, παρ’ ἕκαστον αὐτοῦ γελῶντος· εἰ γὰρ ἡ ἀμετρίη φλαῦρον, τὸ διὰ παντὸς φλαυρότερον. Καὶ εἴποιμ’ ἂν αὐτῷ· Δημόκριτε, καὶ νοσέοντος καὶ κτεινομένου καὶ τεθνεῶτος καὶ πολιορκουμένου καὶ παντὸς ἐμπίπτοντος κακοῦ, ἕκαστον τῶν πρησσομένων ὕλη σοι γέλωτος ὑπόκειται. Οὐ θεομαχεῖς δὲ, εἰ δύο ἐόντων ἐν κόσμῳ, χαρᾶς καὶ λύπης, σὺ θάτερον αὐτῶν ἐκβέβληκας; μακάριός τ’ ἂν ᾖς, ἀλλ’ ἀδύνατον, εἰ μήτε μήτηρ σοι νενόσηκε, μήτε πατὴρ, μήτε τὰ ὕστερον τέκνα ἢ γυνὴ ἢ φίλος, ἀλλὰ διὰ τὸν σὸν γέλωτα ἕνα διασώζεται εὐτυχῶς πάντα. Ἀλλὰ νοσεόντων γελᾷς, ἀποθνησκόντων χαίρεις, εἴ τί που πύθοιο κακὸν, εὐφραίνῃ· ὡς πονηρότατος εἶ, ὦ Δημόκριτε, καὶ πόῤῥω γε σοφίης, εἰ νομίζεις αὐτὰ μηδὲ κακὰ εἶναι· μελαγχολᾷς οὖν, Δημόκριτε, κινδυνεύων καὶ αὐτὸς Ἀβδηρίτης εἶναι, φρονιμωτέρη δὲ ἡ πόλις. Ἀλλὰ περὶ μὲν δὴ τουτέων ἀκριβέστερον ἐκεῖ λέξομεν, Δαμάγητε· ἡ δὲ ναῦς καὶ τὸν χρόνον τοῦτον ὃν ἐπιστέλλω σοι χρονίζει. Ἔῤῥωσο.
15. Ἱπποκράτης Φιλοποίμενι χαίρειν.
Σύννους καὶ πεφροντικὼς ὑπὲρ Δημοκρίτεω, αὐτέῃ ἐκείνῃ τῇ νυκτὶ καταδαρθὼν, πρὸς ἀρχομένην τὴν ἕω ὄναρ ἐφαντάσθην· ἐξ οὗ νομίζω κάρτα μηδὲν ἐπισφαλὲς γεγενῆσθαι· ἐκπλαγὴς γὰρ διηγέρθην. Ἐδόκεον γὰρ αὐτὸν τὸν Ἀσκληπιὸν ὁρῇν, φαίνεσθαί τε αὐτόν πλησίον· ἤδη δὲ πρὸς τῇσι τῶν Ἀβδηριτέων πύλῃσιν ἐτυγχάνομεν. Ὁ δὲ Ἀσκληπιὸς, οὐχ ὡς εἰώθεσαν αὐτέου αἱ εἰκόνες, μείλιχός τε καὶ πρᾶος ἰδέσθαι κατεφαίνετο, ἀλλὰ διεγηγερμένος τῇ σχέσει καὶ ἰδέσθαι φοβερώτερος· εἵποντο δὲ αὐτῷ δράκοντες, χρῆμά τι ἑρπετῶν ὑπερφυὲς, ἐπειγόμενοι δὲ καὶ αὐτοὶ μακρῷ τῷ ἐπισύρματι, καί τι φρικῶδες ὡς ἐν ἐρημίῃσι καὶ νάπῃσι κοίλῃσιν ὑποσυρίζοντες· οἱ δὲ κατόπιν ἑταῖροι κίστας φαρμάκων εὖ μάλα περιεσφηκωμένας ἔχοντες ᾔεσαν. Ἔπειτα ὤρεξέ μοι τὴν χεῖρα ὁ θεός· κᾀγὼ λαβόμενος ἀσμένως ἐλιπάρεον ξυνέρχεσθαι, καὶ μὴ καθυστερέειν μου τῆς θεραπείης· ὁ δὲ, οὐδέν τι, ἔφη, ἐν τῷ παρεόντι ἐμεῦ χρῄζεις, ἀλλά σε αὕτη τὰ νῦν ξεναγήσει θεὸς κοινὴ ἀθανάτων τε καὶ θνητῶν. Ἐγὼ δὲ ἐπιστραφεὶς ὁρέω γυναῖκα καλήν τε καὶ μεγάλην ἀφελὲς πεπλοκισμένην, λαμπρείμονα· διέλαμπον δ’ αὐτέης οἱ τῶν ὀμμάτων κύκλοι καθαρόν τι φῶς, οἷον ἀστέρων μαρμαρυγὰς δοκέειν. Καὶ ὁ μὲν δαίμων ἐχωρίσθη· κείνη δὲ ἡ γυνὴ πιέσασά με τοῦ καρποῦ μαλθακῇ τινι εὐτονίῃ, διὰ τοῦ ἄστεος ἦγε φιλοφρονεομένη· ὡς δὲ πλησίον τῆς οἰκίης ἦμεν, ἵνα τὴν ξενίην ἐδόκεον εὐτρεπίσθαι, ἀπῄει ὡς φάσμα, οἶον εἰποῦσα· αὔριόν σε παρά Δημοκρίτεω καταλήψομαι. Ἤδη δὲ αὐτῆς μεταστρεφομένης, δέομαι, φημὶ, ἀρίστη, τίς εἶ καὶ τίνα σε καλέομεν; ἡ δὲ, Ἀλήθεια, ἔφη· αὕτη δὲ ἣν προσιεῦσαν ὁρῇς, καὶ· ἐξαίφνης ἑτέρη τις κατεφαίνετό μοι, οὐκ ἀκαλλὴς μὲν οὐδ’ αὐτὴ, θρασυτέρη δὲ ἰδέσθαι καὶ σεσοβημένη, Δόξα, ἔφη, καλέεται· κατοικέει δὲ παρὰ τοῖσιν Ἀβδηρίταισιν. Ἐγὼ μὲν οὖν ἀναστὰς ὑπεκρινάμην ἐμαυτῷ τὸ ὄναρ, ὅτι οὐ δέοιτο ἰητροῦ Δημόκριτος, ὅπου γε αὐτὸς ὁ θεραπεύων θεὸς ἀπέστη, ὡς οὐκ ἔχων ὕλην θεραπείης· ἀλλὰ ἡ μὲν ἀλήθεια τοῦ ὑγιαίνειν παρὰ Δημοκρίτεω μένει, ἡ δὲ τοῦ νοσέειν αὐτὸν δόξα παρὰ Ἀβδηρίταις ὄντως κατῴκηκε. Ταῦτα πιστεύω ἀληθέα εἶναι, Φιλοποίμην, καὶ ἔστι, καὶ οὐκ ἀπογινώσκω τὰ ὀνείρατα, μάλιστα δὲ ὁκόταν καὶ τάξιν διαφυλάττῃ. Ἰητρικὴ δὲ καὶ μαντικὴ καὶ πάνυ ξυγγενέες εἰσὶν, ἐπειδὴ καὶ τῶν δύο τεχνέων πατὴρ εἷς Ἀπόλλων, ὁ καὶ πρόγονος ἡμέων, ἐούσας καὶ ἐσομένας νούσους προαγορεύων καὶ νοσέοντας καὶ νοσήσοντας ἰώμενος. Ἔῤῥωσο.
16. Ἱπποκράτης Κρατεύᾳ χαίρειν.
Ἐπίσταμαί σε ῥιζοτόμον ἄριστον, ὦ ἑταῖρε, καὶ διὰ τεὴν ἄσκησιν καὶ διὰ προγόνων κλέος, ὡς μηδὲν ἀποδεῖν σε δυνάμει τοῦ προπάτορος Κρατεύα. Νῦν οὖν, εἰ καί ποτε ἄλλοτε, βοτανολόγησον ὁκόσα τε καὶ ὁκοῖα δύνασαι, ἀναγκαίη γὰρ ἐπείγει, καὶ διάπεμψαί μοι ταῦτα, ἐπ’ ἄνδρα ὅλῃ πόλει ἰσοστάσιον, Ἀβδηρίτην μὲν, ἀλλὰ Δημόκριτον· νοσέειν γάρ φασιν αὐτὸν καὶ καθάρσιος μάλα χρῄζειν ἐντὸς μανίης ἐόντα. Μὴ χρησαίμεθα μέντοι τοῖσι φαρμάκοισιν, ὥσπερ καὶ πέπεισμαι· ἀλλ’ ὅμως εὐτρεπίσασθαι χρὴ πανταχόθεν. Τὸ δὲ χρῆμα τῶν βοτανῶν παρὰ σοὶ πολλάκις ἐθαύμασα, ὡς καὶ τὴν τῶν ὅλων φύσιν τε καὶ διάταξιν καὶ τὸ ἱερώτατων γῆς ἵδρυμα, ἐξ ἧς ζῶα καὶ φυτὰ καὶ τροφαὶ καὶ φάρμακα καὶ τύχη καὶ ὁ πλοῦτος αὐτὸς ἀναφύεται· οὐδὲ γὰρ ἂν εἶχεν οἷ ἐπιβῇ ἡ φιλαργυρίη, οὐδ’ ἂν Ἀβδηρῖταί με νῦν δέκα ταλάντοις ἐδελέαζον, ἀντὶ ἰητροῦ μισθωτὸν ἐλέγχοντες. Εἴθε δὲ ἠδύνασο, Κράτευα, τῆς φιλαργυρίης τὴν πικρὴν ῥίζην ἐκκόψαι, ὡς μηδὲν λείψανον αὐτῆς ἀφεῖναι, εὖ ἴσθι ὡς ἐκαθήραμεν ἂν τῶν ἀνθρώπων μετὰ τῶν σωμάτων καὶ τὰς ψυχὰς νοσεούσας. Ἀλλὰ ταῦτα μὲν εὐχαὶ, σὺ δ’ ἡμῖν τὸ παρεὸν μάλιστα τὰς ὀρεινὰς καὶ ὑψηλολόφους βοτάνας ῥιζοτόμει· στερεώτεραι γὰρ τῶν ὑδρηλοτέρων εἰσὶν καὶ δριμύτεραι μᾶλλον διὰ τὴν τῆς γῆς πυκνότητα καὶ τὴν λεπτότητα τοῦ ἠέρος· ὅ τι γὰρ ἕλκουσιν ἐμψυχότερόν ἐστι. Πειρήθητι δ’ ὅμως καὶ τὰς παρὰ λίμναις ἑλείους πεφυκυίας ἀνθολογῆσαι, καὶ τὰς παραποταμίους ἢ κρηνίτιδας ἢ πιδακίτιδας παρ’ ἡμῖν καλεομένας, ἃς δὴ ἀσθενέας καὶ ἀτόνους καὶ γλυκυχύλους εἶναι πέπεισμαι. Πάντα δὲ ὁκόσα χυλοί τε καὶ ὀποὶ ῥέοντες, ἐν ὑαλίνοισιν ἀγγείοισι φερέσθωσαν· ὁκόσα δ’ αὖ φύλλα ἢ ἄνθεα ἢ ῥίζαι, ἐν κώθωσι καινοῖσι περιεσφηκωμένοισιν, ὅκως μὴ διαῤῥιπιζόμενα τῇσι πνοῇσιν ἐκλίπῃ τὸν τόνον τῆς φαρμακείης, ὥσπερ λειποψυχήσαντα· ἀλλ’ εὐθὺς ἡμῖν ταῦτα πέμψον. Καὶ γὰρ ἡ ὥρη τοῦ ἔτεος ἁρμόδιος, καὶ ἡ ἀνάγκη τῆς λεγομένης μανίης ἐπείγει· τέχνης δὲ πάσης μὲν ἀλλότριον ἀναβολὴ, ἰητρικῆς δὲ καὶ πάνυ, ἐν ᾗ ψυχῆς κίνδυνος ἡ ὑπέρθεσις· ψυχαὶ δὲ τῶν θεραπειῶν οἱ καιροὶ, ὧν ἡ παραφυλακὴ τὸ τέλος. Ἔλπομαι μὲν οὖν ὑγιέα εἶναι τὸν Δημόκριτον καὶ δίχα ἰήσιος· εἰ δ’ ἄρα τι σφάλμα φύσιος ἢ καιροῦ ἢ ἄλλη τις αἰτίη γένοιτο, πολλὰ γὰρ ἡμέας θνητοὺς ἐόντας λάθοι, ἅτε μὴ πάγχυ δι’ ἀτρεκίης εὐτονέοντας, ἐπὶ τὸ ἄδηλον πᾶσαν χρεὼν δύναμιν ἠθροῖσθαι. Οὐ γὰρ ἀρκέεται ὁ κινδυνεύων οἷς δυνάμεθα, ἀλλ’ ἐπιθυμεῖ καὶ ἃ μὴ δυνάμεθα· καὶ σχεδὸν ἀεὶ πρὸς δύο στρατευόμεθα τέλεα, τὸ μὲν ἀνθρώπου, τὸ δὲ τέχνης, ὧν τὸ μὲν ἄδηλον, τὸ δὲ τῆς ἐπιστήμης ὥρισται. Δεῖ δὲ ἐν ἀμφοτέροισι τουτέοισι καὶ τύχης· τὸ γὰρ ἀτέκμαρτον ἐν τῇσι καθάρσεσι δι’ εὐλαβείης ἰατέον· καὶ γὰρ καὶ στομάχου κάκωσιν ὑφορώμεθα, καὶ ξυμμετρίην φαρμακείης πρὸς ἀγνοουμένην φύσιν στοχαζόμεθα· οὐ γὰρ ἡ αὐτὴ καὶ μία φύσις ἁπάντων, ἕτερον δ’ αἰεὶ πρὸς ἑωυτὴν ὁρίζουσα οἰκειοῖ, ἐνίοτε δὲ τὸ πᾶν ἀπώλεσεν. Καὶ ταῖσι βοτάναισι πολλὰ τῶν ἑρπετῶν ἐνιοβόλησε, καὶ περιχανόντα τῇ ἐντὸς αὔρῃ κάκωσιν ἀντ’ ἀλεξήσιος αὐτῇσι προσέπνευσεν, καὶ τούτου ἄγνοια ἔσται, εἰ μή τις ἄρα κηλὶς ἢ σπίλος ἢ ὀδμὴ θηριώδης καὶ ἀπηνὴς τοῦ γενομένου ξύμβολον φανείη· εἶθ’ ἡ τέχνη διὰ τὸ ξύμπτωμα τῆς τύχης τῆς κατορθώσιος ἀφήμαρτε. Βεβαιότεραι δ’ αἰεὶ αἱ δι’ ἐλλεβόρων διὰ τοῦτο καθάρσιές εἰσιν, αἷς καὶ Μελάμπους ἐπὶ τῶν Προίτου θυγατέρων καὶ Ἀντικυρεὺς ἐφ’ Ἡρακλέους ἱστορέονται κεχρῆσθαι. Μὴ χρησαίμεθα δὲ ἡμεῖς ἐπὶ Δημοκρίτεω μηδενὶ τουτέων, ἀλλᾲ γένοιτο ἐκείνῳ τῶν δραστικωτάτων καὶ ἰητρικωτάτων φαρμάκων σοφίη τέλος. Ἔῤῥωσο.
17. Ἱπποκράτης Δαμαγήτῳ χαίρειν.
Τοῦτ’ ἐκεῖνο, Δαμάγητε, ὅπερ εἰκάζομεν, οὐ παρέκοπτε Δημόκριτος, ἀλλὰ πάντα ὑπερεφρόνεε, καὶ ἡμᾶς ἐσωφρόνιζε καὶ δι’ ἡμέων πάντας ἀνθρώπους. Ἐξέπεμψα δέ σοι, φιλότης, ὡς ἀληθέως τὴν Ἀσκληπιάδα νῆα, ᾗ πρόσθες μετὰ τοῦ ἁλίου ἐπίσημον καὶ ὑγιείην, ἐπεὶ κατὰ δαίμονα τῷ ὄντι ἱστιοδρόμηκε, καὶ ἐκείνῃ τῇ ἡμέρῃ κατέπλευσεν ἐς Ἄβδηρα, ᾗπερ αὐτέοισιν ἐπεστάλκειν ἀφίξεσθαι· πάντας οὖν ἀολλέας πρὸ τῶν πυλέων εὕρομεν, ὡς εἰκὸς, ἡμέας περιμένοντας, οὐκ ἄνδρας μόνους, ἀλλὰ καὶ γυναῖκας, ἔτι δὲ καὶ πρεσβύτας καὶ παιδία νὴ τοὺς θεοὺς κατηφέα καὶ τὰ νήπια· καὶ οὗτοι μέντοι ὧδε εἶχον ὡς ἐπὶ μαινομένῳ τῷ Δημοκρίτῳ, ὁ δὲ μετ’ ἀκριβείης τότε ὑπερεφιλοσόφεεν. Ἐπεὶ δέ με εἶδον, ἔδοξάν που σμικρὸν ἐφ’ ἑωυτῶν γεγονέναι, καὶ χρηστὰς ἐλπίδας ἐποιεῦντο· ὁ δὲ Φιλοποίμην ἄγειν ἐπὶ τὴν ξενίην με ὥρμητο, κᾀκείνοισι ξυνεδόκεε τοῦτο. Ἐγὼ δὲ, ὦ ἄνδρες, ἔφην, Ἀβδηρϊται, οὐδὲν ἔστι μοι προὔργου ἢ Δημόκριτον θεήσασθαι. Οἱ δ’ ἐπῄνεον ἀκούσαντες, καὶ ἥσθησαν, ἦγόν τέ με ξυντόμως διὰ τῆς ἀγορῆς, οἱ μὲν ἑπόμενοι, οἱ δὲ προθέοντες ἑτέρωθεν ἕτεροι, σῶζε λέγοντες, βοήθει, θεράπευσον. Κᾀγὼ παρῄνεον θαῤῥεῖν, ὡς τάχα μὲν οὐδενὸς ἐόντος κακοῦ πίσυνος ἐτησίῃσιν ὥρῃσιν, εἰ δ’ ἄρα καί τινος βραχέος, εὐδιορθώτου, καὶ ἄμα ταῦτα λέγων ᾔειν, οὐδὲ γὰρ πόῤῥω ἦν ἡ οἰκίη, μᾶλλον δ’ οὐδ’ ἡ πόλις ὅλη. Παρῆμεν οὖν, πλησίον γὰρ τοῦ τείχεος ἐτύγχανεν, καὶ ἀνάγουσί με ἡσυχῇ, ἔπειτα κατόπιν τοῦ πύργου βουνὸς ἦν τις ὑψηλὸς, μακρῇσι καὶ δασείῃσιν αἰγείροισιν ἐπίσκιος· ἔνθεν τε ἐθεωρεῖτο τὰ τοῦ Δημόκριτου καταγώγια, καὶ αὐτὸς ὁ Δημόκριτος καθῆστο ὑπό τινι ἀμφιλαφεῖ καὶ χθαμαλωτάτῃ πλατανίστῳ, ἐν ἐξωμίδι παχείῃ, μοῦνος, ἀνήλιφος, ἐπὶ λιθίνῳ θώκῳ, ὠχριηκὼς πάνυ καὶ λειπόσαρκος, κουριῶν τὰ γένεια. Παρ’ αὐτὸν δ’ ἐπὶ δεξιῆς λεπτόῤῥυτον ὕδωρ κατὰ πρηνέος τοῦ λόφου θέον ἠρεμαίως ἐκελάρυζεν· ἦν δέ τι τέμενος ὑπὲρ ἐκεῖνον τὸν λόφον, ὡς ἐν ὑπονοίῃ κατεικάζοντι, νυμφέων ἱδρυμένον, αὐτοφύτοισιν ἐπηρεφὲς ἀμπέλοισιν. Ὁ δ’ εἶχεν ἐν εὐκοσμίῃ πολλῇ ἐπὶ τοῖν γουνάτοιν βιβλίον, καὶ ἕτερα δέ τινα ἐξ ἀμφοῖν τοῖν μεροῖν αὐτέῳ παρεβέβλητο, σεσώρευτο δὲ καὶ ζῶα συχνὰ ἀνατετμημένα δι’ ὅλων. Ὁ δὲ ὁτὲ μὲν ξυντόνως ἔγραφεν ἐγκείμενος, ὁτὲ δὲ ἠρέμει πάμπολύ τε ἐπέχων καὶ ἐν ἑωυτῷ μερμηρίζων· εἶτα μετ’ οὐ πολὺ, τουτέων ἑρδομένων, ἐξαναστὰς περιεπάτεε, καὶ τὰ σπλάγχνα τῶν ζώων ἐπεσκόπεε, καὶ καταθεὶς αὐτὰ μετελθὼν πάλιν ἐκαθέζετο. Οἱ δὲ Ἀβδηρϊται περιεστῶτές με κατηφέες καὶ οὐ πόῤῥω τὰς ὄψιας δακρυόντων ἔχοντες φασὶν, ὁρῇς μέντοι τὸν Δημοκρίτου βίον, ὦ Ἱππόκρατες, ὡς μέμηνε, καὶ οὔτε ὅ τι θέλει οἶδεν οὔτε ὅ τι ἕρδει. Καί τις αὐτέων ἔτι μᾶλλον ἐνδείξασθαι βουλόμενος τὴν μανίην αὐτοῦ, ὀξὺ ἀνεκώκυσεν εἴκελον γυναικὶ ἐπὶ θανάτῳ τέκνου ὀδυρομένῃ, εἶτ’ ἀνῴμωξε πάλιν ἄλλος ὑποκρινόμενος παροδίτην ἀπολέσαντά τι ὧν διεκόμιζε· καὶ ὁ Δημόκριτος ὑπακούων τὰ μὲν ἐμειδία, τὰ δὲ ἐξεγέλα, καὶ οὐκ ἔτι οὐδὲν ἔγραφεν, τὴν δὲ κεφαλὴν θαμινὰ ἐπέσειεν. Ἐγὼ δὲ, ὑμεῖς μὲν, ἔφην, ὦ Ἀβδηρῖται, αὐτόθι μίμνετς, ἐγγυτέρω δ’ αὐτὸς καὶ λόγων καὶ σώματος τἀνδρὸς γενηθεὶς, ἰδών τε καὶ ἀκούσας εἴσομαι τοῦ πάθεος τὴν ἀλήθειαν· καὶ ταῦτ’ εἰπὼν κατέβαινον ἡσυχῇ. Ἦν δὲ ὀξὺ καὶ ἐπίφορον ἐκεῖνο τὸ χωρίον· μόλις οὖν διαστηριζόμενος διῆλθον· ἐπεὶ δὲ ἐπλησίαζον, ἔτυχεν, ὅτε ἐπῆλθον αὐτέῳ, τι δή ποτε γράφων ἐνθουσιωδῶς καὶ μεθ’ ὁρμῆς. Εἱστήκειν οὖν αὐτόθι περιμένων αὐτέου τὸν καιρὸν τῆς ἀναπαύσιος· ὁ δὲ μετὰ σμικρὸν τῆς φορῆς λήξας τοῦ γραφίου ἀνέβλεψέ τε ἐς ἐμὲ προσιόντα καὶ φησὶ, χαῖρε, ξένε. Κᾀγὼ, πολλά γε καὶ σὺ, Δημόκριτε, ἀνδρῶν σοφώτατε. Ὁ δὲ αἰδεσθεὶς, οἶμαι, ὅτι οὐκ ὀνομαστὶ προσεῖπέ με, σὲ δὲ, ἔφη, τί καλέομεν; ἄγνοια γὰρ τοῦ σοῦ ὀνόματος ἦν πρόφασις τῆς τοῦ ξένου προσηγορίας. Ἱπποκράτης, ἔφην, ἔμοιγε τούνομα ὁ ἰητρός. Ὁ δὲ εἶπεν, ἡ τῶν Ἀσκληπιαδῶν εὐγένεία πολύ τέ σου τὸ κλέος τῆς ἐν ἰητρικῇ σοφίης πεφοίτηκε· καὶ ἐς ἡμέας ἀφῖκται. Τί δὲ χρέος, ἑταῖρε, δεῦρό σε ἤγαγε; μᾶλλον δὲ πρὸ πάντων κάθησο· ὁρῇς δὲ ὡς ἔστιν οὗτος οὐκ ἀηδὴς φύλλων θῶκος ἔτι χλωρὸς καὶ μαλθακὸς, ἐγκαθίσαι προσηνέστερος τῶν τῆς τύχης ἐπιφθόνων θώκων. Καθίσαντος δέ μου, πάλιν φησὶν, ἴδιον οὖν ἢ ἐπιδήμιον πρῆγμα διζήμενος δεῦρο ἀφῖξαι, φράζεο σαφέως· καὶ γὰρ ἡμεῖς ὅ τι δυναίμεθα συνεργοῖμεν ἄν. Κᾀγὼ, τὸ μὲν κατ’ ἀλήθειαν, ἔφην, αἴτιον, δεῦρο σέο χάριν ἥκω ξυντυχεῖν σοφῷ ἀνδρί· ἔχεὶ δὲ πρόφασιν ἡ πατρὶς, ἧς πρεσβείην τελέω. Ὁ δὲ, ξενίῃ τοίνυν, φησὶ, τὰ πρῶτα κέχρησο ἡμετέρῃ. Πειρεύμενος δὲ κᾀγὼ κατὰ πάντα τἀνδρὸς, καίπερ ἤδη μοι δήλου μὴ παρακόπτειν ἐόντος, Φιλοποίμενα οἶσθα, ἔφην, πολίτην ἐόντα ὑμέτερον; ὁ δὲ, καὶ μάλα, εἶπεν, τὸν Δάμωνος λέγεις υἱὸν, τὸν οἰκεῦντα παρὰ τὴν Ἑρμαίδα κρήνην. Τοῦτον, εἶπον, οὗ καὶ τυγχάνω ἐκ πατέρων ἴδιος ξένος· ἀλλὰ σὺ, Δημόκριτε, τῇ κρείσσονί με ξενίῃ δέχου, καὶ πρῶτόν γέ τί τοῦτο τυγχάνεις γράφων φράζε. Ὁ δ’ ἐπισχὼν ὀλίγον, περὶ μανίης, ἔφη. Κᾀγώ, ὦ Ζεῦ βασιλεῦ, φημὶ, εὐκαίρως γε ἀντιγράφεις πρὸς τὴν πόλιν. Ὁ δὲ, ποίην, φησὶ, πόλιν, Ἱππόκρατες; ἐγὼ δὲ, οὐδὲν, ἔφην, ὦ Δημόκριτε, ἀλλ’ οὐκ οἶδ’ ὅπως προΰπεσον· ἀλλὰ τί περὶ μανίης γράφεις; Τί γὰρ; εἱπεν, ἄλλο, πλὴν ἥτις τε εἴη, καὶ ὅκως ἀνθρώποισιν ἐγγίνεται, καὶ τίνα τρόπον ἀπολωφέοιτο· τά τε γὰρ ζῶα ταῦτα ὁκόσα, ἔφη, ὁρῇς, τουτέου μέντοι γε ἀνατέμνω εἵνεκα, οὐ μισέων θεοῦ ἔργα, χολῆς δὲ διζήμενος φύσιν καὶ θέσιν· οἶσθα γὰρ ἀνθρώπων παρακοπῆς ὡς αἰτίη ἐπιτοπολὺ αὕτη πλεονάσασα, ἐπεὶ πᾶσι μὲν φύσει, ἀλλὰ παρ’ οἷς μὲν ἔλαττον, παρ’ οἷς δέ τι πλέον· ἡ δ’ ἀμετρίη αὐτέης νοῦσοι τυγχάνουσιν, ὡς ὕλης ὁτὲ μὲν ἀγαθῆς, ὁτὲ δὲ φαύλης ὑποκειμένης. Κᾀγὼ, νὴ Δία, ἔφην, ὦ Δημόκριτε, ἀληθέως γε καὶ φρονίμως λέγεις, ὅθεν εὐδαίμονά σε κρίνω τοσαύτης ἀπολαύοντα ἡσυχίης· ἡμῖν δὲ μετέχειν ταύτης οὐκ ἐπιτέτραπται. Ἐρεομένου δὲ διὰ τί, ὦ Ἱππόκρατες, οὐκ ἐπιτέτραπται; ὅτι, ἔφην, ἢ ἀγροὶ ἢ οἰκίη ἢ τέκνα ἢ δάνεια ἢ νοῦσοι ἢ θάνατοι ἢ δμῶες ἢ γάμοι ἢ τοιαῦτά τινα τὴν εὐκαιρίην ὑποτάμνεται. Ἐνταῦθά δὴ ὁ ἀνὴρ εἰς τὸ εἰωθὸς πάθος κατηνέχθη, καὶ μάλα ἀθρόον τι ἀνεκάγχασε, καὶ ἐπετώθασε, καὶ τὸ λοιπὸν ἡσυχίην ἦγεν Κᾀγὼ, τί μέντοι, Δημόκριτε, ἔφην, γελᾷς; πότερον τὰ ἀγαθὰ ὧν εἶπον, ἢ τὰ κακά; ὁ δὲ ἔτι μᾶλλον ἐγέλα, καὶ ἄποθεν ὁρεῦντες οἱ Ἀβδηρῖται, οἱ μὲν τὰς κεφαλὰς αὐτέων ἔπαιον, οἱ δὲ τὰ μέτωπα, οἱ δὲ τὰς τρίχας ἔτιλλον· καὶ γὰρ, ὡς ὕστερον ἔφησαν, πλεονάζοντι παρὰ τὸ εἰωθὸς τῷ γέλωτι ἐχρήσατο. Ὑποτυχὼν δ’ ἐγὼ, ἀλλὰ μὴν, ἔφην, σοψῶν ἄριστε, Δημόκριτε, ποθέω γὰρ αἰτίην τοῦ περὶ σὲ πάθεος καταλαβέσθαι, τίνος ἄξιος ἐφάνην ἐγὼ γέλωτος; ἢ τὰ λεχθέντα, ὅκως μαθὼν παύσομαι τῆς αἰτίης, ἢ σὺ ἐλεγχθεὶς διακρούσῃ τοὺς ἀκαίρους γέλωτας. Ὁ δὲ, Ἡράκλεις, ἔφη, εἰ γὰρ δυνήσῃ με ἐλέγξαι, θεραπείην θεραπεύσεις, οἵην οὐδένα οὐδεπώποτε, ὦ Ἱππόκρατες. Καὶ πῶς οὐκ ἐλεγχθείης, ἔφην, ὦ ἄριστε; ἢ οὐκ οἴη ἄτοπός. γε εἶναι γελῶν ἀνθρώπου θάνατον ἢ νοῦσον ἢ παρακοπὴν ἢ μανίην ἢ μελαγχολίην ἢ σφαγὴν ἢ ἄλλο τι χεῖρον; ἢ τοὔμπαλιν γάμους ἢ πανηγύριας ἢ τεκνογονίην ἢ μυστήρια ἢ ἀρχὰς καὶ τιμὰς ἢ ἄλλο τι ὅλως ἀγαθόν; καὶ γὰρ ἃ δέον οἰκτείρειν γελᾷς, καὶ ἐφ’ οἷσιν ἥδεσθαι χρὴ, καταγελᾷς τουτέων, ὥστε μήτε ἀγαθὸν μήτε κακὸν παρὰ σοὶ διακεκρίσθαι. Ὁ δὲ, ταῦτα μὲν, ἔφη, εὖ λέγεις, ὦ Ἱππόκρτες, ἀλλ’ οὐκ οἶσθά πω τοῦ ἡμετέρου γέλωτος αἰτίην, μαθὼν δ’ εὖ οἶδ’ ὅτι κρέσσονα τῆς πρεσβείης ἀντιφορτισάμενος ἀποίσεις θεραπείην τὸν ἐμὸν γέλωτα τῇ πατρίδι καὶ ἑωυτέῳ, καὶ τοὺς ἄλλους δυνήσῃ σωφρονίζειν· ἀνθ’ ὧν ἴσως κᾀμὲ διδάξεις ἰητρικὴν ἀμοιβηδὸν, γνοὺς ὅση σπουδῇ περὶ τὰ ἀσπούδαστα, φιλοτιμεύμενοι πρήσσειν τὰ μηδενὸς ἄξια, πάντες ἄνθρωποι τὸν βίον ἀναλίσκουσι, γελώτων ἄξια διοικεῦντες. Ἐγὼ δέ φημι, λέγε πρὸς θεῶν, μήποτε γὰρ διαλανθάνῃ ἅπας ὁ κόσμος νοσέων, καὶ οὐκ ἔχει ὅκου διαπέμψηται πρεσβείην πρὸς θεραπείην· τί γὰρ ἂν εἴη ἔξω αὐτέου; ὁ δ’ ὑπολαβὼν, πλλαί γε, φησὶν, ἀπειρίαι κόσμων εἰσὶν, Ἱππόκρατες, καὶ μηδαμῶς, ἑταῖρε, κατασμικρολόγει πλουσίην τὴν φύσιν ἐοῦσαν. Ἀλλὰ ταῦτα μὲν, ἔφην, Δημόκριτε, διδάξεις ἐν ἰδίῳ καιρῷ, εὐλαβέομαι γὰρ μή πως καὶ τὴν ἀπειρίην διεξιὼν γελᾷν ἄρξῃ· ἴσθι δὲ νῦν περὶ τοῦ σέο γέλωτος τῷ βίῳ λόγον δώσων. Ὁ δὲ μάλα τρανὸν ἐπιδών μοι, δύο, φησὶ, τοῦ ἐμοῦ γέλωτος αἰτίας δοκέεις, ἀγαθὰ καὶ φαῦλα· ἐγὼ δὲ ἕνα γελῶ τὸν ἄνθρωπον, ἀνοίης μὲν γέμοντα, κενεὸν δὲ πρηγμάτων ὀρθῶν, πάσῃσιν ἐπιβουλῇσι νηπιάζοντα, καὶ μηδεμιῆς ἕνεκεν ὠφελείης ἀλγέοντα τοὺς ἀνηνύτους μόχθους, πείρατα γῆς καὶ ἀορίστους μυχοὺς ἀμέτροισιν ἐπιθυμίῃσιν ὁδεύοντα, ἄργυρον τήκοντα καὶ χρυσὸν, καὶ μὴ παυόμενον τῆς κτήσιος ταύτης, αἰεὶ δὲ θορυβεύμενον περὶ τὸ πλέον, ὅκως αὐτοῦ ἐλάσσων μὴ γένηται· καὶ οὐδὲν αἰσχύνεται λεγόμενος εὐδαίμων, ὅτι χάσματα γῆς ὀρύσσει δεσμίων χερσὶν, ὧν οἱ μὲν ὑπὸ σομφῆς ἐπιπεσούσης τῆς γῆς ἐφθάρησαν, οἱ δὲ πολλῷ χρόνῳ ταύτην ἔχοντες τὴν ἀνάγαην ὡς ἐν πατρίδι τῇ κολάσει παραμένουσιν, ἀργύριον καὶ χρυσίον μαστεύοντες, ἴχνη κόνιος καὶ ψήγματα ἐρευνῶντες, ψάμμον ἄλλην ἀλλαχόθεν ἀγείροντες, καὶ τῆς γῆς φλέβας ἐκτέμνοντες, ἐς περιουσίην αἰεὶ βωλοκοπέοντες, ποιέοντες ἐκ γῆς τῆς μητρὸς πολεμίην γῆν, καὶ τὴν αὐτὴν ἐοῦσαν καὶ θαυμάζουσι καὶ πατέουσιν· ὅσος γέλως, ἐπιμόχθου καὶ κρυφίης γῆς ἐρῶσι τὴν φανερὴν ὑβρίζοντες. Κύνας ὠνεῦνται, οἱ δ’ ἵππους, οἱ δὲ χώρην πολλὴν περιορίζοντες ἰδίην ἐπιγράφουσιν, καὶ πολλῆς ἐθέλοντες δεσπόζειν οὐδὲ αὐτέων δύνανται· γαμεῖν σπεύδουσιν, ἃς μετ’ ὀλίγον ἐκβάλλουσιν, ἐρῶσιν, εἶτα μισέουσι, μετ’ ἐπιθυμίης γεννῶσιν, εἶτ’ ἐπβάλλουσι τελείους. Τίς ἡ κενὴ σπουδὴ καὶ ἀλόγιστος, μηδὲν μανίης διαφέρουσας πολεμοῦσιν ἔμφυλον, ἠρεμίην οὐχ αἱρετίζοντες· ἀντενεδρεύουσι βασιλέας, ἀνδροφονέουσι, γῆν ὀρύσσοντες ἀργύριον ζητοῦσιν, ἀργύριον εὑρόντες γῆν ἐθέλουσι πρίασθαι, ὠνησάμενοι γῆν καρποὺς πιπράσκουσι, καρποὺς ἀποδόμενοι πάλιν ἀργύριον λαμβάνουσιν. Ἐν ὅσῃσι μεταβολῇσιν εἰσὶν, ἐν ὅσῃ κακίῃ· οὐσίην μὴ ἔχοντες οὐσίην ποθέουσιν, ἔχοντες κρύπτουσιν, ἀφανίζουσιν. Καταγελῶ ἐφ’ οἷσι κακοπραγέουσιν, ἐπιτείνω τὸν γέλωτα ἐφ’ οἷς δυστυχέουσι, θεσμοὺς γὰρ ἀληθείης παραβεβήκασι, φιλονεικέοντες ἔχθρῃ πρὸς ἀλλήλους, δῆριν ἔχουσι μετὰ ἀδελφεῶν καὶ τοκήων καὶ πολιτέων, καὶ ταῦτα ὑπὲρ τοιουτέων κτημάτων ὧν οὐδεὶς θανὼν δεσπότης ἐστὶν, ἀλληλοκτονέουσιν, ἀθεσμόβια φρονεῦντες φίλων καὶ πατρίδων ἀπορίην ὑπερορῶσι, πλουτίζουσι τὰ ἀνάξια καὶ τὰ ἄψυχα, ὅλης τῆς οὐσίης ἀνδριάντας ὠνέονται, ὅτι δοκέει λαλεῖν τὸ ἄγαλμα, τοὺς δὲ ἀληθέως λαλέοντας μισεῦσιν. Τῶν μὴ ῥηϊδίων ἐφίενται· καὶ γὰρ ἤπειρον οἰκεῦντες θάλασσαν ποθέουσι, καὶ πάλιν ἐν νήσοισιν ἐόντες ἠπείρων γλίχονται, καὶ πάντα διαστρέφουσιν ἐς ἰδίην ἐπιθυμίην. Καὶ δοκέουσι μὲν ἐν πολέμῳ ἀνδρείην ἐπαινέεσθαι, νικῶνται δὲ καθ’ ἡμερην ὑπὸ τῆς ἀσελγείης, ὑπὸ τῆς φιλαργυρίης, ὑπὸ τῶν παθέων πάντῶν, ἃ νοσέουσι. Θερσῖται δ’ εἰσὶ τοῦ βίου πάντες. Τί δὲ τὸν ἐμὸν, Ἱππόκρατες, ἐμέμψω γέλωτα; οὐ γὰρ αὐτός τις τῆς ἰδίης ἀνοίης, ἀλλὰ ἄλλος ἄλλου καταγελᾷ, οἱ μὲν τῶν μεθυόντων, ὅταν αὐτοὶ δοκέωσι νήφειν, οἱ δὲ τῶν ἐρώντων, χαλεπωτέρην νοῦσον νοσεῦντες αὐτοὶ, οἱ δὲ τῶν πλεόντων, ἄλλοι δὲ τῶν περὶ γεωργίην ἀσχοληθέντων· οὐ συμφωνέουσι γὰρ οὔτε ταῖς τέχναις οὔτε τοῖς ἔργοις. Ἐγὼ δὲ, ταῦτα μὲν, ἔφην, κρήγυα, Δημόκριτε, οὐδ’ ἄλλος τις ἂν εἴη λόγος ἁρμοδιώτερος ἐξαγγέλλων ταλαιπωρίην θνητῶν· ἀλλ’ αἱ πρήξιες νομοθετέουσυτὴν ἀναγκαίην, οἰκονομίης τε εἵνεκα καὶ ναυπηγίης καὶ τῆς ἑτέρης πολιτείης, ἐν ᾗ χρεὼν εἶναι τὸν ἄνθρωπον· οὐ γὰρ εἰς ἀργίην αὐτὸν ἡ φύσις ἐγέννησεν· ἐκ τουτέων δὲ πάλιν φιλοδοξίη χυθεῖσα ἔσφηλε πολλῶν ὀρθογνώμονα ψυχὴν, σπουδαζόντων μὲν ἅπαντα ὡς ἐπὶ ἀδιαπτωσίῃ, μὴ κατευτονεόντων δὲ τὴν ἀδηλότητα προορῆσθαι. Ἤ που γάρ τις, ὦ Δημόκριτε, γαμέων ἢ χωρισμὸν ἢ θάνατον προσεδόκησεν; τίς δ’ ὁμοίως παιδοτροφέων ἀπώλειαν; ἀλλ’ οὐδ’ ἐν γεωργίῃ καὶ πλόῳ καὶ βασιλείῃ καὶ ἡγεμονίῃ καὶ πάνθ’ ὅσ’ ὑπάρχει κατὰ τὸν αἰῶνα· οὐδεὶς γὰρ προϋπέλαβε πταῖσαι, ἀλλ’ ἀγαθῇσιν ἕκαστος τουτέων ἐλπίσι φέρβεται, τῶν δὲ χερειόνων οὐ μέμνηται· μή ποτ’ οὖν ὁ σὸς γέλως τουτέοισιν ἀνάρμοστος; Ὁ δὲ Δημόκριτος, μάλα, ἔφη, νωθὴς τὸν νόον ὑπάρχεις, καὶ μακρήν γε τῆς ἐμῆς γνώμης ἀπόδημος, Ἱππόκρατες, ἀταραξίης καὶ ταραχῆς μέτρα μὴ ἐπισκοπέων, δι’ ἄγνοιαν. Ταῦτα γὰρ αὐτὰ διανοίῃ φρενήρει διοικέοντες, αὐτοί τε ῥηϊδίως ἀπηλλάσσοντο, καὶ τὸν ἐμὸν ἐλώφεον γέλωτα. Νῦν δ’ ὡς ἐπαρηρόσι τοῖσιν ἐν τῷ βίῳ φρενοβλαβέες τετύφωνται ἀσυλλογίστῳ διανοίῃ τῆς ἀτάκτου φορῆς, δυσδίδακτοι· νουθεσίη γὰρ αὐτάρκης ὑπῆρχεν ἡ τῶν ξυμπάντων μεταβολὴ, ὀξείῃσι τροπῇσιν ἐμπίπτουσα, αἰφνίδιον τροχηλασίην παντοίην ἐννοέουσα. Οἱ δ’ ὡς ἐπ’ ἀρηρυίῃ καὶ βεβαίῃ ἐκλελησμένοι παθέων κατὰ τὸ ξυνεχὲς ἐμπιπτόντων ἄλλοτε ἄλλως ποθεῦντες τὰ λυπέοντα, διζήμενοι τὰ μὴ ξυμφέροντα, ἐγκαλινδεῦνται πολλῇσι ξυμφορῆσιν. Εἰ δέ τις ἐμερμήριζεν κατὰ δύναμιν ἰδίην τὰ ξύμπαντα ἕρδειν, ἀδιάπτωτον ἐφρούρεε ζωὴν, ἑωυτὸν ἐξεπιστάμενος, καὶ ξύγκρισιν ἰδίην σαφέως κατανοήσας, καὶ μὴ τῆς ἐπιθυμίης τὴν σπουδὴν ἀόριστον ἐκτείνων, τὴν δὲ πλουσίην φύσιν καὶ πάντων τιθηνὸν δι’ αὐταρκείης ὁρέων. Καθάπερ δ’ ἡ τῶν παχέων εὐεξίη κίνδυνος πρόδηλος, οὕτω τὸ μέγεθος τῶν εὐτυχημάτων σφαλερόν ἐστιν· ἀρίσημοι δ’ ἐν τῇσι κακοδαιμονίῃσι ξυνθεωρεῦνται. Ἄλλοι δὲ τὰ τῶν παλαιῶν μὴ ἱστορέοντες ὑπὸ τῆς ἰδίης κακοπραγίης ἀπώλοντο, τὰ δῆλα καθάπερ ἄδηλα μὴ προθεωρεῦντες, ὑπόδειγμα τὸν μακρὸν βίον ἔχοντες γενομένων καὶ μὴ γενομένων, ἐξ ὧν καὶ τὸ ἐσόμενον ἐχρῆν κατανοῆσαι. Ταῦθ’ ὁ ἐμὸς γέλως, ἄφρονες ἄνθρωποι, πονηρίης δίκας ἐκτίνοντες, φιλαργυρίης, ἀπληστίης, ἔχθρης, ἐνέδρης, ἐπιβουλίης, βασκανίης, ἀργαλέον ἐξειπεῖν πολυμηχανίην κακῶν, ἀπειρίη γάρ τίς ἐστι κᾀν τουτέοισι, δολοπλοκίῃσιν ἀνθαμιλλεῦντες, σκολιόφρονες· ἀρετῆς δὲ παρ’ αὐτοῖσι τρόπος ἐστὶ τὸ χέρειον, φιλοψευδίην γὰρ ἀσκέουσι, φιληδονίην κοσμέουσι, νόμοισιν ἀπιθεῦντες ὁ δὲ αὐτέων κατακρίνει τὴν ἀπροαιρεσίην, μήτε ὁρήσιος μήτε ἀκοῆς μετέχοντας· μούνη δ’ αἴσθησις ἀνθρώπου ἀτρεκείῃ διανοίης τηλαυγὴς, τό τε ἐὸν καὶ τὸ ἐσόμενον προορεομένη. Δυσαρεστεῦνται πᾶσι, καὶ πάλιν τοῖσιν αὐτέοισιν ἐμπελάζονται, ἀρνησάμενοι πλόον πλέουσι, γεωργίην ἀπειπάμενοι αὖθις γεωργεῦσιν, ἐκβάλλοντες γαμετὴν ἑτέρην εἰσάγονται, γεννήσαντες ἔθαψαν, θάψαντες ἐγέννησαν, πάλιν τρέφουσι, γῆρας ηὔξαντο, ἐς αὐτὸ δ’ ἀφικόμενοι στενάζουσιν, ἐν οὐδεμιῇ καταστάσει βέβαιον ἔχοντες τὴν γνώμην· ἡγεμόνες καὶ βασιλέες μακαρίζουσι τὸν ἰδιώτην, ὁ δὲ ἰδιώτης ὀρέγεται βασιλείης, ὁ πολιτευόμενος τὸν χειροτεχνεῦντα ὡς ἀκίνδυνον, ὁ δὲ χειροτέχνῆς ἐκεῖνον ὡς εὐτονεῦντα κατὰ πάντων. Τὴν γὰρ ὀρθὴν κέλέυθον τῆς ἀρετῆς οὐ θεωρεῦσι καθαρὴν καὶ λείην καὶ ἀπρόσπταιστον, εἰς ἣν οὐδεὶς τετόλμηκεν ἐμβαίνειν· φέρονται δὲ ἐπὶ τὴν ἀπειθῆ καὶ σκολιὴν, τρηχυβατέοντες, καταφερόμενοι καὶ προσκόπτοντες, οἱ δὲ πλεῖστοι ἐκπίπτοντες, ἀσθμαίνοντες ὡς διωκόμενοι, ἐρίζοντες, ὑστερέοντες, προηγεύμενοι. Καὶ οὓς μὲν αὐτέων ἔρωτες ἀτάσθαλοι ὑποπεπρήκασιν ἀλλοτρίης φῶρας εὐνῆς, ἀναιδείῃ πισύνους· οὓς δὲ τήκει φιλαργυρίη νοῦσος ἀόριστος· οἱ δ’ ἀλλήλοισιν ἀντεπιτίθενται· οἱ δ’ ὑπὸ φιλοδοξίης ἐς ἠέρα ἀνενεχθέντες βρίθει κακίης ἐς βυθὸν ἀπωλείης καταφέρονται. Κατασκάπτουσιν, εἶτα ἐποικοδομέουσι, χαρίζονται, εἶτα μετανοοῦσι, καὶ ἀφαιρεῦνται τὰ φιλίης δίκαια, κακοπραγεῦντες ἐς ἔχθρην, τὰ ξυγγενείης πολεμοποιεῦντες, καὶ τουτέων πάντων αἰτίη ἡ φιλαργυρίη. Τί νηπίων ἀθυρόντων διαφέρουσι, παρ’ οἷσιν ἄκριτος μὲν ἡ γνώμη, τὸ δὲ προσπεσὸν τερπνόν; Ἐν δὲ τοῖσι θυμοῖσι τί περισσὸν ζώοισιν ἀλόγοισι παραλελοίπασιν; πλὴν ὅτι ἐν αὐταρκείῃ μένουσιν οἱ θῆρες. Τίς γὰρ λέων ἐς γῆν κατέκρυψε χρυσόν; τίς ταῦρος πλεονεξίην ἐκορύσατο; τίς πάρδαλις ἀπληστίην κεχώρηκε; διψῇ μὲν ἄργιος σῦς, ὅσον ὕδατος ὠρέχθη· λύκος δὲ δαρδάψας τὸ προσπεσὸν τῆς ἀναγκαίης τροφῆς ἀναπέπαυται· ἡμέρῃσι δὲ καὶ νυξὶ ξυναπτομένῃσιν οὐκ ἔχει θοίνης κόρον ὤνθρωπος. Καὶ χρόνων μὲν ἐνιαυσίων τάξις ὀχείης ἀλόγων τέρμα ἐστὶν, ὁ δὲ τὸ διηνεκὲς οἰστρομανίην ἔχει τῆς ἀσελγείης. Ἱππόκρατες, μὴ γελάσω τὸν κλαίοντα δι’ ἔρωτα, ὅτι ξυμφερόντως ἀποκέκλεισται, μάλιστα δ’ ἢν ῥιψοκίνδυνος ᾖ, καὶ φέρηται κατὰ κρημνῶν ἢ βυθῶν πελάγους, ἐπιτενῶ τὸν γέλωτα; μὴ γελάσω τὸν τὴν νῆα πολλοῖσι φορτίοισι βαπτίσαντα, εἶτα μεμφόμενον τῇ θαλάσσῃ ὅτι κατεβύθισεν αὐτὴν πλήρεα; ἐγὼ μὲν οὐδ’ ἀξίως δοκέω γελῇν, ἐξευρεῖν δὲ κατ’ αὐτέων ἤθελόν τι λυπηρόν· ἀλλ’ οὐδὲ ἰητρικὴν ὑπὲρ τουτέων ἐχρῆν εἶναι, μήτε τεχνώμενον παιήονα φάρμακα· ὁ σὸς πρόγονος Ἀσκληπιὸς νουθεσίη σοι γινέσθω, σώζων ἀνθρώπους κεραυνοῖσίν ηὐχαρίστηται. Οὐχ ὁρῇς ὅτι κᾀγὼ τῆς κακίης μοῖρα εἰμὶ, μανίης διζήμενος αἰτίην, ζῶα κατακτείνω καὶ ἀνατέμνω; ἐχρῆν δὲ ἐξ ἀνθρώπων τὴν αἰτίην ἐρευνῆσαι. Οὐχ ὁρῇς ὅτι καὶ ὁ κόσμος μισανθρωπίης πεπλήρωται; ἄπειρα κατ’ αὐτέων πάθεα ξυνήθροικεν· ὅλος ὁ ἄνθρωπος ἐκ γενετῆς νοῦσος ἐστὶ, τρεφόμενος, ἄχρηστος, ἱκέτης βοηθείης· αὐξανόμενος, ἀτάσθαλος, ἄφρων, διὰ χειρὸς παιδαγωγίης· ἀκμάζων, θρασύς· παρακμάζων, οἰκτρὸς, τοὺς ἰδίους πόνους ἀλογιστίη γεωργήσας· ἐκ μητρῴων γὰρ λύθρων ἐξέθορε τοιοῦτος. Διὰ τοῦτο οἱ μὲν θυμικοὶ καὶ ὀργῆς ἀμέτρου γέμοντες, ἐν ξυμφορῇσι καὶ μάχῃσι, οἱ δ’ ἐν φθορῇσι καὶ μοιχείῃσι διὰ παντὸς, οἱ δ’ ἐν μέθῃσιν, οἱ δ’ ἐν ἐπιθυμίῃσι τῶν ἀλλοτρίων, οἱ δ’ ἐν ἀπωλείῃσι τῶν σφετέρων. Ὄφελον δύναμις ὑπῆρχε τὰς ἁπάντων οἰκήσιας ἀνακαλύψαντα μηδὲν ἀφεῖναι τῶν ἐντὸς παρακάλυμμα, εἶθ’ οὕτως ὁρῇν τὰ πρησσόμενα ἔνδον· ἴδωμεν ἂν οὓς μὲν ἐσθίοντας, οὓς δὲ ἐμέοντας, ἑτέρους δ’ αἰκίῃσι στρεβλέοντας, τοὺς δὲ φάρμακα κυκῶντας, τοὺς δὲ ξυννοέοντας ἐπιβουλίην, τοὺς δὲ ψηφίζοντας, ἄλλους χαίροντας, τοὺς δὲ κλαίοντας, τοὺς δὲ ἐπὶ κατηγορίην φίλων ξυγγράφοντας, τοὺς δὲ διὰ φιλοδοξίην ἔκφρονας. Καὶ τά γε ἔτι βαθύτερα, αἱ πρήξιες τῶν κατὰ ψυχὴν κευθομένων, καὶ τουτέων ὁκόσοι μὲν νέοι, ὁκόσοι δὲ πρεσβῦται, αἰτεῦντες, ἀρνεόμενοι, πενόμενοι, περιουσιάζοντες, λιμῷ θλιβόμενοι, οἱ δὲ ἀσωτίῃ βεβαρυμένοι, ῥυπῶντες, δέσμιοι, οἱ δὲ τρυφῇσι γαυριῶντες, τρέφοντες, ἄλλοι σφάζοντες, ἄλλοι θάπτοντες, ὑπερορέοντες ἃ ἔχουσι, πρὸς τὰς ἐλπιζομένας κτήσιας ὡρμημένοι, μένοι, οἱ μὲν ἀναίσχυντοι, οἱ δὲ φειδωλοὶ, οἱ δὲ ἄπληστοι, οἷ μὲν φονεῦντες, οἱ δὲ τυπτόμενοι, οἱ δὲ ὑπερηφανεῦντες, οἱ δὲ ἐπτοημένοι κενοδοξίῃ· καὶ οἱ μὲν ἵπποισι παρεστεῶτες, οἱ δὲ ἀνδράσιν, οἱ δὲ κυσὶν, οἱ δὲ λίθοισιν ἢ ξύλοισιν, οἱ δὲ χαλκῷ, οἱ δὲ γραφῇσι· καὶ οἱ μὲν ἐν πρεσβείαις, οἱ δὲ ἐν στρατηγίῃσιν, οἱ δὲ ἐν ἱερωσύνῃσιν, οἱ δὲ στεφανηφορέοντες, οἱ δὲ ἔνοπλοι, οἱ δ’ ἀποκτεινόμενοι. Φέρονται δὲ τουτέων ἕκαστοι, οἱ μὲν ἐπὶ ναυμαχίην, οἱ δὲ ἐπὶ στρατείην, οἱ δὲ ἐπ’ ἀγροικίην, ἕτεροι δὲ ἐπὶ φορτίδας ναῦς, οἱ δὲ ἐς ἀγορὴν, ἕτεροι δ’ ἐπ’ ἐκκλησίην, οἱ δὲ ἐπὶ θέητρον, οἱ δὲ ἐς φυγὴν, ἄλλοι δὲ ἀλλαχόσε· καὶ οἱ μὲν ἐς φιληδονίην καὶ ἡδυπαθείην καὶ ἀκρασίην, οἱ δὲ ἐς ἀργίην καὶ ῥᾳθυμίην. Τὰς ἀναξίους οὖν καὶ δυστήνους ψυχὰς ὁρεῦντες καὶ τοσαύτας, πῶς μὴ χλευάσωμεν τὸν τοιήνδε ἀκρασίην ἔχοντα βίον αὐτέων; κάρτα γὰρ ἔλπομαι μηδὲ τὴν σὴν ἰητρικὴν ἁνδάνειν αὐτέοισιν· δυσαρεστέονται γὰρ ὑπ’ ἀκρασίης ἅπασι, καὶ μανίην τὴν σοφίην νομίζουσιν. Ἤπου γὰρ ὑπονοέω σαφέως λωβᾶσθαί σου τὰ πολλὰ τῆς ἐπιστήμης ἢ διὰ φθόνον ἢ δι’ ἀχαριστίην· οἵ τε γὰρ νοσέοντες ἅμα τῷ σώζεσθαι τὴν αἰτίην θεοῖσιν ἢ τύχη, προσνέμουσι· πολλοὶ δὲ τῇ φύσει προσάψαντες, ἐχθαίρουσι τὸν εὐεργετήσαντα, μικροῦ δεῖν προσαγανακτεῦντες, εἰ νομίζονται χρεωφειλέται· οἵ τε πολλοὶ τὸ τῆς ἀτεχνίης ἐφ’ ἑωυτέοισιν ἔχοντες, ἀΐδριες ἐόντες, καθαιροῦσι τὸ κρέσσον· ἐν ἀναισθήτοισι γάρ εἰσιν αἱ ψῆφοι· οὔτε δ’ οἱ πάσχοντες συνομολογέειν ἐθέλουσιν, οὔτε οἱ ὁμοτεχνεῦγτες μαρτυρέειν· φθόνος γὰρ ἐνίσταται. Οὐκ ἀπείρῳ σοὶ τῶν τοιαυτέων λεσχέων ταῦτα σαφέω, εἰδὼς ἐν ἀναξιοπαθείῃσι σὲ πολλάκις γενηθέντα καὶ οὐ δι’ οὐσίῃν ἢ βασκανίην φιλοτωθάσσοντα· ἀτρεκίης γὰρ οὐδεμία οὔτε γνῶσις οὔτε μαρτυρίη. Ἐπεμειδία δὲ λέγων ταῦτα καί μοι Δαμάγητε, θεοειδής τις. κατεφαίνετο, καὶ τὴν προτέρην αὐτέου μορφὴν ἐξελελήσμην· καὶ φημὶ ὦ Δημόκριτε μεγαλόδοξε, μεγάλας γε τῶν σῶν ξενίων δωρεὰς εἰς Κῶ ἀποίσομαι· πολλοῦ γάρ με τῆς σῆς σοφίης θαυμασμοῦ πεπλήρωκας· ἀπονοστέω δέ σου κῆρυξ ἀληθείην ἀνθρωπίνης φύσιος ἐξιχνεύσαντος καὶ νοήσαντος. Θεραπείην δὲ λαβὼν παρὰ σεῦ τῆς ἐμῆς διανοίης, ἀπαλλάσσομαι, τῆς ὥρης τοῦτο ἀπαιτεούσης καὶ τῆς τοῦ σώματος τημελείης· αὔριον δὲ καὶ κατὰ τὸ ἑξῆς ἐν ταὐτῷ γενησόμεθα. Ἀνιστάμην ταῦτα εἰπὼν, καὶ ὃς ἦν ἕτοιμος ἐπακολουθεῖν, προσελθόντι δέ τινι, οὐκ οἶδ’ ὁκόθεν, ἀπεδίδου τὰ βιβλία. Κᾀγὼ ξυντονώτερον ἤπειξα, καὶ πρὸς τοὺς ὄντως Ἀβδηρίτας ἐπὶ τῇ σκοπιῇ ἀναμένοντάς με, ἄνδρες, ἔφην, τῆς πρὸς ἐμὲ πρεσβείης χάρις ὑμῖν πολλή· Δημόκριτον γὰρ εἶδον, ἄνδρα σοφώτατον, σωφρονίζειν ἀνθρώπους μοῦνον δυνατώτατον. Ταῦτ’ ἔχω σοι περὶ Δημοκρίτεω, Δαμάγητε, φράζειν γηθοσύνως πάνυ. Ἔῤῥωσο.
18. Δημόκριτος Ἱπποκράτει εὖ πράττειν.
Ἐπῆλθες ἡμῖν ὡς μεμηνόσιν, ὦ Ἱππόκρατες, ἐλλέβορον δώσων, πεισθεὶς ἀνοήτοις ἀνδράσι, παρ’ οἷσιν ὁ πόνος τῆς ἀρετῆς μανίη κρίνεται. Ἐτυγχάνομεν δὲ περὶ κόσμου διαθέσιος καὶ πολογραφίης, ἔτι τε ἄστρων οὐρανίων ξυγγράφοντες. Γνοὺς δὲ τὴν ἐπὶ τούτοις φύσιν, ὡς ἀκεραίως κάρτα εἴη ἐπιδεδημιουργημένα καὶ ὡς τῆλου μανίης καὶ παραφρονήσιος καθεστήκοι, ἐμοῖο μὲν φύσιν ἐπῄνεσας, ἀπηνέας δὲ καὶ μεμηνότας κείνους ἔκρινας. Ὁκόσα γὰρ ἰνδαλμοῖσι διαλλάττοντα ἀνὰ τὸν ἠέρα πλάζει ἡμέας, ἃ δὴ κόσμῳ ξυνεώραται καὶ ἀμειψιρυσμέοντα τέτευχε, ταῦτα· νόος ἐμὸς φύσιν ἐρευνήσας ἀτρεκέως ἐς φάος ἤγαγεν· μάρτυρες δὲ τουτέων βίβλοί ὑπ’ ἐμοῖο γραφεῖσαι. Χρὴ οὖν καὶ σὲ, ὦ Ἱππόκρατες, μὴ τοιουτοτρόποισιν ἀνδράσιν ξυνέρχεσθαι καὶ ξυνομιλέειν, ὧν νόος ἀκρόπλοος καὶ ἀβέβαιος καθέστηκεν. Εἴ γάρ τοι πεισθεὶς ὡς μεμηνότα με επότισας ἐν ἐλλεβόρῳ, ἡ πινυτὴ μανίη ἂν ἐγεγόνει, καὶ σέο τέχνην ἂν κατεμέμψαντο, ὡς παραιτίην παρακοπῆς γεγενημένην· ἐλλέβορος γὰρ ὑγιαίνουσι. μὲν δοθεὶς ἐπισκοτεῖ διάνοιαν, μεμηνόσι δὲ κάρτα ὠφελέειν εἴωθεν. Γνῶθι γὰρ εἰ μὴ κατειλήφεις με γράφοντα, ἀνακείμενον δὲ ἢ σχέδην περιπατεῦντα καὶ προσομιλεῦντα ἐμαυτῷ, ὁτὲ μὲν δυσχεραίνοντα, ὁτὲ δὲ μειδιῶντα ἐπὶ τοῖσιν ἐννοουμένοισιν ὑπ’ ἐμοῖο, καὶ τοῖσι μὲν προσομιλέουσι τῶν γνωρίμων οὐ προσέχοντα, ἐφιστάντα δὲ τὴν διάνοιαν καὶ σκεπτόμενον ἐκπάγλως, ᾠήθης ἂν Δημόκριτον, κατά γε ὄψιος κρίσιν ἐκ τῶν ὁρεομένων; μανίης εἰκόνι ἐοικέναι. Χρὴ οὖν τὸν ἰητρὸν μὴ μοῦνον ὄψει τὰ πάθεα κρίνειν, ἀλλὰ καὶ πρήγματι τούς τε ῥυθμοὺς ἀνακρίνειν ὡς ἐπιτοπλεῖστον, καὶ πότερον ἄρχοιτο τὸ πάθος ἤ μεσάζοι ἢ λήγοι, καὶ διαφορὴν καὶ ὥρην καὶ ἡλικίην παρατηροῦντα ἰητρεύειν τὸ πάθος οὐλομελίην τε τοῦ σκήνεος· ἐκ γὰρ τουτέων ἁπάντων εὐχερῶς τὴν νοῦσον εὑρήσεις. Ἀπέσταλκα δέ σοι τὸν περὶ μανίης λόγον. Ἔῤῥωσο.
19. Ὁ περὶ μανίης λόγος.
Μαινόμεθα, ὡς ἔφην ἐν τῷ περὶ ἱερῆς νούσου, ὑπὸ ὑγρότητος τοῦ ἐγκεφάλου, ἐν ᾧ ἐστὶ τὰ τῆς ψυχῆς ἔργα. Ὅταν ὑγρότερος τῆς φύσιος ᾖ, ἀνάγκη κινεῖσθαι, κινουμένου δὲ μήτε τὴν ὄψιν ἀτρεμίζειν μήτε τὴν ἀκοὴν. ἀλλὰ ἄλλοτε ἀλλοῖα ὁρᾷν τε καὶ ἀκούειν, τήν τε γλῶσσαν τοιαῦτα διαλέγεσθαι, οἷα ἂν βλέπῃ τε καὶ ἀκούῃ ἑκάστοτε· ὅσον δὲ ἂν ἀτρεμίσῃ ὁ ἐγκέφαλος, τοσοῦτον καὶ φρονεῖ χρόνον ὁ ἄνθρωπος. Γίνεται δὲ ἡ διαφθορὰ τοῦ ἐγκεφάλου ὑπὸ φλέγματος καὶ χολῆς, γνώσῃ δὲ έκάτερα ὧδε· οἱ μὲν γὰρ ὑπὸ φλέγματος μαινόμενοι ἥσυχοί τέ εἰσι καὶ οὐ βοηταὶ οὐδὲ θορυβώδεες· οἱ δὲ ὑπὸ χολῆς, πλῆκται καὶ κακοῦργοι καὶ οὐκ ἠρεμαῖοι. Ἢν μὲν ξυνεχῶς μαίνωνται, αὗται αἱ προφάσιες εἰσίν· ἢν δὲ δείματα καὶ φόβοι, ὑπὸ μεταστάσιος γίνεται τοῦ ἐγκεφάλου θερμαινομένου ὑπὸ χολῆς ὁρμώσης ἐπ’ αὐτὸν κατὰ τὰς φλέβας τὰς αἱματίτιδας· ὅταν δὲ ἀπέλθῃ ἡ χολὴ πάλιν ἐς τὰς φλέβας καὶ τὸ σῶμα, πέπαυται. Ἀνιῆται δὲ καὶ ἀσῆται καὶ ἐπιλήθεται, παρὰ καιρὸν ψυχομένου τοῦ ἐγκεφάλου ὑπὸ φλέγματος καὶ ξυνισταμένου παρὰ τὸ ἔθος. Ὅταν δὲ ἐξαπίνης ὁ ἐγκέφαλος διαθερμαίνηται ὑπὸ χολῆς κατὰ τὰς φλέβας τὰς εἰρημένας, ἐπιζέσαντος τοῦ αἵματος, ἐνύπνια ὁρεῦσι φοβερὰ, καὶ ὡς ἐγρηγορότος τὸ πρόσωπον φλογιᾷ, καὶ οἱ ὀφθαλμοὶ ἐρυθραίνονται, καὶ ἡ γνώμη ἐπινοεῖ τι κακόν ἐργάζεσθαι· τοῦτο καὶ ἐν τῷ ὕπνῳ πάσχει· ὅταν δὲ τὸ αἷμα σκεδασθῇ πάλιν ἐς τὰς φλέβας, πέπαυται. Ἐν δὲ τῷ πέμπτῳ τῶν ἐπιδημιῶν ἱστόρησα ὡς ἐγίνετο ἀφωνίη, ἄγνοια, παραληρήσεις συχναὶ καὶ ὑποστροφαί· ἡ δὲ γλῶσσα σκληρὴ, καὶ εἰ μὴ διακλύσαιτο, λαλεῖν οὐχ οἷός τε ἦν, καὶ σφόδρα πικρὴ τὰ πολλά· φλεβοτομίη ἔλυσεν, ὑδροποσίη, μελίκρητον, ἐλλεβόρων πόσιες· οὗτος ὀλίγον ἐπιζήσας χρόνον ἐτελεύτησεν. Ἄλλος ἦν δν, ὅτε εἰς ποτὸν ὁρμῴη, φόβος τῆς αὐλητρίδος ἐλάμβανεν, εἰ ἀκούσειεν αὐλούσης, ἡμέρης δὲ ἀκούων οὐδὲν ἔπασχεν.
20. Ἱπποκράτης Δημοκρίτῳ εὖ πράττειν.
Ἰητρικῆς τέχνης, ὦ Δημόκριτε, κατορθώματα μὲν οἱ πολλοὶ τῶν ἀνθρώπων οὐ παντάπασιν ἐπαινέουσι, θεοῖσι δὲ πολλάκις προσαρτῶσιν· ἢν δέ τι ἡ φύσις ἀντιπρήξασα ἀπολέσῃ τὸν θεραπευόμενον, ἰητροὺς καταμέμφονται παρέντες τὸ θεῖον. Καὶ ἔγωγε δοκέω πλείονα μεμψιμοιρίην ἢ τιμὴν κεκληρῶσθαι τὴν τέχνην. Ἐγὼ μὲν γὰρ ἰητρικῆς ἐς τέλος οὐκ ἀφϊγμαι, καί περ ἤδη γηραλέος καθεστώς· οὐδὲ γὰρ ὁ τῆσδε εὑρέτης Ἀσκληπιὸς, ἀλλὰ καὶ αὐτὸς ἐν πολλοῖς διεφώνησε, καθάπερ ἡμῖν αἱ τῶν ξυγγραφέων βίβλοι παραδεδώκασιν. Ἡ μὲν οὖν ὑπὸ σέο ἐπισταλεῖσα ἡμϊν ἐπιστολὴ κατεμέμφετο περὶ τῆς φαρμακείης τοῦ ἐλλεβόρου. Εἰσήχθην μὲν οὖν, ὦ Δημόκριτε, ὡς μεμηνότα ἐλλεβοριῶν, οὐ καταμαντευσάμενος ὅστις ποτ’ εἴης· ὡς δ’ ἐντυχὼν ἔγνων, οὐ μὰ Δία παραφρονήσιος ἔργον, ἀλλὰ σχεδὸν ἀποδοχῆς πάσης, κάρτα σὴν φύσιν ἐπῄνεσα, ἄριστόν τε φύσιος ἑρμηνευτὴν καὶ κόσμου ἔκρινα· τοὺς δὲ εἰσαγαγόντας με ἐμεμψάμην ὡς μεμηνότας, φαρμακείης γὰρ αὐτοὶ ἔχρῃζον. Ἔπειδὴ τοίνυν τὸ αὐτόματον ἡμέας εἰς τὸ αὐτὸ ξυνήγαγεν, ὀρθῶς ποιήσεις ἐπιστέλλων ἠμῖν πυκνότερον καὶ μεταδιδοὺς τῶν ὑπὸ σέο γραφομένων ξυνταγμάτων· ἀπέσταλκα δέ σοι καὶ αὐτὸς τὸν περὶ τοῦ ἐλλεβορισμοῦ λόγον. Ἔῤῥωσο.
21. Ἱπποκράτης Δημοκρίτῳ περὶ ἐλλεβορισμοῦ.
Τοῖς μὴ ῥηϊδίως ἄνω καθαιρομένοις πρὸ τῆς πόσιος προϋγραίνειν τὰ σώματα πλέονι τροφῇ καὶ ἀναπαύσει. Ἐπὴν δὲ πίῃ ἐλλέβορον, πρὸς τὰς κινήσιας τῶν σωμάτων μᾶλλον ἄγειν, μὴ πρὸς ὕπνους· δηλοῖ δὲ ἡ ναυτιλίη ὅτι κίνησις τὰ σώματα ταράσσει. Ἐπὴν βούλῃ μᾶλλον ἄγειν ἐλλέβορον, κίνει τὰ σώματα. Ἐλλέβορος ἐπικίνδυνος τοῖσι σάρκας ὑγιέας ἔχουσι. Ὅσοι ἐν ταῖς φαρμακοποσίαις μὴ διψῶσι, καθαιρόμενοι οὐ παύονται πρὶν ἢ διψήσωσι. Σπασμὸς ἐξ ἐλλεβόρου θανάσιμον. Ἐπὶ ὑπερκαθάρσει σπασμὸς ἢ λυγμὸς ἐπιγενόμενος κακόν. Ἐν ταῖς ταραχαῖς τῆς κοιλίης καὶ τοῖσιν ἐμέτοις τοῖς αὐτομάτως γινομένοισιν, ἢν μὲν οἷα δεῖ καθαίρεσθαι καθαίρωνται, ξυμφέρει τε καὶ εὐφόρως φέρουσιν· εἰ δὲ μὴ, τοὐναντίον. Ὡς δὲ ἔφην ἐν τῷ προγνωστικῷ, κάθαρσις εὐθετεῖ ἡ ἄνω, ἐφ’ ᾧ ἀπυρέτῳ ἀσιτίη ἢ καρδιωγμὸς ἢ σκοτόδινος ἢ στόμα ἐπιπικρούμενον, καθόλου ταῖς ὑπὲρ τῶν φρενῶν ὀδύναις· ἡ δὲ κάτω, ὅπου χωρὶς πυρετοῦ στρόφος, ὀσφύος ὀδύνη, γουνάτων βάρος, καταμήνια δυσεργοῦντα, ὀδύναι ἐν τοῖς ὑπὸ τὸ διάφραγμα. Φυλάσσεσθαι δὲ ἐν ταῖς φαρμακοποσίαις τοὺς ἀστείους τὰ σώματα, μάλιστα δὲ τοὺς μέλανας καὶ ὑγροσάρκους, καὶ τοὺς ὑποξήρους δὲ καὶ ψελλοὺς καὶ τραυλούς. Ὁκόσοι δὲ τὰ φλεγμαίνοντα ἐν ἀρχῇ τῆς νούσου, ὡς ἔφην ἐν τῷ περὶ πτισάνης, εὐθέως ἐπιχειροῦσι λύειν φαρμακείῃ, τοῦ μὲν ξυντεταμένου καὶ φλεγμαίνοντος οὐδὲν ὠφελέουσιν, οὐδὲ γὰρ διαδίδωσιν ὠμὸν ἐὸν τὸ πάθος, τὰ δὲ ἀντέχοντα τῷ νοσήματι καὶ ὑγιεινὰ ξυντήκουσιν· ἀσθενέος δὲ τοῦ σώματος γινομένου, τὸ νόσημα ἐπικρατεῖ, καὶ ἀνιήτως ἔχουσιν. Ἐλλεβορίζειν δὲ χρὴ οἷς ἀπὸ κεφαλῆς φέρεται ῥεῦμα· μὴ διδόναι δὲ ἐπὶ ἐμπύων, μήτε φαρμακεύειν τοὺς ἀχρόους, τοὺς βραγχώδεας, τοὺς σπληνώδεας, τοὺς ἀφαίμους, τοὺς πνευματώδεας καὶ ξηρὰ βήσσοντας, διψώδεας, φυσώδεας, ἐντεταμένους ὑποχόνδρια καὶ πλευρὰς καὶ μετάφρενα, τοὺς ἀπονεναρκωμένους καὶ ἀμαυρὰ βλέποντας καὶ οἷς ἦχοι τῶν ὤτων, καὶ τῆς οὐρήθρης ἀκρατεῖς, μηδὲ τοὺς ἰκτερώδεας ἢ κοιλίης ἀσθενέας, ἢ αἱμοῤῥώδεας, ἢ ἐν φύμασιν· ἢν δὲ φαρμακεῦσαι δοκέῃ, ἐλλεβόρῳ ἀσφαλῶς ἄνω κάθαιρε, κάτω δὲ μή· κράτιστον δὲ τούτοις διαιτᾷν. Ὡς δὲ ἔφην ἐν τῷ προῤῥητικῷ, μὴ φαρμακεύειν μηδὲ τοὺς ἐπανεμοῦντας μέλανα, ἀποσίτους καὶ παραφόρους, καθ’ ἥβην μικρὰ ὀδυνώδεας, ὄμμα θρασὺ κεκλιμένον ἔχοντας, ἐποιδοῦντας, σκοτώδεας, ἀχρόους, μηδὲ τοὺς ἐν πυρετῷ καυματώδεας κατακεκλασμένους. Ὡς δὲ ἔφην ἐν τῷ περὶ πτισάνης, σησαμοειδὲς ἄνω καθαίρει· ἡ πόσις ἥμισυ δραχμῆς ἐν ὀξυμέλιτι τετριμμένον· ξυμμίσγεται δὲ καὶ τοῖς ἐλλεβόροις τὸ τρίτον μέρος τῆς πόσιος, καὶ ἧσσον πνίγει. Καθαίρειν δὲ καὶ τοὺς ἐν χρονίοις τεταρταίοις καὶ τοὺς ἐν λιπυριώδει πυρετῷ χρονίους, καὶ ὧν οὐκ ἔστι δίψος μηδὲ ἀπόκρισις, τούτους δὲ μὴ πρότερον τῶν τριῶν ἑβδομάδων, ποτὲ δὲ καὶ πλευριτικοὺς καὶ εἰλεώδεις· ὡς δὲ ἔφην ἐν τῷ περὶ γυναικείων, καὶ ἢν αἱ μῆτραι καθάρσεως δέωνται.
22. Ἱπποκράτους πρὸς τὸν υἱὸν Θεσσαλόν.
Ἱστορίης δὲ μελέτω σοι, ὦ παϊ, γεωμετρικῆς, καὶ ἀριθμήσιος· οὐ γὰρ μόνον σέο καὶ τὸν βίον εὐκλέα καὶ ἐπὶ πολλὰ χρήσιμον ἐς ἀνθρωπίνην μοίρην ἐπιτελέσει, ἀλλὰ καὶ τὴν ψυχὴν ὀξυτέρην τε καὶ τηλαυγεστέρην κατὰ τὸ ἐν ἰητρικῇ ὀνῆσθαι πᾶν ὅ τι χρῄζει. Καίτοι ἡ μὲν τῆς γεωμετρίης ἱστορίη ἐοῦσα πολύσχημός τε καὶ πολυειδὴς, καὶ πᾶν μετ’ ἀποδείξιος περαινομένη, ἔσται χρησίμη πρός τε τὰς τῶν ὀστέων θέσεις καὶ ἐξαρθρήσεις καὶ τὴν λοιπὴν τῶν μελέων τάξιν· ἐς τὴν γὰρ τουτέων πολυτροπίην εὐεπιγνωστότερος ἐὼν, ἐμβολῇ τε ἄρθρων καὶ τῇ τῶν ὀστέων τῶν συντριβομένων ἀναπρίσει τε καὶ ἐκτρυπήσει καὶ συνθέσει καὶ ἐξαιρέσει καὶ τῇ λοιπῇ θεραπείῃ χρήσῃ, εἰδὼς ὁκοῖόν τε χωρίον ἔστι καὶ τὸ ἐκ τούτου ἐξαιρεύμενον ὀστέον. Ἡ δὲ τῆς ἀριθμήσιος τάξις πρός τε τὰς περιόδους καὶ εὐλόγους τῶν πυρετῶν μεταστάσιας καὶ τὰς κρίσιας τῶν νοσεόντων καὶ τὰς ἐν νούσοις ἀσφαλείας ἀρκέουσα ἔστω· μάλα γὰρ σεμνὸν ὑπηρεσίην ἔχειν ἐν ἰητρικῇ τοιήνδε, ἥτις σοι τὰ μέρεα τῆς ἐπιτάσιος καὶ τῆς ἀνέσιος ἄνισα ὄντα τὴν μοῖραν εὔγνωστα παρέχεται χωρὶς ἀμπλακίης· διὸ δὴ κάρτα ἐς δύναμιν ἀφικνέο τῆς τοιῆσδε ἐμπειρίης. Ἔῤῥωσο.
23. Δημόκριτος Ἱπποκράτει περὶ φύσιος ἀνθρώπου.
Χρὴ πάντας ἀνθρώπους ἰητρικὴν τέχνην ἐπίστασθαι, ὦ Ἱππόκρατες, καλὸν γὰρ ἅμα καὶ ξυμφέρον ἐς τὸν βίον, τουτέων δὲ μάλιστα τοὺς παιδείας καὶ λόγων ἴδριας γεγενημένους. Ἱστορίην σοφίης γὰρ δοκέω ἰητρικῆς ἀδελφὴν καὶ ξύνοικον· σοφίη μὲν γὰρ ψυχὴν ἀναρύεται παθέων, ἰητρικὴ δὲ νούσους σωμάτων ἀφαιρέεται. Αὔξεται δὲ νόος παρεούσης ὑγείης, ἣν καλὸν προνοέειν τοὺς ἐσθλὰ φρονέοντας· ἕξεως δὲ σωματικῆς ἀλγεούσης, οὐδὲ προθυμίην ἄγει νόος ἐς μελέτην ἀρετῆς· νοῦσος γὰρ παρεοῦσα δεινῶς ψυχὴν ἀμαυροῖ, φρόνησιν ἐς συμπαθείην ἄγουσα. Φύσιος δὲ ἀνθρωπίνης ὑπογραφὴ θεωρίην ἔχει τοιήνδε· ὁ μὲν ἐγκέφαλος φρουρέει τὴν ἄκρην τοῦ σώματος, ἀσφάλειαν ἐμπεπιστευμένος, ὑμέσι νευρώδεσι συνεισκατοικέων, ὑπὲρ ὧν ὀστέων διπλῶν φύσιες ἀναγκαίῃ ἀρηρυῖαι δεσπότην φύλακα διανοίης καλύπτουσιν ἐγκέφαλον. Τριχῶν εὐκοσμία χρῶτα κοσμεῦσα· τὸ δὲ τῶν ὀμμάτων ὁρητικὸν ἐν πολυχίτωνι φωλεῦον ὑγροῦ εὐσταθείᾳ, ὑπὸ μέτωπον κολασίῃ συνίδρυται, θεωρίης δὲ αἴτιον· ἀκριβὴς δὲ κόρη φύλακα ταρσὸν εὐκαιρίης ὑπομένει. Διπλοῖ δὲ ῥώθωνες, ὀσφρήσιος ἐπιγνώμονες, διορίζουσιν ὀφθαλμῶν γειτνίην. Μαλακὴ δὲ χειλέων ἁφὴ στόματι περιπτυσσομένη, ῥημάτων αἴσθησιν ἀκριβῆ τε διάρθρωσιν παρέσχηκε κυβερνωμένη. Γένειον δὲ ἀκροτελὲς καὶ χελύνειον γόμφοις συνηρμοσμένον. Ἐνδοχεῖα δὲ μύθων ὦτα δημιουργὸς ἀνέῳγεν, οἷς ἐπεὼν ὁ μῦθος οὐκ ἀσφαλὴς διήκονος ἀλογιστίης γίνεται. Λαλιῆς μήτηρ γλῶσσα, ψυχῆς ἄγγελος, πυλωρεῦσα τὴν γεῦσιν, ὀχυροῖς ὀδόντων θριγκοῖσι πεφρούρηται. Βρόγχος δὲ καὶ φάρυγξ ἡρμοσμένοι ἀλλήλοις γειτνιῶσιν· ὁ μὲν γὰρ ἐς κέλευθον πνεύματος, ὁ δὲ ἐς βυθὸν κοιλίης τροφὴν προπέμπει λάβρον ὠθεύμενος. Κω νοειδὴς δὲ καρδίη βασιλὶς, ὀργῆς τιθηνὸς, πρὸς πᾶσαν ἐπιβουλὴν ἐνδέδυκε θώρακα. Θαμιναὶ δὲ πνευμόνων σήραγγες ἠέρι διαδύμεναι, φωνῆς αἴτιον πνεῦμα τίκτουσιν. Τὸ δὲ χορηγὸν αἵματος καὶ μεταβάλλον εἰς τροφὴν, σὺν λοβοῖς πολλάκις κοίλῃ περίπλοοις, ἔσται ἧπαρ ἐπιθυμίης αἴτιον· χλωρὴ δὲ χολὴ, πρὸς ἥπατι μένουσα, καὶ διαφθορὴ σώματος ἀνθρωπηΐου ὑπερβλύσασα γίνεται. Βλαβερὸς δὲ σώματος ἀνθρωπίνου καὶ ἀνωφελὴς ἔνοικος, σπλὴν ἀπέναντι εὕδει πρᾶγμα μηδὲν αἰτούμενος. Μέση δὲ τουτέων χορηγεῖ πανδέκτειρα κοιλίη, καὶ εὐνάζεται διοικέουσα τὴν πέψιν. Ἔνοχα δὲ κοιλίης, συνθέσιος δημιουργίῃ συνδονεύμενα, εἱλεῖται περὶ κοιλίην ἔντερα, λήψιος καὶ ἀποκρίσεως αἴτια. Δίδυμοι δὲ νεφροὶ ἰσχίοισιν ἐνιδρυσμένοι καὶ ἠμφιεσμένοι δημῷ, οὔρων ἐκκρίσιος οὐκ ἀλλότριοι πεφύκασιν. Κύριος δὲ ἁπάσης κοιλίης ὁ καλούμενος ἐπίπλους γαστέρα πᾶσαν ἐμπεριείληφε, μόνου σπληνὸς ἄτερ. Ἑξῆς νευρώδης κύστις ἰσχίῳ στόμα ἐνιδρυσμένη, συμπεπλεγμένων ἀγγείων, οὔρων ἐκκρίσιος αἰτίη γίνεται. Ἡ δὲ γειτνιῶσα ταύτῃ μήτηρ βρεφέων, ἡ δεινὸν ἄλγος, τῶν ἐν γυναικὶ μόχθων μυρίων παραιτίη, μήτρη πεφώλευκεν· ἡ πυλωρὸς μυχοῖς ἰσχίων βράσασα σὰρξ σφίγγεται νεύροισιν, ἐκ δὲ πλήθους ἐκχέουσα γαστρὸς φύσιος, ἐκ τόκου προνοίης. Ἐκ δὲ σώματος κρεμαστοὶ ἐκτὸς οἰκίην νέμονται ἔκγονοι κτίσται ὄρχεις, πουλυχίτωνες ἐόντες· εὔνοον ἥβῃ, ἀπὸ φλεβέων τε καὶ νεύρων πλέγμα, οὔρων ἔκχυσιν ποιεύμενον, συνουσίης ὑπουργὸν, φύσιος ὕπο δεδημιούργηται, ὄρεξιν ἥβης πυκαζομένης. Σκέλη δὲ καὶ βραχίονες καὶ τὰ προσηρτημένα τουτέοισιν ἄκρα, διηκονίης πᾶσαν ἀρχὴν συνηθροισμένα ἔχοντα, νεύρων ἀσφαλῆ λειτουργίην τελέουσιν. Ἡ δὲ ἀσώματος ἐν μυχοῖς φύσις ἐξέτευξε παντάμορφα σπλάγχνων γένη, ἃ δὴ θάνατος ἐπισταθεὶς ὠκέως ἔπαυσε λειτουργίης.
24. Ἱπποκράτους ὑγιεινὸν πρὸς Δημήτριον βασιλέα. Ἱπποκράτης Κῷος βασιλεῖ Δημητρίῳ χαίρειν.
Ἡμεῖς καὶ πρότερον σπουδάζοντες, ὦ βασιλεῦ, περὶ τῆς ἀνθρωπίνης φύσιος ἐν κεφαλαίῳ θεωρῆσαι τὰ μέρη, ταῦτα ξυγγράψαντες καθάπερ ἠξίωσας, ἀπεστείλαμεν. Νῦν δὲ περὶ ὧν δεῖ μάλιστα σπουδάζειν τοὺς ἔμφρονας, ἡμεῖς τὰ μὲν καὶ παρὰ τῶν πρότερον παρειληφότες, τὰ δὲ καὶ νῦν αὐτοὶ προσεξευρίσκοντες, γεγράφαμέν σοι· οἷς σὺ [καὶ] τῶν προτέρων ἀῤῥωστημάτων σημείοις γινομένοις ἐπακολουθῶν καὶ χρώμενος πλειστάκις, ἄνουσος ἂν εἴης τὸν ἅπαντα χρόνον. Ἔστι δὲ δύο γένη ἀῤῥωστιῶν ἁπάντων ζώων, ἡ μὲν κατὰ γένος, ἡ δὲ κατὰ πάθος ἀνόμοιαι. Τὰς δ’ ἐπιθυμίας τὰς κατὰ τὴν τροφὴν ἐκ τῶν ὑπεναντίων ὄψει, ξηραινόντων ὑγρὰ, ὑγραινόντων ξηρὰ, κενούντων πλήρη, πληρούντων δὲ κενά· τὰς δὲ νούσους ἁπάσας ἐξ ὑπεναντίων ὄψει καθεστηκυίας καὶ νούσους ὑπὸ νούσων γινομένας. Ὑπὸ σπασμῶν, πυρετὸς ἐπιγινόμενος ἵστησι τὸ νόσημα· κεφαλῆς δὲ περιωδυνίας αἷμα κατὰ τὰ ὦτα ῥαγὲν ἢ κατὰ τὰς ῥῖνας· σπασμοὶ πᾶσι τοῖς μελαγχολικοῖς ἐπιγιγνόμενοι παύουσι τὰς μελαγχολίας. Καὶ καθόλου μέν ἐστι καὶ ῥίζα τῶν ἀνθρωπίνων νοσημάτων ἡ κεφαλὴ, καὶ τὰ ἀῤῥωστήματα τὰ μέγιστα ἐκ ταύτης παραγίνεται· ἐπικειμένην γὰρ αὐτὴν τῷ σώματι, ὥσπερ σικύαν τῶν εἰσφερομένων ἁπάντων συμβαίνει αὐτὴν ἕλκειν περιττώματα καὶ τοὺς λεπτομερεῖς χυμούς. Δεῖ δὲ προσέχειν τὸν νοῦν, ἰδίως [τε] ζῇν αὐτὸν παρασκευάσαντα εἰς ταῦτα τὰ μέρη, ὅπως μηδεμίαν αὔξησιν λαμβάνῃ τὰ προσπίπτοντα τῶν ἀῤῥωστημάτων διά γε τῆς ἐπιμελείης καὶ τῆς εὐταξίης τῆς παρὰ σοὶ γινομένης, καὶ μήτε ταῖς τῶν ἀφροδισίων ἀκρασίαις μήτε ταῖς τῶν διαφόρων ἐδεσμάτων μήτε τοῖς ὕπνοις τοῖς ὑπερχαλαστικοῖς, ἀγυμνάστου ὄντος τοῦ σώματος, χρώμενον, ἀλλ’ ἐπακολουθοῦντα τοῖς σημείοις τοῖς γινομένοις ἐν τῷ σώματι, διατηρεῖν τὸν καιρὸν ἑκάστου, ὅκως ἂν φυλαξάμενος τὸ ἀῤῥώστημα τὸ μέλλον ἐπιφέρεσθαι, ταῖς θεραπηΐαις αἷς ἂν ἐγὼ γράφω χρώμενος, διατελῇς ἄνουσος ἐών.
25. Δόγμα Ἀθηναίων.
Ἔδοξε τῇ βουλῇ καὶ τῷ δήμῳ τῶν Ἀθηναίων. Ἐπειδὴ Ἱπποκράτης Κῷος, ἰατρὸς ὑπάρχων καὶ γεγονὼς ἀπὸ Ἀσκληπιοῦ, μεγάλην εὔνοιαν μετὰ σωτηρίας ἐνδέδεικται τοῖς Ἕλλησι, ὅτε καὶ λοιμοῦ ἰόντος ἀπὸ τῆς βαρβάρων ἐπὶ τὴν Ἑλλάδα, κατὰ τόπους ἀποστείλας τοὺς ἑαυτοῦ μαθητὰς, παρήγγειλε τίσι χρὴ θεραπείαις χρωμένους ἀσφαλῶς διαφεύξασθαι τὸν ἐπιόντα λοιμὸν, ὅπως τε ἰητρικὴ τέχνη Ἀπόλλωνος διαδοθεῖσα τοῖς Ἕλλησιν ἀσφαλῶς σώζει τοὺς κάμνοντας αὐτῶν· ἐξέδωκε δὲ καὶ ξυγγράψας ἀφθόνως τὰ περὶ τῆς ἰητρικῆς τέχνης, πολλοὺς βουλόμενος τοὺς σώζοντας ὑπάρχειν ἰητρούς· τοῦ τε Περσῶν βασιλέως μεταπεμπομένου αὐτὸν ἐπὶ τιμαῖς ταῖς κατ’ αὐτὸν ἴσαις καὶ δώροις ἐφ’ οἷς ἂν αὐτὸς Ἱπποκράτης αἱρῆται, ὑπερεῖδε τὰς ὑποσχέσεις τοῦ βαρβάρου, ὅτι πολέμιος καὶ κοινὸς ἐχθρὸς ὑπῆρχε τοῖς Ἕλλησιν. Ὅπως οὖν ὁ δῆμος Ἀθηναίων φαίνηται προαιρούμενος τὰ χρήσιμα διὰ παντὸς ὑπὲρ τῶν Ἑλλήνων καὶ ἵνα χάριν ἀποδῷ πρέπουσαν Ἱπποκράτει ὑπὲρ τῶν εὐεργετημάτων; δεδόκηται τῷ δήμῳ μυῆσαι αὐτὸν τὰ μυστήρια τὰ μεγάλα δημοσίᾳ καθάπερ Ἡρακλέα τὸν Διὸς, καὶ στεφανῶσαι αὐτὸν στεφάνῳ χρυσῷ ἀπὸ χρυσῶν χιλίων· ἀναγορεῦσαί τε τὸν στέφανον Παναθηναίοις τοῖς μεγάλοις ἐν τῷ ἀγῶνι τῷ γυμνικῷ· καὶ ἐξεῖναι πᾶσι Κώων παισὶν ἐφηβεύσιν ἐν Ἀθήναις καθάπερ παισὶν Ἀθηναίων, ἐπειδή περ ἡ πατρὶς αὐτῶν ἄνδρα τοιοῦτον ἐγέννησεν· εἶναι δὲ Ἱπποκράτει καὶ πολιτείαν καὶ σίτισιν ἐν. Πρυτανείῳ διὰ βίου.
26. Ἐπιβώμιος.
Ὦ πολλοὶ καὶ πολλῶν πολίων οἰκηταὶ, ἐν ἀξίῃ μεγάλῃ γεγονότες, κοινὸν οὔνομα Θεσσαλοὶ, πᾶσιν ἀνθρώποισι πικρὴ ἀνάγκη τὰ μεμοιραμένα φέρειν· καρτερεῖν γὰρ βιάζεται ἃ βούλεται, ᾗ καὶ νῦν ἐγὼ εἴκων, ξὺν ἐμῇ γενεᾷ θαλλοὺς στέψας, ἐπ’ Ἀθηναίης βωμοῦ ἱκέτης ἵδρυμαι, τίς ἐὼν χρὴ λέγειν τοῖς ἀγνοέουσιν. Ἱπποκράτης, ὦ ἄνδρες, ὁ ἰητρὸς ὁ Κῶος διὰ σεμνῆς καὶ καλῆς αἰτίης ἐμὲ ἑωυτὸν καὶ παῖδας ὑμῖν ξυνίστημι. Γινώσκεσθε, ὦ πλῆθος· καὶ γὰρ δὴ, ὦ ἄνδρες, οἰκεῖοι ἐόντες ὡς εἰπεῖν, ἀληθῶς πολλοῖσιν ὑμέων καὶ πολίων ὑμετέρων γινώσκομαι ὡς τύπῳ εἰπεῖν. Οὔνομα δ’ ἰδέης καὶ προσωτέρω κεχώρηκε· δοκέω δὲ τοῦτο ἐκ τέχνης ἐμῆς ὑγιείης τε καὶ ζωῆς αἴτιον ἀνθρώποισιν, οὐ μόνον τοῖσι τὴν ἡμετέρην οἰκέουσιν, ἀλλὰ καὶ πολλοῖσιν Ἑλλήνων ἐγγὺς ἡμέων γινώσκομαι. Ἤδη δὲ ὁτέῳ ὑπέμεινα τὸ τηλικοῦτον πρῆγμα ἔργῳ πρᾶξαι, ἐρέω. Ἀθηναῖοι, ὦ ἄνδρες Θεσσαλοὶ, κακῶς ἐξουσίῃ χρεώμενοι, μητρόπολιν ἡμετέρην Κῶ ἐν δούλης μέρει διατίθενται, τὰ ἐλεύθερα διὰ προγόνων κτήσιος δορίκτητα ποιεύμενοι, οὔτε ξυγγενείην αἰδεσθέντες, ἥ ἐστιν αὐτέοις ἀπὸ Ἀπόλλωνός τε καὶ Ἡρακλέους, ἥτις ἐς Αἴνιόν τε καὶ Σούνιον τοὺς κείνων παῖδας ἱκνέεται, οὔθ’ Ἡρακλέους εὐεργεσίας ἐνὶ φρεσὶ βαλόμενοι, ἃς ὁ κοινὸς ὑμῖν τε καὶ ἡμῖν ὀρθῶς ποιέων θεὸς ἐς ἐκείνους κατέθετο. Ὑμεῖς τε ἀλλὰ πρὸς Διὸς ἱκεσίου καὶ θεῶν ὁμογνίων ἐξέλθετε, ἀμύνατε, ἐλευθερώσατε, τῆς ἰδίης φιλοτιμίης μηδὲν ἐλλείποντες.
27. Πρεσβευτικὸς Θεσσαλοῦ Ἱπποκράτους υἱοῦ.
Προσήκειν ἡγέομαι, ὦ ἄνδρες Ἀθηναῖοι, τὸν καθιστάμενον ἐς ὑμέας καὶ μὴ γινωσκόμενον παντὶ τῷ πλήθει, πρῶτον δηλῶσαι μὲν ὅστις καὶ ὅθεν ἐστὶ, μετὰ δὲ ταῦτα τῶν ἄλλων λόγων ἅπτεσθαι. Ἐμοὶ μὲν πατὴρ Ἱπποκράτης, ὃ ὑμεῖς γινώσκετε ἐν ἰητρικῇ ἡλίκην δύναμιν ἔχει. Οὔνομα δὲ Θεσσαλός· γινώσκομαι δὲ κᾀγὼ οὐκ ἐν δευτέροις ὑμέων, οὐδ’ ὀλίγοις, πατρὶς δέ μοι Κῶς, ἣν ὅπως ὑμῖν οἰκείη ἐστὶν ἐξ ἀρχαίων, ἕτεροι ἐροῦσιν οἵ τινες ἱστορίην ἐξηγήσασθαι δυνατώτεροι. Ἦλθον δὲ πεμφθεὶς ὑπὸ τοῦ πατρὸς, τέσσαρας ἔχων εὐεργεσίας εἰπεῖν παρ’ ἡμῶν εἰς ὑμᾶς γεγενημένας· τὴν μέν τινα παλαιὰν ἐπὶ τῶν προγόνων, κοινὴν ἐς ἅπαντας τοὺς Ἀμφικτύονας, ὧν ὑμέες οὐκ ἐλαχίστη μοῖρα· τὴν δὲ ἑτέρην ἔτι μείζω ταύτης καὶ διικνουμένην ἐς Ἑλλήνων τοὺς πλείστους· καὶ αὗται μὲν φανήσονται τῆς πόλιος καὶ τῶν προγόνων τῶν ἐμῶν ἐοῦσαι· ἡ δὲ τρίτη τοῦ πατρὸς ἰδίη, καὶ τηλικαύτη ὅσην εἷς ἀνὴρ οὐδεὶς ὑμῖν τε καὶ πολλοῖς Ἑλλήνων κατέθετο· ἡ δ’ ὑστάτη τῶν τεσσάρων κοινὴ τοῦ πατρὸς καὶ ἐμὴ, καὶ οὐκ ἔτι ἐς πλείονας, ἀλλ’ ἐς ὑμᾶς αὐτοὺς διικνεομένη, ἣ πρὸς μὲν τὰς προτέρας εὐεργεσίας μικρὴ ἂν φανείη, πρὸς δὲ ἑτέρων χάριτας μετρεομένη μεγάλη. Αἱ μὲν δὴ εὐεργεσίαι τοιαῦται οὕτως ἔχουσιν ἃς ἔφην εἶναι, ὡς συνελόντι εἰπεῖν, δεῖ δὲ μὴ μοῦνον φάναι, ἀλλὰ καὶ ἀποδεῖξαι ὡς εἰσὶν ἀληθέες. Ἀρχὴν οὖν τῷ λόγῳ τὴν ἀρχὴν τῶν ὑπουργιῶν ποιήσομαι, τὰ δὲ ἀρχαιότατα πρῶτα λέξω, ἐν οἷς τάχ’ ἄν με καταλάβοιτε μακρότερα καὶ μυθωδέστερα εἰπεῖν· ποθεῖ δέ πως ἀρχαίως λέγεσθαι. Ἦν γὰρ χρόνος ὅτ’ ἦν Κρίσαιον ἔθνος, ἐῴκεον μὲν περὶ τὸ Πυθικὸν ἱερὸν, γῆν δ’ εἶχον ἥ γε νῦν τῷ Ἀπόλλωνι καθιέρωται· καλέεται δὲ τὸ μὲν Κρίσαιον πεδίον ᾧ Λοκροὶ παροικέουσι καὶ ᾧ Μέλαινα πρόσεισι· τὸ δὲ Κίρφιον ὅρος, ᾧ Φωκέες παράκεινται. Οὗτοι δὲ οἱ Κρίσαιοι γενόμενοι τότε πολλοὶ καὶ ἰσχυροὶ καὶ πλούσιοι, τουτέοις τοῖς ἀγαθοῖς ἐπὶ κακῷ ἐχρήσαντο· ἐξυβρίσαντες γὰρ πολλὰ δεινὰ καὶ παράνομα εἰργάσαντο, ἐς τὸν θεὸν ἀσεβοῦντες, Δελφοὺς καταδουλούμενοι, προσοίκους ληϊζόμενοι, θεωροὺς συλέοντες, γυναῖκάς τε καὶ παῖδας ἀγινέοντες, καὶ εἰς τὰ σώματα ἐξυβρίζοντες. Ἀνθ’ ὧν Ἀμφικτύονες ὀργισθέντες, καὶ στράτευμα ἐς τὴν γῆν ἐμβαλόντες αὐτέων, καὶ μάχῃ νικήσαντες, τὴν χώρην ἐδῄουν καὶ τὰς πόλιας ἐπόρθουν. Ἔνθα πολλὰ καὶ ἀνόσια ποιήσαντες σχετλίως ἀπήντησαν, καὶ οὐ μείω ὧν ἔπραξαν τίνοντες· μακαριστοὶ δ’ ἦσαν αὐτέων οἱ ἐν χερσὶ τελευτήσαντες, δεύτεροι δὲ οἱ δορυάλωτοι γενόμενοι, οἵ τε ἐς ἑτέρην χώρην καὶ πόλιας ἐπεραιώθησαν· τὰ γὰρ σφέτερα κακὰ οὐκ εἶχον ἐν ὀφθαλμοῖς· οἱ δὲ αὐτοῦ μείναντες τῶν αἰχμαλώτων ἀτυχέστατοι ἦσαν, ὅσοι ᾐκίζοντο ἐν χώρῃ τῇ ἑωυτῶν ξὺν γυναιξὶ καὶ τέκνοις, ἀγρούς τε καὶ ἄστεα πυρὶ παραδιδόμενα ἐθεώρουν· ἔτι δὲ τουτέων κάκιον διῆγον οἱ ἐν τοῖς τείχεσι διαρκέοντες, ὁκότε τῶν εἰρημένων κακῶν ἃ μὲν ἔβλεπον, ἃ δ’ ἐπυνθάνοντο, πλέον ἀκούοντες τῶν ἀληθέων· οὕτω γάρ που ἔθος γίνεσθαι· καὶ δὴ κακὰς ἐλπίδας σωτηρίης εἶχον. Ἦν δέ σφι πόλις ἐγγὺς τούτου τοῦ τόπου μεγίστη, ὅκου νῦν ὁ ἱππικὸς ἀγὼν τίθεται, ἧς τὰ τείχη ἐπεσκευάζοντο, καὶ τοὺς ἐκ τῶν ἄλλων πόλεων διαφεύγοντας ἐδέχοντο, τὰ δὲ ἀχρεῖα ἐξέβαλον καὶ τὰ ἀναγκαῖα ἐσεκομίζοντο, καὶ διενοοῦντο ὑπομένειν, ἐλπίσαντες μήτε ἐχθρῶν μάχῃ τὴν πόλιν αἱρεθῆναι μήτε κατὰ μῆκος χρόνου. Οἱ δ’ Ἀμφικτύονες τὰ ἄλλα τε καθεῖλον, καὶ ἐπὶ ταύτῃ τῇ πόλει φρούριον ποιησάμενοι καὶ ἐς πολιορκίην σκευάσαντες, τὸ ἄλλο στράτευμα κατὰ πόλιας ἀφῆκαν. Προϊόντος δὲ τοῦ χρόνου καὶ λοιμοῦ ἐς τὸ στρατόπεδον ἐμπεσόντος καὶ τῶν στρατιωτῶν νοσεόντων, τινῶν δὲ καὶ ἀποθνησκόντων, τῶν δὲ καὶ ἐκλειπόντων τὸ φρούριον διὰ τὴν νοῦσον, οἱ Ἀμφικτύονες ἐταράσσοντο, καὶ ἄλλοι ἄλλα ἐβουλεύοντο· φιλεῖ δὲ τὰ κοινὰ οὕτω πως γίνεσθαι· τέλος δὲ ἀγανακτέοντες τῷ πάθει καὶ αὑτοὺς γνωσιμαχήσαντες, τῷ θεῷ ἐπέτρεψαν καὶ ἤροντο ὅ τι χρὴ ποιεῖν, Ὁ δ’ ἐκέλευσε πολεμεῖν, καὶ ὑπισχνεῖτο κρατήσειν, ἢν ἐς Κῶ ἐλθόντες ἐλάφου παῖδα ἐς ἐπικουρίην ἀγάγωνται ξὺν χρυσῷ σπεύσαντες, ὡς μὴ πρότερον οἱ Κρισαῖοι ἐν τῷ ἀδύτῳ τὸν τρίποδα συλήσωσιν· εἰ δὲ μὴ, τὴν πόλιν οὐχ ἁλώσεσθαι. Οἱ δὲ ταῦτα ἀκούσαντες καὶ ἐλθόντες ἐς Κῶ, τὰ μαντευθέντα ἀπήγγειλαν· ἀπορεύντων δὲ τῶν Κώων καὶ ἀγνοεύντων τὸ μάντευμα, ἀνέστη ἀνὴρ, γένος μὲν Ἀσκληπιάδης, πρόγονος δὲ ἡμέτερος, ἰητρὸς δὲ Ἑλλήνων κράτιστος ὁμολογούμενος τῶν τότε, ὄνομά οἱ ἦν Νεβρὸς, ὅστις ὀνομαστὶ ἔφη τὸ θέσφατον ἥκειν πρὸς ἑωυτόν· εἴπερ ὁ θεὸς οὕτω παρῄνεσεν ὑμῖν, ἐλθόντας ἐς Κῶ ἐλάφου παῖδα ἐς ἐπικουρίην ἀγαγεῖν· Κὼς μὲν γὰρ αὐτὴ, τὰ δὲ ἐλάφων ἔκγονα νεβροὶ καλέονται, Νεβρὸς δέ μοι οὔνομα, ἐπικουρίη δ’ ἂν ἄλλη τίς· προτέρα γένοιτο στρατοπέδῳ νοσέοντι ἰητροῦ; καὶ μὴν τόδε εὐθὺ ἐχόμενον, οὐ δοκέω, ὅτι τοὺς τοσοῦτον Ἑλλήνων ὑπερέχοντας ὄλβῳ ἐξ Κῶ προελθόντας ἔταξεν ὁ θεὸς, νόμισμα χρυσοῦν αἰτεῖν· ἀλλὰ τοῦτο τὸ θέσφατον ἐς τὴν ἐμὴν οἰκίην ἔρχεται· Χρύσος γάρ μοι κεκλέαται ἀῤῥένων παίδων ὁ νεώτατος ἔστι δὲ πάντῃ καὶ ἰδέῃ καὶ ἐς ψυχὴν· ἀρετῇ, ὡς πατέρα λέγειν, διάκριτος τῶν πολιτῶν. Ἐγὼ μὲν οὖν, εἰ μὴ ὑμῖν ἄλλο δοκέει, αὐτός τε εἶμι καὶ τὸν παῖδα ἄξω, πεντηκόντορον πληρώσας τοῖς ἐμοῖς τέλεσιν, ὑπηρεσίας τε ἰητρικὰς καὶ πολεμικὰς, ἵνα εἰς ἀμφότερα βοηθῶμεν. Ὁ μὲν εἶπε, τοῖς δὲ ἔδοξεν, οἱ δὲ ἀπεστάλησαν. Συνενέβησε δὲ ὁ Νεβρὸς οὗτος καὶ Καλυδώνιον ἄνδρα παρ’ ἑωυτέῳ τρεφόμενον, ὑπὲρ οὗ τὸ αὐτίκα ὁ λόγος δηλώσει, ὅταν ἡ χρῆσις ἔλθῃ. Ὅτε δ’ οὖν ἀφίκοντο οὗτοι οἱ ἄνδρες οὗ τὸ στρατόπεδον ἐπετελεῖτο, ὁ θεὸς ἔχαιρεν· οἵ τε γὰρ θάνατοι τῶν στρατιωτῶν ἔληξαν, καὶ θείῃ τύχῃ ἵππου τοῦ Εὐρυλόχου, ὃς ἡγεῖτο τοῦ πολέμου Θεσσαλὸς ἐὼν καὶ ἄνωθεν ἐξ Ἡρακλειδῶν, κρούσαντος τὸν σωλῆνα τῇ ὁπλῇ, δι’ οὗ τὸ ὕδωρ ἤγετο ἐς τὸ τεῖχος, ὁκότε διακονίεσθαι ἤθελεν, Νεβρὸς φαρμάκοισιν ἐμίηνε τὸ ὕδωρ· ἔνθεν αἱ κοιλίαι τῶν Κρισαίων ἐφθάρησαν, καὶ μεγάλα δή τι ξυνεβάλετο πρὸς τὸ ἁλῶναι τὴν πόλιν· καὶ ἐντεῦθεν αἱ γνῶμαι ἐπήρθησαν τῶν πολιορκεόντων, ὡς τοῦ θεοῦ ἐπικουρέοντος ἤδη σαφῶς. Προσβολὰς δὲ ποιευμένων καὶ ἆθλα προτιθέντων τοῖς πρώτοις ἐπὶ τὸ τεῖχος ἀναβήσασιν, ὁ ἀγὼν ἦν καρτερώτατος, καὶ ἡ πόλις ᾑρεῖτο· ἀνέβη γὰρ πρῶτος ἐπὶ τὸ τεῖχος Χρύσος καὶ κατέλαβε τὸν πύργον, ξυνείπετο δὲ αὐτέῳ ἐκ ποδὸς ξυνασπίζων ὁ ἀνὴρ ὁ Καλυδώνιος, περὶ οὗ προέλεξα. Ὁ μὲν Χρύσος δόρατι πληγεὶς ἔπεσε κατ’ ἄκρης ἐκ τοῦ πύργου ὑπὸ Μερμοδέω, τοῦ Λύκου δὲ ἀδελφεοῦ, ὃς ἀπέθανε λευσθεὶς, ὅτε ἦλθεν εἰς τὸ ἄδυτον τὸν τρίποδα συλήσων. Ἡ δ’ οὖν πόλις οὕτως ἥλω· ἥ τε τοῦ Νεβροῦ ἐπικουρίη σὺν Χρύσῳ ὀρθῶς ἀπήντησε καὶ κατὰ τὰ ἰατρικὰ καὶ κατὰ τὰ πολεμικὰ, ὅ τε θεὸς ἠλήθευσε, καὶ ἃ ὑπέσχετο ἐποίησεν. Ἐφ’ οἷς οἱ Ἀμφικτύονες τῷ μὲν Ἀπόλλωνι νηὸν ἀνέθεσαν, τὸν νῦν ἐόντα ἐν Δελφοῖς, ἀγῶνά τε γυμνικὸν καὶ ἱππικὸν πρότερον οὐ τιθέντες νῦν τιθέασι, τήν τε τῶν Κρισαίων χώρην ἅπασαν καθιέρωσαν, τῷ δόντι ἃ ἔδωκε διδόντες καθ’ ὅ τι ἔχρησε, τόν τε τοῦ Νεβροῦ παῖδα Χρύσον ἔθαψαν ἐν τῷ ἱπποδρόμῳ, καὶ ξυνέταξαν δημοσίῃ Δελφοὺς ἐναγίζειν· Ἀσκληπιάδαις δὲ τοῖς ἐν Κῷ ἐδόθη Νεβροῦ χάριτι προμυθίη πρὸς μαντείην, καθάπερ τοῖσιν ἱερομνήμοσι, Καλυδωνίοις δὲ ἀπ’ ἐκείνου τοῦ ἀνδρὸς καὶ ἐκείνης τῆς ὑπουργίης καὶ νῦν ἐν Δελφοῖς προμαντείη καὶ αἰεισιτίη δέδοται. Ἀλλ’ ἐπάνειμι ἐπὶ τὰ ἡμέτερα· ὅτι γὰρ ἀληθέα λέγω, τοῦ πατρὸς καὶ ἐμεῦ ἐπελθόντων, Ἀμφικτύονες ἀνενεώσαντο ταῦτα καὶ ἀπέδοσαν, καὶ ἐν στήλῃ ἀναγράψαντες ἐν Δελφοῖς ἀνέθεσαν. Καὶ τούτου μέν μοι τοῦ λόγου τέλος· ἐνταῦθα καθαρῶς δείκνυσιν τοὺς ἡμετέρους προγόνους ὑμέων εὐεργέτας. Τοῦτον δὲ καθέμενος, ἄλλον αἱρήσομαι περὶ τῶν αὐτῶν, οὐ τὸν αὐτόν· ὅτε γὰρ βασιλεὺς ὁ μέγας ξὺν Πέρσαισι καὶ τοῖς ἄλλοις βαρβάροις ἐστράτευσεν ἐπὶ τοὺς μὴ διδόντας ὕδωρ καὶ γῆν Ἑλλήνων, ἡ πατρὶς ἡ ἡμετέρη εἵλετο μᾶλλον πανδημεὶ ἀπολέσθαι, ὡς μὴ καθ’ ὑμέων τε καὶ τῶν ταὐτὰ ὑμῖν γινωσκόντων ὅπλα πολέμια λάβῃ καὶ ἐν νεῦσι στρατείην ἀποστείλῃ, ἀλλ’ ἀνένευσε καλόν τι καὶ ἄξιον τῶν πατέρων μεγαλοφρονευμένη, οἳ λέγονται γηγενέες τε εἶναι καὶ Ἡρακλεῖδαι. Ἔδοξεν οὖν σφιν, τεσσάρων ἐόντων τειχέων ἐν τῇ νήσῳ, πάντ’ ἐκλείπειν καὶ ἐς τὰ ὄρεα καταφυγοῦσιν ἀτέχεσθαι σωτηρίης. Ὅθεν δὴ τί κακὸν οὐκ ἀπήντησε, χώρης λεηλατευομένης καὶ σωμάτων ἐλευθέρων ἀνδραποδιζομένων καὶ κτεινομένων ἐχθρῷ νόμῳ, τῆς δὲ πόλιος καὶ τῶν ἄλλων ἐρυμάτων καὶ ἱερῶν καταιθαλουμένων, ἔτι δὲ καὶ τῇ θυγατρὶ τοῦ Λυγδάμιος Ἀρτεμισίῃ κατὰ πατρῶον νεῖκος δοθέντων ἐκσαγηνεῦσαι πάντα ὅσα λοιπὰ ᾖν; ἀλλὰ γὰρ, ὡς ἔοικε, θεοῖς οὐκ ἠμελεύμεθα· χειμώνων δὲ γενομένων ἐξαισίων, αἵ τε νῆες τῆς Ἀρτεμισίης ἐκινδύνευσαν ἅπασι ἀπολέσθαι, πολλαὶ δὲ καὶ ἀπώλοντο, ἔς τε τὸ στράτευμα αὐτέης πολλοὶ κεραυνοὶ ἐνέπεσον, σπάνιόν τι τῆς νήσου κεραυνουμένης· λέγεται δὲ καὶ φάσματα ἡρώων τῇ γυναικὶ ὀφθῆναι· ἃ δὴ πάντα φοβηθεῖσα ἀπέστη ἔργων ἀνηκέστων, ὁμολογίην πικρὴν ποιησαμένη, καὶ λίην πικρὴν λέγεσθαι, ὥστε ἀφείσθω. Ἀποδώσω δὲ καὶ ἐνταῦθα προγόνοις τοῖς ἐμοϊς κυριότητα οὐ ψευδέα τοῦ μήτ’ ἐφ’ ὑμέας μήτ’ ἐπὶ Αακεδαιμονίους ἢ ἑτέρους ἄλλους Ἑλλήνων Κώους ἑκούσια ὅπλα λαβεῖν, καίπερ πολλῶν τῶν ὁμοῦ νήσους τε καὶ Ἀσίην οἰκεόντων συναψαμένων τοῖς βαρβάροις τοῦ πολέμου οὐ βίῃ· οἱ γὰρ προεστῶτες τότε τῆς πόλεως ἦσαν Κάδμος τε καὶ Ἱππόλοχος· ἐπ’ ἀληθεῖ δὲ κεῖται προγόνους ἐμοὺς εἶναι τόν τε Κάδμον καὶ τὸν Ἱππόλοχον· ὁ μὲν γὰρ Κάδμος, ὃς τὴν βουλὴν αὐτὴν ἤρτυσεν, ἔστι τῆς ἐμῆς μητρὸς, ὁ δ’ Ἱππόλοχος ἐξ Ἀσκληπιαδέων τέταρτος ἀπὸ Νέβρου τοῦ Κρισαίους συγκαθελόντος, ἡμεῖς δ’ Ἀσκληπιάδαι κατ’ ἀνδρογένειαν· ὥστε καὶ τοῦτο τὸ καλὸν τῶν ἡμετέρων προγόνων προελέσθαι. Ἐπάνειμι δ’ ἐπὶ τὸν Κάδμον· οὗτος γὰρ δὴ ὁ ἀνὴρ οὕτως ἔσπευδε τὰ τῶν Ἑλλήνων καλὰ, ὥστε, ὁκότε ἔληξεν ἡ χώρη πολιορκεομένη ὑπὸ Ἀρτεμισίης, αὐτοῦ καταλιπὼν τὴν γυναῖκα καὶ γενεὴν, ᾤχετο ξὺν τοῖς τὰ αὐτὰ αἱρεομένοις ἐπὶ Σικελίης, ὅπως Γέλωνα καὶ τοὺς ἀδελφοὺς κωλύσει φιλίην ξυνθέσθαι κατὰ Ἑλλήνων πρὸς τοὺς βαρβάρους· διεπρήξατο δὲ καὶ ἄλλα πολλὰ καλὰ ἔργα, ἃ μηκύνειν οὐ πρόσκαιρον. Αἱ μὲν δὴ δημόσιαι καὶ ἡμέων προγόνων ὑπουργίαι ἐς ὑμέας καὶ τοὺς ἄλλους Ἕλληνας, αὗται καὶ τοιαῦται πολλαί· καὶ γὰρ ἐκλείπει ἡ δύναμις τοῦ λόγου. Ἔρχομαι δ’ ἤδη οὐκ εἰδόσιν εὐεργεσίην Ἱπποκράτους πατρὸς ἐμέο προσέχεσθαι· λέγων δ’ ἂν ἀληθεύοιμι οὕτως· ὁκότε λοιμοῦ ῥέοντος διὰ τῆς βαρβάρου, ἢ ὑπέρκειται Ἰλλυριῶν καὶ Παιόνων, ὁκότε δὴ ἐπὶ ταύτην τὴν χώρην ἧκε τὸ κακὸν, οἱ τούτων τῶν ἐθνέων βασιλῆες κατὰ δόξαν ἰητρικὴν, ἣ ἀληθὴς ἐοῦσα πανταχόθι ἴσχυεν ἔρχεσθαι, κατὰ πατρὸς τοῦ ἐμέο πέμπουσιν ἐπὶ· Θεσσαλίης (ἐκεῖ γὰρ δὴ ὁ ἐμὸς πατὴρ καὶ πρότερον καὶ νῦν οἴκησιν εἶχε), καλέοντες αὐτὸν ἐς ἐπικουρίην, χρυσοῦ τε καὶ ἀργύρου καὶ ἄλλων κτεάνων οὐ μόνον ἔφασαν πέμψειν ἔχειν, ἀλλὰ καὶ ἀποίσασθαι ὁκόσα ἂν αὐτὸς ἐθέλῃ ἐπαμύναντα. Ὁ δὲ ἐρώτησιν ποιησάμενος ὁκοῖαί τινες ἐν μέρει κινήσιες γίνονται κατά τε καύματα καὶ ἀνέμους καὶ ἀχλύας καὶ τἄλλα ἃ πέφυκε τὰς ἕξιας κινεῖν παρὰ τὸ καθεστηκός· ὁκότε δὴ πάντων μαθήσιας ἀνείλετο, τοὺς μὲν χωρεῖν ἐκέλευσεν ὀπίσω, ἀποφηνάμενος μὴ οἷός τε εἶναι ἐς χώρην τὴν ἐκείνων ἰέναι· ὅκως δὲ εἶχε ταχέως, αὐτὸς μὲν Θεσσαλοῖς ἠρτύετο παραγγέλλειν ὁκοίοις χρὴ τρόποις κακοῦ τοῦ προσιόντος εὐλαβείην ποιέεσθαι, καὶ ξυγγράφων θεραπείην ἐξετίθει περὶ τὰς πόλιας ἐμὲ δὲ ἐπὶ Μακεδονίης ἐξαπέστειλε, βασιλεῦσι γὰρ Ἡρακλειδέων, οἳ ἐκεῖ κατέχουσι, πατρικὴ ξενίὴ ὑπῆρχεν ἡμῖν. Κᾀγὼ μὲν ᾔειν ἵνα με ὁ πατὴρ ἐκέλευσεν, ἀπὸ Θεσσαλίας, ἀρήξων τοῖς ἐκεῖ· συνετέτακτο δέ μοι ξυμβαλεῖν ἐς πόλιν τὴν ὑμετέρην. Ἀδελφεὸν δὲ τὸν ἐμὸν Δράκοντα ἐκ Παγασέων ὁρμηθέντα πλοῦν ποιέεσθαι ἐφ’ Ἑλλησπόντου ἐκέλευσε, [οὐ] παραπλησίην δοὺς ὑποθήκην ᾗ αὐτὸς ἔπρησσεν· οὐ γὰρ πάντες τόποι τὰ αὐτὰ φέρουσι βοηθήματα, διὰ τὸ μὴ πάντῃ τὰ περιέχοντα ἐξ ἀέρος ὅμοια εἶναι. Πολύβιον δὲ τὸν τὴν θυγατέρα ἔχοντα, ἐμὴν δὲ ἀδελφεὴν, καὶ ἄλλους τῶν μαθητέων διέπεμπεν ἐς ἑτέρας ἑτέρων καὶ ἀγορὰς καὶ ὁδοὺς πορευσομένους, ὅπως ὅτι πλείστοις ἐπαρῆξαι. Ὡς δὲ δὴ τὰ κατὰ Θεσσαλίην ἠνύσατο, ἐπορεύετο τοῖς ἐχομένοις ἔθνεσι βοηθέων· ἐπὶ Πύλας δὲ ἐλθὼν, Δωριεῦσι καὶ τοῖς ἄλλοις ὁμοῦ Φωκέων ἐπήρκεσε· καὶ ὁκότε δὴ ἐς Δελφοὺς ἀφίκετο, ὑπὲρ Ἑλλήνων ἱκεσίην ἔθετο τῷ θεῷ, καὶ θύσας ἤνυε τὴν ἐπὶ Βοιωτῶν, τοῖς δ’ ἐκεῖ ἐπαμύνας ἀναλόγως, ἐν τῇ ὑμετέρῃ ᾔει, καὶ ἱκανὰ ἃ νῦν ἐγὼ ἐπαγορεύω τὰ ὑμῖν σωτήρια ἐκ θυμοῦ πάντως εἶπε. Δοκέω δ’ ὑμῶν ὅτι ἀληθεύω πολλοὺς γινώσκειν· οὐ γὰρ πάλαι, ἀλλ’ ἔτος ἐστὶ τοῦτο ἔνατον, ἐξ οὗ διελήλυθα καὶ ἐπὶ Πελοπόννησον ἐστελλόμην, καὶ τοῖς ἐκείνην οἰκέουσι βοηθήσων. Πάντοθεν δ’ ἡμῖν καὶ λόγῳ καὶ ἔργῳ ἄξίη τιμὴ ἀπήντα, ὥστε μὴ μεταμελέεσθαι ὅτι οὐκ ἠλλαξάμεθα χρηματισμοῦ τοῦ ἐξ Ἰλλυριῶν καὶ Παιόνων. Παρὰ δὲ τὰς ἄλλας πόλιας τὰ παρ’ ὑμέων δοθέντα μεγάλα ἦν· ἥ τε γὰρ πολιτείη ἡ ὑμετέρη ὑπερῆγε τὰς ἑτέρων· αἱ γὰρ Ἀθῆναι ὑψηλότερόν τι τῶν ἄλλων πόλεων ἐς δόξαν, καὶ ὁ ἐν τῷ ὑμετέρῳ θεάτρῳ χρύσεος στέφανος ἐπιτεθεὶς ζήλου πρὸς τὸ ἄκρον ἦγεν. Ἀλλὰ καὶ τοῦτο τὸ καλὸν ὑπερεβάλεσθε, μυήσαντες τὰ Δήμητρος καὶ κόρης μυστήρια καὶ ὄργια καὶ τὸν πατέρα καὶ ἐμὲ δημοσίᾳ. Τρεῖς μὲν αὗταί μοι οἷον ἀνύοντι ἐξέλκειν τε τοὺς λόγους καὶ σχοινίων προέχεσθαι [αἱ] πόλιός τε καὶ προγόνων καὶ πατρὸς τοῦ ἐμέο χάριτες ξὺν πολλοῖς Ἑλλήνων· τετάρτην δ’ ἀναλήψομαι λέγειν· ὑπουργίην, ἣν, ὡς ὑπεθέμην, εἰς ὑμᾶς ἐγὼ καὶ ὁ πατὴρ ὁ ἐμὸς κατεθέμεθα. Ὅτε γὰρ Ἀλκιβιάδην [ἡ πόλις] ἐξέπεμπεν ἐπὶ Σικελίης πολλῇ μὲν δυνάμει, οὐχ οὕτω δὲ πολλῇ ὡς θαυμαστῇ (ἦν γὰρ ὅσ’ ἔργα), λόγου ἐν ἐκκλησίῃ ὑπὲρ ἰητροῦ προσπεσόντος ὃν δέοι ἀκολουθεῖν τῷ στρατεύματι, προελθὼν ὁ πατὴρ ὑπέσχετο ἐμὲ ἐπὶ τὰ ὑμέτερα σώματα δώσειν, τοῖς ἰδίοις δαπανήμασι κατεσκευασμένον καὶ ἄτερ μισθῶν αἰτήσιος ἕως ἂν ὁ στόλος ἀποδημῇ, ἐν ἐλάσσονι τιθέμενος τὸ λυσιτελὲς ἀξιόχρεων ἐὸν τῆς ὑμῖν χρείης ἐσομένης. Ἐγὼ γὰρ οὐχ ὅπως ἂν τὰ ὑπάρχοντα κατεδαπάνων, ὃ ἐποίεον ὑμῖν ὑπουργέων, ἀλλὰ καὶ ἐν ἄλλοισι μεγάλοισιν ἔργοισιν ἐτετάγμην. Καὶ τοῦτο ἐλάχιστον τῶν μελλόντων ῥηθήσεσθαι· προείλετο γὰρ μᾶλλον ὁ πατὴρ ἐν ἐμοὶ τῷ ὑιεῖ καὶ ἐν γῇ ὀθνείᾳ σαλεύειν καὶ κατὰ θάλασσαν καὶ κατὰ κινδύνους πολεμικοὺς, καὶ κατὰ ἀῤῥωστίας, αἳ τοῖς ἐν πλανώδεσι βίοις εἰθισμέναι εἰσὶ μᾶλλον προσκαθίζειν ἢ τοῖς ἐν τεταγμένῃ ζωῇ ἠπίστατο γὰρ χάριτα χάριτι μετρεῖσθαι, καὶ μὴ οἷόν πέρ τι ὠνεύμενος ἐκ χειρὸς εἰς χεῖρας συναλλάξας· ἅπαξ ἀπιέναι. Ὁ μὲν δὴ τοιούτων ὑπῆρξεν· ἐγὼ δὲ, ἅτε παῖς ἐὼν ἐκείνου, οὐδὲν ἐλλείπω φιλοτιμίης καὶ τέχνης, βοηθέων καὶ κινδυνεύων σὺν ὑμῖν ὁκότε που καιρὸς εἴη· καὶ ἐς ταῦτά με ἀμφότερα οὔτε νοῦσος οὔτε κακοπαθείη οὔτε φόβος ὁ ἐν θαλάσσῃ καὶ ὁ ἐν χερσὶ πολεμίων εἴργει β μαρτυρίη δὲ οὐκ ἐν ἄλλοις τισὶν, ἐν δ’ ὑμῖν αὐτοῖς κεῖται· ὥστε, εἴ τῳ ἀντιλεκτέον, ἀναστήτω μηδὲν ὀκνήσας, ἀλλ’ οὐ δοκέω ψεύδεσθαι. Ταῦτα δὲ πρήξας ἐπὶ τρία ἔτεα, στεφανωθείς τε χρυσέῳ στεφάνῳ, καὶ ἔτι κάλλιον εὐφημεύμενος, ἐς τὴν ἰδίην ἀπῆλθον ἐπὶ γάμον, ὡς διαδόχους καταστήσαιμι καὶ τέχνης καὶ γενεῆς ἡμετέρης. Ἃ μὲν δὴ παρὰ πόλιος, προγόνων, πατρός τε καὶ ἐμέο ὑμῖν ὑπάρχει, ταῦτ’ ἐστίν· εἴρηται δὲ καὶ ὧν ἡμεῖς παρ’ ὑμέων ἐπαυράμεθα· δοκέω δὲ πολλοὺς ὑμέων θαυμάζειν, ὅτεων χάριν ταῦτα ἀναμεμέτρηται· ὡς οὖν καὶ ὑμέες εἰδῆτε καὶ ἐμοὶ γίνηται ἃ ἐγὼ ἐπιθυμέω, καιρὸς λέγειν. Ὁ πατὴρ, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ ἐγὼ αἰτεόμεθα ὁμέας (οὕτω γὰρ εἰπεῖν ἐλευθέρους καὶ φίλους [καὶ] παρὰ φίλων τυχεῖν ἐλευθέρων), ἐκ πατρίδος τῆς ὑμετέρης ὅπλα πολέμια μὴ ἄρασθαι· εἰ δὲ δεῖ, ὥσπερ ἴσως δεῖ τοὺς ὑπὲρ τῆς αὐτῶν προεληλυθότας, καὶ δεόμεθα μὴ ἡμέας ἐόντας [ἐν] ἀξιώματι μεγάλῳ καὶ τοιουτέων προϋπάρξαντας, ἐν δούλων μοίρῃ τιθήσεσθαι· ἔτι δὲ, καὶ γὰρ οὕτως ἁρμόσει λέγειν, ἱκετεύομεν μὴ ποιήσεσθαι τὰ ἡμέτερα ὑμῖν αὐτοῖς δουρίκτητα, πολλοὶ μειόνων ἢν ἐπάνω γενήσεσθε, ἀλλ’ ὑπιδέσθαι καὶ τοῦτο ὅτι ἑτέρως ἕτερα ἡ τύχη ταχύνει· καί ποτε μικρῶν μεγάλοι προσεδεήθησαν, καὶ οἱ καρτεροὶ δι’ ἀσθενέας σωτηρίης ἔτυχον. Δοκέω δὲ σύνδηλον, ὡς μὴ ἐνδηλότερον εἴπω, ὅτι ἐφ’ ἑνὶ ἀνδρὶ οὐ πόλις, ἀλλὰ πολλὰ ἔθνεα ἤδη ποτὲ ὤφθη ὠφεληθέντα ἐν πολεμικοῖς, καὶ ἔνθα τέχνη ἰσχύει. Μηδὲ ἡμέας ἀποβάλησθε· καὶ γὰρ οὐδὲ ἀπόβλητοι ἐσμὲν, ὡς ἐν ἡμῖν μαρτυρίη κεῖται· ἀλλ’ ἀρχὴν μὲν οὗτοι, ἔνθεν γένος εὐχόμεθ’ εἶναι, Ἀσκληπιὸς καὶ Ἡρακλῆς, ἐπ’ ὠφελείῃ ἀνθρώπων ἐγένοντο, καὶ τούτους δι’ ἀρετῆς τῆς ἐνταῦθα ἐν θεῶν χώρῃ ἔχουσι πάντες· πόλις δὲ ἐμὴ καὶ ἐγὼ ὁ λέγων ἐς τούτους ἀνερχόμεθα, ὡς ἀνθρώπων λόγοι κατέχουσιν· ὅθεν δὴ καὶ ὑπὲρ Ἑλλήνων φανεύμεθα ἀμφότεροι ταύτῃ προϊστάμενοι καὶ ἐπὶ παντὶ καλλίστῳ· οὐ γὰρ μῦθος τὰ Τρωῖκὰ ἀλλ’ ἔργα, ἐν οἷς ἡ Κῶς σὺν τῇσιν ἑωυτῆς νήσοισιν οὐ πολλοστὴ, μεγίστη δ’ ἐς συμμαχίην ἐστίν· οὕτως δὲ καὶ Ἀσκληπιοῦ παῖδες οὐ τέχνῃ μόνον, ἀλλὰ καὶ ὅπλοις ἐπήρκεσαν Ἕλλησι· Μαχάων γέ τοι ψυχὴν κατέθετο ἐν τῇ Τρωάδι, ὅτε, ὡς οἱ ταῦτα γράφοντες λέγουσιν, ἐξ ἵππου ἐς πόλιν τὴν Πριάμου εἰσῆλθε. Μὴ δὴ μήτε καθότι ἔμφυλοι, μήτε καθότι ἐξ ἐπαρηγόντων ἐπαρήγοντες γεγόναμεν Ἕλλησιν, ἀδικήσητε ἡμέας. Οὐ μηκυνέω δὲ οὐδὲ τὰ Κρισαῖα αὖθις οὔτε τὰ Περσικὰ λέγων, ὁκότε καὶ ἀκηκόατε καὶ ἐν χερσὶ μᾶλλον τῶν ἀρτίως εἰρημένων ἐστίν ἐν θυμῷ δὲ λάβετε καὶ οὕτως εὐεργέτας μὴ ὅσιον ἀδικεῖν. Ἡμέας δὲ εὐεργέτας ὡς τὰ ἔργα φησὶ, τίνες φανεῖσθε, οἱ πατέρων γεγῶτες οἵων οἱ μυθολόγοι εἶπον, ἂν τὸ ἀδικεῖν ἀντὶ. τοῦ χρηστοὶ εἶναι αἱρῆσθε; οὐ γὰρ ἐθέλω πικρότερον λέγειν· κεῖνοι γὰρ ὦ ἄνδρες Ἀθηναῖοι, Ἡρακλείδαις μὲν ἔτινον χάριτας, ἑτέροις δὲ πολλοῖς εὐεργετηθέντες ἐπήρκεσαν· ὑπολείποι δ’ ἄν με ἡ ἡμέρῃ μακρὰ λέγοντα; εἰ διεξίοιμι ὁκόσοις ὁκόσα ἀπήντηκεν ἀγαθὰ οὐδὲν ἐν χρείῃ ὑμῖν ἐγγεγονόσι. Περιβλέψατε δὲ ἑωυτοὺς, καὶ μηδὲ ἐμεῦ εἰπόντος γνῶτε ὁκοῖα πρήσσετε· κακὸν ἐξουσίη, ὦ ἄνδρες Ἀθηναῖοι, οὐ γὰρ ἐπίσταται τὰ ἑωυτῆς μέτρῳ ταμιεύεσθαι, ἀλλὰ δή τινας καὶ πόλιας καὶ ἔθνεα ἐλυμήνατο. Ἐς ἑτέρους δὲ οἷον ἐς κάτοπτρον βλέψαντες ἴδετε αὐτοὶ ἃ ποιέετε, καὶ ἐγὼ ἀληθέα λέγω. Καὶ νέος δὲ νόμος ὅστις εὐτυχίῃ πεποιθὼς, μὴ καὶ ἐς τὰ δυσπετέα βλέπειν· οὐχ ὑμέτερον· πολλὰ γὰρ καὶ ὧδε δαίμονος πεπείρησθε. Οὐδὲν ὑμέας ἀδικέομεν· εἰ δὲ καὶ ἀδικέομεν, μὴ ὅπλοις, ἀλλὰ λόγῳ κριθῶμεν. Παραιτέομαι δὲ ὑμέας καὶ τοῦτο, μὴ ποιῆσαι χάριν ἑτέροις ὀφλῆσαι, ἐπικουρήσασιν ἡμῖν· ἐπικουρήσουσι γὰρ, ἢν ὀρθῶς ποιέωσιν, οἵ τε ἐντὸς Θεσσαλίης, Ἄργεος, Λακεδαίμονος, [καὶ] Μακεδονίης βασιλεῖς, [καὶ] εἴκου ἕτεροι Ἡρακλεῖδαι ἢ Ἡρακλειδέων συγγενέες οἰκέουσι. Κρεῖσσον ἄτερ βίης τὰ δίκαια ποιέειν ἢ βιασθέντας· οὐκ εἶπον δ’ ἐπανάστασιν· τοῦτο δὲ φανερὸν ποιέω, ὅτι πολλοῖσι μελόμεθα ἢ μελησόμεθα, εἰ μὴ πανταχόθεν οἴχεται τὸ χρηστοὺς ἀνθρώπους ἔτι εἶναι. Ἐγὼ μὲν οὖν, μικρὴ γάρ μοι δύναμις λόγου, ἅτε πρὸς ἑτέρων ἐπιμέλειαν ἡρμοσμένῳ, ἐνταῦθα καταπαύσω. Ἀξιῶ δὲ πρὸς ξένους ὑμετέρους καὶ τοὺς ὑμῖν συμβούλους εἰθισμένους εἶναι, καὶ θεῶν καὶ ἡρώων ἕνεκα καὶ χαρίτων, αἳ ἀνθρώποις παρ’ ἀνθρώπων γίνονται, ἔχθρα μὲν εἴργειν τὰ ἀλλήλων ὑμέας, εἰς δὲ φίλα προτρέπεσθαι· εἰ γὰρ μὴ ἐν τῇ ὑμετέρῃ πόλει τουτέων ἐπιτευξόμεθα, οὐκ οἶδ’ ὅκου ἐλθόντες ὧν ἱμείρομεν εὐμοιρήσομεν.
Libanius
Antiochene sophist (314–c.394 CE); his ~1,544 surviving letters form the largest letter-corpus of Greek antiquity, addressed to emperors, prefects, students, and friends. The First1KGreek edition (Foerster, vol. 1) digitises Epistulae 1–839 — included here in full.
Epistulae 1–839
839 letters·121,010 words·urn:cts:greekLit:tlg2200.tlg001.1st1K-grc1
Read on Scaife Source TEI XML Hercher (Epistolographi Graeci)
Show Greek text (839 letters) — click any Greek word for Logeion + Morpheus
ἔμελλον γράφων δεήσεσθαί σου βοηθῆσαι τῶ χρηστῷ μέν, πένητι δὲ Φαυστίνῳ, αὐτὰ δὲ ταῦτα ἀρκέσειν ἡγούμην σοι πρὸς τὴν βοήθειαν, τόν τε τρόπον τήν τε πενίαν. Κέλ- σος δὲ ἐπελθὼν καὶ μαθὼν ὃ ποιήσοιμι, πάλαι μέν σε τῆς βοηθείας εἶπεν ἧφθαι, πρᾶξαι δὲ οὐδὲν ὧν ἐβούλου.
ἐγὼ δὲ ἄλλου μὲν ταῦτα λέγοντος ἀνασχοίμην ἄν, ὅτι βουληθεὶς οὐκ ἠδυνήθη, Κλέαρχος δὲ μὴ μάθοι τοιαῦτα ἀπολογεῖσθαι. δεινὸν γὰρ τοῦτό γε καὶ κατηγορία τῆς βουλῆς, εἰ μή σοι πρὸς αὐτὴν ἀρκοίη καὶ νεῦμα.
Γράμματα μὲν ὁ χρηστὸς Φλωρεντιανὸς οὐκ ἤνεγκέ μοι παρὰ σοῦ, γράψαι δέ με πρότερον ἔπεισεν ὀμόσας ἐμὲ φιλεῖ- σθαι παρὰ σοῦ. καὶ ἐγὼ τῲ μὲν οὐκ ἀπιστήσας, σὲ δὲ θαυ- μάσας εἰ τὰ ἐπὶ τῆς ἑσπέρας ἐκείνης ῥήματα ὀλίγα φιλίας ἀρχὴν ἐποιήσω, γέγραφα τοῦ τε φιλεῖσθαι χάριν εἰδὼς καὶ γράμματα ἀπαιτῶν. εἰ δ’ αὖ καὶ κωλύῃ τῷ πλήθει τῶν πραγ- μάτων, ἀλλ’ ἔμοιγε μέγα καὶ τὸ φιλεῖσθαι μόνον.
Ἐπὶ τὸν πολλάκις βεβοηθηκότα σε καὶ νῦν Ὀλύμπιος καταφεύγει σύμμαχον ἐξ ὧν ἤδη τετύχηκεν ἐλπίσας εἰς τὸ κατορθώσειν ἔχειν.
Ὀλυμπίου μὲν οὗτός ἐστι παῖς τοῦ πολλὰ μαθόντος, οἶδε δὲ καὶ αὐτὸς οὐκ ὀλίγα πρὸς τῷ καὶ στρατιώτης εἶναι φιλίας δὲ τῆς σῆς ἐπιθυμήσας δι’ ἐμοῦ τοῦ φιλοῦντος ἄμφω τοῦθ 16 αὑτῷ γενέσθαι βουληθεὶς ἔρχεται μετὰ γραμμάτων ἐμῶν, ἐν οἷς ἔχει τὰς τῆς ἐπιθυμίας ἐλπίδας.
Τοῦ μὴ ἀποθανεῖν με κατακλυσθέντα κακῶν αἴτιός μοι μετὰ θεὸν Θαλάσσιος. ἡγοῦμαι οὑν καὶ σὲ χάριν ὀφείλειν αὐτῷ τῆς περὶ ἐμὲ σπουδῆς, ὀφείλων δὲ ἥδιστ’ ἂν καὶ ἀποδοίης.
ἔξεστι δέ σοι μετὰ τῆς τῶν νόμων φυλακῆς ἀποδοῦναι γῆς ἧς ὑπ’ ἀνδρὸς ἐστέρηται τῶν θρασυτέρων τινὸς πάλιν αὐτὸν ποιήσαντι δεσπότην. καλὸν δὲ τὸν ἀδι- κοῦντα μαθεῖν, ὡς ἔστι καὶ ἀπόντα τῶν δικαίων τυχεῖν.
(text not preserved in this edition)
(text not preserved in this edition)
Ἡμεῖς καὶ ἄνθρωποι καἰ οὐδὲν τῶν γειτόνων ἀμείνους. μὴ τοίνυν ὕβριζε τὰς εἰκόνας μηδ’, ὅταν ἐπαινῇς, ἀμέλει τοῦ μέτρου μηδ’ οὐ φιλεῖσθαι νόμιζε τῷ μὴ πολλά σοι παρ’ ἡμῶν ἀφικνεῖσθαι γράμματα. τούτου μὲν γὰρ αἴτιον τὸ πολλὰ εἶναι τὰ πράγματα, φιλεῖν δὲ δύναιτ’ ἂν καὶ μὴ ἐπιστέλλων ἄν- θρωπος, ἐπεὶ καὶ σὺ ὃν χρόνον οὐκ ἐπέστελλες ἐφίλεις ἡμᾶς καὶ εἰ μηδὲ ταῦτα τὰ νῦν ἐπεπόμφεις, ἐφίλεις ἂν καὶ οὕτω.
καίτοι καλὰ μὲν ἔλεγες καὶ ὑπισχνοῦ, τοῖς λόγοις δὲ ἔργον ἠκολούθησεν οὐδέν ἀλλ’ ὅμως οὐ ποιοῦμαι τοῦτο τοῦ μὴ φι- λεῖσθαι σημεῖον, ἀλλ’ ἐμαυτὸν πείθω βουληθέντα σε μὴ δεδυ- νῆσθαι. βέλτιον γὰρ οἶμαι ταῦτα νομίζειν ἢ πανταχόθεν ζη- τεῖν ἐγκαλεῖν.
Αἰσχύνομαι μὲν αἰτῶν σε χάριν οὐδέν σε οὐδέπω εὑ πεποιηκὼς οὐδὲ ἐλπίζων, ὅμως δέ, ἐπειδήπερ ὑπὲρ παιδὸς ἡ φροντίς, ἐμοὶ μὲν αἰτεῖν ἀνάγκη, σὺ δὲ σύγγνωθι.
δέομαι 20 δή σου δοῦναι ἡμῖν ἀκοῦσαί τι περὶ Ῥωμανοῦ, οὗ φροντὶς καλόν. τοῦτο δὲ γένοιτ᾿ ἄν ἀπὸ τῆς σῆς εὐνοίας, ἧς εἰ ἀπολαύ- σειεν, ἔξει τοσοῦτον ὅσον ᾧ πολὺς ἐν τῷ συνδικεῖν ὁ χρόνος, παρὰ τοῦ χρόνου. χάρις δὲ ἑτέρα. εἰ μέλλων δώσειν ἐκείνην ἐπιστείλαις ὡς δώσεις.
Ἀπάτην καλῶν τὴν ἀδυναμίαν ἀδικεῖς. ἔστι δὲ ἐκεῖνο μὲν τῶν μισουμένων, τοῦτο δὲ τῶν ἐλεουμένων. σὺ δὲ μιγνύεις τὰ ἄμικτα. ἀτυχήματα καὶ πονηρεύματα. ἐγὼ δὲ ἐρασθῆναι ὁμολογῶ Βηρυτοῦ μὲν διὰ πολλά, Ἀθηνῶν δὲ διὰ πάντα, δυ- νηθῆναι δὲ εἰς οὐδετέραν ἐλθεῖν. ἀκούω δὲ καὶ τὴν Ἥραν δεθῆναι καὶ οὐ κινηθῆναι πρότερον πρὶν ὁ τὸν δεσμὸν μη- χανησάμενος ἐλθὼν ἔλυσεν.
Τῆς Παλαιστίνης ἄρχων οὐκ ἠμέλεις τοῦ γράφειν· νῦν πολλῶν ἄρχων ἐθνῶν ἐπελάθου τοῦ γράφειν. καὶ μακρὰν μὲν ὢν ἐμνημόνευσας τῶν φίλων, ἐγγὺς δὲ καταστὰς ἀμνημονεῖς.
τίς ποτε οὖν ἔσῃ προσλαβὼν ἐξουσίαν καὶ τοὺς γνωρίμους ὁρῶν; ἡ δῆλον ὡς καὶ τὸ καταμελεῖν ἐπιθήσεις, εἴπερ κατὰ λόγον τῶν γεγενημένων <ἡ> ῥᾳθυμία χωροίη; ἀlλ’ ὅμως ἡμεῖς βουλοίμεθ’ ἄν σε τιμιώτερον ἰδεῖν, εἰ καὶ μαστιγώσαις λαβών.
Οὐκ οἶσθα, ὦ φίλε Ἑόρτιε, τῶν προσβαλόντων μοι vo- σημάτων οὔτε τὸ πλῆθος οὔτε τὸ μέγεθος οὔτ’ ἐφ’ ὅσον προῆλθε τοῦ χρόνου. οὐ γὰρ ἄν ποτε ὑπερβὰς τὸ συναλγεῖν ἐμέμφου νῦν δὲ ἡ ἄγνοια πανταχοῦ τοῖς ἀνθρώποις βλαβε- ρὸν καὶ δὴ καὶ σὲ κατηγορεῖν ἐπῆρεν ἀντὶ τοῦ παραμυθεῖ- σθαι. ἐγὼ δέ σοι οὐκ ἐγκαλῶ τὸ τὰς δυσκολίας ἡμῶν ἀγνοεῖν.
καίτοι φαίη τις ἂν τῶν ὥσπερ σὺ ῥᾳδίως ἐπιτιμώντων, ὡς ἀγνοεῖς μὲν τῷ μὴ πυνθάνεσθαι, οὐ πυνθάνῃ δὲ τῷ μισεῖν, καὶ οὕτως ἂν ὑπεροψίαν προφέρων αὐτὸς ἐνέχοιο μείζοσιν ἐγὼ δὲ τοῦτο οὐ ποιήσω φιλίαν ἰσχυρὰν ὑβρίζειν οὐκ ἀξιῶν συκοφαντίᾳ. ἀλλ’ ὅταν τι γένηται τοιοῦτον, ζητήσας αἰτίαν τοῖς πράγμασιν ἐπιεικεστέραν οὕτω πρὸς ἐμαυτὸν ὑπὲρ ἐκεί- νων ἀπολογοῦμαι.
σὺ δὲ οὐκ ἐν καφῶ ῥητορεύεις ἄλλους εἶναι λέγων τοὺς αἰτιωμένους, οὓς αὐτὸς ἀνέπλασας διὰ τῆς ἐπιστολῆς. ἐπεὶ τί παθὼν οὐκ ἐπεστόμιζες ἀλλ’ ἐπείθου; ὑπεροψίας δὲ μνησθείς, ει’ μὴ δώσεις δίκην, Ἡρακλεῖ χάριν ἔχειν ἀλεξικάκῳ. ἐγὼ δὲ ἤδη πόλιν ὅλην τοῦτο φθεγξαμένην τετιμώρημαι λόγῳ.
Τῇ διὰ τὴν σὴν ἀρρωστίαν λύπῃ καὶ αὐτοὶ πεπτώκαμεν εἰς ἀρρωστίαν. τί γὰρ ἡμῖν ἡδὺ σοῦ γε ἀνιωμένου Σελεύκῳ δὲ ἄρα ἔπρεπε καὶ τοῦτο ἀγγεῖλαι τὸ ὡς ἐκπέφευγας τοῦ κα- κοῦ τὴν ἀκμήν.
ᾗ δὴ καὶ πείθομαι τὸν Ἐντρέχιον εὐτυχῆ νομίζειν. ὄψεται γὰρ Βιθυνίαν, ὅτε βέλτιον. βέλτιον δέ, ὅτε καὶ σοὶ τὸ σῶμα ἐν ὑγιείᾳ
χάριν δὲ εἰδότες σοι τοῦ φιλεῖν τὸν ἄνδρα χάριν ἑτέραν αἰτοῦμεν προσθεῖναι τὸ τόνδε καλεῖν.
Οὐ κατεπάτησε τὸν ὅρκον ὁ Διονύσιος, ἀλλ’ ἐπανήκει σοι μετὰ τῶν γραμμάτων, ὃ δὴ καὶ ποιήσειν ὤμοσε. τὴν πόλιν δὲ ἡμῶν εὐδαίμονα καλῶν, ἐν ᾗ κατοικεῖν ἔδεισας, παίζεις ἔχων. εἰ γὰρ δὴ ὄντως αὐτὴν ᾤου τοιαύτην, τί παθὼν ἐξὸν κοινωνεῖν τῆς εὐδαιμονίας οὐκ ἠβουλήθης;
τοὺς δ’ ἡμετέ- ρους εἰ μὲν ἀγνοεῖς κινδύνους, ἀδικεῖς, ἀμελῶν γὰρ ἀγνοεῖς καὶ ταῦτα οὕτως ὢν πρόσχωρος· εἰ δ’ ἐπιστάμενος μακαρίζεις <με> μετὰ τῶν δεινῶν, φιλοκινδυνότατος εἶ.
τὰ Δεινίου πράγματα καὶ σαυτοῦ νομίζων ὀρθῶς φρονεῖς εἰμὶ δ’ οὐδ αὐτὸς τῶν ἀλλότρια τὰ Δεινίου ποιουμένων, ὄψει δὲ τὴν σπουδὴν ἐν τοῖς γράμμασιν, ἃ πέμψομεν εἰς ἐπικουρία· τῷ γέροντι·
Σιγῇ τὴν σιγὴν ἔγνωμεν ἀμύνασθαι. καίτοι γε ἠπιστάμην λειπομένην τῶν ἀδικημάτων τὴν δίκην. οὐ γὰρ ἴσον ἦν ἐμὲ σῶν ἀποστερεῖσθαι γραμμάτων καὶ σοὶ παρ’ ἡμῶν μὴ φοι- τᾶν. ἀλλ’ ὅσῳ καλλίω τὰ σά, τοσούτῳ μείζων ἡ βλάβη τῆς τιμωρίας.
Ἦν μὲν καλὰ καὶ ὅσα παρών σοι συνῄδειν, ἃ δ’ ἀκούω, φιλοσοφίας ἐγγὺς ἥκει, γλῶττα ἐλευθέρα καὶ τρόπος μισοπό- νηρος καὶ τῶν σπουδαίων ἔρως καὶ τὸ μετ’ ἀνδρείας τοὺς μὲν εὖ ποιεῖν, τοὺς δὲ ἐλαύνειν, καὶ δὴ καὶ τὸ μέγιστον, χρυ- σὸς καταφρονούμενος, ὃς μέγιστον ἐν ἀνθρώποις ἰσχύων ἥττη- ται.
Γοργονίου δὲ τοῦθ’ ‘ὲν ἀκούσας, ὅτι σε θαυμάζει, πρὸς θαῦμα κατέστην. οὐ γὰρ ἄν, εἰ μή σοι προσόμοιος ἦν, οὕτως εἶχε.
πρᾶττε οὖν ἡμῖν δι’ ἐκείνου, ἃ καὶ πυνθάνο- μαὶ, τὴν ἐπάνοδον· ἐπιθυμῶ γὰρ ἰδεῖν ἃ πυνθάνομαι.
Τὴν ἐπιστολὴν ταύτην ὁ κομίζων σοι γέγραφεν. ὁ γὰρ θαρρῆσαι πείσας δικαιότατ’ ἂν γράψαι δοκοῖ. ἐγὼ μὲν γὰρ ὄκνῳ εἰχόμην, ὁ κράτιστος δὲ Τατιανὸς τῷ χάρτῃ τὴν χεῖρα ἐπέθηκε φήσας οὐ μεταμελήσειν μοι τῶν γραμμάτων. σὺ τοί- νυν δείξεις, εἰ τοῦ μὴ τολμᾶν τὸ πεισθῆναι γράψαι βέλτιον.
Τίς θεῶν ἢ δαιμόνων τὸν πανταχῇ θαυμαζόμενον Τα- τιανὸν ἥμερον ἡμῖν ἐποίησεν; φράζε σύ, Καλλιόπιε· σὺ γὰρ τὰ τοῦδε καλῶς οἶσθα. ἂν δ’ οὐκ ἐθέλῃς λέγειν, ἀνάγκη ἐμὲ μαντεύεσθαι
καὶ τὸν μὲν θεὸν εὑρεῖν οὐκ ἂν δυναίμην, ὥσπερ Ὅμηρος ἔγνω τὴν Ἀθηνᾶν παρὰ τῆς Ἥρας ἐλθοῦσαι τῷ Ἀχιλλεῖ, ἣ τὴν ὀργὴν ἐπέσχεν αὐτῷ τὸν δὲ ἄνδρα, δι’ οὗ ταῦτα ἔπραξαν οἱ θεοί, κάλλιστ’ ἀνεῦρον.
ἔστι δ’ οὗτος πολίτης τ’ ἐμὸς καὶ τῆς πόλεως τὰ πρῶτα καὶ ἐκ ταὐτοῦ μοι κρατῆρος ἐν Μουσῶν κήποις πιὼν καὶ πρῶτον μὲν δίκας λέ- γῶν, νῦν δ’ ἐπιστολὰς γράφων ἄμφω παρὰ βασιλεῦσιν, τῷ μὲν πατρί, τῷ δὲ υἱεῖ, σφόδρα ἠδικηκώς ἴσως δὲ οὐδὲ μικρὸν † ἀδικῶν οὐ μικρὸν φρονῶν <τῷ> σὰ περιφανθῆναι ἀπὸ ἐκείνου δεινότητος καὶ τὸ ἔτι δεινότερον, Θεμιστίου παραβοη- θοῦντος. τὴν μὲν οὖν ῥητορείαν ἐν οἷς ἐνεκάλεσεν ἐΜεν, τὴν δὲ φιλανθρωπίαν έν οἷς ἐπικουρήσειν ὑπέσχετο.
Ἀνέγνων τοῖς φίλοις τὴν ἐπιστολὴν τὴν μακρὰν ἐκεί- νην, ἐκέλευσας γὰρ καὶ οὐκ ἦν ἀπειθεῖν τοσαύτῃ δυνάμει
ἡ μὲν οὖν ἀνάγνωσις ἐκίνει γέλωτα τοσοῦτον ὅσον ἐβού- λου, πολλοῦ δὲ ἄρ’ ἐπεθύμεις, ὡς δὲ διεπαυσάμην, τῶν τις ἀκροατῶν ἤρετό με, πότερόν σοι φίλος ὢν ἢ δυσμενὴς τυγχάνω. φήσαντος δέ μου καὶ μάλα φιλεῖν Ἀνατόλιον τὸν καλὸν εὖ τοίνυν, ἔφη, τὰ δυσμενοῦς ποιῶν δεικνὺς ἐπιστολήν, ἀφανίζειν ἔδει. καὶ ἐτίθετο δὴ τοῖς γράμ- μασιν ὄνομα. βούλει μαθεῖν ὅ τι; ἀλλ’ οὐκ ἐρῶ γε τοῦτο ὃ καὶ ἀκούων ἠχθόμην.
ἀφέντες οὑν ἐκεῖνο ἐξετάζωμεν τὰς αἰτίας, καὶ σύ τε φέρειν, ἂν φανῆς συκοφάντης, ἐγώ τε οἴσω, κακὸς εἰ δειχθείην.
Ἔφης Σπεκτότον μέγαν ὄντα τοῖς ἔργοις μικρὸν γεγενῆ- σθαι τοῖς παρ’ ἐμοῦ λόγοις, αὐτὸς δέ γε ἐκεῖνος ἥδετο τοῖς παρ’ ἡμῶν ἐπαίνοις· εἰ μὲν οὖν εὖ φρονῶν, ψεῦδος τὸ σόν εἰ δὲ οὐδὲν εἰδὼς τῶν περὶ λόγους, τόλμησον εἰπεῖν καὶ πάντα ἐγὼ φαῦλος.
οὑτωσὶ δὲ σκόπει, ὅπως σαυτῷ δόξης ὁμολο- γεῖν, ὃς ὂν ᾐτιάσω τὰ μεγάλα μικρὰ ποιεῖν, τοῦτον ἔφης τῇ ῥώμῃ τῶν λόγων αἴρειν τὰ φαῦλα. παραινῶ δή σοι τοῖς μὲν τῶν βαρβάρων βουλεύμασι πολεμεῖν σαυτῷ δὲ μὴ.
ζηλο- τυπῶν μὲν οὖν τοὺς ὑφ’ ἡμῶν κοσμουμένους εὖ ποιεῖς, οὐ γὰρ κακῆς φύσεως σημεῖον ἐπαίνων ἐπιθυμεῖν, μέγα γὰρ εἰς ἄσκησιν ἀρετῆς πολλάκις ζηλοτυπία μεμφόμενος δὲ τό τινας τετιμῆσθαι λόγοις ἀντὶ τοῦ φανεροῦν τὴν εὐφημίαν ποικίλον, ἀλλ’ οὐ γενναῖον ἔργον ποιεῖς.
καὶ προφέρεις δὴ ἐμοὶ τὸ πολλοὺς ἐπαινεῖν, ἐγὼ δὲ σοὶ τὸ πάντας ψέγειν. οὐκοῦν ἀκρι- σία μὲν ἐν ἀμφοῖν, ἔχει δέ τινα τοὐμὸν φιλανθρωπίαν. μᾶλ- λον δέ, οὐκ ἔστιν ὅντινα ἐπῄνεσα τὰ οὐκ ὄντα προστιθείς, ὥσπερ ὁ μῦθος ἀλλότρια τῷ κολοιῷ πτερά. ἀλλ’ ᾧ χρῶμαι νόμῳ περὶ τοὺς ἐπαίνους, ἄκουσον.
ἂν ᾖ τις κρείττων μὲν χρημάτων ἥττων δὲ ἡδονῶν, ἐκεῖνο μὲν ἐπαίνου τεύξεται, τοῦτο δὲ ἐν σιγῇ κείσεται. καὶ γὰρ εἰ γῆν ἐπῄνουν, οὕτως ἂν ἐποίουν οἷον εἴ μ’ ἐχρῆν ἐπαινεῖν τὰ Κύθηρα, τὰ δὲ Κύ- θηρα νῆσός ἐστιν ἐπικειμένη τῇ Πελοποννήσῳ, τὸν οὗν λό- γον ἐργαζόμενος διελθὼν ἂν ὡς εὔβοτος καὶ πολύοινος εὐλί μένος τέ ἐστιν ἢ καὶ ὕλῃ κομῶσα, τὴν εἰς πυροὺς φορὰν οὐκ ἂν ἐπῄνουν, ἐψευδόμην γὰρ ἄν, οὐδὲ γὰρ ὅστις ἐγκωμιάζει τὴν Ἀττικήν, καὶ τοῦτ’ ἂν εἰπεῖν ἔχοι, κωλύει δὲ οὐδὲν ἐξ ὧν ἔξεστιν ἐπαινεῖν.
θαυμάζω τὸν Ἀχιλλέα, διότι τοὺς Τρῶας ἤλαυνε, θαυμάζω τὸν Παλαμήδην ἀπὸ τῆς σοφίας. ὁ δὲ ὅτι μὴ παρ’ ἑκατέρῳ ταῦτ’ ἦν ἀμφότερα ψέγειν ἀξιῶν ἀδι- κεῖ.
φέρε, εἰ σοὶ λόγον ἐποίουν καί με τοῦτ’ ἔπεισας δεη- θείς, ἀρ᾿ ἂν οἴει τῷ δημιουργῷ πανταχόθεν προσελθεῖν τοὺς ἐπαίνους σὺ μὲν ἴσως οἴει, τὸ πρᾶγμα δὲ οὐ τοιοῦτον, ἀλλ’ εἶπον μὲν ἂν ἐπιμέλειαν, ἀγρυπνίαν, πόνους, ψῆφον ὀρθήν, πρόνοιαν <τοῦ> μέλλοντος, φρόνημα δίκαιον, ὀξύτητα, γλώττης ἰσχύν, πολλὰ δ’ ἕτερα, καλὸν δὲ καὶ μέγαν οὐκ ἄν εἶπον· οὐ γὰρ ἔνι σοι ταῦτ’ ἐν τῷ σώματι
μεμνη- μένος δὲ χρημάτων κλοπῆς μὲν ἄν σε πλεῖστον ἔφην ἀφεστά- ναι, μισθὸν δὲ μὴ ἔχειν τῆς ἀρετῆς οὐκ ἂν ἰσχυρισάμην, ἔχεις γὰρ τὰ βασιλέως δῶρα καί σοι τῆς ἀρχῆς ὁ χρόνος τὰς οἰκίας πεποίηκε πόλεις ἀδικοῦντι μὲν οὐδένα, λαμβάνοντι δέ. πολὺ δ’ ἂν ἦσθα βελτίων μηδαμόθεν λαμβάνων, ὡς λαμπρότερον γε κιόνων οὓς δίδωσι βασιλεὺς τὸ χρῆμα τῆς δόξης ἣν ἡ πενία φέρει.
καὶ μὴν κἀκεῖνό γέ σου τραχὺ καὶ οὐχ ἠμὶ ρον τὸ κακίζειν Σευηρον, ὅτι δὴ ζώνης ἐδεήθη δέον φιλοσο- φεῖν. εἰ μὲν γὰρ φιλοσοφίας ἁπτόμενος ἀπεφέρετο τοῦ σχή- ματος καὶ ἦν ἐν προσηγορίᾳ φιλοσοφίας κάπηλος, εἰκότως ἂν ἐμισεῖτο· εἰ δὲ τὸ μὲν ἡγεῖται μεῖζον αὑτοῦ, ζητεῖ δέ τινα καταφυγήν. ποῦ πλημμελεῖ μὴ φιλοσοφῶν; ἢ καὶ σὺ μᾶλλον ἄρχων ἢ φιλοσοφῶν ἀδικεῖς;
ἐπεὶ δὲ πολὺς ἔγκεισαι κω- μῳδῶν ἡμᾶς, ὅτι πρὸς σὲ ἐμνήσθημεν ἀξιώματος, ἴσθι τὸ πᾶν ἀγνοήσας. ἔσχε δὲ ὡδί. ἐμοὶ σχῆμα μὲν ἀρκοῦν οἱ λόγοι, δι’ οὓς οὐδεπώποτε ταπεινότερον ἐμαυτὸν ἡγησάμην ὑμῶν, ὧν ἡ λαμπρότης ὅρκος τοῖς κόλαξι· πρὸς δὲ τὸν βίον ἀφορ- μαὶ τὰ παρ’ αὐτῶν τῶν λόγων μικρὰ μικρῶν δεομένῳ.
τίς οὖν ἦν ὁ νοῦς ὧν ἐπέστελλον; Ἰσοκράτης παραινεῖ πεῖραν ποιεῖσθαι τῶν φίλων οὔπω παρούσης ἀνάγκης ὥστε ἀτυχή- σαντι μὴ εἶναι βλάβην καί φησι δεῖν μὴ δεόμενον προσποιεῖ- σθαι τὸ δεῖσθαι.
τοιοῦτον ἦν τι καὶ τὸ παρ’ ἐμοῦ· μὴ χρῄζων ἐπήγγελλον. τοιγαροῦν σὺ μὲν οὐκ ἐδίδους, ἐγὼ δὲ ἐγέλων καὶ ζημιούμενος οὐδὲν εὕρισκόν σου τὸν τρόπον.
οὐ μὴν πάντα γε εἰ ῥᾴθυμος, ἀλλ’ εἰς τὸ γένος, εἶπερ τις, ἕτοι- μος, καὶ τῶν σῶν οἰκείων ἰδιώτης οὐδείς. εἶτ’ ἐπὶ μὲν τῶν ἄλλων τιμᾷς τὴν ἀρετὴν, κἂν ὁ ταύτης ἄμοιρος ἄρχῃ, κέκραγας μᾶλλον ἢ οἱ τεμνόμενοι’ τὸ γένος δὲ οὕτω σοι φίλ- τατον ὥστε ἄρχειν δεῖ πάντα οἰκεῖον καὶ ἀπεῖναι βάσανον. τοῦτό σοι παραίτησις ὧν περὶ τοὺς φίλους ἀμελεῖς. κἂν ἐκεῖνό τις κατηγορῇ, τοῦτ’ ἀντιτιθεὶς <τὸ> μέμψεως,
σοι δοκῶ καὶ αὐτὸς εἰδέναι τοξεύειν ἡ πάσχειν ἐπιτήδειος εἶναι μόνον; μᾶλλον δέ, εἰ μὶν ἔτρωσας, καὶ τέτρωσαι· εἰ δὲ παίζοντος ἐκεῖνα ἦν, οὐδὲ ταύτα σπουδάζοντος.
δίκαιον δέ, εἴτε ἡσθείης τοῖς γράμμασι, τῷ φέροντι τὴν χάριν ἔχειν, εἴτε δηχθείης, παρὰ τοῦ φέροντος τὴν δίκην λαβεῖν. ἐγνω- κότα γάρ με ἡσυχάζειν πάσαις ἀνάγκαις Ἰανουάριος ἐνήγα- γεν, ἀνὴρ πανταχόθεν αἰδέσιμος τῇ πόλει λυπήσας μὲν οὐδὲν οὐδένα ὧν οὐκ ἴδει, δοὺς δὲ χάριτας ἐν αἷς ἡ τοῦ δικαίου μερίς, φρουρήσας μὲν ἱκανῶς ἐφ’ ᾧπερ ἐτέτακτο, τῶν δὲ ἐπει- γομένων οἶς ἄξιον συλλαβών, ὀλίγα λαλῶν, πρᾶξαι δεινός, τῶν γιγνομένων καρπῶι ὑπερορῶν τὸ πλέον, προσήκων μὲν μείζοσι, στέργων δὲ τὰ παρόντα, τὴν ἐπιείκειαν ἐν πράγματι τηρήσας οὐκ ἀνεχομένῳ χρηστότητος. ’ν δέδοικα μὴ μέμψῃ τὸν ἄνθρωπον. ὅτι μοι πάντα ὑπούργησεν.
Ἄρα καὶ τοῦτο τοῖς ἄρχουσι νόμος μὴ τοῖς φίλοις ἐπι- στέλλειν, ἐπειδήπερ ἄρχουσιν; εἰ μὲν δὴ κεῖται καὶ γέγραπται, χρῶ τῷ νόμῳ καἰ σίγα· εἰ δ’ οὐδεὶς κωλύει νόμος, πόθεν ἡ σιγή; λέγε. εὑρηκέναι γάρ μοι δοκῶ· μεῖζόν σου γεγένηται τῶν πραγμάτων τὸ πλῆθος καὶ τῶν κοινῶν ἡ φροντὶς οὐκ ἐᾷ τῶν οἰκείων ἐπιμελεῖσθαι.
τοῦθ’ ἥδιόν μοι πείθειν ἐμαυ- τὸν ἢ ὅτι σὺ τῶν φίλων ὑπὸ τῆς ἀρχῆς ἐπελάθου, ὃν ἀκούω μετριώτερον ὑπὸ τῆς ἐξουσίας εἶναι καὶ τούτῳ τοῦ προτέρου διαφέρειν τῷ πλείω πράττειν· ὡς ὅ γε τρόπος <ὁ> αὐτός, εἰσὶ δὲ οἱ λέγουσιν ὡς καὶ βελτίων.
Ἰανουάριος μὲν οὖν ἀπαγ- γελεῖ σοι περὶ ἡμῶν, ὡς ἀρρωστοῦμεν, εἰ μή σε ἐξαπατᾶν βούλοιτο τοῦ μὴ λυπεῖν· ἀεὶ γάρ τινι προσπαλαίομεν κύματι. καὶ ταύτην τίνομεν τῷ Φιλίῳ τὴν δίκην, ὅτι δή τι φίλων ἡμῖν ἐφάνη τιμιώτερον.
ἐγὼ δέ σοι περὶ αὐτοῦ λέγειν ἔχω, ὡς ἐν δυσχερεῖ διοικήσει χρηστὸς ἐδείχθη. καὶ τοῦτον μόνον οἱ τε ταχέως οἴ τε βραδέως ὧν ἔχρῃζον τυχόντες ἐπῄνεσαν τοσαύτην ἀνεμίγνυ γοητείαν ταῖς ἀναβολαῖς τοιγαροῦν ἀπιὼν ἀνιᾷ τοὺς βελτίους, διότι παρὼν οὐκ ἐλύπησεν.
ἐμοὶ δὲ δεομένῳ τοσοῦτον ἀπεῖχεν ἀπειθεῖν ὥστ’ εἰ διαλείποιμι τοῦτο ποιῶν.. ὕβριν τὸ πρᾶγμα ἐκάλει καὶ διεμέμφετο. τὰ σὰ δὲ ἀγαθὰ νομίζων αὐτοῦ τε καὶ ἐμὰ ὅ τι μάθοι τρέχων ὡς ἡμᾶς ἐμήνυε τῷ προσώπῳ κηρύττων τὴν ἡδονήν. εἶπον ἂν πλείω πρὸς ἀγνοοῦντα, νῦν δ’ ἐπίστασαι τὸν ἄνδρα.
Πρότερον μὲν ἐθαύμαζον τὸν κράτιστον Ἑρμογένην ἀπὸ τῆς φιλοσοφίας ἧς ἤκουον αὐτῷ μέλειν. νῦν δὲ δὴ καὶ φιλῶ τὸν ἄνθρωπον, διότι δὴ πόσου τε καὶ τίνος ἄξιος εἶ γινώσκει. λέγεται γὰρ ἄνδρα τέ σε ἀγαθὸν ἡγεῖσθαι καὶ τὸ συνεῖναι μέγα ποιεῖν καὶ τὸ μὴ συνεῖναι βαρύ.
τοῖς μὶν οὖν ἄλλοις ἔπεισι σοὶ συγχαίρειν, ἐμοὶ δὲ ἀμφοῖν· σοὶ μέν. ὅτι σοι πρόσκειται τοσαύτη δύναμις, τῷ δ’, ὅτι φιλῶν ὃν ἐχρῆν εὐδο- κιμεῖ τῇ κρίσει.
δεῖ δή σε φιλούμενον ὅσα ἂν ἐξῆ ἐν ταῖς παραινέσεσιν ὠφελεῖν ἐκεῖνον μὴ κατοκνεῖν· ἔξεστι δὲ νῦν ὑπὲρ ἀδικουμένου φίλου κωλῦσαι φίλον ἁμαρτάνειν. Νικέν- τιον γὰρ τὸν καλόν, ὃν σὺ πρὸς ἡμᾶς ἐπῄνεις ἐν γράμμασι, καὶ τὸ γράμμα γε ἐκεῖνο φιλίαν ἡμῖν εἰργάσατο, τοῦτον δὴ τὸν ἄνδρα, δι’ ὃν ἐπιδημεῖ μὲν ἡ δίκη, βία δὲ οἴχεται, πανή- γυρις δὲ ἡμῖν ἡ πόλις, εὐφημίας ἐλπίζοντα περιέστηκε ζημία λυποῦσα μὲν καὶ τῇ βλάβῃ, πένης γὰρ ἡμὶν ἐπὶ τοσαύταις ἀρχαῖς ὁ Νικέντιος, ἔχουσα δέ τι πικρότερον τῆς βλάβης τὴν ἀδοξίαν. ἡ γὰρ καταδίκη ζημία τίς ἐστι κατεγνωκυῖα κακίαν.
τοῖς μὲν οὖν ἀδικοῦσιν Ἑρμογένης ἐπαγέτω δίκην ἐγὼ πρῶτος ἐπαινῶ τὴν ὀργήν, κἂν παύσηται τῆς ἐπὶ τοῖς τοιού- τοις ὀργῆς, καὶ ἐγὼ τῶν ἐπαίνων, τὸ νῦν δὲ τοῦτο παραγωγή τίς ἐστι καὶ ἔργον ἀπάτης, οὐ τῆς Ἑρμογένους φύσεως.
ἄκουε δέ· σταθμός τίς ἐστι περὶ τὸν Εὐφράτην, Καλλίνικος ὄνομα αὐτῷ· Καλλινίκου γὰρ ἐνταῦθα ἀποσφαγέντος ὁ σοφι- στὴς γίνεται προσηγορία τῷ τόπῳ, οἷα πολλὰ μὲν ἐν γῇ, πολλὰ δὲ ἐν θαλάττῃ πάλαι.
τοῦτο δὴ τὸ χωρίον ἔχει στρα- τιὰν ἱδρυμένην, ἣν τρέφεσθαι παρ’ ἡμῶν οὐκ ἐκεῖσε κομι- ζόντων, ἀλλ’ ἑτέρωσε τὴν τροφήν, ἐκεῖθεν δὲ εἰς Καλλίνικον ἄγειν νόμος τὸν ἄρχοντα τῶν περὶ τὸν Εὐφράτην. Νικέντιος δὲ τὰ αὑτοῦ διακονήσας ὧν ἐπλημμέλησαν ἕτεροι δίκας δί- δωσι, τοῦτο δὴ τὸ ἐν Αὐλίδι.
ἴσως μὲν οὖν οὐδ’ αὐτὸς διηγησάμην κακῶς, εἰ δ’ οὖν τι καὶ ἐξηνέχθην, Νικέντιός σε διδάξει καλῶς. σὺ δὲ βοήθησον δυοῖν ἄρχουσι τὸν μὲν ἐξελό- μενος βλάβης ἀδίκου, τὸν ἐλάττω, τὸν δ’ ἀποστήσας ὀργῆς οὐ δικαίας, τὸν κρείττω.
εἰ δὲ παιδὸς ἡγεῖται τὴν μεταβολήν, τὴν μὲν ἐπὶ <τὰ> χείρω νομιζέτω φαύλην, τὴν δὲ τῶν λων τι λύουσαν ἀγαθήν, ἄλλως θ’ ὅτε τὸ μὲν τίμημα τηρεῖν ἂν ἔχοι, τὸν δ’ ἔξω τῆς αἰτίας ἀφιέναι.
τὸ γὰρ χρυσίον εἰσπραττέτω μέν, εἰσπραττέτω δὲ παρὰ τῶν λελοιπότων τὴν τάξιν καὶ προσέτι γε τῶν ἐξηπατηκότων, οἳ σφίσιν αὐτοῖς χαριζόμενοι τὰ οὐκ ὄντα ἔφρασαν.
ἐπειδὴ γὰρ θυμὸς μἐ- γας διο τρεφέων ὑπάρχων, μὴ ἴστω τοῖς φενακίζουσιν ἄδεια, ὅπως τῆς ἀληθείας κρατούσης μηδεὶς ἀδίκως κολάζηται. λύων δὲ τὴν αὑτοῦ ψῆφον ἐννοείτω τὸν βασιλέα Κρητῶν τὸν παῖδα Δῖός, ὃς εἰς τὸ ἄντρον δι’ ἐνάτου πορευόμενος ἔτους ὧν ἐτε- θείκει νόμων οὐκ ᾐσχύνετο κινῶν ὃν κρεῖττον ἦν κινεῖσθαι.
Ἐγώ σου μέλλων αἰτιᾶσθαι τὸ χαίρειν ἀγροῖς καὶ νομί- ζων οὐκ εἶναί σοι λόγον, ὅς δείξει τὸν ἐκεῖσε δρόμον εὔλογον, ἐπειδὴ τὴν ὀπώραν ἔλαβον καὶ εἶδον. οἷα παρὰ σοὶ τίκτει τὰ δένδρα, θαυμάζω μεταβαλών, ὅτι δὴ τοιαύτης γῆς καὶ μικρὸν ἀπανίστασαι χρόνον.
ἴσως που τοιοῦτος ἦν ὁ κῆπος ὁ δόξας μῆλα δεδωκέναι χρυσᾶ, ἃ χρυσᾶ μὲν οὐκ ἦν, οὐ γὰρ οὗτος φυτῶν νόμος, διὰ δὲ κάλλος ἐκτήσατο τὴν ἀπὸ τοῦ χρυ- σοῦ φήμην. ἀλλὰ καὶ τοιαύτης οὔσης σοι τῆς ὀπώρας κατὰ τὴν ὥραν ἐκράτει τὰ γράμματα· τοσοῦτον ἄνθους μετεῖχε.
θεράπευε δὴ θεοὺς ἐφόρους γεωργίας. δεῖ δέ σε οὐ πονεῖ- σθαι τοῖς ἀναθήμασι. μὴ γὰρ δὴ ἔστω τούτων ὧν ἐργάζεται χρυσοχόων τέχνη, ἀλλ’ ἀφ’ ὧν ἔδοσαν τιμάσθων. εὖ οἶδα γάρ, ὡς ἥδιον αὐτοῖς χρυσίδων βότρυες ἐξημμένοι τῶν ἀγαλ- ματω ν.
Οὐδ’ αὐτὸς ὁ νέος ἄνευ λογισμοῦ παρ’ ἡμᾶς ἧκεν, ἀλλ’ εἰδὼς τὸν αὑτοῦ θεῖον ἐμέ τε φιλοῦντα καὶ ὑπ’ ἐμοῦ τιμώ- μενον ἥκων δὲ εὗρεν ἅπερ ἤλπισεν εἰ μέντοι καὶ λόγων ἰσχύν, οὐκ οἶδα, τὴν δ’ οὖν εὔνοιαν τοσαύτην ὅσην ἄν. εἰ σὺ τοὐμὸν ἔπραττες, ἔνειμας αὐτῷ φανέντι.
λόγων μὲν οὖν ἔχεται πάλαι μὲν αὐτῶν ἧφθαι δοκῶν, νῦν δὲ ὡς ἀληθῶς ἁπτόμενος, ζῇ δὲ ἐν πενίᾳ καὶ οὐκ ἐν οἶς εἰκὸς εἶναι τὸν ὑμέτερον συγγενῆ εἰ μὲν οὖν ἐσπανίζετε χρημάτων, ἐμὸν ἂν ἦν βοηθεῖν· ἐπεὶ δὲ καλῶς ποιοῦντες πλουτεῖτε μέν, οἴεσθε δὲ τὴν ἔνδειαν συλλαμβάνειν νέοις εἰς λόγους, παραινέσαιμ 5 ἂν ὑμῖν ἢ πέμπειν αὐτοὺς χρυσίον ἢ ἡμῖν ἐφεῖναι συμμα- χεῖν· ὡς οὐ μόνον τρυφὴ κώλυμα λόγοις, ἀλλὰ καὶ τὸ λιμῷ συνοικεῖν
Πῶς δ’ οὐκ ἔμελλον ἡδέως ὄψεσθαι νέον μητρός τε ἀγαθῆς υἱὸν καὶ ἀδελφιδοῦν ἀνδρὸς πόλεων τε σωτῆρος καὶ ἡμῖν ἐπιτηδείου φυγήν τε καλὴν καὶ παρ’ ὑμῶν πεφευγότα καὶ ἣν μόνην ἐπαινεῖν ἀνάγκη; τὸ γὰρ ἐπὶ κτήσει λόγων ἀφεἱ- ναι πατρίδα καὶ αὐτῇ τῇ πατρίδι καλόν, ἣν ἀπὸ τῶν λόγων ὁ φυγὰς ἕξει μεγάλην ποιεῖν.
ἀλλ’ ὥσπερ ἡμᾶς ἐπαινεῖς τῆς προνοίας ἧς εὗρεν ὁ δεῦρο ἥκων, οὕτω πεῖθε τὴν μητέρα λύειν αὐτῷ τὴν ἀπορίαν. οὐ γὰρ ἕξετε πικρῶς ἀπαιτῆσαι τὰς εὐθύνας, εἰ τὰ παρ’ ὑμῶν ἐλλείποι.
Οὐκ ἠμνημόνησα τῶν συνθηκῶν ἇί ἦσαν ἡμῖν περὶ γραμμάτων, ἀλλ’ ἐκωλύθην τὰς συνθήκας ἐμπεδῶσαι κακοῖς μυρίοις.
πρῶτον μὲν γὰρ ἡ κεφαλή με καταβαλοῦσα εἶχεν αὐτὴ δεζ͂αμένη πλῆθος ἰλίγγων καὶ οὐκ ἦν οὔθ’ ἡμῖν ὔτε τοῖς ἰατροῖς θαρρεῖν. εἶτ’ ἐκεῖθεν ἐπὶ τὴν κοιλίαν τὸ δεινὸν καταβὰν ῥεύματα ἐμιμεῖτο ῥυάκων, τὸ δὲ ἐπισχῆσον οὐκ ἐφαί- νετο. καὶ τούτοις τοιούτοις οὖσι προσετέθη Λήμνιά φασι κακά. μᾶλλον δέ, μικρόν τι εἶπον τὸ πτῶμα Νικομηδείας δὴ λῶσαι βουληθεὶς τοῖς ἐν Λήμνῳ κακοῖς.
διὰ τοιούτων τὸ θέρος ἐλθόντες νῦν φαρμάκου πόσει τὸ σῶμα κουφίσαντες ἐπιστέλλομέν σοι τῆς μὲν σιγῆς τὰς αἰτίας ἀποδιδόντες, κινεῖν δέ σε πρὸς τὰ ἡμέτερα τόν γε οἴκοθεν ὡρμημένον οὐκ ἀξιοῦν- τες, ὡς ὅστις τινὰ παρακλήσεσιν ἐπεγείρει, κατεγνωκὼς ἀργίαν τοῦτο ποιεῖ
σὺ δ’ οὐχ ὅπως αὐτὸς ῥᾳθυμεῖς, ἀλλὰ καὶ ἄλλον ἂν ἐξοτρύναις εἶναι πρόθυμον εἰς ἡμᾶς, ἴσως μέν τι καὶ ἐν ἡμῖν ἄξιον εὐνοίας εὑρών, πλέον γε μὴν ἐκεῖνο σκο- πῶν. ὅπως δόξεις ἀκολουθεῖν τῷ πατρί.
καὶ γὰρ ἐκεῖνος ἑώρα τέ με ὡς ἥδιστα καὶ μετεδίδου λόγων τε καὶ βιβλίων. καὶ ὁ δοὺς ἀρχὴν ἡμῖν εἰς τὴν ἀμείνω δόξαν ἐκεῖνος ἦν. καὶ νῦν, εἴπερ ἦν, εἷς ἄν μοι πολλῶν ἦν ἀντάξιος.
ἃ σὺ λογι- ζόμενος ἐπιχειρεῖς μοι δεικνύειν ὡς, εἰ καὶ Δουλκίτιος τέθνη- κεν, ἀλλ’ οὐχ ἥ γε πρὸς ἐμὲ σπουδὴ τῆς ὑμετέρας τέθνηκεν οἰκίας.
ταύτην μὶν οὖν ζῶσαν ἀεὶ παρέξεις, τοὺς δὲ ἀνε- ψιοὺς ἴσθι σοι τῇ μὲν ἄλλῃ καὶ σφόδρα ἐπαινεῖσθαι, λυπῆσαι δὲ ἑνὶ τούτῳ τοὺς γείτονας μεγάλη γὰρ ἀεὶ φωνῇ τοὺς λό- γους συλλέγοντες τὸν ὕπνον ἀφαιρούμενοι τῶν πλησίον οἰκούν- τῶν τοὺς μὲν ἐξήλασαν, τοὺς δὲ ἐπέτριψαν.
Καὶ αὐτός εἰμι τῶν βεβαπτισμένων ὑπὸ τοῦ μεγάλου κύματος ἐκείνου. κεῖται γὰρ Ἀρισταίνετος, ὦ Ζεῦ, ἡ δὲ δευ- τέρα πληγὴ προσδιέφθειρεν ἡμᾶς οὐδὲ τῆς Ἱεροκλέους κεφα- λῆς φεισαμένου τοῦ δαίμονος. διὰ ταῦτα σεσιγήκαμέν τε καὶ σιγήσομεν, ὅσα γε ἐν ὁμίλῳ κοινῷ. ὡς οἱ γε φοιτῶντες χρῶ τᾶι ἡμὶν οὐ χείροσιν πρόσθεν.
ἥσθην δὲ τῷ τε υἱεῖ καὶ τῷ κηδεστῇ προθύμως εὖ μάλα λόγιον ἡμμένοις καὶ κι- νοῦσι τὸν παιδευτὴν οὐ παρακαλουμένοις, ὥστε καὶ σοὶ γρά- φοντι πρὸς αὐτὼ τὴν ἐκείνου τοῦ ἔπους ἀρχὴν ἀρκεῖν ἤ φη- σιν· οὕτω νῦν, φίλα τέκνα. πιστεύω δὲ καὶ Φιλόξενον ἄξια τῆς συγγενείας δράσειν.
Οὐκ ἐπὶ μικρῷ γε πεποίησαι τὴν ὀδόν, ἀλλ’ ὑπὲρ ἀν- δρός, ὃν ὅπως ἴδοις, ἐπ’ αὐτὸν ἐλθεῖν ὠκεανὸν ἦν ἄν σοι καλόν. ὅτι δὲ ἔμελλες πανταχοῦ ἡμῶν μεμνήσεσθαι καὶ σὺν ἐπαίνοις, οὐκ ἠγνόουν· τοῖς μὲν γὰρ ἄλλοις ἥδιστον εὐφη- μιῶν τυγχάνειν, σοὶ δὲ εἰς ἐμὲ χρῆσθαι.
τοὺς δὲ ἄνδρας, οἷς διειλέχθαι λέγεις, πρὶν ἂν πείσῃς μισεῖν τοὺς κόλακας. οὐδέποτε πείσεις ἡμᾶς φιλεῖν· πάνυ γὰρ ἀμαθῶς ἔχω τοῦ πράγματος, ἕτεροι δὲ ἀριστεύουσι.
Παγκράτιον δὲ οὔπω μὶν εἶδον, ἀγαθὸν δὲ ἡγοῦμαι καὶ γράψαι πρότερον ἀξιῶ τῷ μὲν γὰρ οὐδὲν αἰσχρόν, ἐμοὶ δὲ ἴσως, εἰ δόξαιμι δι’ ἐπιστολῆς ἐπὶ προφάσει τοῦ προσειπεῖν μαθητὰς αἰτεῖν.
Τί τῆς σιγῆς ἔχεις αἰτιᾶσθαι; βραδυτῆτα νοῦ; καὶ τίς ὀξύτερος; ἀλλ’ ἔνδειαν λέξεως; ὁ σαφῶς οὕτω περὶ τῶν μεγά- 5 λῶν διδάσκων; πόθεν οὖν ἄφωνος; οὐ λέγεις οὐκοῦν ἀκούσῃ. τῶν τροφῶν ἡμῖν περικόψας αἰσχύνῃ καὶ διαζεύξας τῶν πυ- ρῶν τὰς κριθὰς τοὺς ἵππους ἠδικηκὼς οὐκ ἔχεις ὅ τι εἴπῃς.
ἀλλά σοι λύω τὸν φόβον τὸ τοῦ Ἀχιλλέως εἰπών· οὐ σὺ τοῦτο λυπεῖς, ἀλλ’ Ἀγαμέμνων. ὥστε θαρρῶν ἴθι καὶ 10 γράφε
Οὐκ ἀγεννῶς μοι προσκεῖσθαι τοῖς λόγοις, καταμηνύεις δὲ σὺ σαυτὸν ἀπὸ τοιαύτης ὥρας συντιθεὶς ἐπιστολάς. . . .
Ἔδει γὰρ καὶ τοιαύτη τιμηθῆναι τιμῇ παρά τε σοῦ τὸν ἀδελφὸν παρά τε ἐμοῦ τὸν φίλον. δυσχερῆ δέ σοι γενέσθαι τὸν ἐπ’ ἐκείνῳ χρόνον οὐ θαῦμα· καὶ γὰρ καὶ τὰ μὴ λίαν ἀλ- γεινὰ τοῖς ὧδε ἔχουσι χαλεπά.
νῦν οὖν ἐπειδὴ τῆς δρυὸς ἀφέμενος ἔχῃ τῶν πυρῶν, οὕτω γὰρ καὶ αὐτὸς ἀπεικάζεις, ἕψομαι τὸ μὲν μιμούμενος, ἐν δὲ τῷ νικώμενος. ἡκόντων γὰρ ἐκεῖθεν γραμμάτων καὶ μέλιτος γράφων μὲν ἴσον τι ποιῶ τοῖς γράμμασιν, ὅ τι δ’ ἂν ἀντὶ τοῦ δώρου γένοιτό σοι ζητῶν οὐχ εὗρον πλὴν ὅσον ἐπαινέσαι τὸ δῶρον. οὐ γὰρ ὄνομα ἄλλως τὸ Ἀττικόν, ἀλλ’ ἀτεχνῶς ἀπὸ τῶν ἐν Ὑμηττῷ πόνων οὓς ἐν τῷ ὄρει πονοῦσιν αἱ μέλιτται. τοιοῦτον δὲ ὂν ὅμως ἡττᾶτο τῆς ἡδονῆς ἧς ἡμᾶς ἐν οἷς ἐπέστελλες ἔγευσας.
ἐπειδὴ παρὰ τὴν ἀρχὴν ἐγένου τοῖς Γαλάταις ὁ Ῥαδά- μανθυς, καὶ πεπαυμένῳ τῆς ἀρχῆς μέλει σοι Γαλατῶν ὅθεν οἱ μὶν δεῦρο βαδίζοντες παρὰ σοὶ καταλύουσι, σὺ δὲ δι’ ὅσων ἔξεστιν εὗ ποιεῖς. εἰ δὲ μὴ οὕτως εἶχε πρᾶγμα, μισεῖν τε ἦν ἀνάγκη καὶ μισεῖσθαι.
τὸ δὲ πέμποντα παῖδας ἑτέρων τοὺς σαυτοῦ μέλλειν, οὕτω γὰρ ἄμεινον λέγειν, τῷ μὴ δεδυνῆσθαι λογίζομαι· ὡς ἥ γε γνώμη καἰ σφόδρα ἐπιθυμοῦντος.
ἐπι- θυμεῖν δέ μοι φαίνονται Λαὶ οἱ νέοι. μαρτυρεῖ δὲ τά τε γράμ- ματα καὶ τὸ παραινεῖν ἄλλοις ὡς ἡμᾶς καταίρειν. ἃ γὰρ ἄλλοις συμβουλεύουσι. καὶ αὑτοὺς δήπου πεπείκασιν. . . .
Εἰληφέναι σου γράμματα νομίζω καὶ μὴ λαβών. ἐν γὰρ τὼ λῦσαι τὴν πρὸς τὸν υἱὸν οὐ δικαίαι ὀργὴν καἰ ἐπαινέσαι ταῦτα οἷς τέως ἐπετίμας δῆλον ἐποίεις, ὡς ἥδιστ’ ἂν ἐπιστεί- λας οὐ θαρροίης. ἀλλ’, ὠγαθέ. καὶ θέλε θαρρεῖν καὶ ἐπιστέλ- λειν.
τῶν δὲ ἀηδῶν ἐκείνων οἱ τὰ καλά σοι γράμματα πε- πομφότες ἔχουσι τὴν αἰτίαν, μᾶλλον δέ, κἀκείνους ἀφίησιν αἰτίας τὸ παρ’ ἄλλων ἐξηπατῆσθαι. τὴν γὰρ τοῦ φενακισμοῦ πηγὴν οὐκ ἀγνοοῦμεν· ἣν ἐλεεῖν ἄμεινον ἢ μισεῖν.
βλέπων δὲ εῖς τε τὴν φύσιν τοῦ σοῦ παιδὸς καὶ τὸ χαίρειν τοῖς πό- νοις τὴν παροιμίαν ᾄδω λέγουσαν·
αὐτίκα φυτὰ δῆλα, ἃ μέλλει κάρπιμ᾿ ἔσεσθαι.
καὶ πλείω διῆλθον ἄν, εἰ μὴ ᾔδειν ἐραστὴς ἐπαινεσόμενος, ἐν ᾧ καὶ τὸ ἀληθέστατον ἀπιστίαν ἐφέλκεται.
Αὐτήν τε ταύτην ἐθρήνησα τὴν πόλιν ἣν ἥδιστα μὶν εἶδον, ἄκων δὲ ἐξέλιπον, ἐπόθουν δὲ καὶ οἴκοι καθήμενος, πρό τε τῆς πόλεως τὸν ὑπ’ αὐτῆς τε καὶ μετ’ αὐτῆς οἰχόμενον 10 τὸν γενναῖον Ἀρισταίνετον.
νομίζω δὲ τῶν θρήνων μηδέ τερον μὲν ἐμόν, ἀμφοτέρους δὲ εἶναι τῆς Λύπης ἐν ᾧ γὰρ ἐξειστήκειν τε ἐμαυτοῦ καὶ φόβον παρεῖχον τοῖς οἰκείοις ὡς οὐκ ἀντισχήσων τῷ κακῷ, τότε ἐκείνη λαβοῦσά μου τὴν χεῖρα ἔγραψεν ὅ τι ἤθελεν.
οἷς δὲ ἑκάτερον ἔδειξα, τέτταρες ἦσαν, 15 οὐ γὰρ ἦν ὁ καιρός μοι θεάτρου, πρὸς μὲν τῷ θείῳ Πρισκιανὸς ὁ ῥήτωρ, ἐπὶ δὲ τούτῳ Φιλοκλῆς ὁ καλὸς καὶ ὅ γε φιλεῖν με- μελετηκὼς Εὐσέβιος. Σαβῖνος δὲ ἄρα ἦν ἐπ’ ἀγροῦ
οὗτοι μὲν ἐμοῦ, τούτων δὲ οὐδεὶς ὅστις οὐκ ἤκουσεν ὡς ἀκούσει· καὶ αὐτίκα με περιειστήκεσαν ἀνάγκαι κελευόντων ἢ ἀναγι- νώσκειν ἢ ὁμολογεῖν ἀδικεῖν. ἔδωκα τὸ βιβλίον, οἱ δὲ παρα- λαβόντες οὐ πολλοὺς ἀνηκόους ἀφῆκαν. ἐξέστω δὲ καὶ σοὶ μόνῳ τε ἐντυχεῖν, εἰ βούλοιο, καὶ σὺν ἄλλοις, εἰ τοῦτ’ ἀρέσκοι.
δοκεῖς δέ μοι καὶ αὐτὸς εἰργάσθαι τι τοιοῦτον εἰς τὸν ἀδελφόν οὐ γὰρ ἦν τοῦ σοῦ στόματος σιγῇ θάψαι τὸν ἄνδρα ἐκεῖνον. πέμπε οὖν ὡς καὶ αὐτῶ μονῳδίαις οὐκ ἀηδῶς συν- όντι μετὰ τὸν σεισμὸν ἐκεῖνον θαυμάζω δὲ εἰ νῦν τοιούτων ἀπολαύοντες τῶν βοτρύων τὴν παροῦσαν ὥραν χειμῶνα καλεῖν τολμήσετε.
ὠοῦ μόνον οὐκ ἄχθομαι παρακαλούμενος, ἀλλὰ καὶ χαίρω προτρέποντος, ὅτι μοι τούτῳ δηλοῦται τὸ καὶ αὐτὸν ἐνεργὸν εἶναι σέ.
τὸ μὶν οὖν φροντίζειν ὅπως μὴ εἰς ὄνους ἀφ’ ἵππων ὅ τε θεῖος ἐπαινεῖ καὶ ἐγώ, μὲ δὲ τοῦτο ἰδόντες. οἶμαι γὰρ ἤδη τι φοιτᾶν ἡμῖν ἐκεῖθεν. ἐλπίζομεν δὲ αὐτὸ θήσεσθαι διὰ τῶν ἀρχόντων καλῶς.
Μοδέστῳ δὲ μέλλοντι νυκτὸς ἐπὶ Κιλικίας δραμεῖσθαι βιβλίον ἐσπέρας εἰσάγω τὰ δῶρα ἐγγράψας, Ὀλύμπιος δὲ οὐκ ἀπῆν. ὁ δὲ τοῖς ἄλλοις ἥδε- σθαι φήσας ὡς οὐκ ἔχουσιν ὄγκον διεωθεῖτο τοὔλαιον. ἡμῶν δὲ οὐκ ἀνιέντων ἀνέβη μὲν ὡς ἄμεινον ζητήσων ᾖ χρὴ ποιεῖν, οἷα δὲ ἐν θορύβῳ τῷ περὶ τὴν ἔξοδον, ἀφῃρέθη τὴν ·περὶ τούτου ψῆφον. ἦν οὖν λοιπὸν ἀναμεῖναι.
σοὶ μέντοι μένειν μὲν οὐκ ἔστιν ἐΜ, χωρεῖν δὲ ἀνάγκη δεῦρο τοῦ τε μαχέσασθαι πρὸς τὴν ἀπὸ Θρᾴκης εἴσπραξιν καὶ διαφυγεῖν ὅλως βουλήν, ἣ τοῖς μὲν ἀνωνύμοις λυσιτελεῖ, τοὺς δ’ οἵα σὺ διαδεξαμένους οὐκ ἂν λαμπροτέρους θείη.
Ἀλλά σοι τὸ μὲν σῶμα, ὡς ἐμήνυες. διὰ τέλους ἔχοι, τῇ 15 λύπῃ δὲ φάρμακον ἔλθοι παρὰ τοῦ θεοῦ, μᾶλλον δέ, τὸ μέν τι τῆς λύπης δεῖται θεοῦ, τὸ δὲ ὑμεῖς ὑμῖν αὐτοῖς παῦσαι κύριοι. τὸ μὲν γὰρ ἀνορθῶσαι τὴν πόλιν ἕτοιμον, εἰ βουλη- θείητε, τῆς δ’ ἐπὶ τοῖς τεθνεῶσιν ἀθυμίας ἐξ οὐρανοῦ ποθεν ἔλθοι παραμυθία.
μακαρίζω δὲ ἔγωγε τὴν Νικομήδους καὶ κειμένην. ἴδει μὲν γὰρ ἑστάναι, τετίμηται δὲ ὅμως πεσοῦσα δάκρυσι σοῖς. τοῦτο δὲ οὐ μεῖον οὔτε τῶν θρήνων, οὓς ἐπ’ Ἀχιλλεῖ Μούσας ἐγεῖραι λόγος σὔτε τῆς ᾑμαγμένης ψεκάδος, 5 ἣν ἐπὶ Σαρπηδόνι μέλλοντι τελευτήσειν ἀφῆκεν ὁ Ζεὺς παῖδα φίλτατον τιμῶν.
τοῦ μὲν οὖν τὴν πάλαι πόλιν αὖθις γενέ- σθαι πόλιν ὑμῖν μελήσει, Ἐλπίδιος δὲ ἦν μὲν καὶ πρότερον ἀγαθός, νῦν δὲ ἡ τῶν τρόπων ἐπίδοσις ἀξία θαυμάσαι. καὶ οὐκ ἄρα μόγον τὸ τοῦ Σοφοκλέους
σοφοὶ τύραννοι τῇ σοφῶν συνουσίᾳ,
ἀλλὰ καὶ βασιλέως σοφία τοῖς συνοῦσιν ἆν εἰς ἀρετὴν ἡγοῖτο.
οἷα καὶ σὺ τουτονὶ τὸν ἄνθρωπον ὤνησας οὐ μᾶλλον εὐ- πρρώτερον ἢ βελτίω δείξας. καὶ γὰρ εἰ καὶ νεώτερος Ἐλπι- δίου. σὺ γέγονας τῶν γε καλῶν τούτων Ἐλπιδίῳ διδάσκαλος 15 τῷ πρεσβυτέρῳ, τῆς ἐπιεικείας, τῆς προθυμίας τοῦ ποιεῖν εὑ τοὺς φίλους, τοῦ ποιοῦντα χαίρειν, τοῦ πρᾴως τοῖς ἀγνῶσιν ἐντυγχάνειν τοῦ τὸν ἐντυγχάνοντα κατέχειν. ὅσοι γὰρ αὐτῷ προσελθόντες προσεῖπον, τοσοῦτοι τὸν ἄνδρα ἐθαύμασαν, εἶτα εὐθὺς ἐφίλησαν καὶ μᾶλλόν τι τὴν σὴν κατεθεάσαντο γνώμην ἐν τοῖς ὑπὸ σοῦ πεπιστευμένοις.
ἐμοὶ δὲ καὶ τούτῳ πυκνοὶ μὲν οἱ πρὸς ἀλλήλους λόγοι, πάντες δὲ περὶ σοῦ τε καὶ τῆς γνώμης ἣν ἔχεις καὶ τῶν πραγμάτων ἐν οἵοις ὢν ὅστις εἶ πρὸς αὐτά. καὶ οὕτως ἐγγὺς ὧν πράττεις ἰπὶ τῆς διηγήσεως ἦν, ὥστε σοι μικροῦ διελεγόμην ὡς ἂν παρόντι.
κάλλιστον δὲ ὧν ἤκουον τὸ ἐλαύνειν σε τοὺς βαρβάρους καὶ τὰς νίκας εἰς συγγραφὴν ἄγειν καὶ τὸν αὐτὸν ὄντως ῥήτορά τε εἶναι καὶ στρατηγόν. Ἀχιλλεῖ μὲν γὰρ Ὁμήρου ἴδει καὶ Ἀλεξάνδρῳ πολ- λῶν Τιτήνων, τρόπαια δὲ τὰ σὰ μνήμης τεύξεται τῇ τοῦ στή- σαντος φωνῇ· τοσοῦτον ἔφθης τοὺς σοφιστὰς οὐ τὰ ἔργα μό- νον πόνον αὐτοῖς προθείς, ἀλλὰ καὶ τὴν πρὸς τοὺς λόγους οὓς ἐπὶ τοῖς ἔργοις ἐποίησας ἅμιλλαν.
πρόσθες δὴ τοῖς τρο- παίοις καὶ τὸ Πομπηιανὸν τῶν δικαίων τυχεῖν καὶ νόμισον καὶ ταύτην οὐ φαύλην τὴν παράταξιν. ὁ δὲ ἀνὴρ οὗτος ἐκεῖ νός ἐστιν, ὅν ποτε ἐνθένδε πρεσβεύοντα ἡδέως εἶδες ἐν Βιθυ- νίᾳ καὶ μαθὼν ὧν ἀπεστέρητο κατέστησας εἰς ἐλπίδας, ὡς ἄρα κομιεῖται τὰ αὑτοῦ. τούτων μοι μεμνῆσθαι τῶν ὑποσχέ- σεων, ὡ βασιλεῦ.
Ὁ μὶν Πίνδαρός πού φησι μήλων τε χρυσῶν εἶναι φύ- λαξ, τὰ δὲ εἶναι Μουσῶν καὶ τούτων ἄλλοτε ἄλλοις νέμειν, ἐγὼ δὲ αὐτὸς μὲν ἡγοῦμαι ληρεῖν σοὶ δὲ φαίνομαι χρυσᾶ γεννᾶν. καὶ νῦν ἡμᾶς ἐξ ὧν ἐθρηνήσαμεν εἰς τοὺς τῶν τρα- γῳδιῶν κατελόχισας ποιητάς. ὅρα εἰ σου ταῦτα ἀνέξεται Σο- φοκλῆς ἤ τις ἄλλος τῶν ὁμοτέχνων αὐτῷ. ἀλλ᾿ ἐπειδή σε μὴ δύναμαι παῦσαι τῶν ἐμῶν ἐπιθυμεῖν πέμπω σοι τῶν ἐμῶν ἃ κελεύεις, ἐν οἷς τε περὶ μισθοῦ διείλεγμαι καὶ Στρα- τήγιον ἐπαινῶ, καὶ δὴ καὶ τὸν ἀγῶνα. καὶ δὴ τέταρτος ἥκει σοι <ἡ> τῆς ἡμετέρας εὐφημία, ἧς ἔν γε τοῖς νόμος ἐπέτρεψεν, ἤκουσεν ἡ πόλις. ἡ πανήγυρις δὲ ἔργον ἦν, ὃ φεύγοντες οἱ πολλοὶ καταφεύγουσιν εἰς τὰς πόλεις.
Μικροῦ τὸν δεσμὸν ἀπορρήξας, ὁ δέ ἐστι νέοι καὶ τέχνη καὶ τὰ τοῦ διδάσκειν κακά, μετὰ τῶν βελτίστων τουτωνὶ τῶν ἑλκομένων ἧκον· τοσοῦτος ἐμέ τε καὶ τὴν πόλιν ἔσεισε φόβος. ἔστι γὰρ οὖν ἄνθος τῆς πόλεως ἡ τούτων οἰκία.
Λογιζόμε- νοι δέ, τίς ἦν ὁ καλῶν καὶ παρ’ ὃν ἥξουσι, πείθειν εἴχομεν ἡμᾶς αὐτούς, ὡς ἄρα αὐτοὺς δέχεται λιμήν, οὐ σκόπελος. ὥστε ἀνεπνέομεν πρὸς ἀλλήλους λέγοντες· τί δ’ ἂν γένοιτο κακὸν ἀπὸ τοῦ καλοῦ Μοδέστου; καλὸν δὲ εἶναί σε τοῖς τε ὅλοις πειθόμεθα καὶ μάλιστά γε δὴ τούτοις αὐτοῖς ὧν τὰ παρόντα μέρος.
πρᾶγμα γὰρ παραλαβών, ὃ πεσὸν εἰς χεῖρας ἄρχοντος τέρψιν τινὰ τὸ κακῶς ποιεῖν ποιουμένου πολλὴν ἂν ἤγειρε φλόγα. γαλήνην ἀπέφηνας τὴν προσδοκωμένην ζάλην τοῖς μὲν δοὺς ἀναβάλλεσθαι, τοὺς δὲ ὅλως ἀπαλλάξας ἐπί τε τοὺς ὀρφανοὺς οὐκ ἐάσας ἁρπαγὴν κωμάσαι
σὺ καὶ τὴν τούτων οὓς νῦν ἔχεις ἀδελφὴν ἐδάκρυσάς τε ἀγομένην καὶ ηὔξω τε ἡμῖν ἀποσωθῆναι καὶ τάχα οὐκ ἀτυχήσεις. γενοῦ δὴ καὶ τούτοις ἀνθ’ Ἑρμιόνος καὶ τὴν γνώμην ἢ ἐνεστήσω νόμισον νόμον. τοὺς μὲν γὰρ ἄλλους ἀλλοτρίοις παραδείγμασι παιδεύομεν, σὺ δὲ ἂν τοῖς σοῖς ἀκολουθήσης, πάνθ’ ἡμῖν εὖ κείσεται.
πολλαχόθεν δέ μοι τῶν ἀνδρῶν μέλει καὶ μὴ πᾶν ὑπὲρ αὐτῶν ποιοῦντι λόγος οὐκ ἱστᾶι. φιλίαν τε γὰρ ἐκ πα- τέρων δεδέγμεθα δίκαιά τε προσγεγένηται μείζω. τῷ μὲν γὰρ Ἀντιόχῳ πάλαι συμφοιτῶν νῦν υἱὸν ἐν μουσείοις τρέφω μό- νον ὄντα αὐτῶ. τῷ δ’ Ἀρσενίῳ συνεφοίτων μὲν καὶ αὐτῶ πρεσβύτερος νέῳ γενομένῳ δὲ ἀνδρὶ δι’ ἀρετὴν τρόπων εἰς τὰ μάλιστα χρῶμαι, καὶ νῦν ἃ πρὸς τοὺς ἄλλους ἀπόρρητά μοι ῥητὰ πρὸς τοῦτον.
περὶ δὲ αὖ τοῦ τρίτου τί μεῖζον εἴποιμ’ ἂν ἢ ὅτι τοιούτους ἀδελφοὺς οὐ καταισχύνει κεκτη- μένος μὲν μικρά, τῷ μὴ πολλὰ δὲ οὐ λυπούμενος, ἡσυχίαν τι- μῶν καὶ τὸ τοῖς φίλοις εἶναι βέβαιος ἀσκῶν;
τούτους ἡμῖν, ὦ θρέμμα Δίκης ἀπαθεῖς τε καὶ ταχέως ἀπόπεμπε τῇ τε ἄλλῃ φυλάξας καὶ τῷ μὴ τοῖς κυσὶν ἐκδοῦναι.
Οὐκ ἂν καὶ τόδε σημεῖον εἴη τῆς περὶ τοὺς λόγους ὁρ- μῆς, εἴ σοι τοὺς πόνους ἐπιστολῆς ἀνάγνωσις ἐπεκούφισε; τοὺς μὲν γὰρ ἄλλους ἐπὶ τοῖς μήκεσι τῶν ὁδῶν ἐλαίῳ τε καὶ λου- τροῖς καὶ πότῳ τὴν ῥώμην ἀνακτωμένους ὁρῶ, σοὶ δ’ ἀντὶ τούτων γράμματα καὶ ταῦτα οὕτω μικρά, προσθείην δ’ ἂν ὡς οὐδὲ πάνυ καλά.
τί ποτ’ ἂν οὖν ἔδρας, εἰ μακρά τε ἦν καὶ καλά; τῆς δὲ ἐπιστολῆς ἡ βραχύτης οὐκ ἐκ ῥᾳθυμίας, ἀλλ’ ἐξεπίτηδες συνέστελλον εἰδώς, ὅτι σου τῶν ὀφθαλμῶν δεῖται τὰ πράγματα.
Ῥωμύλον δὲ τιμῶν μὶν ἄξιον οἶδα, τιμωρίας δὲ οὐδεμιᾶς. ᾧ πλέον ἤδη τοῦ ἡμίσεος πέπρακται, πρὸς δὲ τὸ πέρας ὁ δρόμος. καίτοι τοῦτο Νεβρίδιος ἀεί ποτε θέλων ἔμει- νεν ἐν τῷ βούλεσθαι, πρᾶξαι δὲ οὐκ ἠδυνήθη.
σὸν δὲ ἐπί- τάγμα πᾶν, ὡς ἔοικε, δυνατόν. ἐπεὶ γὰρ αὐτὸς κρείττω ποιεῖς ἐλπίδων, καὶ τοῖς σοῖς ὑπηρέταις εἰς τὰ σὰ βλέπουσιν ἔρως ἐμπίπτει πάντα κατορθοῦν. τὸν δὲ Ὀλύμπιον ἴσθι σοι τὸν αὐτὸν εἶναι καὶ πλεῖστον ἀπέχειν μεταβολῆς.
Νῦν τε ἐπιστέλλων καλῶς ποιεῖς καὶ εἰ πρότερον ἐπἐ- στελλες, καὶ τότε ἂν καλῶς ἐποίεις. εἰ γὰρ ἐγὼ μέν σε πάλαι φιλῶ, σὺ δὲ τοῦτο οὐκ ἠγνόεις, τίνα εἶχε λόγον ὀκνεῖν μἐλ- λοντά γε χαριεῖσθαι φίλῳ; σοὶ δ’ εἰ σιγῶντι μηδεμία συγγνώ μη, πάντως δήπου πᾶσα ἀνάγκη λόγου.
θαρρῶν τε οὖν γράφε καὶ συνδιάφερε τῷ καλῷ Μοδέστῳ τοὺς πόνους ἐν τῇ τῶν ἱδρώτων κοινωνίᾳ τὴν τῶν ἐπαίνων ἐννοῶν κοινωνίαν.
Οὐ σοὶ συγχαίρω μᾶλλον τοῦ τὴν πόλιν ἄγειν ἢ τῇ πό- λει τοῦ παραδοῦναί σοι τὰς ἡνίας. σοί μὲν γὰρ οὐδὲν δυ νάμεως, τῇ δὲ ἡγεμόνος ἀγαθοῦ. σοῦ δὲ τίς ἐκείνῃ πρότερος, δι’ ὃν γέγονεν ἀνδράσι μείζων τῶν μὲν ἐχόντων ἀρετὴν μετὰ πλούτου, τῶν δὲ μὴ χρήματα, φύσιν δὲ ἀμείνω χρημάτων;
ἀλλὰ τούτους γε τοὺς πένητας, ὦ δαιμόνιε, πλήρωμα μὲν εἶναι τῇ βουλῇ βούλου· χρυσὸν δὲ εἰ τις εἰσπράττοι, κωλύσεις, ὅπως αὐτοῖς μὴ τὸ κοινωνεῖν τῶν παρ’ ὑμὶν καλῶν αἴτιον ᾖ κακῶν.
οἱ μὲν οὖν ἄλλοι δι’ ὧν οἴονται τεύξεσθαι τῶν δι- καίων, τούτοις διαλέξονται, σὺ δέ μοι σῶζε σόν τε κnὶ ἐμὸν φίλον ἔχοντα πλὴν δόξης οὐ Ἰουλιανὸς οὗτός ἐστιν, ἀδελ- φὸς Ἱεροκλέους τῷ τε σπέρματι καὶ τοῖς τρόποις.
ὃν ὁρῶν εἰς ὑμᾶς ἐγγραφόμενον ἐγέλων ἐννοῶν, ὡς αὐτίκα μάλα αὐτὸν ἐξαλείψει τὸ πένεσθαι. ἔπειτ’ ἐπελαβόμην τοῦ γέλωτος ὡς ἀρκέσον ὑμῖν ἄνδρα ἔχειν ᾧ πλουτεῖν ἐξὸν κακῶς οὐκ ἠξίω- σεν. ὡς δὲ ἧκε γράμματα δεῖν καὶ τόνδε θεῖναι χρυσίον, ἐν- ταῦθα ἀντὶ τοῦ γελᾶν ἐταραττόμην καὶ ἐδόκει χρῆναι κατα- φεύγειν ἐπὶ τὴν Ἑρμογένους πρᾳότητα. καὶ οὕτω ποιοῦμεν.
ὁ δὲ τὰ ὄντα μαθὼν ἐξαιρεῖται τῶν ἑλκόντων, οἷς τὸ ἕλ- κειν εἰς αὐτὸ τοῦτ’ ἂν ἐτελεύτα τὸ ἕλκειν· οὐ γὰρ ἦν λαβεῖν.
ἐκεῖνος μὲν οὖν ἀφῆκεν· ἀλλ’ ἔστιν ἕτερος δεσμός, ὃν ἂν μὴ σὺ λύσῃς, αἴνιγμα ἡμῖν ὁ φίλος ὁμοῦ λελυμένος τε καὶ δε- δεμένος. ἀλλὰ σὺ λύσεις τὸ αἴνιγμα τοῖς δευτέροις τὰ πρότερα βεβαιῶν καὶ βοηθῶν ἀνδρὶ γνωρίμῳ τε καὶ δανειζομένῳ. τοῦτο δὲ ἐγὼ μὲν σύνοιδα, ἐκεῖνος δὲ οὐκ αἰσχύνεται.
λέ- γοντι δέ σοι περὶ τῆς ἀχρηματίας ἴσως μὲν οὐδεὶς ἀντερεῖ· εἰ δ’ οὖν τις οὕτω κακοδαίμων ὡς μὴ ταὐτὰ φθέγγεσθαί σοι, πέμπε τοῦτον εἰς Φρυγίαν, ὁ δέ σοι πεπεισμένος ἐπανήξει πέ- νητα τὸν Ἰουλιανὸν εἶναι.
Ἠν μὲν ὄφελος οὐ μικρὸν τῷ παιδὶ παρὼν ὁ παιδαγω- γός, καὶ γὰρ οὐκ ὄνομα ἄλλως οὗτός ἐστιν, ἀλλ’ ὄντως ἐπίστα μένος ἄγειν, καὶ μόνος γε ἐν νοσοῦσιν ἅπασι διέφυγε τὸ κακόν· ἐπεὶ δὲ ἴδει σου τὴν ψυχὴν καθῆραι τῆς ἀπάτης, ἣν πολ- λὴν ἐνετίθεσαν οἷς ἔργον ἀντὶ τοῦ λόγους ποιεῖν περὶ τῶν τοιούτων βλασφημεῖν, ἐκίνησα τὸν Εὐμάθιον ἐσόμενον ἰατρόν, ὃν οὔτ’ ἄν τις ἔλαθε ῥᾳθυμῶν οὔτ’ ἂν ἔπεισεν ἕτερα τῶν ἀλη- θῶν.
μέλλων δὲ ἕλξειν εἰς δικαστήριον τοὺς τὰ καλὰ γράμ- μάτα γεγραφότας ἐκεῖνα τοῦ μὴ σοί τινα περιστῆσαι ταρα- χὴν ἐπέσχον, παὶ ἅμα πρὶν ἰδεῖν δικαστήριον ἐδόκουν μοι δίκην τίνειν ἐν τοῖς υἱέσιν, οὗ καὶ τὸ τεθνάναι τοῖς εὖ φρο- νοῦσι κουφότερον.
ἀλλ᾿ ἐκείνους μὲν ἴα κακῶς μὲν ἐμὲ λέγειν, κακῶς δὲ αὑτοὺς ποιεῖν, σὺ δ’ ἡμῖν τὸν μὲν Ἀνατο- λἱου κηδεμόνα τοῦτον ὡς τάχιστα ἀποπέμπειν, ᾗ χρήσῃ δὲ πρὸς αὐτὸν ἐκεῖνον ἀπολογίαν ζητεῖν, ἐπειδὰν ἔργῳ τοὺς συ- κοφάντας ἐλέγχῃ.
ἠρόμην, ὅ τι ἡμῖν ὁ καλὸς Ἰφικράτης ποιεῖ, τὸν δὲ ἠκου- σα λυπεῖν ἄνθρωπον μὲν οὐδένα, τὰ θηρία δὲ καὶ πάνυ, καὶ τοῖς αὐτοῖς γε λυπεῖν τε ἐκεῖνα καὶ τὴν Ἄρτεμιν εὐφραίνειν οὐ γὰρ ἀγνοοῦμεν. οἷς τέρπεσθαι λέγουσιν οἱ ποιηταὶ τὴν θεόν
πάλιν ἠρόμην, εἴ μου ποιοῖτο μνήμην πρὸς τοὺς φίλους ὥσπερ φίλου, τὸν δὲ ἐμάνθανον ἐν τοῖς συλλόγοις ἀεί τινα λέγοντα τοῦτο οὐ λέγειν.
ζητῶν οὖν, ὁπόθεν ἡμῖν εἰς ταύτην ἥκεις τὴν σιγήν, ἐκ τῶν πολλῶν εὐφημιῶν ἐκεί- νων, ἃς διὰ τῆς οἰκουμένης ἔσπειρας, εὗρον, ὅτι τότε μὲν ὑπὸ τῆς νεότητος ἐξηπατῶ καὶ κύκνον ἡγοῦ τὸν κολοιόν, τὸ γῆρας δέ σε ἐπαίδευσε τὸν κολοιὸν ὅπερ ἐστὶν ἡγεῖσθαι κο- λοιόν, ἀλλ᾿ ἡμεῖς γε σὲ καὶ τότε καὶ νῦν κύκνον
Ὅτι μὲν τὸ νῦν ἐπιστεῖλαι κατηγορίαν ἔχει τοῦ μὴ πρό- τερον ἀπισεῖλαι, εἰ γὰρ νῦν τὰ δίκαια ποιῶ γράφων, τότε ἠδίκουν οὐ γράφων, εὖ οἶδα· κάλλιον δὲ ἡγησάμενος τοῦ μη- δέποτε τὸ βραδέως προσαγορεύω συμφοιτητὴν ἐπιλελησμένον ἑταίρου. ἢ τοῦτο μὲν οὐκ ὀρθῶς ὑπολαμβάνω, σὺ δὲ μάλιστα μεμνημένος, ἐπειδὴ παρ’ ἄλλους οἱ σοὶ φέρονται νεοττοί, κατ- οκνεῖς;
ἀλλ’, ὦ θαυμάσιε, μὴ τοῦτο ποιοῦ κώλυμα μηδ’ οὕτως οἴου τἀμὰ μικρὰ μηδὲ ἐμὴν τὴν ἑτέρων ζημίαν. ἔστι γὰρ καὶ ἐκείνους ἑτέρωσε πέτεσθαι καὶ ἡμᾶς ἀλλήλων ἔχεσθαι, ἐπεὶ καὶ τὸν καλὸν Φιλάγριον ἡγοῦμαί τε καὶ φίλον καλῶ 15 βεβουλευμένον περὶ τῶν υἱέων ἃ μήποτε μέμψαιτο.
Ὅτι τε ὑγιαίνεις, χαίρω καὶ ὅτι σοι τοῦ πονεῖν πλέον ἐρᾷ Τιτιανὸς ἢ ῥᾳθυμίας ἄλλοι. σοφιστοῦ δὲ εἰ μὲν οὗτος 20 μετέχει βελτίονος ἢ σὺ πρότερον, οὐκ οἶδα· λέγων δὲ χρῆναι τοῦτον τὴν πατρῴαν παρελθεῖν δεινότητα καὶ πτερὰ μικρὸν ὕστερον ἀξιώσεις γενέσθαι σου τῷ παιδί.
καίτοι ῥᾷον ἂν τύχοι πτερῶν ὥσπερ ὁ Περσεὺς ἢ τὸν πατέρα παρέλθοι τοῖς λόγοις, οὐδὲ γὰρ ἐκεῖνος τὸν Δία. καὶ τοῦτο οὐκ ἀδίκημα τοῦ νέου, εἰ μὴ καὶ τὸν Ὕλλον γράψῃ, διότι παῖς ὢν Ἡρακλέους οὐκ ἀπέκρυψε τὸν πατέρα.
μαντεύομαι δὲ καὶ οἷς χρήσεται πρὸς σέ· καλὸς μὲν ἐπανῆλθον, σοὶ δὲ οὐκ ἴσος, ὦ πάτερ. εἰ μἐν τούτων, οἷς ὑπῆναι βαθεῖαι καὶ θρόνοι, τὴν σὴν γλῶτταν νενίκηκε, λάμβανε παρ’ ἐμοῦ τῆς ἥττης δίκην· εἰ δὲ κοινὸν τοῦτο τῶν νῦν ἐν λόγοις, μὴ ἐμὲ αἰτιῶ μόνον ἐν πολλοῖς ἡττημένοις.
ἂν ταῦτα λέγῃ, ἐροῦμεν ἢ τί φήσομεν; φησὶν ὃν μιμῇ, Δημοσθένης. σὺ μὲν οὗν ὅ τι ἀποκρινῇ σκόπει, Μαρ- κελλον δὲ εὐθὺς τε βέλτιστον εἶναι ἐπείσθην, σὺ γὰρ ἐπῄνεις, χρόνῳ τε διδόντα πεῖραν εὗρον οὐ χείρω τῶν ἐπαίνων τὸ γὰρ τῆς σκιᾶς πιεῖ πρὸς τὸν νέον. οὐκ ἔστιν ὅτε οὐ σύνεστι.
καίτοι μοι δοκεῖ καὶ Μαπκέλλου γε ἀπόντος εἶναι ἂν οἷόσ- πέρ ἐστι παρόντος Τιτιανός· οὐ δύναμαι γὰρ διαστήσασθαι τόν τε ἐΜεν ἠναγκασμένον καὶ τὸν ἐξ ἐπιθυμίας. ὅ τε οὖν παιδαγωγὸς καὶ τὸν ἀργότατον ἐπήγειρεν ἂν ὅ τε τῶν λόγων ἔρως ἤρκεσεν ἂν ἀντὶ παιδαγωγοῦ τῷ παιδί.
Μάρκελλος μὶν οὖν ἐν ᾧπερ ἐστὶν ἴστω, καὶ γὰρ εἰ μὴ παρακλήσεως γε δεήσεται πρὸς αὐτόν, αλλ’ ἐπαίνοις γε χρήσεται πρὸς αὐτόν τὸ δέ ἐστι ὄν μέλιτος ἥδιον.
Ἐγὼ δέ σου γράμματα ἐν Ἑρμογένους τεθήρακα τόνδε τὸν τρόπον· εἰσελθὼν ἔστην αὐτοῦ πλησίον ἐν δεξιᾷ. ὁ δὲ ἀν- εγίνωσκεν ἐπιστολὴν, ἤδη δὲ ἦν ἐπὶ τῷ τέλει. ὅστις μὲν οὖν ὁ ἐπιστείλας, ἰδεῖν οὐκ εἶχον, ἐκέκρυπτο γὰρ ἐν θατέρᾳ ταῖν χεροῖν, στήσας δὲ τοὺς ὀφθαλμοὺς εἰς τὸν τῶν γραμμάτων τύπον εἴκαζον ἥκειν αὐτὰ παρὰ σοῦ.
τῷ δ’ ἔδοξεν αὖθις ἀπολαῦσαι τῆς ἐπιστολῆς καὶ οὕτως ἐξεφάνη τοὔνομα. καί με ποιεῖται τῆς ἀναγνώσεως κοινωνόν, τῇ δὲ ἀνεμέμικτο θαῦμα διαπαυσαμένων δὲ μεθίσταται πρὸς λόγον Ἑρμογένης μακρόν, μᾶλλον δὲ μικρόν, περὶ γὰρ τῶν σῶν καλῶν καὶ τὸ μῆκος μικρόν. ἔλεγε δὲ φιλίας τε ἀρχὴν καὶ αὔξην καὶ τἄλλα ἃ δί- δως λέγειν καὶ ὡς ἀχθεσθείη τε ἀρρωστοῦντος ἐπισκέψαιτό τε ὡς ἐνῆν αὐτῷ.
ταῦτα ὁ μὲν ἔλεγεν, ἐγὼ δὲ ἤκουον, ἐχαριζόμεθα δὲ ἀλλήλοις, ὁ μὲν ἐμοὶ διὰ τῆς διηγήσεως, ἐγὼ δὲ ἐκείνῳ τῷ σὺν ἡδονὴ τὴν διήγησιν δέχεσθαι.
Ἐμοὶ σὺ δοκεῖς ὑπὸ τῆς σῆς μὲν ἀδελφῆς, Φιλοξένου δὲ μητρὸς ἐπὶ τὸ κινεῖν με κινεῖσθαι. ποιεῖ δὲ ταὐτὸ καὶ πρὸς τὸν ἐμὸν θεῖον διὰ τῆς ἐκείνου γυναικός. ὁ δ’ ἅπερ σὺ γρά- φεις κελεύει παρών, ὅπως ἡμῖν ἔσται ῥήτωρ ὁ νεανίσκος.
φράζε δὴ τῇ Φιλοξένου μητρὶ τὸν παῖδα αὐτῇ θεοῦ διδόν- τος ἔσεσθαι τοιοῦτον ὡς ἀρκεῖν αὐτῇ· γνώμη τε γὰρ βουλο- μένη φύσις τε δυναμένη.
Ἥδομαι τῇ τοιαύτη συκοφαντίᾳ, κἂν ἔτι πλείω γράμ- μάτα ἔχων πάλιν μηδὲν ἔχειν λέγῃς, ἔτι μᾶλλον ἡσθήσομαι. τὸ γὰρ ψεῦδος ἐρῶντος καὶ τῇ τοῦ λαμβάνειν ἐπιθυμίᾳ τὸ λαβεῖν ἀρνουμένου.
ὥσπερ οὗν, εἰ μίαν εἰληφὼς ἐπιστολὴν ἐπῄνεις τὸ πλῆθος τῶν γραμμάτων, σαφὲς ἂν ἐποίεις, ὡς οὐδὲν δέοιο γραμμάτων, οὕτω νῦν ἐπὶ πολλοῖς τοῖς ἐλθοῦσιν ὡς οὐδὲν ἔλθοι καταβοῶν μηνύεις μηδὲν ἄν σοι πλῆθος ταυ- τηνὶ παῦσαι τὴν δίψαν· ἐπεὶ ὅτι γε τῶν σῶν χελιδόνων αἱ ἡμέτεραι πλείους, ἔχω λέγειν, πλὴν εἰ μὴ τοῦτο λέγεις, ὡς ὅστις μετὰ τοῦ πράττειν πέπομφε τρεῖς, νενίκηκε τὰς πέντε τοῦ ζῶντος ἐν μόνῳ τῷ γράφειν.
μισῶν δὲ ἔγωγε τὸν Πέρ- σην καὶ πρότερον, ὅτι δὴ ποιεῖν κακῶς ἐπιχειρῶν ἔπειτα πά- σχὼν ἐρᾷ κακῶν. νῦν μᾶλλον ἡγοῦμαι δυσμενῆ σοί τε περι- ιστάντα πόνους ἡμᾶς τε τοσούτου χρόνου ἡδίστην συνουσίαν ἀφῃρημένον.
ἀλλὰ σύ γε καὶ ἀπὼν οἷς δίδως ἐλπίζειν εὑ φραίνεις ψιλαῖς παρασκευαῖς τὸν πολέμιον ἐκφοβῶν. καί σε εἰ καὶ βραδύτερον, ἀλλὰ σεμνότερον ὄψομαι τῶν δρόμων του- τωνὶ τῶν πολλῶν μισθὸν κομιζόμενον εὐφημίας. τότε δή, τότε τῶν νῦν ἀηδῶν μεμνήσῃ μεθ’ ἡδονῆς.
Ὅταν ἐχθρὸς ὤν τις ταῦτα περὶ ἡμῶν ψηφίζηται, βότε αξιώσω μέγα φρονεῖν ὡς ἂν καἰ τοῦ μισοῦντος τῇ ῥωμῃ τῶι λόγων κεκρατηκώς, ἐπεὶ καὶ Δημοσθένην ὁρῶ τὰ ἄριστα προ- ελέσθαι δεικνύντα τῷ μηδὲ τοὺς ἐχθροὺς ἃ προείλετο συκυ- φαντεῖν, φίλος δὲ φίλον ἐπαινῶν Ἀστυδάμας ἐστὶν αὑτὸν ἐπ- αινῶν.
ἐγὼ δὲ μνησθῆναι μὲν αὐτῶν οἷς ἐπέσταλκας οὐκ ἂν φαίην, ἥδομαι δὲ τῷ φίλον ἔχειν, οὐ τῷ λόγων οὕτως ἔχειν. τῶν δὲ ἐμῶν ὅ τι ἂν αἰτῇς πέμψομεν τοῦ μὴ λυπεῖν. ἄλλως δὲ οὐ πέμψομεν τοῦ μὴ δοκεῖν ἡμᾶς αὐτοὺς ἐπαινεῖ
Ἀλλὰ σοὶ τῆς μὲν προθυμίας ἕνεκα τῆς περὶ ἡμᾶς πολλὰ ἀγαθὰ γένοιτο, τοῦ σώματος δέ μου σφόδρα ἐπιλελῆσθαι φαίνῃ τοιαῦτα ἐπιτάττων. ἐγὼ γὰρ ἐκεῖνος, ᾧ καὶ τὸ εἰς ἀγορὰν ἐμβαλεῖν ἔχει τι πόνου ὃ γὰρ τοῖς ἄλλοις εἰς τέρψιν ἔρχεται, τοῦτ’ ἐμοὶ γλυκὺς ἀγκὼν διὰ τὴν ἀσθένειαν.
εὔξασθαι μὲν οὖν παρ’ ὑμᾶς ἐλθεῖν δυναίμην ἄν, ἐλθεῖν δὲ οὐκ ἂν δυναίμην, οὐ μᾶλλόν γε ἢ περᾶσαι πέλαγος ἄνευ πλοίου. καὶ οὐχ ὅτι εἰς Ἰλλυριοὺς ἢ Θρᾴκην οὐκ ἂν οἷός τε εἴην τρέχειν, ἀλλ’ οὐδ’ ἄν, εἴ με ἐν Κιλικίᾳ καθήμενοι κινεῖν ἐπειρᾶσθε. τῆς γε ἀνάγκης ἐγίγνεσθε κρείττους.
ἃ καὶ Σπεκτάτος εἰ- δὼς ἔπειθέ σε πρὸς μὶν τὸν βασιλέα περὶ ἡμῶν εἰπεῖν ἐκείνα, πρὸς δὲ ἡμᾶς μηνύσαι τοὺς γεγενημένους λόγους, ὅπως αὐτὸς μὲν δοκοῖ μηδὲν ἐλλείπειν, τὴν δὲ αἰτίαν τοῦ μηδὲν πεπρᾶχθαι τὸ σῶμα λάβοι
Σπεκτάτος μὲν οὖν μὴ παύσαιτο παίζων ἐν ταῖς σπουδαῖς τῶν φίλων, ἐγὼ δὲ ἐνταῦθα μένων οὐκ ἀμε- λήσω τῶν ὕμνων. εἰ δέ ποθ’ ἡμῖν ὁ χρηστὸς φανείη βασι- λεύς, ἴσως αὐτὸν οὐ μετὰ σιγῆς ὄψομαι.
Ἀκούω τοὺς φόβους εἰς ἀκμὴν ἥκειν καὶ τῷ Πέρσῃ γε- φύρας γεγονέναι καὶ τὴν διάβασιν ἐν χερσὶν εἶναι. σοὶ δε τοῦτο μείζω μὲν ποιείτω τὴν πρόνοιαν, ἀπέστω δὲ τῆς προ- νοίας ταραχή. τοῦτ’ αὐτὸ γὰρ ποιήσει καὶ τὸ δύνασθαι προ- νοεῖν ὡς ἐν τῷ τεταράχθαι τοὺς λογισμοὺς ἀνάγκη τυφλοῦ- σθαι.
θαρρυνέτω δέ σε πρῶτον μὲν τὸ μὴ πρώτην αὐτῷ ταύτην τολμᾶσθαι τὴν εἰσβολήν, ἀλλ’ ἀεὶ μὲν αὐτόν, ἐξ οὗ πολεμεῖ, διαβῆναι πειρᾶσθαι, παθόντα δὲ ἀεὶ κακῶς αὑτῷ μέμψασθαι τῆς ἐλπίδος.
ἔπειτα οὐ τοῖς πλείοσι πανταχοῦ τὸ νικᾶν ἀκολουθεῖ, ἀλλ’ ὡς τὰ πολλὰ τὴν πολυχειρίαν ἡττᾶ- σθαι τῆς σοφίας συμβαίνει. εἰ δὲ τὸ πλέον ἰσχυρότερον ἦν, ἔδει δήπου τὸν τούτου πρόγονον κτήσασθαι τὴν Ἑλλάδα. νῦν δὲ οἶσθα, ὡς ἐστράτευσε μὲν ἐκείνης ἐπιθυμῶν, φεύγων δὲ ἐκεῖθεν ἐπεθύμει σωθῆναι. οὐ γὰρ τῶν αὐτῶν ἦν ὄρη τε διο- ρύττειν καὶ ἀνδρῶν κρατεῖν ἀρετῆς.
ἐντεύξεται δὴ καὶ οὗτος νῦν βουλεύμασι στρατηγῶν, οἳ αὐτὸν διδάξουσιν, ἄρα κάλλιον ἦν ἐλάφοις μάχεσθαι καὶ γὰρ ἂν τὸν Τίγρητα διαβῇ, τῶν μὲν τειχῶν ἥττων ἔσται, γῆν δὲ οὔτε κακοῦν οὔτε καρποῦσθαι δυνήσεται, δεδῄωται γάρ, πόλεις δὲ τὰς ἐπ Εὐφράτῃ ζητῶν μὲν λαβεῖν διατελέσει, λαβὼν δὲ οὐ φανεῖται. τειχίζει γὰρ αὐτὰς ἡ βασιλέως Τύχη.
ταυτὶ μὲν οὕτω χρὴ προσδοκᾶν ἀποβήσεσθαι, τῶν δὲ σῶν πραγμάτων, ἃ τῶν Ἑρ- μογένους ἐδεῖτο γραμμάτων, οὐκ ἠμελήσαμεν, ἀλλ’ ἡμεῖς οἱ μύες μᾶλλον ὑμᾶς ὠφελεῖν πειρώμεθα τοὺς λέοντας ἢ ὑμεῖς ἡμᾶς οἱ λέοντες
Ἐμοὶ δέ γε τρεῖς χάρτας κατ’ αὐτάς που τὰς θεὰς ὁ Δόμνος δίδωσι σοί τε παρέχων γράφειν καὶ σὰ γράμματα φἐ- φων καὶ προστιθεὶς ταῖς σαῖς ἐπιστολαῖς ἀεί τινα περὶ σοῦ διήγησιν.
ἡμεῖς δὲ αὐτὸν καὶ τὸ πρῶτον ἐξειλόμεθα τῆς ἐπηρείας <τῆς> διὰ τὴν μέλλουσαν κηδείαν καὶ νῦν ρώτερον ἐπ’ ἀδείας κατεστήσαμεν <ἢ> πρότερον καλῷ δείξαντες, ὡς ἀλγεινὸν ἡμῖν, εἴ τι βιασθείη Δόμνος. καὶ τυγχάνοι γε θεῶν εὐμενῶν ἐκεῖνος ὃς οὔτε ἔφυγε τὴν χάριν οὔτε ἀηδῶς ἔδωκε.
νῦν δ’ ἤδη καὶ πρὸς Εὐθάλιον τὸν γενναῖον πεποιήμεθα λόγους, οὓς οὐκ ἀφῆκε γενέσθαι μακροὺς τῷ πρὸς τὴν χάριν τάχει. τοῦτον δὲ τὸν ἀγαθὸν γέ- ροντα κἂν ἀναγκάσαιμεν ἤδη· παρὰ γὰρ τοῦ Γάμου καὶ τοῦτο ἡμῖν, ὃς ἐκέρασε τὰ γένη.
τὰ μὲν οὖν Δόμνου πρὸς τοῦτο ἀσφαλείας ἥκει· τὸν δὲ ἥδιστον τουτονὶ καὶ καινὸν τῆς γῆς τῆς ὑμετέρας τόκον νέος μὲν ᾔδειν, διὰ μακροῦ δὲ νῦν εἶδον. καὶ ὅπως μή με ταχέως ἐπιλίπῃ τὸ δαρὸν, πράττω δια- ταμιευόμενος καὶ κελεύων φείδεσθαι τοὺς οἰκέτας.
οὕτω δὲ ὂν ἡδὺ φαγεῖν ἡδίονος ἔτυχεν ἔτι <τοῦ> μέρους, ἐν ᾧπερ ἤκεις ἱπποκένταυρόν τινα συντιθεὶς Ἀργεῖον. οὐκ† 15 Ἀργεῖον, ὥσπερ ἐγκαλῶν τοῖς πρώτοις τοὔνομα θεμένοις, ὅτι μὴ καλῇ φορᾷ καλον ἐξεῦρον. Ἡρόδοτος δὲ ὁ χρυσοῦς οὐκ ἄν μοι δοκεῖ κατοκνῆσαι πάσῃ μὲν οὖν σπουδῇ φέρων ἂν ἐν- θεῖναι τοῖς λόγοις, ὅπως δόξῃ πολλὰ εἰδέναι.
πάντως δὲ οἶσθα τὸν ἄνδρα. ἀλλὰ σύ γε εὖ ποιῶν ἔδεισας τὴν ἀηδίαν. τό τε γὰρ ὄνομα μακρὸν τῶν τε πέντε συλλαβῶν δυοῖν γραμμά- των ἐν ἑκάστη τὸ δεύτερον ἄλφα, ὥστ’ ἐπιεικῶς ὅ γε ὀνομά- ζων ἐπιγελᾷ· τοιαῦτα ὑπὸ τῆς προσηγορίας πάσχει τὸ στόμα.
τῷ μέντοι μεμνημένῳ τῶν τοῦ Εὔνεω μέτρων τῶν χιλίων ἐξῆν που μνησθῆναι καὶ τῶν Λεύκωνος μεδίμνων τῶν ἐπὶ τοῖς μυρίοις τρισχιλίων.
Καλῶς ἐποίησας ἀπολύσας ἡμᾶς ἐν αὐτοῖς τοῖς ἐγκλή- μασι τῆς αἰτίας. εἰπὼν γάρ, ὡς οὐ θαυμάζοις, εἰ κακὸς ὢν περὶ τοὺς φίλους μὴ γράφοιμι τοῖς φίλοις, ὡς μὲν πονηρὸν ἔχεις διώκειν, μέμφεσθαι δὲ τῷ μὴ γράμματα λαβεῖν οὐκέτ ἂν ἔχοις. τοῦ τε γὰρ Εὐρυβάτου τὸ πονηρεύεσθαι τοῦ τε Αὐτολύκου τὸ κλέπτειν Μελιτίδου τε τὸ μωραίνειν ἐμόν τε, εἰ κακὸς ἐγώ, τὸ τοὺς φίλους ἀδικεῖν.
ὅταν οὖν με καθή- ρῃς τῆς πονηρίας, ἔστι γάρ σοι καὶ περὶ ψυχὴν οὐχ ἧττον ἢ τὰ σώματα τέχνη, τότε μου τὴν σιγὴν αἰτιῶ· δεινὸν γὰρ ὡς ἀληθῶς ἀγαθὸν ὄντα με τοιαῦτα ποιεῖν. ἕως δέ με περιορᾷς γέμοντα πονηρίας, ἀνέχου τῶν ἀπὸ τῆς πονηρίας
Ἡμῖν τε, ὡς ἔοικεν, ἀεὶ πράγματα ἐκ τῶν Σευήρου τρό- πων ἀναφύεται σοί τε ἀπαλλαγὴ τῶν παρ’ ἡμῶν περὶ τούτων οὐκ ἔσται γραμμάτων. ὁ γὰρ ἄνθρωπος ἀτεχνῶς ὕδρα, κἂν τέμῃς τὴν κεφαλήν, ἑτέρᾳ μαχῇ κεφαλῇ, κἂν ταύτης κρατῇς, ἐντεύξῃ τρίτῃ.
καί μοι δοκεῖ κἂν ἀποθνήσκων παραινέσαι τοῖς κληρονόμοις μεμνῆσθαι Κλεοβούλου, καὶ οὐκ ἀπορήσειν χρημάτων, ἐπεὶ καὶ νῦν βοᾷ μὲν Ἀλέξανδρος, κεκίνηκε δὲ ἐκεῖνος, καὶ τὸ ὑπόδημα ἄλλος μὲν ἔρραψεν, ἄλλος δὲ ὑπε- δήσατο.
δεῖ δὴ τῶν Γύγου χρημάτων ἡμὶν, εἰ μέλλοιμεν ἑκάστῳ δώσειν τῶν βουλομένων λαβεῖν. ἀεὶ γὰρ ὁ βουλόμενος ἔστᾶι καὶ νῦν μὲν Ἀλέξανδρος εἰσπράττει, μικρῷ δὲ ὕστερον Ἀντίπατρος ζητήσει καὶ Παρμενίων. Κλεοβούλῳ δὲ τῷ δι- δασκάλω τοσαῦτά ἐστιν, ὅσα τὸν ἄνδρα ποιεῖν μὲν ἀγεννὲς οὐδὲν καταναγκάξει, ζημίας δὲ ἀδίκους εὐχερῶς φέρειν οὐκ ἐᾶ.
τὸν οὖν ὧν συνέθετο πρὸς ἡμᾶς ἐπιλελησμένον Σευῆ- ρον ἀναμίμνησκε τῶν συνθηκῶν δεικνὺς ἅμα τὸ δεσμωτή- ριον, ὃ δικαίως ἂν οἰκοίη μὴ τ.ῖς ὁμολογίαις ἐμμένων. καὶ γὰρ ἄτοπον τοὺς μὲν τῇδε παρ’ ἡμῶν πεπεῖσθαι τοῦθ’ ὅτι Κλεάρχῳ γνώμη τέ ἐστι τιμῶσα τὰ δίκαια ῥώμη τε ἀρκοῦσα τὰ δίκαια βεβαιοῦν. σὲ δὲ ἀμελῆσαι φίλων ἠδικημένων καὶ καλούμενον ὥσπερ Ἡρακλέα σύμμαχον εἶτα φανῆι βοήθειαν συκίνην.
Δόμνος ἐκεῖνος, ᾧ τὴν ζημίαν ἀνεβάλου κελεύσας εἰς τὴν βασιλέως πρᾳότητα καταφεύγειν ὑπὲρ τῆς ἀπαλλαγῆς, τὸ μὲν πεποίηκε καὶ τετύχηκεν ἐλέου, δεῖται δέ σου τοῦτον αὐτῶ βεβαιῶσαι τὸν ἔλεον.
φυλάττων δὴ τὸν σαυτοῦ νόμον, εἰ δὲ βούλει, τὸν τοῦ Διός, ὁ δέ ἐστιν ἀπεῖναι τῶν ὑποσχέσεων ἀπάτην, τήρησον Δόμνῳ τὸν ἀγρόν, ὅθεν αἱ τῆς τροφῆς ἐλπίδες.
ὑῶ σοι μάρτυς τῶν Μαρκιανοῦ κακῶν. ὃς τὸ πολὺ τῆς γῆς σῶς ἐπελθὼν έν προθύροις τῆς αὑτοῦ πόλεως ἐπη- ρώθη τὸ σκέλος, ὥστε τῶν ἰατρῶν τοὺς μὲν ἀπογνόντας φυ- χεῖν, τοὺς δὲ τολμήσαντας ἅψασθαι μήπω θαρρεῖν ἔχειν. ἔστι δὲ αὐτῷ τῆς συμφορᾶς ἀλγεινότερον τὸ κεῖσθαι σοῦ κα- λοῦντος· ὡς ἅπας γε πόνος σοὶ φέρων χάριν ἡδίων Μαρκιανῷ παντὸς ὕπνου.
σὺ δ’ ἀπιστεῖς αὐτὸν μὴ ταῦτα παθεῖν εἰκότως. ὃ γὰρ οὐκ ἐβούλου συμβῆναι τοῦτ’ οἴει μὴ γεγο- νέναι. ἀλλ’ εὖ ἴσθι τὸν ἄνδρα νῦν μὲν ὡς μάλιστα πιέζεσθαι. μόλις δὲ ἀρτίπουν ἔσεσθαι.
Ὀψὲ μὲν ἥκει σοι Παλλάδιος, πολλὰ δ’ οὖν ὑπὲρ μι- κρῶν πονήσας. κεκοινώνηκα δὲ καὶ αὐτός, ὡς αὐτὸς ἐρεῖ σοι Παλλάδιος, τοῦ πόνου.
τὸ δὲ αἴτιον τῆς τριβῆς οὐ τὸ μὴ βούλεσθαί σοι χαρίζεσθαι τὸν χρηστὸν Ἑρμογένην. καὶ γὰρ ἐπίσταταί σου τὸν τροπὰν καὶ τὴν ἀρχὴν ἐπαινεῖ καὶ τὴν πε- νίαν οὐκ ἀγνοεῖ τῶν τε εὐχομένων αὑτῷ προβῆναι τὴν παροῦ- σὰν τάξιν εἰς μῆκος ἕνα σε νομίζει καλῶς ὑπειληφώς. ἐγὼ γάρ σοι ταύτην σύνοιδα τὴν εὐχήν.
ἀλλ’ οἶμαι , τὸ μὲν πρῶτον ἐταράττετο βασιλέως δή τισι γράμμασιν, ἃ μὴ προσ- άπτεσθαι τοῦ σίτου διεκώλυεν· ἐπεὶ δὲ ἔδοξέ τι καὶ τολμῆσαι σὴν χάριν, τὸ πλῆθος τῶν πραγμάτων ἀναβολὴν ἐποίει. δώ- σειν μὲν γὰρ ἔφασκεν ἀεὶ καὶ οὐκ ἔστιν ὅτε οὐ τοῦτο εἶπεν ὅτι δώσω, δέδωκε δέ, ἡνίκα ἐξεγένετο.
Οὐκ ὤκνησά σοι γράψαι δι’ ἀνδρὸς δικαζομένου, προσ- θείην δ’ ἂν καὶ ὑπὲρ ἀνδρός. εἰ μὲν γὰρ ἀδικεῖν ἐφαίνετό μοι ἂν ἀπηλαύνετο παρ’ ἐμοῦ δίκαια δὲ ἔχοντι λέγειν ὁ δοὺς ἐπιστολὴν οὐκ ἠδίκηκε τὸν δικαστήν.
εἰ γὰρ αὐτὸς αὑτὸν παρακαλεῖ τῷ δικαίῳ βοηθεῖν, τί δεινόν, ἂν ἀκούσῃ παρ’ ἄλλου περὶ τῶν δικαίων; γνώσεται μὲν γὰρ ἃ καὶ γραμ- μάτων χωρὶς ἐψηφίζετ’ ἄν, προσέσται δὲ αὐτῷ τὸ καὶ φίλον τετιμηκέναι δοκεῖν
Ἀλλ᾿ ὅ τε νησιώτης εὖ ποιῶν τὰ αὑτοῦ πεπλήρωκε τῷ τε Λεύκωνι νῦν μὲν ἡ συγγνώμη, τοῦ καιροῦ δὲ παρέχοντος εἰ μὴ πέμποι, τότε δὴ βουλευσόμεθα περὶ συγγνώμης δευτέρας.
Ἐμοὶ πᾶς ὑπὲρ σοῦ πόνος ἡδύς. καὶ γὰρ ἂν μικρὸν ὑπὲρ οὗ πονοῦμεν ᾐ, τό γε ὑπὲρ σοῦ πονεῖν καρπὸς ἐμοί. σὺ μέντοι καὶ μεγάλους καὶ ὑπὲρ μεγάλων ὑπομένεις τοὺς πό- νοῦς βαρεῖαν μὲν οὕτως ἀκτῖνα τοσοῦτον ἀνεχόμενος χρόνον, περιτρέχων δὲ ἄνω καὶ κάτω, βουλαῖς δὲ ἔργα προστιθείς, διὰ δὲ τούτων κῦμα ἀνείργων δεινὸν ἐπικλύσαι τὴν γῆν.
ἀλλ ὁρᾷς ὡς ὑπονοστεῖ μὲν τὰ χείρω, πρόσεισι δὲ τὰ βελτίω καὶ τὸ στεφανοῦσθαι τὸν ἀθλητὴν πλησίον.
Καινῆ γε ἡ κλοπὴ προειπόντα οὗ τις ὑφαιρήσεται ὅτι κλέψει, ἔπειτα ἐπιχειρεῖν τῇ κλοπῇ· σὺ δὲ ἁρπάζων φανερῶς κλέπτειν λέγεις, ὅπως σοι τὸ ἀδίκημα μὴ δοκῇ τυραννικόν, κοινωνῇ δέ τινος εὐλαβείας.
ἐγὼ δὲ Τιτιανὸν οὐχ ἠτ- τον μὲν <ἂν> ἡδέως κατεῖχον ἢ σὺ καλεῖς· ἀποπέμπω ἐπειδὴ πᾶν ὅ τι ἂν κελεύῃς ἔργον εἷναι δεῖ. καὶ πιστεύω τὸν νέον πράξειν τοῦτο ἐφ’ ᾧπερ ἐπανῆκται. φῂς μὴν γὰρ κά- μνειν καὶ ἐψιλῶσθαι τῶν ἑταίρων, ζητεῖν δὲ τὴν ἐκ τοῦδε πα- ραμυθίαν.
ὁ δέ σοι κουφιεῖ τὴν λύπην οὐ τῇ τῆς ὄψεως ἡδονῇ μόνον, τοῦτο δὴ τὸ κοινὸν τῶν υἱέων, ἀλλ᾿ ὅτι σοι καὶ δύναμίν τινα κομίζει λόγων ἣν αὐτὸς μὲν ἐφύτευσας, ἡμεῖς δὲ ἐθρέψαμεν. 4 ἀλλ’ ὅπως μεμνήσῃ τῶν συνθηκῶν, ἃς περὶ τοῦ χρόνου πεπςίησαι καὶ πρὶν τέλος τὴν ὡραίαν λαβεῖν ἀπό- δὸς ἡμῖν τὸν πῶλον. πάντως δὲ ἐκ τοῦ σαυτοῦ πάθους καὶ ἐμοὶ συγγνώσῃ. εἰ γὰρ σὺ ποθεῖς υἱόν. καὶ ἡμεῖς ποθοῦμεν υἱόν ἀμφότεροι γὰρ ἐθρέψαμεν.
Δέχου καἰ τὸν Φιλόξενον ἄξιον διὰ πάντων τυ ὑμε- τέρας συγγενείας φανέντα πόνοις τε πολλοῖς κεχρημένον καἰ τὸ διὰ τοὺς τρόπους εὐδοκιμεῖν οὐ χεῖρον νομίσαντα τοῦ διὸ τοὺς λόγους.
καίτοι σὺ πέμπειν αὐτὸν ὡς ἡμᾶς διανοού- μενος τοῖς ἄλλοις ἐπαίνοις ἐπέθηκας, ὡς κοὶ ἐν κρίσει χειρῶν ὅτι πλεῖστον εἰσοίσει. ὁ δὲ τἄλλα βεβαιώσας ἐν τούτῳ σε ψεύ- στην ἀπέφηνε τῶν ἀσθενῶν μᾶλλον τὴν ἡσυχίαν τιμήσας. σὸν τοίνυν ἢ δίκην τούτου λαβεῖν ἢ καὶ τοῦτο θαυμάσαι.
Ἐπειδή σου τὰ γράμματα ἧκε καλοῦντα τὸν πάντων ἐμοῖ φίλτατον Πρισκιανόν, θροῦς ἦν ἐν τῇ πόλει πολὺς ὡς κρείττω σου ποιοῦντος τῶν ἐλπίδων, καὶ περιχυθέντες εὐδαι- μόνιζον τὸν ἄνδρα μάντις ἕκαστος γιγνόμενος τοῦ μέλλοντος σχήματος.
ἐμοὶ δὲ τὸ μὲν πεπραγμένον ἦν καὶ σφόδρα κατ’ ἐλπίδας, ᾕσειν γάρ σε ὄντα ἀγαθόν, τὸν δὲ τοιοῦτον οὐ τὰ τοιαῦτα ποιεῖν ἦν θαυμαστόν. μακαρίζων δὲ τὸν κεκλη- μένον, ὥσπερ οἱ ἄλλοι, μακαρίζειν ᾤμην δεῖν καὶ σὲ τὸν σύμ- βουλον καὶ τὸν τὴν εἰσήγησιν δεξάμενον καὶ τὴν ἡμετέραν πόλιν.
τὸ γὰρ ἄγειν ἐπὶ τὴν δύναμιν οὓς ἄξιον αὐτῶν ἐστι τῶν ἀγόντων ἔπαινος οὐχ ἧττον ἢ τοῦ δεχομένου τὴν τιμήν, ἐπεὶ καὶ Ἰάσων ἐμβιβάζων εἰς τὴν Ἀργὼ τὸν Ἡρακλέα νοῦν ἔχειν ἐδόκει. καὶ τίς ἂν οὐ τῷ μὲν συνήσθη τοῦ δύ- νᾶσθαι σώζειν , τῷ δὲ τοῦ καλῶς ἰδεῖν μεθ’ οὗ πλεῖν ἴδει;
καὶ νῦν πράξει μὲν οὗτος ὁ Ἡρακλῆς ἐφ’ ὅ τι ἂν αὐτὸν ἐπιστήσητε πάσης εὐφημίας ἀξίως, κοινωνοὶ δὲ τῆς εὐφημίας ὅ τε δοὺς τὴν γνώμην Φλωρέντιος ὁ πράττειν εἰδὼς μᾶλλον ἢ λαλεῖν ὅ τε πεισθεὶς βασιλεὺς ὁ τὴν οἰκουμένην ἀνέχων.
κεκόσμηται δὲ καὶ τὸ κοινὸν ἡμῖν. γέγονε μὲν γὰρ ἑτέρωθι Πρισκιανός, δι’ ὃ δὲ θαυμάζεται, τοῦτο αὐτῷ παρὰ τῆς ἐμῆς πόλεως, ἣ παραλαβοῦσα αὐτὸν ἐρῶντα λόγων μεστὸν ἀπέφηνε λόγων. εἷς δὲ ἡμῖν εἱστήκει κρατὴρ καὶ συνεπίνομεν.
καὶ διὰ τοῦτο συνεύχετο μὲν οὗτος ἐμοὶ χρωμένῳ συλλόγοις, ἔπη δῶν δὲ ἐγὼ τοῦδε κρατοῦντος ἐν δίκαις, ἃς οὕτως ὑγιῶς μετῄει ὥστε τοῖς δικασταῖς ἀντὶ τῶν γραμμάτων εἶναι τὰ τού- του νεύματα.
καὶ τὸ μὲν ἀγωνιζόμενον μετὰ φροντίδος ἀγορεύειν οὔπω τοσοῦτον, ἀλλ’ οὗτός γε ἐν παντὶ καιρῷ καὶ χωρίῳ καὶ περὶ ὅτου δὴ φθεγγόμενος ἐσκεμμένως ἂν δόξαι λέγειν οὕτως οὐκ ἔστιν ὅτε ἡγεῖται προσήκειν ἀμελῆσαι ῥη- μάτων.
τὴν δὲ τῶν ῥημάτων ὥραν παρέρχεται τῶν ἠθῶν τὸ κάλλος. νῦν μὲν γὰρ εἰς πολιὰν ἥκει, πρὶν δὲ εἰς ἄνδρας ἐξελθεῖν τὰ γερόντων ἐδείκνυ τῇ τε ἄλλῃ καὶ δὴ καὶ γλώττης, ὡσπερ ἐκέλευσεν Ἀνάχαρσις, ἐκράτει. καὶ νῦν οὐ μᾶλλον ἂν αὐτὸν ἡ τοὺς ἀνδριάντας ἐκφύγοι συλλαβὴ τῶν σιγᾶσθαι δι- καίων.
Ἀλλὰ γὰρ οἰήσῃ με τηνάλλως μηκύνειν πρὸς σὲ τόν, ἐπειδὴ ταῦτα αὐτῷ συνῄδεις, κεκληκότα, διῆλθον δὲ οὐ δι- δαχῆς ἕωεκα τῶν τρόπων, τοῦ δεῖξαι δέ, ὡς μέτεστι τῇ τροφῷ τῶν τῷ τροφίμῳ παρὰ σοῦ γιγνομένων τε καὶ ἐσομένων.
ὡς οὖν ἐν πᾶσιν ἡμῖν θεωροῖς ἐπιδεικνύμενος καὶ διὰ τοῦ ῥήτορος τῷ κοινῷ χαριούμενος μετάστησον ἡμῖν τὸν ἄνδρα φέρων εἰς σχῆμα σοί τε καὶ ἐκείνῳ πρέπον καὶ μὴ παύσῃ τοῖς ἀγαθοῖς τῶν ἀνδρῶν συλλαμβάνων.
τούτῳ γὰρ ἂν καὶ μόνῳ νικήσαις τοὺς πρὸ σοῦ ταὐτὰ ἃ σὺ νῦν διῳκηκό- τας. τὸ μὲν γὰρ ὄνομα ταὐτὸ καὶ δύναμις ἴση, δεῖ δὲ σὲ ἐκεί- νων ἐπὶ χρήματα ὡρμηκότων αὐτὸν φανῆναι λαμπρύνοντα τὰ τῶν ἀνδρῶν οἷς τι μέτεστιν ἀρετῆς. καλὸν γὰρ ὕστερον ᾄδεσθαι τῶν μὲν τὸν πλοῦτον, σοῦ δὲ τὴν ψῆφον.
Ἧκέ τις ἀγγέλλων, ὡς ἀπορρίψειάς τι ῥῆμα περὶ ἐμοῦ φαυλότερον, ἐγὼ δὲ ἠπίστησα. καὶ πάλιν ἕτερος τὸν αὐτὸν ἐκόμιζε λόγον, ἐγὼ δὲ ἦν ὁ αὐτός. τρίτος καὶ διὰ μάχης ἔφασκεν ἐλθεῖν σοι βοηθεῖν ἐμοὶ βουλόμενος. τοῦτον ἤδη καὶ μελαγχολᾶι ἡγούμην κοὶ τῷ περὶ τῆς μάχης κόμπῳ τὸν περὶ τῆς βλασφημίας ἀναιρεῖν λόγον. τίς γὰρ οὕτω θρασὺς ὡς ἀν- τιβλέπειν τῷ Διί;
χωρὶς δὲ τούτων οὐδὲ ἦν εἰκός, ἐν ᾧ τοὺς πρὸ τοῦ δυσμενεῖς εὖ ποιεῖς, λυπεῖν ὃν ἐν πρώτοις ἦγες τῶν φίλων καὶ ταῦτα οὐ πολὺ τῶν νεκρῶν διαφέροντα μετὰ τὰς τῶν γνωρίμω. τύχας.
ὡς δὲ οὐδενὶ ἐκείνων ἐπειθόμην αὐτό σε πειθέτω τὸ γράφειν· οὐ γὰρ ἂν τόν γε ἄλλον γεγενη- μένον ἐνοχλεῖν ἠξίουν. τῶν μὲν οὖν ἄλλων οὐδέν σε κεκινη- κεναὶ νομίζω, τῆς χάριτος δὲ ἥν μοι δέδωκας ἀφαιρεῖν τὸ πλέον.
σὺ γὰρ δὴ κύριος μὲν ὢν ἀφελεῖν με τῆς πατρί- δος μένειν ἔδωκας εὖ ποιῶν, ὃ μοι τῶν οἴκοι μέγιστον ἦν, ὅπως ἱστᾶι παρ’ ὑμῖν ἔπραξας, καὶ κατῆλθεν εἰς μικρὸν ἡ χάρις. πρισκιανὸς γὰρ ἐμοὶ τὰ πάντα καὶ τοσοῦτον ὅσον οἱ πάντες οἰκεῖοι. καὶ τοῦτο αὐτὸς ἔγνως δι’ ἀγγέλων μὲν ἀπών, τῇ πείρᾳ δὲ ἥκων.
τοῦτον δὴ μεταστῆσαι διανοηθεὶς ἐκεῖσε ταυτί που διελέχθης πρὸς σαυτόν τὸν ῥήτορα ἐκεῖνον τὸν μέγαν τῇ Μεγάλῃ πόλει δοτέον. ἀλλὰ τὸ μὲν ἁπλῶς οὑτωσὶ κελεύειν τρέχειν σκαιόν τικαὶ βίαιον, δεὶ δέ τινος τέχνης. τίς οὖν αὕτη; γε νέσθω τῶν ἀμφὶ βασιλέα καὶ τεθήραται. βαδιεῖται γὰρ τὴν ἐπὶ τὴν γενναίαν βουλὴν ἄγουσαν καὶ. οὕτως ἕξει τὰ τοῦ δεῖνος Θεμίστιος.
ἔχε δὴ καὶ ἀπόλαυε καὶ σκόπει, πῶς ἂν ἐν ᾧπερ ἄξιον γένοιτο καὶ μὴ καταισχύνειε τὰ ὅπλα τὸν στρατιώτην. τῷ μὲν γὰρ οὐκ ἐπιθυμία τοῦ μείζονος. ἀρκεῖ γὰρ αὐτῷ τὸ εἶναι ἀγαθόν. ὑμῖν δὲ οὐκ ἆν ἔχοι καλῶς, εἰ δόξετε τὴν αξίαν ἀγνοεῖν.
εἰ μὲν οὖν παρ’ ῦμῖν συμβάλ- λοὶ τὸ πρῶτον τῷ βασιλεῖ, τοῦ παντὸς ἐπιμελήσῃ παρών· δι᾿ ὑμῶν δὲ ὡς αὐτὸν ἐλαύνοντι γράμματα δώσεις, ταυτὶ δὲ οὐκ ἀσθενέστερα παρουσίας.
ἐμὲ δὲ εἰ τις μεταπέμποιτο, πρὸς θεῶν, κωλύειν. οὔτε γὰρ οὕτως ἔχει μοι τὸ σῶμα μεστή τε ἀργίας ἡ γνώμη δι᾿ ἣν ἣν εἰς τὴν ἀτοπίαν ἐμπέπτωκα τῆς Ἀπόλλωνος ἐρωμένης, ἣ τοῦ θεοῦ προὔθηκεν ἄνθρωπον, τοῦ Ἀπόλλωνος τὸν Ἴδαν.
Ἀλλ’ εἰ καὶ μὴ πάσης τῆς ἐπιθυμίας, τοῦ γε ἡμίσεος ἀπολαύεις. τῆς γὰρ πόλεως ἡμῶν ἐρῶν ἔχεις αὐτῆς οὐκ ὀλί- γον τὸν καλὸν Πρισκιανόν, ᾧ τῶν σῶν ἔμελε πόνων, οὗ προβάλλοντος ἤκουες, ὅς, ὅτε ἐπῄνεις Μόδεστον, οἷς ἔλε- γες περιέθηκε δόξαν.
ἀμείβου δὴ τὸν ἄνδρα εὐφημίαις καὶ δίδασκε τὴν φιλτάτην Ἄγκυραν, τίς οὑτοσὶ τοὺς λόγους καὶ τὰ τῶν τρόπων ἤθη. πάντως δὲ αὐτῶν τὸ ἕρμαιον ἀνὴρ ἐπιστάμενος λέγειν.
οἶμαι δέ σε τῶν παιδικῶν αὖθις ἕξε- σθαι, τῆς ὁδοῦ τὴν αἰτίαν εἰ μάθοις. πόθος ἔλαβε τὸν βα- σιλέα τῆς τούτου γλώττης. καὶ τὸ κρατεῖν ἐν τοῖς ἀγῶσιν ἐκείνοις αὐτό τε μέγα καὶ μειζόνων ἀρχὴ γίνεται.
πρὸς ταῦτα ὁρῶν τις μὴ νομιζέτω ῥητορικὴν ἄτιμον, ἰσχυρὸν γάρ ἐστι παρ’ οἷς ὄντως ἔστι, καὶ πρὸς τοὺς ὑπερορῶντας ἔχει λέγειν· ἔτι μοι μένος.
Ἔγκλημα λύεσθαί φησιν ὁ Θουκυδίδης ὑπὸ χάριτος, ὅταν ὃν ἠδίκησέ τις, τούτῳ τι ποιήσῃ κατὰ γνώμην ὕστερον. σὺ δ’ ἡμῶν τὸ μὲν πρῶτον ἀμνημονῶν ἠδίκεις, ἔπειτα κακῷ τὸ κακὸν ἰώμενος ἐπὶ βλάβῃ κατασκευάζων ὁδόν τινα βαρά- θρου χαλεπωτέραν ἐμοί.
τούτων δὴ τῶν ἐγκλημάτων ἐν χερσὶν ὄντων καὶ τὸ πραττόμενον ὀνομάζοντος ἔχθραν ἐμοῦ προσῆλθεν ἡ χάρις παύουσα μὲν τὰς αἰτίας, πείθουσα δὲ ἐγκωμιάζειν. καί σοι σπένδομαι καί φημί σε μὴ μόνον εἰδέναι γελᾶν, ἀλλὰ καὶ σπουδῆς τι συνεισφέρειν τοῖς φίλοις.
βού- λει μαθεῖν ὅ τι εὖ πεπόνθαμεν; τετίμηται Πρισκιανὸς τιμῇ τῇ προσηκούσῃ. καὶ καλὸν ᾖσε τὸ προοίμιον Φλωρέντιος κα- λῶν ἀντὶ τῶν δοῦναι δυναμένων τοὺς εἰπεῖν δυναμένους. ὥσπερ γὰρ τοὺς ἐπὶ τῶν ὅπλων σεμνύνει τὰ τρόπαια, οὕτω τὸν ἐν ᾧπερ οὗτος ἑστηκότα τὸ πρὸς δύναμιν ἄγειν τοὺς εὖ τῷ δύνασθαι χρησομένους. Πρισκιανὸς δὲ ἐφ’ ὅτιπερ ἂν προ- βῇ, τῷ παραδόντι τὰς ἀφορμὰς τὸν ἀμείνω λόγον οἴσει· παν- ταχοῦ γὰρ χρήσεται τῷ φρονεῖν.
τούτῳ μὲν οὖν εἴσεται χάριν ἐκεῖνος, ὅταν ἀνήρ, ἐφ’ ᾧπερ ἂν ταχθῇ, φαίνηται, νῦν δὲ ἐκείνῳ τε καὶ σοὶ χάριν ἴσμεν ἡ πόλις. οὐ γὰρ ἄδηλον ὡς ὁ Θησεὺς ἐφῆπται τοῦ ἄθλου. ἀλλ’ ὅπως τῷ διὰ τὴν κλῆσιν ἐπαίνῳ παράσχητε προστεθῆναι τὸ ἔργον ἐφ’ ὅπερ κέκληται.
Κρᾶσις ἔχει μέ τις ἡδονῆς καὶ τοὐναντίου τὸ μὲν γὰρ ἐπίδοσιν λαμβάνειν Πρισκιανῷ τὴν τύχην τοῦθ’ ἡμῖν ἑορτή, τὸ δὲ διεστάναι με τοῦ τὸν ἐμὸν θεῖον εἰς τἀμὰ μιμουμένου τοῦτό γε ἡμῖν οὐ κοῦφον.
ἀλλὰ γὰρ ἔδει μὴ μόνον <τῶν> ἰατρῶ ἀλλὰ καὶ τῶι ῥητόρων τὸν ἄκρον συνεῖναι τῷ βασι- λεῖ. καὶ διὰ τοῦτο πάλαι μὶν Ὀλύμπιος ἐγγὺς ἐκείνῳ, νῦν δὲ ὁ ῥήτωρ ἀφῖκται.
ποιήσεις δὲ αὐτῷ τὴν ἤν οὐ χείρω τῆς οἰκείας κοινοὺς αὐτῷ φίλους τοὺς σαυτοῦ καθιστάς. σὺ μὲν γὰρ οὐκ ἀπόνως ἴσχυσας, ὁ δὲ ἐν τῇ σῇ δυνάμει ταχέως ἰσχύ- σει. σοὶ μὲν γὰρ οὐδεὶς τοιοῦτον προητοίμασεν ὅρμον ὁ δὲ ἐκ τῶν σῶν ἄθλων ἀκονιτὶ στεφανώσεται.
Ἔτι μου λέγοντος πρὸς τοὺς φίλους τί τοῦτο; Θε- μίστιος οὐκ ἐπιστέλλει; φανεὶς Εὐάγριος, εἰ λάβοιμί σου γράμματα, ἤρετο. τὰ δ’, ὡς ἔοικεν, ὁ μὲν ἔπεμψε τὸν δώ- σοντα, πρὶν δ’ ἢ λαβεῖν αὐτὸς ἦν ἐπ’ ἀγορᾶς. εἶτα ἀναστρέψας εἶχον τὴν φίλην ἐπιστολὴν φράζουσαν ἃ πάλαι ἠπιστάμην, ὡς αὖθις συγγένοιο τῷ βασιλεῖ
σὺ μὲν ταυτὶ μόνα, παρὰ δὲ τῆς φήμης ταῦτά τε καὶ πλείω, τιμαί τε ὅτι σοι μείζους ἢ πρότερον γένοιντο τραπέζης τε κοινωνία πλείω δηλοῦσα τὴν οἰκειότητα καὶ ὡς ὅσα ἐπήγγελλες φίλων ἦν κηδομένου καὶ ὡς ὅσων μνησθείης εὐθὺς ἐν ἀμείνοσι καὶ ῶς ὁ διδοὺς παρ- ᾔει τὴν τοῦ λαμβάνοντος ἡδονή,
ἔγεμον δὴ καὶ αὐτὸς ἡδονῆς αὐτὸς ἡγούμενος ἥκειν τε ἐκεῖσε καὶ ὧνπερ σὺ τετυ- χηκέναι καὶ ὅσαπερ σὺ κεχαρίσθαι. καὶ τῶν δικαίων γε τού- τῶν μήτε σὺ παύσαιο διαύλων μήτε τῶν τιμῶν ὁ βασιλεύς.
τὸ δὲ μὴ μὲν δεῖν τὴν σὴν πρὸς ἐμὲ γνώμην τοῖς γράμ- μασι κρίνεσθαι καλῶς εἰρῆσθαί μοι φαίνεται, περὶ δὲ τοῦ μὴ τοὺς λόγους ἐλθεῖν ἡμῖν οὓς ἔδειξας τίς ἂν εἴη σοι λόγος καὶ ταῦτα ἐπὶ ταῖς ἐπαγγελίαις, ἐν αἷς ἦν ὡς αὐτίκα πέμψεις; καιρὸς δὲ ἀέ μὲν τούτου, νῦν δὲ οὐχ ἥκιστα τὸ μὲν λέγειν ἡμῶν ἀφαιρεθέντων ὑπὸ τῆς τῶν ἑταίρων τελευτῆς, τοῦ δὲ ἀκούειν δύνασθαι μένοντος ἴσως ἔτι.
τήν τε οὖν ὑπόσχε- σιν ἐπιτελεῖν καὶ εἴ τί σοι μετ’ ἐκεῖνα πεποίηται, μὴ φθονεῖν καὶ τό γε ᾆσμα προστιθέναι τοῦ τὸν ἀνδριάντα κεκοσμηκότος ποιητοῦ, μᾶλλον δὲ ᾧ τὸ ᾆσμα κεκόσμηκεν ὁ πρὸς τὸν σὸν τύπον ἀκολουθήσας χαλκός. τὸν μὲν γὰρ ὄνυχα εἴδομεν ἐκ τῶν πρὸς Εὐδαίμονα γραμμάτων, δεόμεθα δὲ τοῦ λέοντος.
Μητέριος δὲ εἷς ἦν τῶν ἀγγελλόντων τὰ σά, καὶ τοῦτο μὲν αὐτῷ κοινὸν πρὸς ἄλλους ἀλλὰ τό γε διηγούμενον χαί- ρειν καὶ μικροῦ γε ὑπὸ τοῦ χαίρειν πέτεσθαι, τοῦτο δὴ αὐτὸν ἐποίει βελτίω τῶν ἄλλων ἀγγέλων.
Ἡμῖν μὲν οὐκ ἔργον οὔτε γράφειν οὔτι δεῖσθαι περὶ τῶν αὐτῶν, σοὶ δ’ οὐκ ἂν ἔχοι καλῶς ἀεὶ περὶ τῶν αὐτῶν ἀκούειν· τὸ γὰρ ἡμῖν μένειν τὴν χρείαν τῆς σῆς, ἵν’ εὐφήμως εἴπω, προθυμίας ἔλεγχος.
πόθεν οὗν πορισώμεθα παρα- μυθίαν ἐφ’ οἷς ὑβρίζει Σευῆρος; ἀπὸ τοῦ περιῃρῆσθαι Κλε- άρχῳ τὴν δύναμιν; καὶ μὴν ηὔξηται τῆς Τύχης τὰ δίκαια ποιούσης. ἀλλ’ ὡς ὄχλῳ διακωλύεται πραγμάτων; καὶ ποῦ τοσοῦτο πλῆθος, ᾧ μὴ ῥᾷστα ἂν ἐπαρκέσαι;
τί δαί; οὐ τὰ μέγιστα ὤνησεν ἀρξάμενος ἀμύνειν; οὐδὲ ἔστιν εἰπεῖν ἡλίκα τί οὖν παθὼν οὐ βεβαιοῖ τὴν παροιμίαν ἥ φησιν· ἄρξομαι ἐξ ἀγαθοῖο, τελευτήσω δ’ ἐς ἄμεινον; ἀλλὰ τὰ μὲν ἀπὸ βαλβῖδος λαμπρά, προιὼν δὲ θρασύνεσθαι τῷ Σευήρῳ δέδωκε, καὶ τὸ δοκοῦν τότε πέρας ἀρχὴν ἔτεκε πραγμάτων.
ὡς οὖν Κλεοβούλου μὲν ἀδικουμένου, σοῦ δὲ καταφρονουμένου δίκην ὑπὲρ ἀμφοῖν λαβέ. δίκη δὲ μεγίστη Σευήρῳ τὸ τὰ ἀλλότρια μὴ δυνηθῆναι λαβεῖν.
Ἃ μὲν ἀδικεῖται καὶ ὑπὸ τίνων ὁ ἐμὸς μὲν διδάσκαλος, σὸς δὲ καὶ ἐμὸς φίλος Κλεόβουλος, αὐτὸς ἐν οἷς ἔγραψεν ἐδί- δαξεν. ἔγραφε δὲ οὐ μάλα θαρρῶν, ἀλλά τις ὄκνος εἰσῄει τὴν γνώμην καὶ πολλάκις ἀφίστατο τοῦ βιβλίου.
ζητοῦντος δέ μου, πόθεν τουτὶ τὸ πάθος, καὶ τῆς ἀρχαίας ἀναμιμνήσκοντος συνηθείας καὶ τῶν δικαίων ἐκείνων τὰ μὲν ἔφασκεν εἰδέναι καλῶς, γενέσθαι δέ τινα αὑτῷ περὶ τὴν σὴν ἐπιδημία· ῥᾳθυ- μίαν, ὑφ’ ἧς νομίζειν ἀμβλύτερα τὰ πρὸ τοῦ γεγονέναι· διό- περ ὀκνεῖν.
ἐγὼ οὖν ἐγέλων πρὸς τὴν δειλίαν καὶ εἴ σου τοσοῦτον ἡμάρτηκε τοσοῦτόν σοι χρόνον συγγεγονὼς ὡς οἴε- σθαί σε χαλεπαίνειν. εἰ μὴ Κλεόβουλος οἷός τε ἐγένετο τὰς αὑτοῦ φυγὼν ἀσχολίας ἐξῆφθαί σου.
οὐδὲ γὰρ ἡμεῖς ὀργὴ χρώμεθα πρὸς αὐτόν. εἰ πλησίον ἡμῶν οἰκῶν αὑτὸν τέρπει μᾶλλον ἢ ἡμῖν σύνεστι. δέδοται γὰρ αὐτῷ γέρας τι τοῦτο μη- δένα αὐτοῦ τῆς ῥᾳστώνης κατηγορεῖν. τῷ δὲ αὐτῷ καὶ τὸν Παλαμήδην δήπου τιμῶμεν τοῦ τἀκείνου τιμῶντος φειδόμε- νοὶ.
καὶ σὺ τοίνυν γελάσας καὶ τὸν ἕλκοντα Κλεόβουλον εἰς φροντίδας καὶ σαυτοῦ νομίσας ἐχθρὸν τὸν κατάρα τον Σευῆρον πεῖσον αὐτόν, ὡς καὶ πόρρω καθήμενοι δυνά- με ἐγγύθεν ἀμύνεσθαι καὶ γὰρ εἰ πολλῶν ἐπιμελῇ πραγμά- των, πολλὰ γὰρ τί τῆς πόλεως σὺ δὲ ἐκείνης ὁ φύλαξ, καἰ τοῦτο νόμισον τῶν ἐκείνῃ συμφερόντων τὸ τοὺς πονηροὺς κωλύεσθαι χρῆσθαι τῇ φύσει.
Οὐδὲν ἄτοπον ὑπὲρ ἀγρυπνία(· ἰατρῷ διαλέγεσθαι δι- δάσκοντά τε τὴν ἀπ’ ἐκείνης ἀπορίαν καὶ δεόμενον πράττειν ὅπως στήσεται.
τὸν τοίνυν καλὸν ἡμῖν ἴσθι Κλεόβουλον 10 δεινῶς ἀγρυπνεῖν. τὸ δὲ αἴτιον οὐ πυρετὸς οὐδ’ ἴλιγγοι κε- φαλῆς οὐδὲ ἕλκη παρέχοντα κίνησιν, ἀλλὰ δάκνει τὸν ἑταῖρον Σευῆρος ἐκ τῶν στρωμάτων καὶ ταῦτα τοσοῦτον ἀπέχων.
καινός γε οὗτος ὁ κόρις. ἀλλ’ ἔστι καἰ ταύτης παρὰ σοὶ τῆς ἀγρυπνίας φάρμακον· διὰ γὰρ τοῦ γενναίου Θεμιστίου 15 δύνασαι παῦσαι τὸν Σευῆρον τοῦ δάκνειν.
Ὑπὲρ μὲν τῶν ἄλλων σε παρακαλῶν ἐκείνοις ᾤμην δι- δόναι χάριν, Ὀλυμπίῳ δὲ εἴ τι πράξαις κεχαρισμένον, λήψε- σθαί σε μᾶλλον ἢ δώσειν ἡγοῦμαι χάριν. οὗτος γάρ ἐστιν ὁ τὴν μὲν Μακεδονίαν εὐδαίμονα ποιήσας ἄρτι παίδων ἐξελθών, τὸ δὲ ἄρχειν μετὰ ταῦτα πλέον φυγὼν ἢ ἐζήτησαν ἕτεροι.
τῷ δικαίω δὲ οὕτως αὑτὸν δέδωκεν ὥστε ἀδικούμενος μὲν πᾶς ἐπὶ τοῦτον καταφεύγει, τοὺς νόμους δὲ ἐκβαίνων τοῦτον δέδοικε, τοῖς δὲ ἄρχουσιν ἡμῶν μία σπουδὴ τὴν παρὰ τοῦδε ψῆφον λαβεῖν.
ἐγὼ δὲ καὶ αὐτὸς πατρικὴν διαδεξάμενοι φιλίαν, ὁ μὲν πάντα ὑπὲρ ἐμοῦ πονεῖ, παρ’ ἐμοῦ δὲ ἔπαινός εἰς τὴν προθυμίαν· πρᾶξαι γὰρ οὐδὲν ἂν δυναίμην ἴσον. ἀλλὰ σύ γε τὸν ἄνδρα ἀμείβου, μᾶλλον δὲ μικρὰ ἀντὶ μεγά- λῶν ὑπὲρ ἡμῶν ἀντίδος.
οἶτός γε εἰς τὴν ὑμετέραν μετ- έστη βουλὴν ἀπὸ τῆς μείζονος, συγγνώσῃ δὲ εἰ μείζω καλῶ τὴν Ῥωμαίων σὲ τῆσδε ἐχούσης. γενέσθω τοίνυν αὐτῷ παρ’ ὑμῶν ἕ παρ’ ἐκείνων. τί οὑν; ἐκείνοις ἤρκει τοὔνομα αὐτοῦ παρ’ αὑτοῖς ἐγγεγράφθαι.
μᾶλλον δὲ μήτε τοῦτο δῶτε μήτε μείζω τῆς δυνάμεως ζητεῖτε. ἐν μὲν γὰρ ἐξετάσει τῶν ἀρίστων πρῶτος Ὀλύμπιος, οὗ δὲ εἰσενεγκεῖν δεῖ, πάντων ὕστατος γνῶναι δέ σοι ῥᾷστον τῆς οὐσίας τὸ μέτρον παρὰ τῶν ἐπὶ τούτῳ τεταγμένων.
δεῖ δή σε παρατηρεῖν, ἡνίκα ἂν δέῃ δέῃ χρήματα φέρειν, ὅπως μὴ ἀδικήσητε, καὶ ἔτι γε πρότερον. ἡνίκα ἂν καλῆτε τοὺς βουλευτάς. ὅπως ἐνθένδε μὴ κινήσητε.
μήτηρ τε γὰρ αὐτῷ ζῶσα ἐν ταῖς τοῦδε χερσὶ καὶ ζῶσά γε διὰ τοῦτο, ὅτι ἔξεστιν αὐτὸν ὁρᾶν. τοὔνομα δ’ οὐκ ἂν ἀπο- δημίας ἐνέγκαι. καὶ τὰ πράγματα, εἴ τι γένοιτο τοιοῦτον, οἰχήσεται. ταῦτα δὲ οὐκ ἂν σὺ διαφθαρῆναι δέξαιο.
πεί- σας δὴ σαυτόν, ὡς ἡμῖν τε ἐκ τῶν αὐτῶν βοηθήσεις καὶ τῇ φιλοσοφίᾳ προσήκοντα πράξεις, καθαρὰν ἡμῖν παρασκεύασον τὴν ἄδειαν.
Ἀνήρ ἐστιν ἐπιεικὴς ὁ διδούς σοι τὴν ἐπιστολὴν καὶ πραγμάτων ἀφ’ ὦν ἦν κερδαίνειν οὐκ ἐπὶ κέρδει προστάς. ἐγὼ δὲ αὐτὸν πολλαχοῦ μὲν ἐκάλεσα σύμμαχον, εὗρον δὲ οὐ- δαμοῦ ῥᾴθυμον.
καὶ παρῄνεσά γε αὐτῷ τοὐναντίον ποιῆσαι τῇ παροιμίᾳ καὶ ἐφ’ ἵππους ἀπὸ τῶν ἴνων. σὺ δ’ ἡμῖν κυ- ριος ὡς τάχιστα Μαὶ τὸν ἄνδρα ἱππέα. φήσεις δέ με πεῖραν αὐτοῦ λαμβάνων ὡς οὐκ οἶδα ἐπαινεῖν κακούς.
Πολλοὺς μὲν παρὰ πολλῶν ἀκούσῃ λόγους ἐπαινούντων τουτονὶ Παρθένιον, οἷς οὔτε ἀπιστήσεις οὔτε ἀντερεῖς ὡς οὐκ εὖ τὸν ἄνδρα ποιητέον, ἐγὼ δὲ οὐχ ὡς οὐκ ἀρκεσόντων ἐκεί- νων προσέθηκα τὴν ἐπιστολήν, ἀλλ’ ὅτι αἰσχρὸν ἦν μοι μό- νῳ περὶ αὐτοῦ σιγῆσαι. δι’ ὂν γὰρ εὐχόμην γενέσθαι μοι τοιοῦτον καιρόν, ὑπὲρ τούτου μὴ χρῆσθαι παρόντι τῷ καιρῷ πῶς οὐκ ἀδίκημα;
Παρθενίου γὰρ μέλει μέν μοι καἰ διὰ τὰ δίκαια τῆς πατρίδος, μέλει ἴε καὶ διότι τῶν ἐμῶν τὸ κεφά- λαῖον φίλων.
τούτῳ θεῖος ἦν Εὐσέβιος, καὶ δῆλον ὡς ὅ τι ἂν τῷδε συλλάβω, τῷ μεταστάντι κεχάρισμαι. ἔστι δὲ καὶ ἄνευ τούτων ἀπ’ αὐτῶν τῶν τρόπων ἐπιμελείας ἄξιος, ὅς γε φίλῳ μὲν βοηθῶν κἂν εἰς πῦρ ἐμβαίη, φίλῳ δὲ ἁμαρτάνοντι κωλυτὴς ἕσταται κολακεῦσαι μὲν οὐκ εἰδώς, ἐλευθέρως δὲ ἐπιτι- μῆσαι, καὶ διὰ μὲν νοῦν ἱκανὸς κινδύνους οὐ δικαίους διαφυ- γεῖν, διὰ δὲ τὸ χάριεν τῆς φύσεως ἡδίω ποιῆσαι σύλλογον, χρή μάτα δὲ προέσθαι μᾶλλον ἢ λαβεῖν μελετᾷ.
καὶ τούτου μάρτυς ἐγὼ τὴν πεῖραν ἐν τοῖς πρὸς ἐμὲ πεπραγμένοις λαβών.
περὶ οὗ δὴ ταῦτα ἔξεστι λέγειν, τοῦτον οἴμαι κἂν πόλεσιν ἐπιστάντα φυλάξαι τὴν μελέτην καὶ τοῖς ἡδέως ψέγουσιν ἀποκλεῖσαι τὰ στόματα.
ἐγὼ μὲν οὖν, οὐ κύριος μόνον, συνεύχομαι τοιαῦτα Παρθενίῳ προσήκοντά γε ἄνωθεν ἀπὸ προγόνων αὐτῷ, πὰρ οἷς δὲ τὸ πράττειν, τούτων ἂν εἴη ποιῆσαι τὴν εὐχὴν ἔργον.
Μαλλὸν ἢ πρότερον ἐκμαθὼν Παρθένιον πλέον ἢ πρὸ τερον ἀγαπῶ· τότε μὲν γὰρ ὡς ἂν πολίτην καὶ φίλου μοι συγγενῆ, νῦν δὲ ἔν τινων ἐξετάσει πραγμάτων τοιαύτην ἔδειξέ μοι τὴν γνώμην, ὥστ’ εἰ μὴ πάντ’ αὐτῷ χαριζοίμην, εἰκότως ἂν κατηγοροίμην.
ἔχων δὴ τυγχάνειν ὅτου θέλοι παρ’ ἐμοῦ γράμματα ἠθέλησε παρ’ ἐμοῦ σοὶ φέρειν ὡς σοῦ τε ἐρρωμέ- νως βοηθεῖν εἰδότος ἐμοῦ τε παρὰ <ἐν> τοῖς πρώτοις ταγμένου.
ταύτῃ δὲ τῇ δόξῃ σὲ μᾶλλον ἐδόκει μοι τιμᾶν ἢ ἐμέ. πατὴρ γὰρ ὅταν ὑπὸ παιδὸς θεραπεύηται, τῷ μὲν εὐ- δαιμονίζεσθαι, τῷ δὲ ἐπαινεῖσθαι περιγίνεται, τῷ μὲν ὧν ἔτα- ξεν ὁ νόμος μετέχοντι, τῷ δὲ βεβαιοῦντι τὸν νόμον.
σὺ κρινόμενος μὲν οἷς ἐποίεις πρὸς ἡμᾶς δεῦρο ἥκων φιλοπάτωρ ἂν εἴης, τὰ δ’ ἀφ’ οὗπερ ἀπιὼν ᾤχου τοῖς ἔμπροσθεν οὐκ ἐοικότα. τότε μὶν γὰρ πυκνοὶ παρ’ ἐμὲ δρόμοι καὶ τὸ μὴ συμ- βαλεῖν οὐ φορητόν, νῦν δὲ φοβοῦμαι μή σέ τις δοκιμάσῃ τῇ σιωπῇ Γ’. ἀλλὰ τούτου μὲν οὐ γίνομαί σοι πικρὸς δικαστής, Παρθενίῳ δὲ ἂν μὲν οἷος ἔμπροσθεν φανῇς, τὸ εἰωθὸς ἴσῃ πεπληρωκώς ἂν δὲ πολὺ βελτίων ἢ πρόσθεν, δείξεις καὶ τὸ τῆς ἐπιστολῆς ἔργον ἐν τῇ προσθήκῃ τῆς προθυμίας
ἀλλ᾿ ὅτι μὲν χελώνην εἰς ἀγῶνα ποδῶν καλῶ σὲ παρα- καλῶν ὑπὲρ φίλου τι σπουδάσαι, σαφῶς ἐπίσταμαι, σὺ γὰρ ἢν ἴδης Παρθένιον καὶ τὰ γράμματα λάβῃς, πρόσωπον μὲν Μεὶς ἡδομένου τῷ τε ἐκεῖνον ἰδεῖν καὶ τῷ ταῦτα λαβεῖν, ἐρήσῃ δὲ ὅτου δεῖ καὶ θαρροῦντα κελεύσεις λέγειν καὶ τὰ μέ- γιστα μικρὰ φήσεις καὶ οὐδὲν ὅ τι οὐκ ἔσεσθαι· ἐπειδὰν δὲ ὁ τοῦ πράττειν ἥκῃ καιρός, λιπὼν τὴν τάξιν καὶ ῥίψας τὰς ὑποσχέσεις ὄψει τὸν ηπατημένον σὺν γέλωτι λαμπρῷ καινὴν τινα ταύτην ἀπολογίαν εὑρὼν τὸ γελᾶν ὑπὲρ τοὺς ἄλλους.
ἀλλὰ καὶ ταῦτα εἰδὼς ὅμως ἐπιστέλλω. καὶ γὰρ νῦν ἢ τῇ φύσει χρησάμενος μαρτυρήσεις τοῖς γράμμασιν ἢ κρείττων ἐκείνης γενόμενος ἐν οἷς ἐλέγχεις μου τὴν ἐπιστολὴν ὃν ἐλέγχεις ὀνήσεις.
Πρώτην ἐπιστολὴν περὶ καλοῦ τινος. εἰ δὴ καλὸν ἡ φιλία, πρὸς σὲ γράφω καὶ βουλοίμην ἄν σε πεῖσαι, μέλλοντι δὲ μὴ πείσειν οὐκ ἂν ἔχοι κακῶς τὸ προελέσθαι.
ἐγένου Παρθενίῳ συνήθης καὶ τὸ πρᾶγμα εἰς τοῦτο προῆλθεν ὣσθ ὑμᾶς ἀλλήλοις γαῖ πρὸ τῶν οἰκείων εἶναι τοῦτον δὲ τὸν δεσμὸν ὑποψία τις ἐμπεσοῦσα διέκοψε καὶ ἔδοξε Παρθένιος ᾧ χαλεπὼς εἶχες. τοῦτον εὖ πεποιηκέναι.
τοῦ μὲν ἐγκλή- ματος ἀφεστώς, ἰός φησιν, αἰτίαν δέ πως οὐ προσήκουσαν λαβὼν ὄμνυσι καθαρεύειν τῆς μέμψεως, καὶ ἐγὼ πείθομαι. τὸν γὰρ ὅπως σὲ ἀνακτήσαιτο πάντα ποιοῦντα πῶς εἰκὸς αὑτὸν ὧν εἶχεν ἀποστερῆσαι;
καὶ μὴν εἰ καὶ σφόδρα σε λελύπηκεν, ἤν τε δέδωκεν ἱκανὴ δίκη καὶ τὸ δίκην λαμβάνειν τοῦ πρᾴως φέρειν εἰ καὶ ἥδιον εὐθύς, ἀλλ’ ὅταν τις ὅτι ἤνεγ- κεν ἐπαινῆται, μεῖζον εἰς ἡδονήν. καὶ ἔστι γε ὅλως ἡ συγγνώ- μη τῆς τιμωρίας Ἑλληνικώτερον.
ἐνθυμοῦ δέ, ὅτι πολλοῖς οὑτοσὶ προσιὼν ἐρᾶν ὁμολογήσει τῆς σῆς φιλίας, σὲ δὲ ὑπερ- ὁρᾶν, ὄι σημεῖον ποιήσονται τὸ μὲν τῆς τοῦδε ἐπιεικείας. τὸ δὲ τῆς ὑμετέρας, ἵν᾿ οὕτως εἴπω, φιλονεικίας.
ὄρα οὖν μὴ τῷ θυμῷ χαριζόμενος πολλοὺς παρασκευάσῃς τὰ μὲν Παρθε- νίου νομίζειν μέτρια, τοῖς δὲ ὑμετέροις ἐπιτιμᾶν. ἀλλὰ τῇ τι σαυτοῦ φύσει πρέπειν ἡγησάμενος τὴν τοιαύτην μεταβολὴν καὶ ἐμὲ τὸν συγγενῆ καὶ πρεσβύτερον αἰδεσθεὶς καὶ τῆς οὐ φανερᾶς αἰτίας ὅσα σε προδήλως εὔφρανε Παρθένιος ἰσχυρό- τερα κρίνας ἐπάνελθε πρὸς τὴν γνώμην τὴν πρὸ τῆς ὑποψίας καὶ δεῖξον. ὡς οὐκ ἐζημίωται μίαν φέρων ἀντὶ πολλῶν τὴν ἐμὴν ἐπισιυλήν.
Ἐγώ σε πατρίδα καταλιπεῖν καὶ οἶκον καὶ γένος καὶ προσδοκίας οὐ παρῄνεσα μηδέ γε παραινέσαιμί ποτε πολίτη τοιαῦτα πόλιν οὕτω μεγάλην παρεχομένῳ
ἐπεὶ δὲ ἐφάνη σύμβουλος μὲν ἐμοῦ πιθανώτερος, σοὶ δέ τι τῆς σαυτοῦ σε- μνότερον, οὐκ ἐπαινῶ μὲν τὰ δόξαντα, λαβεῖν δὲ χρηστὸν εὔχο- μαι τέλος. εἴη δ’ ἂν καὶ τοῦτο τῆς Τύχης.
Ἀνδρόνικος ὁ ποιητὴς οὕτω διέθηκε πρὸς αὐτὸν τὰς μέχρις Αἰθιόπων πόλεις, ὡς εἰκὸς ἦν Ἀνδρόνικον τοιοῦτον ἀφιέντα μέλι. καίτοι τὸ τῆς μητρὸς αὐτὸν καὶ τὸ τῆς πόλεως πάθος διεκώλυσε μὴ πάντα δεῖξαι τὰ ἀγάλματα τῆς ψυχῆς, ἀλλ’ ὅμως οἷς ἠδυνήθη δεῖξαι δέδωκε τοῖς ἀνθρώποις εἰκά- ζειν περὶ τῶν οὐ φανέντων.
ἐχαρίζετο δὲ ἡμῖν οὐ μᾶλλον διὰ τῶν ἐπῶν ἢ τῶν ἐπαίνων οἷς ἐχρῆτο κατὰ σοῦ λέγων τὸν μὲν βασιλέα τιμᾶν σε πᾶσιν οἷς εἶχεν, εὑρῆσθαι δὲ οὐδὲν οὐδέπω τῆς σῆς ἀξίας ἐγγύς.
ἐμοῦ δὲ αὐτῷ παραινοῦντος μὴ διωθεῖσθαι τὰς διδομένας ἀρχὰς ὡς ἐνὸν ἄρχειν τε ὁμοῦ καὶ ᾄδειν, ἀλλ᾿ ἐγώ φησιν εἶμι δώσων ἐμαυτὸν Θεμι- στίῳ μαθητὴν κάλλιον ἡγούμενος τοῦ πολλῶν ἄρ- χειν.
Φήσαντος μου τῷ φιλοσόφῳ γράψειν, τῷ δὲ ἰατρῷ φησιν οὐ γράψεις; Ἀνδρόνικος καὶ προσέθηκεν, ὥς με φι- λοίης, πρὸς εἰδότα ἀκριβῶς τὸ φίλτρον ὥσπερ γὰρ οἱ γονεῖς τοὺς παῖδας φιλοῦσιν, ὅτι ἐγέννησαν, οὕτω καὶ οἱ σώσαν- τες τοὺς σεσωσμένους ὅτι ἴσωσαν
σοῦ δὲ μνήμη πὰρ ἡμῖν, ἕωσπερ ἄρρωστοι παρ’ ἡμὶν· μὴ εἶναι μὲν γὰρ ἐν τοσαύτῃ πόλει καὶ τοὺς ἀρρωστοῦντας οὐκ ἔνι, τῶν δὲ ἰατρῶν εἰσιόντων καὶ τὸ σὸν ὄνομα καθ’ ἑκάτερον εἰσέρχεται βοηθεῖν τε ἐκείνων ἀρκούντων καὶ μή. λέγεται γὰρ τὸ μὲν ὡς θᾶττον ἂν ἐπράχθη σοῦ γε ἁπτομένου τὸ δ’ ὡς οὐκ ἂν συνέβη σοῦ γε ἐπιμελουμένου.
νῦν δὲ δὴ καὶ πολὺ τοῦτο ἦν τοῦ θείου μοι πυρετὸν μὲν ἰσχυρὸν διαφυγόντος, τὸ χρῆ- σθαι δὲ τῷ σώματι μὴ δυναμένου κομίσασθαι.
ἐγὼ δὲ οἷς με πολλάκις ἀνέστησας ἐπιστάμενος ἤδη τοῖς παρ’ ἡμῖν ἰα- τροῖς ἐρίζω.
Οὐ γράφω πολλάκις ὑμῖν· τί γὰρ ἂν καὶ γράφειν ἔχοιμι; τὰ νεώτερα τῶν ἐμῶν κακῶν; ἀλλ’ ἐάν τὰ ὑμέτερα φέρητε, κέρδος. ἀλλ’ ὡς χρὴ καρτερεῖν; οὐκ ἔμοιγε τοσοῦτος ὑπάρχει λόγος. ἀλλ’ ὡς χρὴ παρ’ ἡμᾶς ἐλθεῖν; οὐκ ἔστι πεῖσαι κα- λοῦντα.
κρεῖττον οὖν τοῦ γράφειν τοῖς ὧδε ἔχουσι τὸ μὴ γράφειν.
Τὸ μὲν τοὺς σοφιστὰς διασύρειν εἰωθός σοι καὶ πα- λαιόν, ἔδει δὲ καὶ τὴν Πυθίαν τοῦτο παθεῖν. ὅπως σοι τὰ πρέποντα τῷ νέῳ πράττηται σχήματι. λέγουσιν οὖν σοι καὶ οἱ σοφισταὶ ἡ Πυθία· μὴ παύσαιο διασύρων ἃ τι- μᾶν ἄξιον.
ἐγὼ δὲ φιλεῖσθαι μὲν ὑπὸ σοῦ πιστεύων καὶ ἐπέστελλον καὶ ἐπήγγελλον εὖ παθεῖν οὐδὲν αἰτῶν ὑπεραῖρόν σου τὴν δύναμιν, ἀλλ’ οἷα πολλὰ καθημέραν ἔσπειρες ἀξίοις τε ὁμοίως καὶ μὴ τοιούτοις· ἐπεὶ δὲ ἀντὶ τοῦ συμπρᾶξαι γράμμα ἡμῖν ἔπεμψας παιδιᾶς γέμον, καιρὸν ἥκειν ἡγησάμην τοῦ μήτε ὑπὲρ χάριτος μήτ’ ἄλλως ἐπιστέλλειν.
καὶ διαφυ- γόντος μὲν τὴν νόσον ἥσθην οὐχ ἧττον αὐτοῦ τοῦ διαπεφευ- γότος, ἐξῆν δέ που καὶ ἄνευ τοῦ γράφειν ἥδεσθαι, καὶ οὐχ ὅστις οὐκ ἔγραφεν, οὗτος οὐδὲ ἥδετο, ἀλλ’ ὥσπερ ἐν τοῖς γεγραφόσιν ὅτι ἥσθησαν ἦν ἴσως εὑρεῖν τὸν οὐχ ἡσθέντα, οὕτως ἐνῆν καὶ μετὰ σιγῆς ἡσθῆναι.
σὺ δὲ ἐδέου κόλακος, ἀλλ’ οὐχ ἡδομένου διὰ φιλίαν. ἀγνοεῖν δὲ λέγων ᾧ τοῦ γρά- φειν ἐπαυσάμην, ὕβρει δευτέρᾳ τὴν προτέραν παρέρχῃ τότε μὲν οὐκ ἄξιοι ἡγησάμενος φροντίδος, νὺν δὲ οὐδ’ ὅτι μου κατημέλησας εἰδώς.
καὶ πρᾶγμα πέπονθας οὐκ ἀλλότριον τῆς ἐξουσίας οἱ γὰρ ἐπὶ λαμπρᾶς τῆς τύχης ὑμεῖς οὐδὲ ἀδι- κεῖν οὓς ἀδικεῖτε ἡγεῖσθε νομίζοντες προσήκειν ὑμῖν μὲν ὑβρίζειν, ἐκείνοις δὲ πανταχοῦ προσκυνεῖν.
ὁρᾷς, ὅτι κρεῖτι- τον ἦν σοι μὴ κινεῖν τὸν ἀνάγυρον; νῦν δὲ ἐπιθυμήσας μοι λῦσαι τὴν σιωπὴν ἐπὶ σαυτὸν ἔλυσας καὶ ῥεχθὲν ἔγνως καὶ ταῦτα οὐκ ὢν νήπιος, ἀλλ’ οὐδὲ Ὀδυσσέως λειπόμενος ἐν δό- λοις.
Ὀπτάτῳ δὲ πέμψας μὲν χρυσίον ἐπαινῇ παρ’ ἡμῶν, ὅτι δὲ αὐτὸ ἐλπίζων τῷ χρυσίῳ ποιήσειν ῥητορικὸν ἑκατὸν στατῆρας ἔπεμψας ἐξὸν χιλίους, οὐκ ἐπαινῇ· εἰ γὰρ οὓς ἔπεμ- ψας οὐ μικρὸν δύνανται, μᾶλλον ἂν ὠφέλεις ἀπὸ πλειόνων. ἀλλὰ καὶ τοῦτο τὸ μικρὸν παρ’ ἡμῖν τε μέγα κεῖται καὶ ἡ δα- πάνη κατὰ λόγον χωρεῖ
Σὺ μὲν παρεκάλεις με πρὸς παρρησίαν ὡς πᾶν οἴσων 10 ὅ τι ἂν ἐξ ἐμοῦ λέγηται, Αἰσχύλος δὲ ἀποτρέπει λέγων μὴ δεῖν τοὺς ἥττους θρασυστομεῖν. ἀλλὰ καὶ Εὐριπίδης φησίν, ὡς οἱ μεγάλα πνέοντες, περὶ ὑμῶν δή που λέγων, πικρῶς φέρουσι λόγους παρ’ ἐλαττόνων κρείσσονας. ὅμως δέ, ἐπειδὴ τῶν ἀμοιβαίων ἐπιθυμεῖς, σοί τε χαριοῦμαι καὶ τοῖν ποιη- ταῖν τοῖς μὲν οὐ πάντα εἰπών, σοὶ δὲ οὐ πάντα κρύψας.
πρῶτον μὲν οὖν περὶ τοῦ μέτρου τῶν γραμμάτων ἐκεῖνο λέγω, ὅτι σὺ μὲν τῶν ἐμῶν τὴν βραχύτητα δυσχεραίνεις, ἐγὼ δὲ τῶν ἰσῶν τὸ μῆκος. τὸ μὲν οὖν ἐμὸν ἡ Σπάρτη παραμυ- θεῖται, καὶ σὺ προσείρηκας Λακωνικὴν τὴν ἐπιστολήν, τῆς δὲ σῆς φλυαρίας εἰπὲ τοὺς ἡγεμόνας· ἀλλ’ οὐκ ἂν ἔχοις πλὴν εἰ τὸν ἀκριτόμυθον τὸν ἐπὶ τῆς ἐκκλησίας τῶν Ἀχαιῶν κλάοντα.
τὴν δὲ ἀρχήν σοι λήγειν καὶ πάνυ πείθομαι. φαίνῃ γὰρ ὑπὸ μὲν τοῦ λυπεῖσθαι παραπαίειν, ὑπὸ δὲ τοῦ παραφρονεῖν τοιαῦτα γράφειν. ἕως δὲ οὐ προσεδόκησας τῆς ἀρχῆς τὸ τέλος, ἐσωφρόνεις. ταυτὶ δὲ ἔγραφες ὄντως ἀγρυπνῶν οὐ γὰρ ἦν καθεύδειν ὑπὲρ τῆς ἐξουσίας τρέμοντα.
Ἰουλια- νὸς δὲ τῶν μὲν πρώτων παρ’ ἡμῖν οὐκ ἦν, ἐγένετο δ’ ἂν τῶν πρώτων, εἰ μὴ τὸ μὲν πρῶτον ἐν ὀρχουμένῃ πόλει διή- γαγεν, ἔπειτα παρ’ ἡμῶν ὡς τάχιστα ἀπεπήδησεν, ἐπειδὴ οὐ κακός γε ἐπεφύκει πρὸς λόγους, ἴσως δὲ καὶ αὐτῶν ὧν ἀφῖκτο φέρων ἀπέβαλε τοὺς πλείους, ὡς συνεγένετό σοι. ἐσθλῶν μὲν γὰρ ἀπ’ ἐσθλά, τὸ δὲ ἐχόμενον ἀφίημι σὴν χάριν
δοκεῖ δέ μοι κἀκείνῃ παροξυνθῆναι γενέσθαι στρατιώτης· ἐώρα τὸν ὕπατον τὸν ἀεροβατοῦντα καὶ μέγα φθεγγόμενον καὶ περιφρονοῦντα τοὺς θεοὺς τοῖς μὲν ἄλλοις ἐπικείμενον, ὑποπεπτωκότα δὲ ἀνθρώποις, ὧν ἀνδράποδα κέκτηται βελτίω.
ἠράσθη οὖν ἰσχύος, ἣν εὗρε σὲ θεραπεύοντα. μὴ οὖν θαυ- μάσῃς, εἰ σοῦ μένοντος ἐν τῷ δι’ ἐκείνους δύνασθαι ζηλώσει τὸν Ἰουλιανὸν Ὁπτάτος.
Χάριν αἰτῶ σε ἐπιθυμοῦντα δοῦναι· ὑμῖν μὲν γὰρ τοῖς νεανίσκοις ὅταν ἀρχαὶ παραδοθῶσιν, ὅτι τοῖς πρεσβυτέροις ἡμῖν ἔχετό χαρίζεσθαι, χαίρετε καὶ τοῖς τε διδασκάλοις ἡδονήν τινα φέρει τὸ δεῖσθαι μαθητῶν τοῖς τε μαθηταῖς τὸ τοῖς διδασκάλοις δύνασθαί τι ποιεῖν κατὰ νοῦν.
ἐμοὶ μὲν οὖν ἐπιτάττει Κλεόβουλος ὁ παιδευτὴς ἃ παρὰ σοὶ δύναμαι, ἐγὼ δὲ αἰτῶ παρὰ σοῦ ταῦτα ἃ διὰ τὴν ἀρχὴν δύνασαι. Ἀντίφι- λος ἐν πρώτοις τέ ἐστι τῶν σοὶ διακονούντων καὶ Κλεοβούλῳ συγγενής. τοῦτον συνέστησε μέν μοι προλαβὼν ὁ τρόπος· οὐ γὰρ οἶδε κερδαίνειν ἀπὸ τοῦ τολμᾶν ἃ μὴ δεῖ. ταυτὶ γὰρ ὁ Κλεόβουλος μαρτυρεῖ. συνίστημι δὲ καὶ ἐγὼ τούτῳ πειθόμε- νος.
ἔστι δὲ ἡ χάρις ἡμέρως σε βλέπειν εἰς αὐτόν· ᾧ πρὸς πλεονεξίαν μὲν οὐ χρήσεται, πρὸς δὲ τὸ θαρρούντως ὑπὲρ τῶν ἐπειγόντων διδάσκειν καὶ μετ’ εὐθυμίας ὅ τι ἂν κελεύῃς ὑπουργεῖν.
Εἰ μὲν οἷός τ’ ἦν κοινωνῆσαι Σαβίνῳ τῆς ὁδοῦ, παρὼν ἄν σοι διελεγόμην ἀντὶ τοῦ γράφειν, οὕτω πολλή μοι σπουδὴ τὸν ἄνδρα ἐξαρπάσαι τῆς ζάλης· ἐπεὶ δὲ πολλαχόθεν ἠνάγ- κασμαι μένειν, οὐ παρῆκα τὸν δεύτερον πλοῦν, ἀλλ’ ἐπιστέλλω.
καὶ βουλοίμην ἄν σε τοῦ τε δικαίου καὶ ἡμῶν χάριν ἀν- τισχεῖν πρὸς τὴν τοῦ καιροῦ δυσκολίαν καὶ διδάξαι τοὺς ἀν- θρώπους, ὡς οὐκ ἐπ’ αὐτοῖς ἐστι τοὺς ἄρχοντας, ὅταν λήξωσι τῆς ἀρχῆς, σπαράττειν.
ἐγὼ μὲν οὖν ὡμολόγηκα πρὸς ἐκεῖ- νον, ὡς παντὸς ἂν παρὰ σοῦ τύχοι, σὺ δ’ ἂν εἴης κύριος ἡ ἀλαζόνα με δεῖξαι τῇ ὑποσχέσει ἢ μή.
Τῶν μάλιστα φίλων ἡμῖν Μακεδόνιός ἐστιν οὐκ ὀλίγον συμβεβιωκὼς χρόνον. κτήσαιτο δ’ ἄν τινα φίλον εὐθύς τε συμβαλὼν καὶ μικρὰ διαλεχθείς· οὕτω πολλὴν ἐπὶ τῶν τρό- πων ἔχει τὴν ἴυγγα.
εἰ μὲν οὖν δικασόμενος ᾔει παρὰ σοί, πάν., ἂν ἦν ἀνόητος, εἴ σοι γράφειν ἐτόλμων, ὡς οὐδὲν γράμμα φίλου κατὰ τῶν νόμων τιμήσεις· ἐπεὶ δὲ τοῦ γνωρί- ζεσθαι μόνον ἐπιθυμεῖ, θαρρῶν αἰτῶ τὴν χάριν. ὥσπερ γὰρ οὐ πάντα οἶσθα χαρίζεσθαι, οὕτως οὐ πανταχοῦ τὸ χαρίζεσθαι φευγεις.
ἕως ἂν ἡ σὴ περὶ ἡμᾶς εὔνοια λαμβάνῃ προσθήκην, καὶ ἡμὶν ἡ τοῦ γράφειν σοι περὶ τῶν φίλων ἀνάγκη. Μακε- δόνιος δὲ οὑτοσὶ καὶ δι’ ἐπιείκειαν καἰ σωφροσύνην καὶ βε- βαιότητα τρόπων πάλαι θαυμάζεται παρ’ ἡμῖν, ‘ὲν δὲ αὐτὸν μέμφομαι μόνον, ὅτι δὴ σκιρτήσας έν Μουσῶν κήποις ἐξη- 10 νέχθη πρὸς βίον ἐν ᾧπέρ ἐστι νῦν. εἰ γὰρ πλουτεῖν ἐντεῦθεν ἔστιν, ἀλλ’ ἐκεῖθέν γ’ εὐδοκιμεῖν.
τῷ δὲ ἐλπίδες μέν εἰσι χρημάτων, χρήματα δέ οὔπω, γένοιτο δ’ ἂν σοῦ βουλομένου. δίκαιον δὲ μήτοι τὸν ἄνδρα περιιδεῖν καὶ τοῦ βήματος ἐκπε- σόντα καὶ δι’ ἃ τοῦ βήματος ὑπερεῖδεν.
Οὐκ ἄρα διὰ σπουδῆς μόνον πληροῖς τὸ βουλευτήριον βουλευτῶν, ἀλλ’ ἤδη καὶ εὕδοντι κύρτος. Κέλσος γὰρ ὁ τῶν μὲν παρ’ ἡμῖν ἄριστος, τῶν δὲ ἐκεῖ μετὰ σὲ τοῦτο ἀκοῦσαι πρέπων, αὐτόματος ἐπ’ ἀγαθῶν συνέδριον ἀγαθός.
Μοι πάντα ἡμῖν κεκίνηται τοῦ τὸν ἄνδρα τῶν παρ’ ἡμῖν προστῆ- ναι πραγμάτων. ὁ δὲ ἔφασκε χώραν διώκειν ἣν ἐπῄνεσε Θε- μίστιος. καὶ τὸ σόφισμα οὐκ ἀγνοῶ.
οἱ μὲν γὰρ ἄλλοι Βόσπορον ἰχθυόεντα ποθοῦντες ἐκεῖσε τρέχουσι, τῷ δὲ τῆς μὲν ἀρχῆς οὐ μέλει, νομίζει δέ, εἰ πολίτης ὑμέτερος νοιτο, μετὰ σοῦ βιώσεσθαι. τοῦτο δέ ἐστιν ἐν βιῶναι, ἧς οὐκ ὀλίγον ἐν Σικυωνίᾳ μετασχὼν μάλιστα προσ- δοκᾷ μετασχήσειν παρὰ σοί
ἐμοὶ μὲν οὖν ἕξει τοὐμὸν ἐπι- χεῖρον χεῖρον τοῦ παραβοηθοῦντος ἀπόντος, καὶ πρὸς ὃν ἐκφέρων τὰ λυποῦντα ῥᾴων ἐγιγνόμην, τοῦτον ἐγγὺς οὐκ ἔχων ἀνιάσομαι, γιγνέσθω δὲ ἀγαθόν τι Κέλσῳ καὶ τἀμὰ ὅπῃ βούλεται χωρείτω. πάντως ἐκ τῶν τοῦδε παραμυθία τοῖς ἐμοῖς
νῦν μὲν οὖν αὐτὸν ἥ τε μήτηρ καὶ ἐγὼ καὶ πολλοὶ κατέχομεν ὡς ἐνὸν πρὸ τοῦ χειμῶνος ἡμῖν τε χαρίσασθαι καὶ παρ’ ὑμᾶς ἐλθεῖν, ἔφθη δὲ αὐτὸν ἡ περὶ αὐτοῦ δέλτος, ἐφ’ ᾗ τὰ εἰωθότα πράξεις παρατηρῶν, ὅπως μέτριον ἔσται τὸ ἀνάλωμα. ἐδόκει γὰρ ἡμῖν εἶναι χαριέστερον ἤδη πολίτην αὐ- τὸν γεγενημένον ἢ γενησόμενον ἰέναι.
Σιλβανὸς ὁ μαθητής σου τοῖς συνηγόροις ἐγγέγραπται μάλα ἡμέρως αὐτὸν προσεμένου Μοδέστου. τὴν μὲν οὖν τῶν νόμων ἐπιστήμην, ὅταν ἀγωνίζηται, δείξει, τὴν δὲ τῶν τρό- πων ἀρετὴν πάλαι δεδήλωκεν ἡμῖν. καί μοι δοκεῖ καὶ κατὰ τοῦτο μαθητής σου γεγονέναι τῶν σῶν οὐκ ὀλίγον μεταλαβὼν τρόπων, δι’ οὓς ἐπαινῇ πλέον ἢ τοὺς νόμους.
φιλῶν δὲ σέ, ὥσπερ εἰκὸς διδάσκαλον, ἐμὲ φιλεῖ διότι σοι ταύτῃ χαρι- ζόμενος οἶδεν.
Ἔλαβόν σου καὶ τὴν προτέραν ἐπιστολήν, οὐδ’ ἂν εἰκά- σαις, ὅπως ἡδέως. ἦν δὲ ἥδιστον αὐτῆς, ὅτι ἀκούσας, ὡς γράψοιμί σοι, τὰ γράμματα δὲ ἔχων οὔπω τοῦτο ἐποίησας, 15 ὅπερ ἦν εἰκὸς τὸν ἔχοντα.
ὁ μέντοι δοὺς ἐμοὶ τὰ παρὰ σοῦ δοὺς ἐπ’ ἀγορᾶς καὶ φήσας αὐτίκα ἥξειν εἰς τὸ βουλευτήριον, οὗ διατρίβω—τὸ γὰρ τῆς Τύχης ἱερόν, ὦ καλὲ Λεόντιε, μετὰ τῆς ἄλλης αἴγλης καὶ τῶν ποιμνίων ἅ ποτε ἔτρεφεν ἐστέρηται καὶ ἔστιν ἡμῖν ἀφορμὴ δακρύων, ὁπότε παρίοιμεν — εἰπὼν οὖν ἐκεῖνος, ὡς ἥξει, καί τινα προθυμίαν ἐνδειξάμενος ὥσπερ ἁρπασθεὶς ὑπ’ ἀνέμων οὐκ ἴτ’ ἐνέτυχέ μοι.
κἀγὼ ᾤμην αὐτὸν ἄκοντα ἀπενηνέχθαι, ὁ δ’ ἄρα ἐνταῦθα ὢν ἀπεδί- δρασκε. τὸ γὰρ ὡς ἐνταῦθά ἐστιν ἤκουσα παρὰ τοῦ τὰ δεύ- τερα δόντος. καὶ ἴσως συνεγένετο συμμορίᾳ κολάκων, οἷς τὸ μὴ παρ’ ἐμοῦ γράμματα λαβεῖν κεχάρισται. εἰ δὲ ἐκείνοις ἐν- τετυχήκει πρότερον ἢ ἐμοί, πάντως ἂν αὐτοῖς ἐχαρίζετο καὶ τὸ μὴ τὰ σὰ δοῦναι.
ἐθαύμασα δέ, ὅπως οὐδ’ οἷς νῦν ἔγραψας ἔδειΞας, ὡς κομίσαιό μου τὴν ἐπιστολήν. καὶ παν- ταχῆ τὸ πρᾶγμα στρέφων οὐκ ἔχω τὴν αἰτίαν εὑρεῖν. τὸ μὲν γὰρ ἐλθεῖν ὡς ὁμᾶς Εὐμάθιον δηλοῦται τοῖς παρ’ Ἰφικράτους δεῦρ’ ἐλθοῦσι γράμμασιν, ἥκοντα δὲ παρ’ ὑμᾶς οἶμαι μὴ δοῦναι λόγον οὐκ ἔχειν, ὑπὲρ οὗ πολλοὺς καὶ καλοὺς διῆλθε λόγους καὶ πρὸς ὃν δεῖν ἐπιστέλλειν οὐκ ἀνῆκε λέγων, ὥστ ἐγὼ μὲν πολλάκις ἠρόμην ὃν ἦγε νέον εἰ τέθνηκεν ὁ παιδα- γωγός, οὐ γὰρ ἂν ἐδόκει μοι ζῶν τοῦτο ἁμαρτεῖν, τοῦ δὲ λἐ- γοντος, ὡς περίεστιν, ἀπορῶν οὐ πέπαυμαι.
φράσον οὖν, εἴτ’ ἔλαβες εἴτε μή· τῷ μὲν γὰρ ἡσθήσομαι, τὸ δ’ ἀντίγραφά σοι τῶν πρώτων ποιήσει πέμπειν.
Ἄσμενος ἐδεξάμην σου τοὺς υἱεῖς. τί δὲ οὐκ ἔμελλον οὓς καὶ ἐμαυτοῦ νομίζω; περὶ δὲ τῆς προτέρας βουλῆς ἄμει- νον σιγᾶν ἢ ζητοῦντα ἀπολογήσασθαι μηδὲν ἔχειν ἰσχυρὸν εἰπεῖν. καὶ γὰρ εἰ δεινότατος σύ γε σοφιστῶν, ἀλλὰ τά γε τρὶς τέτταρα δώδεκα, κἂν Φιλάγριος ἄλλο τι περὶ αὐτῶν ἐπι- χειρῇ λέγειν.
ὃ μέντοι παθὼν οἶδα διὰ τὸ σὸν βούλευμα, φράσω καὶ οὐκ ἀποκρύψομαι πρὸς φίλον. ἐγὼ νέους φεύγον- τας οὐδεπώποτε ἐδίωξα, οὐδὲ γὰρ τὰς κρήνας ἑώρων χωρού- σὰς παρὰ τοὺς χρῄζοντας πιεῖν, ἀλλ’ ᾤμην δεῖν τοῖς μὲν προσιοῦσιν εὔνοιαν ὀφείλεσθαι, τοῖς δ’ ὑπερορῶσι τοῦτ’ αὐτὸ ὑπερορᾶσθαι.
καὶ δὴ καὶ διὰ τοῦτο δόξα μοι γέγονεν, ὡς εἵην σεμνότερος, ὅτι μηδὲν ὑπέμενον ταπεινόν. τῶν μέντοι παίδων ὡς ἕτερον τραπομένων τῶν σῶν δηχθῆναί τε ὁμολογῶ καὶ βουληθῆναι ταύτην κινηθῆναι τὴν ψῆφον, καίτοι πλείους ἦσαν οἱ τῆς σῆς ἐπιλαμβανόμενοι γνώμης ἢ οἱ τῆς ἐμῆς ἀμα- θίας τοῦτο ποιούμενοι σημεῖον.
νῦν οὖν ἐπειδὴ σαυτῷ διελέχθης, ὡς ἄρα οὐκ ἄμεινον ἐμμένειν τοῖς δεδογμένοις, μηδὲν οἴου δεῖσθαι πρὸς ἡμᾶς παρακλήσεως, εἰ μὴ πρὸς σαυτὸν ὑπὲρ αὐτῶν. ἄνευ γὰρ τῶν ἄλλων αὐταὶ τῶν νέων αἱ μορφαὶ τῆς τοῦ πατρὸς ἀναμιμνήσκουσαι ποιοῦσιν ἐνεργόν.
καὶ μὴν καὶ Εὐτύχιος σοὶ μὲν φίλος, κηδεστὴς δὲ ἡμέτε- ρος, ᾧ μὴ χαριζόμενος ἀδικοίην ἄν. οὗτος ἄγων παρ’ ἐμὲ παῖδάς τε τοὺς σοὺς καὶ τὸν ἀδελφὸν τὸν αὑτοῦ οὐ ἔδειξεν ἐκεῖνον φιλῶν ἢ τούτους.
διὸ δὴ καὶ τοῦ θέρους ὁ νόμος ἐπὶ τούτων λέλυται μόνων, ὅπως ἐκεῖνός τε εὐφραί- νοιτο καί σοί τι τῶν δεόντων γίγνοιτο.
Ἴδου σοι καὶ Ζωίλος ἥκει τὰ πλείστου μὲν ἄξια τῷ δε- 5 σπότῃ διακονῶν, τῇ δὲ ἀνάγκῃ τῶν περιεστηκότων ἀποστα- λείς. τῆς γὰρ ἐνταῦθα θεραπείας ἐδόκει δεῖν ἀφελεῖν ἐπὶ τῷ τἀκεῖ καταστήσασθαι.
καίτοι φοβοῦμαι μὲν μὴ καθάπερ τὰ πολλὰ παρ’ ἡμῶν γράμματα καὶ Ζωίλος ᾖ μάτην ἀφιγμέ- νος, οὕτως ἡμᾶς ἀπέρριψας· ἀλλ’, ἐπειδὴ γένοιτ’ ἂν ἀκρι- βεστἐρα βάσανος τῆς σῆς γνώμης ἡ παρουσία τοῦ παιδός, ἥκει μαθησόμενος, εἰ Κλέαρχος ὁ καλὸς μεταβέβληται καὶ γέγονεν ἡμῖν Ῥηγῖνος ὁ Διομήδης.
Πρὸς θεῶν καὶ φιλοσοφίας. νεῖμόν τι βοηθείας τῷ δι- δασκάλῳ Κλεοβούλῳ· δίκαιά τε γὰρ δεῖται καὶ σοὶ μετὰ τῶν δικαίων ἔθος ἑστάναι. καὶ ἅμα δεῖ νεῦσαι καὶ τοὺς νῦν ὑβρίζοντας ὄψεταί τις μετρίους.
ἐστὸν μὲν οὖν Ἀλέξανδρός τε καὶ Σευῆρος ἀτεχνῶς Κρωβύλου ζεῦγος καὶ πρότερόν φασι τοῦ ἐμπνεῖν ἢ τοῦ κακουργεῖν παύσεσθαι, γνόντες δέ, ὡς οὐκ ἐπιτρέψει Θεμίστιος, εἰ καὶ μὴ ἑκόντες, ἀλλ’ ἄκοντες ἴσως ἔσονται βελτίους.
Ζωίλος δὲ ἀπέσταλται διδάξων τε, εἴ του δέοιο καὶ ὑπομνήσων, εἴ σε τὸ πλειόνων κήδεσθαι τῆς περὶ ταῦτα προνοίας ἀπάγοι.
ταῦτα ἔγραφον ἀσθενοῦντος Κλεο- βούλου, νοσεῖ δὲ ἀθυμῶν, ὅτι αὐτοῦ καταθέουσι δύο καν- θάρω. ἢν οὖν τι ταχέως πραχθῇ, τοῦτόν τε εἰκὸς ἀνοίσειν καὶ σοὶ δόξαν ἔσεσθαι τὴν τοῦ σεσωκέναι φίλον.
Οὐκ ἀνέξομαι τῆς εἰκόνος· οὐ γὰρ ἔοικε τοῖς σοῖς. μέ- μνησαι μὲν γὰρ μικρὰ δή τινα κεκτημένων καὶ διαμηχανωμέ- νων, ὅπως ἐλάττω δόντες πλείω λάβοιεν παρὰ τῶν πλουσίων· ἔστι δὲ σοὶ ῥεύματα ἐπιστολῶν οὐκ ἐλάττω γε ἤπερ ἡμῖν, οἷς εἶναι πλείω λέγεις.
μὴ τοίνυν ἴσην κεκτημένος οὐσίαν εἰς τοὺς πένητας γράφε σαυτόν, ἀλλ᾿ ἐὰν ὁπόσα πέμπεις λαμβά- νῃς, μηδὲν ἀδικεῖσθαι νόμιζε.
Ἀλλ᾿ οὐδὲ ἡ Ἑλένη τοῦ Τηλεμάχου τὸν πατέρα εὑροῦσα τῇ τοῦ Τηλεμάχου μορφῇ οὐδέ γε ὁ Μενέλεως ὁμολογήσας τῇ γυναικὶ καὶ εἰπὼν περί τε τῶν χειρῶν καὶ ποδῶν καὶ ὀφθαλμῶν καὶ τῶν ἄλλων ἃ δὴ καὶ λέγει, οὔτε αὐτὸν ὑβρίζει τὸν νεανίσκον οὔτε τὸν ἐκείνου πατέρα, ἀλλά μοι δοκεῖ μὴ ἂν ἧττον ἡσθῆναι ταῦτα ἀκούσας Ὀδυσσεὺς ἢ ὅτι Τροίης ἱερὸν πτολίεθρον ἔπερσεν. οἶσθα δέ που καὶ ἄλλον εὐδαιμονίας μέρος ἡγούμενον τὸ ἐοικέναι τέκνα γονεῦσι.
πρὸς τί δὴ βλέπων ἐπελάβου τοῦ περὶ ῥινὸς λόγου; ἐγὼ μὲν γάρ, ὅπως σε εὐφραίνοιμι, τοῦτο ἔγραφον, ἔοικα δέ τις εἶναι σκαιὸς καὶ ἀμαθής.
ὅρα οὖν, εἰ σοι καλῶς ἕξει δια- βῆναί τι ταυτησὶ τῆς ἀπαιδευσίας εἰς τὸν σὸν υἱόν· ὡς ἐγὼ μὲν ὧν κέκτημαι μεταδοῦναι πρόθυμος, εἰ δὲ τῷ λαμβάνοντι τὸ λαβεῖν οὐ βλάβος, Κρατῖνος ὁ καλὸς σκοπείτω.
Τὴν δευτέραν οὑτοσί μοι δοὺς ἐπιστολὴν ᾤχετο ἐπὶ Φοι- νίκης. νῦν γὰρ ἐπανήκοντος ἔγνων, τότε δὲ ἐθαύμαζον οὐ προσιόντος. ζητοῦντι δὲ γράμματα πάλαι ἔφην ἐπεσταλκέναι, τῷ δὲ οὐ δώσειν. ἀρκεῖν γὰρ αὐτῷ τῆς Φοινίκης ἀπολελαυ- κεναὶ.
προσκειμένου δὲ καὶ δεομένου μὴ τοιαύτην δίκην ὑποσχεῖν ἔδωκα τὴν ἐπιστολὴν βέλτιστον ἡγησάμενος τῇ τοῦ μὴ λαμβάνειν λύπῃ.
Ὅτι σοι μὴ οἷός τε ἐγενόμην ἐνταῦθα συμμίξας γενἐ- σθαι γνώριμος, ἐγκαλῶ τῇ διὰ τοὺς νέους ἀσχολίᾳ. καὶ σοὶ δέ που τάχ’ ἴσως ἦν οὐκ ἀηδὲς ἰδεῖν τέ με καὶ διαλεχθῆναι πρὶν ἢ τῆς ἀρχῆς ἅψασθαι, διεκώλυσε δέ, οἶμαι, τὸ πλῆθος τῶν φροντίδων, ἃς ὑπὸ τῆς ἀρχῆς πρὶν ἐπιβῆναι τῶν πόλεων περὶ τὸν ὕπαρχον εἶχες.
ἔχει οὖν λόγον ἀλγοῦντας τῷ μὴ συγγεγονέναι χρῆσθαι τῷ δευτέρῳ <πλῷ> καὶ τοῦ ἁμαρτόντας ἐπὶ τὰς κώπας χωρεῖν καὶ ἐπιστέλλειν.
οὕτω δέ σε ἐλπίζω φίλον ἕξειν καὶ τοῖς τε ἐμοῖς ἡσθήσεσθαι γράμ- μασιν αὐτόν τε εὐθὺς ταῦτα μιμήσεσθαι, ὥστε ὡς ἂν πάλαι συνήθης ἐν τοῖς πρώτοις γράμμασι καὶ χάριν αἰτεῖν οὐκ ὀκνῶ· ἃ γὰρ πρὸς παρόντα οὐκ ἂν ᾐσχυνόμην λέγειν, ἀδι- κοίην <ἂν> μὴ γράφων.
Πελάγιος ὅτι μὲν γένους τε καὶ τῆς ἄλλης λαμπρότητος εἰς τὰ πρῶτα τελεῖ τῶν περὶ τὸν Εὐφράτην, κἂν αὐτὸν οἶμαι τὸν Εὐφράτην εἰπεῖν λαβόντα φωνήν, ἐμοὶ δὲ συνεφοίτησε καὶ ἐχαίρομεν ἀλλήλοις. ἐπῃνεῖτο δὲ μᾶλλον ὁ τοῦδε τρόπος, οὐ γὰρ ἀρνήσομαι νομίζων καὶ τοῦτο ἐμαυτοῦ καλόν, εἰ τῷ τοιούτῳ τὴν φύσιν χαίρων ἐφαι- νόμην.
καὶ δῆτα αὐτῷ συνηυξήθη τὸ τῆς ἐπιεικείας, ἣν οὐχ ἧττον Σύρων ἐγνώκασι πάντες δι’ ὅσων ἦλθεν, ἦλθε δὲ διὰ πλείστων, ἡνίκα ἐπρέσβευσε καὶ κατεσκεύασε τοῖς αὑτοῦ τρόποις δόξαν τὴν ἀμείνω τῷ γένει. ὥστε μοι πάντως ἂν ἐν δημοκρατίαις καὶ στεφανωθῆναι δοκεῖ τοῦτο εὖ πεποιηκώς.
τὸ δὲ μέγιστον, ἀγχίνοιαν γὰρ καὶ πρᾳότητα τοσαύτην ἑκα- τέραν ἐπ’ ἄλλου του συνελθοῦσαν οὐκ οἶδα, καίτοι τὸ μὲν ἡσύχιον πῶς οὐκ ὀξὺ λογίσασθαι; τὸ δὲ ὀξύτερον ἐπιεικῶς καὶ ταραχῶδες. ἀλλ’ οὗτός γε ἐκέρασεν ἄμφω καὶ συνοικεῖν ἔπεισεν ἡσυχίαν γνώμης μετ’ εὐβουλίας κεκτημένος, ἐντεῦθεν εὑρεῖν τὸ δέον οὐδενὸς ὕστερος, τῷ δὲ ἑτέρῳ πάντως κράτιστος, λόγου καὶ σιωπῆς καιρόν, εἴπερ τις, ἐπεγνωκώς, ἄρχοντα ἀγα- θὸν μὲν ἐπαινέσαι, τοῦ δὲ οὐ τοιούτου φείσασθαι <εἰδώς>, κτήματα τὰ πατρῷα μὲν διαφυλάττων, τὰ δὲ τῶν πλησίον οὐ περικόπτων.
αὐτὸς ἂν πρὸς ἄλλον εἴποις καὶ ταῦτα καὶ πλείω· τὸν γὰρ ναύτην οἶδέ που ὁ κυβερνήτης καὶ τοὺς χο- ρευτὰς ὁ κορυφαῖος. τοῦτον οὖν τὸν τοιοῦτον χορευτὴν οἶδα ὅτι δι’ ἐπιμελείας ποιήσῃ χάριν τε διδοὺς τοῖς χρηστοῖς, ἅπασι γὰρ τοῦδε μέλει, καὶ διδάσκων τοὺς ἀρχομένους, ὅτι ὅστις ἀρετὴν διώκει, πρότερος παρὰ σοὶ τῶν ἐκείνην οὐκ ἀγαπών- τῶν.
ἐγὼ δὲ ἔργῳ μὲν οὐκ ἀμείψομαί σου τὴν χάριν, οὐ γὰρ ἐν ἔργοις τά γε ἐμά, λέγων δὲ ἃ δεῖ περὶ τῶν σῶν ἔργων οὔποτε παύσομαι. ἐρῶ δέ, ὡς ἀξία γε τῶν τε πόνων ἐκείνων καὶ τῶν λόγων ἡ τύχη ἐκ μὲν μουσείων ἐπὶ τὸ βουλεύειν ἐλθὼν ἐκράτεις καὶ ἐδείκνυς τὸν ῥήτορα, ἐκ δὲ τοῦ βουλεύειν ἐπὶ τὸ ἄρχειν ἥκεις καὶ πάρεδρος ἡ Δίκη.
ἡμεῖς μὲν οὖν σοῦ καὶ μεμνήμεθα καὶ συνευχόμεθα, σὺ δ’ ἡμῖν τοῦ προ- γόνου μεμνῆσθαι τοῦ Μίνω, μᾶλλον δὲ μεμνημένος διατε- λεῖς, ὅθεν ὤρθωται μὲν τὰ καιρῶν, ἡμῖν δὲ ἔστιν εἰπεῖν τι περὶ σοῦ τοιοῦτον ὁποῖον ἐπεθυμοῦμεν.
Σὲ μὲν εἴη τὰ εἰωθότα ποιεῖν ταῦτα δέ ἐστι τε βεβαιοῦν καὶ σώζειν πόλεις καὶ μισεῖν συκοφάντας καὶ 15 βοηθεῖν ἀδικουμένοις· ἡμῖν δέ, ὡς μὲν ὁ κοινὸς λόγος, καὶ τὰ κοινὰ βλάπτεται, εἰ δὲ τοῦτο μεῖζον τοῦ ἀληθοῦς, ἀλλ’ ἐκεῖνό γε οὐ ψεῦδος, ὅτι τήν γε ἡμετέραν οἰκίαν ἀπολώλεκεν ἡ τελευτὴ τοῦ θείου.
τέθνηκεν, ὦ θεοί, τέθνηκεν ὁ πάντα ἄριστος Φασγάνιος, ὃν σὺ μάλιστα ἀνθρώπων ᾐδέσθης καὶ ὑφ’ οὗ μάλιστα ἀνθρώπων ἐθαυμάσθης καὶ περὶ οὗ μάλιστα ἀσθενοῦντος ἐφρόντισας.
ἐγὼ μὲν οὖν εὐξαίμην ἐκείνῳ τὴν αὐτὴν εὐθὺς ἐλθεῖν, ἐπεὶ δὲ τετήρημαι λύπη καὶ δάκρυσιν, εἰς μίαν ὁρῶ παραμυθίαν, σέ τε καὶ τὴν σὴν δύ- ναμιν ὧν νῦν τε ἀπολαύομεν ἀπόντος καὶ δῆλον ὡς μειζόνως, ἡνίκα ἂν ἴλθης, ἀπολαυσόμεθα.
Γλώττῃ μὲν τῇ αὐτῇ, γνώμῃ δὲ οὐ τῇ αὐτῇ τὰς ὑπὲρ τῶν φερόντων σοι πέμπομεν ἐπιστολάς, ἀλλὰ τῶν μὲν τὸν ὄχλον οὐκ ἔχοντες διαφυγεῖν ἐπιστέλλομεν, οΙς ἂν μηδὲν γίγνηται δεξιόν, οὐ φροντίς ὑπὲρ δὲ ὧν παντὶ θυμῷ γράφο- γράφομεν, καὶ προστίθεμεν εὐχὰς τοῖς γράμμασι κἂν ἐκεῖνοι τῆς σῆς ἀπολαύσωσι ῥοπῆς, ἡμέτερον τὸ κέρδος.
ὧν οὑτοσὶ Μίκκαλος, μᾶλλον δὲ πρῶτος τῶν ἐν τούτῳ μοι τεταγμένων. πατέρων τε γὰρ φύντες ἀλλήλοις φίλων ἐκληρονομήσαμεν τοῦδε τοῦ καλοῦ πολλά τε ὑπὲρ ἐμοῦ πεπονηκότος Ὀλυμπίου τοῦ Μίκκαλον τὸν ἀδελφὸν πλέον ἢ παῖδα φιλοῦντος αἰσχρὸν ἦν ἐμὲ μηδ’ ἀπὸ γραμμάτων τι συντελέσαι πρὸς τὴν ὁδὸν οὐχ ὡς οὐκ ἀρκούντων οὔτε τῶν Μικκάλου τρόπων οὔτε τῶν Ὀλυμπίου γραμμάτων ἐγεῖραί σε πρὸς συμμαχίαν.
πολλῶν γὰρ ὄντων ἃ ποιεῖ σοι τὸν παρὰ τῶν σπουδαίων ἔπαινον μάλιστα θαυμάζεται τὸ τοὺς πάλαι συνήθεις πρὸ τῶν τὴν δύναμιν θεραπευόντων ἄγειν. ἀλλ’ ὅμως ταῦτα εἰδὼς κἀ- κεῖνό γε προσειδώς, ὅτι οὐδὲν ὀκνήσεις ἐν οἷς δεῖ Μίκκαλον εὖ παθεῖν, ὅπως ἔλθῃ τι τῆς τῶν πραττομένων αἰτίας εἰς τὰ ἐμὰ γράμματα, συνεφηψάμην τῆς παρακλήσεως.
ἔστι δὲ μέγιστον τῆς χάριτος τὸ περὶ αὐτὴν τάχος, ὑφ’ οἱ καὶ ἡ μι- κρᾶ μείζων ἂν φανείη πολλάκις. μάλιστα μὲν γὰρ ἴδει καὶ οἴκοι καθημένῳ Μικκάλῳ προσελθεῖν τι τῶν τοῖς τοιούτοις πρεπόντων ἐπεὶ δὲ ἴσως βουλόμενος τῶν τιμῶν ἡγεῖσθαι τοὺς πόνους ἐπέταξας ὁδοιπορεῖν, ὅμως ἥκει. σὺ δὲ μὴ μέλλε. οἰήσεται γάρ, εἰ ταχέως ὑποστρέψειε, μηδὲ κεκινῆσθαι.
ἐν- θυμοῦ δὲ πάντα ὁμοῦ, τὴν ἡλικίαν, ὡς ἄγαμος ἔτι, γῆρας μητρὸς καὶ ἐπιθυμίαν, τὴν Ὀλυμπίου γνώμην, ὡς ἀνθ’ ἑαυ- τοῦ τοῦτον εὔξατο κληθῆναι πατέρα.
σύμπραξον οὖν, ὦ γενναῖε πρὸς τὴν διαδοχὴν τοῦ γένους, ὡς ἐμὸν μὲν εὐτρε- πίσαι τὴν νύμφην, σὸν δὲ ἀποπέμψαι λαμπρόν τε ἡμῖν καὶ ὀξέως τὸν νεανίσκον. ἐρῶ γάρ, ὡς ἂν πρέψαι νυμφίῳ, κἂν ἡ κεφαλὴ μὴ συγχωρῇ.
Εἰ ᾔδεσαν οἱ ἄνθρωποι, τίς σὺ πρὸς ἡμᾶς τὴν γνώμην, οὐκ ἄν με ἐκέλευον ὑπὲρ αὑτῶν σοι πέμπειν ἐπιστολάς, ἀλλὰ κἂν εἰ αὐτὸς ἐδεόμην αὐτῶν κομίζειν, ἀντεδέοντ’ ἂν μὴ γρά- φειν ὡς εἰς βλάβην αὐτοῖς τοῦτο ἧξον. νῦν δὲ ἄλλα τε πολλὰ λανθάνει καὶ σὺ τοὐμὸν ἐν οὐδενὶ ποιούμενος.
καὶ ἦν μέν μοι διδάξαντι τὴν ἀλήθειαν Μίκκαλον σιγῆσαι, αἰσχυνθεὶς δὲ πλέον ὑπὲρ σοῦ τοῦ καταφρονοῦντος ἢ ἐμαυτοῦ τοῦ ἀπερ- ριμμένου τὴν ἄγνοιαν τὴν περὶ ταῦτα Μικκάλου μένειν εἰάσα νομίζων ἔσεσθαί οἱ κέρδος τὸν τῆς ἀπάτης χρόνον. οὗτος δέ ἐστιν ὁ τῆς ὁδοῦ· ὡς ἐλθών γε καὶ δοὺς τὴν ἐπιστολὴν εὑρή- σει τὰ ὄντα.
πλὴν ἐκεῖνό γε οἶδα, ὡς, εἰ καὶ δι’ ἡμᾶς οὐ προσέξεις αὐτῷ τὸν νοῦν, ἀπ’ ἄλλης γε ἀνάγκης οὐδὲν ὅ τι οὐκ εἰσοίσεις. λέγω δὲ ἀνάγκην οὐ τὴν ἐπιείκειαν αὐτοῦ καὶ τὸ δεῖν ἢ τιμᾶν τοὺς τοιούτους ἢ κακίας ἐνέχεσθαι δόξῃ, πολλοῖς γὰρ οὐκ ἐν πολλῷ τὸ τοιοῦτο λόγῳ, ἀλλ’ οἶσθα τὸν τοῦδε ἀδελφὸν τὸν δεινὸν μὲν εἰπεῖν, δεινὸν δὲ πρᾶξαι, εἰδότα δὲ καὶ χάριν ἀποδοῦναι καὶ δίκην λαβεῖν.
τούτου τὰς βροντὰς οἶδ’ ὅτι δείσεις, καὶ γαλήνην σαυτῷ παρασκευάζων ἀνθ’ ἁπάντων ἀξιώσεις γενέσθαι Μικκάλῳ.
Νῦν ἔδει πεπληρῶσθαι τὴν σπουδὴν Ὀλυμπίῳ διὰ σοῦ καὶ γράμματα πρὸς μὲν ἡμᾶς ἐκεῖθεν φοιτᾶν μηνύοντα τὸ ἔργον, πρὸς δὲ σὲ παρ’ ἡμῶν ἐπαινοῦντα τὴν προθυμίαν, ἀλλ’, ὁρᾷς, πάλιν ὑπὲρ τῶν αὐτῶν ἐπιστολαί.
πόθεν δὴ τοῦτο; οὔτε γὰρ σύ γε ἀργὸς ἐν φίλων χρείαις οὔτε ἄπεστι τὸ δύνασθαι τήν τε παροιμίαν οὐκ ἂν δεῖσαι φαίης, ἥ φησιν ἀνόητον εἶναι δειλοὺς εὖ ἔρδειν
οὐ γὰρ τούτων γε Ὀλύμ- πιος, ἀλλ’, εἴπερ τις, ἀγαθὸς χάριτός τε ἀπομνημονεῦσαι καἰ τηρῆσαι καιρὸν ἀμοιβῶν καὶ σπεῦσαι λαμπρότερον ἀποδοῦναι. πραττέσθω δὴ νῦν, εἰ καὶ μὴ πρότερον.
δύο δέ σοι τῶν πραγμάτων διδάσκαλοι, γράμματά τε ἐκεῖνα, ἐν οἷς διηγού- μην τίνων τε ἦν καὶ πῶς ἐκτήσασθε τὸν ἄνδρα, διείλεγμαι δὲ καὶ πῶς ἀδικεῖται καὶ τί δεῖ σε κωλῦσαι.
εἰ δὲ μήτε τὴν ἐπιστολὴν ἔτ᾿ ἔχεις μήτε τῶν ἐν αὐτὴ τὴν μνήμην, ἔχεις τὸν ἀδελφὸν Ὀλυμπίου, παρ’ οὗ μαθὼν ἕκαστα τὸ δίκαιον ἰσχυρὸν ποιήσεις.
Οὗτος μὲν δὴ ἄεθλος εἰς καλὸν ἐτελεύτησε τῆς τοῦ κυβερνήτου τέχνης κρείττονος γενομένης τῶν ἀγρίων πνευ- μάτων.
ἄγε δὴ καὶ τὴν Ἀλεξάνδρου πόλιν ὄρθωσον ἡμῖν ἐπειγομένην εἰς ὄλεθρον, ὅπως οἱ μὲν σώζωνται, περὶ σοῦ δὲ ὑπάρχῃ τοῖς δυναμένοις λέγειν ὑψηλὰ λέγειν.
ὡς ἴδει σε δύνασθαι καὶ τοὺς οἰχομένους εἰς φῶς ἄγειν· πάντως γὰρ ἂν ἡμῖν πρῶτον τὸν θεῖον ἀνέστησας.
Οἱ πρώτην αἰτοῦντες χάριν δι’ αὐτὸ τοῦτο λαμβάνειν ἀξιοῦσιν, ὅτι πρώτην αἰτοῦσι, παρακαλοῦντες εἰς συμμαχίαν παροιμίαν δή τινα τὴν περὶ τῆς πρώτης χάριτος.
ἐγὼ δὲ τῷ πολλὰς εἰληφέναι πρόσθεν καὶ νῦν δὴ λαβεῖν ἰσχυρὸν εἶναί μοι νομίζω. ᾧ μὲν γὰρ οὔπω τις ἔδωκε πρότερον, ἂν αἰτοῦντι μὴ δῷ, τὸ μηδ’ ἄξιον εἶναι λαβεῖν ἔστιν εἰπεῖν ὃν δὲ εὖ πεποίηκε πολλάκις, οὐκ ἔστιν ἐν τοῖς ἑξῆς ἀτιμάσαι ἢ τῶν προτέρων ἀνάγκη κατηγορεῖν ὡς οὐκ εἰς σπουδαῖον ἀνηλωμένων..
τί οὖν αἰτοῦμεν; ἀλλ’ ὅπως μή μου μέμψῃ τὸ προοίμιον ὡς μακρὸν ὑπὲρ μικρῶν· τῇ φύσει μὲν γὰρ ὃ δώσεις οὐ μέγα, τῇ δὲ τῶν λαμβανόντων ἡδονῇ μέγα. σκόπει δέ.
Ζηνόβιος γίνεταί μοι διδάσκαλος, παρ’ ἡμῖν μὶν οἰκῶν, ὢν δὲ ἐξ Ἐλούσης, ἀνεψιὸς Ἀργυρίου τοῦ πάνυ καὶ τῶν νῦν ἐν ἡμῖν λόγων, εἰ δή τινες ἐν ἡμῖν, πατὴρ ἐκεῖνος. ζῶντά τε οὖν ἐθεράπευον τὸν ἄνδρα καὶ τεθνεῶτα διὰ τῶν οἰκείων αὐτοῦ ἐκείνου πειρώμενος αὐτοῖς εἰς ὅσον ἔξεστι βοηθεῖν.
ἥκει δὲ καὶ νῦν καιρὸς βοήθειαν ἀπαιτῶν, σὺ δὲ δίδως τὸ δύνασθαι· τὸν γὰρ ὁμώνυμον ἐκείνῳ τουτονὶ καὶ συγγενῆ τε- ταγμένον εἰρήνης φύλακα καὶ μάλιστά γε φρουρήσαντα τὴν πόλιν ἐκβάλλει τις ἐπιθέμενος τῆς τάξεως. τὸ δὲ ὅπως, ἐγὼ μὲν οὐκ ἐρῶ, σὺ δὲ ὁρᾷς.
δέομαι δὴ τὸν ἐκβαλόντα ἀδί- κως τοῦτο παθεῖν δικαίως, ὅπως ἐγώ τε ποιοίην τὰ δίκαια πρὸς τὸν ἀπελθόντα παιδευτὴν τήν τε τούτων πενίαν μὴ ἐλαύνωσιν οἱ δυνατώτεροι.
βελτίων δὲ ἢ πρόσθεν οἶδ᾿ ὅτι φανεῖται Ζηνόβιος τῇ παρὰ σοῦ ψήφῳ τὴν ἀρχὴν κεκομισμένος.
Ἐπὶ τὸν σὸν παρακαλῶ σε δρόμον παρακαλῶν σε τοῖς ἠδικημένοις ἀμύνειν. ἠδίκηται δὲ οὑτοσὶ Ζηνόβιος τῆς μὲν εἰρήνης ἐν Ἐλούσῃ προστὰς ἀκριβῶς, ἐκπεσὼν δὲ τῆς χώρας ὑπ’ ἀνδρὸς εἰδότος τὰ τοιαῦτα ὠνεῖσθαι.
ἀλλὰ σὺ μὴ πε- ριίδῃς μήτε τοῦτον ἐλαττούμενον μήτ’ ἐμὲ καταγελώμενον, ὃς τούτου τε κήδεσθαι δοκῶ καὶ παρ’ ὑμῖν δύνασθαι. κἂν ἀπο- δῷς αὐτῷ τὴν χώραν, καὶ τὸν ἡγεμόνα αὐτῷ προσκατασκεύα- σον πρᾷον ἢ παρόντι διαλεχθεὶς ἢ γράψας ἀπόντι· ὡς κρεῖτ- τόν γε μηδενὸς τυχεῖν ἢ μετὰ τῆς ἔχθρας ἐκείνου τυχεῖν.
Ὄντως σὺ τοῦ χρυσοῦ γένους, ὅστις οὕτω χαλκοῖς οὖσι τοῖς τῶν φίλων λόγοις ἐν τοῖς σαυτοῦ γράμμασι περι- τήκεις χρυσόν, οἷόν τι τὸ τοῦ παρ’ Ὁμήρῳ χρυσοχόου τοῦ περὶ τὴν βοῦν τοιοῦτόν τι ποιοῦντος. οὐ γὰρ ἐκείνῃ χρυσᾶ τὰ κέρατα ἦν δεξάμενα δὲ χρυσὸν τῇ τοῦ Λαέρκους τέχνῃ χρυσᾶ τοῖς ὁρῶσιν ἐφάνη.
καὶ σὺ πλεῖστον ἀπέχουσι τοῖς ἡμετέροις χρυσοῦ χρυσὸν περιχεῖς Ἀφροδίτῃ δὴ τοὺς παρεικάζων οὕς ἐγὼ Οερσίτῃ.
καὶ πρᾶγμα δὴ κινδύνου γέμον διὰ φιλίαν ὑπομένεις ὥσπερ ὁ Θησεύς. ὅτι μὲν γὰρ ἐμοῦ ταῦτα ἐγνωκότος περὶ τῶν ἐμαυτοῦ σὺ ψηφιζόμενος ἐκεῖνα τοὺς πειθομένους ἐξαπατᾷς, δῆλον· ἃ δὲ τῷ Σόλωνι δοκεῖ περὶ τῶν φενακιζόντων, οἶσθα.
ἐγὼ δὲ τὸ σὸν ἀσφα- λέστερον τῶν εἰς ἐμαυτὸν ἐπαίνων τίθεμαι. καὶ γὰρ εἰ τοῦτο ἥδιον, ἀλλὰ βέλτιον ἐκεῖνο.
ἢ οὖν ὅλως ἀπόστηθι τοῦ μείζω λέγειν ἤ, εἴ σε τὸ ἐρᾶν προσάγει ταῖς ὑπερβολαῖς καὶ οὐκ ἂν δύναιο μὴ λέγειν, σὺ δ’ ἀγάπα πρὸς ἡμᾶς τούτῳ χρώμενος, οὓς οὐκ ἂν ἐξαπατήσαις· ὅταν δ’ ἄλλοις διαλέγῃ, τίμα τὸ μέτριον. καὶ οὕτω σαυτῷ τε χαριῇ καὶ οὐκ ἐνέξῃ τῷ νόμῳ.
Τοῦ συλλόγου μετέχων, ὃς ὑπὲρ μεγίστων ἤθροιστο πρός τινα τῶν ἡμῖν ἐπιτηδείων, εἶναι μέν σοι παρ’ ἡμῖν ἀδελφι- δοῦν ἔφασκες καὶ γράψαι γε ἐθέλειν ἐκείνῳ τε καὶ ἐμοὶ περὶ αὐτοῦ, πεποίηκας δὲ οὐδέτερον.
ἀλλ’ ἡμεῖς γράφομέν τε καὶ πέμπομεν τὸν παιδαγωγόν, ὃς οὐκ ἐᾷ γράφειν μακρά. ὃν γάρ, εἰ καὶ πολλὰ τὸν νέον ἐπῄνουν, ἠρώτας ἄν, εἰ ταῦτα ἀληθῆ, τούτῳ βέλτιον ἀφεῖναι τὸν ὑπὲρ τούτων λόγον.
Οὐ φεύγω φίλους ἐν ταῖς ταραχαῖς, ὃ ποιεῖν εἰώθασιν οἱ πολλοί, πολλοῖς δέ γε καὶ μὴ φίλοις παρέστην θορυβου- μένοις, ὥστε μοι τοῦτο γενέσθαι φιλίας ἀρχὴν πρὸς αὐτούς.
Πιέριος δὲ πάλαι τέ μοι συνήθης καὶ νῦν ἐν σπουδῇ, κἂν πλείους αἰτίας λάβῃ. τῶν γὰρ ἑτοίμως διαβαλλόντων πιστό- τερον ἡγοῦμαι τὸν παρελθόντα χρόνον, ἐν ᾧ πολλῷ γεγονότι μᾶλλον ἐφάνη δόξης ἢ χρημάτων ἐπιθυμῶν.
εἰ μὲν οὖν ὅστις ᾐτιάθη καὶ ἐξελήλεγκται, πονηρὸς μὲν οὗτος, φεύγει γάρ, πονηρὸς δὲ ἐγὼ φεύγοντι βοηθῶν· εἰ δὲ ἤδη τις καὶ φεύγων ἀπέφυγε καὶ διώκων ἐκολάσθη, δεινὸν οὐδὲν τοῖς ἐν αἰτίαις συλλαμβάνειν τοὺς φίλους· ὡς ἐν δικασταῖς δικαίοις ἕξουσιν ἀνελεῖν τὰς αἰτίας.
σὺ δὲ κἂν συνεύξαιο τοῖς ἐν ἀρχαῖς ἐξητασμένοις φανῆναι χρηστούς, ὅπως εἶναι δοκῆς ἀγαθῶν ἀμείνων, οὗ τοὐναντίον οἱ κακοὶ σπεύδουσι νομίζον- τες ἐν ταῖς ἑτέρων αἰσχύναις αὑτοὺς συσκιάσειν.
Ἑταῖρος ἐμὸς ὁ ὑμέτερος ἄρχων, καὶ πεπίστευκά γε κέρ- δος μὲν ὑμῖν ἔσεσθαι τὴν ἀρχήν, δόξαν δὲ ἐμοί τε καὶ τούτῳ. τὰ μὲν οὗν ἄλλα μετὰ τῶν ἄλλων κερδανεῖς, τῶν δ’ ἄλλων πλεονεκτήσεις, ἡνίκ’ ἄν σου διώκῃ τοὺς λόγους. οὗ μὲν γὰρ αὐτὸς ἐρᾷ, τοῦτο παρὰ σοί, πηγαὶ δεινότητος οὗ δὲ σὺ χρῄ- ζεις, τοῦτο παρὰ τῷδε, κρίσις ἐν ἀκροάσει σὺν ἐπιστήμῃ.
χρῶ τοίνυν τῷ πνεύματι καὶ πέτασον τὰ ἱστία τῆς νεώς, εἰ δὲ βούλει, τὰς πτέρυγας τοῦ κύκνου.
Τὸ τῆς Ἀμαλθείας ὑμῖν ἀφῖκται κέρας, Εὐθήριος ὁ πάντα ἀγαθός. ἃ γὰρ σὺ τὴν Ἀρμενίαν, εἴπερ ἦρχες, ἐποίη- σὰς ἄν, ταῦτα χρὴ προσδοκᾶν εἰς αὐτὴν ἔσεσθαι καὶ παρὰ τοῦδε, ἐν ᾧ λόγοι τε ῥητορικοὶ καὶ πρᾳότης ἤθους καὶ δι- καιοσύνης ἄσκησις καὶ δόξης ἐπιθυμία, δι’ ἅ μοι δοκεῖ καὶ βασιλεὺς ἐπιστῆσαι πόλεσιν ἃς οἰκεῖσθαι καλῶς τῆς βασιλείας ἐστὶν ἀσφάλεια.
ἐρομένῳ δέ με, τί κάλλιστον ἐπὶ τῆς ὑμε- τέρας ὄψεται, Φιλάγριον ἔφην καὶ διῆλθον ἃ σύνοιδά σοι, μᾶλλον δέ, ὧν σύνοιδά σοι μικρά· τὸ γὰρ ἅπαντα πολὺ μὲν ἔργον, πολλοῦ δὲ χρόνου.
καὶ σὺ μέντοι τὸ κάλλιστον ὁρᾶν νόμιζε τῆς Μεγάλης πόλεως. καὶ γὰρ εἰ οὗτος σεμνύνειν αὐ- τὴν ἐθέλων πολλῶν εἶναί φησι δεύτερος, μὴ λανθανέτω σε πλούτῳ μὲν πολλῶν ἡττώμενος, κάλλει δὲ ψυχῆς ἔχων κρατεῖν.
Εὐδαίμων ὅσου μὲν Ἑλλήνων παισὶν ἄξιος, ὅπως δὲ ἡμῖν φίλος, ὅτι δὲ τοῖς σοῖς ἀγαθοῖς χαίρων, οἶσθά τε καὶ πρὸς ἄλλον εἴποις ἄν. οὕτω δὲ ἔχων εὔδηλον ὡς κἂν εὖ ποιήσαις τὸν ἄνδρα ἡδέως.
ῥᾳστώνη δέ σοι τοῦ πράγματος εἰς Αἴγυπτον ἐλθόντι. ἔστι μὲν γὰρ αὐτῷ πατήρ τε γέρων ἐν Πηλουσίῳ καὶ γένος εὐγενείᾳ μὲν οὐδενὸς ὕστερον, χρήματα δὲ αὐτοῖς δι’ ἐπιείκειαν οὐ πολλά.
τούτους ἂν ἰδεῖν ἐθε- λήσῃς, καλεῖν κελεύσας τοὺς Εὐδαίμονος οἰκείους ἐκείνοις τε ἀρκέσεις καὶ ἡμῖν· ἡμῖν μὲν τετιμημένοις, ἐκείνοις δὲ <ἰσχυ- ρὸν> πρὸς ἀσφάλειαν ἔχουσι τὸ σὲ μὴ παρελθεῖν σιωπῇ. καὶ γὰρ εἴ τινων νῦν πειρῶνται χαλεπωτέρων, ὄψονται τούτους, ἐπειδὰν σὺ ποιήσης ἐκεῖνο, μετρίους.
εἶχον πλείω λέγειν, σὺ δὲ οὐκ ἐᾷς. οὗ γὰρ δεῖ βοηθῆσαι τοῖς Μουσῶν ἑταίροις οἷος Εὐδαίμων, οὐκ οἷσθα μέλλειν.
Οἷς μὲν ἐπέταξας εὔφρανας, οἷς δὲ ἔδεισας μή μοι πα- ράσχοις ὄχλον ἐλύπησας· οὐ γὰρ εἰδότος, ὅστις ἐγὼ περὶ τὴν σὴν οἰκίαν.
φεύγων οὖν τὸ μὴ λυπῆσαι κατέστης εἰς τὸ λελυπηκέναι, καὶ παραιτησάμενος οὐκ ἐν καιρῷ πρότερον νῦν χρῄζεις ἀπολογίας ἐγκλήματός σοι τῆς παραιτήσεως γενομένης, ὡς ἔγωγε σοῦ κελεύθντος ἕτοιμος ἐγχειρεῖν, κἂν ὕδωρ, φασί παραρρέῃ. καὶ γὰρ εἰ πέτεσθαί με ἐθέλεις, πτερὰ μὲν οὐ φύσω, τῷ μὴ δύνασθαι δὲ ἀνιάσομαι καὶ μέμψομαί γε τὸν παρόντα χρόνον, ὅτι με μὴ δείκνυσιν ἕτερον Δαίδαλον.
ὃ δὲ σοὶ νῦν γενέσθαι, τῇ μὲν τοῦ πράγματος φύσει ῤᾷστον, ὁ δὲ ἄνθρωπος ἀναβολαῖς φίλος, ἀλλ᾿ ὅμως οὐκ ἀποκνητέον.
Οὔτε μὴ σὺ παραχθῇς φοβούμενος οὔτε μὴ φανῇ πο- νηρὸς Εὐπείθιος, ἔδωκα τὴν ἐπιστολὴν ὡς ἄν τις ἢ παραινῶν σοι προσέχειν τὸν νοῦν ἢ δεόμενος ἁλόντα ἀφεῖναι. ἀλλ’ ὃ πέπονθα πρὸς τὰ τοιαῦτα φράσω.
ἐπειδὰν αἴσθωμαι συκο- φάντην ἄνθρωπον ἐπιεικεῖ προσπεσόντα καθάπερ χειμάρρουν, ἀλγῶ τὴν ψυχὴν καί που δακρύω καὶ συμπράττειν ὅ τι ἂν δύνωμαι προθυμοῦμαι. δύναμαι δὲ ἐπιστέλλειν, ᾧ καὶ νῦν χρῶμαι.
καὶ λέγω πρὸς ἄρχοντα ἀγαθόν, ὅτι Μητρόδωρον εἴρωνα κρίνων ἴσως δικαίως προσέρριψεν Εὐπείθιος οὐ δι- καίως αὐτῷ θυμῷ πρὸς τὴν αἰτίαν ἐνεχθείς, οὐκ ἐλέγχων ἐλ- πίδι.
τεκμήριον δέ· τῶν γάρ, οἶμαι, πρὸς ἐκεῖνον ἐξητασμέ- νων ἤδη καὶ τῆς πρὸς τοῦτον ἐπιγενομένης ὀργῆς ἀνεμνήσθη ποτὲ καὶ προσέθηκε πρᾶγμα οὕτω πολὺ καὶ πρῶτον ἄν, εἰ μὴ πλάσμα ἦν, ἐν ἐγκλήμασι φανέν.
ἀλλὰ τούτων μὲν ὁ διώ- κων δώσει δίκην, ὁ δὲ φεύγων ἔσται σῶς, οἶδα γάρ, τοῦ δὲ ἄγοντος ἀμφοτέρους ἀεί ποτε τὸν τρόπον ἐπαινέσας οὐδ’ ἂν εἰπεῖν, ὅπως νῦν ἠγάσθην, ἔχοιμι.
ὥσπερ γὰρ οὐ παρα- δώσων τοὺς ἀγομένους, ἀλλ’ αὐτὸς ὑφέξων λόγον προσελθὼν ἐδεῖτό μου προσγράψαι τι περὶ αὑτοῦ βέλτιον, ὅπως, ἔφη, θαρροίην. καὶ τί γάρ, ἠρόμην, τὸ ταράττον; οὐδέν, ἔφη, μέγα δὲ ὅμως ἥμερόν μοι παρασκευασθῆναι τὸ ὄμμα τοῦ γενναίου Μοδέστου.
τοῦτο ἔπεισεν Εὐσε- βίου με μνησθῆναι, πείσει δέ, οἶμαι, καὶ σὲ πρᾴως ἰδεῖν ἄν- δρᾶ ἀφελῶς διακείμενον.
Χάριν τὴν μὲν ἔχομέν σοι, τὴν δὲ αἰτοῦμεν. ὅτι μὲν γὰρ ἡδέως τε εἶδες τουτονὶ Κυριακὸν καὶ πρὸς ἅπαντα συνἐ- πράξας καὶ οὐδὲν ἀργῶς ἐχαρίζου, διπλῇ γε ἐτίμας, τῷ τε ποιεῖν καὶ τῷ δι’ ἐμὲ φάσκειν τοῦτο ποιεῖν.
γενοῦ δὴ καὶ πρὸς τὰ δεύτερα ὅμοιος ἡμῖν, μᾶλλον δὲ καὶ βελτίων, ὅπως εἰδῇ σοι καὶ ἡ παροιμία χάριν, ὅτι αὐτὴν βεβαιοῖς. πάντως δὲ οὐ καινόν, εἰ μετὰ τῶν δικαίων Ἀρχέλαος ὁ καλὸς στήσεται πάλαι ταύτην πεπορευμένος τὴν ὁδόν.
Πολλοῖς ἐκέλευσέ με τῶν παρ’ ἡμῖν οὑτοσὶ Δωρόθεος γράφειν ἡγούμενος ἐκ πολλῶν ἀνδρῶν πολλῶν ἀπολαύσεσθαι τῶν ἀγαθῶν· φανεῖσθαι γὰρ τὸν μὲν πρᾷον ἴσως, τὸν δὲ πρόθυμον, τὸν δὲ ἀνδρεῖον, ἄλλον δυνατόν, καὶ οὕτως αὑτῷ καλὸν ἔσεσθαι τῆς ἐπιθυμίας τὸ κηρίον.
ἐγὼ δὲ ἔφην πρὸς αὐτόν, ὡς οὐ πολλοῖς ἄρα δέοι γράφειν, ἀλλ’ ἑνί, πὰρ ᾧ τὰ πάντα. τί μὲν γὰρ ἡμερώτερον Θεμιστίου; τίς δ’ οὕτω τοὺς Τυνδαρίδας ἐν τῇ περὶ τοὺς ξένους σπουδῇ τιμᾷ παρὰ τῷ δὲ τοσαύτη προθυμία; τί δ’ οὐχ ἧκεν εἰς τέλος ὧν ἥψατο;
ὁ δ’ ὡς ἤκουσε τοὔνομα, σκιρτήσας καὶ μειδιάσας τούτου μὲν ἔφησεν ἐπιθυμεῖν, μεῖζον δὲ αὑτοῦ τὸ πρᾶγμα διόπερ οὐκ αἰτῆσαι.
ἀλλ’ εὖ ἴσθι, καὶ τούτου Δωρόθεος ἄξιος καὶ ἔτι μείζονος. ‘ὲν δέ, οἶμαι, μεῖζον τῆς παρὰ σοῦ ῥοπῆς, ἡ παρὰ τῶν θεῶν. ὧν εἰκότως ἂν εὐμενῶν τυγχάνοι τῆς εἰς φίλους ἀρετῆς εἵνεκα.
οὗτος γὰρ Ἀργυρίου ἡμῖν τὸν οἶκον, ὃν ἀγαπᾷς τε καὶ ὑφ’ οὗ θαυμάζῃ, σέσωκεν εἰς πάσας μὲν ἀνάγκας ἀχθείς, νικήσας δὲ καρτερίᾳ τὴν Φαλά- ριδος ὠμότητα, τὸ δ’ ἀποθανεῖν, εἰ συμβαίη, πρὸ τοῦ τὸν ἑταῖρον ἀδικῆσαι θέμενος.
ζῇ μὲν γὰρ διὰ τὴν Τύχην, ὅτε δὲ ἐπ’ αὐτὸν ἐφέροντο τῶν πληγῶν αἱ νιφάδες καὶ ᾔκιζον τοὺς ὤμους, αὐτῷ τε καὶ τοῖς ὁρῶσιν ἐλπὶς ἦν, ὡς αὐτίκα δεήσει κεῖσθαι. λαβὼν δὲ ἔννοιαν, καὶ γὰρ τῶν παιδείας μετ- ειληφότων ἁνὴρ, οἵαν δόξαν ἐφ’ οἴοις ὑπὲρ φίλων κινδύ- νοῖς ἐκτήσαντο τῶν παλαιοτάτων τινές, ῥήματι μὲν ψευδεῖ τὸν ἑταῖρον οὐκ ἀπώλεσε, τῇ δικαίᾳ δὲ ἀρνήσει τὸν μὲν ἐξ- ἥρπασε τῶν ξιφῶν, αὐτὸς δὲ εἰσήνεγκε τῇ φιλίᾳ τὸ σῶμα.
καἰ νῦν ὅταν χαίρῃς Ὀβοδιανὸν θεώμενος, τὸν Δωρόθεον παραβαλεῖν ὡς παρ’ ἐκείνου τοῦτον ἔχων τοῦ τὰ τῶν φιλο- σόφων δείξαντος ἐν ἑτέρῳ βίῳ. τίς ἂν οὖν ἦν οὗτος φιλο- σοφῶν; καὶ γάρτοι τῆς πόλεως εὐεργέτης ᾄδεται. καὶ νῦν ὅτου ἂν οὗτος διὰ σοῦ τύχῃ, τετύχηκεν ἡ πόλις.
εἷχον μὲν ἕτερα μυρία λέγειν, ἐν οἷς ἐστι καὶ τὸ λόγων ἀκούειν τε ὡς ἥδιστα καἰ κριτὴν οὐ φαῦλον εἶναι, μικρὰ δὲ ἐπὶ μείζοσιν οὐκ ἂν βουλοίμην λέγειν, ἄλλως θ’ ὅτε σύ μοι περὶ ἐκείνων ἐπι- στελεῖς.
Πόλλα τὰ πείθοντα ἦν, μᾶλλον δὲ ἀναγκάζοντα μένειν οἴκοι τὸν Ἀργυρίου παῖδα, χαίρει γὰρ οὕτω καλούμενος ἢ ᾗπερ ὀνομάζεται· πρῶτον μὲν ὁ πατὴρ αὐτῷ πρὸς γῆρας ἥκων ὁπόσον οἷσθα καὶ παρέχων φόβον ὁποῖον εἰκὸς θαλλοφόρον ἔπειθ᾿ ὁ παῖς τὸ μὶν ἔτι λειτουργῶν, τὸ δὲ μέλλων. λήγει γὰρ ἁρματοτροφίας, βλέπει δὲ ἤδη πρὸς τὰ τῶν ὀρῶν ἔνθηρα.
μᾶλλον δέ, ἐκεῖνος μὲν εἰς βιβλία βλέπει τὸ σῶμα δὴ μό- νον τοῖς ἐσθήμασι παρέχων, ἃ κοσμεῖ τὸν χορηγόν, δὲ καὶ βουλαὶ καὶ πόνοι καὶ δρόμοι, ταῦτα πάντα Ὀβοδιανοῦ φορτίον· ὡς τοῦ γε πάππου τὸ ἔργον ἡσθῆναι τοῖς δρωμένοις, ἡ δὲ ἀτέλεια τοῦ πόνου παρὰ τοῦ χρόνου.
καὶ μὴν εἰ τό γε σῶμα τὴν αὑτοῦ ἔφερε ψῆφον, ἡσυχάζειν ἔδει ὡς ὄντος δέους ἐν τῇ τοιᾷδε κινήσει παλαιὸν ἕλκος ἠρεμοῦν ἐπαναστῆ- ναι πάλιν. ἀλλ’ ἐνίκησε τὰς πολλὰς ἀνάγκας ἕν, Φλωρέντιος ὁ χρηστὸς καὶ τῆς ἀρετῆς φίλος
καὶ δεσμοὺς ἀπορρήξας οὑτοσὶ παρ’ ἐκεῖνον τρέχει νομίζων οὐκ ἂν ἡμῶν ὑπάρξαι τῇ πόλει λόγον, εἰ τοῦ μὲν οὐδὲν ἡμῖν προσήκοντος χώραν, ἣν κατέχεις σύ, νῦν ἔχοντος πρεσβευταὶ τῶν ἄκρων ᾔεσαν, πο- λίτου δὲ ἡμετέρου, δέξῃ γὰρ εὐμενῶς τὴν κλῆσιν. τῆς τῶν βασιλείων προεστῶτος ἐπιμελείας ἔπειτα εἰς ἐλάττω κατῄει τὸ πρᾶγμα.
ὁ μὲν οὖν ἡμᾶς τε καὶ σὲ τιμῶν ἤκει, σὸν δ’ ἂν εἴη τοῦτόν τε καὶ τὴν πόλιν διὰ τούτου τιμῆσαι καὶ πεῖσαι τὸν ἄνδρα ὡς εἰ ἐξωμόσατο, κακῶς ἂν ἐβουλεύσατο.
Τὸ μὲν εἶναι μείζω πόλεως τῆς ἡμετέρας ἐκείνην καὶ πολλῷ γε μείζω καὶ καλλίω γε μᾶλλον ἢ μείζω καὶ τὸ μὴ μόνον ἡμᾶς, ἀλλὰ καὶ πάσας νικᾶν τοῖς ἀπὸ τῆς θαλάττης δώροις, ταῦτα μὲν οὐκ ἔστιν ἀντειπεῖν, ὃ δὲ πεπόνθαμεν, οὐκ ἀποκρύψομαί σε.
δόξα τις ἦν ἐν ἡμῖν, ὥς σε ὁ θεὸς ἐκεῖνος ὁ ταχὺς μὲν διὰ τῶν πτερῶν, δυνατὸς δὲ διὰ τῶν βελῶν ἐπὶ τήνδε πλέον ἢ ἐκείνην εἴη κεκινηκώς. ποιεῖ δὲ τοῦτο κἀν τοῖς τῶν ἀνθρώπων σώμασι. πολλάκις παρελθών τις γρυπὸν καὶ λευκὸν ἔδωκεν αὑτὸν μέλανι καὶ σιμῷ τοῦ Ἔρωτος, οἶμαι, τρυφῶντος ἐν τοῖς ἀτόποις.
καὶ ταύτην ἡμεῖς τὴν ὅ τι βούλει λέγε σὴν ἐρωμένην ἡγούμεθα, τὴν δὲ γρυπὴν ἐκείνην καὶ βασιλικὴν οὐκ ἠμελῆσθαι μέν, οὐ τοσαύτης δὲ εἶναι λαμ- πάδος. καὶ ὡς οὐκ ἄλογος ἡ δόξα, μάνθανε.
εἴ τις δυοῖν γυναικοῖν τῇ μὲν πλείω, τῇ δὲ ἐλάττω χαρίζοιτο, περὶ ποτέραν μᾶλλον ἂν αὐτὸν ἐσπουδακέναι φαίης; ἆρ’ οὐ δῆλον ὡς εἰς ἣν ἡ δαπάνη μείζων, καὶ ὁ πόθος μείζων;
ἐμὲ τοίνυν, φησὶν ἡ πόλις, πολλαῖς μὲν οἰκίαις ὥσπερ ὅρμοις ἐκόσμησας, πολλοῖς δὲ λουτροῖς, τοῖς μὲν εἴσω τεί- χους, τοῖς δὲ εὐθὺς πρὸ πυλῶν, καὶ κήπους ἐφυ- τεύσω καὶ ἀνδρῶνας ᾠκοδομήσω, θυμηδίας μακα. θεράπαιναι δὲ αὗταί με πανταχόθεν περιε- στᾶσιν, οἱ ἀγροὶ κάλλους καὶ οὗτοι μετέχοντες. σὺ δ’ ἐπὶ τοσούτοις ἀναλώμασιν ἄλλοσε τέτραψαι;
ἂν ταῦτα λέγῃ μὲν ἡ πόλις, λέγῃ δὲ ὁ πρεσβευτής. ἐρεῖ δέ, καὶ γὰρ προσέταξεν ἡ πόλις, τί ἀποκρινῇ; λόγου μὲν ἴσως οὐκ ἀπορήσεις πόριμος ὢν ἐν ἀπόροις, ἀλλ’ ἡμῖν ἔργον μὴ λόγον ἀκούειν, ὅντινα ἂν εἴπῃς, ἀλλ’ ὁρᾶν ἃ χρῄζομεν.
καὶ τὴν πρεσβείαν ἡγοῦ δύο ταῦτα ζητεῖν, πρῶτον μὲν ἡμῖν ἀποδοῦ- ναι τὸν αὐξηθέντα παρ’ ἡμῖν σωτῆρα, δεύτερον δὲ τὸν βασι- λέως Νέστορα. μὴ τοίνυν τὰς Ὀβοδιανοῦ λαμπρὰς ἐλέγξῃς ὑποσχέσεις, ὃς εἰπών, ὅτι σε πείσει πάντως, ἀπῆρεν.
ἀλλ’ ὅταν αὐτὸν ἐπαινέσῃς παρὰ τοῖς ἐκεῖ, καὶ τὴν ὅλην βουλὴν σεμνυνεῖς τῇ τούτου γνώμῃ, καλλίων γὰρ ὄντως ἁνὴρ τὴν ψυχὴν ἢ τὴν μορφήν. σὺ δὲ ταῖς πολλαῖς εὐεργεσίαις ἐπίθες τὸν κολοφῶνα δοὺς αὐτῷ πρὸς ἡμᾶς ἀγγέλλειν· ὡς εἶπον, ὡς ἔπεισα. πλησίον ἁνήρ.
λαβόντες δὲ ἡμεῖς τὸν Καλ- λιόπης ἐπώνυμον, οὐ γὰρ ἂν ἀπολείποιτο τοῦ Δῖός ὁ Δῖός ὄρνις, ὅτι μὲν σὲ πρὸ τῆς πατρίδος ἔθετο, φιλήσομεν, ὅτι δ’ οὐχ αὑτόν τε καὶ σὲ πάλαι πρὸς ταύτην ἐπανήγαγεν ἀπὸ τοσαύτης γλώττης, κατηγορήσομεν, τὸ τίμημα δέ, ἢν σὺ κελεύῃς, ἀφήσομεν.
Τά τε ἄλλα με ἐτίμησεν ὁ θεῖος καὶ δὴ Λαὶ τελευτᾶν μέλλων ἕνα με τῶν κληρονόμων ποιεῖ τιμᾶν καὶ ταύτῃ νομί- ζων, ὁ δὲ ἄρα πολέμου μοι κατελίμπανεν ἀρχήν.
ἀλλὰ καὶ αὐτὸς εἶ τῶν τε ληψομένων τι τῶν τε ἤδη πολεμουμένων, ὥστ τις αὐτῷ τὸ συμβησόμενον ἔσχεν εἰπεῖν. δοκεῖ μοι μήτ’ ἂν ἐμὲ τῶν ἀγρῶν μήτε σὲ τῆς οἰκίας μετὰ τὴν αὐτοῦ γυναῖκα καταστῆσαι κύριον εἰδώς, ὅτι κρείττων ἡμῖν ἡσυχία χρημά- των
ὁ γὰρ πολλὰ μὲ. λαβὼν διὰ τὸν αὑτοῦ πατέρα, δεινὸν δὲ ἡγούμενος εἰ μὴ καὶ πάντα, χρεῶν ὄγκον ἐπιφέρει τῷ θείῳ πρότερον μὲν οὐ φανέντων. νῦν δὲ ἀναφύντων.
πολλὴ δὲ ῥᾳστώνη δόξης ἠμεληκότι γραμμάτων εὐπορῆσαι, δι’ ὧν ἔστιν ἀδίκως κερδᾶναι· παρῆλθον γὰρ ἡμῖν τοὺς ζωγράφους οἱ μι- μηταὶ τῶν γραμμάτων. οἷς ἐκεῖνος χρώμενος βιάζεται δεικνύειν τὸν αὑτοῦ πατέρα δεδανεικότα τῷ θείῳ καί τινας ἀναπλάττει συνθήκας, ἃς ἔφασκεν εἰς τὸ οὖς τῆς μητρὸς αὑτοῦ καταδεδυ- κυίας λανθάνειν εἶτα νῦν ἀνελκυσθῆναι. ταῦτα δέ ἐστιν ἐμὲ μὲν τῆς γῆς, σὲ δὲ ἐκπεσεῖν τῆς οἰκίας.
ἔπειτα ἐλθὼν ὡς σὲ ταπεινὸς ἔσται καὶ πάντων ἀφεστάναι φήσει καὶ βοηθεῖν ἀξιώσει καὶ ζητεῖν οὐδὲν ἄλλο καὶ προσθήσει θεούς, οὓς κα- ταπίνει καθ’ ἡμέραν
ἀλλὰ σοὶ χρηστῷ τε ἔξεστιν εἶναι καὶ μὴ φενακίζεσθαι μηδὲ προδοῦναι σαυτόν τε κἀμὲ καὶ τὰ ἀρέ- σκοντα τῷ κειμένῳ. πρὸς δὲ τοῦτο πολλαί τε ὁδοὶ καὶ παρατη- ρεῖν δεήσει μὴ γενέσθαι γράμματα αὐτῷ βασιλέως ἰσχυρότερα νόμων.
Ἔστιν ἐν τοῖς στρατευομένοις ἀδελφὸς Ἡσυχίου, τὸν δὲ Ἡσύχιον τουτονὶ φίλον ἡμῖν οὐκ ὀλίγα ποιεῖ. διόπερ αὐτῷ καὶ χάριν αἰτεῖν καὶ λαμβάνειν ὑπάρχει. καὶ παρὰ τὴν μη- τέρα τὴν σὴν εἴσεισιν οὐχ ἧττον ἡ σὺ θαρρούντως.
καί ποτε παρεκαθήμην μὲν ἐγὼ καὶ διελεγόμην αὐτῇ, ὁ δὲ ἐδεῖτο γράμματα σοὶ παρ’ ἐκείνης ἐλθεῖν ἐπ’ ὠφελείᾳ τοῦ ἀδελφοῦ. τῆς δὲ εἰπούσης οὔπω σοι μετὰ τὰς συμφορὰς ἐπεσταλκέναι μηδὲ ἤδη δύνασθαι τοῦτο ποιεῖν ὁ μὲν ἠθύμησεν, ἡ δὲ ἰω- μένη τὴν λύπην κελεύει μοι γράψαι σοι, τοῦ χάριν οὐ γέ- γράφεν αὐτή, νομίζουσα τὸ μαθεῖν σε τῆς σιγῆς τὴν αἰτίαν ἴσον δυνήσεσθαι γράμμασι.
προθυμήθητι δὴ τὸν ἄνθρω- πον εὖ ποιεῖν· ὡς ἔστι γε βουληθέντι δύναμις.
Ἔδοξε Παιονίῳ καὶ νόμους προσλαβεῖν ἐγὼ δὲ οὔτε ἐκώλυσα παρ’ οὐ τε ἔστι τοὺς νόμους λαβεῖν ἔδειξα. καὶ γὰρ ἴδει με μισθὸν αὐτῷ τῆς ἐπιεικείας δοῦναι, δι’ ἣν ἐλύπησε μὲν οὔτε μικρὸν οὔτε μεῖζον ἐμέ, πολλὰ δὲ εὔφρανε κοὶ μικρὰ καὶ μείζω.
νομίζω δὲ καὶ τούτῳ τετιμῆσθαι τῷ κοινωνή- σαντά μοι τῆς γνώμης εἶτα ἀπαίρειν· ὡς οἴ γε λαθεῖν ἐπι- χειρήσαντες ἠσέβουν ἐν τῷ φοβηθῆναι κώλυμα παρ’ ἡμῶν, εἰ προείποιεν, ἀλλ’ οὗτός γε ἄξιος εἶναι βουλόμενος τοῦ τε πα- τρὸς καὶ τοῦ πάππου φύσιν τε τὴν ἡμετέραν ἐπιγνοὺς ἐξέφηνέ τε ποιήσει καὶ κεκόσμηται τοῖς γράμμασι.
δεῖ δὲ σὲ οὐ μαθητὴν μόνον, ἀλλὰ καὶ φίλον νομίσαι τὸν νεανίσκον καὶ τοῦτο δεῖξαι τοῖς ἀμφὶ σὲ πᾶσιν, ὅτι ἔστι τι παρὰ σοῦ Παιο- νίω πλέον.
Βοηθοῦ τοῦδε παῖς, ὄνομα καὶ αὐτῷ Βοηθός, τῶν τε ἡμετέρων ἐπιμελεῖται πραγμάτων καὶ τοῦ πατρὸς δι’ ἡμῶν ἑτοί- μως ὅ τι ἂν ἔχωμεν ὠφελούντων, αἰσχυνοίμην γὰρ ἄν, μᾶλλον ἐκεῖνος ἔσται τοῖς ἐμοῖς χρήσιμος ἢ ἐγὼ τοῖς ἐκείνου κἂν ἄλ- λος ἐμὴν χάριν συλλάβῃ τῷ γέροντι.
νῦν τοίνυν δεῖται μὲν τῆς ἐμῆς χειρὸς οὑτοσί, μᾶλλον δὲ φωνῆς. πιστεύει γὰρ γράμμα κομίσας ἐμὸν οὐ περιοφθήσεσθαι, καὶ ἴσως γε εἰκότως. οὐ γὰρ πολλοὶ παρὰ σοὶ πρὸ ἡμῶν.
ἃ μὲν οὖν ἀδικεῖται καὶ ὑπὸ τίνος, αὐτὸς διηγήσεται, σὺ δ’ εἴτ’ ἐκ διαί- της εἴτ᾿ ἐκ δικαστηρίου δεήσειε, δεῖξον, ὡς οὐδὲν ἔλαττον Φοινίκη τοῦ Φοίνικος ἕξει Βοηθός. ἐκ δὲ τῶν αὐτῶν ἐμοί τε χαριῇ καὶ Ζηνοβίου μεμνῆσθαι δόξεις, ᾧ συγγενὴς οὗτος.
Τὸ δὲ σὲ πάντα ἄγειν ἔχοντα τῇ δυνάμει τῶν λόγων ἐν μὲν τῷ δικαστηρίῳ μηδένα συκοφαντεῖν μηδενὸς ἕνεκα χρυ- σίου, πρὸς δὲ ἐμὲ τοῦτο ποιῆσαι καὶ ταῦτα ἐπ’ οὐδενὶ μισθῷ τί χρὴ νομίσαι;
ἀλλὰ μὴν ὡς οὐκ ὀρθῶς ἐπελάβου μου τοῦ ῥήματος, ἐγὼ διδάξω, μικρὸν δὲ ἄνωθεν. ἦκες ἀνδρὶ Φοί- νικι Φοινίκης ἄρχοντι βοηθῶν νοῦν ἔχοντι καὶ καλῶς εἰδότι, τῶν τίνος αὑτῷ δεῖ ῥευμάτων. ἐγὼ δέ σε ἐπιθυμῶν ἰδεῖν ἥσθην ἰδὼν καὶ μικρὰ διαλεχθείς, ἐπὶ γὰρ ἄριστον Μου χωρεῖν, ἀφῆκα.
τῆς δ’ ὑστεραίας σὲ μὲν εἶχε τὸ δικαστή- ριον, ἐμὲ δὲ τὸ διδασκαλεῖον. καὶ συστείλας εἰς ὅσον ἐξῆν τῆς συνουσίας τὸ μῆκος ἔδραμον ἐπὶ τὰς ὑμετέρας κιγκλίδας δι- ψῶν τῆς ἀκοῆς καὶ τέμνων μετὰ θορύβου τὸν ὄχλον. εἶτα σοῦ μὲν οὐχ ὑπῆρχεν ἀκούειν, ἐπέπαυσο γάρ, περὶ δὲ σοῦ πολλὰ καὶ καλὰ ῥητόρων ἐπαινούντων ῥήτορα, φθονεῖν γὰρ οὐκ εἴας πολὺ νικῶν.
τῇ μετ’ ἐκείνην πάλιν ἕωθεν ἦλθον, ἀλλ’ οὔ- πω ἦν ὁ ἄρχων ἐνεργός, ἐμὲ δὲ ἐκάλουν οἱ νέοι. σὺ δὲ ἠγω- νίζου καὶ αὖθις ἤκουον, ὡς εἴποις, καὶ ἤλγουν καὶ τῆς ἀνάγ- κἠς κατεβόων.
τί δεῖ τὰ πολλὰ λέγειν; ἔτυχες τῆς ψήφου πρὶν ἐμὲ τῆς ἐπιθυμίας. ἀλλ’ ὅμως ἐν τοῖς τετυχηκόσι πρὸς τοὺς ἄλλους ἐμαυτὸν ἠρίθμουν, ὥσπερ οἷς συνέβη πρὸς μὲν Ηλιν ἐλθεῖν, τὸν Δία δὲ οὐκ ἰδεῖν, αἰσχυνομένους δὲ φάσκειν ἰδεῖν.
τοῦτο δὴ καὶ αὐτὸς ἐπεπόνθειν, καὶ περὶ τὸν Εὔ- βουλον οὐκ ὀλίγων καθημένων, ἐν οἷς ἐγώ τε καὶ σύ, γιγνο- μένων τινῶν ἐγκωμίωι κατὰ σοῦ καὶ πρὸς ἐμὲ τῶν ἀνθρώ- πων βλεπόντων, εἰ σύμψηφός τε εἴην καὶ τὸν ῥήτορα εἰδείην, ἔκρυψα τὸ ἀτύχημα καὶ τῶν ἀκηκοότων εἰς εἶναι πρὸς ἐκεί- νους εἰπὼν σοὶ πρὸς τὸ οὖς τἀληθὲς ἔφην, ὡς ἀνήκοος εἴην, δηλῶν ὅτι σὲ ἀποδοῦναι δεῖ.
τοῦτ’ εὐθὺς μὲν οὐκ ἐδυσ- χἐρανας, οὐ γοῦν ἔδειξας, ἀπελθὼν δὲ ὕβριν ἐκάλεις, οὐ γάρ με ἔλαθες. τί δὴ τὸ τὴν ὕβριν ἔχον, εἰ μήτε τὸ ἐπαινεῖν ὑβρίζειν ἐστὶ μήτε τὸ δυστυχίαν ὁμολογεῖν;
ἀλλ’ οὐ συν- διετρίψαμεν ὁπόσον εἰκός, καὶ τοῦτο ἐγκαλεῖς. κοινή γε ἡ ζημία. ἀλλά τοι βέλτιον σὲ μὲν τῆς ἐμῆς ἀσχολίας κατηγο- ρεῖν, ἐμὲ δὲ τῆς σῆς, ἀλλήλων δὲ ἡμᾶς.
ἀλλ’, ὦ βέλτιστε καὶ χρηστὲ Δημοσθένους ἀπόγονε, μὴ ταύτῃ κρῖνε τὰς φιλίας, ἀλλ’ αὐτῶ τῷ φιλεῖν· ὡς πολλοὶ συμπίνοντες ὁσημέραι κἂν τοῦ αἵ- ματος ἀλλήλων ἡδέως πίοιεν.
σὺ δ’ ἄλλους ἀφεὶς Ἀβυδη- νοὺς εἶναι φύλαττε τοὺς σαυτοῦ τρόπους καὶ τοῦ γε μὴ μετα- βεβλῆσθαι δεῖγμα παρέχου τὸ Βοηθὸν τουτονὶ μὴ πολλῶν ἐᾶσαι δεηθῆναι ὁ δὲ καὶ Ζηνοβίου τοῦ πάνυ συγγενὴς καὶ ἡμῖν ἐπιτήδειος καὶ γέρων, ὡς ὁρᾷς, καὶ ἀδικεῖται
Ἀλλ᾿ ὑμῖν μὶν οἱ γάμοι χωροῖεν κατὰ νοῦν Δῖός τε γα- μηλίου καὶ τῆς Δῖός θυγατρός, ἧς ἔργα γάμου, διδόντων τὴν ἀγαθὴν τῇ συζυγίᾳ τύχην, ἡμῖν δὲ νῦν οὔπω καιρὸς ἐπὶ τοι- αὐτὰ φοιτᾶν. ἡ τάχα ἂν ἦμεν οὐ τῶν δειπνούντων μόνον, ἀλλὰ καὶ τῶν ᾀδόντων φίλου μὲν ἐκδιδόντος ἀδελφιδῆν, φί- λου δὲ ἀγομένου τὴν κόρην.
ἀλλ’ ὅπερ ἔφην, μέχρι τοῦ συνεύξασθαι πόρρωθεν κοινωνοῦμεν τῶν δρωμένων· τοσοῦτο 10 γὰρ ἔξεστιν.
Ἐψεύσω μέν, ἀλλ’ ὁ παῖς σοι τῷ ψεύδει γεγένηται βελ- τίων, τῷ δὲ τοιούτῳ ψεύδει κἀν τῇ Πλάτωνος πόλει χώραν ὁρῶμεν οὖσαν.
ἐγὼ δὲ Τιτιανὸν ἀεὶ μὲν ἰδεῖν ἐπόθουν, εἷναι δὲ ἐν φαυλοτέροις ὄντα παρὰ τῷ πατρὶ καὶ τοῖς ἐκείνου λόγοις οὐδεπώποτε ἐπείσθην, οὐδὲ γάρ, εἰ. Μαχάων ἦν παρὰ τῷ πατρί.
χρυσῆν δὲ εἰ φαίην γεγονέναι τοῦ νεανίσκου τὴν ψυχὴν τοσαῦτα κάλλη δεξαμένην, τιμήσαιμ’ ἂν τὸν χρυ- σὸν αὐτὸν καί, εἰ βούλει γε, τὸν Κολοφώνιον.
ἐνθυμοῦ- μαι δέ, τίς ἂν ἦν ἡ συλλογὴ τοῦ θέρους ὑμῖν αὔρας ἔχον- τος, ὁπότε ἐν τοσούτῳ πνίγει τοσαῦτα ἤθροισται, ἃ σοῦ τε κα- ταλέγοντος οὐκ ἠπίστουν εὗρόν τε κάλλιον ἐν τῷ τόκῳ τῶν λόγων, οὓς Τιτιανὸς μὲν τίκτει γενναίους, ἔσονται δὲ οἱ κα- λέσοντες κακοὺς οὐκ ὀλίγοι μὲν ἀμαθίᾳ, πλείους δέ, οἶμαι, φθόνῳ.
Παρεκελεύου μοι μεμνῆσθαί σου γράφων. τί οὖν οὐ παρεκελεύου μοι καὶ ἐμαυτοῦ μεμνῆσθαι; εἰ δὲ τοῦτο ἡγῇ πε- ριττόν, καὶ περὶ ἐκείνου τὴν αὐτὴν ἔχε δόξαν· ὡς ἔγωγε, ὅταν ἐμαυτοῦ, τότε ἐπιλήσομαι καὶ σοῦ τοῦ πολλοῖς τε καὶ καλοῖς ἔργοις ταῖς ἡμετέραις ψυχαῖς μνήμην ἐντήξαντος, ἣν οὐδέ, εἰ τύραννος προσέταττεν, ἐκβαλεῖν ἴσχυεν ἄν.
ἀλλὰ καὶ τότ’ ἂν ἐθαυμάζου διὰ σιγῆς, ὃς οὐκ ἐνόμισας μέρος εἶναι τῆς ἀρχῆς τὸ τοὺς ἀρχομένους ὑβρίζειν οὐδὲ εἰσπράττων ἐσπά- ραττες, οὐδὲ πληγαὶ καὶ δεσμὸς καὶ δάκρυα παρὰ σοῦ, μὲν οὖν καὶ θαλίαι καὶ πανηγύρεις καὶ τέρψεων εὑρέσεις καὶ τιμαὶ τοῖς ἐν τέλει καὶ δήμοις ἡδοναὶ καὶ παρὰ πάντων ᾠδαὶ κατὰ τὴν αὑτῶν μουσικὴν ἀμειβομένων ἑκάστων. ἤδη δέ τις καὶ γονεῦσιν οἴκοι τραχυτέροις χρησάμενος ἡμερώτερον εὗρε τὸν τὴν ἀρχὴν ἔχοντα
τούτων μεμνήμεθα, ταῦτα ἐπιζη- τοῦμεν, οὐκ ἄνευ τοῦ προσδοκᾶν. ὁ δ’ οἰόμενος ὑπὸ τῆς Τύ- χης γενέσθαι τὸν καιρὸν ἐκεῖνον λεῖον ἴστω κοσμῶν, οὐ ψέ- γων, εἰ μὴ καὶ τῷ Τηλεμάχῳ συμπλεῖν τὴν Ἀθηνᾶν κατευθύνουσαν ὄνειδος ἦν.
Οἱ λέγοντές με πλεῖστον ἀφεστάναι λόγων ἐμοὶ μὲν ταὐτὰ φθέγγονται σοὶ δὲ ἀντιλέγουσιν. ἐγὼ μὲν γὰρ οὐδεπώποτε ἐμαυτὸν ἡγησάμην ῥητορικόν, σὺ δ’ οὐδεπώποτέ με ἐπαύσω τοῦτο καλῶν.
εἰ δὴ σὺ μὲν θεῖος καὶ τοῦτό φασιν οἱ θεοί, μάχονται δ’ ἐκεῖνοι τῇ ψήφῳ τῇ σῇ, τίνες ἂν εἶεν, σκόπει θαυμάζω δὲ αὐτῶν εἰ ἐμὲ μὲν ἡγοῦνται τύχη μὲν ἠνθηκέναι πάλαι, γήρᾳ δὲ ἀπεσβηκέναι νῦν, αὐτοὶ δὲ ἐξ ἀφανείας πολ- λῆς νυνὶ σοβοῦντες οὔτι οἴονται τύχῃ κεχρῆσθαι τῇ μικρὸν ὕστερον ἀποπτησομένῃ.
ἐμὲ μὲν οὖν τούτων οὐδὲν δύνα- ται δάκνειν, εἰ δὲ ἤλγουν, εἶχον ἄν. ὅθεν ἂν παραμυθίαν ἀγάγοιμι· πολλοῖς γὰρ ἐμοῦ βελτίοσι τὰ τοιαῦτα ἐπέθετο στό- ματα, σοὶ καὶ τῷ σῷ διδασκάλῳ καὶ τῷ ’κείνου καὶ ἔτι γε τῷ ’κείνου.
σὺ μὲν οὖν ὡς ἂν φιλοσόφων ὁ δοκιμώτατος εὔχου τῇ Δίκῃ μεταβαλεῖν αὐτοῖς τὸν τρόπον, ἐγὼ δὲ ὡς ἄν τις τῶν ἀμαθῶν ὁ σκαιότατος αἰτῶ τὴν αὐτὴν θεὸν <ἐν> ἴσοις αὐτοὺς διατηρῆσαι τρόποις.
Ἐπανῆκεν ἡμῖν Πωλιανὸς ὧν τε ἔτυχεν ἤγγειλε καὶ χά- ριν εἴχομεν ἐγώ τε καὶ ἐκεῖνος ὧν ἔτυχεν ἐκεῖνος. νῦν δ’ αὖ- θὶς παρὰ σὲ τρέχων ἔσπευσε γράμματα φέρειν οὐχ ὡς οὐκ ἤδη παρὰ σοὶ τοσοῦτος ὢν ὥστε κἂν ἄλλου πρὸς σὲ μνησθῆ- ναι μετὰ θάρσους, ἀλλ’ εἰδώς, ὅτι τοῖς παρ’ ἡμῶν ἡδίων γίνῃ γράμμασιν, ἔδεισε μὴ δίκην ἀπαιτηθῇ τοῦ μὴ κομίζειν.
ἔδω- κα τοίνυν ἀμφοτέρων εἵνεκα προθύμως σοί τε εὐφροσύνην παρασκευάζων καὶ τὸν ἑταῖρον ἐξαιρούμενος ζημίας.
Ἐγώ σε τὸ μὲν πρῶτον ἀκούων πρὸς αὐτὸν ἥκειν τὸν Ἴστρον, οὗ βασιλεὺς τὰ ὅπλα δείξας ἐστόρεσε τὸ φρόνημα τῶν Σκυθῶν, οὐκ ἐπέστελλον, οὐ γὰρ ἦν ὁ κομιῶν ἐκεῖσε.
εἶθ’ ἡμῖν ὁμοῦ πρός τε τὴν Μεγάλην ἐπανήκειν ἠγγέλλου πόλιν καὶ τὴν ἀρχὴν ἔχειν τὴν οὐκέτι μικράν, ἐπειδήπερ αὐτὴν ἔχεις. ἴσως μὲν γὰρ τὸν Ἀχιλλέα κοσμεῖ ἡ πανοπλία καὶ τῆς Ἡφαί- στου δεῖ τέχνης, εὖ δὲ ἴσθι, ὅτι κἂν τὰ φαυλότερα θέμενος ὁ τῆς Θέτιδος υἱὸς αὐτὸς μὲν οὐκ ἂν ἔδοξε χείρων, ἐκεῖνα δ’ ἂν ἔδειξε καλλίω.
μαθόντες οὖν, εἰς ὃ κατέστης, ἀεί σε προσελαύνειν ἡγούμεθα καὶ μικρὸν ἀπέχειν τῆς θέας καὶ γραμ- μάτων οὐ δεῖν, ἐπεὶ δὲ μέλλεις, πάλιν ἡμᾶς ἐπὶ τὸ γράφειν ἄγεις.
αὐτὸς δὲ ἡμῖν ἢ φάνηθι, πρὸς Δῖός, ἢ μένων, ὡς ἐπ’ ἀμείνοσι διατρίβεις, μήνυε καὶ τὸν Πωλιανὸν τῶν τε ἄλ- λων εἵνεκα καὶ τῆς ἐπιστολῆς φίλει.
Τὸ Ζήζους χωρίον ἐκτήσατο μὲν ὁ θεῖος οὑμὸς οὐκ ἀδί- κως, κατέσχον δὲ ἐγὼ τῇ τε τοῦ δικαίου τάξει καὶ τῇ παρὰ σοῦ βοηθείᾳ, δι’ ἣν οὐκ ἔστιν ὅτε σε οὐκ ἐπαινοῦμεν, ἄλλως θ’ ὅτε καὶ ἀπαράκλητος ὑπὲρ ἡμῶν ἔστης.
νῦν τοίνυν οἱ τοῦτο γεωργοῦντες ἥκουσι περίφοβοι καί τινας ἀπαγγέλλουσιν ἀπειλάς, ἐν αἷς ἦν, ὅτι δώσουσι δίκην ὧν ἀδικοῦσι τὸν βα- σιλέως οἶκον ἡμᾶς τῆς ἐκείνου γῆς πεποιηκότες δεσπότας.
ἐμοὶ δὲ δοκοῦσιν ἀκηκοέναι μὲν τούτων οὐδέν, ἐλπίζειν δέ. καὶ θαυμαστὸν οὐδὲν ἀνθρώπους ὁμιλοῦντας ἀρότρῳ καὶ βουσὶ δείματα αὑτοῖς οὐκ ὄντα ἀναπλάττειν καὶ τὰ οὐδ’ ἐσό- μένα γεγονέναι νομίζειν. τοιοῦτον γὰρ τὸ γεωργεῖν· ἀφελῶς ἔχειν ποιεῖ.
ἀλλὰ σὺ τὰ σαυτοῦ μιμούμενος καὶ φιλίαι ἢ ἐνεστήσω τηρῶν δίδαξον τοὺς δεδιότας, ὅτι κἂν ἄλλῳ μαχἐ- σαιο τούσδε ταράττοντι.
Μεθ' ὧν ἔγραψας τὰ ἔπη θεῶν, σὺ γὰρ δὴ μόνος ἀμ- φότερον, ποιητής τ' ἀγαθὸς κρατερός τε ῥήτωρ, οὗ- τοί μοι δοκοῦσιν Ἑρμογένει προθυμίαν ἐμβαλεῖν εἰς τὸ λῦσαι τοὺς φόβους.
καίτοι τῆς αὐτῆς ἡμέρας εἶχέ τε τὰ παρὰ σοῦ καὶ παρελύετο τῆς ἀρχῆς, ἀλλ’ ὅμως ἐν τῷ πυθμένι τοῦ πίθου τῶν γε σῶν οὐκ ἠμέλησεν, ἀλλ’ ἔστενεν ἅμα καὶ χάριν ἡγούμενος, ἣν ἐδίδου λαμβάνειν καλῷ τε λέγων ἔργῳ κατα- κλείσειν τὴν ἀρχὴν ἐκέλευεν ὧν ἐχρῄζομεν.
ἀλλ’ Ἀνδρόνι- κος ἤγγειλεν, ὡς οὐκ ἔσται σοι διάδυσις, ἀλλ’ ἐν βελτίονι μὲν τῷ σχήματι. πάντως δὲ ἀνάγκην εἶναι διαπλεῦσαι τοῦ πόντου τὸ στόμα. τὸν γὰρ ἄνδρα ἐκείνου τὸν θεῖον, ᾧ σὺ τὸν υἱὸν ὁμώνυμον ἐποίησας τὸ τοῦ Κίμωνος μιμησάμενος, εἰπεῖν ἃ συνῄδει σοι πρὸς τὸν κρατοῦντα, τὸν δὲ καλεῖν. σὺ δὲ βου- λεύσῃ περί τε τῶν ἐλπίδων τῶν ἐκεῖθεν καὶ τῆς ἡσυχίας.
ὁ δὲ ταῦτα ἀγγείλας καὶ Πρισκιανός. ὁ μὲν ἀνέγνω Τιτιανοῦ τοὺς λόγους, Πρισκιανὸς δέ, τότε γὰρ ἄσχολος ἦν, νῦν ἀπαιτεῖ, καὶ ἀποδώσομεν οὐκ ἀγνοήσαντες τὴν ἐπιστολὴν ἐν ᾗ διαλέγῃ τῷ παιδὶ περί τε φωνῆς τόνου καὶ τῶν ἐνταῦθα μεταβολῶν πνεύματός τε ἀναπαύλης καὶ τῶν ἄλλων, ὅσα βοηθεῖ λόγῳ.
ἅ μοι δοκεῖ μὴ μόνον τὸν νεανίσκον ἀμείνω καταστήσειν, ἀλλὰ καἰ ἐμὲ τὸν γέροντα, καθ’ οὗ τις ἤδη καὶ σκῶμμα ἀφῆ- κεν, ὡς εἴην ὑποκριτὴς μᾶλλον ἢ ῥήτωρ.
Ὥσπερ οἷς ἔπεμψας χρῶμαι ξενίοις, οὕτω καὶ τῇ τῆς ἐπιστολῆς ἀρχῇ χρήσομαι. κοινὰ γὰρ ἔστω μοι μὴ μόνον τὰ τῆς σῆς ἀγορᾶς τε καὶ γῆς, ἀλλὰ καὶ τὰ τῆς διανοίας.
λέ- γω τοίνυν καὶ αὐτός, ὅτι τῶν τε ἄλλων χάρις Ὥραις καὶ ὅτι τὰς πανηγύρεις φέρουσαι φέρουσιν ἀφορμὴν τοῖς παρὰ σοῦ γράμμασιν αὐτῶν, οἶμαι, τῶν ἑορτῶν ἡδίοσι.
τὰ μέν- τοι γράμματα ἔλαβον ἀκροώμενος τῶν νέων καὶ πρὸς τὸν μὴ κύνοντα ἠχθόμην ἑλκόμενος ὑπὸ τῆς ἐπιστολῆς. οὐ γὰρ ᾔδει] ἀκριβῶς ὅ τι λέγοι, λύειν ἐκείνην ἐπιθυμῶν.
ὡς δὲ δίε παύσατο καὶ εἶρον τὰς Ὥρας ἐπαινουμένας καὶ διὰ πάντων τῶν γεγραμμένων τεταμένην τὴν ὥραν, ἀφεὶς ἃ λέξειν ἔμελ- λον ἐκοίνωσα τοῖς ἑταίροις τὴν ἐπιστολήν, τοῖς δὲ ἀπέχρησε. καὶ οὕτω προσετέθη τοῖς δώροις ἀπαλλαγὴ τοῦ τότε ἐπικει- 5 μένου πόνου.
Τίς οὗτος ὁ φόβος; καὶ πόθεν τὸ οἴεσθαί σοι τὸν υἱὸν τοῦ χείρονος ἔσεσθαι λόγου καὶ ταῦτα τῶν τε ἄλλων αὐτὸν ἐπαινούντων καὶ Εὐμαθίου τοῦ φενακίζειν οὐκ εἰδότος καὶ ἐμοῦ τοῦ τἀληθῆ τιμῶντος; ὡς ἔγωγε οὐδεπώποτε πρὸς πα- τέρας περὶ παίδων ἀμβλυτέρων εἶπον, ὡς εἶεν ὀξεῖς, ἀλλ’ οὐδὲ περὶ τῶν ἐγρηγορότων εἴποιμ’ ἄν, ὥς εἰσι νωθροί.
σοὶ δ’ εἰ παῖς ἐστι διδούς τι περὶ αὑτοῦ βέλτιον εἰπεῖν, μὴ διαπίστει μηδέ γε εὔφραινε τοὺς συκοφάντας ἐν τῷ προσέχειν οἷς λέ- γουσιν. ἂν γὰρ ὅτι σε μὴ πείθουσι, μάθωσι, λήξουσι τῶν ψευδῶν.
τὸν Ἀνατόλιον οὐ σὺ μᾶλλον ἡ ἐγὼ βουλοίμην ἂν γενέσθαι ῥήτορα τῶν δεξιῶν· παρ’ ἐμοῦ γάρ, οὐχὶ σοῦ ταῦτα ἀπαιτοῦσιν Ἀρμένιοι.
Οἶμαι μὲν ἤδη σοι γνώριμον εἶναι τὸν χρηστὸν Ἀρτέ- μιον· ἐκεῖνός τε γὰρ οἷος ἕλκειν πρὸς ἑαυτὸν σύ τε δεινὸς θη- ρατὴς ἀνδρῶν ἀγαθῶν. εἰ δ’ οὖν οὔπω τοῦτο πέπρακται, πρα- χθήτω νῦν. ἐγὼ δὲ ὁ συνάγων ἴσως οὐκ ἄπειρος τῆς περὶ ταῦτα ἁρμονίας.
Ἀρτέμιον δὲ πολλὰ ποιεῖ πρῶτον, γένους ἐπιφάνεια, λόγων δύναμις, ἦθος μέτριον, τὸ τοὺς ἄρχοντας παρόντας τε φιλεῖν καὶ ἀπελθόντας ἐπαινεῖν.
ἀλλὰ κἀκεῖνο μέντοι τὸ ἔργον ὃ σὺ ζητεῖς ἐργάζεται, τὰ γὰρ ἡμέτερα ᾕρη- τᾶι, ὥστ’ οὐ μᾶλλον σὺ φήσεις τοῦτο ποιεῖν ἡ ’κεῖνον εὑρή- σεις.
δὸς δὴ μισθὸν αὐτῷ τῶν εἰς ἡμᾶς σεαυτόν. δόξει δέ σοι λαβὼν τὸ θαρρεῖν εὐλαβέστερος γεγονέναι. καίτοι κἂν ἐνοχλῇ, σύ γε οἴσεις ἐμὴν χάριν. ἀλλ’ οὐκ ἐνοχλήσει.
Χρόνιον ἰδὼν τὸν Δοσίθεον καὶ ὠχριῶντα ἠρόμην εἰ νόσῳ γένοιτο τοιοῦτος. ἔπειτ’ ἤκουον, ὡς ἐκείνῃ μὲν οὔ, συν- ἑλεία δὲ ἔργου. γράφειν γὰρ ἔφασκε καθείρξας αὑτόν.
ἐΜ νόν τε οὖν ἐπῄνεσα καὶ σοὶ συνήσθην, ὅτι σοι μηδὲ ὁ οἰκέ- της ἀργός. πυνθάνου δὴ καὶ περὶ τῶν υἱέων, ψεῦδος δ’ οὐκ ἐρέει.
Εὐδαίμων ὁ Αἰγύπτιος ὁ παρ’ ὑμῖν μὲν οἰκῶν, παντα- χῆ δὲ τὴν δόξαν ἀπεσταλκὼς οὐ μᾶλλον Αἴγυπτον ἢ τὴν ὑμε- τέραν κοσμεῖ. τὸ μὲν γὰρ τὰ τῶν ποιητῶν ἐπίστασθαι καὶ γε- νέσθαι ποιητὴν ἐκεῖθεν αὐτῷ, τὸ δὲ τὰ τῶν ῥητόρων εἰδέναι καὶ γενέσθαι ῥήτορα παρ’ ὑμῶν αὐτῷ.
τοῦτόν τε οὖν ἀνάγ- κη τὴν παιδεύουσαν φιλεῖν ὑμᾶς τε εἰκὸς ᾧ δεδώκατε τοὺς λόγους καὶ τὰ ἄλλα συμπονεῖν. οἶμαι δὲ πρὸς σὲ γράφων πρὸς ὅλην ἐπιστέλλειν τὴν πόλιν. σὺ γὰρ αὐτὴν εὖ ποιῶν ἀνέχεις, ἡ δὲ οὔτε ἀγνοεῖ τοῦτο καὶ ὁμολογεῖ σὺν ἡδονῇ.
δότω τοί- νυν ἡ πόλις διὰ σοῦ χάριν Εὐδαίμονι. τίς δὲ αὕτη; τιμᾷ τὸν παιδευτὴν ἡμῖν ὁ βασιλεὺς τῇ βασιλικῇ τροφῆ. ταύτην δὲ ἡμῖν ἀργυρίου βουλόμενοι γενέσθαι πρὸς ὑμᾶς εἴδομεν ἐνθυ- μηθέντες, ὡς ἡ πρᾶσις δεῖται τῆς Εὐτοκίου φιλοτιμίας.
ἀκο- λούθει δὴ σαυτῷ καὶ πρᾶττε τὴν ταχίστην, ὅπως ἡμῖν ἕξει καλῶς, καὶ προσδέχου παρ’ ἀνδρὸς εἰδότος λέγειν ἔπαινον ἀντὶ τῶν χρημάτων.
Φίλος ἀνδρὶ παρείη, φασί. σὺ δ' ἡμῖν καὶ φίλος καὶ σαφέστατος τῶν φίλων, ὥστ’ οὐδὲν παρήσεις προθυμίας ἐν οἷς τι θήσῃ τῶν ἡμετέρων βέλτιον.
δέξαι δὴ τὸν Μόκιμον ἡμῖν εὐμενῶς καὶ ποίησον ἡμῖν τὰ ἄχυρα χρυσίον, εἰ μὲν τὸ 10 πρᾶγμα ῥᾷστον, δι’ αὐτὸ τοῦτο, ὅτι ῥᾷστον, εἰ δὲ ἐργῶδες, ὅτι καὶ πονεῖν οἶσθα.
Σὺ δ’ ὅτι ἄν με εὖ ποιῇς, οὐ συγγενεῖ μόνον, ἀλλὰ καὶ 15 φιλοῦντι συμβεβλημένος ἔσῃ. μεῖζον δὲ τοῦτο ἐκείνου κρίνω, διότι τὰ τῶν Οἰδίπου παίδων καὶ νῦν ὁρῶ πολλοὺς ἐπιχει- ροῦντας καὶ οὐ κωλύει τὸ γένος.
σὲ δὲ ἐγὼ τῇ τε ἄλλῃ φι- λῶ καὶ ὅτι τῶν πατρῴων φρενῶν ἐν ἑτέρῳ βίῳ τὴν ὀξύτητα δεικνύεις, ἀφ’ ἧς σοι καὶ τὸ κρατεῖν.
Μοκίμῳ δὲ παρεκε- λευσάμην θαρρεῖν· ὡς ἐφ’ ᾧπερ ἥκει δώσεις αὐτῷ καὶ οὐ πε- ριόψει τὴν τῆς γῆς φορὰν ἡμῖν ἀπολλυμένην. οὐ γὰρ ἀγνοεῖς, ὡς ὅ τι ἂν ἡμὶν γένηται κέρδος, τοῦτο εἰς τὴν σὴν εἰσελήλυ- θεν οἰκίαν
Τῶν μὲν ἄλλων αὐτὸς ἐδεόμην, ὅπως συναίρωνται τῷ Μοκίμῳ τῆς πράσεως ἐφ’ ἣν ἥκει, σοῦ δὲ ὁ παῖς, ὡς εἰκός, ὑπὲρ ἡμῶν δεήσεται μηδὲν ἐλλείπειν, ὅπως, ἐπειδὰν εἷς μοι γένηται τοῦ χοροῦ, πρᾴου μου τυγχάνῃ μνήμῃ τῆς χάριτος.
δεῖξον δὴ τῷ υἱεῖ τὴν ἐπιστολὴν καὶ θεώρει τὴν σπουδήν.
Πολλαχόθεν αἰδοῦμαι Μόκιμον, καὶ γὰρ ἐκ παιδὸς ἑταῖ- ρος καὶ τῶν οὐδὲν ὀκνησάντων ἐπιτάττοντος τοῦ θείου, καὶ νῦν ἡμῖν ὅσαπερ ἐκείνῳ συμπονεῖ.
τούτου συγγενής, Μά- ρας ὄνομα αὐτῷ, τῶν σοὶ διακονούντων, ἔργον δὲ αὐτῷ γρά- φειν εἰς τάχος, καὶ πεποίηκεν αὐτὸν ἡ χεὶρ ἐν λόγῳ. βου- λοίμην ἂν οὖν τῆς σῆς ἀρχῆς ἀπολαῦσαι τὸν ἄνθρωπον εἰς ἐπίδοσιν.
ἡμεῖς δέ, ἀφ’ οὗπερ ἀπῆρας, ἠέρι καὶ νεφέ- λῇ κεκαλυμμένοι. δεῖ δὲ αὐγῆς ὀξείας τοῖς. μέλλουσιν οὐχ ἁμαρτήσεσθαι τῆς ὁδοῦ.
Οὐ τὸ ἐπιστεῖλαι συγγνώμης ἄξιον, ἀλλ’ εἰ μὴ τοῦτο ἐποίεις, τότ’ ἂν εἰκότως ᾐτοῦ συγγνώμην. οὐ γὰρ ὅπως σι- γῴης, οὔτε σὺ περὶ τοὺς λόγους ἐπόνεις οὔτ’ ἐγὼ περὶ σέ, ἀλλ’ αἱ τοῦ λέξειν ἐλπίδες ἔπειθον ἐκεῖνα φέρειν.
ἔν τε οὖν τοῖς ἄλλοις χρῶ τῷ κτήματι καὶ ἐπιστέλλων. καλῶς γὰρ αὐτὸ ποιεῖς καὶ ἔτι ποιήσεις κάλλιον, ἢν μὴ παύσῃ ποιῶν.
ἔοικας δέ μοι βεβαιοῦν τὸν λόγον, ὃν πολλάκις ἔφην, ὡς ἐμὸς σὺ παῖς, οὐχὶ μαθητὴς μόνον. τοῦ γοῦν Σόλωνος ἀκού- εις καὶ τρέφεις τὸν πατέρα διδασκαλείων ἀπαλλαγείς.
ἀλλά μοι καὶ τοῦτο χάρισαι· δράμε παρ’ ἡμᾶς, οὐχ ὡς διατρίψων, ἀλλ’ ὡς ὅσον ἂν συγγένῃ χαριούμενος, ἅμα δὲ καὶ τῶν πραγ- μάτων, εἴ τι δέοιτο τῆς ἀρχῆς, ἐπανορθώσεις.
Βάκχιον δὲ φίλον ἡγούμενος οὐ κακῶς φρονεῖς. ἧκε οὖν διὰ τοῦτον τὸν φίλον, καὶ ἔτι γε δι’ ἄλλον φίλον. οὐ γὰρ ἂν βουλοίμην Εὐα- γόραν ἐν τοῖς ἐρωτικοῖς εἶναί σου κρείττονα, εἴ γε ὁ μὲν πατρὸς διαφυγὼν χεῖρας ἐκ Κιλικίας ἀφῖκται σὲ ζητῶν σὺ δὲ ὢν ἐλεύθερος ἐκ Βερροίας οὐ κινήσῃ.
ἔχει τοίνυν ὡδὶ τὸ πρᾶγμα· Ἑρμογένης οὐχ ὡς ἄν τις ἄγριος ἐκκέκλεικε τὰς θύρας, ἀλλ’ ὑπ’ ἀργίας. τούτῳ καὶ πρὸς ἡμᾶς ὕστερον ἐχρῆτο, τὰ πρῶτα δὲ συνῆμεν.
Δίδωμι δὴ τοῖς ἐπὶ τὴν πρεσβείαν καταστᾶσι τὸ βιβλίον, οἷς ἦν ἀπὸ τοῦ πρεσβεύειν εἴσοδος.
Ἔνθα οὐδὲν ἔλαττον ἴσχες ὧν νομίζεις πλὴν ἢ τὸ τοῖς χείροσιν ἴσον σχεῖν.
Λαμβάνει δὴ παρὰ τοῦ παιδὸς ἑαυτοῦ τὰς ἐπιστολὰς Ἀρ- γύριος καὶ φάσκων ἔχειν, ἐπειδὴ δοῦναι χρῆν, ἐζήτει μέν, δοῦναι δὲ οὐκ εἶχεν, ἀλλὰ κατηγόρουν δοῦλοι δούλων τε καὶ ἐλευθέρων καὶ αὖθις ἐλεύθεροι δούλων τε καὶ ἀλλήλων, καὶ κραυγὴ καὶ θόρυβος, τὰ γράμματα δὲ οὐδαμοῦ.
Πῶς, οἴει, τὴν ψυχὴν ἐδήχθην; οὐ μὴν ἠξίωσά γε συγ- γνώμην αἰτεῖν μένοντος τοῦ τραύματος, ἀλλ’ ἐπὶ τὴν ἴασιν ὁρ- μήσας ἐχρησάμην Ἑρμογένους τῇ χειρί. μετὰ τὴν ἀρχὴν καὶ ταύτα.
Σὺ δὲ οὗ μὲν ἔπεμψας μέλιτος ἡδίω τὸν καρπὸν τῶν φοι- νίκων ἔπεμψας, ὃν ἰδὼν μὲν κατεφρόνησα, φαγὼν δὲ ἐθαύ- μασα, τούτου δὲ τοῦ καρποῦ πάλιν ἡδίους ἀπέσταλκας τοὺς παρὰ Κέλσου λόγους.
Ἀλλ’ εἰ τὴν μίαν ἐπιστολὴν φάσκεις πολλάς, οὐ ταύτην γε ἔλαβον μόνην, χρηστὸς δὲ εἶ ψευδόμενος· ὁμολογεῖς γὰρ ὃ πεποιηκέναι χρῆν.
ἡμεῖς δὲ νῦν μᾶλλον ἐπιμελούμεθα τοῦ παιδίου νομίζοντες δεῖν καὶ τὸ σὸν εἰσφέρειν αὐτῷ. καὶ ἔστι τῆς συμμορίας ὁ κράτιστος, ἴσως μὲν καὶ διὸ τὴν φύσιν· οὐ μικρὸν δὲ καὶ ὁ παιδαγωγὸς ἀπειλῶν, παρακαλῶν, ἐπεγείρων, συνδιαταλαιπωρῶν, ἀνὴρ ἐλάττω τάξιν τῆς προσηκούσης σὴν χάριν ὑπομένων.
ἃ δὲ ὑπὲρ Ἀλβανίου μηνύεις, καὶ ἥδιστά μοι καὶ οὐ κατ’ ἐλπίδας· ὡς ἔγωγ’ ἐφοβούμην μὴ σιγᾶν ἕλη- ται, θαρρεῖν δὲ εἶχον λέγειν ἐθέλοντος.
Νῦν ὄντως μοι τοὺς μισθοὺς ἀπέδωκας, οὐ χρυσίον καὶ ἀργύριον, ταῦτα δὴ τὰ παρὰ τῶν πολλῶν τε φερόμενα καὶ τέρποντα τοὺς πολλούς, ἀλλ’ οὗ χάριν καὶ τῶν πατρῴων ἀπέ- στην. τοῦτο δέ ἐστι δόξα.
ταύτην μοι δέδωκας δείξας, ὡς οὐ παλαιστὴς ἄρα ἐγὼ μόνον, ἀλλὰ καὶ γυμναστὴς ἀγαθός. οἶσθα γάρ, ὡς οἱ τὴν ῥώμην οὐ τολμῶντες ψέγειν ἐκεῖνο πει- ρῶνται δάκνειν, ἀλλὰ σύ γε αὐτοὺς ἀφώνους ἐκάθισας τῇ σαυτοῦ φωνῇ.
γιγνέσθω δὴ πυκνὸς ὁ δρόμος καὶ βίου μὲν ὁδὸν ἣν οἴει σοι συμφέρειν αἱροῦ, πανταχοῦ δὲ οἴου σαυτῷ καὶ τὸ λέγειν προσήκειν. οὐδεὶς γὰρ βίος ὑπὸ ῥητορικῆς αἰ- σχύνεται. καὶ ταῦτα ἡγοῦ δεῖσθαί σου καὶ τὸν πατέρα καὶ μηδὲ τῆς ἡδονῆς ἄμοιρον εἶναι καὶ ταῦτα ὄντα ὑπὸ γῆς.
ὁ δὲ ἄρχων ἡμῖν ἐν Ἑρμοῦ τέθραπται καὶ τοῖς ἀγορεύου- σιν ἀναμιμυ σκεται τὰ αὐτοῦ καὶ ταύτης μόνης ὁμολογεῖ τῆς ἡδονῆς ἡττᾶσθαι. νοῦν δὴ ἔχοντος ἂν εἴη χρῆσθαι παρόντι καιρῷ.
Καλός γε ὁ κλῆρος καὶ διαδέχομαι καὶ τοῦτον οὔτε λό- γων ἀφαιρήσεταί με δεινότης οὔτε μίμησις γραμμάτων. σὺ δ’ οὐχ ἥττω μοι χαρίζῃ τοῦ θείου μεμνημένος ἢ φιλεῖν ἐμὲ προ- αἱρούμενος, ἐπεὶ καὶ τοῦτο παρ’ ἐκείνου μοι τὸ σπέρμα τοῦ δι’ ὧν προσέκειτο καὶ τοὺς ἄλλους ἀναπείθοντος φιλεῖν.
χά- ριν δὲ ἐγὼ μὲν ἥντινα ἔδωκά σοι λογιζόμενος οὐχ εὗρον, σὺ δὲ ἐμοὶ δίδως τῷ φάσκειν ἔχειν, δώσεις δὲ καὶ ἄλλας. ἐγὼ δέ σοι συνεύξομαι, τοῦτο γὰρ ἡ ἐμὴ δύναμις.
τὰ ξένια δὲ πῶς οὐκ ἔμελλεν ἡδονὴν οἴσειν ἀνδρός τε ὄντα χρηστοῦ καὶ βεβαίου φίλου;
Ἥρου με, εἰ σε προσδοκῶ περιέσεσθαι τῶν πραγμάτων. προσδοκῶ. δεύτερον ἐπόθεις μαθεῖν, εἴ σοι δόξαν ἀπὸ τῶν παρόντων εἰκάζω χρηστὴν ἔσεσθαι παρὰ τοῖς δυνατοῖς. εἰσὶν ἐλπίδες· ἅ τε γὰρ ποιεῖς, οὐ σιγᾶται τῇ τε ἀκοῇ τὸ θαυμά- ζειν ἕπεται.
νῦν γέ τοι τοιοῦτος ἥκει λόγος, ἐφ’ ᾧ τίς οὐκ ἀνέκραγε; λέγεταί τις ἄνθρωπος ἐν τοῖς ὑπηρέταις εἶναι νῦν πρῶτον κεκρατημένος, τὸν παρελθόντα δὲ ἄρα χρόνον ἅπαντα πάντων ἐκράτει.
πολλὰ τοιαῦτα σὺ μὲν ἐργάσῃ, κομιεῖ δὲ πανταχῆ τὸ στόμα τῆς Φήμης. καὶ βασιλεῖ μὲν ἐντεῦθεν, ὡς εἰκός, ἡδονή, σοὶ δὲ ἀμοιβαί.
Πείθομαι μὴ πολλὰ εἷναί σοι τὰ πράγματα, οὐ γὰρ ἂν πολλῆς ἀπήλαυες εἰς τὸ ἐπιστέλλειν σχολῆς· ὡς τό γε κάλλος τῆς ἐπιστολῆς οὐκ ἄρχοντος ἐπιόντος πόλεις, ἀλλ’ ἀνδρὸς ἐρ- γαζομένου λόγους.
εἰ δὲ ψεῦδος μὲν ἐκεῖνο καὶ πολλὰ τὰ πράγματα, σὺ δὲ ἀρκεῖς ἀμφοτέροις. τῶν Μουσῶν τις ἔοικέ σοι συνοικεῖν μετὰ τῆς Δίκης γαῖ συλλαμβάνειν πῆ μὲν ἐκεί- νην, πῆ δὲ ταύτην.
ζητῶν δὲ ἢ τὸν Ἀβάριδος ὀιστὸν ἢ τὴν Ὀρφέως κιθάραν μήτε τὴν κιθάραν ζήτει, τῇ γλώττῃ γὰρ τὰ ταύτης ἰσχύεις, μήτε τὸν ὀιστόν, ἐπειδήπερ ἔχεις τὴν κιθάραν.
ἡ πενία κοινὸν νῦν ἀνθρώποις, ὥστε οὐ πρὸς εὐπόρους ὑπὲρ ἀπόρων ἐπιστέλλεις, ἀλλ’ εἰ καὶ ἡμῶν ἦρχες, ταῦτ’ ἂν ὠδύρου· ἀπόλοιο δῆτ’. ὦ πόλεμε, πολλῶν οὕνεκα, ὃς τοὺς Καλλίας ὀξέως Ἴρους ποιεῖς.
Τῶν Ἑστιαίου παίδων μέλει μοι καὶ διὰ τοὺς θείους αὐτῶν, οἳ συνεφοίτησάν μοι, καὶ διὰ τὸν πάππον, ὃς ἔνα με ἡγεῖτο τῶν υἱέων. Ἑστιαῖος δὲ ἐμοὶ μὲν συνήθης οὐκ ἦν, ἐπαινεῖται δέ. τὸ δὲ μέγιστον, τῶν ἐμῶν οἱ νεανίσκοι φοιτη- τῶν μετὰ τῶν λόγων μελετήσαντες αἰδεῖσθαι.
δι’ ὅσων δὲ κυμάτων ἡ μήτηρ αὐτοῖς ἐλθοῦσα μόλις ἀνέπνευσεν, οἶσθα καὶ ὅτι τοῦ κινδύνου μὲν ἀπηλλάγη, μείζω δὲ πεποίηκε τὴν οὖσαν καὶ πρὶν πενίαν.
ἔστι δέ τις ἄνθρωπος ἐν Κύρῳ Μάρης, μᾶλλον πένης ἢ γέρων, ἔστι δὲ καὶ μάλα γέρων. ὃν μὴ παντάπασιν ἐκτριβῆναι δέονται μὲν οὗτοι, βούλομαι δὲ ἐγώ, κύριος δὲ σύ. σχῆμα δὲ τῇ βοηθείᾳ δώσει βασιλέως πα- λαιὰ γράμματα γράμμασι Θεοφίλου βεβαιούμενα.
Ἡμετέρῳ μαθητῇ Μακαρίῳ Μακάριός ἐστιν ὁ πατὴρ, εἷς δὲ οὑτοσὶ τῆς ἀμφὶ σὲ φάλαγγος. τούτῳ τῶν ἀρχόντων ἕκαστος ἔδωκε δῶρον, τὸ δὲ δῶρον χρόνος παρέχων αὐτῷ τὸν υἱὸν ἰδεῖν, υἱὸν τῇ Μνημοσύνῃ φίλον.
δὸς δὴ τὸ δῶρον ἐπὶ πολλοῖς, ὃ καὶ πρῶτος ἔδωκας ἄν.
Καὶ Χρύσης προνοίας ἄξιος τρόπων τε ἕνεκα καὶ συγ- γενῶν. ὅ τε γὰρ τρόπος ἡσύχιος οἴ τε ἀνεψιοὶ φίλοι τε ἐμοὶ καὶ σοὶ κἀν τῇ πόλει τὰ πρῶτα. Λητόϊον Λητόΐον λέγω τὸν τὸν ἄξιον ἀκοῦσαι ταὐτὸ Κυνήγιον, οὓς αἰσχύνει Χρύσης, εἴ τι παρὰ τὴν ἀξίαν ὑπομένει καὶ ταῦτα σοῦ τὴν ἀρχὴν ἔχον- τος.
ἐν οὖν οὖν ὑβρίζεται μαθὼν στῆσον τὴν ὕβριν.
Ἀλλ᾿ οὑτοσὶ Φιλόξενος <λαμπρὸς> καὶ μεγέθει καὶ κοὶ φωνῇ καὶ τῷ αἰδεῖσθαι καὶ τῷ λόγους ζητεῖν <τε> καὶ λαμβάνειν εἰδέναι.
σὺ δὲ πείθων τοὺς νέους παρ’ ἡμᾶς τρέχειν ὅμοιον ποιεῖς ὥσπερ ἂν εἰ παρῄνεις αὐτοῖς παρὰ σὲ τρέχειν. οἶσθα γάρ, ὡς, ἂν ἐγὼ φαίνωμαι λαμπρός, καὶ σὸν ἐν δόξῃ, κἂν ἐγὼ δόξω μὴ κακὸς εἶναι παιδεύειν, καὶ σοὶ ταῦτα ἂν ὀνήσαι παιδεύειν ἑλομένῳ. οὐ γὰρ ἀγνοοῦσιν οἱ ἄν- ex ὁ corr m4 | ἠρόμην scripsi ex Α ἠρώτων Wolf 131,18 ἐκεῖνο D fol. 54 A ἐκείνῳ V Va Vo S Vind D fol. 50v corr Wolf | οὕ θρωποι τὰ Ἀθήνησιν ἡμῖν κοινά.
τὸ μὲν οὖν ἔργῳ τὰ ἡμέτερα ᾑρῆσθαι θαυμαστὸν οὐδέν, σοὶ γὰρ ὁ βίος ἐκ νέου τὰ φίλων αὔξειν, τὸ δ’ ὁμολογεῖν ἐν γράμμασιν, ὃ ποιεῖς, τοῦ- το δὲ οὐ κατὰ τὴν σὴν δειλίαν, ἀλλὰ γὰρ ἔργον τοῦτο τοῦ ἔρωτος, ὃς καὶ τοὺς δειλοὺς θρασυτέρους ποιεῖ.
Οὐχ ὁ Φιλόξενος μόνον ἐπανήκων ἀμείνων ἐξώρμησε τὸν ἀδελφόν, ἀλλὰ καὶ τοῦ Φιλοξένου τις ἀνεψιός, οἶσθα γὰρ ὃν ἐγὼ λέγω καὶ λέγειν οὐκ ἐθέλεις εἰδώς.
ἢ τούτου γε ἕνεκα τοῦ δευτέρου παρὰ σὲ χρῆν καὶ τὸν Φιλόξενον καὶ τὸν ἀδελφὸν τὸν ἐκείνου φοιτᾶν, ὡς οὐδέν γε παρ’ ἡμῖν οὔτε τοσοῦτον οὔτε τοιοῦτον ὁποῖον τε καὶ ὁπόσον παρὰ σοί; καί- τοι Τιτιανὸς τῇδε τοῖς λόγοις προστίθησιν, ἀλλ’ ἐγὼ τὸν οἶκοι θησαυρὸν αὐτοῦ κάλλιον ὁρῶ.
τῇ μέντοι μητρὶ τοῖν νεα- νίσκοιν ἐκείνοιν λέγειν, ὃς ἔστι καὶ παρ’ ἡμὶν θέρος καὶ πνεῖ τότε μέτριος ἄνεμος.
Οἴκοθεν οἴκαδε Μικκαλος παρ’ Ὀλυμπίου πρὸς σὲ καὶ οὐ παρ’ ἀδελφοῦ μᾶλλον ἢ παρ’ ἀδελφόν, ὅθεν μοι δοκεῖ τοῦ τε ἐν Παίοσιν ὑπεριδεῖν πλούτου καὶ τῆς ἐν ἀδικίᾳ τρυφῆς νομίζων τὸ σοὶ συνεῖναι καὶ τῶν χρημάτων αὐτῷ τῶν ἀπὸ τῆς θαλάττης ἥδιον ἔσεσθαι.
τοῦτον μὲν οὖν τοῦτ’ ἔπεισε προ- κρῖναι τὴν σὴν ἀρχήν, σὺ δ’ αὐτῷ καὶ χρημάτων εὕρισκες πό- ρους. σοὶ μὶν γὰρ κεναῖς, τούτῳ δὲ μεσταῖς ἐπανελθεῖν προσ- ήκει χερσίν.
ἃ δὲ περὶ τῆς πενίας ἔγραψας μείζω τὴν ἐκεῖ τῆς τῇδε πειρώμενος δεικνύναι, ῥητορεύοντος, οὐκ ἀληθεύον- τος ἦν. οἴ γέ τοι παρ’ ἡμῖν προσαιτοῦντες πόλεως μέτριον, οἱ δ’ ἐγγυτέρω τῶν δεινῶν εἰ τούτῳ πλουτοῦσιν, Οῖδίπου τινὸς χρῄζομεν.
Μέτρον ἄριστον ἔφη τις καὶ ὁ λόγος ἀνάθημα γίγνε- τᾶι τῷ Πυθίῳ. σὺ δ’ ὅτι μὲν τῇ τε ἄλλῃ καὶ τῷ πλήθει τῶν βουλευτῶν μείζους τὰς πόλεις ποιεῖς, καλῶς ποιεῖς· ὅστις δὲ εἰς μείζω βουλὴν καλεῖται καἰ γέγονεν ἀντὶ Φοίνικος ἄλλο τι σεμνότερον, μήτοι τοῦτον ἀποστέρει τῆς τύχης μηδ’ οὕτω φί- λει τοὺς ἀρχομένους ὥστε τὴν σαυτοῦ μισεῖν.
ἴστω δὴ καὶ Φρατἐρνῳ τῶν ἐν Φοινίκῃ λειτουργιῶν ἄφεσις, ὃν αὐτίκα δεή- σει δαπανᾶν ἐν τῇ Μεγάλῃ πόλει. τὸν δὲ ἄνδρα τοῦτον εἶδον μὲν οὔπω, φίλον δὲ ἡγοῦμαι φίλῳ τε ἐμῷ καὶ μαθητῇ μέλλον- τα κηδεύσειν Ἀπριγγίῳ, ὃς ἐμὲ μὲν ἐν τῷ χρόνῳ τῶν μαθή- σεων ἐπιεικείᾳ τε καὶ λόγων ἐξέπληξεν ἐπιθυμίᾳ, τὴν δὲ ἡμε- τέραν πόλιν τῷ περὶ τὴν χορηγίαν λαμπρῷ.
τούτῳ τῷ νεανίσκῳ μὴ βοηθῶν μὲν ἐγὼ πάνυ ἂν ἀδικοίην, προδώσω δὲ αὐτόν, εἰ μηδενὸς ἄξιος Φρατέρνῳ φανεῖται. φανεῖται δὲ φαῦλος, εἰ σοῦ μὲν ἔχοντος τὴν ἀρχήν, ἐμοῦ δέ σε πείθειν ἔχοντος ὁ μέλλων αὐτῷ τὴν θυγατέρα δώσειν ἀδικήσεται. δό- ξει γὰρ Ἀπρίγγιος ὑπ’ ἐμοῦ καταφρονεῖσθαι· σὲ γὰρ οὐκ ἄν ποτε μὴ δοῦναι χάριν ἐμοί.
ἀλλὰ δός, ἑταίρων φίλτατε, χαίρεις γὰρ ἀκούων τοῦτο μᾶλλον ἢ τὸ τῆς ἀρχῆς ὄνομα, καὶ μιᾷ πράξει τό τε δίκαιον τίμησον καὶ τῇ σαυτοῦ βοήθησον καὶ τοῦτον μὴ ἀτιμάσῃς.
Οἴμαι μέν σε καὶ τῶν δικαίων ἀκούσαντα ψηφιεῖσθαι τοῖς φέρουσι τὴν ἐπιστολὴν ἀπαλλαγήν, ἐμοί τε γὰρ ἔδοξεν εἶναι μεγάλα σοί τε οὐ φανεῖται μικρά, δοκοῦσι δέ μοι κἂν εἰ μηδὲν αὐτοῖς τῶν νῦν ὄντων ὑπῆρχεν εἰς τὴν δίκην, ἓν δὲ τοῦτο τὸ βοηθεῖν αὐτοῖς, οὓς οἴει δεῖν αἰδεῖσθαι, πάντως ἂν ἐκφυγεῖν.
τῶνδε γὰρ οἱ μὲν λόγου κέκτηνται δύναμιν, οἱ δὲ ἐμπειρίαν νόμων, ἐν δὲ τοῖς έστιν ἀμφότερα, χρηστὰ δὲ πολλὰ μὲν σοὶ περὶ τούτων, πλείω δὲ τούτοις εἴρηται περὶ σοῦ, καὶ χάριν τὴν μὲν αἰτοῦσι νῦν, τὴν δὲ δώσουσιν ἴσως, ἀφ’ ὧν ἦν ἁπάντων Ἑρμείᾳ τε καὶ Ἐγερσίῳ θαρρεῖν. 3, τὸ δ’ ἐμὲ κελεῦσαι συλλαβεῖν οὐκ ἦν χρῃζόντων συμμαχίας, ἀλλὰ τιμώντων οἷς μετέδοσαν τοῦ πράγματος.
Θεόδοτος καὶ Χαρίσιος ἀδελφοί, τέχνη δὲ αὐτοῖν ἡ αὐ- τή, προσθήσω δέ, ὅτι καὶ γνώμη, τὰ περὶ τῶν συνθηκῶν γράμματα τοῖς ἀνθρώποις γράφειν ἄνευ τοῦ κέρδος κατὰ τῆς ἀληθείας τιμᾶν.
τὸν μὲν οὖν Θεόδοτον πάλαι μεθ’ ἡμῶν καὶ γινώσκεις καὶ φιλεῖς, Χαρίσιον δὲ τὴν πόλιν οἰκοῦντα πάντως πού τις ἐπῄνεσε πρὸς σὲ νῦν, ἀλλ’ ὁ μὲν οἴχεται, δεῖ δὲ βοηθῶν τοῖς ἐκείνου παιδίοις. ὁ θεῖος δὲ δι’ ἡμῶν ἱκε- τεύει τὸν εἰδότα σώζειν.
δώσει δὲ ὁ γενναῖος Πρισκιανὸς τὴν χάριν ἡμῖν τε πειθόμενος καὶ Θεόδοτον ἐν λόγῳ ποιού- μενος. ἐκείνοις τε οὖν τὴν ὀρφανίαν κουφιεῖς καὶ φροντίδος ἀξιώσεις τοὺς ἐν Κύρῳ τούτου συγγενεῖς.
Πᾶσι μὲν τοῖς παρ’ ἀξίαν ἀτυχοῦσι βοηθεῖν οἶμαι δεῖν, ὅ τι ἂν δύνωμαι καὶ νομίζω ποιεῖν ἀρέσκοντα τῷ Διί, τοὺς δ’ ἐπὶ λόγοις μοι προσιόντας καὶ ὅστις τούτων οἰκεῖος διπλοῦν ὁρῶ πρὸς ἐμὲ τὸ δίκαιον ἔχοντας. ἔχουσι γὰρ πρὸς τῷ κοινῷ καὶ τὸ διὰ τοὺς λόγους.
Μάρων τοίνυν τῶν παρ’ ἡμῖν ἐστιν ἐπὶ λόγοις ἐπαινουμένων, πόλεως μὲν Πανεάδος, παῖς δὲ Λεοντίου πένητος, οὐκ ἄνωθεν πένητος, ἀλλ᾿ ἐξ ἐπιεικείας καὶ τοῦ πάσχειν κακῶς ἐνταῦθα ἥκει.
μέχρι μὲν οὖν ἐνῆν δαπανᾶν, τοῦτο ἐποίει· πάντων δὲ ἀνηλωμένων φεύγει κἂν ἀπείπῃ φεύγων, κάτεισι, καὶ πάλιν αὐτῷ τῆς οἰκίας ἡ φυγὴ κουφότερον.
ἀλλ᾿, ὦ γενναῖε, στῆσον αὐτῷ τὴν πλάνην δείξας τοῖς ἀδικοῦσιν, ὡς πρόσθεν ταῦτ᾿ ἐξῆν, νῦν δὲ ἡ πενία μετὰ τοῦ δικαίου τῶν πλουτούντων ἰσχυροτέρα.
Τῶν ἐμῶν πώλων, οὓς ἄγων ἐκ Μουσικῶν λειμώνων ἔδωκά σοι, τοὺς μὲν κεκλημένους ὑπὸ σοῦ, τοὺς δὲ ἀκλήτους ὁρᾷς. ὧν τοὺς μὲν εὐδαιμονίζω τῆς παρὰ σοῦ τιμῆς, τοὺς δὲ τοῦ περὶ δὲ πόθου. δηλοῦσι γὰρ οἷς αὐτόματοι τρέχουσιν, ὡς εἰκότως ἂν ἦσαν ἐν τοῖς κεκλημένοις.
πάντων μὲν οὖν ἐπιμελήσῃ, τῶν μὲν εὐπόρων, ἵνα κτήσωνται δόξαν, τῶν δὲ πενήτων, ἵνα καὶ τούτοις χρήματα· πλέον δέ σοί τι δεικτέον περὶ τοὺς οὐ δοκοῦντας ἠξιῶσθαι τῆς τιμῆς, ὡς τοῖς μέν, κἂν σιγήσωσιν, οὐ μικρὸν ἐκεῖνο, τοῖς δ᾿ ἓν εἰς παραμυθίαν εἰπεῖν τε καὶ λαβεῖν.
Ἤιδειν, ὅτι καὶ ταῦτα ποιήσεις, ἃ νῦν ποιεῖς, καὶ ὡς ἐπιστελεῖς οὐ κακῶς. ἥ τε γάρ σου χρηστότης διεφαίνετο πά- λαι καὶ ἐπιστέλλειν ἐμάνθανες. ἥκοντος δὲ τοῦ καιροῦ καὶ ἔρ- γῶν καὶ λόγων πῶς ἔμελλες ἢ σιγῇ χρήσασθαι πρὸς ἡμᾶς ἢ ῥᾳ- θυμίᾳ;
τούτοις τε οὗν ἔμμενε καὶ μὴ τῶν τοῦ καλοῦ Κλεο- βούλου περὶ σὲ πόνων ἀμνημόνει, ὡς ἐγὼ μέν σε κινοῦντα πτέρυγας ἤδη παραλαβὼν ὠφέλουν, ὁ δέ σοι Φοῖνιξ γεγένη- ται.
καὶ τοῦτο δὲ αὐτό σοι τὸ τὰ τοῦ Φοίνικος εἰδέναι παρὰ τοῦ Κλεοβούλου. ὅν, ἢν μὲν δυνηθῇς, ἀντευποίει, πρὸ δὲ τῆς δυνάμεως εὔχου δύναμιν εῖς τὸ ποιῆσαι λαβεῖν.
Αὐξέντιος οὑτοσὶ φοιτητὴς μὲν οὐκ ἔστιν ἐμός, πολλῷ 15 δὲ πολλῶν φοιτητῶν εὐνούστερος συναλγήσας τε ἡμῖν ἐν τοῖς χείροσι καὶ συνησθεὶς ἐπὶ τοῖς ἀμείνοσιν.
οἶσθα δέ, ὅτι παρ’ ἡμῶν ἐξιόντι τὸν νεανίσκον ἐπιδείξας ἥξειν τε αὐτὸν ἔφην εἰς Φοινίκην αὐτίκα καὶ τῶν σῶν φίλων ἠξίουν ἔνα νο- μισθῆναι, σὺ δὲ ἔνευσας.
ἥκει δὴ καὶ πλήρου τὰς ὑπο- σχέσεις παρόντα μὲν ἡδέως ὁρῶν, ἐκπέμπων δὲ μετὰ σῶν γραμμάτων. εἰ μὲν γὰρ ἦν Φοῖνιξ, ἔργον ἂν σὲ ἀπῃτοῦμεν· νῦν δέ, ἐκ γὰρ τῆς ὁμόρου χώρας ἁνήρ, αὐτὸς ἔργον ἀπαίτει τὸν χρηστὸν Ὑπάτιον ἐν ἐπιστολαῖς.
Εἰ τοῖς τε ἐπαινοῦσί με χαίρεις καὶ τοὺς ἐμὲ φιλοῦντας οἴει δεῖν φιλεῖν, οὐκ ἂν φθάνοις ἕνα τῶν σαυτοῦ φίλων Αὐ- ξέντιον τιθείς. κινδύνους τε γὰρ ἐμοὶ κίνδυνον λύων ὑπομεί- νειεν ἂν ἡδονή τε αὐτῷ καλόν τι περὶ ἐμοῦ πρὸς ἄλλον εἰπεῖν ἥ τε πρᾳότης καὶ τὸ ἡσυχάζον τῆς γνώμης ἄξια τιμῆσαι.
ταῦτ’ οὖν ἐμοῦ ψηφιζομένου θαυμάσαιμ’ ἄν, εἰ τὴν ἐναν- τίαν οἴσεις· τὴν αὐτὴν δὲ φέρων οὐκ ἄδηλον ὅτι, κἄν του δέηται μετρίου, δώσεις τὴν χάριν.
Οἴει γὰρ Ἀνδρόνικον τὴν σὴν ἀγνοεῖν ἀρετὴν ἢ μὴ κέρδος αὑτοῦ νομίζειν, εἰ τὰ σὰ φυλάξειεν. ἔχει δὲ οὐχ οὕ- τὼς, ἀλλὰ τὸ μὲν σὸν καὶ δεῦρο διῖκται κλέος, ὁ δὲ ἄρχοντας ἀγαθοὺς οἷδε θαυμάζειν.
ἀλλ’ ὅμως ἐπειδὴ κελεύεις, τῷ μηδὲν δεομένῳ γραμμάτων γράφω τοῦ μή σοι δοκεῖν ἀπειθεῖν, οὐχ ὅπως ἐκεῖνον κινοίην.
Ναυμάχιος δὲ ὁ καλός, τὸν γὰρ σοὶ φίλον ἀνάγκη τοιοῦτον εἶναι, πάντα μὲν ἔπραξε, δι’ ἡμῶν δὲ οὐδέν, ἤρκεσε γάρ, ἐγὼ δὲ πρὸς τὰ ἔργα μὴ παρα- κληθείς, ὃ λοιπὸν ἦν, ἐποίησα· συνήσθην εἰργασμένῳ.
Ὑπὲρ ἀμφοτέρων ὑμῶν, Ὑπατίου τε καὶ σοῦ, θαυμαστὴν ἐδεξάμεθα φήμην, καὶ ἴστον τοῦτο ὃ δὴ καλεῖσθον, ἄρχοντες ἀκριβῶς.
ἡμεῖς τε οὖν συγχαίρομεν τοῖς ὑφ’ ὑμῶν ὑμῶν σωζο- μένοις ὑμεῖς τε, ὡς εἰκός, ἀλλήλοις, ὁ μέν, ὅτι τοιοῦτος αὐ- τῷ τὴν πατρίδα θεραπεύει, σὺ δέ, ὅτι πόλεως ἄρχεις, ἣ τοι- οῦτον ἤνεγκεν.
ἐθαύμασα δέ, ὅπως ἐμῆς ἐδεήθη πρὸς σὲ παρακλήσεως εἰς κηδεμονίαν τῶν αὑτοῦ. εἰ μὲν γὰρ εὖ πά- σχων, ὅπως ὅτι κἀμοὶ χαρίζῃ μάθοι, τοῦτο ἐποίησε, καλῶς ἐποίησεν· εἰ δ’ οὔπω τῆς σῆς εὐνοίας πεῖραν λαβών, οὐκ μαθεῖν, ὅθεν οὔπω πέπονθεν εὖ. δεῖ γάρ σε νομίζειν μισθὸν ὀφείλειν τῷ προσομοίῳ σοι κατὰ τὴν ἀρχήν. εἰ γὰρ τὰ αὐτὰ τιμᾷ, χαρίζεται δήπου σοι, τῷ χαριζομένῳ δὲ χάριν ὀφείλεις.
θὲς δὴ σαυτὸν ἐν Παλαιστίνῃ κτήματα ἔχειν καὶ γεωργεῖν, τῷ δὲ οὐδὲν τῶν σῶν μέλειν οὐκ ἂν κατηγοροῖμεν καὶ δι- καίως; τοῦτο δή, τοῦτο νῦν ἐφ’ ἡμᾶς, εἰ ῥᾳθυμοῖμεν, ἥξει. φαινώμεθα τοίνυν διδόντες ὃ τότε ἂν ἀπῃτοῦμεν.
Εἶτα σὺ διπλᾶς μὲν οὐκ εἰσπράξεις τὰς εἰσφοράς, ὑπὲρ ὦν δὲ πραγμάτων ἔχεις γράμματα, πάλιν ἀξιοῖς λαμβάνειν· τήν γέ τοι περὶ τῆς πενίας τῆς <τε> ἐκεῖ τῆς τε ἐνθάδε καλος ἔφερεν ἐπιστολήν.
σοὶ δὲ οὐκ ἀρκεῖ, ἀλλ’ ὁ τῆς σῆς μὲν γυναικὸς ἀδελφός, ἡμῖν δὲ φίλτατος, χθές, οὗ σύνειμι τοῖς ἑταίροις, εἰσδραμὼν ἐν αἰτίαις τε ἔφασκεν εἶναι καὶ φό- βοις ὡς οὐ καλῶς σοι δοκῶν διακονεῖν περὶ ἃς πέμπεις ἐπι- στολάς, ὑπ’ ἐμοῦ δὲ <σὲ> ἔλεγεν ἀδικεῖσθαι τοῦ μηδὲν πιστείλαντος περὶ τῆς πενίας. εἰμὶ δὲ τῶν ἐπεσταλκότων, ὡς οἶσθα σὺ καὶ μαρτυρεῖ Μίκκαλος. οὔκουν αὖθις εῖσοίσω τὴν εἰσφοράν.
ἀλλ’ ἐκεῖνό γε δεῖ σε μαθεῖν. ἀκούων σε μεγά- λους περιεστηκέναι πόνους οὐ πάνυ κινδύνων καθαροὺς εὐ- θὺς ἐρωτῶν, εἰ κατορθοῦμεν, χαίρω τῷ μεγέθει τῶν πόνων, ὅταν ὅτι κατορθοῦμεν, ἀκούσω.
τούτους γὰρ δὴ τοὺς πό- νους ἱστᾶι μέν τις ὁ διηγησόμενος, ἱστᾶι δέ τις ὁ θαυμασό- μενος, καί τις ἀκολουθήσει μισθός, ὃν σὺ μὲν οὐ ζητεῖς, ἐγὼ δέ σοι προσδοκῶ.
Αἱ τεκοῦσαι ταῖς τικτούσαις παροῦσαι καὶ συναλγοῦσι καὶ συμπονοῦσι καὶ πάντα παραμυθοῦνται τρόπον τὰ μὲν λέ- γουσαι, τὰ δὲ πράττουσαι. εἰκὸς δὴ κἀν τοῖς λόγοις τοῦτο σώζεσθαι καὶ τοὺς ἠγωνισμένους τοῖς ἀγωνιζομένοις βοηθεῖν
οὐκοῦν σὺ μὲν τῶν πάλαι παλαιόντων, οὗτοι δὲ τῶν νῦν ἀρξαμένων. δεῖ δή σε τῶν ὠδίνων ἐκείνων ἀναμνησθέντα χεῖρα ὀρέξαι τοῖς ἐν ταῖς ὠδῖσιν. οὐ γὰρ ἂν ἔχοι καλῶς σὲ μὲν ἄλλοις εἰδέναι περὶ ταῦτα χάριν, αὐτὸν δὲ ἑτέροις μὴ δοῦναι.
Καλὴν ἐλπίζω τὴν ἐμπορίαν ἔσεσθαι τοῖσδε τοῖς νέα νίσκοις, ὅτι χωροῦντες ἐπὶ δίκας τῷ λάμψαντι περὶ τὰς δίκας ἔσχον προεντυχεῖν. καὶ γὰρ ἀθλητῇ πορευομένῳ πρὸς Πίσαν, εἴ που τῶν ὀρῶν ὑπῆρξεν Ἡρακλεῖ συμβαλεῖν οἷόν τι τὸ τοῦ Πανὸς ἀκούομεν, ἦν ἂν δῆλον, ὡς οὐχ ἑτέρων ὁ στέφα- νος.
ὅτι μὲν οὖν αὐτοὺς εὐμενῶς ὄψει, πέπεισμαι, προσ- ἔστω δὲ τῇ φιλοφροσύνῃ καὶ διδαχὴ τούτων δὴ τῶν δικανι- κῶν δρόμων. καὶ γὰρ οὐχ ὅσον εἰς παίδευσιν, ἀλλ’ ὅσα γε ἔξεστι μαθέτωσαν καὶ φερόντων γε παρὰ σοῦ γράμματα πρὸς τοὺς ἰσχύοντας ἐν τοῖς ἀγορεύουσιν. οὐχ ἡδὺ μὲν γὰρ αὐτοῖς ἄλλων εἰς δόξαν ἐλθεῖν, σοὶ δ’ ἂν ἴσως καὶ τοῦτο ὑπακού- σαιεν.
Καλά γε περιμένει τοὺς ἄρχοντας τὰ ἆθλα, εἴγε ταλαι- πωρήσονται μὲν καὶ τὰ αὑτῶν χείρω ποιήσουσι τῶν κοινῶν ἐπιμελούμενοι, λήψονται δὲ ἀμοιβὰς ὕβριν καὶ καταδίκην καὶ ἀτιμίαν καὶ κινδύνους.
ταῦτα γὰρ κεκύκλωκε νῦν τὸν ὑπὸ σοῦ μὲν οὐδὲν ἀτιμασθέντα, μεθ’ ἡμῶν δὲ βεβιωκότα Τρυφωνιανόν. ἦν μὲν γὰρ ἕτοιμος χωρεῖν ἐπὶ Χαλκίδος, ὅπως ἀναγκάζοι τὰ δέοντα ποιεῖν τοὺς αὐτόθι γεωργούς, ἑστηκότα δὲ ἐπὶ τῆς βαλβῖδος περιέσχε νέφος ἄρθεν ἐκ τῶν Οὐρσουάλου χειρῶν.
προσπεσόντες γὰρ ἄνθρωποί τινες ἐκεῖθεν ἥκοντες καὶ θρασέως εἰσελθόντες οὗ καθεύδει χρυσόν τε ἐζήτουν καὶ καταβάλλειν ἐβόων πόσον, οἴει, χρυσόν; μὴ φαινομένου δὲ σήμαντρα πανταχοῦ, καὶ πολὺς ὁ θόρυβος, ἡ γυνὴ δὲ ἐν ἐκ- πλήξει καὶ τὸ βρέφος μικροῦ τῆς νηδύος οὐ κατὰ νόμον ἐξέ- δραμεν.
ἡμεῖς μὲν οὖν οὗπέρ ἐσμεν κύριοι πληροῦμεν, συν- αχθόμεθα τῷ φίλῳ, σὺ δὲ παρ’ ᾧ τι πλέον μεθ’ ἡμῶν μὲν συνάλγησον, μόνος δὲ ἐπικούρησον χρηστός τε φαινόμενος καὶ τῇ δυνάμει χρώμενος.
ἴστω δὲ πρῶτον μὲν τῆς χάριτος τὸ μὴ δι’ ὀργῆς λαβεῖν τὴν μονήν, μᾶλλον δὲ τὸ τὴν ὀργὴν ἐπὶ τοὺς οὐκ ἀφέντας ἐξελθεῖν μετενεγκεῖν· δεύτερον δὲ τὸ τὴν ἐπικειμένην ζημίαν.
οὐκ ἔστι τῶν ῥεόντων ἃ ζητοῦμεν, οὐδὲ γὰρ ἃ πράττεις καθημέραν τῶν ῥεόντων ἐστίν, οὐδέ γε πάσης γνώμης, ἀλλὰ τῆς σῆς μόνης. μὴ οὖν θαυμάσῃς, εἰ πάλαι διδάσκων ἡμᾶς, ὡς κἀν τοῖς ἀμηχάνοις ἰσχύεις, ἀπαιτῇ παρὰ τῶν ἐκεῖνα ὁρώντων ἕτερα ἐκείνοις ἐοικότα.
ἀλλ’ ἐννοήσας τε ὅθεν ἡ καταδίκη καὶ τὸ πρᾶγμα μεμψάμενος καὶ τὸ τῆς ζημίας μέγεθος καὶ τιμῶν ἡμᾶς καὶ βοηθῶν ἄρχοντι κατάκρας ἐλαυνομένῳ πρᾶξον, ὃ σοὶ μὲν οἴσει κόσμον ἡμῖν δὲ εὐθυμίαν, τοῖς δὲ ἐκείνου σωτηρίαν.
Εὔνομος οὑτοσὶ καὶ τῶν εὖ γεγονότων καὶ τῶν λέγειν ἐπισταμένων καὶ τῶν ἐπιείκειαν ἠσκηκότων. ἀμειβόμενος δὴ τὸν ἄνδρα παρά τε τὸν Μόδεστον εἰσάγω καὶ πάλιν εἰσάγω παρὰ σὲ διὰ γραμμάτων νομίζων ταύτην ἐκείνης οὐ λείπεσθαι τὴν χάριν. ἦν δὲ ἄρα καὶ μείζω ταύτην ἐκείνης εἰπεῖν, εἰ δὴ καὶ πλείω καὶ συνεχῶς ἔστιν εὖ παθεῖν Εὐνόμῳ παρὰ τῆς σῆς εὐνοίας.
ἀλλ’ ὅπως καὶ ἕτερον τιμήσῃς Εὔνομον, τούτου μὲν ἀνεψιόν, ἐμοὶ δὲ ἀδελφοῦ καλλίω. ἡ τοῦτο μὲν αὑτῷ δέ- δωκεν ἐκεῖνος φθάσας τὴν ἐμὴν ἐπιστολήν, καὶ οὐκ ἔμελλες ἀγνοήσειν ἄνδρα τε χρηστὸν καὶ ῥήτορα δεξιόν, τὰ γράμματα δὲ προσθήκην ἐργάσεται τῇ πάλαι γιγνομένῃ τιμῇ.
ἀλλὰ κάκείνῳ τίς ἐστιν Εὐδαίμων ἀνεψιός, οὐδὲν εἰς ἐμὲ φαυλό- τερος Εὐνόμου, φαίη δ’ ἂν Εὐδαίμων, ὅτι καὶ προθυμότε- ρος. ἀλλ’ ἔγωγε τοῦτ’ ἀεί ποτε ἐφθεγξάμην ὡς ἐν ἴσῳ, καὶ πολλοὺς αὐτοῖν ἄρχοντας ἀπέφηνα συμμάχους, ὧν οὐδενὶ μετε μέλησε.
σὺ δ’ ἐν μὲν τῷ ποιεῖν εὖ τοὺς ἔμπροσθεν μιμή- σῃ, νικήσεις δὲ τοὺς ἔμπροσθεν διὰ τῶν ὑπερβολῶν.
Οὗτός ἐστι Παλῆς, ὃν ἄγων ἧκον οἱ κατέλυες καὶ ἐπέ δειξά σοι. νομίζω δέ, ὅτι σε τῆς μορφῆς ὁ τύπος τῶν τε ἐμῶν ἀναμνήσει λόγων ὦν τε αὐτὸς ἐπηγγέλλου.
ἥκει δὴ καιρὸς ἔργων καὶ βεβαίου τὰς ἐλπίδας ἐμοί τε καὶ τούτῳ. τὸν δὲ ἄν- θρωπον ἐν οἷς αἰτεῖ θαυμάσεις. τῶν μὲν γὰρ νόμων οὐδὲν ἔξω ζητήσει, παρὰ δὲ τῶν ἰσχυόντων εἰ μὴ πάσχει κακῶς, ἀγαπήσει.
Παρὰ Κυρίλλου λάβοις ἂν ῥᾳδίως χάριν, τοῦτο μὲν ὡς 15 φίλος, τοῦτο δὲ ὡς ἄρχων Τυροῦ.
πέμπε δὴ πρὸς αὐτὸν ἐπιστολὴν ὑπὲρ τοῦ δόντος σοι τὴν ἐπιστολήν. ἂν γὰρ οὗτος ἐν Ἐλούσῃ τύχῃ τινὸς ἀγαθοῦ δι’ ἐμέ, Βοηθὸς ὁ τοῦδε μὲν συγγενής, τἀμὰ δὲ διοικῶν ἔσται βελτίων εἰς ἐμέ.
βάλῃς ἠδικῆσθαί φησιν ὑπὸ σοῦ καὶ ἐπήγαγεν ὅρκον. συνηχθέσθην οὖν τῷ μὲν ὡς παθόντι κακῶς, σοὶ δὲ ὡς ποιὴ- σαντι. Πλατῶν δέ γε σοὶ μᾶλλον ἂν ἔφησεν ἢ ’κείνῳ συν- άχθεσθαι.
τῆς μὲν οὖν κατηγορίας τὸν ἄνθρωπον ἀπεστή- σαμεν, τοῦ δ’ ἐπαινεῖσθαί σε πρὸς τὸ λοιπὸν ὑπ’ αὐτοῦ σὺ κυριος.
(text not preserved in this edition)
Οἱ περὶ τὸν Μόδεστον στρατιῶται πολλάς μοι δεδώκασι χάριτας, ἀντὶ· δὲ πολλῶν αἰτοῦσι μίαν, ἣν διὰ σοῦ δυναίμην ἂν δοῦναι. σκόπει τοίνυν, εἴ σοι καλῶς ἔχει δοκεῖν ἡμᾶς εὖ μὲν πάσχειν ἐθέλειν, ἀμείβεσθαι δὲ οὐκ ἔχειν.
ἔστι δὲ ἡ χάρις μὴ πικρόν σε γενέσθαι Λεοντίῳ περὶ τὴν βοήθειαν, ἣν αὐτῷ πολλά τε ἄλλα φέρει καὶ βασιλέως ἐπιστολή.
Δεῖταί σου δι’ ἡμῶν Ζηνόβιος ὑπὲρ τοῦ πατρός. ἔστι δὲ ὁ μὲν πατὴρ ἐν Ἐλούσῃ, παρ’ ἡμῖν δὲ ὁ νεανίσκος πρόθυμός τε περὶ τοὺς φίλους καὶ χαλεπὸς ἐχθροῖς. τοῦ δὲ αὐτῷ μετεῖ- ναι παιδείας ἔστω σοι σημεῖον ἡ περὶ τοὺς γονέας φροντίς.
ἂν μὲν οὖν ἐπελθόντος ἀκούσῃς, δι’ αὐτὸν τὸν πατέρα τι- μήσεις· ἴως δὲ ἄπεστι κατὰ τοὺς λόγους, ἐμοὶ ταύτην δίδου τὴν χάριν.
Καλῶς ποιεῖς φίλον τέ με νομίζων καὶ ἐπιστέλλων, εἰ καὶ μήπω συνεμίξαμεν, ἐπεὶ καὶ αὐτὸς πάλαι τέ σε φιλῶ διὰ τῶν σῶν μαθητῶν σεσωσμένος καὶ τῇ <σῇ> συμφορᾷ ἐπλήγην, οἷος ὢν οἷα πέπονθας, τήν τε Τύχην ἱκέτευσα πολ- λάκις σπείσασθαί σοι καὶ καταστῆσαι πάλιν εἰς τὰ εἰωθότα.
ἡ δέ, ὡς ἔοικε, πείθεταί τε καὶ διαλλάττεται· τοιοῦτος ἥκει λόγος περὶ τῆς ὅλης σκευωρίας ὡς αὐτίκα δέχεται λύσιν. τῇ τε οὖν ἐλπίδι κουφίζου καὶ προσδέχου τὸ ἔργον.
ὁ δὲ δοὺς ἡμῖν τὰς ἐπιστολὰς βραδέως τε ὡμολόγησεν ἥκειν καὶ ἐμέμφε- το τοὺς τοὺς ἀνέμους μέμφου δὴ καὶ αὐτὸς ἀντὶ τῶν τοὺς ἀνέμους.
Ἀλλ’ ἡμεῖς σε τάττομεν ἐν τοῖς Μουσικοῖς χοροῖς, ἐπεὶ καὶ αὐτὸ τοῦτο παιδείας μέρος τὸ τοὺς πεπαιδευμένους θαυ- μάζειν εἰδέναι. τῆς δὲ τοῦ παιδὸς εἵνεκα φύσεως τοῖς θεοῖς ὁμολόγει χάριν, καὶ γὰρ ἀγχίνους καὶ μνήμων καὶ τῶν βου- λομένων μανθάνειν ἥ τε φωνὴ χρόνῳ πρὸς τὸ κάλλιστον ἥξει, δηλοῖ γάρ.
ἀλλὰ μὴν ὅ γε παιδαγωγὸς πατρὸς οὐ χείρων κατὰ τὴν εὔνοιαν. ᾧ κἂν ὅτι πλεῖστα δῷς, μικρὰ ἴσῃ. τὸ δ’ ἡμέτερον πρὸς τοὺς φοιτῶντας ὁποῖον, ἐγγὺς ὁ φράσων ὁ σὸς συγγενής τε καὶ ἄρχων. εἰ δὴ ὅλως ἐγώ, πρό- θυμός τις πρὸς ὑμᾶς.
Τὸ δὲ σὲ τοσούτοις κεκυκλωμένον πράγμασι καὶ νυττό- μενον ταῖς περὶ τοῦ πολέμου φροντίσιν ὅπως ἡμῖν φοιτητὴς προσγενήσεται· σκοπεῖν καὶ μηδεμίαν ἀσχολίαν ἀξιοῦν εἶναι τηλικαύτην, ἥ σε τοῦ τὰ ἡμέτερα θεραπεύειν ἀποστήσει, τίνα ἔτι θαυμάζειν ἀφήσει τῶν παρὰ τοῖς ποιηταῖς ἐπὶ φιλίᾳ βε- βοημένων;
ὁ δὲ ἄνθρωπος ἐκεῖνος, ἀφ’ οὗπερ ἧκον, οὐ διέλιπε βάλλων· εἰ δὲ οὐκ ἐπήγνυτο τὰ βέλη, ἀλλ’ ἦν τὸ τοῦ Αἴαντος σῶμα κρεῖττόν τοῦ σιδήρου, χάρις Ἡρακλεῖ καὶ τῷ τοῦ Πόντος δέρματι.
αἰσχυνόμενος οὖν οὗτος ὁ τοξότης, ὅτι τοῖς σοῖς ἐπὶ τὸν οὐκ ἀδικοῦντα ἐχρῆτο, ζητῶν ἀμυνομέ- νου σχῆμα πλάσας αἰτίαν ἐγκαλεῖ βοὴν τινα ἐμὴν ἐπὶ τῇ κεί- νου πρὸς τὸν Ἑρμογένην εἰσόδῳ.
τὸν δὲ ἐμὸν οἶσθα σὺ περὶ ταῦτα τρόπον, καὶ εἴ τι τῶν τοιούτων ἐμὲ δύναται δάκνειν. σκῆψις ταῦτα, ὦ γενναῖε, τὸ δ’ ἀληθές, ἔταξεν αὑτὸν ἑτέρωθι, τὴν τάξιν δὲ ἐπαινεῖν οὐκ ἔχων τοῦ μὴ γενέσθαι μετ’ ἐμοῦ τὴν αἰτίαν ἀποδιδοὺς κακῷ τὸ κακὸν ἰᾶται.
ἐγὼ δὲ οὕτως εἰμὶ πρᾷος καὶ οὐκ ἐψεύσω, ὥστ’ αὐτῷ τὸν μὲν ἕτερον τῶν υἱέων ἐπένθησα, τὸν δὲ ὄντα, καὶ εἴη γε, Ζεῦ σῶτερ, τά τε ἄλλα φιλανθρώπως ὁρῶ καὶ πρὸς τὰς ἐπιδείξεις τῶν λόγων μόνον τῶν ἐκεῖθεν καλῶ καίτοι γε ὑπ’ ἀμφοῖν ὑβρισμένος, εἰ δὲ βούλει, παρὰ τοῦ πατρός.
τοῦτον γὰρ ὁ σοφὸς Θεό- δοτος ἔχοντος μὲν τὴν ἀρχὴν Στρατηγίου κοινωνὸν ποιεῖ, καὶ τουτὶ ἤνεγκα, πῶς οἴει; μεμφομένου τοῦ θείου· λήξαντος τῆς ἀρχῆς πάλιν ἐκείνου μόνου ποιεῖ.
καὶ τοιοῦτος εἰς ἡμᾶς φανεὶς ὅτι μὴ στεφανοῦται παρ’ ἡμῶν, ἀγανακτεῖ. ἀλλὰ καὶ τοῦτό γε, ἢν κελεύῃς, ποιήσομεν ἐκεῖνον μὲν εἰδότες, σοὶ δὲ ἀπειθεῖν οὐ τολμῶντες.
Γαυδέντιον οἶσθα τὸν διδάσκαλον τὸν χρηστόν. ἐπὶ τοῦ- τόν τις καταφεύγει γεωργός, ὁ δὲ ἐπ’ ἐμέ, ἐπὶ δὲ σὲ ἐγώ. πάντως δέ, ὃ καθ’ ἡμέραν ποιεῖς καὶ νῦν ποιήσεις, κωλύσεις βίαν.
τὸ μὲν οὖν ὄνομα τῷ χρῄζοντι τῆς βοηθείας Ἀντώ- νιος, γεωργεῖ δὲ περὶ Κύρον· ὁ δὲ ἀδικῶν, εἴπερ ἀδικεῖ, ρεγρῖνος, τῶν σῶν οὗτος ὑπηρετῶν. παῦσον τοίνυν ἢ βιαζό- μενον τοῦτον ἢ ψευδόμενον ἐκεῖνον.
Ἀλλ’ ἐγώ σοι παρὰ τοῦ Δημοσθένους λαβών τι περὶ τουτουὶ διαλέξομαι Βάσσου. οὗτος τοίνυν, Ἀνδρόνικε, πένης μέν ἐστιν, οὐ πονηρὸς δέ γε.
οὗτος μέντοι Φοῖνιξ ὢν καὶ διὰ πάντων ἥκων πόνων ἕστηκε νυνὶ λόγον τε κομίζων καὶ φασκώλιον κενόν, ὅπως τὸν μὲν εἴποι, τὸ δὲ ἐμπλήσαι.
σοὶ δ’ ἄμφω πρέπει, τὸν μὲν δέξασθαι, τὸ δὲ μικρὸν ὂν ἐμπλῆσαι. μέγα δὲ τούτῳ καὶ τὸ μικρόν, ὥστε τοὺς μὲν εἰσοίσοντας οὐκ ἀνιάσεις, τὸν δὲ ληψόμενον ὀρθώσεις.
ὃς ἧκε μὲν ἐκ Δα- μασκοῦ παρ’ ἐμὲ πτωχός, λόγων ἐπιθυμητής, ἀκούων δὲ Αἰ- σχύλου λέγοντος ἐκ τῶν πόνων τίκτεσθαι τὰς ἀρετὰς βροτοῖς ὕπνον φυγὼν καὶ θεαμάτων ἡδονὰς βλαβερὰς νομίσας τε τοὺς περὶ λόγους ἱδρῶτας μέθης ἡδίους καὶ ταπεινὸν οὐδὲν οὐδὲ αἰσχρὸν ἀναγκασθεὶς ἀχρηματίᾳ ποιῆσαι πρὸς τοσοῦθ’ ἥκει τῆς τέχνης, ὥστ’ ἤδη καὶ περὶ τῶν σῶν καλῶν ἔχει τι φθέγ- ξασθαι σύμμετρον μὲν ἴσως οὐδέν, ἔχει δ’ οὖν τι τοιοῦτον ὃ κἂν ἐπαινέσαι τις.
ἀλλὰ σὺ καὶ Δαμασκῷ καὶ ἐμοὶ χάριν διδοὺς κοὶ πολὺ πρότερον τῷ διδόντι λόγους θεῷ καὶ λογισά- μενος ὅτι σοι τὸ ἄρχειν ἀπὸ τῶν λόγων ἀπόπεμψον ἡμῖν τὸν Βάσσον μετὰ βελτίονος μὲν ἐσθῆτος, ἱλαρωτέρου δὲ τοῦ προσ- ώπου καὶ διὰ τῶν αὐτῶν τῷ μὲν βοήθει, τοὺς δὲ ἄλλους ἐπὶ τὴν παιδείαν παρακάλει.
Λέλυται τὸ ἀμφίβολον καὶ οὐκέτι σοι διττὸς ἀφικνεῖται λόγος, ὧν ὁ μὲν ἔφασκε τὸν πάντα ἄριστον Ἐλπίδιον ὡς ὁμᾶς, ὁ δὲ ὡς ἡμᾶς πορεύεσθαι. ἀλλ’ ὁ μὲν ἐν τῇ ἡμετέρᾳ νῦν, περὶ δὲ σοῦ δίδωσιν ἐλπίζειν, ὡς καὶ αὐτὸς ἴσῃ παρ’ ἡμῖν δῶρόν τι τοῦτο οὐ μικρὸν ἐμοί τε καὶ σοὶ διδούς, εἰ σὺ μὲν ὄψει τοὺς υἱεῖς, ἐγὼ δὲ σέ.
ἔμελλον μακρὰν ποιεῖν τὴν ἐπιστολήν, ἀλλ’ ἡ τῆς συνουσίας ἐλπὶς ἐκώλυσεν.
Οἱ μὶν παῖδες οἱ Λολλιανοῦ πλέουσι, πλέουσι δὲ κὰτ ἐμπορίαν εἰς Σινώπην.
ὁρμιζομένοις τε οὖν παρ’ ὑμῖν βοή- θει καὶ πρὸς τοὺς ἐν Σινώπῃ φίλους ὑπὲρ αὐτῶν γράφε τό τε οἰκίδιον εἰ πωλοῖεν, πάντα ἐπισκόπει καὶ μήτε τούτους ὑπ ἄλλων μήθ’ ὑπὸ τούτων ἡμᾶς ἔα παρακρουσθῆναι.
Εἰ μὴ σφόδρα ὑμῖν ἐπιστεύομεν, οὐκ ἂν οἰκέτην καὶ 10 πλοῖον εἰς Σινώπην ἐξεπέμπομεν. οὐ γὰρ ἀγνοοῦμεν ὡς ὑμεῖς ἡ πόλις, κἂν συλλαμβάνητε, πάντα ἐξ οὐρίων θεῖ, κἂν ἀντικρούσητε, — βλάσφημον δὲ οὐδὲν <ἐν> ἐπιστολῇ γράφω. ἀλλ᾿ ὦ γενναῖα θρέμματα, νῦν κομι- δήν. καὶ γὰρ εἰ μικρὰ τὰ παρ’ ἡμῶν εἰς ὁμᾶς, ἀλλ’ ἅ γε εἴ- χομεν.
Νῦν ἡμῖν ἀκριβῶς ἀποδημεῖς, ὅτε καὶ τὸν τὰ σὰ μι- μούμενον ἔχεις λαβών. τὰ γὰρ δὴ σὰ πολλοὶ μὲν ἐπαινοῦσι, μόνος δὲ ὁ καλὸς Παλλάδιος πρὸς τῷ θαυμάζειν καὶ μέτεισιν, ὥστε οὐ δοκεῖς ἐκλελοιπέναι τὴν τοῦ συναγορεύειν χώραν τῶν τοῦδε φαινομένων λόγων. οὕτως οὗτος ἀντὶ σοῦ τοῖς δεομέ- νοις γίγνεται.
ἀλλὰ κἀκεῖνο μέντοι μιμουμένου τὸ χαίρειν τε ἡμῖν, ὥσπερ καὶ σύ, καὶ συμπράττειν ἡμῖν οἷα σύ. καὶ γέγονε δή μοι μετὰ λύπης τὸ κέρδος. ἐν γὰρ τῷ φιλεῖν ἔχειν οἴων ἀπεστερούμην οὐκ ἔχων μανθάνω.
σὺ δ’ αὐτὸν μὴ καθ’ Ὅμηρον ἐθέλοντα πέμπειν, οὐ γὰρ ἔστιν ὅτε πέμψεις, οὐ γὰρ ἐθελήσει, ἀλλὰ καὶ ἄκοντα κινεῖν, ὡς οὐ μικρὸν ἐμοὶ σοῦ γε ἀφεστάναι διὰ τὴν ἀρχήν.
Ἀλλ’ εἰ καὶ ἀπόντος ἠμέλεις τοῦ τῆς γυναικὸς ἀδελφοῦ τά τε ἄλλα καὶ οὐδὲ ἐπιστείλας, νῦν γε ἃ πρὸς τοὺς τοιού- τοὺς ποιεῖν ἄξιον ποίει. ἴσως μὲν γὰρ καὶ τοῖς ἦττον ἀγαθοῖς προσεκτέον διὰ τὴν ἀνάγκην τῆς κηδείας, ὁδὶ δὲ ὑμᾶς, ἵνα μηδὲν εἴπω μέγα, καίτοι γε ἐξῆν, οὐκ ἂν καταισχύνοι.
ἀκού- ων δέ σοι κράτος εἶναι ἐν τῷ βουλευτηρίῳ μᾶλλον ἀπὸ τοῦ λέγειν ἢ τῶν ἀναλωμάτων χαίρω μέν, ὅτι κρατεῖς, ὅτι δὲ οὐ καὶ αὐτὸς ἡμῖν ταῦτα μηνύεις, ἄχθομαι. καὶ γὰρ τὰς τῶν Ὀλυμπιονικῶν νίκας ἥδιον παρ’ αὐτῶν ἀκούειν τῶν ἐστεφα- νωμένων.
Ἐγὼ μάντις μὲν οὔκ εἰμι, δυναίμην δ’ ἂν ἔνια τῶν μελλόντων λογισμῷ προορᾶν. καὶ νῦν τοίνυν ὁρῶ καὶ προλέ- γω πολλὰ ὑμῖν ἔσεσθαι, σοί τε καὶ τῷδε, παρ’ ἀλλήλων ἀγαθά. καὶ γὰρ βουλήσεων καὶ πόνων καὶ ἔργων κοινωνήσετε καὶ τοὺς οὐ ταῦτα περὶ ὑμῶν προσδοκῶντας ἐκπλήξετε, προσθήσω 10 δὲ ὅτι καὶ ἀνιάσετε.
πόθεν οὖν μοι ταῦτα ἔπεισι λέγειν; ἐκ τοῦ μηδὲ ἐν οἷς φιλονεικεῖτε πρὸς μηδὲν ἀνήκεστον ἐξα- χθῆναι, ἀλλὰ γενέσθαι τὴν στάσιν ἐκείνην μίμησιν στάσεως ἐν παιδιᾷ μᾶλλον ἢ στάσιν. τίνες δὴ ἔσεσθε συμπνέοντες, οἵ γε μηδὲ τοῖς συγκρούουσι πάντα κεχάρισθε;
ἀλλ’ ὑπὲρ μὲν 15 τούτων ἐπιστελεῖτέ μοι τὴν μαντείαν ἐπαινοῦντες, σὺ δ’ οὔτε ἐπιστέλλων λυπεῖς οὔτ’ ἤδη καταστήσας ἑαυτὸν εἰς ὁδόν τινα βίου. τοῦ δὲ ἔτι φέρεσθαι δεῖγμά μοι τὸ τοὺς παῖδας ἔτι παρ’ ἡμῖν μένειν.
Οὐκ ἦμεν ἡμῶν αὐτῶν, ὅτε ἡμῖν ἐπεδήμεις, ἀλλ’ ὁ και- ρὸς ἐκεῖνος τεθορυβημένους ἤλαυνε τὰ μέγιστα καὶ κάλλιστα καἰ τιμιώτατα τὰ μὲν ἤδη παραιρούμενος, περὶ δὲ τῶν τὸν ἴσον ἐπιφέρων φόβον.
ἀλλ᾿ οὐδὲ νῦν γε ἐν τοῖς εἰωθόσιν ἐσμέν, εἰ καὶ δοκοῦμεν· τὸ γὰρ ὀδύρεσθαι καὶ στένειν οὐκ ἦν τῶν εἰωθότων, ἡμεῖς δὲ ἐν τούτοις. διαφέρει δὲ τοσοῦ- τον, ὅσον νῦν μὲν τοῖς φίλοις ὁμιλοῦντες τοῦτο ποιοῦμεν, τότε δὲ οὐδὲ ὁμιλεῖν ἐξῆν.
εἰ οὖν τι παρώφθη τῶν πρὸς σὲ καὶ οὐ προσειπὼν ἀπεδήμησα, τοῦ πνεύματος τοῦτο τίθει τοῦ τότε βιαζομένου πάντως. ἤδη δὲ καὶ πλωτῆρες ἄκραν ἱερὸν ἔχουσαν, οὗ θύειν εἰώθεσαν, παρέπλευσαν οὐκ ἀποβάν- τες κωλυούσης αἰγίδος.
πρὸς μὲν οὖν ἄλλον πολλῶν ἂν ἐδέησέ μοι λόγων δεικνύναι πειρωμένῳ καιροῦ δύναμιν, σὺ δὲ μυρία μὲν ἐν πλάσμασιν, οὐκ ὀλίγα δὲ ἐπ’ αὐτῆς τῆς ἀλη- θείας τοιαῦτα φιλοσοφεῖς, διδάσκοις δ’ ἂν μᾶλλον ἢ περὶ και- ροῦ μανθάνοις. διόπερ σοι τὴν ὡς ἐδόκουν ῥᾳθυμεῖν ἀπολο- γίαν ἀφίημι, κἂν ἐγκαλῇ τις, λύε
περὶ δὲ τοῦ νεανίσκου τοῦδε τοῦ σοῦ πολίτου τί ἄν σε παρακαλοίην; καὶ γὰρ ὧν ἐστι καὶ οἷός ἐστιν οἶσθα καὶ ταῦτα εἰδὼς οὐκ ἀνέξῃ πλείω παρ’ ἄλλου τὸν ἑταῖρον εὖ παθεῖν.
Ὅτι μὲν ἔμελλες ὡς ἥδιστα τὸν χρηστὸν ὄψεσθαι Παλ- λάδιον καὶ μηδὲν ἐμοῦ γράφοντος, εὖ ᾔδειν. τούς τε γὰρ νό- μους μεθ’ ὧν ἄρχεις καὶ τοὺς λόγους ἐν οἷς ζῇς παρ’ αὐτῷ ζητῶν εὑρήσεις.
ἀλλὰ ταῦτα μὲν καὶ παρ’ ἄλλοις, ἡ δέ γε τῶν ἠθῶν χάρις καἰ τὸ τῶν τρόπων ὁμιλητικὸν καὶ τὸ οἷς συγγένοιτο, τούτους εὐθὺς ἕλκειν καὶ τὸ ἀπούσης μὲν ἑορτῆς αὐτὸν ἑορτὴν εἶναι καὶ μόνον, παροῦσαν δὲ μείζω ποιεῖν, ταῦτα ἴσως μὲν οὐκ ἐν ἄλλῳ, πάντως δὲ οὐκ ἐν πολλοῖς.
διὰ μὲν δὴ ταῦτα καὶ φεύγοντα ἂν διώκοις καὶ οὐχ ὅπως προσ- ιόντα ἀπωθοίης. ὥστ’ οὐδὲν ἴδει γραμμάτων τῶν ποιησόντων φιλίαν, ἀλλ’ ἐπειδὴ καὶ χρήσῃ φανέντι καὶ χρώμενος ἑπαινέ- σεῖς τὸν ἄνδρα, συνεφάπτομαι τοῦ πράγματος, ὅπως μοι χάριν εἰδῇς, ὅταν αὐτὸν ἐπαινῇς.
Οἶον ἔδρασας ὁ τοῦτο μόνον ἁμαρτών, ὃ μόνον οὐκ ἐχρῆν ἁμαρτεῖν, εἰ καὶ τὰ ἄλλα ἠδίκεις· Βηρῖνος παρῶπται καὶ καταπεφρόνηται, Βηρῖνος ὁ πάντων ἐμοὶ φίλτατος, φαίην δ’ ἄν, ὅτι καὶ σοὶ φίλτατος, εἴπερ ἐμοί.
καίτοι πάντα ὑπ- ισχνοῦ ποιήσειν καὶ θαρρεῖν ἐκέλευες καὶ δεομένων πολλάκις ὕβριν τὸ πρᾶγμα ἐκάλεις· ἔσεσθαι γὰρ τῶν περὶ Φοινίκην σοι προοίμιον τὴν πρὸς τοῦτον χάριν.
ἀλλὰ σὺ περὶ μὲν τοὺς ἄλλους χρηστός, καὶ οὐκ ἐγκαλῶ, δεῖ γὰρ τῷ δύνασθαι πρὸς τὸ εὖ ποιεῖν καταχρῆσθαι, πρὸς δέ γε τὸν ἐμὸν συμφοιτητήν, ᾧ πλοῦτος πολὺς ὢν καὶ δίκαιος οὐκ ἠβουλήθη παραμεῖναι, τοιοῦτος γὰρ ἐκεῖνος, εἰ δὲ βούλει, τοιαύτῃ τῇ γνώμῃ ἡ τοῦ πλούτου κυρία περιέρχεται καθάπερ ὄρνις ἀπὸ δένδρου πρὸς δένδρον μεταχωρῶν — περὶ δὴ τοῦτον τὸν ἄνδρα Ἀνδρόνικος ὡς μὲν οὐκ ἐγένετο πρόθυμος, οὐκ ἂν βουλοίμην εἰπεῖν· ὡς δὲ ἐγένετο πρόθυμος, οὐκ ἂν εἰπεῖν ἔχοιμι. τοσοῦτόν γε μὴν ἔξεστιν εἰπεῖν, ὅτι ἱστᾶι πρόθυμος.
οὐ γὰρ δὴ τὴν πρᾶξιν οἴχεται ἀποφέρων ὁ χρόνος, ἀλλ’, ἢν ἐθέλῃς, ἔστι δοῦναι τὴν χάριν, εἰ καὶ βραδέως. ἄμεινον δὲ οἴμαι δοῦναι βραδέως ἢ Ἄι δοῦναι τὴν χάριν.
Ῥουφῖνος συγγενὴς μέν ἐστιν Ὀλυμπίου τοῦ πάνυ, φί- λος δὲ ἐμός, τὸν συγγενῆ γὰρ μιμεῖται, τῆς δὲ περὶ τὸν ὕπαρ- χον στρατιᾶς ὅτιπερ κεφάλαιον. τούτῳ Κυρῖνος, σὸς δὲ οὗ- τος στρατιώτης, θυγατέρα βούλεται μὲν δοῦναι νοῦν ἔχων, 10 μέλλει δὲ ὑπ’ ἀνάγκης, ἵδρυται γὰρ ἐν Βερροίᾳ.
μετὰ δὲ τοῦ γαμηλίου Δῖός σὺ κύριος γενέσθαι τοὺς γάμους, ἢν ἀνα- λῦσαι τὸν Κυρῖνον ἡμῖν ἐθελήσῃς ἡμέρας οὐ πολλάς. δεῖ δέ σε θεραπεύειν τὸν Γάμον, ὅπως σοι τὰ δεύτερα τοῦ θεοῦ γέ- νηται βελτίω.
ἀλλ’ ὅπως μή μοι τὸ Ἄκαι τὸ μηδ’ ἀσχολίαν 16 μηδ’ ὡς οὐχ οἷόν τε Με ταῦτα δὴ τὰ εἰωθότα γράψῃς. δεό- μεθα γὰρ οὐ διότι τὸν ἄνδρα οὐκ ἀφῆκας ἀκοῦσαι, ἀλλ’ αὐ- τὸν ἀφεθέντα τὸν ἄνδρα ἰδεῖν.
Ὑμῶν τε ὁ καλὸς διέστηκε Βάκχιος ἐμοί τε οὐχ ἄξιον συγγεγένηται τὸ δὲ αἴτιον, τὸν μὲν οἴκοι κατέσχεν ἕλ- κος, ἐμὲ δὲ τὰ τῆς τέχνης, οἶσθα ὁπόσα ὄντα, κωλύοντα εἶναι ἐλεύθερον, καὶ προσεγένοντο δὴ φροντίδες διὰ τοὺς <οὐκ> αἰδουμένους τὰ δόξαντα τῷ θείῳ. πάνυ γοῦν αὐτὰ κινεῖν ἐπιχειροῦσιν.
αὐτὴν μέντοι τὴν ἡμέραν, ἐν ᾗ τὸν ἑταῖρον εἶδον, ἀντὶ πολλῶν τε καὶ μάλα λευκὴν ἤγαγον ἀκούων τοὺς ἐν τοῖς πότοις ἀγῶνας τοῦ μέλανος καὶ ὅπως διὰ τοῦ ζωμοῦ τὸν οἶνον ἐζήτησεν. ἀλλὰ μήτ’ ἐκεῖνος παύσαιτο πίνων μήτε σὺ γράφων, ὃς τοῦτο μέγιστον εἴργασαι τὸ μεθ’ ἡσυχίας στῆ- σαι τὸ τρόπαιον.
Οὗτος ἡμῖν τῆς οἴκαδε ἐπανόδου καρπὸς ἐντυχεῖν λαιοῖς συμφοιτηταῖς καί τι τῶν ἀρχαίων εἰπεῖν τε πρὸς αὐ- τοὺς καὶ παρ’ ἐκείνων ἀκοῦσαι δόξαι τε ἐπ’ αὐτῶν εἶναι τῶν ἔργων τῇ μνήμῃ τῶν γεγενημένων.
γέγονε δή μοι τοῦτο Λαὶ πρὸς τὸν ἄριστον Θεόδοτον καὶ τὰς ἡμέρας ταύτας ἐν ταῖς ἑορταῖς γέγραμμαι, καὶ προσέθηκά γε τῷ τὸν ἄνδρα φι- λεῖν, ὅτι τὴν σὴν οὗτος οἰκίαν φιλεῖ.
τῶν γοῦν πρὸς ἡμᾶς αὐτῷ προοίμιον τὰ περὶ τοῦ σοῦ παιδὸς ἐρωτήματα καὶ οὐ πρότερόν γε ἀπῆρε πρὶν διεκωδώνισε τὸν νέον κελεύσας ἔπε- σιν Ὁμήρου προσπαλαῖσαί τισιν. ὁ δὲ οὐδὲν διατρίψας ἧκε, τὰ λοιπὰ δὲ αὐτὸς ἐρεῖ, πάντως δὲ οὔθ’ ἑκὼν οὔτε ἄκων ἐζ- απατήσει τιμῶν τε τἀληθὲς καὶ γέμων ῥητορικῆς.
Ἀλλ’ οὐδὲν τῶν παρὰ σοῦ μικρόν, ἐπεὶ καὶ παρὰ σοῦ. ταυτὶ δὲ τὰ ἥκοντα καὶ μεγάλα τῷ γε τὸ μέγεθος κρίνοντι τῇ ἡδονῇ. καὶ δῆλον ὡς πάλαι τὸν Πέρσην εἱστία τούτοις ἡ ὑμε- τέρα μέρος οὖσα τῆς ἀρχῆς. εἰ δέ γε ἥδε μὲν ἦν τῶν Ἑλλή- νων, τοῦ Περσοῦ δὲ ἐκεῖνα, ἔπειτ’ ἐκεῖνος ἐγεύσατο τούτων. δοκεῖ ἄν μοι στρατεῦσαι ἐπὶ κτήσει τῆς ὑμετέρας μᾶλλον ἢ ἐπ’ Ἀθήνας ὑπὲρ τῶν σύκων.
ἀλλ’ ἔστω γε, εἰ βούλει, τῇ φύσει μικρά, τὸ γὰρ μέγεθος αὐτοῖς ἀπὸ τοῦ πέμποντος, καὶ οὐ δι’ ἐκείνην μικρὰ μᾶλλον διὰ τοῦτον μεγάλα.
ὅτι δὲ οὕτω φρονῶ, πέπομφά σοι καὶ αὐτὸς δύο λόγω τῶν ἐμῶν, καλὼ μὲν ἥκιστα, σοὶ δὲ οὐ δόξοντε κακώ· τοιοῦτον ἡ φιλία.
Μάρης ὁ θαυμάσιος καὶ συμφοιτητὴς ἡμῖν γεγένηται καὶ διδάσκαλος, αὐξηθεὶς γὰρ ἀπ’ ἐκείνου πρὸς τοῦτο ἦλθε, καὶ δύο τούτοις <τοῖς> δικαιώμασι τῷ μὲν ὑπάρχει τὸ τάττειν, ἡμῖν δὲ ὑπηρετεῖν ἀνάγκη.
μέλει δὲ τούτῳ Ζή- νωνος, ὁ δέ ἐστι τῶν περὶ τὸν ὕπαρχον καὶ νῦν ἥκει παρὰ σὲ εὖ τε πράξων, εἰ τοῦτο βούλοιο, καὶ μὴ βουλομένου τοῦτο, θάτερον δὲ οὐκ ἔρα, ἀλλ’ οἶδ᾿ ὅτι βουλήσῃ τὰ βελτίω μένος τε τοὐμὸν ἐν λόγῳ κἀκεῖνον αἰδούμενος ὃν καὶ ἐγώ.
Ἔδει μὲν καὶ νῦν ὑπὸ σῶν κεκινῆσθαι Τιτιανὸν γραμ- μάτων, νῦν δ’ ἔοικεν ἀληθὲς εἶναι τὸ λεχθέν, ὡς ἀρρώστως ἔχεις. εἴρηται γάρ, ἀλλὰ θεοῦ γε διδόντος ὡς καὶ ἀνέστης, εἴρηται. δεῖ γάρ σε τῶν τε ἄλλων εἵνεκα σώζεσθαι καὶ ὅτι πολλοὺς ἡμῖν τῶν λιμένων προσέχωσε τὸ δαιμόνιον καὶ οἷς θαρροῦμεν ὀλίγοι
τῶν δὲ ὀλίγων ὅτιπερ κεφάλαιον οὗτος, ὃς καὶ τῶν ἐν λόγοις ὅτιπερ κεφάλαιον. πάντως δέ, εἰ σαυτὸν οἷσθα, οἶσθα ὃν λέγω
ὁ μὶν οὖν υἱὸς ἥκει σὲ κουφιῶν, ἐγὼ δὲ αὐτὸν νῦν μὲν ἤπειγον θεῖν, νῦν δὲ κατεῖχον τὸ μὲν εἰς σὲ βλέπων εἰδώς, ὅτι σε ποιήσει ῥᾴω φανείς, τὸ δ’ ὅπως πλείω προσλάβοι. καὶ γάρ ἐστι τῶν ἐν ταῖς καλουμέναις με- λέταις θηγομένων καὶ πολλὰ ἐν οὐ πολλῷ μεμαθηκότων χρό- νῳ.
ἀλλ’ ὅμως ἐνίκα τὸ σόν, καὶ ἔπεμψα τὸν παῖδα παρα- μυθίαν εἰς τὰ παρόντα. ὁ δέ σε διπλῆ θεραπεύσει, τοῦτο μὲν ὡς πατέρα, τοῦτο δὲ ὡς παιδευτήν.
Τὸ μὲν πρῶτον οὐκ ἦν ἡμῖν εἰδέναι, ποῦ ποτε ὢν τυγ- χάνεις, ἀλλ’ ὅτι μὲν ἐν τῇ ποταμὸν ἑκατέρωθεν ἐχούσῃ, Τί- γρητα μὲν ἐνθένδε, Εὐφράτην δὲ ἐνθένδε, τοῦτο οὐκ ἦν ἀγνο- εἰν· ταύτης δὲ ἐκείνης ὅπου τοῦτό γε καὶ τὰς αὐτόθι πό- λεις ἐλάνθανε διὰ τὸν οὐδαμοῦ καθήμενον ἀετόν.
εὐχόμην δή σε τῆς πλάνης ἀπαλλαγέντα στῆναι μικρόν, ὅπως γένοιτο πορεύεσθαι ταῖς ἐπιστολαῖς, ὃ δὴ καὶ γέγονεν. ὡς γὰρ ἀνέ- πνευσας, ἐπέστειλάς τε καὶ πρὸς ἐπιστολὰς ἐγείρεις, καὶ οὐ φή- σεῖς γε τὸ παρελθὸν ἔτος κατὰ τὴν παροιμίαν εἰς γράμματα γενέσθαι βέλτιον τοῦ νῦν.
ὃν δὲ ἔπεμψας ἐπὶ ἰατρικὴν νέον διδασκάλῳ Θάλλω χρησόμενον, οὔπω ἔσχον ἰδεῖν. ἢ γὰρ οὐχ ἧκεν ἢ οὐδὲν ἡμῶν οἴεται δεῖσθαι.
Σέβων ἐστὶ μὲν Κρής, προσήκει δέ τι κατὰ γένος τού- τοις ὧν ἄρχεις. ἔστι γὰρ ἀπόγονος τῶν ἀνδρῶν ἐκείνων, οἳ ἀπὸ τῆς Εὐρώπης ἐγένοντο τῷ Διὶ κομίσαντι τὴν παρθένον ἀπὸ Φοινίκης διὰ θαλάττης εἰς Κρήτην. γέμων δὲ μαθημά- των, ἃ καὶ αὐτὸς ὁμιλῶν τε καὶ πειρώμενος εὑρήσεις, οὐ μᾶλ- λον τὴν γλῶτταν ἢ τοὺς τρόπους ἀγαθὸς ὑπὸ τῆς παιδεύσεως γεγένηται.
κοὶ δὴ καὶ τόδε τῆς παιδείας· ἀνέῳξε γὰρ ξένοις τὴν οἰκίαν καὶ πολλοὺς ἐποίησεν ἐπιλαθέσθαι τῆς οἰ- κείας καὶ πρὸ τῶν οἰκείων τὸ τοῦδε ποιήσασθαι.
δέχεται δὴ κατάραντα καὶ Φοίνικα ἄνδρα, ἀδελφὸν Εὐσεβίου τοῦ ῥήτορος ὃν πέμψαι μὲν εὔχετο σῶν, παρόντα δὲ ἐθεράπευσεν, ἀπελθόν- τα δὲ ἐπένθησε τά τε ἄλλα χρηστὸν ὄντα καὶ περὶ τῆς οὐσίας ἀξίως ἐπαίνου βεβουλευμένον.
ἀφεὶς γὰρ πονηροὺς ἀδελ- φοὺς πρός τε τοὺς ἄλλους καὶ πρὸς αὑτὸν ἔδωκεν ἀνδρὶ γεν- ναίῳ πρός τε τοὺς ἄλλους καὶ πρὸς αὑτόν. οἱ δὲ ἐχρήσαντο νῦν πολλῇ κατὰ τῶν διαθηκῶν ἀναισχυντίᾳ. καὶ ἅμα γῦπες ἕτεροι πολλοὶ πολλαχόθεν ἐφέροντο, οὓς Σέβων ἀπεσόβησεν.
ἀλλ’ οὗτοί γε πάντων εἰσὶ χαλεπώτατοι νικῶντες ὥσπερ οἱ Σκύθαι, φεύγοντες γὰρ νικῶσιν. ἀλλ’ ἐκείνοις μὲν τὸ ἐπ’ ἀμα- ζῶν οἰκεῖν τοῦτο παρεῖχε, τούτοις δὲ ἡ τῶν ἀρχόντων τῶν μὲν νωθεία, τῶν δὲ ἑτέρα κακία. οὓς χρῆν ἀγανακτεῖν ὥσπερ αὐ- τοὺς ἀδικουμένους, οἱ δ’ ἐκάθευδον, Ἐλπίδιός τε ὁ Ἀριστεί- δης καὶ Ἀνδρόνικος ὁ Φωκίων.
ἀλλ’ ἄρτι δὴ μῦς πίττης. σὺ γὰρ δὴ αὐτοὺς ἐκ τοῦ σκότους πρὸς τὸ φῶς ἑλκύσεις τῶν τε δικαίων εἵνεκα καὶ νομίσας δεινὸν τοὺς μὲν οἴκοι καθη- μένους τρυφᾶν ἀνδραπόδων οὐδαμῇ βελτίους, Σέβωνα δὲ τὸν τῶν Ἑλλήνων ἄκρον ἐπ’ ἀλλοτρίας ἔτη τέτταρα ἀλᾶσθαι γυναικὸς οὔσης αὐτῷ καὶ παίδων.
εἰδότι <δ᾿> ἂν τὸν περὶ ταῦτα πόθον, δι’ ὃν ὥρμησε πολλάκις ῥίψας τὴν δί- κἠν ἐπανελθεῖν, ὑφ᾿ ἡμῶν δὲ κατεκωλύθη τὸν ἐλεούντων, εἰ τοὺς ἐχθροὺς αἰσθήσεται τὰ αὑτοῦ καρπουμένους καὶ τὸ Ὁμηρικὸν λεγόντων, ὡς αἰσχρὸν μηδὲν ἔργον φανῆναι κρεῖττον τοῦ χρόνου.
δεῖξον δὴ καλῶς ἡμᾶς πεπεικότας μέ- νειν καὶ τοῖς μὲν νόμοις χάρισαι τὸ καλέσαι τοὺς κρυπτομέ- νους, ἡμῖν δὲ τὸ ταχέως· ὡς οὐκ ἔσται μοι λόγος, ἢν οὗτος αὖθις εἰς ἀναβολὰς ἐμπέσῃ τοῦ κατεπείγειν ὄντος ἐν σοί. τὸ γὰρ ὅτι παντὶ σθένει βοηθήσεις ἐμὴν χάριν προειπεῖν πάντα με ἀφαιρήσεται λόγον, εἰ ῥᾳθυμήσαις. ὅρα οὖν μή με ἀπο- φήνῃς ἀλαζόνα.
Ἔτ' ἐπιστέλλεις, ἡμεῖς δέ σε ὄψεσθαι προσεδοκῶμεν. πάλαι μὲν γὰρ ἠκούομεν, ὡς κέκλησαί τε καὶ βαδίζεις, ἀλλά μοι δοκεῖς κεκλῆσθαι μέν, ἑλέσθαι δὲ καθῆσθαι τοῦ Νείλου σε πεπεικότος ὅτι βέλτιον ἐν Αἰγύπτῳ τρυφᾶν ἢ ἑτέρωθι πο- νεῖν, ὅπως ἄλλοις ἐξείη τρυφᾶν.
ὡς μὲν οὖν οὐκ εἰς τέλος διαφεύξῃ τοὺς πόνους, ἀλλ’ ὄψομαί σε πάλιν ἐν φροντίσιν ἇί τῶν ἀρχόντων εἰσίν, οἶδα, μεμνημένος δὲ ἡμῶν τοῦτο ποιεῖς, ὃ καὶ ἡμεῖς, ἐπεὶ καὶ ἡμεῖς σε περιφέρομεν ἐν τῇ ψυχῇ.
καί- τοι γενναῖος μὲν ὁ τὴν σὴν προστασίαν διαδεξάμενος, οὐχ ἦττον δὲ ἀγαθὸς ὁ τὴν ἐκείνου ἀλλ’ ὅμως καὶ πρὸς αὐτοὺς ἐκείνους ἐπαινοῦμεν τὰ σὰ καὶ οὐ λυποῦμεν.
Σχετλιαζόντων ἡμῶν οἴα πέπονθε Προκόπιος καὶ συν- ευχομένων λυθῆναι τὸν ζόφον Κιλίκων οἱ πολλὰ δὴ παρ’ αὐ- τοῦ χρηστὰ παθόντες ἀντ’ εὐεργεσίας Ἀγαμέμνονά φα- σιν. ὥσπερ γὰρ λύκοι προβάτοις ἐπιπεσόντες ἐρήμοις Μυσῶν λείαν τὴν τῆς θυγατρὸς αὐτοῦ πεποιήκασιν οἰκίαν.
καίτοι ζῇ μὲν Προκόπιος καὶ χρημάτων ἐστέρηται, τἄλλα δέ ἐστιν ἡλίκος ἦν. ζῇς δὲ καὶ σὺ καὶ δύνασαι καὶ Προκόπιον ἔνα τῶν φίλων ἡγῇ καὶ φιλεῖν ὅλως οὐχ ἧττον ἢ ἄρχειν ἐπίστασαι. δεῖξον δὴ τοῖς πονηροῖς Κιλίκων, ὡς οὐ ῥᾴδιον τὸν ἄνδρα ἐλαύνειν.
καὶ μὴ θαυμάσῃς, εἰ περὶ πολλῶν κακῶν βρα- χεῖαν ἐπιστολὴν ἔπεμψα. ῥήτωρ γάρ ἐστιν ὁ κομίζων παῖς τε ἐκείνου καὶ συνηδικημένος καὶ γλῶτταν ἔχων ἀρκοῦσαν τῇ τρα- γῳδίᾳ
Ἠ που πολλάκις σοί τε καὶ τοῖς γνωρίμοις ὑπὲρ Φοινί- κης γίγνονται λόγοι τοῦ μὲν τὴν φύσιν τῆς γῆς ὑπερεπαινοῦν- τος, τοῦ δὲ τὴν κρᾶσιν τῶν ὡρῶν, ἑτέρου τῆς θαλάττης τὴν φορὰν τήν τε ἄλλην καὶ ἀφ’ ἧς ἡ βαφή, ἣν μηνυθῆναί φασι τὸ πρῶτον τύχη τινὶ διὰ κυνὸς οὐδὲν εἰδότος ὧν ἔπραττεν.
ἀλλ’ ἔγωγε τὸν ἄνδρα τοῦτον ὁρίζομαι τῶν ἐν Φοινίκῃ τὸ κάλλιστον μετά γε τὰ τῶν θεῶν ἱερά. ταῦτα δὲ αὐτὸς προσ- κυνεῖ καὶ ἔστι τοῦτο τῶν ἐν αὐτῷ καλῶν τὸ πρῶτον, ὅτι τὸ θεῖον ἐπίσταται. δεύτερον καὶ τρίτον οὐκ οἶδ’ ὅ τι θείμην, πάντα γὰρ ἴσα ἀλλήλοις.
ἀλλ’ ὅ γε καινότατον, ἐπὶ θρόνου γάρ, οἴου σύ, καθίζων ἀνέμιξε τῷ ἄρχειν τὸ φιλοσοφεῖν τῶν τι δοκούντων εἶναι καὶ ἀπειλούντων τοσοῦτον καταγελάσας ὅσον οὐκ οἶδ᾿ εἴ τις τῶν ἄλλων ἢ τῶν ἀνδραπόδων. τε γὰρ οὐκ εἶχον αὐτὸν ἀφελέσθαι, πῶς γὰρ τά γε οὐκ ὄντα; δεθείς τε ἡγήσαιτ’ ἂν ἐν λειμῶνι διάγειν τό τε τῆς ἀρχῆς ἐκ- βαλεῖν οὐ στερῆσαί τινος ἦν, ἀλλ’ ἀποδοῦναι σχολὴν.
οἶμαι δέ, οὐδ’ εἴ τις ἀπέσφαττεν, ἤλγησεν ἄν. οὐ γάρ, ὥσπερ οἱ πολλοί, φρίττει τὸν θάνατον, ἀλλ’ οἶδεν οὔσας τοῖς γε δι- καίοις ὑπὸ γῆς οὐ μικρὰς εὐφροσύνας.
ἥκει δή σοι θεα- τής τε ὧν πράττεις καὶ κριτής, προσθείην δ’ ἂν καὶ ἐπαινέ- της. οὗ τὴν ψῆφον ἢν λάβῃς, λήψῃ δέ, πλέον εἰς δόξαν νῦν ὑπάρχοντος ἔξεις καὶ ταῦτα ὄντος οὐκ ὀλίγου τοῦ νῦν
οὐδεὶς γὰρ τὴν ἐναντίαν Ἱερίῳ θήσεται τῷ τῶν μὲν ἄλλων διαφέροντι κατὰ τὸν τῆς φιλοσοφίας ἔρωτα, τῶν δ’ αὖ φιλοσοφούντων τῷ χαίρειν ἐᾶν πώγωνα καὶ τρίβωνα καὶ βακτηρίαν.
Εἴη σε τὴν στοὰν ταυτηνὶ τὴν εὐρεῖάν τε καὶ μακρὰν καὶ ὑψηλὴν καὶ τῷ Διονύσῳ φίλην ἐπιτελέσαι κατὰ νοῦν καὶ σταίη γε παγίως, ἕως ἀνθρώπων γένος, σώζουσα τῷ γε ἐγεί- ραντι τοὔνομα.
ἀλλ’, ὦ μακάριε, μὴ τοῦθ’ ἓν μόνον σκο- πῶμεν, ὅπως μεγάλα ποιήσωμεν, ἀλλὰ καὶ ὅπως μηδένα ἐν οἷς ποιοῦμεν λυπήσωμεν· ὡς νῦν γε εἰσὶν οἱ στένουσιν, ὧν αὐτὸς ᾐσθόμην, καὶ οὔ σε ἀποκρύψομαι, ἴν’ εἴ τι φαινοίμην λέγων, παύσαις τὸ γιγνόμενον.
κίονας ἐκ Σελευκείας τοῖς μὲν ἐπέ- ταξας κομίζειν, κομίζειν, τοὺς δὲ ᾔτησας χάριν. ὁ δὲ οὕτω διειλεγμένος κύριον πεποίηκε τὸν αἰτηθέντα ἀμφοῖν. ἡ βουλὴ μὲν ὑπηρε- τεῖ σιγῇ, τῶν δὲ ἐν ἀρχαῖς γεγενημένων οἱ μὲν ταὐτὸν ἐκεί- νοις ποιοῦσι καὶ κομίζουσιν, εἰσὶ δὲ οἷς δοκεῖ τὸ πρᾶγμα δει- νόν, οἷς ἀξία μέν ἐστι, δύναμις δὲ οὐκ ἔστι.
καὶ τὸ ὑπάρ- χοῦ τειχίον ὀνομάζουσι τὴν στοάν, φόβος δὲ οὐ μικρὸς μὴ ἡ νῦν καλουμένη χάρις εἰς ἀνάγκην ὁμοῦ προβῇ τῶν ἔπειτα φασκόντων ἀκολουθεῖν παραδείγματι καί τις ὕστερον μέμψη- τᾶι τῷ τὴν ἀρχὴν εὑρόντι.
ἀλλ’, εἰ δοκεῖ, τῇδε ποιῶμεν· κήρυξον, εἴ τις βούλεται, τούς τε γὰρ βουλομένους εὑρή- σεις διὰ τὸ δύνασθαι τούς τε οὐ δυναμένους οὐκ ἀνιάσεις. καὶ οὕτως οὐδεὶς καταράσεται τῷ ποιουμένῳ. εἴη δέ σοι μικρὰ κατασκευάζεσθαι συνηδομένων ἁπάντων ἢ βαρυνομένων τὰ τείχη Βαβυλωνίων.
Ἄκουε δὴ καὶ ἕτερον ἐπανορθώσεως χρῇζον. Ἀστερίῳ παρ’ ἡμῖν οὐδεὶς ὅμοιος, οἶμαι δέ, οὐδὲ ἄλλοθι· τοσαύτην ἴσχεν ἁνὴρ ἐπιμέλειαν ἀρετῆς οὐ τοῦ γήρως αὐτῷ σβέσαντος τὰς ἀτόπους ἡδονάς, τῆς φύσεως δὲ ἐκ παιδὸς ἐπὶ τὸ σῶφρον ἀγούσης, ὅθεν ἐν αἰδοῖ παρὰ τοῖς πολίταις, οὐ μᾶλλον ὧν ἐστι πρεσβύτερος ἢ ὧν ἦν τότε νεώτερος. ἐμοὶ δὲ δόξα παρίστα- ται ζῆν μοι τὸν θεῖον, ὅταν ἐντύχω τε τῷ πρεσβύτῃ καὶ κατα- στῶμεν εἰς λόγους.
ὅτε οὖν αὐτὸν ἐνέβαλλες εἰς καπνόν τε καὶ κτύπους χαλκέων, πράγματα ὧν ἀφειστήκει πλέον ἢ καμί- νῶν οἱ κύκνοι, λίαν ἠχθέσθην καὶ γράφειν ἕτοιμος ἦν. ἔπει- τα ἐδεήθην αὐτοῦ μικρὸν ὑπομεῖναι χρόνον καὶ δοῦναι χάριν αὑτῷ τὸ σοὶ χαρίσασθαι πόνους, ὧν ἦν ἀήθης, φάσκων τίκα ἥξειν τὴν λύσιν.
ἐπεὶ δὲ τὸ μὲν ἐκτείνεται, ταραχὴ δὲ ἐν τοῖς ἐργαζομένοις, ὁ δὲ ἡσυχίας ἐρᾷ, δι’ ἣν ἀρχὰς αὑτῷ πρὸς τὰς χεῖρας ἰούσας ἀπεώσατο, δεῖ δὲ τοὺς χρηστοὺς ἐν τῇ σῇ δυνάμει χαίρειν, Ἀστέριος δὲ φεύγει ταῦτα ἃ διώκουσιν ἄλλοι καὶ δὴ καὶ τῆς οἰκείας ἡδέως ἂν ἐκπέσοι μὴ μέλλων οἴ- κοι ζῆν κατὰ τὸν αὑτοῦ τρόπον, δέομαι σοῦ τὸν μὲν ἐπαινέσαι τοῦ τε τὰ αὑτοῦ πράττειν ἐθέλειν καὶ ὧν ὑπηρέτηκεν, ἐπ’ ἄλ- λον δὲ ἀγαγεῖν τοὐπίταγμα, πολλοὶ δὲ ὧν ἄρχεις.
Ἀστέ- ριος δὲ καὶ τούτων ἀφειμένος τῶν ἔργων οὐκ ἀργὸς καθεδεῖ- ται, τὰ γὰρ σὰ θαυμάζειν ἔργον αὐτῷ.
Εἰ μὲν οὐκ ἦν σοὶ φίλος, ὥσπερ ἡμῖν, ὁ χρηστὸς Εὐ- στόχιος, πολλῶν ἂν ἴδει μοι λόγων εἰς τὸ δοῦναί σε χάριν· νῦν δέ, οἶσθα γὰρ τὸν ἄνδρα καὶ εἰδὼς φιλεῖς, ἃ δοίης ἂν ἡδέως αἰτοῦμεν.
κακῶς φησι πεπονθέναι ὁ σὸς στρατιώτης παρὰ τῶν τὰ τοῦδε διοικούντων, οἱ δὲ ἀρνοῦνται καὶ κατα- δύντες που τρέμουσιν, οὐχ ὅτι ἠδίκησαν, ἀλλ’ ἡ ἀπειρία ποιεῖ τὸν φόβον.
ὁ καρπὸς δὲ ἐν συγκομιδῇ, κἂν μὴ φανῶσιν ἐκεῖνοι, πάντα Εὐστοχίῳ διέφθαρται. μὴ δὴ γένη βλάβης αὶ- τιος ἀνδρὶ καλῷ τε κἀγαθῷ, ἀλλὰ μηδ’, εἴ τις ἐπλημμέλησε, διαφευγέτω τὴν δίκην.
πῶς ταῦτα; <νὴ> Δία, βουλῆς μακρᾶς, εἰ καὶ τὸν καρπὸν διασώσει κἀκείνους οὐκ ἀφαιρή- σεταί σε. δεῖ δέ σε εἰδέναι τοῦθ’ ὡς, ἢν ἁλῶσιν, οὐδὲν δεήσει τῆς ὀργῆς, ἀλλ’ ὁ δεσπότης φθήσεται τὸν δικαστήν.
Ὃ πάλαι εὐχόμην, ἰχῶ παῖδα σόν, βραδέως μέν, ἀλλ’ ἰχῶ πάνθ’ ὡς εἰπεῖν ἐοικότα τῷ πατρί, τὴν μορφὴν, τὴν ἐπιεί- κειαν, τὴν βάδισιν, καὶ μὴν καὶ ὄκνος ἄπεστι καὶ πρὸς λόγους ἔρρωται. τοῦτο δὴ τὸ σόν.
ἑνὸς δὴ δεῖ, τῆς Τύχης. ἀλλ᾿ εὐχώμεθα, σύ τε κἀγὼ καὶ ὁ τοῦ νεανίσκου μὲν θεῖος, ἐμοὶ δὲ φίλος. οἶμαι δὲ καὶ τὸν ἄριστον Ἰουλιανὸν παρακαλέσειν τὸν Ἑρμῆν. ἐμοὶ μὲν γὰρ ἐπέταξεν, ἐκεῖνον δ’ ἱκετεύσει.
Ὃ πάλαι ἐπόθεις ἀκοῦσαι, νῦν ἥκει σοι, θαυμαστή ἀφορμὴ πρὸς τὴν τῆς καταδίκης λύσιν, ἣ κατ’ οὐδὲν μὲν δί- καῖον ἐπέπεσεν Ἀνυσίῳ τῷ καλῷ, τὸ μὴ παγῆναι δὲ βεβαίως ὑπὸ τῆς σὴρ ἔπαθε πρᾳότητος.
δικαίας γὰρ ἀναβολῆς οἱ μὲν ἐδεήθησαν ἀεί, σὺ δὲ οὐκ ἐφθόνησας, καὶ ταύτῃ δὴ τοῦ χρόνου χωροῦντος τῇ μεγαλοψυχίᾳ τοῦ βασιλέως εὑρέθη τόπος, ὃν ἐνεγκεῖν ἡμῖν ὄνησιν σὺ κύριος. τὸ μὲν γὰρ ἐνέχυρον ἔξω τῆς ἀπὸ τῶν γραμμάτων ἀνάγκης, ὡς πολλαχόθεν εἴσῃ, τοῦτο δέ, ἢν μὲν ἐθέλῃς, ἰσχυρὸν ἡμῖν, εἰ δὲ μή, καπνοῦ σκιά. ἀλλὰ γὰρ ὑβρίζειν ἔοικα περὶ ὧν ἔδει θαρρεῖν ἀφεὶς τὸ διαπιστεῖν. σαυτῷ γάρ, οἶμαι, διαλέξῃ περὶ τοῦ δεῖν ἀκολουθῆσαι σαυτῷ. εἰ δὲ δὴ καὶ φίλων ἱκετείας οὐ μικρὸν δεῖ νομίζειν, τὸ μὲν Εὐστοχίου καὶ Νικεντίου γράμμα τίμιον, τοὐμὸν δὲ ἴσως οὐκ ἄτιμον.
Εἰ μέν του καὶ ἄλλου μισθὸν ὀφείλεις Λεοντίῳ, σαυτὸν ἀναμνήσεις· οὗ δέ σε ἐγὼ οἶδα μισθὸν ὀφείλοντα, τοῦτο παρατηρῶν διετέλεσεν ἐν οἷς ὁ παῖς εἴη σοι, καὶ ἦν οὐδὲν οὔτε τοῦ παιδαγωγοῦ περὶ ταῦτα δεύτερος οὔθ’ ὧν ἂν ἐποί- ησεν ὁ πατὴρ εἰς τὸν ἑαυτοῦ παρών.
αὐτὸς μὲν οὖν οὐ.δὲν ἀπαιτεῖν ἀξιοῖ νομίζων υἱέος ἐπιμελεῖσθαι, σὲ δὲ ἄξιον καὶ σιωπῶντι δοῦναι. ἔστι δὲ ὁ μισθὸς ὑπὲρ ὧν ἥκει πραγμάτων, ταῦθ’ ὅπως ὡς τάχιστα λάβοι τέλος φροντίσαι.
Ἀλλ’ εἰ καὶ γελοῖον ὑπὲρ οὗ πρός με διελέχθης πολλά- κις ἐμὲ σοῦ δεῖσθαι νῦν, ὅπως τὰ σαυτοῦ μιμήσῃ, δέομαι ὅμως. τοῦτο γὰρ ἐδεήθη μου Λεόντιος, ὅπως πάντα αὐτῷ νοιτο ταχέως ὁρᾷς γάρ, ὡς ἁνὴρ τὸ· σῶμα διάκειται καὶ ὅτι τοῖς ὧδε ἔχουσιν οὐκ ἔστιν οἷόν τε μέλλησιν ἐνεγκεῖν.
οἶδα δὲ καὶ τὸν ἄριστον Μόδεστον τοῖς ὑπὲρ αὐτοῦ κατακλάσας λό- γοις. τί δῆτα σὲ δράσειν εἰκὸς τὸν ἑταῖρον καὶ φίλον καὶ προστάτην; περικόψας δὴ πᾶσαν ἁπάντων ἀναβολὴν δὸς ἀνα- πνεῦσαι τῷ καταφρονουμένῳ.
τὸν Στάσιμον δὲ πρὸς κτῆ- σιν ἀφεθῆναι λόγων ἠξίωσα ἄν, εἰ μή σε ἠπιστάμην πέμψον- τα παρ’ ἡμᾶς αὐτόν.
ὅτι μὲν ἄρχεις καὶ χώρας πολλῆς καἰ πόλεων μεγάλων καὶ γενῶν Ἑλληνικῶν, εὐχὰς ἡμῖν πληροῖς· ὅτι δὲ οὐχ ἄρχεις, οὐ πάσης τετυχήκαμεν τῆς εὐχῆς. οἶμαι δὲ ἡμᾶς καὶ τοῦδε οὐκ εἰς μακρὰν τεύξεσθαι τοῦ μέρους. τότε μὲν οὖν ἡμᾶς, νῦν δέ σοι τοὺς ἡμετέρους εὖ ποιεῖν ἔξεστι φίλους, εἰ μὴ καὶ τοῦτο ἡμᾶς ἐστιν εὑ ποιεῖν ἐν τοῖς ἡμετέροις φίλοις.
Ἑρμόλαος τοίνυν οὗτος γίγνεταί μοι συνήθης ἀπὸ τοῦ περὶ τοὺς λόγους ἔρωτος, δι’ ὃν οὐκ ὤκνησεν ὁμοῦ τοῖς τε δικαζο- μένοις συμμαχεῖν καὶ τῶν φοιτώντων εἷς εἶναι, καὶ δὴ καὶ ἐπηύξησε τὴν οὖσαν αὑτῷ δύναμιν.
οὐκοῦν σοι πάρεστι πεῖραν λαβεῖν. τοῦ δέ γε εἶναι χρηστὸς οὕτω σφόδρα πάνυ πεποίηται λόγον, ὥστ’ οὐδ’ ἂν ἐχθρὸς εἴποι περὶ αὐτοῦ μὴ εἶ- ναι χρηστόν.
ἥκων δὴ νῦν ἐνθάδε θησόμενός τι τῶν αὑ- τοῦ βέλτιον διὰ τοῦ μειζόνως ἰσχύοντος ἤκουσε παρ’ ἡμῶν, ὡς οὐδὲν δεῖ τρέχειν ἐπ’ Εὐφράτην οὐδὲ τὸν δεῖνα ἐνοχλεῖν· δώ- σεῖν γὰρ σὲ μείζονα ὧν ἂν εἶχε παρὰ τοῦ μείζονος.
υἱὸν μὲν οὖν νέον ἐνεβίβασεν εἰς τὸ λειτουργεῖν τοῦτο πρῶτον ἡγού- μενος τῷ χρηστῷ προσήκειν, πατρίδα εὖ ποιεῖν, δεῖ δὲ τῷ πρὸς τοῦτο καταστάντι τὸν ἄρχοντα εὐμενῶς ἔχειν, εἰ μέλλοι πλεύ- σεσθαι καλῶς.
ὅπως οὖν αὐτῷ ποιήσῃς τὸν πλοῦν ἀσφαλῆ τῷ τε αὐτὸς βοηθεῖν καὶ τῷ τὸν ἡγεμόνα παρασκευάσαι τὰ σὰ μίμεῖσθαι· ὡς ἐγὼ μὲν ταῦτα ποιήσεις ὑπεσχόμην καὶ σὸν δ’ ἂν εἴη μή με αἰσχύνῃ περιβαλεῖν.
ἀλλ’ εἰς τε Ἑρμό- λαον γίγνου τοιοῦτος ὁποῖον οἶδα καὶ τὸ πρὸς ἡμᾶς ἐπιστέλλειν ἀνανεοῦ. καὶ γὰρ εἰ πολλὰ τὰ νῦν γράμματά σου τῆς χειρός. αὐτό γε τοῦτο ἄτοπον ἐν τοῖς πολλοῖς μὴ καὶ τὰ πρὸς ἡμᾶς εἰναι.
Λεόντιον ἐκεῖνον, ὑπὲρ οὗ πολλάκις ἐπεστάλκαμεν, ὅτι μὲν ἀφήσεις οἶδα, τουτὶ γὰρ αὐτῷ τὰ πράγματα δίδωσιν, οἶς ἕπῃ· τὸ ταχὺ δὲ ᾐτήσαμεν παρὰ σοῦ, σὺ δὲ οὐ δίδως, ἴσως, ὅτι ᾐτήσαμεν.
ἰδοὺ δή, τοὐναντίον αἰτοῦμεν, μέλλησιν, ὅπως ἔλθῃς ἐπὶ τὸ ταχύ. δοκεῖς γάρ μοι φοβεῖσθαι μή τις ὅτι δέ- δωκας χάριν ἀκούσῃ. διὰ τοῦτό σου δέομαι δῆσαι τὸν Λεόν- τιον ἐλπίζων αὐτῶ τοῦτο γενήσεσθαι λύσιν.
Συνήσθην Γεωργίῳ συναχθομένῳ τοῖς ἠτυχηκόσιν Ἀλε- ξανδρέων, συνήσθην δὲ καὶ σοὶ δεξαμένῳ λόγους ὑπὲρ τῶνδε παρ’ ἐκείνου τοῦ πρότερον πολεμοῦντος ἐκείνοις.
τί δὴ λοι- πόν; σαυτῶ τε κἀκείνῳ καὶ ἡμῖν καὶ τοῖς Αἰγυπτίων χαρί- σασθαι δαίμοσιν. ἥξει μὲν γὰρ αὐτίκα τὸ χρυσίον, τὸ δ’ αὖ- θις αὐτὸ γενέσθαι τῶν δεδωκότων, ἀλλὰ μὴ μεῖναι τὴν ζη- μίαν ἐν σοί τε καὶ τῇ σῇ γνώμῃ καὶ τῇ σῇ χειρί. ἢν γὰρ μὴ ρπς΄ βουληθῇς ἐπειχθῆναι μηδ’ ἐκεῖσε πέμψῃς, ὅθεν οὐκ ἂν ἐξίοι, λείπεταί τις ἐλπὶς ἀμείνων.
ἄγε οὖν ὅπως ἀγωνιῇ λαμπρῶς διὰ τέλους καὶ δείξεις συνᾷδον τῷ προοιμίῳ τὸ πέρας.
Ζηνᾶν καὶ ὡς ῥήτορα δεξιὸν καὶ ὡς ἄνδρα ἀγαθὸν φι- λοῦμεν, ὀφείλομεν δέ τινας αὐτῷ καὶ χάριτας ἀντὶ τῶν πό- νων, οὓς ὑπὲρ ἡμῶν ὑπέμεινεν ἀδελφὸς ὁ τοῦδε, ὅτε με Λι- μένιος ἀποκτεῖναι δεῖν ᾤετο φέρων ἑτέρῳ χάριν. ὁ δὲ ἔστη μετ’ ἐμοῦ πρὸς ἄρχοντος ὀργήν.
ἔδει μὲν οὖν ζῆν τὸν χρὴ. στὸν Παιόνιον καὶ κομίζεσθαι τὰς ἀμοιβάς· ἐπεὶ δὲ ἀπῆλθεν, οὗτος τῶν ἐκείνου γίγνεται κληρονόμος, ὃν δαίμων τις, οὐκ οἶδα ἀνθ’ ὅτου, φέρων ἐνέβαλεν εἰς πρᾶγμα μιαρόν, ὅθεν αὐ- τῷ ζημίαι μικρὸν ἀποφαίνουσαι τὴν ὕδραν. ἀεὶ γάρ τις ἐπὶ συκοφάντῃ συκοφάντης. ὁ δὲ ἀπέτισεν ὁπόσα ἂν καὶ τὸν Μί- δοῦ πλοῦτον ἐξήλεγξε.
παραμύθησαι δὴ κεκακωμένον ἄνδρα καθάπερ πόλιν μακρᾷ πολιορκίᾳ πεπονηκυῖαν. οὔτε γὰρ ἐμοὶ μὴ τούτῳ βοηθεῖν εὐσεβὲς σοί τε ἡμῖν τι ποιεῖν τῶν κατὰ νοῦν ἐν μελέτῃ.
Ἱλαρίου καὶ τοὺς λόγους οἶσθα καὶ τὴν πενίαν οὐκ ἀγνο- εῖς καὶ τὴν πρὸς ἡμᾶς ἐπίστασαι φιλίαν καὶ ὅτι πολλὰ πα- θῶν οὐδὲν ἀδικῶν ἐκπέπτωκε τῆς αὑτοῦ. τὸ δ’ ὑφ’ οἴων, οὐδὲ ἐμοὶ λέγειν ἀσφαλές· ἰσχύουσι γάρ.
τὸν δ’ ἐκ τοῦ συναγορεύειν πόρον ἦν μὲν δίκαιος φέρειν, ἀλλ’ οὐκ ἐθέλου- σιν αὐτὸν ὁρᾶν οὓς ἐποίησεν ἂν τῶν ἀντιδίκων κρείττους, εἴ- περ ἑώρων.
μία δὴ λοιπὴ πρὸς τὸν βίον ἀφορμὴ τὸ παρὰ βασιλέως δεδομένον εἰς τροφήν. ὃ νῦν μὲν τῷ καιρῷ βέβλα- πται, γένοιτο δ’ ἄν, εἰ σὺ βουληθείης, αὐτῷ βουλήσῃ δέ, εὖ οἶδα.
τοῦ γὰρ ἐπαινεῖσθαι καλῶς ποιῶν ἐρᾷς, ἐπαινέσον- ται δέ σε πάντες ἄνθρωποι. πάντες γὰρ τῷδε συνάχθονται, κἂν τύχῃ τινὸς ἀγαθοῦ, τῶν εἰληφότων αὑτὸν ἕκαστος ἡγήσε- τᾶι.
ὡς μὲν οὖν πολλοὶ πολλαχόθεν οἱ διοχλοῦντες, οἱ μὲ ὑπὲρ αὑτῶν, οἱ δὲ ὑπὲρ τῶν γνωρίμων, οὐδὲν δέομαι παρ’ ἄλλου μαθεῖν, ἀλλ’ ὁρᾶν μοι δοκῶ καὶ τοὺς τῆς δεξιᾶς ἁπτο- μένους καὶ τὸ πλῆθος τῶν ἐπιστολῶν.
ἐνθυμοῦ δὲ ὡς οὐ- δενὶ τῶν ἄλλων τοσοῦτόν ἐστι τὸ δίκαιον — ὡς ἔδει γε μηδὲ τούτῳ — καὶ νόμιζε μὴ ὁμοίως δεῖν ὑπακούειν τοῖς τε ὑπὲρ πλούτου τῇ σπουδῇ χρωμένοις καὶ τῷ δεδοικότι λιμόν. οἱ μὲν γὰρ οὐκ ἂν πλείω τὰ ὄντα ποιήσαιεν, ὁ δὲ ἂν οἴχοιτο. διὰ μὲν ταῦτα τὸ μὲν ἐμὸν ἀφείσθω, τὸ δὲ τοῦδε πραττέσθω.
Μέμνησαι τῶν λόγων ἐκείνων, οἶς τε αὐτὸς ἐχρῶ περὶ τοῦ δεῖν τὰ πρότερα δίδοσθαι, καὶ τῶν ἐμῶν, οἳ τὸ πεπαῦσθαι τὴν δόσιν ἐπῄνουν.
τοῖς αὐτοῖς δὴ καὶ νῦν ἐμμένων μι- κρόν τι τῶν εἰρημένων μεταστῆσαι βούλομαι. ὥσπερ γὰρ ἤδη τις ἐπὶ πάντας ἄγων νόμῳ τὸ λειτουργεῖν τοὺς ἀφ’ Ἁρμοδίου τῆς ἀνάγκης ἐξείλετο, οὕτως αὐτὸς λέγω· λαμβανέτω δὴ μη- δεὶς πλὴν Ἱλαρίου τοῦ ῥήτορος, ὃν ἴδει μὲν εὐδαιμονεῖν οἴκοι Ἄι γεωργεῖν, ἐξωσθεὶς δὲ ὑπὸ τῶν βιασαμένων οὐδ’ ἀπὸ τῆς γλώττης ὁρᾷ καρπόν, ἀλλὰ τὸ τῆς παροιμίας· Δελγὸς ἀνὴρ στέφανον μὲν ἔχει, δίψει δ᾿ ἀπόλωλεν. οὕτως οὐ παρ’ ᾧ λόγοι, τούτῳ πρόσοδος ἀπὸ τῆς τέχνης, τὴν δὲ αἰτίαν ἄλλος ζητείτω.
τοῦτό γε μὴν ἐμὸν εἰπεῖν, ὡς, εἰ μὴ φυλάξαις τἀνδρὶ τήνδε τὴν καταφυγήν, οὔθ’ ὁ Ἑρ- μὴς οἴσει πρᾴως δόξεις τε ἐπιλελῆσθαι τῆς φιλτάτης σοι Καπ- παδοκίας ἡμεῖς τε ἀθυμήσομεν, κἂν μὴ μεμφώμεθα.
ἀλλ’, ὦ γενναῖε, πεῖθε τὸν κράτιστον Ἐλπίδιον σώζειν καὶ τὸν ἄνδρα καὶ τὸν παῖδα. τῆς αὐτῆς δὲ ἀρετῆς ἀφελέσθαι τε οὓς εὔλο- γον ἐᾶν τε ἔχειν οὓς ἄξιον. ἴστω δὲ ὅτι καὶ αὐτός εἰμι τῶν ὑπὲρ τοῦ ῥήτορος δεομένων. ἴσως γάρ τι καὶ τοῦτο οἴσει. πεί- θομαι γὰρ ὡς οὐκ ἄτιμος ἐγὼ παρ’ αὐτῷ τοσοῦτον, εἰ μηδὲν ἄλλο, ἐπιστάμενος, ἄρχοντα ἀγαθὸν φιλεῖν.
Δόγμα νενίκηκε παρ’ ἡμῖν τὸ παρ’ ὑμῖν καλὸν καὶ τῇδε φυτεῦσαι, νόμων μάθησιν. τὸν μὲν οὖν ἄριστον ζητῶν σὲ τοῦ- τον εὑρίσκω, τὸ δ’ ἄκοντα ἀναστῆσαι νομίζων οὐκ εὐσεβὲς βουλῆς ἀφίημι κύριον ἐπιθυμῶν μὲν ἔχειν, ἕλκειν δὲ οὐκ ἀξιῶν.
φράζε δὴ τὸ δοκοῦν καὶ φράσαις γε ὅ βούλομαι. νικῶντος δὲ θατέρου τίνα καλοῦντες οὐκ ἂν ἁμάρτοιεν μήνυε.
Τί τοῦτο νομίσαι χρή; πότερον ἀλογίαν ἢ δυστυχίαν ἢ πέρας αἰνίγματος; Ἀντωνῖνος ἐκεῖνος ὁ τῶν πατρῴων τοῖς ὡς εὐπορεῖ λέγουσιν ἀποστάς, μᾶλλον δὲ τοῦ μηδενὸς αὐτοῖς ἀπο- στάς, οὐ γὰρ ἦν οὐδέν, αὖθις ἠνάγκασται σιτηγεῖν. καὶ σὺ ταῦτα γράψαι ὑπέμεινας οὐκ ἐνθυμηθεὶς ὅτι τοῖς σαυτοῦ μάχῃ;
τοιγαροῦν ὁ μὲν φεύγει τοῦ τὴν μητέρα ὁρᾶν ἐστε- ρημένος, τουτὶ γὰρ ἦν αὐτῷ πλέον οἴκοι μόνον, ὡς τά γε ἄλλα οὐδὲν ἀμείνων ἡ πατρὶς τῆς ἀλλοτρίας, Οἰδίπουν δὲ περιιόν τες ζητοῦμεν, ὅστις ἡμᾶς τῆς ἀπορίας ἀπαλλάξει.
ἀλλὰ γὰρ οὐδὲν Οἰδίπου δεῖ τοῖς παροῦσιν οὐδέ γε Τειρεσίου. ἀλλ’ ἡμάρ- τομεν ἡμεῖς, ἡμάρτομεν οὐ δεηθέντες τοῦ τὰ τοιαῦτα στρέφον- τος, ὃς τὸν μὲν ἔλυσε, τὸν δὲ ἐνέδησε. τοῦ γὰρ κράτος ἐστὶ μέγιστον. ἀλλ᾿ ἐπεὶ ἀασάμην, ἄνθρωπον ἱκε- τεύω διὰ σοῦ.
καίτοι τοῦτο μεῖζον ἢ ὁ τότε πορευόμενος Αἴας ἐπὶ τὰς διαλλαγάς. ἀλλ’ εἰξάτω καὶ μὴ φιλονεικείτω. πάν- τως, κἂν μὴ τοῦτο τοῖς αὑτοῦ φίλοις ὑπουργήσῃ, πολλαχόθεν ἄλλοθεν χαριεῖται· πάρεστι γάρ.
Ἐγὼ τὸν σὸν οἶκον ὠφελήσας μὲν οἶδα τὰ μέγιστα, ἑ δὴ τὸ τοὺς υἱεῖς σοι κτήσασθαι ῥητορικῆς οὐ μικρὸν καὶ ταῦτω ἐν μικρῷ χρόνῳ μέγα κέρδος οἴκῳ τῷ σῷ, τοῦ δὲ ἀδίκησα τοσοῦτον ἀπέσχον, ὥστε καὶ ᾧ λήψονται παρὰ τοῦ λελυπηκό- τος οἱ νέοι δίκην ἱκανὴν ἐδίδαξα.
σὺ δ’ ἐμὲ ἠδίκηκας σαυ- τὸν πείσας ὅτι σὲ ἠδίκηκα. τουτὶ γὰρ ἴσον τῷ νομίζειν ὡς ἄρα ἐγὼ πονηρὸς μὲν εἰς ἀδελφούς, πονηρὸς δὲ εἰς παῖδας.
μελέτα δὴ τὴν ὑπὲρ τούτων ἀπολογίαν, δεῖ δέ σοι πάνυ τινὸς μεμεριμνημένης, εἰ μέλλεις μὴ κατακλυσθήσεσθαι. μᾶλλον δὲ ὃ δράσεις οἶδα· αὐτὸς μὲν ἡσυχάσεις, τοὺς υἱεῖς δὲ κελεύ- σεις ἐργάσασθαί σοι λόγον. τοῦτο ἔστιν ᾧ με νικήσεις μόνῳ.
Οὔθ᾿ ὅσον σε πλῆθος περιέστηκε πραγμάτων ἀγνοοῦμεν οὔθ’ ὅτι αὐτῶν κρείττων καὶ γέγονας καὶ γίγνῃ. ἀλλὰ καὶ τὴν δίκην ἣν ἔδοσαν οἱ ἥκοντες ἐπὶ τὴν καταδίκην ἧκέ τις ἀγγέλλων. ὥστε σοι συγχαίρομεν οὐ μόνον τοῦ μετ’ ἀρετῆς ἄρχειν, ἀλλὰ καὶ τῆς τιμῆς ᾗ τετίμησαι παρὰ τῶν δυνατῶν.
Ἀγιανὸς δὲ εἰδώς, ὡς εἴχομεν πρὸς ἀλλήλους, ἐνόμιζεν, εἰ μὴ κομίζοι γράμματα, ἀμφοτέρους ἀδικήσειν, τόν τε οὐκ ἐπι- στείλαντα τόν τε οὐ λαβόντα.
καὶ διὰ τοῦτο ἧκεν ἡμῖν ἐπι- στολὰς αἰτῶν καί με εὔφρανεν οὐχ οἷς ἐτάχθη διοικεῖν ἡδό- μενος, ἀλλ’ ὅτι σοὶ συνέσται. δοκεῖ δέ μοι μηδ’ ἂν δέξασθαι τὴν διοίκησιν, εἰ μὴ τούτῳ εἵλκετο τῷ θαλλῷ.
τὸν δὴ καὶ πάλαι φίλον καὶ νῦν ἐν τῇ σῇ νηὶ πλεῖν ἑλόμενον ἐλπίς ἐστι μετ’ εὐθυμίας ἀνύσειν τὸν πλοῦν.
Αὐτὸν μὲν οὔπω τὸν ἄργυρον, τὰ δ’ ὑπὲρ τοῦ ἀπειλη- φέναι γράμματα Ναυμάχιος ἔπεμψεν ἔτι ζητῶν ἐμοὶ δοκεῖν ἄνθρωπον, ᾧ καὶ θαρρεῖν ἄξιον.
ἐγὼ δὲ αἰσχυνόμενος, ὅτι σε εἰσέπραττον, εἰσέπραττον γὰρ ὑπ’ ἀνάγκης τῶν ἀγρῶν νῦν ἀντὶ τοῦ διδόναι βουλομένων λαμβάνειν, πῶς ἔμελλον προσθή- σεῖν ἐπιστολήν, ἐν ᾗ καὶ τῶν χρημάτων ἔδει μνησθῆναι; πά- νυ γὰρ ἠρυθρίων, εὖ ἴσθι, καὶ Ναυμαχίῳ λαλῶν ὑπὲρ τοῦ κομίσασθαι, καὶ οὐδέν γε ἧττον ἢ εἰ κλέπτων τι τῶν ἐπ’ ἀγο- ρᾶς ἑαλώκειν.
μὴ δή μοι χάριν ἔχειν τοῦ περὶ τὸν χρόνον μήκους, ἀλλὰ συγγνώμην ὅτι μὴ πρὸς τοσοῦτον ἕτερον προὔ- βῆν, μᾶλλον δὲ ὅτι μὴ μέχρι τελευτῆς ἐσίγων. τουτὶ γὰρ ἦν κόσμος βεβαιῶσαι τὴν παροιμίαν, οἶσθα τί; λέγουσαν περὶ τῶν ὄντων τοῖς φίλοις.
ἃ #x003E; Μαρκιανὸς διηγεῖτο καὶ δακρύειν ἡμᾶς ἠνάγκαζε καὶ γελᾶν· τοὺς μὲν γὰρ πεπονθό- τας ἠλεοῦμεν, ὁ δὲ γέλως ἐκ τῆς τοῦ δρῶντος ἀσχημοσύνης. σοὶ δὲ ὅτι πολεμήσει μάλα ἠπιστάμην· εἷς γὰρ εἰ τῶν ἀγα- θῶν.
ὥρα δὲ καὶ Ἀλεξάνδρῳ τῷδε τρέμειν μὴ περιπεσὼν ἀπόληται· καὶ γὰρ οὗτος τῶν ἀγαθῶν. σὺ οὖν αὐτὸν δίδασκε, πῶς ἂν διαφύγοι τὸν μοχλὸν ᾧ τὸ καλὸν ἔθετο ὁ πέρδιξ ὄνομα.
Εἰ πολίτῃ δίκαιον βοηθεῖν, διπλοῦν τοῦτο νυνὶ γίγνεται τὸ δίκαιον. εἴτε γὰρ Ἀντιοχεὺς ὁ Καλλιόπιος καλοῖτο, δεῖ δή- που με συμμαχεῖν· εἴτ’ ἀπὸ τῆς μείζονος, ἐγγέγραμμαι παρ’ αὐτοῖς, ὥστε καὶ ταύτῃ βοηθητέον. τὸ δέ γε ἔτι μεῖζον, χρη- στὸς ἀνὴρ καὶ δόξαν ἀπὸ τοῦ φυλάττειν τὰς φιλίας λαβών.
καὶ γάρ τοι πένης ἐλθὼν ἐκεῖσε καὶ δοὺς τῆς φύσεως πεῖ- ραν τὰ τῶν εὐδαιμόνων ἅπαντα εἶχε. τοῦ δὲ καὶ τοῦτο ἐπῃ- νεῖτο, ὅτι πλείω λαμβάνειν ἐξὸν ἠσπάζετο τοὔλαττον.
γί- νεται δὴ καὶ πάρεδρος ἀκολουθῶν φίλῳ, Προβατίῳ τῷ καλῷ. καὶ καλὴν ἀρχὴν ὁ Φθόνος ἔβαλεν. ὅθεν δὴ καὶ τάδε συμ- βέβηκεν, ἃ δὴ πάρεστιν ὁρᾶν. μᾶλλον δέ, οὐ πάντα δυσχερῆ· τῇ γὰρ ἀληθείᾳ προσέθετο βασιλεὺς καὶ λύει τὴν ταραχήν·
ἀλλ’ οἶσθα δι’ ἧς ἔρχεται ψήφου τἀκείνου γράμματα καὶ ὡς ἥ κυρία καὶ βεβαιῶσαι καὶ μή. ταύτην οὖν ὅπως προσ- λάβοιμεν, σκόπει. πάντα δ’ ἂν γένοιτο τῆς σῆς φρενός τε καὶ ῥώμης, τῆς μὲν ἀνευρισκούσης πόρον, τῆς δὲ ἐπὶ τὸ πέρας ἰούσης.
Οὔτ᾿ ἐγώ σε χάριν αἰτῶν καινόν τι ποιῶ σύ τε τὰ σαυ- τοῦ μιμήσῃ, τὴν χάριν εἰ καταθεῖο· πολλὰ γὰρ ἐγὼ μὲν ᾔτησα, σὺ δὲ δέδωκας. Καλλιόπιος δὲ οὑτοσὶ καὶ πολίτης ἐμὸς καὶ κοινωνὸς τῶν τε ἐνταῦθα λόγων τῶν τε ἐν Θρᾴκῃ πόνων, οἶδε γὰρ ἐν φίλων φροντίσιν ἀγρυπνεῖν, καὶ οὐκ ἂν ἔχοι δήπου μοι καλῶς ὑστέρῳ τοῦδε περὶ ταῦτα εἶναι. εἰ μὲν οὖν ἐδόκει μοι ἀδικεῖν, ᾐσχυνόμην ἂν ὑπὲρ τῶν ἐμαυτοῦ, νῦν δέ, κατ’ ἐπήρειαν γὰρ ἕλκεται, πάνυ ἂν αἰσχυνοίμην, εἰ μὴ βοηθοίην.
ἔχω δὲ βοηθεῖν οὐ τῇ ἐμαυτοῦ δυνάμει, ἀλλὰ τῇ σῇ. χρῶ- μαι δὲ αὐτῇ κατὰ τὴν φιλίαν. ὅρα δέ, ὅπως σε ἀκριβέστερον ἑτέρων οἴδα.
μέλλων οὗτος ἐνθένδε κινεῖσθαι χρημάτων ἐμέμνητο πρὸς ἡμᾶς ὡς ταύτῃ σε προσληψόμενος. ᾤετο γὰρ τὸν ὄντα οὗ νῦν ὢν τυγχάνεις μηδὲν φιλανθρωπίᾳ ποιεῖν, πάντα δὲ ἀργυρίου. ἐγὼ δὲ γελάσας καὶ διεξελθὼν ἃ σύνοιδά σοι, γυμνός, ἔφην, πορεύου καὶ πενίαν οὐ μέμψῃ
ἄγε οὖν, ὦ γενναῖε, δέχου τε τὸν ἄνδρα εὐμενῶς καὶ παῦε τῶν κακῶν ὁπόσα ἔξεστί σοι καὶ δεῖξον ἡμῖν ὡς οὐδὲν ἔλατ- τον ἐσχήκαμεν ἢ εἰ γράφειν εἴχομεν τῷ τῆς γνώσεως κυρίῳ.
Οὐκ ὀλίγα μοι τῆς σῆς ἀρχῆς εἰδότι διηγήσατο ὧν ᾔδειν Ἡρωδιανὸς πλείω. κεφάλαιον δὲ ἦν ὁ περὶ τὴν Βηρυτὸν ἔρως καὶ πόνος, ὑφ’ ὧν τῇ μὲν Πατά τε καὶ κάλλους ἐγένετο προσ- θήκη, σοὶ δὲ ἀπ’ ἀμφοτέρωι ὄνομα.
ὡς οὖν εἶδέ με γαν- νυθέντα καθάπερ αὐτὸν ὄντα τόν τε εἰργασμένον τόν τε ἐπαι- νούμενον ἀπῄτει μισθὸν τῆς διὰ τὴν σὴν ἀρετὴν ἡδονῆς τὴν ὑπὲρ αὑτοῦ πρὸς σὲ παρ’ ἡμῶν ἐπιστολήν, ἐγὼ δὲ οὐκ ἔφυγον μὴ δοῦναι μισθὸν οὕτω καὶ δίκαιον καὶ σοὶ κεχαρισμένον.
ἔγγραφε δὴ τὸν ἄνδρα τοῖς φίλοις, ἐπεὶ καὶ ἡμε.ῖς, καὶ πειρῶ τι ποιεῖν ἀγαθόν· οὐδὲ γὰρ ἡμεῖς, εἴ τι ποιεῖν ἔχοιμεν, ὀκνή- σομεν.
Ἐπ᾿ ἐξόδῳ τῆς λειτουργίας ὁ ἀνεψιός ἐστί μου. νόμος δὲ τὰ τελευταῖα καὶ μέγιστα εἶναι τῆς γε τοιαύτης λειτουργίας. ὁ δὲ καλῶς φροντίζων τῆς ὑπερβολῆς ὅπως ἐν ἑκάστῳ τῶν ποι- ουμένων αὐτὴ φανεῖται φροντιεῖ οὐ μόνον ἆθλα μείζω τῶν πρόσθεν τιθεὶς οὐδὲ πλείω θηρία φόνῳ διδούς, ἀλλὰ καὶ τῶν πρὸς ταῦτα ἀγωνιουμένων πολλαχόθεν ποιούμενος συλλογήν· τοῦτο γάρ ἐστιν ἀτεχνῶς τὸν κολοφῶνα ἐπιθεῖναι.
τῆς τοί- νυν διὰ τῶν κυνηγετῶν ὑπερβολῆς ἐν σοὶ τὸ πλεῖστον. τρέφει γὰρ ἡ Φοινίκη τοὺς τὰ τοιαῦτα δεινούς. οἷς εἰ μὲν σὺ βού- λοιο, χρησόμεθα· μὴ βουλομένου δὲ κατὰ τοῦτο χωλεύσομεν. καὶ μέμψεταί τις οὐχ ἡμᾶς τοὺς ἀτυχήσαντας, ἀλλὰ τὸν ἀμνη- μονοῦντα τῶν φίλων. ὡς μὲν γὰρ καλοῦμεν τοὺς ἐκεῖθεν καὶ παρ’ οὗ τὴν χάριν αἰτοῦμεν οὐδεὶς ἠγνόηκε· γιγνομένου δὲ ἡμῖν οὐδενὸς εἴσονται δι’ ὃν οὐ ·γίγνεται. τοῦτο δὲ σοὶ οὐ καλόν.
φιλεῖς τὴν Φοινίκην. οἶδα καὶ αὐτὸς καὶ μετ’ ἐμοῦ τοῦτο οἶδε γῆ τε καὶ θάλαττα. ἀλλὰ καὶ τοῦτο ἔστι τῆς Φοι- νίκης ἐρῶντος ἐᾶν ἡμᾶς εὖ ποιεῖν τηλικαύτην πόλιν. καὶ ἅμα ἤν τι θαυμαστὸν ἐργάζωνται σοφίᾳ κρατοῦντες τὴν τῶν θη- ῥίων φύσιν, ὁ θεατὴς ἐν τῇ τοῦ ἔργου ἡδονῇ τὴν Φοινίκην ἐπαινέσεται.
μὴ τοίνυν μήθ’ ἡμᾶς ἀτιμάσῃς μήτ’ ἐκείνην ἀδικήσῃς μηδέ γε ἁρπάσῃς πρόφασιν ἀπὸ τῶν Μοδέστου γραμ- μάτων εἰς τὸ μὴ δοῦναι τὴν χάριν, τὰ μὲν γὰρ ἔθει τινὶ πα- λαιῷ κεκόμισται, θαρροῦμεν δὲ οὐκ ἐκείνοις, ἀλλὰ τῷ σὲ βού- λεσθαι τὴν ἡμετέραν οἰκίαν ἐν σχήματι φαίνεσθαι. καὶ νῦν, εἰ παρὰ σοῦ πεμφθεῖεν, οὐδεὶς πρὸ του πέμψαντος δόξει δε- δωκέναι τὴν χάριν.
ἴδει μὲν οὖν περιεῖναί τε τὸν θεῖον ἡμῖν καὶ νῦν μεθ’ ἡμῶν ἐπιστέλλειν ἢ μόνον γε ἐπιστέλλειν, ἀπέχρη γὰρ ἂν καὶ οὐδὲν ἂν ἦν ὅ τι οὐκ ἂν ἔπραττες· ἐπεὶ δὲ ἀπῆλθεν, ἐνθυμοῦ πρὸς σαυτὸν ὅτι γράφειν μὲν οὐκ ἄν τις ἀποθανὼν δύναιτο, χαίρειν δ’ ἂν καὶ τελευτήσας δύναιτο. τὴν γὰρ τῶν ποιητῶν περὶ τῶν τοιῶνδε δόξαν ἐπίστασαι.
πέμπε δὴ τοὺς ἄνδρας καί τις ἔστω παρὰ σοὶ λόγος τῶν Διονύσου καὶ Κορωνίδος θυγατέρων. καὶ ἃ μὲν οὐκ ἄξιον διδόναι, δοῦναι κακίας τὸ δὲ ὅλως ἐκβαλεῖν τὰς Χάριτας οὐχ Ἑλληνικόν.
Τὰ θηρία σωζέσθω καὶ σφαττέτω μηδεὶς καὶ πλὴν τούτου παρεχέτω τις τὴν θέαν καὶ μὴ ἔστω τῶν αὑτοῦ κύριος ὁ δεσπότης.
ταυτὶ μὲν ἐπιστεῖλαι ῥᾷστον καὶ ἔτι γε τούτων ἀτοπώτερα, ἀλλ’ εἰ τὸ πρὸς τοσαύτην ἐκ- πίπτειν ἀτοπίαν πρὸς τῆς σῆς ἐστι διανοίας καὶ τῶν ἐλπίδων ἃς παρέστησας ἐξέταζε. δεῖ γὰρ οὐ τῷ ποιεῖν τι μέγα φρο- νεῖν, ἀλλὰ τῷ ποιεῖν ἃ προσήκει. τὸ παρὸν δὲ οἷον ὅρα.
ὁ ἀνεψιὸς οὑμὸς μανίᾳ τὴν λειτουργίαν ταύτην δὴ τὴν βαρεῖαν ἤρατο καὶ ψηφιεῖται Δημοσθένης ὀρθῶς εἰρῆσθαί μοι μανίαν τὴν πὲρ δύναμιν φιλοτιμίαν.
πρὸς γὰρ τῷ τὴν οἰκίαν τὴν αὑτοῦ κενῶσαι χρυσίου καὶ τὰ τῶν φίλων πολλῶν οὐκ ὀλίγα προσέθηκε πάντα πανταχόθεν ἀγείρων θηρία τε καὶ τοὺς πρὸς ταῦτα μαχομένους.
καὶ ἦν μὲν σωφρονοῦντος πρὸς τοσοῦ- τον χρόνου τὴν δαπάνην ἐκτεῖναι καὶ πολλάκις τοῦτο, παρ- ῃνέσαμεν· ἐπεὶ δὲ ἡμῖν οὐκ ἠβουλήθη, τῇ γε ἀνάγκῃ πείθε- ται καὶ καλεῖ τὰς πόλεις ὡς ἐπιθήσων πέρας, ἀλλ’ οὐκ ἐᾷς.
τί γάρ, εἰπέ μοι, χρήσεται; παύσει τὴν σύνοδον κηρύξας μένειν κατὰ χώραν καὶ τὸν χειμῶνα ἀναμένειν; καὶ τί ἂν γέ- νοιτ᾿ ἂν αἴσχιον ἢ δαπανηρότερον; ὄντι ποίου δὲ ἀδικήματος ταύτην λήψεται δίκην;
ἀλλὰ καλεῖν μὲν δεήσει καὶ τἄλλα ποιεῖν. εὔχεσθαι δὲ ὑπὲρ τῶν ἄρκτων καὶ κελεύειν μηδὲ ῥάβδῳ παίειν; καὶ τίς ἡ χάρις; ἡ ποῖος οὐ γέλως; ποῦ δὲ ἄξια ταῦτα τοῦ στεφάνου; τίς δαὶ οἴσει τοὺς κλώζοντας ἢ συρίττοντας; κεντεῖν δὲ ἀξιούντων τί φήσει; πότερον ὡς οὐ βούλοιτ’ ἄν; ἢ τὸν κεκωλυκότα; ἀλλὰ τὸ μὲν οὐκ ἐκείνῳ, τὸ δὲ οὐ σοὶ καλόν.
ἄγε οὖν, ὦ φίλος, ἰῶ τὸ τραῦμα καὶ μήτε ἄνδρας ἑταίρους ποίει κακῶς μήτε πόλιν ἐν ᾗ παιδείας μετέλαβες. καὶ γὰρ ἃ μέν ἐστι γοργὰ τῶν θηρίων καὶ ἄφυκτα, δῶρον δέδοται τῷ βασιλεῖ καὶ τὰ τοῦ γενναίου περιμένει βέλη, τὰ λοιπὰ δὲ τῶν ἐκείνου μὲν ὀφθαλμῶν ἀνάξια, δήμῳ δ’ ἂν ἡδονὴν ἐνέγκαι.
γράφε δὴ βελτίω καὶ μὴ τὴν ἄμπελον ἡ χάραξ προδίδου. σὺ γὰρ δὴ καὶ παρ’ ἄλλων φερόμενον κακὸν ἠλπίζου λύσειν.
Οἶσθα τήν τε πόλιν καὶ τὰ νόμιμα τῆς πόλεως καὶ τὰς ἐν αὐτῇ λειτουργίας καὶ μέτρον ἑκάστης καὶ τί κοῦφον καὶ τί τῶν Κροίσου δεόμενον χρημάτων καὶ ὡς τοῖς τὰ μέγιστα ὑπο- στᾶσιν εἰκότως ἂν ἕκαστος καὶ συνεύχοιτο καὶ συλλαμβάνοι. τὸ μὲν οὖν συνεύχεσθαι ἡμέτερον, οἷς οὐκ ἔστι δύναμις, εἰς σὲ δὲ ἥκει τὸ βοηθεῖν ἔργοις.
ὁ τοίνυν ἀνεψιός μου πο- λὺν δὴ χρόνον δαπανώμενος ὑπὲρ ἅπαν παράδειγμα καὶ τὸν οἶκον ἐλάττω καταστήσας ὄντος ἔνδον ἴτ’ οὐδενὸς οὐδὲ βου- λόμενος ἐν τῷ σχήματι μένειν ἔχει.
τῆς οὖν ἀνάγκης ἐξ- ἀγούσης αὐτὸν ἕπεται καὶ καλεῖ δὴ τὰς πόλεις ἐπὶ τὸ τέλος. ἔχων δὲ ταῦτα ἐν χεροῖν λαμβάνει γράμματα. ἃ ἠπίστησα παρ’ ὑμῶν ἥκειν, τὰ μὲν γὰρ ὑμέτερα ἀεὶ καὶ καλὰ καὶ μέτρια καί τινος προσόζοντα ἡμερότητος, τὸ παρὸν δὲ οὐ μάλα τοῖς ἔμ- πρόσθεν ἐοικός.
τὰ μὲν γὰρ βήματα μικρά· μὴ σφάττε τὰ θηρία, τὰ δὲ ἀτ᾿ αὐτῶν· ἔκδυθι τῶν ἱματίων, μετ- ἀμπίσχου, τὸν στέφανον λύε, τοὺς θεωροὺς ἔλαυνε, μὴ χρῶ τοῖς σαυτοῦ. ἢ τοῦτο μὲν οὐχί, μένε δὲ τρέ- φων, κἂν δέῃ τὸν ἀγρὸν πωλεῖν, τοῦτο πρᾶττε γελῶν. ἆρά σοι δοκῶ δικαίως ἄλλοις ἡγεῖσθαι προσήκειν τὴν ἐπιστο- λήν;
ἔδωκς τῷ βασιλεῖ παρδάλεις πτηνάς. τούτων ἀφέξε- ται, δέδωκε γάρ῾ καὶ ἄρκτους φοβερωτέρας τῶν πάλαι ποτὶ περὶ τὴν Μουνυχίαν. καὶ τούτων ἀφέξεται, δέδωκε γάρ. τῶν λοιπῶν δὲ εἰ μή τις αὐτὸν ἐάσει κύριον, σκόπει, τί τοῦτο ἤδη γίγνεται.
ἐγὼ μέν σε ἠξίουν καὶ παρειληφότα τοιαῦτα ἔθη παύειν ἄνδρα ἐπὶ πλεῖστον ἥκοντα φρενῶν, αὐτὸν δὲ εἰσάγειν καλὰ μὲν ἄξιον, ὃ πεποίηκας ἀεί, τὰ τοιαῦτα δὲ χαίρειν ἐᾶν.
ὅπως οὖν ἡμᾶς ἀνακτήσῃ τοῖς δευτέροις νομίσας ταυτὶ τὰ γράμματα φίλου παρρησίαν, ἡ κολακεία δὲ ἑτέρων
Οἱ ῥήτορες εὔνοιαν ζητοῦσι παρὰ τῶν δικαζόντων οὐ μόνον οἱ κατεγνωκότες αὑτῶν μηδὲν ἔχειν ἰσχυρόν, ἀλλὰ καὶ οἷς ὑπάρχει θαρρεῖν δικαίων εἵνεκα.
καὶ ἐγὼ τοίνυν οἶδα μὲν ἀκριβῶς ὡς οὔτε μικρὸν οὔτε μεῖζον ἀδικεῖ Καλλιόπιος οὑτοσί, δέομαι δέ σου τὸ κοινὸν δὴ τοῦτο, Μαὶ αὐτῷ τὸ ὄμμα ἐπὶ τῆς δίκης ἥμερον. οὕτω γὰρ ἂν καὶ χρήσαιτο τοῖς οὖσιν αὐτῷ δικαίοις, εἰ μὴ ταραχθείη.
εἰ δ’ οὖν οὐκ ἔξ- εστιν εὐνοίας πρὸς σὲ μνησθῆναι, ἀλλ’ εὔξασθαί γε τοῖς θεοῖς ὑπὲρ τοῦ σε ποιῆσαι τοιοῦτον ἔξεστι. καὶ δὴ καὶ εὔχομαι· Ζεῦ Μειλίχιε καὶ πατέρω·ν ἀνθρώποις ἡμερώτερε, κατάστησον ἵλεων Καλλιοπίῳ τὸν γενναῖον Μόδε- στον καὶ σαυτῷ προσόμοιον.
καὶ μεμνήσθω δικάζων τοῦ Μειλιχίου Δῖός, ὅπως ἡμεῖς τε τῷ φίλῳ συγχαίρωμεν καὶ Μόντιος ὑπὸ γῆς ἥδοιτο. λέγεται γάρ τι περὶ τῶν οἰχομένων καὶ τοιοῦτον.
Ἡμεῖς μὶν ᾠόμεθα τὸν τῆς σῆς ἀρχῆς χρόνον εὐθυμίας ἔσεσθαι τῷ παιδὶ τῷ Θέωνος χρόνον ἔκ τε ὧν ἐδεήθημεν ἔκ τε ὧν ἐπηγγέλλου, ὁ δ’ ἴσως ἐπαινεῖ τὸν πρότερον· εἰ δὲ οὐδὲ τοῦτο ποιεῖ διὰ τὴν ἐπιείκειαν, ἀλλ’ εἴπερ ἐπῄνει, δικαίως ἂν ἐπῄνει. γέγονε γὰρ αὐτῷ πάντα ἐκεῖνα γαλήνη, τὰ δὲ παρὰ σοῦ πορθμὸς Σικελίας
καὶ οὐδὲ τὴν τῶν μὴ φίλων ἡμῖν ὁ φίλος ἐμιμήσω μετριότητα, πρὸς τοσοῦτον ἥκεις τοῦ φιλεῖν, ἀλλ’ ἕνα Οὖρσος δι’ εἰσπράξεως ἀδίκου κολακευθῇ, πεπάτηται μὲν τὰ πρὸς ἡμᾶς, καὶ τροφεῖα κριοῦ, καταπεφρόνηνται δὲ τοσούτων γνώσεις ὑπάρχων, δεινὸν δὲ οὐδέν, εἰ διὰ τῶν οἰ- κείων ὤσεις τὸ ξίφος
ἔοικέ σε ὁ πολὺς ἔπαινος, ὦ φίλ- τατε, διεφθαρκέναι καὶ νομίζεις ἐν τῷ τοὺς ἐπιτηδείους ἐλαύ- νεῖν τὸν Αἰακὸν παρελᾶν. ἀλλ’ οὐδὲ τοὺς ἐν νυκτομαχίᾳ μέν- τοι τῶν φίλων ὑπ’ ἀγνοίας ἁπτομένους ἐπαινοῦμεν, ἀλλ’ ἐλε- οῦμεν, καὶ αὐτοὶ δέ εἰσι τῶν αὑτοὺς ἐλεούντων, ὅτι ἠγνόησαν. ὅστις δὲ ἐν ἡμέρᾳ καὶ φωτὶ τοῦτο ποιεῖ καὶ σεμνύνεται δυσ- σεβῶν, οὐκ οἶδα εἴ τι τούτῳ ἔστι καθάρσιον.
ἀλλ’, ὦγαθέ, μὴ διάγραφε τὰς Χάριτας τοῦ καταλόγου τῶν θεῶν μηδ’ ὁμοίως ἀκίνδυνον ἡγοῦ τὸ λυπεῖν ἐμέ τε καὶ τὸν ἐπιστάμενον ἀμύ- νεσθαι καὶ λέουσιν ἐοικότα, τὸν ἀήττητον Ὀλύμπιον.
Ἄλλῳ μὲν ἄρχοντι μὴ ἐπιστέλλοντι τοῖς φίλοις συγγνοίην ἄν, ἐπικλύζονται γὰρ ὑπὸ τοῦ πλήθους τῶν πραγμάτων, σὺ δέ, κρείττω γὰρ ἔχεις φύσιν ἢ τοῦτο παθεῖν, οὐκ ἔστιν ὅπως ἂν ἀποφύγοις τὴν αἰτίαν.
ἀλλὰ περὶ μὲν τῶν ἐπιστολῶν βουλεύσῃ καὶ ἴσως ἐπιστελεῖς κωλύων μὴ μείζω σοι γενέσθαι τὰ ἐγκλήματα, τὸν φέροντα δὲ τὴν ἐπιστολὴν εἰ δεῖ τι παρὰ σοῦ παθεῖν ἀγαθόν, μὴ βουλεύσῃ· δεῖ γὰρ τοῦτο εὐθὺς κε- κρίσθαι, τὸ δεῖν αὐτὸν εὖ παθεῖν.
τῶν τε γὰρ περὶ τὸν ὕπαρχον ῥητόρων οὐδενὸς ὕστερος τῇ τε τῶν τρόπων ἐπιεικείᾳ πρῶτος ἁπάντων ἐμέ τε οὕτω φιλεῖ καὶ χαίρει τιμῶν, ὡς ἄν τις ἕτερος τιμώμενος.
ὅπως οὖν ἐπὶ δυοῖν ἀγκύραιν ὁρμεῖν ἔχη, μὴ σαυτὸν δίδου μόνον, ἀλλὰ καὶ τὸν ἄριστον Ἰουλιανὸν σαυτῷ ποίει παραπλήσιον. πάντως ἀρκεῖ σοι γράμμα περὶ τοῦ νεανίσκου καὶ γέγονεν εὐμενής.
Ἆρ’ ἡμῶν ἐπιλέλησαι; ἡμᾶς μὲν γὰρ οὐκ ἐᾷ τοῦτο πα- θεῖν ἡ Φοινίκη τὴν σὴν ἀρχὴν ὕμνοις ἀθανάτοις τιμῶσα. ῥει δὲ καὶ ἀπὸ τῆς ὑμετέρας Ἀσίας τῶν ἔργων λόγος βεβαιῶν τὰς προσδοκίας. οὐδὲν γὰρ οὕτω μέγα τῶν ἀγγελλομένων ὄντων ἁπάντων μεγάλων ὥστ’ εἶναι κρεῖττον ἐλπίδος.
ἡμεῖς δὲ διά τε τὴν συγγένειαν τὴν πρὸς τοὺς Ἴωνας χαίρομεν καὶ ὅτι σὲ εἰκὸς ὁδῷ χωροῦντα αὐτῶν τε ἐκείνων καὶ τῶν τῇδε μετὰ μείζονος ἄρξειν τοῦ σχήματος.
τούτων μὲν οὖν θεῷ μελή- σει, χάριν δὲ οὐκ ᾔτησέ με μᾶλλον ἢ δέδωκεν Ἀνδραγάθιος οὑτοσὶ δεηθεὶς λαβεῖν ἐπιστολήν. οὐ γὰρ μᾶλλον ἐκεῖνος ἡδί- ων ἔσται τῆς σῆς ἀπολαύων ῥοπῆς ἢ αὐτὸς ὅτι σὲ προσειπεῖν εἶχον ἡδόμην.
τρία δή σοι τὸν νεανίσκον συνίστησιν, ἥ τε τοῦ λέγειν δύναμις, ἣν ἐν τοῖς ὑπάρχοις ἔδειξεν, ἥ τε ἐπιεί- κεια τῶν τρόπων, ἣν οὐκ ἔφθη τις συμμίξας καὶ οὐκ ἔγνω, τό θ’ ἡμῖν ἐπιτηδείως ἔχειν καὶ ταύτῃ γε νικᾶν τοὺς ἡμῖν ἐκ παιδὸς γνωρίμους.
Οὔτε ἥσθην οὔτ’ ἠνιάθην οὐδεπώποτε οὕτως ὡς νῦν ἀμφότερα. ἐκόμιζε δὲ τὰ τούτων αἴτια Γαυδέντιος ὁ χρηστός, καὶ οὗτος ἐν τῷ διηγεῖσθαι πάσχων ἅπερ ἐγώ. δι’ ὧν δή με καὶ μᾶλλον ἐκίνησε φιλεῖν αὐτόν.
ἦν δὲ τὰ πρῶτα μέν, ὡς ἐπανήκων εὐθὺς ἀναρτήσαις τὴν πόλιν, νέους ὁμοίως καὶ γέ- ροντας καὶ πολλοὺς καὶ δεξιούς, τῆς τε γλώττης τῷ τάχει τῷ τε ὁμιλητικὸς φαίνεσθαι· φυγεῖν γάρ σε ἔριν τε καὶ φιλονει- κίαν καὶ ὑπεροψίαν, ὅθεν καὶ τὸν ἐν τῇ παροιμίᾳ παρελθεῖν Ἀρτέμωνα τῶν μὲν ἄλλων τὰ πατέρων εἰς σὲ ποιούντων, τοῦ πατρὸς δέ σοι μικροῦ πετομένου, τῆς μητρὸς ἴε καλλίπαιδος καλουμένης.
ταῦτα καὶ τὰ τοιαῦτα ἀκούων, οὐχ οὕτως ἐν βραχέσιν, ἀλλὰ δι’ ὅσων εἰκὸς τὸν τῇ διηγήσει χαίροντα λέγειν, ἔχαιρε γὰρ οἷς ἀπήγγειλε Γαυδέντιος, οὐκ οἶδα, εἰ μᾶλλον ἂν περὶ παιδὸς διηγούμενος.
ἐγὼ μὲν οὖν ὅσην ἐπ’ οὐδενὶ τῶν ἄλλων τοῖς θεοῖς ᾔδειν χάριν, ὁ δὲ σκυθρωπάσας ἐξαίφνης ἐτάραξέ με. καὶ τί τοῦτο; ἔφην. ὁ δὲ ἐσίγα. καὶ μᾶλλον εκείμην, ὁ δὲ ὤκνει λέγειν
ἔπειτα ἀναγκάζεται προσθεῖναι τὰ δεινὰ ἐκεῖνα καὶ φρικώδη καὶ τοὺς δύο κινδύνους καὶ τοὺς ἡτοιμασμένους τοῖς τοκεῦσι βρόχους. ἐφ’ οἷς ὁρῶν με ἀπολω- λότα ταχέως προσήγαγε τὸ φάρμακον ὡς ἀνέστης εἰπὼν καὶ ὡς ἄπεστιν ὁ φόβος ὃν ἡ πόλις ὑμῖν ἐφοβήθη κοινῇ.
δεί- σας δὲ ὁ Γαυδέντιος μὴ δοκῇ λέγειν οὐκ οὔσας ὑπερβολάς, βλέψας εἴς τινα καὶ Ῥωμανὸν προσειπὼν ἐκάλει μάρτυρα. καὶ ὃς ἐπελθὼν οὐδὲν ἴφη τοσοῦτον ἔχειν εἰπεῖν, ὅσον οἶδε. καὶ ἦν καὶ οὗτος ἀπὸ τοῦ ῥήματός μοι φίλος.
ἐπεὶ οὖν οὐδὲν ἀπέλιπεν ὁ καλὸς Γαυδέντιος εὐφημίας, ἠρόμην ὁπόσα ἔτη γέγονεν ἡ θυγάτηρ αὐτῷ. καὶ μαθὼν θαυμάζειν ἔφην, εἔτις ἀφεὶς ὃν ἐπαινεῖ κηδεστὴν ἕτερον ζητεῖ. καὶ ὁ πάντων ἐμοὶ φίλτατος ἀνθρώπων φοινιχθεὶς εἶπε μὲν οὐδέν, προσώπῳ δὲ ἐδήλωσεν ὡς οὐκ ἄρα ὑμᾶς ἡγοῖτο φαύλους.
οὕτως ὑπὲρ τῶν παρ’ ὑμῖν ὁ τοσοῦτον ἀφεστηκὼς σκοπῶ καὶ τὰ δίκτυα πετά- πετάσας ὑμῖν πειρῶμαι παραδοῦναι τὴν Ἑορτίου, καίτοι ὁ πατήρ σοι βεβίωκεν ἐν θήρᾳ.
Ἑρμείας εὖ παθὼν ὑπὸ σοῦ τὰς εὐεργεσίας οὐκ ἔκρυψεν, ἀλλ’ εΙπέ τε ὧν ἀπήλαυσε καὶ φιλοτιμίας μὲν ἐμοί, τῇ δὲ ἀρί- στῇ γυναικῶν αἴτιος εὐφροσύνης κατέστη Βασσιανῇ. ὅπως οὖν μὴ καταλύσῃς τὸ πρόθυμον, μᾶλλον δὲ ὅπως ἀμείνων ἔσῃ τὰ δεύτερα καὶ μιμήσῃ τῶν δρομέων τοὺς ἀγαθούς.
τὰ μὲν οὖν ἄλλα βοηθήσεις, ἡνίκα ἂν τὰ ἄλλα καλῇ· τουτὶ δὲ καὶ δὴ κατεπείγει. Τύριός τις Ἡράκλειτος περὶ τὰ ἡμέτερα πάλαι πο- νεῖ, Τυρὸς δὲ οὐδὲν ἐντεῦθεν ἀδικεῖται· χρήματα γὰρ οὐκ ἔστιν Ἡρακλείτῳ.
τοῦτον κέλευε μένειν ἐπὶ τοῦ νῦν σχή- ματος ἢ τὰ μέγιστα βεβλάμμεθα.
Ἀλλὰ φίλοι, πάρστητε. καὶ πολλὰς τοιαύτας παρακλή- σεις εὑρίσκετε παρὰ τοῖς ποιηταῖς καὶ τοὺς ἀκούοντας ἐπιει- κῶς ὑπακούοντας καὶ τὰ παρ’ αὑτῶν εἰσφέροντας.
παράστητε δὴ καὶ ὑμεῖς καὶ χεῖρα ἄλλος ἄλλοθεν ὀρεγέτω πόρρω μὲν ἀν- θρώπῳ κακίας, ἀτυχοῦντι δέ. σκοπεῖτε δὲ ὡς οὐκ ἂν ὑμῖν αὐ- τοῖς, εἰ μὴ βοηθήσετε, συνησθείητε.
ναύτης ἂν ὑπό του παίηται, ναύτας ὁρῶν ἑτέρους δεῖται βοηθεῖν λέγων ὡς καὶ αὐτὸς εἴη τῶν πολλὰ δὴ πεπλευκότων. οἱ δὲ εὐθὺς θάλαττάν τε καὶ τὰ θαλάττης ἐννοοῦντες οἱ μὲν ἐξείλοντο τὸν ἀδικού- μενον καὶ τοῦτο αὐτοῖς ἀπέχρησεν, οἱ δὲ καὶ συνέκοψαν τὸν ἀσελγαίνοντα ἐπιπεσόντες.
καὶ γεωργοὺς εἶδον ὅμοια ποι- οῦντας ἐφ’ ὁμοίοις καὶ σκυτέας δὴ καὶ χαλκοτύπους. οἱ δὲ δὴ στρατιῶται, Ἡράκλεις, πῦρ ἐπισχεῖν ῥᾷον ἢ τούτους ἐν τοιού- τοις. τὸ δὲ συνοργίζεσθαι πεῖθον ἓν πανταχοῦ, τὸ ἐν τοῖς αὐ- τοῖς βιοῦν.
καὶ νῦν δὴ ζῆτε μὲν ὑμεῖς ἐν λόγοις, ζῇ δὲ Ἀκόντιος, καὶ προστάτης ὑμῶν αὐτὸς ὁ θεὸς Ἑρμῆς ὁ Δῖός. ἐπέθετο δὴ τῷ ῥήτορι μοχθηρὸν καὶ κεντρότυπον ἀνθρώπιον. τίς οὖν ἐμφράξει τούτῳ τὸ στόμα; τίς ἐκκόψει τὸ κέντρον; ἐπὶ τίνας χρὴ συμμάχους καταφεύγειν ὑμᾶς ἀφέντα τοὺς εἰ- κότως μὲν ἂν ἑλομένους ἀμύνειν, δύναμιν δὲ ἔχοντας τὴν ἀπὸ τῶν Μουσῶν, ὑφ’ ὧν οὗπέρ ἐστε τέταχθε;
καὶ ταῦτα οὐκ ἂν ἐπέστελλον, εἰ μὴ τόνδε μὲν ᾔδειν ἀγαθὸν εἶναι μελετῶντα, τὸν δὲ γενναῖον Ἐλπίδιον οὐ τοὺς ἐν αἰτίαις μισοῦντα πάν- τὰς, τῶν δὲ ἐν ταῖς αἰτίαις τοὺς ἀδικοῦντας.
φανεῖται δὲ οὗτος ὑμῶν τὰ δίκαια ποιούντων οὐχ οἷον ὁ κατήγορος ἔφη- σεν. ἀλλ’ οἷον ἡμεῖς ἴσμεν.
Πάλιν ἐγώ σοι τὰ εἰωθότα δῶρα πέμπω, χρηστὸν ἄνδρα συκογαντούμενον χρῄζοντα βοηθείας, σὺ δὲ αὐτὸν καὶ δέξῃ πρᾴως καὶ παύσεις τεταραγμένον καὶ δείξεις τῶν ἐχθρῶν ἐπὶ τοῦ ἀγῶνος κρείττονα.
μάντιν δέ με πεποίηκας δυοῖν, οἷς τε ἀεὶ προαιρῇ τῷ τε ἔχειν προστιθέναι τὰ ἔργα. οἰήσῃ μὲν οὖν ἐμοὶ χαρίζεσθαι μόνῳ, λήψεται δὲ τὴν χάριν ἅπας ὅτῳ διὰ λόγων ἡ δόξα.
Αἰγύπτιος ἐκ τῆς Μέμφιδος αὐτῆς Ἡρακλείδης οὑτοσὶ φέρων τε ἡμῖν παρὰ τῶν ἐν Αἰγύπτῳ γράμματα φίλων παρ’ ἡμῶν τε πρὸς ὑμᾶς ἀξιώσας λαβεῖν.
ἐπεὶ δὲ σοῦ πρῶτον μνησθεὶς ἑτέρους προσέθηκεν, οὐδέν, ἔφην, σε δεῖ μετὰ Ἡρακλέα τῆς συκίνης ἐπικουρίας. ὅπως οὖν τῷ Ἡρακλείδῃ δείξεις τὸν Ἡρακλέα.
Τὸ μὲν ὠφελεῖν τοὺς παρ’ ἡμῶν ὡς σὲ ἰόντας καὶ χρη- στοῦ καὶ φίλου, τὸ δὲ χαίροντας ἄνευ γραμμάτων ἀποπέμπειν οὐ κηδομένου φίλου, πάντως δὲ ἀργοῦ. δεῖ δέ σε κατ’ ἄμφω γράφειν, καὶ βοηθοῦντα καὶ μή, ἕνα νῦν μὲν μὴ τὸ μεῖζον δι- δοὺς φθονῇς τοῦ δευτέρου, νῦν δὲ ἀντὶ τοῦ μείζονος παραμυ- θῆται τὸ δεύτερον.
ἀλλ’ Ἡρακλείδης οὑτοσὶ καὶ τυγχανέτω προνοίας καὶ κομιζέτω γράμματα. δίκαιος δὲ εἶ συλλαβεῖν ἀνδρὶ φίλῳ Καβειρίου. Καβείριος δὲ οἷς ἐκήδευσεν οἶσθα. εἰ δὲ καὶ μισθὸν τελέσαι δεῖ, πολλὰ ἄν σοι διηγήσαιτο περὶ τοῦ Νείλου. καὶ τί ἂν μεῖζον Ἀμμιανὸς ζητοίη;
Ἀντίοχος ἁπάσῃ μὲν βοηθεῖ τῇ πόλει διὰ τῆς ἰατρικῆς, ὁ δὲ πλεῖστος αὐτῷ πόνος περὶ τὸ γένος τοὐμόν. Βασσιανὴ δέ, ἦς αἰδέσιμόν σοι καὶ τοὔνομα, τῶν ἐκείνου χειρῶν ὡσπερεὶ τῆς ἱερᾶς ἀγκύρας ἐξῆπται.
ταυτὶ δὲ εἶπον, ὅπως εἰδῇς οἴους τε καὶ ὅσους διὰ τῶν εἰς Ἀντίοχον εὐφρανεῖς. τούτου γὰρ Εὐ- λαλιὸς σιγγενὴς περιπεσὼν τῇ Τραϊανοῦ δικαιοσύνη τελῶν εἰς ἑτέραν στρατείαν εἰς τὴν ὑπ’ ἐκείνῳ τότε οὖσαν ἐγγράφεται καὶ ἵππους ἔδει παρέχειν. ἀλλ’ οὐκ ἐᾷ βασιλεὺς λύων καὶ τὴν προτέραν ζημίαν.
τουτὶ μὲν οὖν Ἐλπίδιος αὐτῷ βεβαιοῖ, καὶ νῦν Εὐλάλιος παρ’ ἐκείνῳ, μικρὸν δὲ ὕστερον παρὰ σοὶ κομίζων τὴν γνῶσιν. μᾶλλον δὲ ἔχε τὴν βασιλέως ἤδη γνῶσιν ἐν ἀντιγράφοις παρεζευγμένην καὶ τοὺς ἵππους ἐξαίρει τῶν δραμουμένων, ὅπως μήθ’ ὕστερον ἐγγένοιτο τῷ πράγματι τα- ραχὴ τῷ τε ἰατρῷ δι’ ἡμῶν ἧ τι τῶν κατὰ νοῦν πεπραγμένον.
Πόλλα ἀγαθά σοι γένοιτο, βέλτιστε νέων, ὅτι ἃ περὶ τῶν γονέων διεσπούδασται τοῖς νόμοις, ὅπως ὑπὸ τῶν ἐγγόνων θεραπεύοιντο, ταῦτ’ αὐτὸς ἐπεδείξω περὶ τὸν διδάσκαλον. οὐ γάρ με ἔλαθεν ἃ περὶ τοῦ θαυμαστοῦ Κλεοβούλου πρὸς τὴν τήθην ἐπιστέλλεις δεόμενος αὐτῷ τὴν σὴν οὐσίαν ἀνεῷχθαι.
μαθὼν δὲ αὐτὸς οὐκ ἔμελλον δήπου τὰ οὕτω καλὰ σιγή- σεσθαι, ἀλλ’ ἥ τε πόλις ἐμπέπλησται τῆς σῆς μεγαλοπρεπείας ἔχομέν τε τὸν Κλεόβουλον πάντως ἂν ἀποπτάμενον, εἰ μὴ τοι οὗτος ἦσθα.
ἄγε οὖν, ὦ φίλη κεφαλή, βάλλ’ οὕτως. ὅπως ἐπαινοῖό τε καὶ μετ’ ἐλπίδος ζῴης βελτίονος. εἴληφας δὲ οὐδὲ νῦν φαύλους παρὰ τῶν Μουσῶν τοὺς μισθούς. φασὶ γὰρ πάντας ἁπανταχόθεν προσκεῖσθαι τῷ τῶν λόγων ἔρωτι. τουτὶ δὲ τὸ δῶρον τῶν Μνημοσύνης ἀκριβῶς.
Ἐγώ σε πολεμοῦντα τοῖς κλέπταις ἐπαινῶ. τῷ γὰρ αὐ- τᾷ τούς τε πονηροὺς κολάζεις καὶ τοὺς δικαίους ἀμείνους ποιεῖς ὁρῶντας ὡς ἔστιν ὄντα δίκαιον ἐπαίνου τυχεῖν.
συγχαίρω δὴ Φροντίνῳ τῷδε τῆς ἐξετάσεως, ἣν ἀπὼν ἐξετασθεὶς τὴν βελτίονα ψῆφον ἠνέγκατο πολλοῦ χρυσίου τιμιώτερον κτῆμα κτησάμενος τὸ παρὰ σοὶ κεκρίσθαι μὴ φαῦλος. ἀλλὰ καὶ αὐ- τὸς ἐμαυτῷ συγχαίρω χρηστοῦ φανέντος ἀνδρὸς ἑταίρου μοι καὶ φίλου.
νῦν οἶν ἥκει δείξων ἔτ’ ἄμεινον ὡς πλεῖστον ἀφέστηκε λήμματος καὶ ὡς ἐν οἷς ἐπιστεύθη πεπόνηκε μόνον, τοῖς οὖσι δὲ οὐδὲ ὀβολὸν προσέθηκεν.
ἀκολούθει δὴ σαυ- τῷ καὶ δείκνυε πᾶσιν ὅτι ἔστι παρὰ σοῦ καὶ χαίροντα ἀπελθεῖν.
Οὐ μάλα ἡμῶν ἐοίκατε ἀπεῖναι, τὸ γὰρ οὕτω τεχνικῶς ἐπιστέλλειν οὐ πάντως ἐστὶν ἀπόντων, ἀλλ’, ὡς ἐμὲ λέγειν, συνόντων. ὥστ’ ἔγωγε ἡσθείς, ὅτι ἐγράψατε, πλέον ἥσθην, ὅτι οὕτως ἔχετε γράφειν.
τὸν εὐνοῦχον δὲ παρ’ ὑμῶν ἥκειν ἡγούμενος, ὃς ἐδίδου τὴν ἐπιστολήν, ἐπειδὴ ἔφασκε τῇδε με- μενηκέναι, πονηρὸν ἐκάλουν. εἶτ’ εὐθὺς τὸν μὲν ἀπέλυον αἰ- τίας, ὑμῖν δὲ ἐνεκάλουν γνοὺς ὑφ’ ὑμῶν αὐτὸν ἀμεληθέντα μεῖναι.
καίτοι τοῦ δόξαν ὑμᾶς κτήσασθαι καλὴν μετά γε τὰς φύσεις οὗτος αἴτιος ἀντὶ κυνὸς ἐπὶ τοὺς οὐκ ἀγαθοὺς ἀρ- κῶν. ὑμεῖς δὲ τὸν ἄνθρωπον ἐκκαρπωσάμενοι τοῦ καιροῦ τῶν ἀμοιβῶν ἥκοντος ἀπερρίψατε.
ἀλλ’, ὦ παῖδες, ἐμοὶ θερα- πεύσατε τὸν παιδαγωγὸν ἢ καλέσαντες εἰς Κιλικίαν ἤ τι πέμ- ψαντες τῶν ἐκεῖθεν. πειθέτω δὲ ὑμᾶς χρημάτων καταφρονεῖν ἄνευ τῶν ὑπ’ ἐμοῦ πολλάκις εἰρημένων ὁ τὰ γράμματα φέρων, ὃς ὑπὸ μὲν τοῦ σχήματος εἰς στρατιώτας, ὑπὸ δὲ τῶν ἔργων εἰς φιλοσόφους ἐγγέγραπται τὸν Σωκράτην ἐν μέσοις μιμησά- μενος κέρδεσιν, ὁ καλὸς Ἀμμιανός.
Ἀντίοχος οὑτοσὶ τῶν μόλις ἐστὶ σεσωσμένων. ὅτε γὰρ ἦρχε Φοινίκης Δημήτριος, ἵππον αὐτῷ δίδωσι δυσγάργαλιν ἱπποκόμης ἐξαγαγών. ὁ δὲ ἅμα τε ἐπ’ αὐτὸν ἀνέβη καὶ ἐκ- κρουσθεὶς ἐπ’ αὐτῆς ἔκειτο τῆς ἀγορᾶς, ὁ δὲ ἵππος ἔθει φέρων τὸ στρωματόδεσμον. καὶ ἦν ἴσως τοῦτο κέρδος τῶν τὸ καλὸν τρεφόντων θηρίον.
ἔδει μὲν οὖν αὐτοὺς ἐπὶ τῇ σοφωτάτῃ μηχανῇ ἀποθανεῖν, καὶ γὰρ οὗτος, εἰ μὴ θεῶν τις ἤμυνε, πε- σὼν ἂν ἐτεθνήκει, διὰ δὲ τὴν ἐπιείκειαν Ἀντιόχου περὶ τῶν χρημάτων εἰς λόγον καθίσταντο.
καὶ τοῖς μὲν ἠδικηκόσιν ἐδόκει πέντε καὶ εἴκοσι στατῆρσι λῦσαι τὸ ἔγκλημα, τοῦ δὲ φάσκοντος ἑκατὸν αὑτῷ στατῆρας ἀπολωλέναι τὸ πρᾶγμα ἐπὶ τῆς ἀμφισβητήσεως ἵσταται. σὸν δὴ τὰ δίκαια ννῶναι καὶ τῷ μὲν βοηθῆσαι, τοὺς δὲ σωφρονίσαι.
ἐγὼ τὸν μὲν πατέρα σου καὶ εἶδον καὶ φιλῶ, σὲ οὔ- πω μὲν εἶδον, φιλῶ δὲ ὥσπερ ἐκεῖνον, ἐπεὶ καὶ αὐτὸν ἀκούω σε γνώμης οὕτως ἔχειν πρὸς ἡμᾶς, ὥσπερ ἂν εἰ μετεσχήκεις ἡμῶν. τοῦ δὲ ταῦτά με πιστεύειν ἔστω σοι σημεῖον τὸ καὶ χά- ριν αἰτεῖν ἤδη.
ἔστι δὲ ἡ χάρις Μαρκελλῖνον καὶ κἄρτιον τῆς σῆς ἀπολαύειν εὐνοίας χρηστούς τε ὄντας καὶ ἡμῖν ἐπι- τηδείους καὶ Σπεκτάτῳ φίλους. οἶμαι δὲ αὐτοὺς οὐδὲν οὔτε φορτικὸν οὔτε ἔξω τῶν νόμων ἐπαγγέλλειν.
πεῖθε δὴ καὶ Παμφυλίαν ὅτι με τιμᾶν οἴει δεῖν, καὶ ἡμᾶς ὅτι σοι χρὴ πολ- λάκις ἐπιστέλλειν.
Ἐγὼ γενέσθαι ἐπὶ τῆς ὑμετέρας δυνάμεως οὐδεπώ- ποτε ηὐξάμην, ἀλλ’ ὑμῖν μὲν καὶ ἀρχὰς εἶναι καὶ τὸν κρείττω λόγον ἐν αὐταῖς συνηυξάμην, ἐμαυτῷ δὲ ᾗπερ νῦν βιοῦν ἐν ἰδιώτου χώρᾳ· νῦν δ’ οὐκ ἂν ἀηδῶς μοι δοκῶ τὴν Φοινίκων ἀρχὴν λαβεῖν τοῦ μέγαν ποιῆσαι Παρθένιον πᾶσιν ὅσοις μέ- γεθος γίγνεται, μᾶλλον δέ, οὐδὲν δεῖ ζητεῖν ἀρχὴν τῆς σῆς οὐχ ἧττον ἐμῆς ἢ τοῦ λαβόντος οὔσης.
ὅπως οὖν ἡμῖν αὐτὸν ἴδῃς τε ὡς ἥδιστα καὶ ἀπόντα καλῇς καὶ φανέντα κατέχῃς καὶ ποιῇς ἐν Φοίνιξιν ἐντιμότερον ἢ πρίν. αἰσχυνοίμην γὰρ ἄν, εἰ δόξει μᾶλλον εὖ πεποιηκέναι με Παρθένιος ἢ πεπονθέναι.
τί οὖν με εὖ πεποίηκεν, ἀκοῦσαι ποθεῖς. αἰδούμενος δια- τετέλεκεν ἀπὼν οὐχ ἧττον ἢ παρὼν καὶ παρὸν αὐτῷ χαρίσασθαι τοῖς δυνατοῖς ἐκ τῶν εἰς ἐμὲ λυπηρῶν τὰς παρ’ ἐκείνων ἐλπί- δας προήκατο τὰ πρὸς ἐμὲ δίκαια τηρῶν καὶ ταῦτα ὁρῶν τινα τῶν οἰκείων αὑτοῦ τὴν ὁδὸν ἐκείνην ἰόντα καὶ εὐδοκιμοῦντα. ὁ δὲ ἐκείνῳ τε ἐπετίμα καὶ δι’ ὅσων ἐξῆν ἀσθενεστέραν ἐποίει τὴν ἐνέδραν καὶ δὴ δεῦρ’ ἥκων ἐπέθηκε τὸ τέλος τοῖς ἔμπρο- σθεν ὅμοιον ἁπάσης καθήρας τὰ πράγματα ὑποψίας.
εὐθὺς μὲν οὖν ἠθύμουν ἀπορῶν ἀμοιβῆς, ἔπειτα ἐνθυμηθεὶς ὡς τῷ μὲν ἐν Φοινίκῃ γυνὴ καὶ παῖδες καὶ κτήματα, τῇ δὲ Ἀν- δρονίκου γνώμῃ τὸ ἔθνος διοικεῖται, ἥσθην ἰδὼν ὡς ἔστιν ᾗ ἂν τὸν ἄνδρα ἀμειβοίμην.
Οἷδα. τίη μοι ἐπισταμένῳ πάντ᾿ ἀγορεύεις; μὴ γὰρ οἴου μᾶλλον αὐτὸς ἃ πράττεις εἰδδέναι τῶν ἀκουόντων ἡμῶν. οἴ τε γὰρ ἀγγέλλοντές εἰσιν οἴ τε ἐρωτῶντες ἡμεῖς.
τῶν μὲν οὖν ἄλλων ἤδη τις ἤρετο εἰ μή σε τὸ φορτίον ἐπίεσεν, ἐγὼ δ’ εἰ σοι τὸ σῶμα ἔρρωται πυνθανόμενος ἐπειδὰν ὡς ἔρρω- ται γνῶ, τὸ καὶ τοῦ φορτίου σε κρείττω εἶναι ἀκηκοέναι ἡγοῦ- μαὶ. ἀνὴρ γὰρ εἶ, μάλα ἀνήρ, καὶ ἄρχων εἰδὼς μάλα ἄρχειν
εἰ δὲ πολλὰ δεῖ μεταχειρίζειν καὶ ἄγρυπνον ἀνάγκη πέτεσθαι, τούτῳ μηνύεις ὃ πάλαι ἐπόθουν, ὡς τὸ καθεύδειν τε καὶ καθ- ῆσθαι τῶν πολλῶν, σὲ δὲ εἶναι δεῖ τῶν οὐ πολλῶν.
τῇ μὲν οὖν ἄλλῃ θαρρῶ, δέδοικα δὲ ἓν μόνον, τῶν ξενίων τὸ πλῆ- θος, ἃ ὥσπερ ὀφειλήματα ἀπαιτοῦσιν οἱ φαγεῖν ἀγαθοί. τουτὶ γὰρ οὐκ ἔστι διανοίας ἄρχειν ἐπισταμένης, ἀλλ’ εὐπορίας δοῦ- ναι δυναμένης. σοὶ δὲ ἃ δέδωκε τὸ συναγορεύειν, ἀνήλωκε τὸ ἄρχειν.
ἔπεμψα τὸ βιβλίον, σὺ δέ, εἰ σχολή, τοὺς φιλοσό- φους ορα.
Ἐπαινοῦντί μοι τὴν σὴν φύσιν, καὶ γὰρ ἐτύγχανεν ἡμῖν λόγος τις ὢν ὑπὲρ ἀρχόντων ἀρετῆς καὶ ἦν δήπου σὰ τὰ νι- κητήρια, — τοιαῦτα δὴ ἡμῶν διαλεγομένων καὶ ψηφιζομένων 15 ἐνέθηκε τῇ χειρὶ τὴν ἐπιστολὴν βέλτιστος βελτίστου πατρός, εἶ- πεν ἂν Πλατῶν, Ὀλύμπιος Πομπηιανοῦ. καὶ ἅμα τε ἀνεγί- νωσκον καὶ μετὰ τῶν ἄλλων ἐπήδων· οὕτως ὅ τε νοῦς ἐφαί- νετο θαυμαστὸς τά τε ὀνόματα τῶν φρενῶν οὐ χείρω.
σὺ δὲ ἔργῳ μεθ’ ἡμῶν ὢν τοῖς Ἰταλοῖς σαυτὸν δίδως, ἀλλ’ ἥ γε ἐπιστολὴ κωλύει νόμων ὑομένη τῶν Ἀττικῶν. ὅπως οὖν τοῦ λοιποῦ κοινωνὸς ἡμῖν εἶναι λέγῃς, ὥσπερ εἶ. τουτὶ μὲν οὖν ποιήσεις ἢ γραψόμεθά σε παρὰ ταῖς Μούσαις λειποταξίου.
τῶν δ’ οὖν γραμμάτων ὡς ἄδην εἴχομεν, βλέψαντες εἰς ἀλ- λήλους τουτονὶ δέ, ἔφαμεν, νῦν τὰ αὑτοῦ διοικεῖν ἀντὶ τῶν κοινῶν ἐχρῆν; οὐχ ὡς σοῦ χρῄζοντος ἀρχῆς, ἀλλ’ ὡς τῶν πραγμάτων, ὅτι μὴ ἄρχεις, ἠδικημένων.
εἶθ’ ὁ μὲν ἐμέ- μνητο τῆς τῶν νόμων φυλακῆς, ὁ δὲ τῆς συνεχείας τῶν πό- νων, ὁ δὲ τοῦ περὶ τὰς διαγνώσεις τάχους, ὁ δὲ τοῦ μὴ χρη- μάτων ἐρᾶν, τῷ δὲ ἐδόκει καλὸν τὸ χάριν δοῦναι εἰδέναι, καὶ δοῦναι μὲν ἣν δεῖ, μὴ δοῦναι δὲ ἣν μὴ δεῖ.
ἐμοὶ δὲ τῶν σῶν μικρὸν μὲν οὐδὲν ἐφαίνετο, πάμμεγα δὲ τὸ μὴ τῇ φθορᾷ τῶν πόλεων θεραπεῦσαι τοὺς δυνατούς. ἦν μὲν γὰρ δῆλον ὡς ὀργαὶ καὶ κίνδυνοι καὶ βέλη, σοὶ δὲ οὐδὲν τοῦ ποιῆσαί τι τῶν αἰσχρῶν φοβερώτερον.
ἡδέως δ’ ἂν αὐτῶν ἐπυθόμην τί μαθόντες σοὶ μὲν ἐνεκάλουν, ἡμᾶς δὲ ἐκόλασαν, καὶ σοὶ μὲν ἔδοσαν ὃ κἂν ἐπρίω, παρ’ ἡμῶν δὲ ἔλαβον δίκην. ἀλλ’ ἐκείνοις μὲν οὐκ ἂν εἴη λόγος εὐσχήμων, περὶ δὲ σοῦ παρ’ ἡμῖν τοιΜυ τοι λόγοι.
καὶ τὸ μὴ ἔχειν ἔτι τῷ λέγειν ἅ ποτε εἴχομεν παραμυθούμεθΑ καὶ σὺ δέ, ὡς ἔνι, παραμυθοῦ γράφων τε καὶ γράφειν παρακαλῶν. ἔστω δὴ παρὰ σοῦ τοῦτο πολύ, πάντως δὲ καὶ οὓς κινεῖς οὐ σιγᾶν ἐπιθυμοῦντας ἐγείρεις.
Ὁμοῦ παῖδά τε ἐμὸν Ὑπερέχιον καλεῖς καὶ χάριν μοι φὴς ift τῶν εἰς αὐτὸν εἰδέναι. τούτοιν δὲ ἢ τὸ πρότερον οὐκ ἀληθὲς ἡ θάτερον οὐκ ἔχον λόγον, μᾶλλον δέ, ἐπειδὴ τὸ πρότερον ἀλη- θἐς, μάταιον γίγνεται τὸ δεύτερον, εἰ μὴ καὶ αὐτὸν δεῖ σοὶ χάριν εἰδέναι τῶν εἰς τοῦτον αὐτόν.
ἀλλ’ oixs σὺ θαυμα- στὸν οὐδὲν ἐποίεις ποιῶν ἃ δὴ πεποίηκας εἰς υἱόν τε καὶ τοι- οῦτον ἐγώ τε νομίσας υἱὸν ἐμὸν πάντα ἀγαθὸν εἰκός τι ποιῶν οὐκ ἂν τούτου μισθὸν ζητοίην, ἀλλ’ οἷς δεῖ χάριν ἐμέ τε καὶ σὲ τῆς εἰς τοῦτον εὐνοίας ἔχειν, ἐρῶ.
οἱ τῆς ἱερᾶς Ἀγκύ- ρας, πρέποι γὰρ ἂν αὐτῇ τοῦτ’ ἀκούειν, ᾧ κοσμεῖ τὰς Ἀθήνας Ὅμηρος, οὗτοι δὴ οἱ ταύτης οἰκήτορες ἐμοί τε εὐεργέται καὶ σοὶ καὶ στεφάνων ἄξιοι καὶ εὐχῶν. καὶ δῆτα εὔχομαι τοῖς θεοῖς πᾶσι καὶ πάσαις γῆν τε αὐτοῖς καρπὸν ὅτι πλεῖστον διδόναι καὶ ἀέρα μένειν ἐν τοῖς μέτροις καὶ γυναῖκας τίκτειν ὅμοια γονεῦσι καὶ λόγων ὥσπερ νῦν τὴν πόλιν ἐρᾶν καὶ τῶν εὐδαι- μονίαν φερόντων ἀπεῖναι μηδέν, ὅτι με ἰδόντες ἡμέρως, ἡνίκα δι’ αὐτῶν ᾔειν, νῦν τετιμήκασι μειζόνως οἷς ἔπραξαν τῷ νεα- νίσκῳ εἰς δόξαν.
καὶ μή με οἴου τοῦτο λέγειν, ὡς ὄντα φαῦλον ἦγον εἰς δόξαν, ἀλλ’ ὅτι μὴ φθόνῳ τὴν ἀλήθειαν ἔβαλ- λον, ἐγένοντο δὲ τοῦ φθόνου κρείττους πολῖται πολίτην ἀγα- πῶντες. τούτου χάριν αὐτοῖς εἰδέναι χρή.
τὰ μὲν οὖν παρ’ ἐμοῦ πρὸς αὐτοὺς εὐχαί τε ὑπὲρ αὐτῶν καὶ κατ’ αὐτῶν ἔπαι- νοι, σοὶ δὲ ἔνεστι τὸ καὶ δι’ ἔργων ἀμείβεσθαι. καὶ πᾶν ὑπουρ- γῶν μηδέπω ἡγήσῃ τὸ πᾶν ἐκτετικέναι
ἴσθι μέντοι καὶ τὴν ἡμετέραν πόλιν εἰδέναι τῇ πόλει χάριν οἴεται γὰρ τὴν περὶ τοῦτον ἐκείνης γνώμην μαρτυρίαν αὑτῇ τοῦ βελτίονος εἶναι.
τὴν μὲν οὖν φιλοτιμίαν σου τὴν εἰς τὸν υἱὸν οὐκ ἐθαύμασα, νοῦν Ψὰρ ἔχων ἃ ὕστερον ἔμελλεν ἕξειν τῷ νόμῳ, ταῦτ’ ἐποίησας δῶρον πατρός, θαυμάζω δὲ ὅτι πολλαὶ μὲν παρ’ ὑμῖν κοῦραι ἀριστήων, οἳ τὴν πόλιν συνέχουσι, οὐ δ’ οὐκ ἐφρόντισας ὅπως ἴδης τάχιστα τοῦ παιδὸς παῖδας. εἰ γὰρ καὶ ἤδη πάππος εὖ ποιῶν κέκλησαι, ἀλλὰ καὶ ταύτῃ σε πάπ- πον κληθῆναι καλόν, ἄλλος δ’ ἂν ἔφησε, κάλλιον.
Εἰ μὲν οἷός τε ἦν καὶ τῆς ὁδοῦ καὶ τῆς ἄλλης σπουδῆς Εὐστοχίῳ κοινωνῆσαι, πάντως ἄν με εἶχες ἀντὶ τῶν ἐμῶν γραμ- μάτων· ἐπεὶ δὲ οὐκ ἔστι μοι κινεῖσθαι, δι’ ὃ δέ, ἐπίστασαι, δέομαί σου γενέσθαι τοιοῦτον εἰς τοῦτον, οἷος ἂν ἐγένου παρ- όντος ἐμοῦ.
νόμιζε δὲ μὴ μόνον ἐμοὶ δώσειν χάριν, ἀλλὰ καὶ αὐτὸς κτήσεσθαι φίλον. ὃν καὶ ἐγὼ κτησάμενος συνήσθην ἐμαυτῷ οὐ μόνον τῶν τε λόγων εἵ εκα καὶ τῶν νόμων, ἐν οἷς ἀμφοτέροις οὐδενὸς ἁνὴρ ὕστερος, ἀλλ’ ὅτι καὶ τῶν ὄντων χα- λεπῶν οὐδὲν οὕτω χαλεπὸν ὡς μὴ τῷδε φανῆναι ῥᾷστον ἐπι- τάττοντος φίλου, μᾶλλον δέ, κἂν ὁ φίλος χρῄζῃ μέν, ὀκνῇ δὲ ἐπιτάττειν, αὐτὸς αὑτὸν δίδωσι τοῖς ἔργοις.
καὶ εἰ μὲν ἀπ’ ἄλλης ἀφῖκτο νῦν ὡς ὑμᾶς, ἄθλους ἂν ἴδει σοι διηγεῖσθαι προτέρους, νῦν δ’ αὐτὸ δι’ ὅπερ ἥκει καὶ πρὸς ὃ δεῖ σε βοη- θεῖν ἔστω σοι δεῖγμα τῶν τρόπων.
μὴ θαυμάσῃς δὲ εἰ πολλοὶ μὲν ἐκεῖ μοι φίλοι, σοὶ δὲ ἐπέσταλκα μόνῳ· τὸ πρᾶγμα γὰρ οὐ πολλῶν συνευχομένων, ἀλλ’ ἑνὸς δεῖται πράττειν εἰδό- 5 τος.
σὺ δὲ οὗτος ὁ πράττειν εἰδώς, τῷ δὲ βούλεσθαι τὸ δύ- νασθαι καλῶς ποιοῦν ἠκολούθηκεν ὑπάρχον μὲν καὶ πάλαι, νῦν δὲ ηὐξημένον· εἰσὶ γάρ, εἰσὶν· οἱ μηνύοντες.
ἀπό- πεμπε δὴ τὸν ἑταῖρον ὧν ἤκουσε παρ’ ἡμῶν ἀγγελοῦντα πλείω.
Ἀλλ’ εἴη ταύτην γέ σοι τὴν γαστέρα κληρονόμους τεκεῖν καὶ μὴ μόνον τῆς οὐσίας, ἀλλὰ καὶ τῆς σοφίας, ἣν δὴ λειμῶ- νος ποικιλωτέραν δεικνύων πάλαι κρατεῖς, εἰ μὲν καὶ τοὺς ταὐτὸ σοι καλουμένους οὐκ οἶδα, οἱ ῥήτορες δὲ ἡττήμεθα.
τέως μὲν οὖν τῇ Φρυγίᾳ συνέχαιρον, ἣ καὶ σὲ καὶ τοὺς γάμους ἐδέ- ξατο, νῦν δὲ τῇ Μεγάλη πόλει σέ τε ἀπολαβούσῃ καὶ προσ- λαβούσῃ τὴν νύμφην, μακαρίζω δὲ καὶ τὸν οὐκ ἀπόντος σου τὴν Μεγάλην ὀψόμενον πόλιν, ὅτι αὐτὴν ὄντως ὄψεται μεγά- λῆν.
τὸν μὲν οὖν τῶν πραγμάτων πόνον ἀνεθήκαμεν Κλε- άρχῳ, παρὰ σοῦ δὲ Εὐστόχιος τιμηθήτω τῷ νομισθῆναι τοῦτο ὅπερ ἐστίν. ἔστι δὲ καλὸς κἀγαθός, κἀν τοῖς πράγμασιν ἃ φίλον σαφῆ ζητεῖ πάντες ἐπ’ αὐτὸν ἐρχόμεθα.
τίμα δὲ αὐ- τὸν καὶ τῷ μείζονι, καλῶ δὲ μεῖζον τὸ σῶν ἀκοῦσαι λόγων· οὓς εἰ μὲν καινοὺς δεικνύεις, καινῆς θοίνης μεταλήψεται τὸ μέρος· εἰ δ’ οὐκ ἐν τούτῳ νῦν εἰης, τοῖς παλαιοῖς αὐτὸν ἑστία, μᾶλλον πάντως αὐτὸν ἑστιάσεις καινοῖς· ὅ τι γὰρ ἂν φθέγξῃ, τοῦτο τῶν γεγραμμένων οὐ χεῖρον.
Καλῶς μοι δοκοῦσιν οἱ ποιηταὶ περὶ τοῦ Ἔρωτος ἐσκέ- φθαι καλοῦντες αὐτὸν ἀνίκητον, ὅπου γε καὶ Στρατήγιος εὖ μά- λα ἐνθένδε κινούμενος νῦν γυναῖκα ἀφεὶς καὶ τέκνα καὶ τἄλλα οἶς ἥδεται τρέχει τὴν σὴν ὀψόμενος κεφαλήν. καίτοι κρύπτειν μὲν ἐπιχειρεῖ τὸ πάθος ὡς ὑπὲρ εἰσφορῶν δραμών, ἐμὲ δὲ οὐ λέληθε σὲ μὲν ἔργον θέμενος, οὐκ ἀηδῶς δὲ κἀκεῖνο θερα- πεύσας.
εὔδηλον οὖν ὅτι αὐτὸν ἡμέροις ὄψει τοῖς ὄμμασι τά τε ἄλλα καὶ μηνυτὴν ἔχων τῆς στοᾶς ἀκριβῆ, περὶ ἣν οὗ- τος πολὺ μὲν καῦμα, πολὺν δὲ καπνὸν ἠνέσχετο χαίρων, ὅτι σοι παρεῖχεν ἐν τοῖς αὑτοῦ πόνοις κτήσασθαι δόξαν. ὃ γὰρ ἐν προοιμίοις οὐκ ἦν λαμπρᾶς ἐλπίδος, τοῦτο πρὸς ἐρχόμενον οὐδεμίαν ἡλικίαν ἐᾷ σιγῇ παρελθεῖν, ἀλλ’ ἕλκει τε τὰς ὄψεις καὶ ὅστις εἶδεν, ἐθαύμασε.
σοὶ μὲν οὖν ὅλην τὴν πόλιν, σὲ δὲ τούτῳ προσήκει χάριν εἰδέναι. σὺ μὲν γὰρ εἰς νοῦν ἐβάλου τὸν κόσμον, σοὶ δὲ οὗτος διακονεῖ. ἔστι δὲ ἀρκοῦσα χάρις, ἂν ἐπαινῇς τε αὐτὸν καὶ νομίζῃς ὅπερ ἡμεῖς.
ἡ δὲ ἡμετέρα ψῆφος Στρατήγιον ἄνδρα εἶναι γενναῖον, ὃν οὐδεὶς ἐνίκησεν εὖ ποιῶν· οὕτως ἀμοιβὰς ἀεὶ ζητεῖ μείζονας καὶ ζητῶν οὐκ ἔστιν ὅτε οὐχ εὗρεν.
Ἀλλὰ καλῶς μὲν ἐποίησε τὰ ὀνείρατα κινήσαντά σε, εὖ μέντοι οἶδα, ὡς καὶ ὀνειράτων ἄνευ τοῦτ’ ἂν ἐποίεις, ὃ πάλαι ἤρξω ποιεῖν ἀπὸ τῶν χωρίων τῶν ἐμῶν. δεῖ γὰρ ἐκεῖνά τε ἐμὰ καλεῖν καὶ ταῦτα σά. δοκεῖς γάρ μοι νομίζειν ἀδικήσειν, εἴ τινος ἀπολαύσεις οὗ μὴ καὶ ἐγώ. ἐπεὶ δὲ τὰ δῶρά σου οὐκ ἔστιν ἀμύνασθαι, δέχου παρ’ ἡμῶν ἐνύπνιον ἀντ’ ἐνυπνίου.
τὸν παῖδα κελεύσας ἅπτειν λύχνον, ὡς ἐπιστείλαιμί ἐπει- δὴ ἔμελλε, κατέδαρθον καὶ ἔδοξα παρ’ ὑμῖν τε εἶναι καὶ σὲ ζη- τεῖν. ἄγειν οὖν μέ τινα δι’ ὑψηλοῦ θεάτρου, γραῦν δέ τινα γνοῦσαν ἐφ’ ᾧπερ ἐχωροῦμεν ὁδὸν ἑτέραν ἐκείνης ἡδίω Μαὶ, καθ’ ἣν ἰόντας ἐντυχεῖν σοι καθημέ ῳ πρός τινι νεῷ καὶ κή- πῳ, τὴν δὲ ἀνάβασιν τὴν εἰς τὸν νεών, βαθμοὺς οὐκ ὀλίγους, ὑπὸ νέων πηδώντων κατέχεσθαι θαυμαζόντων ὅπως ἡμιλλῶ πρὸς Δημοσθένους λόγον τούτων δὴ τώ κατὰ τοῦ Φιλίππου, σὲ δ’ ἰδόντα μὶν ἡμᾶς ἀναστῆναι, τοῦ λέγειν δὲ οὐκ ἀποστῆ- ναι, ὥστε τι καὶ ἡμᾶς ἀκοῦσαι.
ἴν με ἠδίκησεν ἡ νύξ· οὐκ ἐφύλαξα τὸ ῥηθέν. σοὶ δ’ εἴ τι τοιοῦτον ἐστι, πέμπε καὶ ὑπερ- ευγραινε.
Μάραν εἶδες εὐμενῶς· μίαν ταύτην εἴληφα χάριν. νῦν ἥκει χρόνιος· ἂν οὖν ἣν ὀφείλει τούτου μὴ λάβῃς δίκην, αὕτη δευτέρα χάρις. δίδου δὴ καὶ τρίτην, ἐπεὶ τρεῖς αἱ θεαί.
τί οὖν αἰτοῦμεν; τεταλαιπωρημένον ἐν ᾧπερ ἦν τὸν ἄνδρα μετα- στῆσαι πρὸς ἔργον ὃ τῷ τηλικούτῳ πρέπει.
Οὐ ταῦτα μέντοι παρ’ ἡμῶν ἀπαίρων ἐπὶ τὴν ἀρχὴν ὑπι- σχνοῦ, σιγὴν καὶ τὸ ποιήσειν ἡμῖν χείρω τὰ πράγματα, ἀλλ’ ἦν πολὺ τούτων ἀφεστηκότα τὰ τότε λεγόμενα, φησὶ Δημο- σθένης, καλὰ καὶ φιλίᾳ πρέποντα, τὰ ἔργα δὲ τὰ ἀπὸ τούτων οὐδαμοῦ, πάλιν <ὁ> αὐτός πού φησιν.
ὡς ἔγωγε νῦν μὴ οὐδέν μοι δυνηθῇ τὰ γράμματα καὶ πεπονθὼς ἦς ὅπερ Ἀνδρόνικος ὁ καλός. καὶ γὰρ ἐκεῖνον ἔπεισε τὸ ἄρχειν ἀγνοῆσαι τοὺς φίλους, ἄρχοντα μὲν ἀξίως ἐπαίνου, δεῖ γὰρ τἀληθῆ λέγειν, τὰ πρὸς ἡμᾶς δὲ αὐτῷ τάχ’ ἂν αἰτίαν ἔχοι.
ἀλλά τοι δεῖ νῦν ταύτην δοῦναι τὴν χάριν, ὅπως τι κουφί- σαις τῶν πρότερον καὶ μὴ πάντα ἐγκαλῶμεν, μᾶλλον δὲ ὅπως μηδὲν ἐγκαλῶμεν. λύεται γὰρ ἔγκλημα χάριτι τελευταίᾳ και- ρὸν ἐχούσῃ, καὶ τοῦτο οἶσθα, εἴπερ οἶσθα Θουκυδίδην, εἰ μὴ καὶ τούτου γε ἐπελάθου τοῦ φίλου.
τί οὖν αἰτοῦμεν καὶ σκόπει γε ὡς οὐκ ἔξω τῶν νόμων. οἱ τῆς Ἄρκης βουλευταὶ Καρτέριον εἰς αὑτοὺς ἐγγράφουσιν, ᾧ τὸ μὲν λειτουργεῖν οὐ δαμόθεν προσήκει, παρ’ ἡμῖν δὲ ἐπὶ λόγοις διατρίβει. ὅ τε γὰρ πατὴρ ἱερεὺς αὐτῷ τόν τε πάππον εἰ ζητεῖς, ἄρχοντα εὑρήσεις καὶ τὸ μέγιστον, ὑπ’ αὐτῆς τῆς βουλῆς τὴν οἰκίαν ἀφειμένην, ὡς δηλοῖ ταυτὶ τὰ γράμματα, κέλευε δὲ ἀναγινώσκειν.
καὶ μὴ τοσοῦτον παρίδῃς <τὸ> δίκαιον μηδὲ ἐπὶ τοῖς Ἄρκαν οἰκοῦσιν ἔστω τῶν αὐτῶν ἀφίστασθαί τε καὶ πάλιν λαμβάνεσθαι, ἀλλ’ ἴστωσαν ὡς ὁμοίως ἄδικον τά τε αὑτῶν οὐ κομίζεσθαι τά τε οὐχ αὑτῶν αὑτῶν ποιεῖν.
ἀλλ’ ἐκεῖνοι μὲν μηδὲν ὀκνούν- των, ἡμῖν δέ γε διὰ σοῦ γιγνέσθω τὰ παρὰ τῶν νόμων ἰσχυρά. τῶν μὲν γὰρ οὐκ αἰσχυνομένων ἐστὶν ἐθέλειν πλεονεκτεῖν, δι καστοῦ δὲ μηδένα <ἐᾶν> εἶναι δυνατώτερον νόμου.
καὶ μὲν ἔγεμεν ὕπνου Καρτέριος ἡ μὴ ἔμελλεν ἐν Μόρων φα- νεῖσθαι χορῷ, βραχὺς ἄν μοι λόγος ἦν τῶν νῦν ἐπ’ αὐτὸν παττομένων· βλάστην δὲ οὕτω γενναίαν διαφθεῖραι καὶ τὸ ἤδη συνειλεγμένον ἐκβαλεῖν τῆς διανοίας, ὃ πέφυκε ποιεῖν ὁ τῶν πραγμάτων θόρυβος, οὔθ᾿ ὅσιον οὔτ᾿ εὐσεβές.
καὶ σύ τοι τὸ ἄρχειν ἔχεις ἀπὸ τοῦ δύνασθαι λέγειν εἰκὸς δή σε βοη- θεῖν τοῖς περὶ τὸν Ἑρμῆν καὶ φαίνεσθαι τιμῶντα τὰς ἀφορ- μὰς ἀφ’ ὧν ἐνταῦθα ἥκεις.
εἰ Τε βούλει, καὶ τοὐμὸν προσ- λογίζου καὶ μὴ τὴν ἐπιστολὴν ἀτιμάσῃς, ὅτι ἐστὶν ἐπιστολὴ πᾶν ἂν παθοῦσα σιγῇ. ἀλλ’ ὅταν εἰς τὰ γράμματα βλέπῃς, ἡγοῦ καὶ ἐμὲ βλέπειν ἐκεῖνον τὸν πάντα σοι, τὸν ἐν Διονύσου, καὶ τὸν νέον δοὺς τὸ νῦν εἶναι τοῖς λόγοις ἀπάλλαξον τοὺς οἰκέ- τας τῆς διαχειρίσεως.
Ἀλλ᾿ ἔγωγε παραπλήσιον δοκῶ μοί τι ποιήσειν τοῖς ἐπει- γομένοις μὲν ἰδεῖν τὸν ἥκοντα χρόνιον, τῇ προσρήσει δὲ κά- τωθεν ἀπὸ τῆς κλίμακος χρωμένοις πρὶν ἰδεῖν ὃν προσαγο- ρεύουσιν. ἐκεῖνοί τε γὰρ τῷ λίαν ἐπιθυμεῖν φθάνοντες τοὺς ὀφθαλμοὺς βοῶσιν ἐγώ τέ σοι μικρὸν ἀπέχοντι τῶν ὅρων ἐν ἐπιστολῇ δηλῶ τὴν ἡδονήν.
τὸν δὲ ἀνεψιὸν φιλῶ μέν, ἐγ- γὺς δέ εἰμι <τοῦ> ζηλοτυπεῖν, ὅτι ὁ μὲν ἀπολέλαυκεν, ἐγὼ μέλλω. τῆς μέντοι προνοίας εἰ τυγχάνοι μείζονος, οὐκ ἔτι ταύ- τῃ ζηλοτυπῶ, βουλοίμην δ’ ἂν αὐτὸν Ἀθηνᾶς Διομήδην τυγχά- νειν, ὅπως ἡμῖν καὶ σώζοιτο καὶ κρατῇ.
Σύ με οὐκ ἐᾷς αἰτεῖν ὁ πάντα πέμπων πρὶν αἰτηθῆναι. 15 ὁμοῦ γὰρ ὑμῖν τέ τι παρὰ τῆς γῆς δέδοται καὶ ἐμοὶ παρὰ σοῦ, καὶ οὐκ ἔφθη τις εἰπών, ὡς ἀγαθή γε τῶν ἀστυγειτό- νων χώρα, νῦν τὸ καὶ φύει ὁ σὸς οἰκέτης ἐγγὺς φέρων ἡμῖν ἐφ’ οἷς ἡ χώρα ἐπῃνέθη.
πῶς οὖν ἔστιν ἅ τις εἴληφεν αἰτεῖν, ὅπως ἂν λάβοι; ὁ γεωργός, ὅταν ὁ Ζεὺς οὐχ ὕῃ, ὗσαι τὸν θεὸν αἰτεῖ, ὕοντος δὲ χαίρει καθήμενος, ἀλλ’ οὐκ αἰτεῖ.
Ἀλλ’ οὔτε τὰ πρῶτα κακῶς ἐβουλεύθη τοῖς Καισαρίου παισὶ ῥήτορι δεδωκόσιν αὑτοὺς νῦν τε εὕροιεν, ὦ Μοῦσαι, παρ’ ἐμοί τι τοιοῦτον, ὑφ’ οὗ μνησθήσονται παροιμίας τινός. ἥτις δὲ αὕτη, σὺ μὲν ἴσως ὁρᾷς, ἐμοὶ δὲ οὐ καλὸν λέγειν.
γε- λῶν δέ σου πρὸς τὴν ἀπολογίαν, ἣν ἐποιοῦ κατηγοροῦντος οὐ- δενός, πάλιν ἐγέλων, ὅτι σε εὕρισκον φοβούμενον μὴ οὐ τοῦ παντὸς ἀπολαύσωσιν οἱ νέοι τῷ δι’ ἄλλων παρ’ ἡμᾶς ἥκειν. εἰ μὲν γὰρ ἐχθροὺς ἡγούμην, ἀπέκλειον ἄν δεξάμενος δὲ ὡς φίλους ἐμαυτὸν ἂν ποιοίην κακῶς, εἰ μὴ τούτους ἀγαθόν, ὅ τι ἂν δύνωμαι.
γελοῖος δ’ ἂν ἦν καὶ Διομήδης, εἰ τοὺς ἵππους Αἰνείου λαβὼν ἀντὶ τοῦ θεραπεύειν ἐποίει χείρους τῇ τε ἄλλη καὶ χιλὸν οὐ διδοὺς ἐγκαλῶν αὐτοῖς, ὅτι ἦσαν Αἰ- νείου πρότερον. ἀλλ’ εἶπεν ἂν ὁ Ζεύς, ᾧ τῶν ἵππων ἔμελε, καὶ γὰρ αὐτὸς ἐδεδώκει τὸ γένος, ὅτι ὦ παῖ Τυδέως, τὰ σαυτοῦ φθείρεις, ἢν τούτων ἀμελῇς, οἳ σοί τέ εἰσι καὶ σὲ φέρουσι καὶ στεφανοῦσι νικῶντες, ἀλλ᾿ οὐ τὸν Ἀγχίσου.
Τοὺς Λακεδαιμονίους μεμίμηταί σου τὰ γράμματα. καὶ γὰρ ἐκεῖνοί τε μετὰ τὸ ἔργον ἧκον εἰς Μαραθῶνα βοηθεῖν ἐγνωκότες, ἴδει δὲ οὐδὲν ἔτι βοηθείας, ταυτί τε παρακαλεῖ με πρὸς ἐπιμέλειαν τῶν σῶν υἱέων, οἷς ἐστι παρ’ ἡμῖν δύναμις ἑτέροις τὰ τοιαῦτα παρέχειν.
μὴ θαυμάσῃς δὲ εἰ τοσοῦτον οὕτω τᾳχέως ἴσχυσαν οὕτως ὄντες χρηστοὶ καὶ φιλόμουσοι μετὰ γὰρ τούτων ὅστις ἔρχεται παρ’ ἐμέ, πρὸ τῶν ἄλλων εὐ- θέως κέκριται καὶ πειθόμενον ἔχει. φέρει δὲ αὐτοῖς οὐ μικρὸν καὶ τὸ σοὺς εἶναι παῖδας, οὗ πᾶς ὁ μνησθεὶς σὺν ἐπαίνοις ἐμνή- σθη.
βούλει τι καὶ τέταρτον εἴπω; συμφοιτητὴς ἐμός, ὁ τούτων θεῖος, Εὐσεβιος. καὶ τοῦτο ἐδιδάχθην αὐτὸς παρ’ ἐμαυ- τοῦ τὸ γένος εὑρὼν ἐπὶ τῆς τοῦ νεωτέρου μορφῆς.
Ἥδιον ἐμοὶ τοῦ τὸ ἔθνος κτήσασθαι τὸ σοῦ τὴν ἀρχὴν ἔχοντος τοῦτο ὸὕτω συμβῆναι. Καισαρίῳ δὲ συγχαίρω μὲν τῶν τρόπων, συγχαίρω δὲ τῆς δόξης, ἣ μείζων τῇ σῇ ψήφῳ γίγνε- ται, καὶ μάλιστά γε τῆς εὐπαιδίας συγχαίρω τοσαύτη γὰρ ἐν αὐτοῖς ἐπιεικείας τε φροντὶς καὶ λόγων, ὥστ’ εἰκότως ἂν αὐ- τοὺς καὶ ὁ πατὴρ αἰσχύνοιτο.
σοὶ δὲ πάντα μὲν χαριζοίμην ἂν καὶ εἰ με κελεύεις ἀργὸν φιλεῖν, ὑπακούσομαι· τούτους δέ, τὸ γὰρ ἀληθὲς εἰρήσεται, πρὸ τῶν σῶν γραμμάτων συνέστησεν ἡ φύσις. ὥρα δή σοι χάριν ἑτέραν αἰτεῖν ὡς ταύτην γε αὑ- τοῖς οἱ νεανίσκοι δεδώκασιν.
Οὐκ ὀκνήσω σοι περὶ τῶν δικαίων διαλεχθῆναι, ταῦτα γὰρ τὰ σὰ παιδικά, καὶ οὐκ ἂν ἄχθοιο τοῖς ὑπὲρ αὐτῶν λέ- γουσιν, ἀλλ’ εἴ τις ἔχων εἰπεῖν ὑπὲρ αὐτῶν τι σιγῴη.
δοκεῖ δέ μοι καὶ ὁ Ῥαδάμανδθυς χαίρειν, ὁπότε καλοῖτο τῷ δικαίῳ βοηθεῖν, ἐφ’ ᾧ δόξαν εἶχεν, ὅτι ἄρα τὸ δίκαιον ἰσχυρὸν ποιεῖ.
εἰμὲν οὖν ὥσπερ περὶ τῶν Ὀλυμπίου τρόπων οὕτως ἐτύγχα- νες ἀκηκοὼς καὶ περὶ τῶν ἄλλων πραγμάτων, οὔτ’ ἂν αὐτὸς ἐπέτρεπες τοῖς ἐπηρεάζουσιν ἡμῖν τ’ οὐδὲν ἂν ἔδει τοιαύτης ἐπιστολῆς· νῦν δ’ ὡς μὲν ἀγαθός, πολλαχόθεν ἔχεις μαθεῖν.
καὶ πρῶτόν γε παρὰ τῶν Μακεδόνων, οἳ τούτῳ προσόμοιον ἄρχοντα λαβεῖν εὔχονται μέν, λαβεῖν δὲ οὐ δεδύνηνται. παρ’ ὧν δ’ ἂν ἦν σοι τἄλλα μαθεῖν, οὐκ ἐθέλουσι διδάσκειν, λυσι- τελεῖ γὰρ ἴσως αὐτοῖς τὸ πρᾶγμα ἀφανίζειν, ἀλλ’ ἐγὼ δηλώσω.
Ὀλύμπιος οὗτος, ὃν δὶς εὖ πεποίηκας, δὶς γὰρ ἡμῶν ἦρξας, ἥξει δὲ ἴσως καὶ ἡ τρίτη, πρότερον μὲν εἰς τὸ Ῥωμαίων ἐτέλει συνέδριον, χθὲς δὲ ὡς εἰπεῖν γέγονεν ὑμέτερος.
ἔπειθ’ ὑπὲρ ἀρχαίας ἐνοχλεῖται φορᾶς, οὐχ ὅτι ὀφείλει, πῶς γὰρ ὅ γε οὔ- πω τότε προσήκων ὑμῖν; ἀλλ’ ὅτι ὁμώνυμός ἐστιν Ὀλυμπίῳ τινί. τούτου δὲ οὐκ ἂν ἄξιος εἴη δοῦναι δίκην οὐ γὰρ αὐτὸς ἔπεισε τοὺς γονεῖς θέσθαι αὑτῷ τοὔνομα.
πρῶτον μὲν δὴ ταύτην, ὦ δαιμόνιε, τὴν σύγχυσιν ἀξίου διορίζειν. ἔπειτα ἐν ταῖς φοραῖς μὴ μεῖζον ἔστω τῆς νεὼς τὸ φοτίον μηδ᾿ ὁ μὲν παρὼν πλουτῶν ἧττον, ὁ δὲ ἀπών, εἰ καὶ μὴ πλουτεῖ, φερέτω πλέον. ἐν γὰρ τοῖς τοιούτοις εἰς τὸ μέτρον τῆς οὐσίας βλεπτέον, οὐκ εἰς ἐκεῖνα.
τῷ δὲ Ὀλυμπίῳ πάντα καλὰ καὶ μεγάλα πλὴν χρημάτων. ἦν γὰρ δὴ καὶ πατὴρ αὐτῷ δίκαιος καὶ ταῦτα ὢν δυνατός τε καὶ πολλῶν πατήρ, ἀλλ’ ὁ τρόπος οὐδ’ ὑπὸ τῆς πολυπαιδίας ἐγένετο χείρων.
ὅν μοι δοκεῖ μούμενος Ὀλύμπιος ἐν τῇ Μακεδόνων ἀρχῇ γενέσθαι πενέστε- ρος αὐτοὺς δὲ ἐκείνους ἐποίησεν εὐπορωτέρους. ὥστε εἴ τις αὐτὸν προσείποι σὸν μαθητήν, οὐκ ἂν ἁμάρτοι. καὶ γὰρ ἐν σοὶ ταῦτα πάλαι τε ἦν καὶ νῦν ὁρᾶται.
τούτῳ οὖν δεό- μεθα σύμμετρον εἶναι τὴν φοράν, κἄν τις εἰς τὸ λειτουργεῖν ἄγη νῦν, διακωλύειν τοῦ νόμου μεμνημένον, ὃς τοῖς ἄρτι δε- δομένοις ὑμῖν ἔδωκεν ἀναβολὴν οὐ νομίζων καλῶς ἂν ἔχειν πρὸ τῶν προΤέρων τοὺς δευτέρους δαπανᾶν.
πολλὰ τῇ πό- λει νῦν ἐπὶ τὸ βέλτιον μετέστη, τί δὲ οὐκ ἔμελλε σοῦ γε εστηκότος; σχῆμα ἀρχῆς, οἰκοδομημάτων κάλλη, τὸ μὴ τὰ δη- μόσια τῶν ἰδίων εἶναι ἐλάττω, ταμιεῖον ὑδάτων, δι’ οὗ καὶ πρὸς ἡμᾶς ἔστιν ὑμῖν ἁμιλλᾶσθαι.
γενέσθω δὴ καὶ τοῦτο καινόν, τὸ μὴ τοὺς συνέδρους ὑπ’ ἐνίων σπαράττεσθαι μηδὲ τοὺς μὲν ἐν γήρᾳ τελευτᾶν οὐ λελειτουργηκότας πάλαι τῶν παρ’ ὑμῖν ἀγαθῶν μετέχοντας, τοὺς δ’ οὔπω γεγευμένους τῶν παρ’ ὑμῖν ἀγαθῶν εὐθὺς ἀπὸ γραμμῆς ἀλγεῖν. εἰ γὰρ μὴ νῦν ταῦτα εἰς τάξιν ἔλθοι, πότ’ ἂν ἔλθοι;
δεινὸν φήσει τις εἶναι τὸ μὴ βαδίζειν ἐκεῖσε τοὺς ἐγγεγραμμένους. καὶ πάνυ γε, εἰ μὴ τὸ κωλῦον εἴη. ἀλλ’ ὅ γε Ὀλύμπιος, ἂν ἐκεῖνο ποιή- σῃ, μητρὸς γέγονε προδότης. ἡ δὲ γραῦς τε πάνυ καὶ ἐπιθυ- μεῖ τοῦ παιδὸς ἁπτομένη τὴν ψυχὴν ἀφεῖναι. καὶ ταύτην ὁ μὴ δοὺς τὴν χάριν ἀσεβέστερος Ἱππομένους. τήν τε οὖν γνώ- μὴν θαυμάζοις ἂν εἰκότως καὶ τῶν οὐ δικαίων ἀπολύοις ἀνα- λωμάτων.
Ἄριστον μὲν δρῶν εἰ βούλει νομίζειν Ὀλύμπιον, ὀρθῶς οἰήσῃ· τῶν πλουτούντων δὲ αὐτὸν εἰ τιθείης, οὐ τὰ ὄντα δο- ξάσεις. καὶ ταῦτα εἰδότες Ῥωμαῖοι κατέλεξαν μὲν εἰς αὑ- τούς, ἀφῆκαν δὲ ἀτελῆ.
λέγω δὲ τοῦτο οὐ τοῦ καὶ παρ’ ὑμῶν αὐτῷ γενέσθαι νῆν ἀτέλειαν, οὔπω γὰρ τὰ τοιαῦτα ὑμῖν ἡ πό- λις πεπαίδευται, καίτοι χρῆν ἐν ᾗ σὺ ζῇς καὶ πολιτεύῃ, ἀλλ’ ὅτι τὸν μηδὲν ἐκεῖ τιθέντα δίκαιον παρ’ ὑμῖν μήτοι μείζω τῆς δυνάμεως φέρειν.
ὁ δὲ οὐ μείζω μόνον, ἀλλὰ καὶ ὧν ἕτε- ρος ὀφειλέτης, ταῦτα ἀναγκάζεται φέρειν, διότι τούτῳ τε Ὀλύμ- πιος ὄνομα κἀκείνῳ, δι’ ὃν οὗτος ἕλκεται.
καὶ οὐκ ἄρα μά- ταιος ἦν ὁ τοῦ Μαντιθέου φόβος οὐδ’ ὑπὲρ φαύλου λόγον ἀνήλισκεν, εἰ δὴ οὗτος οὐκ ὢν ταὐτοῦ πατρός, ὅτι ταὐτὸν ὄνο- μὰ ἔχει πράγματα ὑπομένει.
φασὶ δὲ αὐτὸν καὶ χορηγὸν ἐνηνέχθαι τῆς τὰ μέγιστα δαπανώσης, ὁ δὲ οὔτε ταύτην οὔθ’ ἣν δευτέραν νομίζετε δύναιτ’ ἂν ἄρασθαι, φαίην δ’ ἂν ὡς οὐδὲ τὴν τρίτην ἄνευ πόνου, καὶ ταῦτ’, ἤν τις αὐτὸν κατὰ τὸν νόμον καλῇ.
τοῦτο δὲ έ·σται χρόνοις ὕστερον. οὓς γὰρ νῦν προσειλήφατε παρὰ τῆς μητρός, οὕτω γὰρ εὖ ποιοῦντες καλεῖτε τὴν Ῥώμην, τούτους ἀναβολῇ δεδώρηται βασιλεύς. ἧς εἴ τις Ὀλύμπιον ἀποστερεῖ, μὴ ποιοῦ φορητόν. οὔτε γὰρ αὐ- τὸν εἴποις ἂν μὴ φιλεῖν φιλοῦντί τε βοηθεῖν αὐτὸν εἰκός.
Ψευδόμενοι δέ σέ φασι Δῖός γόνον εἶναι πρός τινά τις ἔφησε τῶν ἐκ Δῖός Ἡρακλείδης περὶ Ἴλιον καὶ τὸ σὲ δὴ δύνασθαι ἐν τῇ πόλει λέγεται μέν, ἐλέγχεται δὲ οὐχ οὕτως ἔχον. οὔκουν οὐδὲν ἐβοήθησας Ὀλυμπίῳ περὶ πάντα ἀδικου- μένῳ.
εἰ δὲ ἔστιν ὡς ἀληθῶς σοι δύναμις, ἕτερον ἀνάγκη χεῖρον ὁμολογεῖσθαι, τὸ μηδέν σοι μέλειν τῶν φίλων. οὐ γὰρ οἶδα τί ἂν δεινότερον ἐπάσχομεν, εἰ ἀπὼν ἐτύγχανες, οὗ νῦν παρόντος βλαπτόμεθα.
εἰ δ’ εἰς ἄγνοιαν τῶν πραττομένων καταφεύξῃ, οὔτ’ εἰκότα δόξεις λέγειν τήν τε αἰτίαν οὐδὲν μᾶλ- λον ἀποφεύξῃ. καὶ γὰρ αὐτὸ τὸ μὴ τὰ τοιαῦτα ζητεῖν ἔχκλημα.
ἑλοῦ δὴ τριῶν ὅ τι βούλει, ἡ παῦσαι τοὺς ἀδικοῦντας ἡ φαῦλος εἶναι λέγειν ἢ ἀσθενής. οἶδ’ ὅτι τὸ τρίτον ἐρεῖς εἰρω- νευόμενος, πλὴν οὐ λήσεις γε εἰρωνείᾳ χρώμενος.
Οὐκ ἄρα μέχρι τῶν παίδων εὐδαίμων τις εἶ χρηστῶν τε ὄντων καὶ παιδείας ἐρώντων, ἀλλά σε καὶ ὁ κηδεστὴς οὕτω καλεῖσθαι ποιεῖ ταῦτα ἀμφότερα ὤν.
καί μοι δοκεῖς ἐν τῇ περὶ τοῦ γάμου βουλῆ οὐ μέτρα γῆς καὶ χρυσοῦ σταθμὸν θαυ- μάσαι μᾶλλον ἢ ὅτι γε τὴν ψυχὴν εὕρηκας χρυσῆν ἔχοντα ὡς ἀληθῶς.
ἔγωγέ τοι τὴν μὲν ἀρχὴν τοῦ φιλεῖν ἔλαβον ἀπὸ τῶν παρὰ σοῦ γραμμάτων, χωρῶν δὲ καὶ πρὸς τὴν πεῖραν οὐκέτι σὴν χάριν τοῦτον, ἀλλὰ σὲ μᾶλλον νῦν ἢ πρότερον διὰ τοῦτον ἀγαπῶ.
τί γὰρ οὐ τῶν τοῦδε καλόν; οὐ πρᾷος; οὐκ ὀξὺς τὸν νοῦν; οὐκ εἰπεῖν δεινός; οὐ κρίνειν ἀγαθός; οὐ τοὺς Κορύβαντας παριὼν ἐν τῇ περὶ τοὺς λόγους μανίᾳ;
βούλει μέ τι τῶν ἀπορρήτων εἰπεῖν; πολλάκις μὲν εἰσῆλθεν ὡς ἐμὲ διακείμενον ἀργῶς, ἐγένετο δὲ ἀντὶ κέντρου φανείς. πρὸς γὰρ τὸ πρῶτον ῥηθὲν ἀναπηδῶν προῆγέ μοι τὴν γλῶτταν εἰς ἀκ- μήν, ὥστε ἐμαυτῷ συνηδόμην. τῆς γε μὴν χρηστότητος ἀρ- κοῦν τεκμήριον ἡ παρ’ ἡμᾶς ὁδός· ὃ γὰρ ἄλλοις ὑπ’ ἀδελφῶν οὐ γεγένηται, παρὰ τοῦδε γέγονεν εἰς ἀδελφοὺς γυναικός.
Παλαιὸν ἔμοιγε τοῦτο τὸ πάθος τοῖς Ἑλλήνων ὀνό- μασι χαίρειν καὶ τοὺς <τοῖς> ἔξω τούτου συμφερομένους ἀδικεῖν ἡγεῖσθαι ῥητορικήν· ἠθύμουν δὲ πρότερον τὸν συνερῶντα οὐκ ἔχων οὐδ’ ὅστις ἦν ἕτοιμος κοινωνεῖν τῆς περὶ ταῦτα θήρας.
ἤδη δέ τις καὶ κατεγέλασέ καὶ οὐ περὶ μειζόνων ἔφησέ με φροντίζειν ἢ οὓς ἔφησεν ἡ κωμῳδία σκοπεῖν περὶ τῶν τῆς ψύλ- λης ποδῶν. ὥστ’ εἴ μέ τι καὶ διέφυγεν, οὐχὶ θαυμάζω μόνον μὴ δυνηθέντα διὰ παντὸς ἐλθεῖν.
ἀλλ’ ἐπειδὴ ἧκες ἡμῖν ἐξ Αἰγύπτου—καὶ πολλὰ ἀγαθὰ γένοιτο τῷ περιθέντι τὴν ἀ- νάγκην, ὃς σὲ ἐκάλεσε μὲν ἐπὶ δίκην, ἔδωκε δὲ ἄκων τῇ πόλει τοὺς ἐν σοὶ λόγους — ἐνταῦθα δὴ τῆς παροιμίας ἔτ’ ἄμεινον ᾐσθόμην, ὡς ἄρα σύν τε δύ᾿ ἐρχομένω μέγα ἀλλήλοις εἰσίν.
ἀλλ’ ἴσως ἐνταῦθα οὐκ ἀλλήλοις, ἀλλ’ ἐμοὶ σύ. τὸ μὲν γὰρ ἐρωτᾶν ἐμὸν ἀεί, τὸ δὲ ἀποκρίνεσθαι γεγένηται σόν, ὥστ’ οἶ- μαί σε καὶ ἀποκναῖσαι τῷ τῶν ἐρωτημάτων πυκνῷ τῶν μὲν ἐν γραμματίοις πεμπομένων ἐπὶ συνουσίᾳ σοι τῶν νέων καθη- μένῳ, τῶν δὲ οἴκαδε σῖτον αἱρουμένῳ πολλάκις
τὸ πολὺ δὲ ἐποίουν καὶ αἱ νιφάδες, ἡνίκ’ ἂν ἀλλήλοις ἐντύχοιμεν. οὐ γὰρ ἡμῖν οἱ λόγοι περὶ προσόδου τῆς ἀπὸ τῆς τέχνης οὐδ’ ὑπὲρ ἐδωδῆς καὶ τί δεδειπνήκαμεν καὶ τί μέλλομεν οὐδ’ ὅστις ἔξεισι τῆς ἀρχῆς καὶ διαδέξεται τίς. τουτὶ γὰρ οὐδὲν πρὸς τὰς Μούσας εἶναι δοκεῖ.
ἀλλ’ ἐγώ σε ἰδὼν ἕλκων ἂν εὐθὺς πρὸς τὰ γέρρα τῶν ἐργαστηρίων καὶ κατέχων καὶ μόνον οὐ προση- λῶν εἰς τὴν τῶν ὀνομάτων ἐνεβίβαζον βάσανον, σὺ δὲ ἀπέκρινες τὰ νόθα τῶν γνησίων τοῖς μὲν βοηθῶν ἐξεληλαμένοις ἀδίκως, τὰ δὲ ἐκβάλλων ὡς οὐ δικαίως τιμώμενα. ταὐτὰ ταὐτὰ ἡμῖν καὶ τὰ προάστεια σύνοιδεν, ἐφ’ ὧν καθήμενοι τοὺς ἄρ- χοντας ἀναμένοντες ἐξ ἀποδημίας ἰόντας εἴχομεν ὅ τι ἐργασό- μεθα.
πάντα μὲν οὖν ἀριθμεῖν τοῦ Ἀπόλλωνος ἂν εἴη τοῦ καὶ τὴν ἄμμον ἔχοντος εἰς ἀριθμὸν ἄγειν, δοὺς δὲ ἡμῖν ὦ Ἡράκλεις λέγειν, ἐπειδὰν καλῶμεν τὸν θεόν, καίτοι τις οὐ τῶν ἐν φαύλῃ δόξῃ δεῖν ἐξαίρειν ἔφασκε τὸ ἰῶτα πλὴν ὅστις σχετλιάζει, τοῦτον δὲ οὐκ εἴργει τοῦ γράμματος, καλεῖν δέ γε οὐκ ἐᾷ μετὰ τοῦδε τοῦ γράμματος, ἀλλὰ σὺ τριπλῆν ἀνεὶς τῇ κλήσει τὴν ὁδόν, ὧν ἡμῖν τὼ δύο, ποιηταῖς δὲ οὐδὲν ἄβατον ἅτε ἐπτερωμένοις, ἡμῖν τε ἴσθι καὶ τῷ θεῷ μεγάλα κεχαρισμέ- νος καὶ προσδέχου τι παρ’ ἐκείνου χρηστόν. οἷσθα δὲ ἡλίκας ἐδίδου δωρεὰς καὶ πρὸ τῆς εἰς οὐρανὸν πορείας Ἡρακλῆς.
ἄλλος μὲν οὖν ἂν ἐπαινέσας τὴν περὶ τοὔνομα τέχνην ἀπηλ- 246 LIBANIl λάγη τῶν ἄλλων οὐδὲν ἰδών, ἐμοὶ δὲ δοκεῖς οὐ μᾶλλόν γε τῷ διδάσκειν ὠφελεῖν ἢ τῷ μετὰ κάλλους εὐφραίνειν.
κάλλη δέ σοι τὰ μὲν ἐξ Ἰταλίας, τὰ δὲ ἐξ Αἰτωλίας, ἐνταῦθα μὲν ἀπὸ τῆς εἰκόνος καὶ τῶν ἐν οἴνῳ πεπραγμένων, ἐκεῖ δὲ ἀπὸ τῶν διὰ τῶν Εὐριπίδου σεσωσμένων. ὁρᾶν γὰρ δὴ δοκῶ τοὺς ἐπτη- χότας καὶ τρέμοντας φαιδροὺς ἐπὶ τοῖς ᾄσμασι καὶ τεθαρρη- κότας. καὶ χαίρω γε, νὴ τὴν Ἀθηνᾶν, ὅτι μοι ὁ Εὐριπίδης, οὐκ ἀγνοεῖς ὅπως περικάομαι τοῦ ποιητοῦ, τοῖς ἠτυχηκόσι τῶν πολιτῶν ἀπὸ τῶν δραμάτων ἐφύλαξε τὰς ψυχάς.
ὅν μοι δοκεῖς καλέσαι μάρτυρα μόνον οὐχ ὡς οὐκ ἔχων καὶ ἄλλους ὑπὲρ τῶν αὐτῶν καλεῖν, ἀλλ’ ἴνα μοι παράγων τἀμὰ παιδικὰ μόνον καὶ τῇδε χαρίζοιο. πεποίηκας γὰρ προσόμοιόν τι τῷ πόμα μὲν ὅ τι δήποτε παρὰ τοῦ διψῶντος αἰτηθέντι, δόντι δὲ Θάσιον οἶνον, διότι τὸν ᾐτηκότα ἠπίστατο τῷ Θασίῳ προσκεί- μένον. τοῦτο γάρ ἐστιν ὁμοῦ καὶ τὸ δίψος ἀκέσασθαι καὶ μετὰ μείζονος ἡδονῆς.
εἶτα οὐ σύ γε εὐδαίμων ὡς ἀληθῶς τοι- αῦτα διερευνώμενος καὶ τοιαῦτα δωρούμενος, μᾶλλόν γε ἢ Ἀν- θεμίων τε καἰ Ἰσχόμαχος ἐπὶ τῷ μεγέθει τῶν χρημάτων καἰ Νικίας ἐπὶ τῷ πλήθει τῶν ἀνδραπόδων; ἐμοὶ γὰρ εἴη τοιαῦτα ἰχνεύειν ἴνα ἔχοντι Δάον.
Λουκιανὸς ὁ οὐ πάντα εὐτυχὴς αὐτὸς μὲν οὐκ ἐτόλμησέ μοι προσελθεῖν, οὕτως ὧν προήχθη ποιῆσαι κατεγνώκει, τὸν δὲ ἐμοί τε καὶ σοὶ φίλτατον καὶ ᾧ μὴ χαριζόμενος αἰσχυνοί- μην ἄν, Παγκράτιον τὸν ἄρχειν ἐπιστάμενον καὶ λέγειν καὶ ᾧ τὸ τιμᾶσθαι κατὰ τοὺς τρόπους μᾶλλον ἢ τὴν δόξαν ἐγένετο τοῦ πατρός, οὗτος δὴ ὁ Παγκράτιος ἐκέλευέ με συγγνώμην αἰ- τεῖν ἐν γράμμασι τῷ μὲν μεμφόμενος, σὲ δὲ δώσειν ἐλπίζων.
ὃ δὲ Λουκιανὸς εἱστήκει σιγῇ κύπτων εἰς γῆν καὶ ἠλέησα τὸν ἄνθρωπον ὁμολογοῦντα τῷ σιγᾶν μηδὲν ἔχειν εἰπεῖν.
δέο- μαι δή σου, μᾶλλον δὲ τοσοῦτον ὑπειπὼν εἶτα δεήσομαι. τὸν Ἄδμητον ὅταν εὑρίσκῃς σώζοντα τὸν ἐχθρὸν καὶ τοσοῦτον ἀπ- έχοντα τοῦ ποιῆσαι τὸν Θεμιστοκλέα κακῶς ὥστε καὶ συμ- πράττειν, ὅπως ἥξει τάχιστα οἷπερ ὥρμητο, καίτοι γε οὐκ ἦν ἄδηλον ὡς ἐν τῷ βοηθεῖν ἐκείνῳ λυπεῖν ἦν τοὺς ἐξαιτοῦν- τὰς, οἱ δὲ ἦσαν αἱ μέγισται Ἑλληνίδων πόλεων, ἀλλ’ ὅμως τὴν ἱκετείαν τοῦ δυσμενοῦς ᾐδέσθη μᾶλλον ἢ τὸν κίνδυνον ἐφοβήθη — πότερον οὖν τῇ φιλανθρωπίᾳ τὸν βασιλέα τῶν Μολοττῶν εἰς ἀναισθήτους τίθης ἢ θαυμαστὸν ἄγεις τῇ με- γαλοψυχίᾳ καί σοι δοκεῖ διὰ τοῦτο μᾶλλον ἂν εἰκότως ἢ τὴν ἀρχὴν μακαρίζεσθαι
νῦν δή σου δέομαι μιμήσασθαι ἃ θαυ- μάζεις καὶ τὴν πρὸς τοῦτον ὀργὴν ἀνελεῖν διὰ τοὺς φίλους ἢ τηροῦντα ταύτην ἀνιᾶσαι τοὺς φίλους.
ἠδίκει Λουκιανός, αὐτὸς τοῦτό φησιν, ὥστ’ οὐδὲν δεῖ κατηγόρου. τί γὰρ ἔ τις ἐλέγχοι τόν γε ὁμολογοῦντα; καιρὸς οὖν τῆς συγγνώμης οὗτος τοῦ μὲν ἐν ταῖς αἰτίαις οὔτ’ ἀρνουμένου καὶ κατεσθίοντος ἀντ’ ἐκείνων αὑτόν, τῶν δὲ τὰ σὰ βουλομένων εὐδοκιμεῖν συν- δεομένων ἡμὶν σοῦ τ’ εἰκότως ἂν μήθ’ ἡμᾶς ἀτιμάζοντος δί- κην τε οὐ ζητοῦντος παρὰ τοῦδε μείζω τοῦ πεπεῖσθαι τοῦτο αὐτόν, ὡς ἄρα ὀφείλει τὴν ἐσχάτην.
ἦν μοι ῥᾷστον ἐπιτεί- νεῖν τὴν ἐπιστολήν, ἀλλ’ ἔδεισα μὴ οὐ δόξῃ φίλου πρὸς φίλον εἶναι τὸ μῆκος. τοῖς γὰρ οὕτως ἔχουσι πρὸς ἀλλήλους ἀρκεῖ καὶ νεῦσαι. οὔκουν προσθήκης, ἀλλ’ ἀπολογίας μᾶλλον τοῦ τοσαῦτα εἰρῆσθαι.
Οὐ τῷ δέξασθαι τὰ ξένια μᾶλλον ἔδειξα τὸ φιλεῖν ἢ τῷ λυπηθῆναι πρότερον οἷς ἐλυπήθην. ἦν γὰρ ἐρῶντος, οἶμαι, καὶ ζηλοτυποῦντος τό τι τῶν σῶν ἐμοῦ ζῶντος ὑφ’ ἑτέρου πράττεσθαι μὴ φέρειν.
ἐντεῦθεν ἐγὼ μὲν ἐδήχθην τὴν καρ- δίαν, σὺ δὲ ἴσως ἐκαλλωπίζου Φάων τις ἕτερος ἡγούμενος
Ἀλλ᾿ αὐτά γε ἑορτὴ τὰ σὰ γράμματα καὶ πᾶν ὅ τι περ ἂν ἀφικνῆται παρὰ σοῦ. καλῶς δὲ ἐποίησας καιρὸν τοῖς ξενίοις εὑρών· νῦν μὲν γὰρ ἡμῖν ὡς ἀληθῶς ἔπεμψας, τότε δ’ ἂν εἰς τὰς χεῖρας τῶν ἁρπάζειν βλεπόντων.
ὁ μὲν οὖν Εὐφήμιος ἐπειδὰν ἔλθῃ, δώσει τὰς ἀποκρίσεις. νῦν μὲν γὰρ ὡς τὸν ὡς σιλέα θήρᾳ τερπόμενον ἔδραμε καλούμενος.
ὑπὲρ δὲ τοῦ σίτου πάντα μὲν οἶμαι κινήσειν τὸν χρηστὸν Ὀλύμπιον, πρά- ξειν δὲ ἢ οὐδὲν ἢ μικρόν, οὐ πολύ τι βέλτιον τοῦ μηδενός. τὸ δὲ αἴτιον, ὁ τοῦ δοῦναι κύριος ὀμώμοκε πολεμήσειν ταῖς Μούσαις.
Συκοφάντην σε τὸ ἐρᾶν πεποίηκε καὶ πάντας πλὴν ἐμοῦ νομίζεις οὐδέν. ἔστι δὲ ὁμοίως ἄτοπον καὶ φαύλους ἐπαινεῖν καὶ μὴ θαυμάζειν τοὺς ἀγαθούς. Ἀκάκιον δὲ μὴ νομίζων ἴνα τῶν περὶ τὸν Ἑρμῆν ἐμέ τε λυπεῖς καὶ πρὸ ἐμοῦ τὸν θεόν
οὔκουν ἐκβαλοῦμεν ἅττα ἔχει μαθὼν παρ’ ἐκείνου Φιλόπα- τρις, ἀλλ’ ἐποικοδομεῖν πειρασόμεθα καὶ δέξεται λόγους τοῖς ἔμπροσθεν ἀδελφούς.
Οὔτ᾿ ἀληθῆ γράφεις οὔθ’ ἡμῖν κεχαρισμένα, ὃς τοσοῦ- τον ἡμῖν προσεπάλαισας χρόνον. παρ’ ἡμῖν δὲ εἰ μέν τι κεῖ- τᾶι χρηστόν, οὐκ οἶδα, τῶν δὲ ὄντων ἀπολαῦσαι πρόκειται τοῖς ἐθέλουσι μᾶλλον ἢ κρηνῶν. καὶ τῶν νέων οὗτος φιλεῖται πλέον ὅστις αἴτιος μοι πλείω πονεῖν.
Φιλόπατρις δὲ εἰ πεί- σειεν αὑτὸν κτῆμα καλὸν εἶναι τοὺς λόγους, ἥξει φέρων ὑμῖν ἐφ’ οἷς ἡδίω σε ποιήσει. σὺ μέντοι με ἤδη πεποίηκας ἡδίω τὸν ἄρχοντα φάσκων εἶναι τοῦτο ὃ καλεῖται. καὶ ἔχω χάριν Εὐθηρίῳ μέν, ὅτι ἐστὶν ἀγαθός, σοὶ δέ, ὅτι τοιαῦτα περὶ Εὐ- θηρίου μηνύεις.
Σὺ μὲν ἃ πατέρα εἰκὸς ἐπέσταλκας, ἐγὼ δὲ οὐδὲν βελ- τίων ὑπὸ τῆς ἐπιστολῆς γεγένημαι. ἃ γὰρ ἂν ἄλλος ἐπὶ τοῖς γράμμασιν ἔπραττε, ταῦτ’ ἐποίουν ἐγὼ πρὶν ἥκειν τὰ γράμμα- τα. ὅστις δὲ ἁπάσῃ τῇ ῥώμῃ χρώμενος εἶτα παρακαλεῖται, τὸ χαρίσασθαι τοῖς παρακαλοῦσιν οὐκ ἔχει.
μεμνημένος δὲ ἀμοιβῶν ζήτει καὶ τὰς ἐμοὶ πρεπούσας. αἱ δέ εἰσιν εἰπεῖν τι περὶ ἐμοῦ βέλτιον, εἴ τί σοι γένοιτο παρ’ ἡμῶν καλόν. χρη- μάτων δὲ εἰ πολλῶν ἐπεθύμουν, οὐκ ἂν ἦν μοι νῦν ὀλίγα.
Εἰ δὲ μὴ παῖς ἦν Εὐθηρίῳ παρ’ ἡμῖν κἀκεῖνος ἐδεῖτό σου γράφειν, ἐσίγας ἂν ὥσπερ πρότερον, καίτοι σε ἐδιδάξαμεν λέγειν. σὺ δ’ ἐν τοῖς ἄλλοις τούτῳ χρώμενος, ᾧ τὰ ὄντα καὶ σώζεις καὶ πλείω ποιεῖς, οὗ δεῖ τι φθέγξασθαι, τὸ πρὸς ἡμᾶς ἄφωνος εἶ, καὶ ταῦτα πράττων, ὡς ἂν ἡμεῖς εὐξαίμεθα, καὶ τῶν πραγμάτων χρηστὰ δηλοῦν διδόντων.
ἀλλ’ ἐγώ σε οὐΚ εἰσπράξομαι δίκην ὧν αἰτιᾶσθαι ἔχω. διὰ τοῦτο καὶ τὸν Ἱέ- ρωνα πρὸ πολλῶν ἐποιησάμην καὶ Φιλόπατρις ὧνπερ Ἱέρων τεύξεται μᾶλλον δὲ ἤδη τετύχηκεν ἐμοῦ σοὶ χαρίζεσθαι διὰ τῶν εἰς ὁντινοῦν Ἀρμενίων ἡγουμένου.
Διατριβαὶ μὲν ἡμῖν ἐπὶ λόγοις οἷαίπερ πρότερον, οὐ μέν- τοι γε ἡδοναὶ ταῖς ἔμπροσθεν παραπλήσιαι. τοσούτων γάρ μοι καὶ τοιούτων καὶ φίλων καὶ συγγενῶν οἰχομένων ἡ λύπη κρα- τεῖ καὶ τέρψις οὐδαμόθεν, ὥστ’ εἰ μὴ λίαν ᾐσχυνόμην, παραι- τησάμενος ἂν τὰς Μούσας μὴ χαλεπαίνειν λιπὼν ἂν τὴν τά- ξιν ἐγεώργουν.
ἀλλὰ ταῦτα μέν, ὅπῃ τῷ θεῷ δοκεῖ, χω- ρείτω· τῶν δ’ ἡμὶν πεποιημένων τὰ μὲν ἔχεις, τὰ δὲ οὐκ ἔχων ζητεῖς. δεῖ δή σε φράζειν, ὁπόσα ἔχεις. οὕτω γὰρ ἃ δεῖσε λα- βεῖν διδάξεις. οὐ γὰρ ἄξιον ἡμῖν κόπτεσθαι τηνάλλως τοὺς βιβλιογράφους. μήνυε δὴ καὶ τόν τε Θεόφιλον ἐνεργὸν εὑρή- σεις ἡμᾶς τέ σοι χαρίζεσθαι βουλομένους
Ἔοικάς τι λελυπηκέναι τὸν ἑταῖρον ἡμῖν Ἀσκληπιόν. οὐ γὰρ ἄν με ταῖς ἐσχάταις ἀνάγκαις ἐβιάζετο γράφειν, εἰ μή τι- νος αὐτῷ δίκην ὤφειλες ἢ μείζονος ἢ ἐλάττονος.
ἐγὼ δὲ πολλὰ μὲν ἐδεήθην αὐτοῦ μὴ τοιαῦτά σοι φέρειν, ἐξ ὧν ἀνιά- σει, τεκμαίρομαι τεκμαίρομαι δὲ σοὶ προσίστασθαι τὰ ἡμέτερα τῷ ἡμὶν ἐκεῖθεν ἐλθεῖν. ὅτι γὰρ οὐ πάνυ Μελιτίδης, αἰσθάνεται τῆς μεταβολῆς.
διὰ μὲν δὴ ταῦτα παρῄνουν ἐμαυτῷ σιγᾶν καί μοι μετέμελε τῶν ἔμπροσθεν ἐπεσταλμένων, πάντως δὲ ἔξ- εστί μοι καὶ μὴ γράφοντι φιλεῖν.
ἐπεὶ δὲ ἄγχων Ἀσκλη- πιὸς καὶ φάσκων οὐδ’ ἄν, εἴ τι γένοιτο, ἀφήσειν ἐνέβαλεν εἰς τὴν ἐπιστολήν, ποίησον ὃ τὸν δίκαιον εἰκός. εἰ δέ τις ἀηδία γένοιτο διὰ τῶν γραμμάτων, ἀφεὶς τοὺς κήρυκας αἰτιῶ τὸν Ἀγαμέμνονα.
Ἴδου σοι καὶ βασιλέως ἐπιστολὴ βουλομένη μηδὲν ἡμῖν ἀδικεῖσθαι τὸν Ὀλύμπιον οὐχ ὡς οὐχὶ καὶ τῆς σῆς γνώμης ἀρκούσης τε καὶ τοῦτο ἀεὶ ζητούσης, ὅπως μηδὲν ἔξω τοῦ δι- καίου πράττοιτο, ἀλλ’ οἱ τὸν ἄνδρα φιλοῦντες, πολλοὶ δὲ οὗ- τοι καὶ δυνατοί, τὸ μηδὲν παρεῖναι τῶν φερόντων εἰς βοή- θείαν τοῦ τι παραλιπεῖν ἡγήσαντο κάλλιον καὶ ὅπως τά τε γράμματα ἔσται προὐνοήθησαν καὶ πέμπειν ἐκέλευον, ὥστε οὐκ ἦν ἀπειθεῖν.
ἀλλ’ ὅμως, ἤν τι κατὰ νοῦν ἡμῖν ἐκεῖθεν χω- ρῇ, τὸν τοῦ παντὸς οὐκ ἀγνοήσομεν κύριον οὐδ’ ὅτι τοῖς τοι- ούτοις γράμμασιν ἀπὸ τῆς ὑμετέρας ψήφου τὸ κρατεῖν ἡ μή.
Ἰοῦ τὴν ἐπιστολὴν φέροντος υἱὸς φοιτᾷ παρ’ ἡμᾶς. ἐπι- μελοῦμαι οὖν τοῦ μέν, ὡς εἰκὸς μαθητοῦ, τοῦ δὲ ὡς πατρὸς μαθητοῦ, τῷ μὲν ὧν ἔχω λόγων διδούς, τῷ δὲ τὸ σὸν εὐμενές.
ἀλλ’ ἔστιν αὐτῷ καὶ ἀδελφός, ὃν οὔπω μὲν εἶδον, ὡς δὲ ἀδελφὸν τοῦδε βουλοίμην ἂν εὖ παθεῖν
Οὔτ᾿ ἀγνοοῦμέν σου τὴν γνώμην ἣν ἔχων τυγχάνεις περὶ τὴν ἀρχὴν εἰδότες τε ὅπερ εἰκὸς φίλους ἐπὶ τοῖς τοιού- τοις ποιοῦμεν. Μαξίμῳ δὲ συγχαίρων τῆς παρὰ σοῦ τιμῆς ἐλπίδας ἔχω καὶ τὸν υἱὸν τὸν ἐκείνου τεύξεσθαί τινος εὐνοίας.
ὃν ἐβουλόμην μὲν ἕνα τῶν παρὰ συνηγόρων εἶναι καὶ πολλάκις γε πρὸς τὸν Ὑπερέχιον ἐπήνεσα τούς τε περὶ ταῦτα πόνους τό τε ἀπὸ τῶν πόνων ὄνομα, βλέψαντα δὲ ἑτέρωσε καὶ νομίσαντα θᾶττον ἐκείνως εὖ πράξειν οὐδ’ οὕτως ἠδυνήθην ἐγκαταλιπεῖν, ἀλλ’ ὧν ἀφεῖλκον, ἐπὶ ταῦτα συμπράττειν ἠναγ- καζόμην οὐ πεπεικὼς ἐκεῖνα καὶ τῶν τε ἐνταυθοῖ συνεφη- ψάμην παρὼν τῶν τε ἐκεῖ διὰ τῶν γραμμάτων ἐφάπτομαι φί- λοις μὲν ἐνταῦθα χρησάμενος εἰς τὴν κρηπῖδα, φίλῳ δὲ ἐπι- στέλλων ὑπὲρ τοῦ τέλους.
εἰκὸς δέ με τῶν ἐκεῖθεν ῥᾷον τυγχάνειν, οὐ μόνον ὅτι σὺ μέν μοι πάλαι φίλος, οἱ δὲ χθὲς ὡς εἰπεῖν ἔγνωσάν τε καὶ ἐγνώσθησαν, ἀλλ’ ὅτι καὶ πολίτην εὖ ποιήσεις ἐν οἶς ἐμοὶ χαριῇ. τοῖς δὲ τοῦτο οὐκ ἐγίγνετο.
ἀλλ’ ὅπως μὴ βοήσῃς ἀκούσας χάριν. ἔστι γὰρ καὶ τὸ δί- τηροῦντα χαρίσασθαι τῷ μέγα ποιουμένῳ μὴ τῶν δικαίων ἔξω παθεῖν κακῶς. ὃ καὶ νῦν ἴσως ἔσται. τῶν πραγμάτων γὰρ ἀφιέντων, ἂν μὴ τὸ σὸν ἀντιστῇ, σοὶ τὴν χάριν οὐχ ἧτ- τον ἢ τοῖς πράγμασι σχήσομεν. καὶ οὕτως ἡ πόλις οὐδὲν ἀδι- κήσεται, σὺ δ’ ἡμῖν ἐν εὐεργέταις γεγράψῃ.
Ἐγώ σε οὔπω μὲν εἶδον, ἰδεῖν δὲ ἐπιθυμῶ, φιλῶ δὲ καὶ πρὶν ἰδεῖν· οὕτω πολλὰ καὶ καλὰ παρ’ ἀνδρῶν καλῶν τε καὶ ἀγαθῶν ἀγγέλλεται περὶ σοῦ. φιλοῦντα δὲ μὴ καὶ θαρρεῖν χά- ριν αἰτεῖν ἕν τι τῶν ἀτόπων ἡγούμην.
αἰτῶ δή σε τονδὶ τὸν νεανίσκον, Ὑπερέχιος ὄνομα αὐτῷ, μετὰ πάσης ἡμερότητος δέξασθαί τε κα πέμψαι διὰ τάχους. τάχους γάρ, οἶμαι, δεό- μενος ἀφεὶς ἡμιόνων ζεῦγος ἵππον ἐλαύνει καὶ ταῦτα ἐλάτ- τονι τοῦ πόνου χρώμενος σώματι.
ἀλλ’ ἐν σοί γέ ἐστι πολ- Λὰ τῆς ταλαιπωρίας ἀφελεῖν. ὃ ποιήσας, ὅ τι δυναίμην ἂν ὑπουργεῖν, ἐπίταττε. καλὸν δὲ οἶμαι τῆς τῶν γραμμάτων ἀρ- χῆς παρ’ ἐμοῦ γεγενημένης τὴν τῶν ἔργων γενέσθαι παρὰ σοῦ. οὕτω γὰρ ἂν εἰς ἴσον κατασταίημεν ἀλλήλοις, μᾶλλον δέ, καὶ οὕτω σὸν τὸ νικᾶν, εἴπερ ἀμείνω τῶν λόγων τὰ ἔργα.
Ὄντως ὁ Νεμέσιος Ἑρμῇ φίλος. οὐ γὰρ ἂν οὗτος οὔτ᾿ ἔλεγεν οὕτως οὔτ᾿ ἔκρινεν ἄλλον, εἰ μὴ τῆς εὐνο ας ἀπήλαυε τοῦ θεοῦ, ἐπεὶ καὶ Ὅμηρος μνησθεὶς Ἕκτορος μεγάλα εἰρ- γασμένου Διὶ φίλον αὐτὸν ἐκάλεσεν ἐνδεικνύμενος ὡς μετὰ τῆς ἐκείνου ῥοπῆς πάντα ἐπέπρακτο.
θαιμάζων δὲ αὐτὸν ὡς ἀγαθὸν ῥήτορα φιλεῖν εἶχον, ὅτι μοι δῆλος ἦν χαίρων τοῖς σοῖς ἀγαθοῖς. τήν τε γὰρ ἐπὶ τῆς ἀρχῆς ἀρετὴν ἐμήνυσε σὺν ἡδονῇ διηγούμενος τοῖς τε ἡδέως ἀκροωμένοις εἶχε χάριν οὐχ ὡς ἄν τις τὰ ἄλλου εκδιηγούμενος, ἀλλ’ ὡς ἄν τις τὰ αὐτὸς αὑτοῦ.
σοί τε οὖν συνήσθην τῆς τοῦ ἐραστοῦ μανίας τού- τῳ τε τοῦ κάλλους ὧν εδίωξε παιδικῶν. ἀλλ’ ἧκε μὲν ἐκεῖθεν φαιδρὸς καὶ εὐθὺς ἠπείγετο πρὸς τὸν ἤπιον ἄρχοντα, δέξῃ δὲ αὐτὸν ἐπαινοῦντα μὲν καὶ τὰ παρόντα, μὴ ποθεῖν δὲ οὐ δυνάμενον ἐκεῖνα.
δάκρυα δέ, ὁπόσα αὐτῷ κινήσεις μέλλων ἀπαίρειν, ὁρᾶν δοκῶ. παραμυθείσθω μέντοι τούτῳ γε αὑτὸν τῷ πάλιν ὑπὸ σοὶ τὴν Ἀρμενίαν ἴσως ἂν γενέσθαι μετὰ μεί- ζονος τοῦ σχήματος. τὸ παράδειγμα δὲ ἐγγύθεν. τοῖς γὰρ τὰ ἐλάττω καλῶς ὑμῖν διῳκηκόσι ·μείζων εὐθὺς ἀρχή, τὸ αὐτὸ γέρας τε καὶ πόνος.
ταυτὶ μὲν οὖν τελοίη θεός, Ὀλυμπίῳ δὲ φράζε θαρρεῖν ὡς ἐμοῦγε καὶ τοῦ δικαίου χάριν καὶ ὅτι σὺ κελεύεις ἕξοντος ἐν μεγάλῃ προνοίᾳ τὰ τῶν νέων.
Τεύξονται πάντων τῶν δικαίων οἱ σοὶ παῖδες παρ’ ἡμῶν, πρῶτον μὲν κατ’ αὐτὸ τὸ τοῦ δικαίου μέρος καὶ τὸ δεῖν οὕτω ποιεῖν τόν γε οὐ πονηρὸν ἡγεμόνα· ἔπειθ’ ὅτι πα- ρακαλεῖ μὲν ὑπὲρ αὐτῶν Εὐθήριος, ἦγε δὲ αὐτοὺς Νεμέσιος, ὁ μὲν ἄρχων ἄριστος, ὁ δὲ ῥήτωρ ἄκρος, ὃς εἰ μοι καὶ δυσμε- νοῦς ἐνεχείριζε παῖδας, εἶδον ἂν ὡς φίλου παῖδας καὶ τὴν ἀπέχθειαν ἠγάπων.
τίς δ’ οὐκ ἂν αἰδεσθείη τὸ πρόσ- ωπον, τὴν φωνήν, τὴν σιγήν; ἐγὼ μὲν οὐκ εἶδον ἄνδρα οὕτω μετὰ τοῦ καιροῦ πάντα ποιοῦντα. καὶ θαυμάσιόν οὐδὲν εἶναι τοιοῦτον ὄντα Ἀρμένιον. οἶδε γὰρ ἡ ὑμετέρα φέρειν ἀνδρῶν ἀρετάς.
σὺ μὲν οὖν ὅπως ἀμείψῃ τὸν πορθμέα, ζήτει, πάν- τως δὲ οὐδὲν δώσεις τοιοῦτον, ὃ ποιήσει σε μὴ προσοφείλειν· ἐγὼ δὲ μισθὸν ὀφείλειν ὁμολογῶ τοῖς νέοις καὶ ἀποδώσω δι’ οὓς οὗτος καὶ δεῦρο ἦλθε καὶ παρ’ ἡμᾶς εἰσῆλθε καὶ τῶν φίλων εἷς γεγένηται.
Ἥσθην, ὅτι τῶν δικαίων τυχόντες οἱ περὶ τὸν Ἑρμείαν αὐτοί τε σὲ ἐπαινοῦσι καὶ τοὺς ῥήτορας, οἱ τότε ὑπὲρ αὐτῶν ἐπέστελλον, εἰς τὸ ἐπαινεῖν σε κατέστησαν. φασὶ δὲ καὶ ἐμοὶ χάριν ἔχειν οἱ ῥήτορες ὡς καὶ τῶν ἐμῶν τι δυνηθέντων γραμ- μάτων. ἐγὼ δὲ τἀκείνων αἰτιῶμαι τοῦ παντὸς καὶ χαίρω γε τιμῶντά σε τούτους ὁρῶν, οὓς τὸν μὴ θαυμάζοντα κἂν ἐγραψάμην.
οἱ οὖν εὖ πεπονθότες πρότερον ἔρχονται εὖ πεισόμενοι πάλιν τὴν ἐλπίδα περὶ τῶν δευτέρων ἀπὸ τῶν ἔμπροσεν ἔχοντες ἄλλως τε καὶ περὶ τῶν αὐτῶν ἰόντες τρό- πον τινά. τὸ γὰρ ὅπως μὴ κινηθῇ παρ’ ἄλλων ἃ παρὰ σοῦ δέδοται ζητεῖν οὐχ ἕτερά ἐστιν αἰτούντων, ἀλλὰ τὸ βεβαίως ἅπερ ἔχουσιν ἔχειν. κοινὸν δὲ οἶμαι τοῦτο σοῦ τε καὶ τούτων ἀγαθὸν ἀθάνατον ἑστάναι τὴν ἄφεσιν.
γράμματα δὲ ταυτὶ βασιλέως ἥκει σοι βουλόμενα τὰ σοὶ δόξαντα μένειν. σὺ δὲ οὐ δήπου μέλλεις ἥκιστα προσέξειν, ἃ σοὶ τιμὴν οὐχ ἧττον ἡ τούτοις φέρει βοήθειαν
Τῶν περὶ ὑμᾶς ταξιαρχῶν Ἡρωδιανὸς τὸ νῦν, πρότερον δὲ ἐπολέμει, καὶ ἔστιν ἀνὴρ ὠφελῶν, ὥσπερ ἦν τότε λυπῶν. 2 ἐγὼ δὲ αὐτὸν πρότερον μὲν ἐπαινῶν οὐκ ἐφίλουν, νῦν δὲ καὶ θαυμάζω καὶ φιλῶ. καὶ βουλοίμην αὐτῷ τὸν τῆς γυ- ναικὸς ἀδελφὸν ἀπολυθῆναι τῶν φόβων, οὓς ὄντας ἀδίκους ἀναιρεῖ μὲν βασιλεύς, ἄνελε δὲ σύ.
Ἤρκεσέ μοι γνῶναι ὅτι δοίης ἄν, ἐπεί τοι καὶ τὴν ἀρχὴν πείρας εἵνεκα ᾔτουν, ὅπως εἰδείην εἰ καὶ τὰ τοιαῦτα δώσεις. μνήμη δὲ μισθῶν ὀφειλομένων οὐκ ἦν ἐσπουδακότος λόγος, ἀλλ’ ἀνδρὸς ἡδομένου τῇ μνήμῃ τῆς συνουσίας. εἰ γὰρ δὴ καὶ σφόδρα ὀφείλων ἐτύγχανες, τριπλῇ τετραπλῇ τ’ ἀπέτισας ἔργοις μείζοσι καὶ καλλίοσι τῶν Γύγου χρημάτων.
τοῦτόν τε οὖν ἔχε τὸν ἵππον ἕτερόν τε μὴ ζήτει. πᾶς δὲ ὁ τῶν ὑποσχέσεων ἀκούσας ἀκούσεται τὸ ἔργον καὶ κοσμήσει σὲ μὲν τῷ πέμψαι, τῷ μὴ λαβεῖν δὲ ἐμέ.
Εἰκότως ἀφῆκας ἐμοὶ τὸ προτέρῳ γράψαι. τῷ μὲν γὰρ κατηγόρῳ τοῦτο δέδοται, κατηγορῶ δὲ ἐγώ· δεῖ δὲ σὲ τὰς αἰτίας πειρᾶσθαι λύειν. διόπερ ἀνέμεινας οὐκ οἰηθεὶς δεῖ Πλαταιεῦσιν ἀκολουθῆσαι μᾶλλον ἢ κοινῷ νόμῳ.
τί οὖν ἐγώ τε καὶ ἡ πόλις αἰτιώμεθα; ὅτι, ὦ δαιμόνιέ, μέγας παρ’ ἡμῖν γεγενημένος ἑτέρων ἡμᾶς ἐποίησας δευτέρους καὶ τὸ θέρος προστησάμενος τοῦ ἐπιβουλεύματος ἀπῆλθες μὲν ὡς αὖθις δεῦρο δραμούμενος, ἔμεινας καθάπερ λωτοῦ γευσά- μενος.
μᾶλλον δέ, οὗ πολλάκις κρείττων ἐγένου λωτοῦ, τοῦτον νῦν μετὰ πολλοὺς διαύλους ἐθαύμασας, καίτοι πάντα ἃ πείθειν πέφυκε σοφιστὴν τοὺς ἐν τῷ παιδεύειν ὑπομένειν πόνους καρποῦσθαί σοι τῇδε παρῆν.
εἴτε γὰρ ὁ κρότος καὶ τὸ ἐπαινεῖσθαι μέγα, πολὺ τοῦτο ἔφερες, εἴτε χοροῦ πλῆ- θος ἡδύ, ἐννόησον ὡς οὐκ ὀλιγάκις ἀπῆλθες περὶ δείλην ὀψίαν ἀπὸ τῆς συνουσίας.
ἀλλὰ μὴν ἥ γε πρόσοδος μείζων, ὥς γε ἐμαυτὸν πείθω, τῆς ἄλλοθεν ἂν γενομένης. τέκνα δὲ τὰ μὲν ἦν σοι παρ’ ἡμῖν, τὰ δὲ ἦλθεν ἄν, καὶ γάμους ἂν ἐτελοῦμεν ἐκλεγόμενοι μνηστῆρας ἐκ πολλῶν οὓς ἄξιον.
τὸ δὲ μέγιστον, ἤδη ἦμεν ἀπηλλαγμένοι τῆς πρὸς ἀλλήλους ἔριδος ὠμὸν μὲν οὐδὲν πώποτε σχούσης, ἤδη δὲ καὶ πεπαυμένης τῆς τε ἡλικίας, οἶμαι, πειθούσης καὶ τοῦ τὸ πρᾶγμα ἔχειν ἑκατέρῳ καλῶς.
ταῦτα ἀπόντος κατηγορῶ καίτοι κύριος ὢν ἀντὶ τοῦ κατηγορεῖν παρόντα ἔχειν. ἐγὼ γάρτοι τὰ μὲν ἄλλα ἀσθενής, εἰς δὲ τὸ σὲ πάλιν ἐνθάδε δεῖξαι μείζω δύνα- μιν οἶδα ἔχων τοῦ τὰ μέγιστα ἐκεῖνα πεποιηκότος Μίδου.
ἀλλ’ οἷς ἐπέσταλκας αὐτοῦ δεόμενος μένειν, οὗτοι δεηθέν- τες ἐμοῦ καὶ καλοῦντες ἀσέβημα τὴν σπουδὴν ἔσχον καὶ δὴ πελάζοντα ταῖς τῶν ἀρχόντων θύραις. ἆρ’ ἕξεις, ὅ τι πρὸς ταῦτα ἐρεῖς; δεινὸς μὲν εἶ, θαυμάσαιμι δ’ ἂν εἰ μὴ νῦν ἀπορήσεις.
Τοῦ τὴν οἰκουμένην ἐκ λόγων εὖ ποιοῦντος Προαιρε- σίου συγγενὴς ἐν Κουκουσῷ Φιλάστριος πολιτεύεται. τοῦτον καὶ ὡς ἄνδρα ἀγαθὸν βουλοίμην ἂν τῆς παρὰ σοῦ τυγχάνειν εὐνοίας καὶ ὅπως φαίνοιο τιμῶν τὸν χαλκοῦν μὲν ἐν Ῥώμῃ, χαλκοῦν δὲ Ἀθήνησιν ἑστηκότα.
τὸ δὲ αὐτὸ καὶ ἐμοί τινα τιμὴν οἴσει τῷ παρακεκληκότι καὶ δόξεις τῷ μὲν οὐδὲ γράψαντι χαρίζεσθαι, γράψαντι δὲ ἐμοὶ προσεσχηκέναι.
Ὅτι μοι μέλει Δουλκιτίου πάλαι τυγχάνεις εἰδώς. πάλαι γὰρ ἐμοί τε ὑπὲρ τοῦδε πρὸς σὲ γεγένηνται δεήσεις παρὰ σοῦ τε χάριτες εἰς ἡμᾶς. δίκαια γὰρ αἰτούντων οὐκ εἶχες ἀνανεύειν οὐκοῦν οὐδὲ νῦν ἀνανεύσεις, ἐπεὶ καὶ ταῦτά ἐστιν ἃ νῦν αἰτοῦμεν δίκαια.
μικρὰν μέν φησι χώραν περὶ τὴν Βέρροιαν γεωργεῖν, πολὺν δὲ σῖτον ἠναγκάσθαι πωλεῖν, ἀδικεῖσθαι δὲ ὑπὸ τῶν ἐξαπατώντων καὶ τὰ μὲν κρυπτόντων, τὰ δὲ πλατ- τόντων, τὰ δὲ ὑπερπηδώντων, τὰ δὲ αἰρόντων, τὰ δὲ μικρὰ τῷ λόγῳ ποιούντων. 3 ταῦθ’ ἥκει διδάξων καὶ βοήθησον αὐτῷ. δικαστοῦ δὲ εὔνοια μέγα καὶ τοῖς ἰσχυρὰ λέγουσιν.
Ὁ καλόν μοι τὸ θέατρον ποιῶν Μεγέθιός ἐστιν ὁ ῥή- τωρ· βοᾷ γὰρ τηλικοῦτον ὅσον ἄλλοι πεντήκοντα καὶ τούτῳ γε πολλάκις τὸν λέγοντα ἔστησε μέγα δέ, οἶμαι, τῷ λέγοντι θερμὸς ἀκροατὴς θαύματι διακόπτων τοῦ λόγου τὸν δρόμον.
ἐν μὲν οὖν ταῖς ἐπιδείξεσιν ἀμείβομαι τὴν βοὴν τῷ προσγε- λάσαι καὶ προσδραμεῖν· νῦν δὲ εὕρηκά τι διὰ σοῦ καὶ λαμ- πρότερον εἰς ἀμοιβήν. χρήμασιν ἐσωφρόνισας τὸν ἀδελφὸν τὸν τοῦδε, μᾶλλον δέ, τῷ φόβῳ μὲν ἐσωφρόνισας, ὅπως δ έσται λύσις τῆς ζημίας συνέπραξας.
καί σου γράμματα καὶ γνῶσις ἀποδίδωσι τὸν ἄργυρον, ἀλλ’ ὅ γε ἄργυρος, οὐκ οἶδ ὅ τι μεμφόμενος, ἐλθεῖν αὐτοῖς εἰς χεῖρας οὐκ ἐθέλει. σὺ οὖν αὐτὸν ἢ πεῖσον ἡ ἀνάγκασον μὴ φεύγειν τοὺς δεσπότας, ὅπως τοῖς μὲν τὰ αὑτῶν ἔχειν ὑπάρχῃ, σοὶ δὲ τὸ μηδὲν ὧν κελεύ- σειας μάταιον εἶναι.
Ἀρχεις ἀρχὴν μεγάλην. τοῦτο προεῖπεν ἡ Φήμη καὶ οὐκ ἐψεύσατο. ἄρχεις <δὲ> ἑτέρων καὶ οὐχ ἡμῶν. περὶ δυναίμεθ’ ἂν ἐγκαλεῖν τῇ θεῷ, ἀλλὰ κἀν τούτῳ μέντοι παρα- 15 μυθία τις ἔνεστιν. ἀντὶ γὰρ ἡμῶν ἡμέτεροι θεραπεύονται πα- τέρες, ὅπερ ἐστὶν οὐκ ἀμοίρους εἶναι τοῦ κέρδους ἡμᾶς.
ἀλλ’ ὅτι μέν γε καὶ δεῦρο ἥξεις ἐπὶ μείζοσιν οἶδα ἐγώ. Δαρίκιον δὲ τουτονὶ τὸν Θρᾷκα, βέλτιον δὲ εἰπεῖν Ἕλληνα, τίκτεται μὲν γὰρ ἐκεῖ, παιδεύεται δὲ ἐν τῇ Θησέως, δῶρόν 20 σοι δίδωυι. τὰ τοιαῦτα γὰρ οἶσθα δέχεσθαι μόνα, χρυσὸς δέ, κἂν Κολοφώνιος ᾐ, μολύβδου τιμιώτερος οὐκ ἐφάνη.
δέχου δὴ τὸν νεανίσκον καὶ πίστευε καὶ θάρρει καὶ ὅταν ὡς ῥήτορα θαυμάσῃς, μὴ μᾶλλον ἡγοῦ ῥήτορα δεινὸν ἢ ἄνδρα ἀγαθόν. δέδεικται δὲ ἐν μεγάλοις καιροῖς ὁ τρόπος, σοὶ δὲ εἴη μὲν ἐν γαλήνῃ πειρᾶσθαι τῶν φίλων, εὖ δ’ ἴσθι, τοῦδε ἀμείνων οὐκ ἂν ἐν χειμῶνι γένοιτο.
πρὸς μὲν οὖν τὴν νῦν σὴν Ἀσίαν ὑπὸ τῆς γνώμης ἄγεται καὶ ποιεῖται πρὸ τῆς οἰκείας τὸ χωρίον. θεοῦ δ’ ἂν εἴη καὶ σοῦ δεῖξαι καλῶς βεβουλευμένον αὐτόν.
Ἔπαθον ὃ ἐπέσταλκας· εὐθὺς μὲν ἡδέως τὸν Κλεόπατρον εἶδον διὰ τὴν ἐπιστολήν, πειρώμενος δὲ τοῦ νεανίσκου τὴν μὲν ἐπιστολὴν οὐκ εἶχον μὴ αἰδεῖσθαι, τοῖς παρ’ αὐτοῦ δὲ πλέον εἱλκόμην. κρίνειν τε γάρ μοι λόγον ἀγαθὸς ἐφαίνετο καὶ τὴν ἐν οἷς γράφει ῥητορικὴν οἶς λαλῶν ἔτρεχε παρεδήλου.
καὶ μὴν τῷ τε σὲ φιλεῖν ἐχαρίζετό μοι τῷ τε χαίρειν οἷς τε σὲ περὶ ἐμοῦ λέγειν ἤγγελλεν οἷς τε ἤκουεν ἐμοῦ περὶ σοῦ. τὸ δ’ αὖ χάριεν ἔν τε τῷ προσώπῳ καὶ τῷ φθέγματι καὶ τοῖς σχήμασι καὶ ὅλως οὐδὲν ὃ μὴ τοιοῦτον ἦν. τοιοῦτον ἡμῖν μετὰ τῆς φύσεως ἀπειργάσω τὸν συγγενῆ τοῖς παρ’ ἐκείνης τὰ σὰ προσθείς. ἐργάσαιο δὴ καὶ παῖδας τῷ συγγενεῖ παρα- πλησίους.
Οἶμαί σοι Λεόντιον τὸν σοφιστὴν ἤδη γεγονέναι φίλον, ἐπειδὴ λόγους ὁ μὲν κέκτηται, σὺ δὲ φιλεῖς. τούτου συγγενὴς οὑτοσὶ Κλεόπατρος Λαὶ μαθητής, ὃν ἐκεῖνος μὲν ἐμοὶ συνέ- στῆσεν, ἐγὼ δὲ σοί.
τὸ μὲν οὖν παρ’ ἐκείνου τῷ Κλεο- πάτρῳ μικρόν, μικρὸν γὰρ δήπου τό γε ἐμόν, τὸ δὲ παρ’ ἐμοῦ μέγα, μέγα γὰρ δήπου τό γε σόν. φήσεις δὲ αὐτὸν εὖ ποιῶν καὶ ῥήτορα καὶ χρηστὸν εὖ πεποιηκέναι.
Καὶ πρὶν ἥκειν τὸν φέροντα τὴν ἐπιστολὴν ἀφῖκτο λό- γος περὶ τῆς τιμῆς ἧς ἀπολαύεις παρ’ ἀνδρὶ καὶ τιμῆς ἀπάσης καὶ εὐφημίας ἀξίῳ, παρὰ δὲ τοῦ τὴν ἐπιστολὴν διδόντος ἦν ἀκούειν ὅμοιά τε καὶ ἔτι καλλίω τῶν ὑπ’ ἄλλων ἀγγελλομέ- 20 νῶν.
ἐνεθυμήθην οὖν ὅτι τοῖς ἐπιεικέσι καὶ βελτίστοις, ὁποῖος δὴ σύ, πάρεισιν οἱ θεοὶ καὶ βοηθοῦσιν ἐκ τῶν ἐσχάτων εἶναι δοκούντων ῥᾳδίως ἐκσώζοντες, ὡς οὐ πολύ γε τῶν τοῦ Λεσβίου κιθαρῳδοῦ διαφέρει τὸ σόν, ὃς ἐμπεσὼν εἰς τὴν θάλατταν ἥδιον ἐκομίζετο τῶν ἐπὶ τοῦ πλοίου.
καὶ σοὶ δὴ συναχθομένων ἡμῶν καὶ πρὸς ἀλλήλους ὀδυρομένων, εἰς οἷον ἄρα χειμῶνα πέπτωκας, τὸν σεισμὸν ἐκεῖνον καὶ τὰ ἀπὸ τοῦ σεισμοῦ, θεῶν τις ἔδωκε καταφυγὴν ἄνδρα φίλον, ἐν ᾦ μέ- γεθός τε διανοίας καὶ τὸ δύνασθαι πράττειν ἅττα ἂν προ- θυμηθῇ
παραινῶ δή σοι τῆς παρούσης ἔχεσθαι τύχης καὶ τὸν σαυτοῦ λέμβον ἐξαρτῆσαι τῆς Ἀλεξάνδρου νεώς, ὃν ἤδη μοι δοκῶ θεωρεῖν ἐπὶ μείζονος ἀρχῆς καὶ τρίτης πάλιν καὶ τετάρτης. οἶμαι δέ, αὐτὸν οὐδὲ γῆρας ἐξαιρήσεται πρὸς ἡσυ- χίαν ἀπὸ τῶν ταῖς πόλεσι λυσιτελούντων πόνων. οἶδε γὰρ βασιλεὺς τὸν ἄνδρα καὶ χρώμενος οὐ λήξει.
τούτῳ τοίνυν ἕπεσθαι καὶ συλλαμβάνειν ἔργου μεῖζον παρὰ σοὶ πάσης ἀρχῆς δοκείτω, μᾶλλον δέ, καὶ πρὸς ἀρχὰς οὕτω προβαίης ῥᾳδίως τε καὶ καλῶς ἐκείνου τε ἐπαινοῦντος καὶ μιμητὴν αὑτοῦ πεποιηκότος.
Οὐκ ἄρα εἵμαρτο τῇ Βιθυνίᾳ τὴν χείρω τύχην ἀθάνα- τον γενέσθαι. διὰ τοῦτο ἦλθεν ἰασόμενος ὃς ἐπίσταται τοῦτο ποιεῖν. σὺ γὰρ ἄνθρωπον μὲν τεθνεῶτα οὐκ ἂν ἀναστήσαις, ὥσπερ ἐν μύθοις, πόλεις δ’ ἂν οἰχομένας πάλιν εἰς σχῆμα καταστήσαις πόλεων. ὃ δὴ νῦν ποιεῖς. λέγονται γὰρ ἀναβιῶ- ναι. καὶ κομίσαιντό γε τὸ πρότερον, ὦ θεοί, κάλλος ἅπαν.
χαίρω δὲ διπλῇ, τῷ τε σὲ τὸν εὖ ποιοῦντα εἶναι τῷ τε Βιθυνοὺς τοὺς εὖ πάσχοντας εἶναι. σύ τε γὰρ παῖς ἐμὸς τό τε ἔθνος ἀντὶ πατρίδος ἐμοί. καὶ διῄειν ἄν σοι τήν τε ὑποδο- χὴν καὶ χρόνων ἐκείνων εὐθυμίαν, εἰ μὴ ἦν αὐτῷ σοὶ πρὸς ἄλλους εἰδότι λέγειν.
ἣν οὖν εἶχον ἂν ἡδονήν, εἴ μοι τὴν ἐνεγκοῦσαν ὠφέλεις, ταύτην ἔχω νῦν, ἐπειδὴ τὴν οὐδέν μοι ταυτησὶ δευτέραν ὅπως οἵα πρότερον ἦν φανείη πάντα ποιεῖς.
καλὸν δὲ οἶμαί σου καὶ τὸ τὸν νεανίσκον Ἀρισταινέτου μὲν συγγενῆ, χορευτὴν δὲ ἐμόν, αἰσχύνεσθαι δὲ εἰδότα, φιλεῖν δὲ μεμελετηκότα μὴ περιιδεῖν πράττοντα χείρω τῶν αὑτοῦ χειρόνων, ἀλλ’ εἴσω τε δέξασθαι καὶ μεταδοῦναι χώρας ἐντίμου καὶ ποιῆσαι λαμπρὸν τοῖς τε νῦν τοῖς τε ἐλπιζομένοις. καὶ ταῦτα ἂν νομίζῃς οὐκ εἰς Διάνιον μᾶλλον ἢ ἐμὲ πεπρᾶχθαι, τὰ ὄντα δοξάσεις. οὗτος γὰρ δὴ πλεῖστά με εὐφράνας ἑταίρων ἐλύπησεν ἥκιστα.
Ἄμφω μὲν ἔδειξα τὼ λόγω καὶ ὅλω γε ἄμφω τὼ λόγω, τὸν μὲν νῦν τὸν μαχόμενον, τὸν δὲ πάλαι τὸν ἐπαινοῦντα· σὺ δὲ ᾤου με δείσαντα κολοιοῦ τινος θόρυβον ᾑρῆσθαι σιγᾶν καὶ γεγενῆσθαι κακὸν περὶ τὸν ἐμαυτοῦ θεῖον.
τὸ δὲ οὐχ οὕτως ἔχει, ἀλλ’ ἃ μὲν οὐκ εἶχε κίνδυνον εἰς πολλοὺς ἐκφέ- ρειν, ἐν πολλοῖς εἴρηται· τοῦ λόγου δὲ ἡ τρίτη μοῖρα φίλων ἐδεῖτο σαφῶν, οὓς ὀλίγοις δεξάμενος τοῖς βάθροις κλείσας τὰς θύρας ἀνέγνων δεόμενος αὐτῶν, εἴ τι φαίνοιτο καλόν, σιγῇ θαυμάζειν μηδὲ τῇ βοῇ πολλοὺς ἐγείρειν. καὶ μέχρι γε τοῦ παρόντος, προσκυνῶ δὲ Ἀδράστειαν, φόβος οὐδεὶς ἐξέφυ.
τί τὸ φοβοῦν, ἀκοῦσαι ποθεῖς; ἐξήρπασε τοῦ τότε κρα- τοῦντος θασγάνιος τὴν πόλιν οἶσθ’ ὅπως ζέοντος. οὐκ ἦν οὖν τὴν τοῦδε βοήθειαν δεῖξαι μεγάλην μὴ τὴν ὠμότητα δεί- ξαντα τὴν ἐκείνου μεγάλην. δέδεικται δή, καὶ ὁ λόγος ὧν εἰκὸς τετύχηκεν.
ἀλλ’ ἔστι δέος μὴ τῷ μὲν λόγῳ τὸ μέρος ἔχῃ καλῶς, τὸ καλὸν δὲ τοῦτο κακὸν τέκῃ τῷ ποιητῇ δύναται γὰρ καὶ τεθνεὼς ἐκεῖνος διὰ τοῦ ζῶντος. ὅστις οὖν οὐκ ἐπι- θυμεῖ βαράθρου, κρύψαι λόγον αἱρήσεται μᾶλλον ἢ διδοὺς τρέμειν.
τουτὶ μὲν οὖν ἀναβολῇ δεδόσθω, τὸν δὲ ἕτερον δέξῃ δι’ ἀνδρὸς ἀρίστου τῶν παρ’ ἡμῖν, οὗ πρότερος οὐδεὶς ἦλθεν ἐπὶ τὸ βουληθῆναι λαβεῖν. ταυτὶ δέ σοι, δι’ ὧν ἡμιλ- λησάμην πρός τι τῶν Δημοσθένους, καὶ προάγωνε δύο, ὁ μὲν ὃν ᾔτεις, ὁ δὲ ἴσως οὐκ ἀνιάσων.
Ὁ γέρων οὗτος Ἡράκλειος ὁ πολλὰ κακὰ παθών, οὐ διὰ τὴν σὴν ἀρχήν, πρὸ γὰρ τῆς Δημοσθένους πολιτείας ὁ Φωκικὸς πόλεμος, ἀλλὰ διὰ τοὺς ῥᾳδίως ὃν ἂν ἐθέλωσιν ἄγχοντας, ἥκει βραχύτερον μέν σοι πεποιηκὼς τὸν πόνον τοῖς ἐνταῦθα ἐσπουδασμένοις, τὴν τελευτὴν δὲ τοῦ παντὸς ἐν ταῖς παρὰ σοῦ ψήφοις ἔχων.
ποίει δὴ καλὸν τὸ τέλος καὶ δίδου χάριν μηδὲν ἐκβαίνων τὸ δίκαιον· ὡς ἔστιν ἄτοπον ἣν ἄρχον- τος Εὐθηρίου δόξαν ἐν Ἀρμενίοις ἐκτησάμην, ὡς οἷός τ' εἴην βοηθεῖν, ταύτην ἐπὶ τῆς ἡγεμονίας Μαξίμου τοῦ καλοῦ διαφθαρῆναί μοι.
Λητόιον ἐξ Ἀρμενίας νέον ἡ μήτηρ ἄγουσά μοι παρέ- δωκε μόνον ὄντα αὐτῇ. τούτῳ τε οὖν ἥσθην δυναμένῳ δέξα- σθαι λόγους, ἔστι γὰρ ὀξὺς ὁ πῶλος, τῆς τε μητρὸς ἐθαύμασα τὸ μήτε πρὸς δεύτερον γάμον ἰδεῖν καὶ ταῦτα οὖσαν ἑνὸς μητέρα βαδίσαι τε ὁδὸν τοσαύτην ἡγουμένην ἄμεινον αὐτῷ τὰ πάντα ἕξειν, εἰ τῆς τῶν πραγμάτων ἀρχῆς ἐπιμεληθείη παροῦσα.
τοῦ μὲν οὖν αὐτὸν Ἕλληνας τελέσαι θεῷ τε καὶ ἡμῖν μελήσει, τοῦ δὲ αὐτῷ σωθῆναι τὸν οἶκον μελήσει μὲν τῇ μητρί, μελήσει δὲ <καῖ> Εὐσεβίῳ τῷ ζῶντι μετ’ τῆς, ὃς τῇ περὶ τὸ θεῖον σπουδῇ καὶ τὰς ὑπὲρ τούτων φρον- τίδας ἀνείλετο νομίζων προσήκειν ἀνδρὶ δικαίῳ βοηθεῖν ὀρ- φανῷ καὶ μὴ τοῖς βουλομένοις ἁρπάζειν ἐπιτρέπειν.
ἀλλ ἡ μὲν προαίρεσις αὐτῷ καλή, γίγνοιτο δ’ ἄν τι καὶ ἔργον, εἰ τῆς σῆς ἀπολαύοι ῥοπῆς· ἀπολαύσεται δ’, εὖ τοῦτο ἐπίσταμαι, σοῦ τὰ ἡμέτερα μείζω ποιεῖν ᾑρημένου.
Τὰς μακρὰς ταύτας καὶ πολλὰς ἀπολογίας τήρει τοῖς βουλομένοις κατηγορεῖν. ἐγὼ δέ σοι μάρτυς ἁπάσης ἀρετῆς τῆς τε ἐν τοῖς ἤθεσι καὶ ὅση κατὰ τοὺς λόγους.
πρός τε οὖν αὐτὸν ἐκεῖνον τὸν πειρώμενον ἐξαπατᾶν ὧν αὐτὸς γρά- φεις πλείω διῆλθον, οὐ γὰρ δὴ καλλίω γε, καὶ πρὸς τὸν ἀγα- θὸν ἄνδρα, τὸν ἐμόν τε φίλον καὶ σόν, αὐτό τε τοῦτο καὶ μαθητήν, εὐθὺς ὤμνυον μηδὲν τούτων εἶναι σόν, ἀλλὰ πάντα τῆς τοῦ λέγοντος φλυαρίας· οὕτω γὰρ ἡγεῖσθαι βέλτιον ἢ πονηρίας. ὥσθ’ ὅ γε Ἱλάριος καίτοι λίαν ἀλγῶν ἐπὶ τοῖς παρ’ ἐκείνου μᾶλλον ἥδετο τῷ μὴ κρατηθῆναί μου τὴν γνώ- μην ὑπὸ τῶν διαβολῶν ἢ τῷ γενέσθαι τὰς διαβολὰς ἠθύμει.
ὁρῶν δὲ αὐτὸν καὶ ταῦτα εἰς ἔπαινον ἄγοντα, ὦ βέλτιστε, ἴφη οὐδὲ Σωκράτην ἄνδρα θεῖον ἡγούμενος καὶ πλεῖστον ἀπέχειν ὧν ἐνεκάλει Μέλητος ἀξιώσαιμ ἂν ἐπαινεῖσθαι. οὐδὲ γάρ, εἴ μέ του πείθειν ἐπιχει- ροῦντος σκότους αἴτιον εἶναι ἥλιον μὴ ὑπηγό- μην, εἰκότως ἂν ἐδδόκουν τῶν ἑπτὰ σοφώτερος. 4 οὐ τοίνυν οὐδὲ τοῦτο πάμμεγα τὸ μὴ τῆς σῆς εἶναι πεισθῆναι ψυχῆς, ἃ μηδενὶ λόγῳ τῆς σῆς εἶναι ἠδύνατο. παῦσαι δὴ τῶν τοιούτων ἐπιστολῶν ἢ φήσω σε ὑβρίζειν οἰόμενόν με παντὸς εἶναι τοῦ βλασφημοῦντος.
Ἥσθην οἷς ἔγραψας. ἅ τε γὰρ ἐβουλόμην ἐμήνυες καὶ τὸ κάλλος ἦν ἀμήχανον οἷον τῆς ἐπιστολῆς, ὥστε μου βοῶν- τος ἐπ’ ἀγορᾶς, ἐκεῖ τε γὰρ ἔλαβον καὶ λαβὼν εὐθὺς ἀνέγνων, ἐφ’ ὅτῳ βοᾷς; ἤρετο Στρατήγιος, τὸν πολιτευόμενον λέγω, καὶ γνοὺς ἀνέγνω τε καὶ ἐμιμεῖτό μου τὴν βοήν.
ἴθι δὴ καὶ τοῦτον ἡμῖν εὖ ποίει καὶ φίλει παῖδα ὄντα ἐμόν. πάντως δὲ οἴ μοι νεμεσήσεις οὕτω καλοῦντι τὸν μαθητήν, ὃς μετὰ πολλῶν ἐφοίτησε παρ’ ἐμέ, μέμψεως δὲ μετ’ ὀλίγων ἐγένετο κρείττων καὶ ταῦτα συνεχῶς συνδιατρίβων τε καὶ τραπέζης κοινωνῶν καὶ τῶν μετὰ μεσημβρίαν πόνων καὶ ὅσων εἰκὸς νεανίσκον πιστευόμενον διὰ τὸν τρόπον.
τούτῳ τὸ μὲν γένος ἔκ τε ὧν ἄρχεις καὶ Γαλατῶν, πλείων δὲ αὐτῷ λόγος ἧς ἄρχεις καί πως ἐπὶ τὴν Ἀρμενίαν ῥέπει πάλαι. τοῦτο δὲ εἰ καὶ μὴ πρότερον ἐποίει, πάντως ἂν νῦν ἐφάνη ποιῶν σοῦ τὰς πόλεις Σαμίων ἄνθη φασὶ καὶ λαύραν ἀποφήναντος Σαμιακήν.
Οἴμαι καὶ δάκρυσιν ὑπὸ σοῦ τετιμῆσθαι Καισάριον τὸν φαυλοτέραν δείξαντα τὴν Ἀρμενίαν τῇ τελευτῇ. τὴν μὲν γὰρ πόλιν καὶ δημοσίᾳ κείρασθαι ν·ομίζω πενθοῦσαν τὸν ὀρθό- πόλιν, εἶπεν ἂν Πίνδαρος.
ἔστι δὲ καὶ τοῦτο μέρος οὐ μικρὸν τῶν κακῶν τὸ τὸν ἐκείνου παῖδα τῶν περὶ λόγους δια- τριβῶν ὑπὸ τῆς συμφορᾶς ἀφελκυσθέντα τρέχειν οἴκαδε φρον- τίδας φροντίδων ἀλλαξάμενον, τῶν νέῳ πρεπουσῶν τὰς προσ- ηκούσας πατρί.
μᾶλλον δέ, οὐ πάντα δυστυχοῦσιν οἱ κεί- νοῦ τοῦ δαίμονος ἑτοιμάσαντος τῇ μελλούσῃ πληγῇ φάρμακον τὴν σὴν ἀρχήν. οὐ γὰρ ἄδηλον ὡς ἀγωνιῇ μικρὰν αὐτοῖς ἀποφῆναι τὴν αἴσθησιν τῆς τύχης τόν τε κείμενον αἰδούμε- νος καὶ ἡμῖν χαριζόμενος νομίζων τε οὐχ ἥττω σοι τοῦτο δόξαν τῶν ἄλλων ὧν ποιεῖς οἴσειν, εἰ οἶκον εὐδαίμονα κινού- μένον στήσαις.
μεγίστη δὲ εὐεργεσία τὸ γενέσθαι πάλιν Εὐδοξίῳ παρ’ ἡμᾶς ἐλθεῖν, ὃ ποιήσειν μοι δοκεῖ τὴν παρὰ σοῦ πρόνοιαν ὁρῶν ἀρκοῦσαν ἀντὶ τοῦ μεταστάντος.
Τῶν μὲν ἄλλων εἴξαιμ᾿ ἄν σοι, ταύτην δέ σε νενίκηκα τὴν νίκην πίλαι τὰ φίλου πεποιηκώς, ὅτε πάσας ἀφῆκας φωνάς, ὅπως μὴ ταῦτα ἀφαι·ρεθείης ὧν αὐτὸς στερηθεὶς ἐσί- γων.
ἀλλ’ οὐδὲ τὰ δεύτερά μοι δοκεῖς ἀγνοεῖν, οἷς σὲ μὲν ἐγώ, πάντες δὲ ἐπῄνουν ἐμέ, διότι σὲ καὶ τοὺς σοὺς ἀγῶνας ἐγώ. γράμματα δὲ σὺ μὲν ἔπεμψας πρότερος, ἔγραψα δὲ ἐγώ. εἰ δὲ τὰ μὲν ἠπείχθη, τὰ δὲ ἐμέλλησεν, οὐ τούτῳ γε ἡ γνώμη κρίνεται.
τὸν καλὸν Εὐτρόπιον ὅπως εἶδον, παρ’ ἐκείνου μάνθανε καὶ τί ποιεῖν ἐγνωκὼς ὅπως ἡττήθην Εὐβούλου· δεῖ γὰρ Εὔβουλον, οἶμαι, πάντα νικᾶν.
Ἔτι Λεόντιος ὑπὲρ τῶν αὐτῶν γράμματα φέρει, ἐγὼ δὲ αὐτὸν ἠξίουν ἐπινίκια θύειν. καίτοι φασὶν οὐ μικρῶν τετυ- χηκέναι, τοῦ παντὸς δὲ ἄρα προσῆκε. σὺ δ’ αὐτὸν ἐπαινέσας ὧν οἶδε χάριν, ὅπως ὅλως ἀπηλλαγμένος εἴσεται χάριν ποίει.
Ὅτε σὺ τὴν ἀρχὴν Αἰγυπτίων ἐδέχου, τότε ἐγὼ τοῦ περὶ τῶν φίλων σοι γράφειν ἀνάγκην. ἐκεῖνοί τε γὰρ ἔμελλον αἰτή- σειν ἐπιστολὰς ἐμοί τε οὐκ ἂν ἦν μὴ διδόντι λόγος.
πρῶ- τος δὴ τῶν αἰτούντων καὶ φερόντων Ἡρακλείδης γίγνεται, πρᾷος ἀνήρ, λέγειν εἰδώς, ἐπιτήδειος ἐμοί, Μέμφιδι κόσμος. δεῖξον δή μοι τοῖς περὶ τοῦτον ἔργοις εἴτε δεῖ τὰ τοιαῦτα ἐπαγγέλλειν εἴτε μή.
Σοῦ δὲ οὐκ ἂν δεηθείην εὖ ποιεῖν Ἡρακλείδην, ἀλλ’ ἐπιτάττω. δοκεῖς γάρ μοι τοῦθ’ ἥδιον ἢ τὰς δεήσεις δέχεσθαι. τὸ δὲ αἴτιον, οἶσθα φιλεῖν οὐχ ἧττον ἢ ἄρχειν.
ἔτυχε δ’ ἄν τινος ἀγαθοῦ παρὰ σοῦ καὶ γραμμάτων ἄνευ, εἰ παραστάς σοι τοῦτ’ ἐποίησεν, ὅπερ εἴωθεν. εἴωθε δὲ ἐπαινεῖν ἐμὲ καὶ λήψῃ πεῖραν τοῦ πράγματος.
ἀμφοτέρων οὖν εἴνεκα, καὶ τῶν ἐπαίνων καὶ τῶν γραμμάτων, μᾶλλον δέ, καὶ τούτων ἕνεκα καὶ τῶν λόγων, οὓς ἔχει, καὶ ἔτι τιμῶν τὴν Μέμφιν μικρὰ τῶν ἄλλων ἔα δεῖσθαι τὸν ἄνδρα.
Τοὺς ἐμοὺς ἑταίρους, τοὺς σοὺς ῥήτορας, τοὺς ὑπ’ ἐμοῦ σοι δοθέντας, τοὺς ὑπὸ σοῦ θαυμασθέντας, τούτους δὴ τοὺς φέροντας τὴν ἐπιστολὴν τῶν σῶν θυρῶν ἀποσπάσαι πειρῶν- ται ψηφίσμασιν ἄνδρες, οὓς ἐξειλόμην πολλάκις τῆς παρὰ σοῦ δικαίας ὀργῆς. μᾶλλον δέ, Εὐσεβίῳ μὲν ἀπειλοῦσι, τὸν δ’ ἤδη πρὸς λειτουργίαν ἕλκουσι δεομένην ἐρρωμένου σώματος.
Ἀγροίκιος δὲ οὕτω σφόδρα ἔρρωται, ὥστε πλεῖστον ἀνθρώ- πων ἀργύριον ἰατροῖς ἐτέλεσεν ἀεὶ χρῄζων ἰατροῦ χειρῶν. ἀλλὰ καὶ πέντε αὐτοῖν ἔνδον ἀδελφαὶ κάθηνται δεόμεναι μὶν διὰ τὴν ἡλικίαν νυμφίων, ἀποροῦσαι δὲ ὑπὸ πενίας. μικρὸν γὰρ ἡ εὐγένεια νῦν.
ἐνθυμηθεὶς οὖν ὡς ἐμοί τε αἰσχύνην ἔχει, τοῖς φίλοις εἰ μὴ δυναίμην βοηθεῖν, σοί τε οὐ καλὸν νόμον παλαιὸν βοηθοῦντα ῥήτορσιν ἐπὶ τῆς ἀρχῆς λυθῆναι πεῖθε τῶν πολιτευομένων τοὺς θρασυτέρους ὡς οὐ πάντα αὐτοῖς ἐξέσται.
Ἐπὶ τὴν αὐτὴν Ἀθηνᾶν ὑπὲρ ὁμοίων καταφεύγομεν πραγμάτων. πρῴην ἡμῖν ἐξήρπασας νέον ἐκ πυρὸς καὶ πόνους ὑπέστης, οἴους ἄν τις ὑπὲρ υἱέος. τῶν αὐτῶν δεῖ πόνων καὶ τῆς ἴσης προθυμίας, μᾶλλον δέ, πολλῷ μείζονος.
Ἀγροίκιος γὰρ οὑτοσὶ παιδὸς οὐδέν μοι διαφέρει κοὶ διαγέγονα μέχρι τῆς τήμερον ἡμέρας ἀνέχων αὐτοῖς τὴν οἰκίαν πολλοῖς ἀδελ- φοῖς καὶ πένησιν.
ἀλλ’ οἱ ῥᾳδίως ψηφίσματα γράφοντες δείξαι θέλουσιν ὡς πλὴν τοῦ συνεύξασθαι τοῖς φίλοις οὐδὲν ἄλλο δυναίμην ἂν ὠφελεῖν. καίτοι πρός γε τὴν σὴν ὀργὴν οὐ δι’ εὐχῆς αὐτοῖς, ἀλλ᾿ ἔργοις ἤμυνα καὶ τὸ κῦμα ἐστόρεσα. οἱ δὲ οὕτω σφόδρα μέμνηνται τῆς χάριτος, ὥστ’ ἀντ’ εὐερ- γεσίης Ἀγαμέμνονα.
μαθέτωσαν οὖν ὡς δύναμις ἐμή τε καὶ σὴ καὶ οὔκ εἰμι ῥᾷστος παθεῖν κακῶς, ἴως ἂν ἰσχύῃς· τὸ μὲν οὖν διδάξαι περὶ τῶν πραγμάτων Ἀγροικίου, τὸ δὲ μὴ παρασυρῆναι τὸν ἄνδρα τῆς σῆς ἀνδρείας.
Ἔτι σου παρ’ ἡμῖν ὄντος ἔλαβόν τινας ἐπιστολάς. τεκ- μαίρου δὴ τῷ προοιμίῳ, πόσας εἰκὸς ἔσεσθαι τὰς ἁπάσας. πρῶτος δὲ οὑτοσὶ Μάρκελλος ᾔτησε Λαυρεντίῳ μὲν ὢν ξένος. ἡμετέρῳ κηδεστῇ, τῆς δὲ ἐπιεικείας οὐ καλοὺς ἐνεγκάμενος τοὺς καρπούς. δυνάμενος γάρ, εἴπερ ἦν θρασύς, ἄλλους ἄλλους νεῖν χρηστὸς εἶναι ἐθέλων ἐλήλαται.
ἀλλὰ νῦν αὐτῷ καὶ καθόδου τις ἐλπὶς καὶ τοῦ λήψεσθαι δίκας καὶ τοῦ μὴ τὰ αὐτὰ πείσεσθαι σοῦ καὶ τῶν δικαίων εἵνεκα καὶ ἡμῶν ἔλεον τινα νέμοντος τῷ δεινὰ πεπονθότι.
Ἴσμεν ὅσα τὸν Ἀλέξανδρον εὖ ἐποίησας· οὐ γὰρ ἔκρυψεν ὁ εὖ παθών. ἥσθην οὖν, ὅτι τε ὠφέληται καὶ ὅτι χρηστός ἐστιν ὁμολογῶν τὴν χάριν. τὸν δὴ τοιοῦτον τῶν αὐτῶν εἰκὸς διὰ τέλους τυγχάνειν· λαβὼν γὰρ οἶδεν ὡς ἔλαβε λέγειν.
Ἐκέλευσέ με Θηράσιος ἐπιστεῖλαί σοι τὸ πρὸς ἀμφοτέ- ῥοῦς φίλτρον ἑνὶ τούτῳ δεικνύων ᾔδει γὰρ ἐμοί τε ἥδιστον ὂν τὸ πέμψαι σοί τε τὸ λαβεῖν.
ἀλλ’ ὅπως αὐτὸν ἀμειβώ- μεθα τῆς χάριτος—ἔστι δὲ ῥᾷστον· οὐ γὰρ ἀπὸ χρυσοῦ τοῦτο δεήσει ποιεῖν, ἀλλ’ ἀπὸ γλώττης· — ἃ σύνισμεν αὐτῷ λέγοντες. σύνισμεν δὲ λόγων τέχνην καὶ τρόπων ἀρετήν.
Ἀλλ᾿ ἄγε δή, μετάβηθι καὶ ποίει Γαλάτας, ἃ Φρύγας. Φρύγας δὲ ἄρα πρὸς ἅπασαν εὐδαιμονίαν ἤγαγες τῇ περὶ τὸ ποιμαίνειν τέχνῃ. ταῦτα δὲ ἐγὼ περὶ σοῦ πεπεισμένος καὶ κηρύττειν οὐκ ὀκνῶ.
σὺ δὲ τὰ βελτίω μὲν ὑπὲρ ἡμῶν ἐπέ- πεισο, σιγῇ δὲ ἔκρυπτες. ἐγὼ δέ σε καὶ οὕτω χρηστὸν ἡγού- μην καὶ μετὰ τῶν ἐμαυτοῦ φίλων ἠρίθμουν καίτοι δοκοῦντα τετάχθαι μετὰ τῶν ἐναντίων· οὐ γὰρ ἐτόξευες. ἀκόλουθον δὴ τῷ τότε οὕτω φρονεῖν τὸ νῦν χάριν αἰτεῖν. αἰτήσω δὲ πολλὰς μὲν ἐπὶ ταύτῃ, πρὸ δὲ τῶν ἄλλων ταύτην.
ἔστιν ἐν Ἀγκύρᾳ Μάξιμος, εὐγενής, εὐγενέστερος Κόδρου, φασί, πρᾷος, ἐκ τοῦ δικαίου πλουτῶν, οὐ τὴν τοῦ γείτονος εὐχόμενος προσλαβεῖν, ἀλλ’ ὅπως πολλὰ λήψεται παρὰ τῶν αὑτοῦ προνοῶν, φίλος ἀνὴρ Δήμητρι μὲν διὰ τὸ γεωργίᾳ προσέχειν, Ἀρτέμιδι δὲ διὰ τὴν θήραν· τῶν γὰρ ὅπλων οἷς ποτε ἐκοσμεῖτο ἀφειμένος ἵππους καὶ κύνας ἐπὶ τὰ θηρία τρέφει. φαινόμενος δὲ ἐπ ἀγορᾶς ὀλιγάκις ἐλύπησε μὲν οὐδένα, τῷ φανῆναι δὲ εὐφρά- νας ἀπῆλθεν ἓν τοῦτο ἐγκαλούμενος, ὅτι πρὸς ἀγροὺς ἀπο- τρέχει.
οὗτος ὁ Μάξιμος ξένος μοι γίγνεται πάλαι καὶ τοὺς υἱεῖς ἐνεχείρισεν. ὧν ὁ πρεσβύτερος ἀρετὴν ἐν νεότητι δείξας πολλὴν ἐμοί τε καὶ τοῖς αὑτοῦ γονεῦσι τὴν φιλίαν ποιεῖ, δι’ ἣν ἐκεῖνοί τε τἀμὰ τῶν αὑτῶν πρότερα ποιοῦνται παρ’ ἐμοί τε ταὐτὸ κρατεῖ. εὖ γὰρ ἴσθι, μᾶλλον εὐεργέτην ἄγω τὸν εἰς τἀκείνων σπουδῇ χρώμενον ἢ ὅστις ὑπὲρ ἐμοῦ κινδύνους αἱρεῖται.
πιστεύω δὲ νῦν, εἴπερ ποτέ, ἐν τιμῇ τὸν ἄνδρα ἔσεσθαι. πιστεύω γὰρ αὐτὸς οὐκ ἐν φαύλῳ παρὰ σοὶ κεῖσθαι. τοῖς μὲν γὰρ οὐκ ἀγαθοῖς ἄρχουσι βραχὺς τῶν λέγειν ἐπισταμένων λόγος, βούλοιντο γὰρ ἂν τὰ αὑτῶν σιγᾶ- σθαι, τοῖς δὲ γενναίοις ὑμῖν λόγων δεῖ καὶ μάλιστα δεῖ, οἷς τὰ καλὰ τῶν ἔργων ἅπας ὁ χρόνος εἴσεται.
Εὔχου πολλοὺς διὰ τῆς Βιθυνίας ὁδοιπορεῖν· οὕτω γὰρ ἕξεις πολλοὺς τοὺς ἐπαινεσομένους· οὐδεὶς γὰρ ὅστις δι’ ἐκεί- ἥκων ἥκων οὐ θαῦμα τῆς σῆς ἀρχῆς ἧκε κομίζων.
Ἐλπίδιος δὲ ὁ τὴν τάξιν λιπών, εἰ δὲ βούλει, τὸν χορόν, ᾄδων γὰρ μεθ’ ἡμῶν γε καὶ ἐπ’ ἄλλον ἥκει χορὸν τὰς δίκας ἀντὶ τῶν νέων ᾑρημένος, ἐπειδὰν τῆς περὶ σοῦ μνήμης ἅψηται, πηδᾷ, κέκραγεν, ἀτεχνῶς κορυβαντιᾷ καί μοι δοκεῖ νῦν ἥδιστ’ ἂν τὸν Πήγασον ἐκεῖνον λαβὼν καὶ τῶν ὀρεωκόμων καὶ σταθμῶν ἀπαλλαγεὶς πτηνῷ τάχει παρὰ σὲ κομισθῆναι, τὸν δὲ Πήγασον ἀφεῖναι ἂν ἐκεῖ μοι δοκεῖ καὶ ζητῆσαι μυρίας εἰς βραδυτῆτα προφάσεις· οὕτως αὐτῷ τό γε σὸν ἐν πόθῳ καὶ φίλτρῳ. καὶ ζητῶν ἰδεῖν βούλοιτ’ ἂν ἔχειν, ἀλλ’ οὐκ ἀπελθεῖν.
πάντα δὴ τἄλλα πιστεύων Ἐλπιδίῳ τῷ καλῷ φυλάττου μή σε παρα- κρούσηται τοῖς καθ’ ἡμῶν ἐγκωμίοις. φήσει γὰρ εἶναί με μέγαν, εἰμὶ δ’ ἐκεῖνος ὃν οἶσθα, μικρός, μικρὰ ἐπιστάμενος, οὐδὲν ἑτέρου βελτίων.
Νῦν μοι τοὺς μεγάλους μισθοὺς ἀποδέδωκας οὕτω κα- λὸς κἀγαθὸς ἐν βασιλείοις φανείς. μικρὰ μὲν γὰρ οὐδὲ ἐκεῖνα, χρυσὸς καὶ ἄργυρος, οἷς τοὺς ἄλλους παρῄεις, ἐν οἷς δὲ νῦν ποιεῖς, Ἡράκλεις, ὡς εὔπαιδά με ἀπέφηνας.
πάντας γὰρ εἰς ἔπαινον σύ γε τῶν σαυτοῦ κεκίνηκας καὶ αὐτὸς ἤκουσα λεγόντων, τοῦ μέν, ὅτι σε φιλεῖ διὰ τὴν πρᾳότητα τοῦ δέ, διὰ τὴν ἀγχίνοιαν. ὁ· δέ τις ἐκάλει ῥήτορα, τῷ δὲ ἐδόκει θαῦμα τὸ συνελθεῖν ἔργα γλώττης τε καὶ χειρός.
ὁ δέ τις ἄξια τῆς τῶν τρόπων ἀρετῆς εἰπεῖν ἐθέλων ποῖον, ἔφη, λέγεις Ὁνωράτον; τὸν γέροντα; οὐχ ὅτι σοι τὸ τοῦ Ἐργίνου συμβέβηκεν, ἐν νεότητι πολιά, ἀλλ’ ὅτι ζῇς κατὰ τοὺς γέρον- τὰς πρὶν ἐκ παίδων ἐξελθεῖν, καὶ τὸ μέγιστον, μητρὸς ἀπού- σης, πατρὸς οὐ παρόντος, σαυτῷ παιδαγωγὸν ἐπέστησας τὴν τῶν καλῶν ἐπιθυμίαν.
ἐγὼ τοίνυν παραινεῖν μέν τι ποιεῖν ὡς παραλελειμμένον οὐκ ἔχω, παρακαλῶ δέ σε τοῦτο δὴ τὸ πολλοῖς εἰρημένον, τηρεῖν τὸν παρόντα νόμον, μᾶλλον δὲ ἴν τι προσθεῖναι, τὸ καὶ ἐπιστέλλειν, ὥσπερ τοῖς γονεῦσι, καὶ ἐμοί, ὅπως σοι καὶ τοῦτο ἐργασθῇ καλῶς, οὗ δεήσει θεοῦ διδόντος, ὅταν ἐκ τῆς ἔνδον διακονίας ἐπιτήδειος εἶναι δοκῇς ἄρχειν ἐθνῶν.
Κατὰ μὲν τοὺς λόγους ἡμῖν ἔοικεν ὁ χρηστὸς Ἐλπίδιος, βίου δὲ ἰδεῖν ὁδὸν κατὰ πολὺ βελτίων. ἦν μὲν γὰρ αὐτῷ θρόνος καὶ τρίβων καὶ τἄλλα δὴ πάντα ἐν οἷς ἡμεῖς ἔτι, τοὺς δ’ ἐν τῷ παιδεύειν διατρίβοντας ὁρῶν εἰδώλων ἀσθενεστέρους, Σωκράτη δὲ ἐξαιρῶ τοῦ λόγου, σὺ μὲν γὰρ ἰσχύεις, ἀλλὰ τά γε τῶν ἄλλων σκιά. ταῦτ’ οὖν ἰδὼν ἀφεὶς τὰ τῶν τεττίγων γίνεται τῶν ὁπλιτῶν.
καὶ πολλοὺς ἤδη καὶ ἔτρωσεν ἀδι- κοῦντας καὶ ἔσωσεν ἀδικουμένους. βλέπων δὲ πρὸς τὸ καλὸν μᾶλλον ἢ πρὸς ἀργυρίου πλῆθος ὑπό γε τῶν δυνατῶν πιστεύεται. τὰ παρόντα δὲ σὲ πειθέτω καὶ σχῆμα λαμπρὸν ἐν ἐλπίσι.
κάλλιστον δὲ αὐτοῦ τὸ τοὺς μὲν ναυτιῶντας νέους φεύγειν, τὸ κτῆμα δὲ φυλάττειν τῶν λόγων. ἔξεστι δέ σοι πεῖραν λαβεῖν καὶ ἀκούοντι καὶ λέγοντι· σεῖσαί τε γὰρ δεινὸς ἀκροώμενον καὶ ταὐτὸ παθεῖν ὑπὸ κάλλους λόγων.
παν- ταχῆ δὲ ὢν ἀγαθὸς ἒν ἀδικεῖ, παρὰ σοὶ δ’ ἂν συγγνώμης τύχοι· πολλῷ τῷ φίλτρῳ κέχρηται πρὸς ἐμέ, καὶ τοῦτ’ αὐτὸν εἰς ἐπαίνων ὑπερβολὰς ἐκφέρει.
Ὁρμηθεῖσιν ὡς σὲ τοῖς ἑταίροις συνήσθην. καὶ γὰρ εἰ μήπω καιρὸς ἥκει τοῦ λέγειν, ἀλλ’ ἀκούειν γε δύναιντ’ ἄν. καλῶ δὲ καιρὸν οὐ τὴν δόξαν τοῦ δύνασθαι βοηθεῖν, ἐπεὶ καὶ νῦν τισι δοκοῦσιν, ἀλλὰ τὴν λώφησιν τοῦ τῶν πραγμά- των ὄχλου, δι’ ὃν οὐδ’ ἐπικουρῆσαι τῶν ῥητόρων τοῖς πένη- σιν ἔστι σοι.
λέξουσι μὲν οὖν εἰς τότε, κωλύει δὲ οὐδὲν καἰ σιγῶντας ἀπολαύειν εὐνοίας, ὡς οὐ μικρόν γε τοῖς οὗπερ οἵδε τεταγμένοις ἥμερον εἰς αὐτοὺς βλέψαι τὸν ἄρχοντα. εἰσὶ δὲ ἄξιοι τοῦ τοιοῦδε οὗτοι βλέμματος Λεόντιός τε καὶ Μαπ- κιανὸς καὶ λόγων εἵνεκα καὶ τρόπων.
Οὐ δεήσομαί σου Μάγνον εὖ ποιεῖν, τοῦτο μὲν γὰρ ἐψήφισται πάλαι καὶ σοὶ καὶ πᾶσι τοῖς σοῖς, ἀλλὰ μὴ χαλε- πῶς ἔχειν, ὅτι ὑμῖν βραδέως ἥκει. τά τε γὰρ ἄλλα δυσκόλου πεπείραται τῆς Τύχης καὶ νῦν αὐτῷ τὸ κέρδος ἀνέβαλε δι ἀρρωστίας τινός.
ἀλλὰ σύ γε αὐτῷ διαλλάξεις τὴν θεόν, καἰ τις ὄψεται χρυσίον ἐν ταῖς Μάγνου χερσὶν ἀπὸ λόγων προσιόν, ὃ τοῖς εὖ φρονοῦσι τοῦ πλουτῆσαι δι’ ὀνείρατος ἥδιον.
Οὐδὲ νῦν ὑμᾶς ἄλλο τι νομίζω δρᾶν ἢ παιδεύεσθαι, παιδεύεσθαι δέ, ὅπερ μέγιστον ἐν ἀνθρώποις, ἄρχειν εἰδέναι. παιδεύει δὲ παῖδας πατήρ, ὅπερ ἥδιστον, οὐ λόγους περὶ τοῦ πράγματος λέγων, ἀλλ’ ἐν οἷς ἐργάζεται διδάσκων ἄρχειν.
ἐκεῖνά τε οὖν μανθάνετε καὶ ἡμῶν μέμνησθε καὶ Μάγνῳ πληροῦτε τι ἐλπίδας.
Ἓν αἰτοῦντι δύο πέπομφας. τί τοῦτο; πότερον ὑπὸ τοῦ παιδὸς ἐξηπατήθης, ὅτι δεοίμην δυοῖν, ἢ διδάξαι τὸν υἱὸν ἐθέλων ὧν αἰτηθείη διδόναι πλείω δύο ἔπεμψας ἀνθ’ ἑνός; ἀλλ’ εἴτε ἐκεῖνος ἠπάτησε, φιλολόγου τὸ πάθος, εἴτε σὸν ἡ προσθήκη, πατρὸς ἡ νουθεσία.
τὸν δὲ ἄργυρον ὃν τοῖς ἄκροις περιήλασας ἐμεμψάμην. οὔτε γὰρ ἐπ’ ἀγορᾶς χρησαί- μην ἂν τοῖς ὧδε κεκαλλωπισμένοις ἀποκοσμῆσαί τε τὰ παρὰ σοῦ δῶρα δίκαιον οὐκ ἐδόκει. μένει τοίνυν εἴσω θυρῶν.
παρακλήσεις δὲ πρὸς ἡμᾶς ὑπὲρ Εὐσεβίου ποιούμενος καὶ παρ’ ἡμῶν ἴσως αὐτὸς ἀξιώσεις ὑπὲρ αὐτοῦ δέχεσθαι. εἰ δ ἐκεῖνο λόγον οὐ ἂν ἔχοι, μηδὲ τοῦτο νόμιζε.
Σέβων Κρητῶν μὲν εὐγενέστατος, Ἑλλήνων δὲ γνωρι- μώτατος, ἡμῖν δὲ ἀνδρῶν φίλτατος. τοῦτον ἀποδράντες οἰκέ- ται καὶ καταφυγὴν ἀρκοῦσαν νομίσαντες Ὀνήσιμον, ἄνθρω- πον πονηρόν, Σύρον ἔμπορον, οὐ λανθάνουσιν.
Εὔοδος γὰρ εἰδὼς τό τε ἀδίκημα καὶ τοῖς οἰκέταις περιτυχὼν ἥσθη τε καὶ ἀνεβόησε καὶ λαβόμενος εἷλκεν ὡς Ἑκηβόλιον, Ἀσχό- λιος τούτῳ πατήρ, νομίζων οὕτως ἂν ἡμῖν καλῶς πεμφθῆναι τοὺς δραπέτας.
ἔοικε δὲ οὐ καλῶς ὅ γε Εὔοδος βεβουλεῦ- σθαι. χρόνος τε γὰρ ἐκεῖθεν πολὺς καὶ τὸ θήραμα οὐδαμοῦ πολλαί τε ὑποψίαι κατὰ τοῦ πράγματος.
ἀλλ’ εἴ τι καὶ δεύτερον κεκακούργηται, σὺ τοῦτο ποιήσεις μάταιον οὐκ ἐῶν ἀντὶ τοῦ δεσπότου τοὺς βουλομένους εἶναι τῶν ἀνδραπόδων κυρίους. ἡμῶν τε γὰρ οὐκ ἂν ἀμελήσαις τοῖς τε νόμοις ἐθε- λήσεις ἀποδοῦναι τὴν ἰσχύν.
Οὔθ᾿ Μανὸν ἐγὼ δυναίμην ἂν περιιδεῖν λυπούμε- νον οὔθ’ Ἡλιόδωρον ἐκεῖνος ἀπολλύμενον. ἐμέ τε γὰρ ἀνάγκη βοηθεῖν τῷ κοινωνῷ τῶν πόνων ἐκεῖνόν τε τῷ τροφεῖ. τρο- φέων δὲ ὅστις ἀμελεῖ, κἂν περὶ γονέας γένοιτο κακός.
δύο τοίνυν αἰτοῦμεν, λῦσαί τε τὴν ζημίαν ἣν ἐπιβέβληκας ὡς ἀπειθοῦντι, πεποίηκε γὰρ ὕβρει μὲν οὐδέν, πενίᾳ δὲ ἴσως, καὶ τὴν φορὰν αὐτῷ μὴ πλείω ποιῆσαι τῆς ἀρχαίας, ὑφ’ ἧς καὶ αὐτῆς πεπίεσται. ὁ δὲ μόλις ἃ νῦν φέρει φέρων ὑπὸ μικρᾶς ἂν βαπτισθείη προσθήκης.
Μηδὲν ἔστω τῶν σῶν ἀτελές. μὴ τοίνυν μηδ’ Ὑπερέχιος ἥμισυ στρατιώτου μήτε ἴστω μήτε καλείσθω. τοιαῦτα γὰρ ἐπισκώπτοντες ὀνομάζουσιν αὐτὸν οἱ μέχρι τίνος προὔβη τὸ πρᾶγμα εἰδότες.
ἴν’ οὖν ἐκείνους τε παύσωμεν τῶν σκωμ- μάτων καὶ τούτῳ τι γένηται τέλειον ἀγαθόν, γράφε πρὸς τὸν ἄρχοντα Γαλατῶν, τὸν χρηστὸν Ἀκάκιον, ἃ σὲ περὶ τούτου γράφειν εἰκός· ὡς τὴν προτέραν ἐπιστολὴν οὐκ ἐτολμήσαμεν Ἐκδικίῳ δεῖξαι δείσαντες μὴ περὶ τὴν ὕφαλον ῥαγῇ τὸ σκάφος.
πολλὰ γὰρ ἐκεῖνος τοιαῦτα ποιῶν ηὐφραίνετο καὶ δὴ καὶ τούτῳ δῆλος ἦν ποιήσων ἕλκος. ἀλλ’ οὐχ ὁ νῦν ἄγων τὸ ἔθνος ἀλλὰ καὶ τοῦ δικαίου λόγον καὶ τοῦ σοὶ χαρίζεσθαι ποιούμενος οὐδὲν διαστρέψας τῆς ἀληθείας δώσει τὰς ἀφορ- μὰς τῷ τέλει.
Σὺ δὲ ἤσχαλλες παιδευόμενος τότε οἰόμενος περὶ πρᾶγμα ἄχρηστον ἀναλίσκειν τὸν πόνον, ἔμελλες δὲ ἄρα δεηθήσεσθαι τῶν βελῶν ἐκείνων. ἄρχεις γάρ, τῷ δὲ ἄρχοντι δεῖ λόγων, ὥσπερ τοῖς πλέουσιν οἰάκων.
ἀλλ’ ὅπως ἡγήσῃ μὴ τὸ τὰς πόλεις ἔχειν, ἀλλὰ τὸ ὡς ἄριστα ἔχειν μέγα· τὸ μὲν γὰρ πολ- λοῖς ὑπῆρξε, τὸ δὲ παρ’ ὀλίγοις ἐσώθη. σὲ δὲ ἄξιον τῶν ὀλίγων τούτων φανῆναι γεγονότα ἐξ ὧν ἔσμεν καὶ τραφέντα παρ’ ἡμῖν φύσει τε ἐγρηγορότα καὶ δυνάμενον διιδεῖν, τί χεῖρον, τί βέλτιον.
οἴου δὲ κεφάλαιον εἶναι τῆς περὶ ταῦτα ἀρετῆς, ἢν τοῖς γενναίοις ᾐ τι πλέον παρὰ τοὺς μὴ τοιούτους. Σευήρῳ δὲ τῷ Λυκίῳ δοκεῖ μοι μηδένα ἂν μηδεμία πόλις προσόμοιον δεῖξαι πολίτην, ὃς μεθ’ ἡμῶν μὲν ἐθήρευσε τὰ ῥητορικῆς, μετὰ Μαξίμου δὲ τὰ φιλοσοφίας. καὶ ψῆφον ἔθετο ἐκεῖνος περὶ αὐτοῦ πάντων εἶναι Σευῆρον ὧν ἔγνω πιστότα- τον.
πεῖραν δὲ καὶ αὐτὸς λαμβάνων ἀκολουθήσεις τῷ Πυ- θίῳ καὶ συνησθήσῃ τῇ Λυκίᾳ τῆς φορᾶς, ὅταν σε κολακεύῃ μὲν ἥκιστα, θαυμάζῃ δὲ ἐν οἷς ἄξιον, εἰσηγῆται δὲ τὰ χρηστά, διελέγχῃ δὲ ἀπάτην. ταῦτα γὰρ δὴ καὶ τὸν καλὸν Σέλευκον εἰς τὸ φιλεῖν τε αὐτὸν καὶ θαυμάζειν ἤγαγεν.
αὐτὸς μὲν πονηροῖς ἀνθρώποις καὶ ἁρπάζειν εἰδόσι περιπεσὼν ἀναμένει δικαστηρίου γνῶσιν, σὲ δὲ ἄξιον ἀντ’ αὐτοῦ τοῖς αὐτοῦ γε- νέσθαι καὶ τὴν ἀπουσίαν ἄδηλον τῇ περὶ πάντα προνοίᾳ καταστῆσαι. καὶ γὰρ ἂν εἴη δεινόν, εἰ μὴ τοῖς ἐμοῖς φίλοις αἱ τῶν ἐμῶν ἑταίρων δυνάμεις ὠφελείας φέροιεν.
τά τε οὖν αὐτοῦ σωτηρίας τυγχανέτω καὶ τὰ τῆς ἀδελφῆς Στρατω- νίδος ἀπὸ τῆς αὐτῆς ἀνάγκης δεῦρο ἡκούσης ὥσπερ ἐκεῖνος. ἔστι δὲ ἡμῖν ἀξία τιμῆς, ὅτι τὸν ἀδελφὸν ὄντα τοιοῦτον ἐπαι- νέτην ἔχει.
Ὅτου σε εἵνεκα ἐκίνουν, ὅπως ἐκ τοῦ γράφειν ἐπιστολὰς εἰς τὸ καὶ καλῶς ἐπιστέλλειν ἀφίκοιο, τοῦθ’ ὁρῶ μοι χωροῦν. ἤδη τε γὰρ εἶ καλὸς καὶ ἴσῃ κάλλιστος τοῦ γε εἰκότος νικῶ τος. ἐξέστω γάρ μοι κατὰ τοὺς γεωργοὺς προειπεῖν, οἶ προ- βήσεται τὸ φυτόν. ὄντων δὲ ἀξίων θαυμάσαι τῶν ὀνομάτων ἡ κατὰ τὸ ἦθος ἀρετὴ παρῄει τὴν ἐν ἐκείνοις χάριν ὥσπερ τινὰ χρυσὸν χρυσὸς ἀμείνων.
ἐγὼ δὲ χαίρω μὲν ὑπὸ σοῦ τιμώμενος, βουλοίμην δ’ ἄν σε τῶν σαυτοῦ τὸ μέγιστον μήτ’ ἀγνοεῖν μήτε εἰδότα δεύτερον ἄγειν ἑτέρου. μέγιστον δὲ τῶν σῶν ὁ πατήρ, καὶ μεθ’ ἡμῶν καὶ πρὸ ἡμῶν διεπλάττετό σοι τὴν ψυχήν.
εἰ οὖν κόσμος μαθητῇ παιδευτὴς ἀγαθός, προ- τέρου μεμνήσῃ τοῦ πατρὸς, οὗ καὶ αὐτὸς εἶναι μαθητὴς ὁμο- λογῶν οὐκ αἰσχύνομαι. καὶ σὺ μὲν μειδιάσεις, τοῦτο δὴ τὸ σόν, τὸ πρᾶγμα δὲ οὐκ ἂν ἄλλως ἔχοι, τὸν θρόνον δὲ πείσω- μεν μὴ ἀγανακτεῖν
ταυτὶ μὲν οὕτω δεδόχθω, τῶν δὲ πρὸς ἡμᾶς ἐπιστολῶν ἐξαίρει τὰ δοκοῦντα μὲν θεραπείαν ἔχειν, λυ- μαινόμενα δὲ τῷ κάλλει, ζητούμενα δὲ παρὰ τῶν πολλῶν.
ἀλλ’ ἡμεῖς γε μὴ τῶν πολλῶν ἡμᾶς αὐτοὺς ποιῶμεν, ἀλλὰ πρὸς μὲν ἐκείνους τὸν ἐκείνων, ἐπειδήπερ ἀνάγκη, πρὸς δ’ ἡμᾶς τὸν ἡμέτερον φυλάττωμεν νόμον.
Κάλλιστα ἀνθρώπων Ὑπερέχιος ὄψεται Σελεύκειαν τὸν τῶν ἀνδρῶν ἄριστον ἐπ’ αὐτῆς ἔχων ὁρᾶν, ἡμεῖς δὲ ἄρα δοῦ- λοὶ γεγόναμεν ὑπὸ τῆς τέχνης ἢ πάντως ἂν τὴν αὐτὴν ἐθἐο- μεν οὐ λιμένος ἡμᾶς ἕλκοντος οὐδ’ οἷς φασιν ηὐξῆσθαι τὴν πόλιν, ἀλλὰ σοῦ καὶ τῶν σῶν τρόπων ἀναπειθόντων τρέχειν. λείπεται γάρ, ἐπειδὴ σὺ φεύγεις, ἡμᾶς διώκειν.
καίτοι πῶς οὐ δεινὸν ἐκ μὲν Ἰταλίας ἐλθεῖν τῷ περὶ ἡμᾶς ἔρωτι, ζητεῖν δὲ οἷς ἀνθ’ ἡμῶν συνέσῃ καὶ πλέον νέμειν ἀγροῖς ἤ τισιν ἑτέροις τόποις τῆς ὑπὸ σοῦ πόλεως κεκοσμημένης;
ἀλλ’ δ μὲν Ἀπόλλων πάλιν εἰς Δελφοὺς ἀφίξεται, Μαξίμῳ δὲ χαρι- σάμενος τὴν ἐκ τῶν γραμμάτων βοήθειαν τῷ κείνου παιδὶ χάρισαι τὸ ταχέως δοῦναι τὰ γράμματα. πλέον γὰρ οὗτος ἐπι- θυμεῖ πόνων ἢ τοῦ μὴ πονεῖν ἕτεροι. θαυμάσας οὖν αὐτοῦ τὸ πεπεῖσθαι τῷ πατρὶ σύστειλον εἰς μικρὸν αὐτῷ τὴν ἀπό· στάσιν.
Σαυτὸν ἀνάμνησον τῶν ὑποσχέσεων, ἃς ἐποιοῦ πρὸς ἡμᾶς περὶ τῶν Ἑλπιδίου πραγμάτων, μᾶλλον δέ, καὶ μεμνη- μένος διατελεῖς κοὶ βραδέως ἥκοντα μέμφῃ καὶ δεξάμενος βε- βλαμμένον ἐν τοῖς εὖ πράττουσι στήσεις εἰδὼς ὅτι περὶ ἔνα μὲν ἔσῃ πρόθυμος, εὐεργέτης δὲ γεγράψῃ τοῦ τῶν Ἑλλήνων γένους· ὡς, ὅ τι ἂν οὗτος εὖ πάθῃ, πάντες οἷς τι μέτεστι λόγων· ὠφέληνται.
καὶ μὴν σὺ μὲν ἐπαινεῖσθαι βούλοιο ἄν, τούτῳ δὲ ἐπαινεῖν δύναμις. ἔσται δὴ τῷ μὲν ἔργα παρὰ σοῦ, σοὶ δὲ παρὰ τοῦδε λόγοι, ἐμοὶ δὲ ἐξ ἀμφοῖν ἡδονὴ λαμ- βανόντων ὑμῶν ἃ προσήκει παρ’ ἀλλήλων.
Οὐδὲν ἄτοπον παρὰ φίλου χάριν αἰτῆσαι χαριζόμενον φίλῳ. φίλος δὲ σοὶ μὲν ἐγώ, Σωφρόνιος δὲ ἐμοί.
δέομαι δή σου μὴ ποιῆσαι Σωφρονίῳ τὴν τῶν ἵππων κτῆσιν ζημίαν. ἀρκεῖ ταῦτα παρ’ ἐμοῦ πρὸς Εὐμόλπιον· εἰ δ’ ἄλλος ἦν, μα- κρὰν ἀποτείνειν ἔδει.
Ἐπειδὴ πλειόνων ἔδει γραμμάτων, ἥκει σοι πλείω· μι- κρῶν δὲ εἰ δεήσειεν, ἀφίξεταί σοι μικρά. μέτρον γὰρ ποιοῦμαι 9 Vi γ΄, γ΄ Va δ΄, γ΄. Vo δ΄, 7΄. Α[ι΄] 16 VI γ΄, δ΄. Va δ΄,δ΄, Vo δ΄, δ΄ S β΄, νζ΄ Vi ρκγ΄ R ι. Βenzel. ep. VIII τὴν χρε΄αν, ἀλλ’ οὐ τὴν σὴν ἐπιθυμίαν. οὐ γὰρ δὴ καὶ τοῦθ’ ὑμῖν ἐξέσται τοῖς ὅτι πάνθ’ ὑμῖν ἔξεστιν ἡδέως ἀκούουσι.
σὺ μὲν οὖν ἠνύσθαι φης τὸ μῆκος τῆς ἐμῆς ἐπιστολῆς, ἐμοὶ δὲ ἤνυσται τὸ μῆκος τῆς σῆς ἀπολογίας. καὶ γὰρ ἔτυχον πρὸς τὸν θεῖον προειπὼν ὅτι σε ταχέως τοῦ κατηγορεῖν παύ- σας ἐν ἀπολογίαις δείξω.
πάνυ οὖν ἥσθην ὁρῶν σε μαχό- μενον ὑπέρ τε τῆς πράσεως καὶ τῆς τῶν ῥητόρων φυγῆς, οὐχ ὅτι γενναίως, ἀλλ’ ὅτι πάνυ φαύλως ἐμάχου. φὴς γὰρ τῷ μὲν οὐδὲν γενέσθαι βλάβος τὴν σὴν πρᾶσιν, τοὺς δ’ οὐκ ἐθέ- λειν ἀπὸ τοῦ πονεῖν κερδαίνειν, οἱ κἂν εἰς πῦρ ἐμβαῖεν ἐπὶ τῷ τι κερδᾶναι.
τοῦ παρόντος δέ μοι σχήματος καὶ τὸ σὸν ἡγοῦμαι φαυλότερον. οὔκουν ἀνθελοίμην ἄν· τὸ μὲν γάρ ἐστιν ἐν ταραχῇ ζῆν, τὸ δὲ ἐμὸν ἐν λόγοις. κἄν τι καλὸν ἐργάσῃ, τῆς ἐμῆς δεῖται φωνῆς, εἰ μέλλει τις αὐτὸ καὶ τῶν ὕστερον εἴσεσθαι.
τὰ δ’ ἐν Ἰλλυριοῖς αὐτὸς μὲν πεποιηκώς, αὐτὸς δὲ ἐγκωμιάζων Ἀστυδάμας γέγονας. ἀλλ’, ὦ βέλτιστε Ἀχιλλεῦ, τὸν Ἕκτορα ἀποκτείνας ἄφες Ὁμήρῳ περὶ τοῦ φόνου τι διελ- θεῖν.
Ἔτι με τοῖς γράμμασιν ἡδόμενον, ἃ ἐμήνυε λῃστοῦ τινος σύλληψιν κομψὴν ἔχοντος διάδυσιν καὶ ὄχλον ἥκοντα ἐπὶ τὴν κρίσιν καἰ σὴν εὔροιαν καὶ τῶν περιεστηκότων κρότον, τούτοις με εὐφραινόμενον εἰς ἀθυμίαν ἥκων ἐνέ ἄλεν Ἀσκλη- πιάδης ὁ ἰατρός ἔφησε γάρ σε ποιῆσαι ταῦτα ἃ μεμηνότος ἦν, καὶ εἰπὼν ἔπεισεν οὓς ἔπεισε, καὶ πολὺς ἦν ὁ χειμών.
ἐγὼ δὲ αἰσθόμενος τὸν μὲν ἄρχοντα κατεῖχον συκοφάντην καλῶν τὸν ἰατρὸν καὶ δεόμενος βάσανον ἀποδοῦναι τῷ πράγ- ματι, τὸν δ’ Ἀσκληπιάδην ἔπ τθον μὴ καλὸν εἶναι μηδὲ τα- ραχὰς ἐμποιεῖν καὶ εἶχον ταὐτά μοι καὶ βουλομένους καὶ λέ- γοντας Εὐάγριόν τε καὶ ᾧ πλεῖστον μέτεστι φρενῶν, Ἀμπέλιον λέγω τὸν καλόν.
οὑτωσὶ δή σοι τὰ τοῦ ἄρχοντος κεῖται· οὔτ᾿ ἐχθρὸς ἁνὴρ οὔθ’ οἷος ἔμπροσθεν φίλος. τὸ μὲν γὰρ ἡμεῖς ἐκωλύσαμεν, τὸ δὲ ἐκίνησεν ὁ ψευσάμενος.
σὺ δ’ ὅλως κράτει τῆς γλώττης καὶ ἐπέστω τῷ στόματι χαλινός. βἐλ- τιον γὰρ σωφρονοῦντα ζῆν ἀδεῶς ἢ θρασυνόμενον τρέμειν. ἀλλὰ καὶ τοῖς φίλοις τὰς μετὰ τοῦ δικαίου χάριτας δίδου καὶ μήτοι νόμιζε καλὸν ἐοικέναι τῷ Κύκλωπι <καὶ> α βοᾶν εἰκῆ λακτίζειν καὶ καταφρονεῖν τῶν θεῶν.
ταῦτα ἐπιστέλλω σοι λύσας ἐμαυτοῦ δόγμα. τὸ δὲ ἦν καταλῦσαι τὸ πρὸς σὲ γρά- φειν, ὃς τοὺς ἑταίρους μοι καὶ φιλτάτους, Εὔνομόν τε καὶ Εὐδαίμονα, τοὺς ἐξ Ἑλούσης, οὐδὲ οἶσθα. καίτοι πολλά σοι περὶ τοῖν ἀνδροῖν διελέχθην ἀξιῶν αὐτοὺς τυχεῖν τινος ἀγα- θοῦ. ῥήτορες δὲ ἄμφω καὶ ποιοῦνται τὸν βίον ἀπὸ τοῦ συνη- γορεῖν. ἀλλὰ σὺ καὶ τοῦτο ὤκνησας καλέσας εἰπεῖν, ὡς ἄρα περὶ αὐτῶν ἐδέξω παρ’ ἐμοῦ λόγον.
ὃ δή σοι παρῶπται, γενέσθω νῦν, ὥστ᾿ ἐμοὶ παρ’ ἐκείνων ἐλθεῖν ἐπιστολὴν οὐ κατὰ τὴν νῦν· ὡς ἣ γε νῦν ὀδυρομένων. εἰ δὲ σὺ ταῦτα οὐ δώσεις, διδάξεις καὶ ἡμᾶς ὧν ἡμεῖς κύριοι μηκέτι δοῦναι.
Καὶ πρὸ τῆς σῆς ἐπιστολῆς ἠπιστάμην οἱ κακῶν τε ἀφῖξο καὶ ὅτι τῶν κακῶν ἀπηλλάγης. ἀνὴρ γάρ τις ἐκεῖθεν ἥκων οὐ πάνυ μοι γνώριμος εἰπών σε νοσῆσαι σφόδρα καὶ μνησθῆναί γε διαθηκῶν, ὡς εἶδεν ἐμαυτοῦ με ἐκπεσόντα καὶ ἀπολωλότα, ἀλλ’ οὐκ ἐδέησε μέντοι τῶν διαθηκῶν, ἔγη, λέλυται γὰρ τὸ δεινόν.
οὕτως αὖθις ἐν ἐμαυτῷ τε ἐγενόμην καὶ πρὸς τοὺς φίλους διηγούμην, ἃ παθὼν δια- φύγοις, συνάπτων τοῖς ταράττουσι τὰ βελτίω. λαβὼν δέ σου τὰ γράμματα καὶ τοῦ νοσήματος τὴν φύσιν ἀκριβῶς ἐν τῇ τάξει καθορῶν, παρεῖχε δέ σοι τοῦτο ποιεῖν μετὰ τοῦ Πλά- τωνος Ἱπποκράτης, σὺ γὰρ ἀμφοῖν μαθητής, συνήλγουν μὲν ἐπὶ τοῖς πόνοις, συνηχθόμην δὲ τῇ πόλει πολλοὺς τρεφούσῃ τοὺς Ἀκεσίας.
συγγνώμην δὲ εἶχον, εἰ σοῦ κάμνοντος οἶνος ἐκράτει. καὶ γὰρ αὐτός εἰμι τῶν οἴνῳ δουλευόντων ἐν τῷ νοσεῖν. ὡς δ’ ἤκουσα κρουνοὺς ἱδρῶτος, ἀνέπνευσα. καὶ χάριν ἔχω τῷ μὲν Ἀσκληπιῷ τοῦ στῆσαι τὴν ἀσθένειαν, σοὶ δὲ τοῦ μηνῦσαι. κοινὴ γὰρ δὴ τῶν Ἑλλήνων ἑορτὴ τὸν τῶν Ελλήνων ἄκρον ἐρρῶσθαι. ὃ γὰρ ἐμὲ σὺ καλεῖς, αὐτὸς ὢν τυγχάνεις.
λόγοις δὲ ἐμοῖς ὁμιλῶν εὐδαίμονά με ποιεῖς, εἰ δὴ τοσοῦτον ἐγώ. καὶ οὐκ ἐρῶ γε τὸ τῶν πολλῶν, ὅτι τὸν πατέρα τῶν λόγων φιλῶν, ἀλλ’ οὐ τοὺς ἐκγόνους ἐπαινῶν ὁμιλεῖς τοῖς λόγοις. σὺ γὰρ οὔτ’ ἂν φίλον μὲν δεξιόν, ῥήτορα δὲ μὴ δεξιὸν ῥήτορα προσείποις δεξιὸν οὔτ’ ἇι μὴ φίλον μέν, ῥήτορα δὲ ἀγαθὸν φαῦλον ἡγήσαιο ῥήτορα.
πάντα γὰρ δὴ περικόπτων αὐτῶν γίγνῃ τῶν λόγων καἰ οὐχ ὧν εἰσιν, ἀλλ’ οἷοί τινές εἰσιν ἀξιοῖς ὁρᾶν, ὥστ’ ἤδη μεγάλα φρονῶ τῇ σῇ ψήφῳ πειθόμενος, ὡς ἄρα τις εἴην καὶ αὐτός.
Τιτια- νὸς δὲ τῷ θέρει μέν, ὅσα εἰκὸς τῷ θέρει, χρήσθω, τοῦ χει- μῶνος δὲ παρ’ ἡμῖν ἴστω. καὶ προσαπτέσθω μὲν τῶν ἐμῶν, ἐπειδὴ τῷ πατρὶ δοκεῖ, τῶν δὲ τοῦ πατρὸς ἰχνῶν ἐχέσθω πλέον καὶ πρὸ τοῦ Νέστορος Πεισίστρατος θαυμαζέτω μηδένα.
ητόριος οὗτος ἡμῖν ὡμίλησεν, ἐγὼ δὲ ἐφοίτων ὡς τὸν τοῦδε πατέρα, καὶ γέγονεν ἐμοὶ μὲν δι’ ἐκείνου γνῶναι τοὺς ποιητάς, τούτῳ δὲ δι’ ἐμοῦ τοὺς ῥήτορας. ἐπίσταται δέ, τίς μὲν ἐγὼ περὶ σέ, τίς δὲ σὺ πρὸς ἐμέ καὶ γὰρ τῶν ἐν Βιθυνίᾳ κεκοινώνηκέ μοι διατριβῶν καὶ ὅλως ποιεῖται λόγον τοῦ μη- δὲν τῶν ἐμῶν ἀγνοεῖν.
οὗτος ἐπ’ Αἰγύπτου πάρεισι γῆν οὐ πολλήν τινα πατρῴαν παραληψόμενος, ἐκεῖθεν γὰρ ὁ πα- τὴρ αὐτῷ, μᾶλλον δέ πως εἰς τὴν ὁδὸν παρεκλήθη τῷ τὴν Παλαιστίνην ὑπὸ σοῦ διοικεῖσθαι.
ὃν δὲ καὶ ἄλλως ἀκού- σας ἡμέτερον εἶναι μαθητὴν ἡδέως ἂν εἶδες, ποῦ τάξεις ὑφ’ ἡμετέρων σοι προσαγόμενον γραμμάτων;
Συνηχθέσθην μέν σοι τὴν γυναῖκα ἀποβαλόντι, συνή- σθην δὲ τὴν συμφορὰν γενναίως ἐνεγκόντι· τὸ μὲν γὰρ ἐπή- ρειαν Τύχης, τὸ δὲ δείκνυσιν ἀρετήν. ἕξεις δὲ καὶ τουτονὶ Ῥητόριον οὐ φαύλην παραψυχὴν διὰ πολλῶν μὲν ῥητόρων, οὐκ ἐλαττόνων δὲ ποιητῶν ἀφιγμένον καὶ ὄντα ἀγαθὸν καὶ τοῦτο κἀκεῖνο.
σὲ μὲν οὖν αὐτῷ φίλον ποιεῖ τά τε ἐμὰ γράμματα καὶ τὸ τοῖς σοῖς οἰκείοις συμπεφοιτηκέναι τὸν ἄν- δρᾶ, τούτῳ δὲ εὔνουν ἐμὲ δύο τὰ μέγιστα ποιεῖ. μαθητὴς γὰρ ὢν ἐμὸς διδασκάλου μοι παῖς ἐστι, πάντως δὲ τὸν Δίδυμον οὐκ ἀγνοεῖς, εἰ μὴ καὶ τὴν Μεγάλην ἀγνοεῖς πόλιν, ἐν ᾗ τῆς αὑτοῦ παιδείας ἐκεῖνος μετεδίδου νύκτα καὶ ἡμέραν ῥέων
ἀλλ’ ὅπως οὗτος ἐγκρατὴς γένοιτο τῶν κτημάτων, ἐφ ἅπερ ἥκει. μικρὰ μὲν γὰρ ταῦτα, πένητι δὲ παραμυθία, Ῥη- τόριος δὲ τῶν οὐκ εὐπόρων. ἔστι δέ σοι δύναμις ἐν Αἰγύπτῳ, δι’ ἧς οἱ μὲν ἄλλοι χρήματα εἰργάσαντο, σὺ δὲ δόξαν ἀγα- θὴν τῇ πρὸς τὸ δίκαιον συμμαχίᾳ.
Πείθων με γράψαι σοι Διονύσιος ἐκεῖνο πρότερον ἔπει- θεν, ὅτι μου μετ’ εὐφημίας μνημονεύεις. καὶ ἔπειθέ γε ῥᾳ- δίως. ἐγώ τε γὰρ τὸν Προκόπιον ἐν μουσείοις εὐχόμην ἀγα- θὸν γενέσθαι σέ τε εἰκὸς τὸν οὕτως ἐσχηκότα πρὸς ἐκεῖνον ἐν τοῖς ἐπιτηδείοις ἀριθμεῖν.
ἦν οὖν ἀκόλουθον τῷ γράψαι θαρρῆσαι τὸ μηδ’ ἐπαγγεῖλαι χάριν ὀκνῆσαι καὶ ταῦτα τῆς χάριτος πάλαι παρ’ ὑμῶν δοθείσης πρὶν αἰτῆσαί τινα. ἕνα δὲ ὁ λόγος μὴ εἰς αἴνιγμα πέσῃ, σαφέστερον ἐρῶ.
Προκόπιος εὖ ποιῶν ἠλέησε Διονύσιον ὁρῶν αὐτὸν ἐν πενίᾳ μετὰ τὸν τοῦ πατρὸς φόνον, ὅπως δὲ μὴ σπάνει τροφῆς στεροῖτο λό- γων, τάττει φέρειν αὐτῷ τοὺς ἐπιτρόπους τῶν χωρίων ἐκ μὲν Κιλικίας τὰ καὶ τά, ἐκ δὲ τῶν περὶ τὸν Εὐφράτην τόπων ἕτερα τοσαῦτα.
τὰ μὲν οὖν ἐκ Κιλικίας, ὡς ἔφη, μέχρι τῶν γραμμάτων ἔμεινε, θάτερα δὲ εἰς ἔργον ἐχώρησε. καὶ ἦν τούτῳ μὲν τρέφεσθαι, Προκοπίῳ δὲ εὐδοκιμεῖν. ἀλλὰ νῦν καὶ τού- των ἀποστερεῖται τοῦ διδόντος ἀεὶ μηκέτι διδόντος φάσκοντος κεκωλύσθαι γράμμασιν, οὐ Προκοπίου, τοῦτο γὰρ οὐκ ἐτόλ- μησε ψεύσασθαι, τῶν δὲ ἐπιτρόπων τινός.
ἀλλὰ σὺ πεῖσον τοὺς ἐπιτρόπους μὴ οὕτω τὸν δεσπότην φιλεῖν ὥστ’ ὀλίγη προσθήκῃ πυρῶν δόξαν αὐτῷ διαφθείρειν μεγάλην. εἰ μὲν γὰρ ἢ πονηρὸς γέγονε περὶ ὑμᾶς Διονύσιος ἢ πλούσιος, ἔχει λόγον στῆναι τὴν φορὰν ἢ τῆς χρείας λελυμένης ἢ τῆς γνώ- μης οὐκ οὔσης εὖ παθεῖν ἀξίας· εἰ δ’ ἐπὶ τῆς αὐτῆς ὢν ἐν- δείας καὶ ἐν τοῖς αὐτοῖς ἐστι τρόποις, ὑμῖν δὲ ἐξ οὐρίων τὰ πράγματα χωρεῖ, καὶ χωροίη γε, μὴ καταλύσητε τὴν ἐπικου- ρίαν.
οὗτος μὲν γὰρ τῶν προτέρων εἰδὼ.ς χάριν τῶν νῦν αἰτιάσεται τὴν Τύχην, ἔσται δέ τις ὁ μεμφόμενος ἴσως, εἰ ἃ καλῶς ἔγνωτε, ταῦτα οὐκ ἐφυλάξατε, καὶ φαῦλα ζητοῦντες ἀποστήσεσθε μειζόνων.
καὶ μὴν εἰ μὲν ὑμῶν ταῦτα, ποῦ καλόν; οὐ γὰρ τῆς γε ὑμετέρας οἰκίας ἡ μεταβολή· εἰ δὲ Προκόπιος μὲν <ὁ> α αὐτός ἐστι, δοῦλος δέ τις κινεῖ μαθέτω μὴ παραβαίνειν δεσπότου νόμους.
Ἄρχω γραμμάτων, οὗ μάλιστα ἐπεθύμεις, καὶ τοῖς ἔργοις, δι’ ὧν ᾔσθου με φίλον, προστίθημι τὸ ἐπιστέλλειν ἴσως οὐκ ἀτιμότερον παρὰ σοὶ τῶν ἔργων ἐκείνων.
καὶ πρῶτον μέν σε βουλοίμην ἂν ἅπερ ἔγνωκας τηρεῖν, ἐγίγνωσκες δὲ ἄρα τὴν Ἀραβίαν εὐδαίμονα ποιεῖν πάνυ φαύλως ἔχουσαν ὑπὸ τῶν οἴκαδε τἀκείνης ἑλκόντων ἀγαθά. ἀλλὰ σὺ πενέστερος ἐπὶ τῆς ἀρχῆς ἔσῃ πρὸ τοῦ χρυσίου τὸ ἐπαινεῖσθαι ποιούμε- νος.
τοῦτο καὶ Βάσσῳ παρέχει τὰς ἀμείνους ἐλπίδας, ὃν δεῖ νῦν τὰ αὑτοῦ κομίσασθαι διὰ σοῦ. Βάσσῳ γὰρ τούτῳ θεῖοι μέν εἰσιν ἐκεῖ πονηροί τινες ἄνθρωποι, θεῖος δὲ ἐν- ταῦθα ῥήτωρ τε καὶ ἀνὴρ ἀγαθός, Μάγνος ὄνομα αὐτῷ, δι’ ὃν δὴ καὶ Βάσσου μοι μέλει· τὸν μὲν γὰρ οὐδεπώποτε εἶδον, ὁ δὲ ἀντὶ πολλῶν ἐστί μοι. καὶ οὐκ ἔστιν ἀμελῆσαί μοι τῶν τοῦδε.
σκόπει τοίνυν, τίνες μὲν οἱ τοῦ πατρὸς ἀδελφοί, τίς σὲ ὁ τῆς μητρὸς οὗτος· οἱ μὲν τὰ Βάσσου διηρπάκασι ὁ δ’ ὅπως Βάσσου γένοιτο τὰ πατρῷα, πάντα ποιεῖ. καὶ πάλαι τοῦτο ζητῶν νῦν ἥκειν ἡγεῖται καιρόν, καὶ καλῶς ἡγεῖται. Μάξιμος γὰρ ὁ γενναῖος καὶ τοῦ δικαίου καὶ ἡμῶν χάριν τοὺς μὲν σείσας. τὸν δὲ ἐλεῶν ἀπὸ τῶν τὰ ἀλλότρια καρπου- μένων ἐπὶ τὸν ἐκ τῶν νόμων κύριον μεταστήσει τὴν οὐσίαν
Πρὸς Δυνάμιον ἤρξατο μὲν Ἀθήνησί μοι φιλία, προσυή- κην δὲ ἔλαβε νῦν, ἐπειδή σε ἥκων ἐπῄνει. γράμματα δὲ ᾔτει παρ’ ἐμοῦ πρὸς σέ, ἔδωκα δ’ ἂν γαῖ μὴ αἰτοῦντι, σοὶ μὲν ὅπως χαρισαίμην, τὸν δ’ ὅπως ἂν ἥδιον ὁρῴης.
ἔστι δὲ καὶ Εὐσεβίῳ βουλομένῳ τὸν ἄνδρα τυχεῖν εὐνοίας, τοῦ δὲ Εὐσεβίου λόγον εὖ ποιῶν ὅσονπερ ἐμοῦ ποιῇ. ἀμφοτέροις οὖν χάριν δὸς καὶ τόν γε Δυνάμιον ἀμειβόμενος τῶν ἐπαίνων ἡμερώτερος φάνηθι τῷ κοσμοῦντι τὴν Πέτραν.
Βοηθὸς ὁ παρ’ ἡμῖν ἔφησεν αὑτοῦ τὸν πατέρα Βοη- θὸν βοηθείας παρὰ σοῦ τυχεῖν. καὶ ᾔδειν γε ὅτι τοῦθ οὕτως ἕξει· τῷ θείῳ γὰρ ἔμελλες δώσειν τὴν χάριν. εἰ δὲ ἐμοί τι τοῦ πράγματος ᾔδεις μέλον, ἀπωλώλει ἂν ὁ νῦν εὐδαίμων Βοηθός· τοσαύτῃ σπουδῇ κέχρησαι μὴ ποιεῖν ἃ βουλοίμην ἂν γενέσθαι.
ἀλλὰ καὶ νῦν ἴσθι μοι κεχαρισμένος ἐν τῷ δοῦναι 5 τῷ θείῳ τὴν χάριν, ὥσθ’ ὥρα σοι τὸν Βοηθὸν ἐκβάλλειν τοῦ σχήματος, ὃ δεδωκὼς τυγχάνεις, ἐπειδὴ τὸ τῷ θείῳ σε κεχαρί- σθαι χάριν ἐμοὶ φέρει.
Ἤση σε ἔχειν ἡγοῦμαι τὸ ὡς ταχέως ἥξεις ἀκούσας καὶ συγχαίρω τῷ τε βασιλεῖ τοῦ σοῦ τάχους σοί τε τῶν πτερῶν, ἃ κέκτησαι τοῦτο μὲν ἐν τοῖς λόγοις, τοῦτο δὲ ἐν ταῖς ὁδοῖς.
ἡδόμενος δὲ μετὰ τῶν ἄλλων, ὅτι σε ὄψομαι τετίμημαι πρὸ τῶν ἄλλων ἐν τοῖς γράμμασι. καὶ καινὸν ἴσως οὐδέν· ἀεὶ γάρ μοί τι παρὰ σοῦ γέρας εὑρίσκεται, καὶ ποιεῖ σὲ μὲν λαμπρὸν ἡ ἀρετή, σὺ δὲ ἐμέ.
Διὰ μὲν τὸ μέγεθος τῆς ἀρχῆς εὐδαιμονίζω σε, διὰ δὲ τὴν ἀρετὴν μεθ’ ἧς ἄρχεις ἐπαινῶ. καί φημι μὲν τοῦτο κέρ- σος εἶναι τῇ ἡμετέρᾳ, παρ’ ἧς ἔχεις τὸ ἐπίστασθαι ἄρχειν, εἴπερ ἀπὸ μὲν τῶν λόγων ἐκεῖνο, παρὰ δὲ ταύτης οἱ λόγοι, τῇ διδαξάσῃ δὲ κόσμος ὁ μαθών, πολὸ δ’ ἂν αὐτῇ καλλίω τὰ τροφεῖα γενέσθαι, εἰ τὴν πρόνοιαν εἰς αὐτὴν καταθεῖο λαχὼν ἄρχειν αὐτῆς.
ἀλλὰ τοῦτο μὲν ἀπαιτήσομεν τὴν Τύχην, καὶ δώσει γε, ἂν τὰ δίκαια ποιῇ· τὸν δ’ Ἱεροκλέα σοι τρέφομεν ἀμείνω μὲν ἥκιστα τοῦ πατρός, ἴσον δὲ ἴσως τῷ πα- τρί. καίτοι σχίζεταί γε ἡ σπουδὴ τῷ νέῳ περί τε τὴν γλῶτταν καὶ τὸ τῆς χειρὸς ἔργον, ἀλλ’ ὅμως ἐστὶν ὀξὺς ἀμφότερα, ὧν τὸ μὲν ἄλλοις ἐγὼ λέγω, τὸ δὲ παρ’ ἄλλων ἀκούω.
Κράτιστον μὲν ἀγαθῆς ἀπολαύειν γυναικός, οὐ χεῖρον δὲ καὶ καλῆς, ἐπειδὴ καὶ rovro παρὰ τοῖς σοφωτέροις ἐν λό- γῳ. τῆς δὲ σῆς τοὺς μὲν τρόπους παρὰ σοῦ μανθάνων ἔχαι- ρον, τὴν δὲ ὥραν ἰδὼν τοῖς τε γονεῦσιν αὐτῆς καὶ σοὶ συνή- σθην, τοῖς μέν, οἕαν ἔφυσαν, σοὶ δέ, οἴαν ἔχεις. Δήλῳ δή ποτε τοῖον καὶἰκέληχρυσῇἈφροδίτῃκαὶοἷςἐκόσμησε γυναῖκας Ὅμηρος πάντα ἂν δέξαιτο
ἀναμιμνησκόμενος οὖν, ὅπως ἤλγεις προπέρυσι τῷ τῆς γυναικὸς ἀφεστάναι, ἐφ’ οἶς σε τότε οὐκ ἐπῄνουν, νῦν ἐπαινεῖν οὐκ ἔχω πρὸς ἀξίαν· οὕτω μέγα ἐπόθεις.
σκόπει οὖν ὅπως ἔσῃ ταχέως πατήρ, ἴν’, ἐπειδή με ἐτίμησας τῷ τὴν γυναῖκα δειΜ, ἔχοιμί σε ἀμείψασθαι τοῖς περὶ τοὺς παῖδας πόνοις.
ἡ πενθερὰ δέ σοι τίμιον ὥσπερ ἡ μήτηρ ἔστω. φρένες τε γὰρ ἀγαθαὶ καὶ σὲ παῖδα μᾶλλον ἢ κηδεστὴν ἡγεῖται. καὶ χωρὶς τῶν ἄλλων τῆς ὁδοῦ τὸ μῆκος ἣν ἔπεισιν ἄξιον αἰδεσθῆναι. καὶ τὸ μέ- γιστον, ἄνδρα γὰρ αὐτῆς δεόμενον καὶ οἶκον ἀφεῖσα σοὶ τὴν θυγατέρα ἄγουσα ἔρχεται τερπομένη τε οἷς ἐπαινῇ καὶ τὸ τοιαῦτα ἀκούειν τοῦ πολλὰ κεκτῆσθαι πρότερον ποιουμένη.
Χάρις γε σοὶ προσθέντι τὸ ὅτι ὑγίανας τῷ ὅτι ἠρρώ- στησας καὶ τοῖς γε μὴ προσαγγείλασιν ἡμῖν, ἡνίκα ἠσθένεις, χάρις· ἄνευ γὰρ τῆς τοῦ κακοῦ λύσεως αὐτὸ τὸ δυσχερὲς οὐκ ἂν ἐβουλόμην εἰδέναι.
ἔχω δὲ οὔτ' ἀπιστεῖν μὴ ταύτην εἶναι τῇ σιγῇ πρόφασιν οὔτ’ αὖ πάνυ πιστεύειν. τὸ μὲν γὰρ ὁ λέγων ποιεῖ· πῶς γὰρ ἔστιν ἀπιστεῖν Ἀρισταινέτῳ; πάλιν δὲ πιστεύειν Ἀρισταινέτου κωλύει γράμματα Στρατηγίῳ μὲν ἐλθόντα, δοθέντα δὲ ἡμῖν ὑπ’ ἐκείνου γελῶντος ἅμα οἷς δή τι καὶ σκῶμμα παρέγραψας, ὡς ἄρα τρίτος ἐγὼ φθονοίην τῷ πρώτῳ.
καί μοι δοκεῖτε σύ τε κἀκεῖνος, δι’ ὃν πρῶτος μὲν οὐκ ἐγένου, μένεις δὲ ἐν δευτέροις, οὐ γάρ με ἔλαθες οὔπω τῶν δευτέρων ἐκβάς, πλείω τοῦ δέοντος παίζειν. δῆλον γὰρ ὡς ὅπερ ἐγὼ πρὸς ἐκεῖνον ἀπέρριψα, σοὶ τοῦτο ἐκεῖνος ἐμή- νυσε.
πρότερον μὲν οὖν ἤκουόν σε μέλλειν ἐκεῖσε τρέχειν καὶ πολὺ τοῦτο ἦν, ὡς μέλλεις, νῦν δ’ ἀκούω σοι τὸ μένειν ἀρέσκειν.
ἐδόκεις οὖν μοι τότε μέν, εἰρήσεται γάρ, ἐκπε- πλευκέναι σαυτοῦ, νῦν δὲ ἐπανήκειν εἰς σαυτόν. οὐ γὰρ ἐν τοσαύταις ἀρχόντων νιφάσι σὲ μόνον ἰδιωτεύειν δεινόν, ἀλλ’ εἰ νῦν ἄρξεις, ἐν ᾧ τοσοῦτοι, τοῦτο οὐκ ἀνεκτόν.
ἐλθεῖν μὲν οὖν σε παρὰ φίλον, εἰ καὶ μὴ μέτριον τοῦτο ἄλλῳ φίλῳ, παρ’ ὃν οὐκ ἦλθες, ἔχει τι σχήματος, γενέσθαι δέ σε δῆλον ἀρχῆς εἵνεκα Νικαίαν ἐκλιπόντα οὐκ ἴσον. ἰδού ποταμῶν ἄνω. συμβουλεύω μὲν ἐγώ, σὺ δὲ ἃ πράττων ἀμείνων ἔση, μανθάνεις.
Μή σοι φαινέσθω καθ’ ἡμῶν ἔγκλημα τὸ πολλὰ παρὰ σοῦ λαβόντας γράμματα μὴ τοσαῦτα ἀντεπιστεῖλαι. σὺ μὲν γὰρ ᾐόεις, οὗ καθημένοις ἐπέστελλες, ἡμῖν δὲ οὐκ ἦν ταὐτὸ πρὸς ἄνδρα ὁδῷ χρώμενον, ὥοθ᾿ ὁ γράφων τηνάλλως ἔγρα- φεν ἄν.
τὸ δὲ ἐλθεῖν Ἀθήναζε καὶ ταύτῃ κουφίσαι τὴν λύπην. εἴτε αὐτὸς ἰδὼν εἴτε ἄλλῳ πεισθεὶς ἐποίησας, ἐπαινῶ· μέγα γὰρ εἰς τὸν λοιπὸν βίον τὸ μὴ τὴν πόλιν ἀγνοεῖν. καίτοι δέδοικα μὴ τῶν ἀετῶν πεῖραν λαβὼν ὑπερίδῃς τῶν κολοιῶν.
ἀλλ’ ὅμως οὔ μοι μέλει τῶν ἐμῶν, εἰ τὰ σὰ γίγνοιτο βελ- τίω. κοινὰ γὰρ τὰ φίλων. φίλοι δὲ κέκληνται μὲν πολλοί, σα- φὴς δὲ σὺ τῷ Ἀθηναίων περὶ ταῦτα νόμῳ πειθόμενος, ὧν νῦν μὲν ἑώρακας τὸ ἄστυ, πάλαι δὲ καλῶς τοὺς τρόπους. ἐκείνους τε γὰρ ὁ Θουκυδίδης φησὶν εὖ ποιοῦντας, οὐ πάσχοντας κτᾶσθαι τοὺς φίλους σοί τε ἐκ τῶν ἴσων ὑπῆρξε τοῦτο τὸ κτῆμα.
εἰ οὖν σοι λόγος <τοῦ> α μὴ τοὺς θεις ἀθυμεῖν, μᾶλλον δέ, ἐπειδή σοι λόγος τοῦ μὴ τοὺς φί- λους ἀνιᾶν, πράξας ἐφ’ οἷσπερ ἀπῆρας ἥκειν ὡς τάχιστα. πάλαι γὰρ ἀπειρήκαμεν ἐρωτῶντες· ποῦ νῦν Ἰάμβλιχος;
Ἀντίοχος οὑτοσὶ τῶν πολλάκις ἡμᾶς σεσωκότων ἐστὶ τῇ τέχνῃ· κατὰ μὲν γὰρ τὴν γλῶτταν ἴσως ἑτέρου δεύτερος, οὗ δὲ ἀναστῆσαι δεῖ, τοῖς πρώτοις ἐνάμιλλος.
τῶν μὲν οὖν χειρῶν αὐτοῦ πᾶσα ἡ πόλις ἀπολαύει δι’ ἴσου, πρὸς δὲ τὸ γένος ἡμῶν πατρόθεν ἐστὶν αὐτῷ φιλία, καὶ γέγονεν οὐκ ὀλί- γοις ἡμῶν ἀντὶ τροφέων, ὃ τούτῳ πολλοὶ τῶν ἡμετέρων προ- γόνων. μάθοις δ’ ἂν καὶ παρὰ τῆς αἰτίας, καθ’ ἣν ἤκει τις ἀνὴρ πρὸς ἡμᾶς.
Θεοδώρα μὲν γάρ, οἰχομένου Θαλασσίου θυγάτριον, ὡς δὴ τούτῳ κουφιοῦσα τὴν λύπην δεηθεῖσα λαμβάνει καὶ ἠγάπησεν ὥσπερ αὐτὴ τεκοῦσα· ἐπεὶ δὲ καλῶς ἔχει τὴν κόρην ἡμῖν ἐπανελθεῖν, Ἀντίοχος μετὰ τῆς γυναικὸς ἐπὶ τὴν κομιδὴν ἔρχεται τά τε ἄλλα φύλαξ ἀγαθὸς καὶ τῷ σώματι βοηθὸς τὴν ἀπὸ τῆς τέχνης πρόσοδον ἐλάττω κρίνας τοῦ χαρίσασθαι τοῖς φίλοις.
λαβέτω δὴ πεῖραν τῆς σῆς φύσεως, ὅπως καὶ οὗτος ἀγγέλλῃ τοῦτο δὴ τὸ περὶ σοῦ παρὰ πολλῶν ᾀδόμενον, ὡς οὐδείς σοι παραπλήσιος.
Νῦν ἔδει τοὺς οἰκείους Γαυδεντίου πρὸς ἡμᾶς ὅσα ὑπὸ σοῦ πεπόνθασιν ἀγαθὰ γράφειν, ἀλλ’ ἐπειδὴ μέλλουσιν εὖ πείσεσθαι, δεῖ γὰρ οὕτω λέγειν, ἡμεῖς ἔτι σε παρακαλοῦμεν ἰδεῖν ἡδέως Ἀλέξανδρον καὶ Πασίωνα, περὶ ὧν πρὸς παρόντα ποιούμενοι λόγους ἑωρῶμεν ὑπισχνούμενον.
εἰκὸς δὲ ἦν σε καὶ μηδὲν ἀκούσαντα τῇδε, γνόντα δὲ ἐκεῖ τίνι προσή- κουσι κατὰ γένος, αἰδοῖ τοῦ ῥήτορος ἀμῦναι τοῖν ἀνδροῖν νῦν δὲ οἶδέ βουλομένῳ μὴ βοηθεῖν ἔστι· κατένευσας γὰρ τῇ κεφαλῇ.
τῶν μὲν οὖν ἄχρι τοῦδε τὰς ἀσχολίας αἰτιῶμαι, τὰ μέλλοντα δὲ ἔστω τῶν προτέρων βελτίω. καὶ γὰρ εἰ μὶν ἀπ’ ἄλλου του πρὸς τὸ ἄρχειν ἐληλύθεις, ἴσως ἂν ἦν λόγος ἀμελοῦντι τῶν λόγων· νῦν δέ, οὗτοι γάρ σε τοσοῦτον ἔθηκαν, φαίνου σπουδάζων περὶ τοὺς κεκτημένους ὑφ’ οὐ γεγένησαι 5 μέγας.
Θαλασσίῳ τούτῳ τὸ μὲν ὄνομα πατρῷον, ὁ τρόπος δὲ τοῦ ’κείνου καλλίων. τίς μὲν γὰρ οὕτως ἐπιεικής, τίς δὲ χρηστός; τίς ἦρξε μᾶλλον φιλίας; τίς ἐτήρησε συστᾶσαν; τίς ἀπέσχετο σκωμμάτων; τίς ἤνεγκε σκώμματα;
λόγων δὲ μετ- έσχε μέν, οὐχ ὅσων ἐβούλετο, διὰ τὴν ὀρφανίαν, τούτῳ δὲ ἀλγῶν αὐτῷ, παρ’ οἷς οἶδεν ὄντας λόγους εὐδαιμονίζει τε καὶ φιλεῖ, ζῶν δὲ ἐν πλούτῳ μεγάλῳ σωφρονεῖ μὲν πλέον τῶν πενομένων, εἰς δὲ τὸ τοῖς πένησιν ἀμύνειν χρῆται τοῖς οὖσι κατὰ τοῦτο μόνον ἐπαινῶν τὸ πλουτεῖν, ὅτι συμπράττει πρὸς ἐπίδειξιν φύσει γενναίᾳ.
ταῦτ’ οὐδὲ τὸν Στρατήγιον λαν- θάνει, θαυμάζων δέ, ὥσπερ ἡμεῖς, ζητεῖ τε ἀπόντα καὶ παρ- όντι χαίρει. καὶ δὴ καὶ πολλάκις ἤρετο· τί δὴ μόνος οὐδὲν ἐπαγγέλλει; δοῦναι μὲν γὰρ ἕτοιμος ὁ νεανίσκος, αἰτῆσαι δὲ βραδύς. εἰ δὲ ὀφθείη που, πανταχόθεν ἐγκώμια παρά τε τῶν εὖ πεπονθότων καὶ τῶν τοὺς εὖ παθόντας ειδότων.
τὴν Τύχην δὲ οὐδεὶς ἐμέμψατο διὰ τὴν πρὸς τοῦτον εὔνοιαν· οὕτως ἐσπούδακεν εἶναι μέτριος ἐν ἀφθόνοις. καὶ ὧν οἶδεν ἀνθρώπων τοὺς μὲν εὐηργέτηκε, τοὺς δὲ οὐκ ἐλύπησεν. ἐμὲ δὲ φιλεῖ μὲν πλέον ἢ ὡς ἄν τις πατέρα, αἰσχύνεται δὲ μᾶλλον ἢ μαθητής, ποιεῖ δὲ τῶν αὑτοῦ κύριον, ὥσπερ αὐτὸν ὁ νόμος.
ταῦτ’ οὔτ’ ἐμὲ σιγᾶν εἶχε καλῶς οὔτε σὲ μὴ μαθεῖν. ἐγὼ μὲν γὰρ ἂν ἠδίκουν, ὑμεῖς δ’ ἂν ἐζημιοῦσθε μὴ συναγόμενοι παρ’ ἐμοῦ δικαιότατα ἂν ἀλλήλους εἰδότες.
Ἐπανήκων ἡμῖν ὁ Σπεκτάτος ἀπὸ τῆς πρεσβείας πολ- λοῖς ἔσοξεν εὐδαίμων εἶναι τοῖς μέν, ὅτι πολλὴν εἶδε γῆν καὶ ὄρη καὶ ποταμούς, τοῖς δ’, ὅτι τὴν Περσῶν δίαιταν καὶ ἔθη καὶ νόμους ἐν οἷς ζῶσιν. οἱ δὲ τὴν αὐτοῦ τοῦ δυναστεύοντος θέαν καὶ τῶν λίθων οἷς ἐκεκόσμητο μέγα ἦγον, τοῖς δὲ σε- μνὸν ἐδόκει τὸ δόντα δῶρα λαβόντα ἀπελθεῖν.
ἐμοὶ δὲ καὶ ταῦτα μὲν ἔχειν τινὰ χάριν ἐφαίνετο, κάλλιστον δὲ τὸ δείξαντα ῥήτορος δύναμιν ἐν Σούσοις ἐπανελθεῖν. καίτοι γε ᾤυην αὐτὸν ἀποβεβληκέναι τουτὶ τὸ σθένος πολὺν ἤδη χρόνον ἀπὸ τῶν βιβλίων μετενηνεγμένον ἄλλοσε, τῷ δ’ ἄρα ἐνέμενεν ἐπὶ τοῦ ἤθους ἡ δεινότης.
ὡς γὰρ ἐχρημάτιζεν ὁ Πἐρ- σης καὶ ὁ λόγος ἦν περὶ τῶν διαφορῶν καὶ πολὺς ἐνέκειτο τοὺς παππῴους ἀπαιτῶν ὅρους καὶ πολλάκις ἐρωτῶν, εἰ μὴ δίκαιον εἰς τοὺς παῖδας τὰ τῶν προγόνων καταβαίνειν, τὰ μὲν παρὰ τῶν ἄλλων ἐνταῦθα παλαίσματα Σπεκτάτος ἀπαγ- γελεῖ, τοῦ γέλωτος ἤν οἷός τε γένηται κρατεῖν· οἷς δὲ οὗτος ἐχρήσατο, πάνυ γενναῖα καὶ διασείοντά γε τοὺς εὐπροσώπους τοῦ Πέρσου
ἔφη γάρ· εἱ μέν, ὦ βασιλεῦ, Κων- στάντιός σου τῆς γῆς ἀποτέμνεται, τῶν ὅπλων ἔχου, μέχρις ἂν ἐκεῖνος τοῦ πλεονεκτεῖν· εἰ δ’ οἷς μὲν ἐγκαλεῖς πάλαι τεθνᾶσιν, ὁ δὲ μεθ’ ὧν εἰσῆλθεν εἰς τὸν πόλεμον, ταῦτα ἔχωνκαταθέ σθαι τὸν πόλε- μον ἐθέλει, σκόπει μὴ πλεονεξίαν ἐγκαλῶν αὐτὸς τοῦτο ποιῶν ἐλεγχθῇς.
ἐπὶ τοιούτοις ἐνέδυ, φασί, τὴν λεοντῆν, ὥστ’ ἐκεῖνον βλέποντα μὲν εἰς τὴν ἡλικίαν, ἐξετά- ζοντα δὲ τὸν λόγον οὐκ ὀλιγάκις σεῖσαι τὴν κεφολήν. κοὶ διὰ τὸν σὸν ἐρώμενον ὁ συκοφαντῶν ἡμῖν τὸν βασιλέα σεσί- γηκεν. 6, ἄλλῳ μὲν οὖν συνεῖπε λαμπρῶς, αὐτὸς δ’ ὑπὲρ αὑ- τοῦ τί ποτ’ ἂν καὶ λέγοι προθυμότερον ὡς σὲ παρ’ ἡμῶν τρέ- χων ἢ παρ’ ἡμᾶς ἐκ τῆς Πέρσιδος;
Ὡν μὲν ἐπιθυμεῖς τυγχάνεις, ἐπαίνου, κρότου, θαύμα- τος, παρὰ τῶν πολλῶν, παρὰ τῶν ὑπὲρ τοὺς πολλοὺς καὶ δοκεῖς οὐ μόνον τῶν ζώντων κρατεῖ,, ἀλλὰ κοὶ οἷς τὸ μηκέτ’ εἶναι πρὸς τὸ θαυμάζεσθαι συλλαμβάνει. κἂν τὸν Κλημάτιον εἴπῃ τις, εὐθὺς ὁ θε ὃς ἄρχων ἀκολουθεῖ ἡ πενία καὶ <ὁ> πλοῦτος ὁ παροφθεὶς καὶ πόλεις εὖ πράττουσαι καὶ πάντα δὴ τὰ σά.
σκόπει μέντοι μὴ κεστρεὺς νηστεύῃς καί σε πρὸς λιμὸν ὁ κρότος παραπέμψῃ καὶ πατὴρ γενόμενος αἰτούμενος ὑπὸ τῶν παίδων οὐσίαν μηδὲν ἔχῃς πλὴν καλῆς διηγήσεως.
λέγω δὲ οὐ πείθων σε γενέσθαι κακόν ἀλλ’ ἐπειδὴ δέδοκται κεναῖς χερσὶν ἐκ τῆς ἀρχῆς ἀπελθεῖν, ὥρα σοι φροντίζειν ὅπως τοῦ ἄρχειν ἀπαλλαγεὶς ἐπιμελήσῃ τῆς οἰκίας.
Λαμπρὸς ἡμῖν ἀπὸ τῆς πρεσβείας ὁ σὲ δὴ μάλιστα Σπε- κτάος φιλῶν — καὶ ει μ ν εἰκότως φιλεῖ, τοῦτό γε οὐκ οἶδα, τὸ δ’ ὅτι φιλεῖ σφοδρῶς, ἀκρὶ ῶς ἐπίσταμαι — καὶ παρὰ τὴν τοῦδε γλῶτταν οὐΚ ἐκρατήθημεν ἐν Ἕλληνες ὑπὸ βαρ- βάρων.
εἴπω δὴ τὴν ρητορείαν, ᾐ κατεπάλαισε τὸν Πέρσην ἐν τοῖς ἐκείνου βασιλείοις; ἀλλὰ δέδοικα μή σε λυπήσω. σὺ γὰρ ἀξιοῖς σοῦ ζῶντος μηδένα ἄλλον ἐπαινεῖσθαι. καὶ νῦν, ὅτι μὴ πρὸς τῷ διοικεῖν ἃ διοικεῖς ἦλθες ἐκεῖ πρεσβεύων καὶ τῇ βοῇ τὸν ἄνθρωπον λίθον ἐποίησας, ἀποπνίγῃ.
ἀλλὰ καὶ κατ’ αὐτὸ μέντοι τοῦτο λεκτέον, ὅπως ἀγρυπνῶν στρέφοιο τὴν νύχθ’ ὅλην. ἐπειδὴ γὰρ εἰσεκάλεσε τοὺς παρ’ ἡμῶν, πολλὰ δικαιοσύνην θαυμάσας καὶ τοὺς τὰ δίκαια ποιοῦντας ἐγὼ μὲν τοίνυν ἀδικοῦμαί φηριν, ὐμεῖς δὲ ἀδικεῖτε. καὶ γῆς δέ τι μέτρον ἔλυεν, ἣν ἐκείνων οὖσαν πρὸ τοῦ νῦν ἡμᾶς ἔχειν, ἧς ἀποστατέον τοὺς τῆς εἰρήνης ἐπιθυμοῦντας.
κάλα μὲν οὖν καὶ τὰ τῶν ἄλλων, ψηφιῇ δὲ καὶ αὐτὸς εἶναι καλὰ πυθόμενος ἅττα ἦν· τὰ δὲ δὴ τοῦ στρατιώτου μέν, ὡς ἂν σὺ φαίης, ῥήτορος δέ, ὡς οὑμὸς λόγος, ἐπεδείκνυεν αὐτὸν οὐχ οἷς ἐγκαλεῖ, παρὰ τούτων ζητοῦντα δίκην. ἄλλους μὲν γὰρ εἶναι τοὺς ἀφῃρημένους τὴν γῆν, ἄλλον δὲ τὸν πολεμούμε- νον. καὶ εἶναι δεινόν, εἰ ὁ μὲν προσερεῖ πατρῷα ἃ μὴ γέγονεν αὐτῷ παρ’ ἐκείνου, τὸν δ’ ἀποστῆναι πείσει τούτων ἃ τοῦ πατρῴου κλήρου μέρος ἐστί.
πρὸς τῶν θεῶν, οὐκ ἐβούλου σοὶ ταῦτα εἰρῆσθαι μᾶλλον ἢ δὶς τοσούτων ἄρχειν ὁπόσων ἄρχεις; ἀμείβου δή μου τὰ γράμματα καὶ γράφε τι παραπλή- σιον, ὦ πάνυ δή τινας ὀλίγους ἰδιώτας ἀφείς· ὡς ἡ τῶν δέλ- των ἐπομβρία πολλοὺς ἐπὶ τὴν βασιλικὴν εἰσάγει φάτνην.
Εἰ μέν, πρὶν μάθῃς Ἱερώνυμον, ἐπέστελλόν σοι περὶ αὐτοῦ διδάσκων, ὅστις ἐστὶν Ἱερώνυμος, ἠξίουν ἄν σε τὸν ἄνδρα φιλεῖν· νῦν δ’ ἐπειδὴ φθάσας αὐτὸν ἐποιήσω φίλον, ὡς εἰκότως τοῦτο ἐποίησας εἰπεῖν ἔστι μοι.
πρῶτον μὲν γάρ, ὃ παρὰ σοὶ μέγα, συμφοιτητὴς ἐμὸς Ἱερώνυμος φιλῶν καὶ φιλούμενος ἐν τῇ κοινωνίᾳ τῶν λόγων. ἔπειθ’ οὕτως ἐστὶ χρηστός, ὥστ’ ἔχων ἐγκαλεῖν, ὅτι δὴ παρέλιπον τοὺς ὅπερ αὐτοῦ πρὸς σὲ λόγους, ἀφεὶς αἰτιᾶσθαι γράφειν ἠξίου.
λέ- γοντος δέ μου μάταιον εἶναι τὴν ἐπιστολὴν, εἶναι γὰρ αὐτὸν ὑπ’ ἄλλῳ κατὰ τὴν τομὴν τῆς ἀρχῆς, σέ τε ὠνόμαζεν ἄρ- χοντα αὑτοῦ, κἂν εἰς πλείω τις διαπρίσῃ τὴν Παλαιστίνην, καὶ τῶν πάνυ σε δοκούντων ἐπαινεῖν ἐπαινῶν ἐκράτει. καὶ ἦν πιθανός· ἀπῆν γὰρ τὸ δοκεῖν κολακεύειν τῷ τὴν Ἔλουσαν ἑτέρου γεγονέναι.
ταυτὶ μὲν οὖν δείκνυσιν ὡς οὐκ εἰς φαῦλον τοὺς τρόπους ἐχρήσω σπουδῇ ῥήτορα δὲ ἀγαθὸν εἰ θαυμάζειν ἄξιον, ῥήτορα γενναῖον τεθαύμακας δεινὸν μὲν εἱπεῖν ὃ προσῆκον εἰπεῖν, δεινὸν δὲ διγάν ὃ σιγᾶν βέλτιον, γλῶτταν δὲ οὐ χείρω τοῦ νοῦ κεκτημένον.
σύ τε οὖν ἀεὶ μεμνήσῃ τῆς Ἱερωνύμου τέχνης οὗτός τε τῆς Κληματίου περὶ τὴν ψῆφον ἀκριβείας, καὶ ζητήσει τὴν μὲν σὴν οὗτος δικαιο- σύνην, τὴν τοῦδε δὲ σὺ ῥητορείαν.
Τοῖς ἀπὸ τῆς Ἑλλάδος ὑμῖν ἡ ῥητορικὴ τίμιον, ταύτης δὲ πλεῖστον Ἱερώνυμος μετέχει. πᾶσα τοίνυν ἀνάγκη καὶ τοῦ- τὸν γενέσθαι σοι τίμιον, ὃς καὶ τὸν Στρατήγιον ἡμῖν ἀνηρ- τήσατο λέγων.
ἦν μὲν γὰρ αὐτῷ λόγος ὑπὲρ ὧν ἐδικάζετο γεγραμμένος, ὡς δὲ οὐκέτ’ ἐδέησεν ἀγῶνος, εἰπεῖν ὅμως δεη- θεὶς καὶ τυχὼν εἰπὼν ἐπαινούμενος ἀπῆλθεν, ὥστ’ ἐμὲ χαί- ρειν. εἶς γὰρ ἡμῖν ὁ διδάσκαλος, ἐμοί τε καὶ τούτῳ. καὶ ὅ τι ἂν τούτῳ καλὸν ὑπάρξῃ, τοῦτ’ εὐθὺς ἐμόν.
λέγοντα μὲν οὖν οἶδ’ ὅτι θαυμάσῃ, θαυμάζων δὲ οἶδ᾿ ὅτι καὶ φιλήσεις κατ’ αὐτό γε τὸ θαῦμα καὶ ὅτι γε οὐ ῥήτωρ πλέον ἢ χρηστός. εἰ δέ τι καὶ τοῦτο δυνήσεται τὸ μέλειν ἐμοὶ τοῦ ῥήτορος, εἴ- σομαί τε χάριν καὶ ἴσως ἀποδώσω.
Λόγος ἥκει περὶ σοῦ πρὸς ἡμᾶς ἐπὶ πλεῖστον ἥκειν σε λόγων, καὶ δὴ καὶ τοὺς τρόπους εἶναί σοι μὴ χείρους τῶν λόγων. ὃ μαθὼν ἐγὼ τὸν ταῦτα κεκτημένον ἥδιστ’ ἂν ἰδών, ἐπεὶ μήπω τοῦ μείζονος ἔστι τυχεῖν, εἰς τὸν δεύτερον εἶδον πλοῦν καὶ ἐπιστέλλω.
τὸ δὲ πρὶν ἐντυχεῖν τοῦτο ποιεῖν ἀντὶ τοῦ νομίζειν ἄτοπον ἐρωτικὸν ἡγοῦμαι. οὕτω δέ σε πιστεύω μὴ τὴν ἐμὴν ἀτιμάσειν φιλίαν, ὥστ’ ἤδη καὶ χάριν αἰτεῖν οὐκ ὀκνῶ.
Δόμνος σὸς μέν ἐστι πολίτης, γνώριμος δὲ ἐμοί, πένης δὲ ὢν ἀπειρίᾳ τε πραγμάτων καὶ συνηγόρων ἐρημίᾳ γίγνεται βουλευτής, δεῦρο δὲ ἐλθών, ὡς ὡς ἀναμαχέσαιτο, δίκαιος ὢν ἀπαλλαγῆς τυχεῖν ἀναβολὴν εὕρατο καὶ μέλλων ἐπανιέναι δεῖταί μου γράψαι πρὸς σὲ βοηθεῖν αὑτῷ τὰς μὲν ἐλπίδας ἔχων ἐν σοὶ καὶ ἄλλως, πεπεισμένος δέ τι προσωφελή- σεσθαι καὶ παρὰ τῆς ἐπιστολῆς.
ἐγὼ τοίνυν τὴν ἐκείνου δέησιν κέρδος ἐμαυτοῦ θέμενος καὶ διπλοῦν γε κέρδος, εἰ φίλῳ τῷ μὲν χαριοῦμαι, τὸν δὲ προσλήψομαι, καὶ σφόδρα ὑπήκουσα.
εἶθ’ ὁ μὲν ᾤχετο τῆς νυκτὸς ἐπειχθέντων οἱς ἐχρῆν συνοδοιπορεῖν, ἐγὼ δ’ οὐδ’ οὕτως ἀπέστην ὧν ὑπεσχό- μην, ἀλλὰ σὲ παρακαλῶ καὶ νῦν καὶ εἰσαῦθις εἶναι Δόμνῳ λιμένα καὶ πείθειν τοὺς ἀγαθοὺς Τυρίους, ὅτι τὸ τῶν ἀπόρων ἔχεσθαι τῆς πόλεως ἐστι πολίτας ἐξελαύνειν, οὐ χορηγοὺς παρ- ἔχειν τῇ πόλει.
Ἀλλ’ οὐδὲ τοὺς Τιβερίνου μέντοι καλὼς ἔχει πάσχειν κακῶς, ἀνδρὸς τά τε ἄλλα ἀγαθοῦ καὶ τοὺς ποιητὰς εἱσάγον- τος εἰς τὰς τῶν νέων ψυχάς. εἰ γὰρ καὶ παρ’ ἡμῖν ἅνθρω- πος τὸ αὑτοῦ ποιεῖ, δίκαιός ἐστιν οὐ παρ’ ἡμῖν μόνον, ἀλλὰ καὶ οἴκοι τιμᾶσθαι τῇ συνουσίᾳ μὲν ὠφελῶν τοὺς τῇδε, τῇ δόξῃ δὲ κοσμῶν τὴν οἰκείαν.
ἐπεὶ δὲ οἱ περὶ τὸ χρῆμα τῶν λόγων ἀσεβοῦντες ἕλκουσιν Ἀρχέλαον Τιβερῖνον οὐκ αἰσχυνόμενοι, σὺ τὸν μὲν αἰδέσθητι, τῷ δὲ βοήθησον πρῶτον μὶν ταῖς Μούσαις διδοὺς τὴν χάριν, δεύτερον δὲ ταῖς πόλεσι τῇ τε ἡμετέρᾳ καὶ ἐξ ἧς ἐστιν. εἰ δὲ οὐδὲ τοὐμὸν παντάπασιν ἄτιμον, κείσθω καὶ τοῦτο τρίτον.
Τῆς μὲν στύρακος, ἣν ἔπεμψας, ἡδίω τὰ γράμματά σου, καὶ οὐ ταύτης γε μόνον, ἀλλὰ κἀκείνης, ἣν φὴς οὐκέτι φοι- τᾶν ἐξ Ἰσαύρων ὡς ὑμᾶς· τοῦ λόγου δὲ οἷς μὲν εἶπον συνή- δομαι, τοῖς δὲ ρηθησομένοις βούλει με τὸ βλάσφημον ἀφεῖναι.
καίτοι, κἂν μὴ λέγω, πέπληγμαι τὴν καρδίαν ὡς οὐκ οὔσης ἐν τοῖς δευτέροις βοηθείας, ἣν περιμένων ἐγὼ καὶ κεχηνὼς πρὸς τὰς πύλας καὶ λέγων πρὸς τὸν Στρατήγιον· ὁπότε δὲ ἥξει; καὶ ἀκούων ὡς αὐτίκα, λαβὼν τὰ γράμματα πολλα- χόυεν εἶχον ἀθυμεῖν τῇ τε ἀρρωστίᾳ τῆς γυναικός, γυναικὸς σοί τε ἀρεσκούσης καὶ Τιτιανὸν τεκούσης, καὶ ὅτι σὺ δυοῖν βαρύνῃ, τῷ τε ἐκείνην κάμνειν καὶ τῷ τῶν ἀγώνων ἀπεῖναι τοῦ φιλτάτου.
παρεμυθούμην δ’ οὖν ἐμαυτὸν ἐκ τοῦ μὴ πάντα εἶναι τοῖς ἀνθρώποις εὐτυχεῖν καὶ συνεχῶς ἐπῇδον τό· ἀλλ’ οὔπως ἅμα πάντα.
Στρατήγιος δὲ καὶ δὴ λαμπρῶς κατεβόα τῆς Τύχης καὶ ὢν ὥσπερ πρὸ τοῦ καὶ φόβον τὸν τοῦ λέγοντος φοβούμενος οὐδὲν ὅ τι οὐκ ἐφθέγγετο περὶ τῆς σῆς ἀπουσίας.
ἐγὼ μὲν οὖν εἴσειμι τὸν Ἑρμῆν ἀντὶ σοῦ μοι πιστεύων ἔσεσθαι, σὲ δὲ εἰη τῶν παρόντων ἀπαλλαγέντα κα- κῶν ἐλθεῖν μὲν ὡς ἡμᾶς, εἰ βέλτιον, μένειν δὲ κατὰ χώραν, εἰ βέλτιον.
Καλά γέ σοι τὰ πεπραγμένα. γενέσθω δὴ ταυτὶ τὰ καλὰ καὶ πλείω. πιστεύω δέ σε πείσειν ἀξιῶν ἀκολουθεῖν σε τῷ σαυ- τοῦ νόμῳ.
ἐφ’ οἷς μὲν οὖν ἐπαινῇ, συχνά τε ἄλλα καὶ ὅτι διατρίβων ἐν Παίοσιν οὐκ ἐπελάθου τῶν τῇδε, ἀλλ’ ὡς ἄν τις συνών τε καὶ συζῶν, ὅπως τῶν σοι γνωρίμων ἐπί τι βέλτιον ἕκαστος προβαίη σκοπεῖς καὶ πράττεις γε σκοπῶν.
ὡς δὲ ἧκεν ἡμῖν τὸ ἔργον τῆς εἰς Σαβῖνον σπουδῆς, οὐδὲν ἦν ἕτε- ρον ἀκούειν ᾀδόμενον ἢ ὅτι τῷδε παρὰ τοῦδε διὰ τὸν δεῖνα τόδε ἥκει.
δεῖ δὴ καὶ Θεόδωρον τυχεῖν τε τῶν ἴσων καὶ σοὶ τῶν ἴσων ἐπαίνων αἴτιον καταστῆναι καὶ συνησθῆναι τούτῳ Σαβῖνοι, ὥσπερ οὗτος ἐκείνῳ.
τὸν δὲ Θεόδωρον οὐκ ἀγνοεῖς, ἔφη τις. ὅμως δὲ φράσω σοι καὶ ἐγώ, σοὶ μὲν γὰρ οὐδὲν βλάβος ἃ οἶσθα ἀκοῦσαι, ἐμοὶ δὲ ἡδονὴ τὸν ἄνδρα ἐπαινεῖν.
οὗτος ἐξ ἀγαθῶν ἐν Ἀραβίᾳ γενόμενος ἀμείνω τῶν ποτέρων αὑτὸν ἔδειξεν ὁρμήσας μὲν εἰς τὴν σὴν πόλιν ἐπὶ κτήσει νόμων, τῷ ποιεῖν δὲ πλέον ἡσθεὶς ἢ ἕτεροι τῷ ὀρχεῖσθαι.
πλήρης δὲ νόμων ἐκεῖθεν ἀπελθὼν καὶ τὸ τῶν λόγων τῶν ἡμετέρων σθένος ὃ πρότερον εἶχεν οὐκ ἐκβα- λῶν ὑπὸ τῶν νόμων δύο λιμέσι τοὺς εἰς αὑτὸν καταφεύγον- τας ἐδέξατο, ἐδέξατο, νόμων τε ἀναγνώσει καὶ ῥητορικῆς ἰσχύι.
καὶ μισθοῦ μὲν οὐκ ἠμέλησεν, οὐ μὴν ἓν τοῦτο εἶδεν, ὅπως λήψεται μισθόν. ἀλλ’ οὕτω λαμπρῶς ἀγωνίζειαι καὶ πᾶσι, οἷς ἔχει, ὥστε ὀλιγάκις μὲν ἥττηται. χάριτες δὲ αὐτῷ καὶ παρὰ τῶν ἡττημένων.
τῆς δὲ σῆς ἀρχῆς ἐπαινουμένης πρῶτον μὲν οὐκ ἀπιστεῖ, τοῦτο δέ ἐστι τὴν σὴν εἰδότος φύσιν, ἔπειτα χαίρει καθάπερ ἡμεῖς, οἷς ἔνι μάλιστα χαίρειν ἐν τοῖς σοῖς ἀγαθοῖς, καὶ τοὺς ὑπὸ σοὶ μακαρίζει καὶ βούλοιτ’ ἂν ὑπὸ σοὶ γενέσθαι.
πρὸς δέ γε ἡμᾶς ὁ Θεόδωρος, ὁποῖον ἂν ἀξιώ- σαις. οὗτος γάρ ἐστιν ὁ πρὸς ἡμᾶς τὸν υἱὸν μεταθεὶς καὶ τοῖς ἄλλοις δείξας τὴν ὁδὸν κοὶ συμβουλεύσας ἔργῳ, ποῖ χρὴ βαδίζειν. καὶ δὴ Λαὶ τῶν πραγμάτων ἡμῖν εἰς δικαστήριον ἐλθόντων πολὺν μὲν ἱδρῶτα, πάσας δὲ φωνὰς ἀφῆκε. καί τι καὶ τῶν αὑτοῦ χεῖρον ἔθετο θεραπεύων τοὐμόν.
τὸν οὖν οὕτω μὲν θαυμαστόν, οὕτω δὲ σοὶ προσκείμενον, οὕτω δὲ ἐμοὶ φίλον, ἐν πρώτοις δὲ τεταγμένον ὑπὸ τῆς τέχνης μὴ καὶ διὰ τῶν ἄλλων ἐν πρώτοις εἶναι ποῦ καλόν; ἢ βούλει ζητεῖν ἡμᾶς ἕτερον, ὅστις τοῦτο ποιήσει; ἀλλ’ οὐκ ἀμήχανον μέν, οὐκ ἄξιον δὲ Θεοδώρου. τὸ γὰρ διὰ σοῦ μεῖζον ἄγει τοῦ πράγματος καὶ τὸ μηδενὸς τυχεῖν τοῦ δι’ ἑτέρου τυχεῖν με- τριώτερον αὑτῷ.
δὸς δὴ σαυτόν, καὶ ἔστω Θεόδωρος ἐν τῷ καταλόγῳ τῶν ὑπὸ σοῦ κεκοσμημένων· πολὺ γὰρ ἄμεινον τοῦτόν μοι προσδραμόντα φιλοῦντα ἅμα λέγειν, ἃ τετίμηται ἢ σὲ ζητεῖν, ὅ τι ἀπολογήσῃ.
Γενναῖά γέ σου τὰ θρέμματα, καὶ δῶρον ἡμῖν ἀπέσταλ- κἀς οὐ κατὰ χρυσόν, ὃν φῄς μοι πολὺν ἐνηνοχέναι τὴν ἑορ- τήν, καίτοι μικρὸς μὲν ἐκεῖνος, πολλοὶ δὲ οἱ πένητες· παρὰ δὲ τῶν οὐ πλουτούντων λαμβάνειν ἴσον ἡγοῦμαι τῷ τεθνεῶτα συλᾶν.
ἀλλ’ ἔστω πολὺς καὶ ὅσον ὁ ποταμὸς ἐδίδου τῷ Λυδῶν βασιλεῖ, καί, εἰ βούλει γε, τοῦ Κολοφωνίου καλλίων, ἀλλὰ τί τοσοῦτον, ὅσον οἱ παῖδες Ἱερίου, σοὶ δὲ ὁμιληταί; ὁ μὲν γὰρ ἐφύτευσε δεινοὺς δέξασθαι λόγους, σὒ α δὲ τῶν ἐνέθηκας.
ἥκει μέντοι μοι παρ’ ὑμῶν καὶ δεύτερόν δῶ- ρον , οὐ νέος εὐφυής, ἀλλ’ ἀνὴρ ἀγαθός, σοῦ τε πολλάκις μεμνημένος, καὶ μεμνημένος γε ἐπ’ ἀμείνοσι καὶ πλέον, εἴ σέ τις ἐπαινοίη, χαίρων ἢ εἴ τις αὐτὸν ἐκεῖνον.
ἆρα εὑρίσκεις τὸν ἄνδρα τοῖς εἰρημένοις ἢ προσθεῖναι δεῖ; λέγω δή τινα χρηστόν, ἥδιστον συνεῖναι λέγειν ἐπιστάμενον, τῶν ἐπιστα- μένων ἐρῶντα, πολλοὺς ὅτι τάχιστα κτώμενον φίλους.
ἐπὶ τούτοις κἂν ὁ νωθρότατος βοήσαι· Λεόντιος. οὗ παρόντος ἐγὼ πλέον τι τοῦ εἰωθότος φθέγγομαι ὑπὸ τῆς ἐκείνου πρὸς τὴν ἀκοὴν ἐπιθυμίας ἀμείνων εἰπεῖν γιγνόμενος. ὁ δὲ φεύ- γων τὸν ὄχλον καὶ ἀγορὰν καὶ πράγματα παρ’ ἐμὲ ἐφοίτα καὶ παρεκάθητό μοι τοῖς μὲν ἐπαίνοις εὐφραίνων, εἰ δὲ οἶς ἤκουσε τερπόμενος, αὐτὸς ἐρεῖ.
τοῦτον τὸν ἄνδρα κέκληκα δῶρον. ὂν ηὐξάμην ἂν παρ’ ἡμῖν εἶναι μᾶλλον ἢ οὗπέρ ἐστιν, μὴ τὴν ὑμετέραν ὅσαπερ τὴν ἐμαυτοῦ ταύτην ἐτίμων.
Ἀλλὰ καλὸν μέν, <ὅτι> α ἀδελφὸν ἐπένθεις, ἐπεὶ καὶ οὐκ ὄντα ἡμῖν ἀδελφόν, ἐπειδὴ φίλος ἦν ἀγαθός· καλῶς δὲ ἐποίησας ἀφελὼν τῆς λύπης, ἣ τὸν οἰχόμενον οὐκ ὠφελοῦσα τὸν ζῶντα ἔκοπτεν.
ἰατρὸν μὲν οὖν σοι πείθομαι τὸν τῶν λόγων προστάτην γεγονέναι θεόν, ὅπως μὴ τοῦ λυπεῖσθαι μᾶλλον ἢ τῶν λόγων εἴης· εἰ δ’ ὄντως σοι παρ’ ἡμῶν τοῦτο ἥκει, κέρδος ἐμὸν τὸ σέ τινος λελύσθαι κακοῦ.
λόγους δὲ ἐμοὺς θαυμάζω μὲν ἥκιστα, κάλλους γὰρ ἀφεστᾶσιν, εὐδαι- μονίζω α δὲ σοῦ περὶ αὐτῶν τοιαῦτα ψηφιζομένου.
Εἰ μὲν ἐλάττω σοι πέμπειν εἶχε καλῶς, ἤδη ἂν ἔπεμπον· ἐπεὶ δὲ δεῖ τι τῆς ὑμετέρας ἐπιθυμίας ἄξιον ὑμῖν ἐλθεῖν, 15 ἐπειδὰν τοσαῦτα γένηται, πέμψομεν. τοῦ δὲ ταχέως φαῦλα λαβεῖν τὸ βραδέως ἀμείνω μακρῷ που βέλτιον.
Μικρὸν α μὲν οὐδὲ τὸ τοὺς ἄλλους περὶ σοῦ παρ’ φέρειν λόγους, ὧν τοὺς μὲν ἠλπίζομεν, οἱ δὲ καὶ κρείττους ἦσαν ἐλπίδος· μέγα δὲ καὶ Μεῖζον ὅτου βούλει καὶ κολοφών, φασιν, ἐγκράτιον τὸν καλὸν μετὰ σῆς εὐφημίας ἐπιέναι τὴν πόλιν.
ἰδεῖν τε γὰρ ἄρχοντος ἀρετὴν μᾶλλον ἑτέρου δεινὸς καὶ πόρρω κολακείας καὶ φίλος ἀληθείας καὶ δὴ καὶ λόγου κέκτηται δύναμιν εἰς ἔπαινον ἔργων καλῶν. οὗτος ἥκων οὐκ ἔφθη μοι συμβαλὼν καὶ διηγεῖτο τὰ σὰ προστιθεὶς εὐχὴν μακρὰν γενέσθαι σοι τὴν ἀρχήν. τοῦτο δὲ ἦν οὐ σὲ βουλο- μένου πονεῖν, ἀλλὰ μὴ πονεῖσθαι τὰς πόλεις.
ἐξήγγειλέ σου καὶ τὸν πόθοι τὸν περὶ τὰ γράμματά μου καὶ δεινὰ πεπονθέναι λέγων, ἐπειδήπερ οὐκ εἶχεν αἰτοῦντι δοῦναι, γράιειν ἐκέλευεν, ἐγὼ δὲ οὐκ ἀντέλεγον.
αὐτὸς μὲν οὖν ὑφ’ ἡμῶν κατεχόμενος μένει, τοῦ γὰρ ἀνδρὸς ἀμφισβητοῦμεν πρὸς τὴν πατρίδα, τὸν δὲ ἀδελφὸν ἐπεθύμησε μετ’ ἐμῶν ἐντυχεῖν σοι γραμμάτων. καὶ ἐντεύξεται. σὺ δὲ τριῶν ἕνεκα τὸν ἥκοντα φίλει, τοῦ τε ἀδελφοῦ λέγω γαῖ τῶν τρόπων καὶ τῶν γραμμάτων.
Ἐμοὶ καὶ πηλὸς ἐκεῖνος ὁ πολὺς καὶ ψῦχος οὐ μέτριον τότε συμβὰν καὶ τὰ δοκοῦντα χαλεπὰ κοῦφα τὴν σὴν ὁρῶντι μορφήν, καίτοι γε ἀπελθὼν πόνον παρέσχον τοῖς ἰατροῖς εἰς τοσοῦτον ἥκων κακῶν κεντουμένου μοι τοῦ σώματος. ἀλλ’ ὅμως ἡδίων ἦν τῇ προφάσει τῶν ἀλγημάτων ἢ εἰ μένων ἐπὶ τῆς εὐνῆς ὑγίαινον ἐκλιπὼν τὸν ἐντιμότατον ἐμοὶ δρόμον.
τότε οὖν ὡς νέος μέν μοι παρειστήκει, μέμνησαι γάρ, λέξειν ὑπὲρ αὑτοῦ τι μέλλων, ὄμβρῳ δὲ ὁ μὲν τυχεῖν ὧν ἔχρῃζε διε- κωλύθη, σὺ δὲ ἀμῦναι, καλὸν δὲ ἦν σου καὶ τῆς χάριτος οὐχ ἧττον καὶ τὸ γενέσθαι σε δῆλον, ὡς ἄχθοιο τῷ κεκωλῦσθαι.
ἐπεὶ οὖν ἐξεῦρες ἴασιν ἀκοῦσαι διὰ γραμμάτων ἃ διὰ φω- νῆς οὐκ ἦν, βοήθει τὰ δίκαια νέῳ λόγων τε ἐραστῇ καὶ γο- νέων ἐστερημένῳ.
Δέδεικται μὲν ἅπας ὁ λόγος καί τις ἐγένετο θόρυβος καὶ κρότος, καὶ ὅτῳ κόσμος ἦν ὁ λόγος, πέμπειν αὐτὸν ἔγνωκε πολλαχοῖ τῆς γῆς· οὕτως ἥσθη τῷ δώρῳ· ἐμοὶ δὲ μικρὰ μὲν οὐδὲ ταῦτα, τὸ δὲ μεῖζον οὐκ ἐγένετο. τοῦτο δὲ ἦν ἐν τῷ θεάτρῳ σὲ φαίνεσθαι ποιοῦντα ὅπερ εἰώθεις, προεκπηδῶντα. ὥστε καὶ πρὸς τὸν Εὐσέβιον, ὁπότε γίγνοιτο βοή, πολλάκις ἐφθεγγόμην῾· τί δ᾿ ἄν ἦν τὰ νῦν ἐκείνου παρόντος; δὲ δὴ λέγων.
ἀ,λλὰ τούτων μὲν λήψομαι παρὰ σοῦ δίκην, ἐπειδὰν αὐτὸς μὲν ᾖς ἐν τῷ λέγειν, ἐγὼ δὲ ἐν τῷ ψηφίζεσθαι· τὸν δὲ Τιτιανὸν ἴσθι ζῶντα, ὡς ἂν εὔξαιο, καὶ θέοντα μᾶλ- λον ἀκέντητον ἢ τὸν Ἱέρωνος ἵππον. φύσις δὲ ἀρίστη προσ- λαβοῦσα πόνων ἐπιθυμίαν ὁπόσον τι γίγνεται, τεκμαίρου.
τούτων δέ σοι καὶ Τουσκιανὸς ἄγγελος ἥξει λόγων δημιουρ- γός τε καὶ κριτὴς ἀγαθός, ὃς ἥκων ὡς αὐτὸν δείλης ἀπαιτή- σων τὸ σκέμμα ἀπέβη θαυμάσας.
Πορευόμενος εἰς τὸ διδασκαλεῖον ἐνέτυχον Ἰουλιανῷ κινοῦντι Καλύκιον ἐπὶ τοὺς ὑπὲρ λόγων πόνους, ὃ ποιεῖν ἔφασκεν ὑπὸ σοῦ κεκινημένος ἐξ ἐπιστολῆς. ἐκοινώνουν οὖν τῶν παρακλήσεων καὶ συνεφηπτόμην συμβουλῆς, ἠς οὐσεπώποιτε ἐπαυσάμην.
οἶμαι δέ, οὐ λίθον ἕψομεν. ἀλλ’ ἀκούων πολ- λάκις ὡς διὰ δικαιοσύνηι πατρὸς πένης εἴη καὶ ὅτι μίαν ὁδὸν ἐπὶ πλοῦτον ἔχει τοὺς λόγους, δῆλός ἐστιν ἐπαινῶν τε ἡμᾶς καὶ πειθόμενος καὶ οὐ πάνυ δεόμενος ἀκούειν ὅτι λό- γους αὐτῷ κτητέον.
δεῖ δὴ καὶ σὲ μὴ πάντα ἐπιτιμᾶν, ἀλλ’ ἤδη καὶ συγχαίρειν ὡς ἐπὶ προθυμίᾳ· καὶ γὰρ αὐτὸ τοῦτο φάρμακον εἰς προθυμίαν.
Ἥκει σοι μετ’ ἐμῶν γραμμάτων ὁ Διονύσιος. πρότερον δὲ οὐκ ἐθάρρουν ἐπιστέλλειν κατελὼν τὸν Διονύσιον. καίτοι τὸν χρόνον ἡ τῶν γραφέων ἐποίει σπάνις, ἀλλ’ ὅμως οὐκ εἶχον μὴ οὐκ αἰσχύνεσθαι τῷ χρόνῳ.
νῦν οὖν ἐπειδή ποθ’ ὑπῆρ- ξεν ἀποδοῦναι τὸν σοφιστήν, ἔδοξεν οὐχ Ἑλληνικὸν εἶναί μοι διὰ σιγῆς ποιήσασθαι τὴν ἀπόδοσιν, ἀλλ’ ὥσπερ ἐκεῖνο μετέχειν ἀναιδείας, οὕτω τοῦτο πόρρω Μουσῶν ἱστάναι.
σὺ τοίνυν τὰ μὲν γράμματα ἀμείβου καὶ ταῦτα κάλλος γραμμά- των κεκτημένος, διφθέραν δὲ ἡμῖν μηδεμίαν πέμπε. ἐρᾷς γὰρ αὐτῶν, καὶ καλῶς ποιεῖς. βαρὺ δὲ ἐρῶντι κοινωνὸν λαμβά- νειν τῶν παιδικῶν.
Επειδὴ σὺ μὲν φῄς ὡς ἥδιστα ἐπιτιμᾶσθαι, τοῦ δὲ ἐπαινεῖν τοὺς ἀγαθοὺς ἔρως ἐμοί, καὶ σοὶ καὶ ἐμαυτῷ χα- ριοῦμαι τὰ μὲν ἐπαινῶν, τὰ δὲ ἐγκαλῶν.
δώσει δὲ ἀμφοῖν ἀφορμὴν ἃ περὶ Τουσκιανὸν πέπρακταί σοι. ὡς γὰρ ἁψάμε- νος τῆς ἀρχῆς ἐκάλεις τὸν ἄνδρα καὶ πάρεδρον ἐποιοῦ, διέθει τὰς πόλεις ὁ λόγος τοῦ ἔργου καὶ τόπος οὐδεὶς ἦν ὃς οὐ τοῦτο εἶχεν, ὅτι νῦν δικαία πενία κομίζεται τοὺς μιδθούς. ὀ δεῖνα τὸν δεῖνα κέκληκεν εἰς Παιονίαν ἀπὸ Φρυγίας, ὅτι καιρὸν εἰς πλοῦτον πάλαι λαβὼν ἀπῆλθεν ἔχων ἔπαινον ἀντὶ χρημάτων.
ὠς δὲ ἐν θαυμάζουσιν οὐ τοῦτο ἐποίουν μόνος, οἱ δὲ ἐζήτουν ἀνθ’ ὅτου, τοὺς γενναίους ἔφην ἐπειδὰν εὕρω τι γενναῖον δρῶντας, οἷον ἣ τὸν Θέτιδος υἱὸν ἣ τὴν Ἀθηναίων πόλιν, ἃ προσεδόκων ὁρῶν οὐκ ἀνίσταμαι πρὸς βοήν, ἐπεί τοι καὶ πρὸ τῆς κλήσεως, εἴ τις ὃν καλέσεις ἤρετό με, τοῦτον ἂν ὃν κέκληκας εἶπον.
ἔμελλες γὰρ δή- που ζητήσειν ἀγχίνουν, ῥητορικόν, εἰδότα πονεῖν, εἰδότα φι- λεῖν, εἰδότα λέγειν, ἐπιστάμενον σιγᾶν, πάλαι δὴ πεπαιδευ- μένον πενία συνοικεῖν. ταῦτα δὲ ἡμῖν ὁ Τουσκιανὸς οὗτος, ὃς ἧκεν ἡμῖν σοῦ πέμποντος. ἤδη γὰρ εἴσεισιν ὧν ἐρᾷς. ταῦτα δέ ἐστιν ἐγκλήματα.
ὡς δ’ οὖν ἧκε καὶ διηγήσατο τῆς ἀρ- χῆς τοὺς νόμους, ἥσθην μὲν ἄνδρα φίλον ἰδών, ἐφ’ ᾧ δὲ ἦχοι μαθεῖν ἐθέλων ἤκουον. ἆρ᾿ ἂν ἀνάσχοιο τιμωμένης τῆς Ἀληθείας; οὐδὲν ἱερόν φασι.
καίτοι Τουσκιανὸς ἐσέμνυνε τοῦ πράγματος τὴν φύσιν, εμοὶ δὲ ἐδόκει τῆς Τουσκιανοῦ φύσεως οὐκ ἄξιον εἶναι τὸ πρᾶγμα. καὶ μαχόμενον ἐξήλεγχον. τοὺ χειμῶνος δὲ μεσοῦντος δέλτος ἧκε φέρουσα αὐτῷ πλείω τροφήν, εἰ δὲ βούλει, καὶ αξίωσιν, καλὰ μέν, ἀλλ’ ἔτι τῆς σῆς δυνάμεως καὶ τῆς ἐμῆς ἐπιθυμίας ἐλάττω.
Τουσκιανῷ μὲν γὰρ οὐδὲν ὅ τι τούτων οὐ μέγα, δεῖ δὲ καὶ κατ’ αὐτό γε τοῦτο πρός τι μέγα τὸν ἄνδρα προβῆναι, διότι πᾶν αὐτῷ τὸ παρὰ σοῦ μέγα. νῦν μὲν γὰρ κἂν σκῶμμα δέξαιτο τρεφόμε- νος ἐκ βασιλέως ἐν ἀργίᾳ, πάντως δὲ οὐκ ἀγνοεῖς, ὅ τι τοὺς τοιούτοις καλοῦμεν· εἰ δ’ ὧν ἄξιός ἐστι τύχοι, σχῆμα πρόσεισι τῇ τροφῇ.
ἐργαζέσθω οὖν, ὦ ’γαθέ, καὶ ὅπως γε μὴ τὸ ἔργον χεῖρον ἔσται τῆς ἀργίας. σὺ δ’ εἰ μὲν οὐκ ἔγνωκας αὐ- τὸν οἱ δεῖ προσάγειν, ἀδικεῖς ἀνὴρ οὕτω συζῶν τῇ δίκη· εἰ δὲ οἴει δεῖν ἅ φαμεν ποιεῖν, μὴ μέλλε πειθόμενος Αἰσχύλῳ καὶ ἔτι πρότερον Ἡσιόδῳ.
καὶ μὴν οὐδ’ ἐκεῖνό γε παρήσω· τὸν ἄνδρα ἰδὼν μιᾷ χλαμύδι Ἄι πρὸς ψῦχος μαχόμενον καὶ πρὸς ὄμβρον ἀγωνιζόμενον καὶ πρὸς πηλὸν παραταττόμενον, ἠρώτων εἰ καὶ τοῖς παιδίοις ἀνθ’ ἱματίων ἡ δόξα τοῦ πα- τρὸς εἴη.
τοῦ δ’ ἐρυθριάσαντος καὶ σὺν γέλωτι μεμνημέ- νοῦ Λυσάνδρου τινὸς καὶ Διονυσίου, τοῦ μὲν δόντος, τοῦ δὲ οὐ λαβόντος ἔφην αὐτὸν οὐκ εἰδέναι χαλεπὸν αὑτῷ παρασκευ- άζοντα τὸ γῆρας
ἐκεῖνον μὲν οὖν ἀφίημι, σοὶ δὲ παραινῶ ποιῆσαι Τουσκιανῷ τὰ πράγματα βελτίω. πρέποι γὰρ ἂν τῷ μὲν στέργειν τὴν πενίαν, ἔστι δὲ ῥᾷστον τοῖς ὑπάρχοις ὑμῖν τὴν τοῦ Δῖός μιμήσασθαι νεφέλην, ἀφ’ ἧς ἐκεῖνος ὗσε Ῥο- δίοις χρυσόν.
καὶ δὴ καὶ ὑμῶν βουλομένων γένοιτ’ ἂν εὐπορία καθαρεύουσα ψόγου. τοῦτο δὲ ἤδη πραττέσθω πρὶν ἀρχῆς τινος λαβέσθαι Τουσκιανόν, ὡς ἐν ἐκείνῳ γε λιμώττειν ἐθελήσει.
Ὡς ἡδίστη γε ὑμῶν ἡ συνουσία τῶν μὲν σῶν ἔργων, ἃ μετὰ τοῦ δικαίου πράττεις, ὁρωμένων, Ἰουλιανοῦ δὲ τῶν αὑ- τοῦ διήγησιν ἔχοντος, ἃ καὶ αὐτὰ σὺν τῷ δικαίῳ πάντα ἐπράττετο. καί μοι δοκεῖτε, σὺ μὲν ἐοικέναι παλαιστῇ διὰ πό- νων ἐπειγομένῳ πρὸς στέφανον, ὁ δὲ ἐν στεφάνῳ πάλαι.
καὶ δέδοικα δὴ μὴ τὴν Αἴγυπτον οὗτος ἀφείς, εἰς ἣν πέμ- πεται μοχθήσων οὐκ ἐπὶ κέρδει, σοί γε παρακαθήμενος διαλέ- γηται πράγματα μὲν φεύγων, φίλοις δὲ χαίρων πλέον ἢ πράγ- μασιν ἕτεροι.
ἀλλὰ σὺ κίνει τε καὶ παρακάλει. πιστεύω γὰρ τὴν περὶ τὰ πλοῖα ταύτην φροντίδα δείξειν ἡμῖν τὸν ἄνδρα κυβερνήτην ἐθνῶν.
Εἰ καὶ μὴ πρότερον ἠπίστω, τίς τοὺς τρόπους Ἰουλια- νός, ἐξῆν γε τῷ παρόντι τὸν ἄνδρα ἰδεῖν. ὅτε μὲν γὰρ ἦν ἐκ τοῦ τῶν Αἰγυπτίων λιμένος φέρεσθαι χρυσόν, οὐδεὶς ἑώρα τοῦτον· ἐπεὶ δὲ τὰ κέρδη ἑτέρωσε τέτραπται, δεῖται δὲ ἀνδρὸς ὁ σῖτος ἄμισθον εἰσοίσοντος τὴν ἀρετήν, ἐνταῦθα ἐπαινεῖται καὶ πέμπεται. καὶ τίς δὴ τοῦδε χρησιμώτερος; καὶ πολλὰ τοιαῦτα.
Ἰουλιανὸν δὲ τὸ μὲν ἐρᾶν ἠσυχίας καὶ τὸ μὴ κοῦφον ἄγειν γυναικὸς ἀφεστάναι καὶ παίδων ἔπειθε μένειν, τοῦ δὲ μὴ δόξαι τοῖς ἀπείροις αὑτοῦ φεύγειν τὸν πόνον διὰ τὸ μὴ λαβεῖν ἐνεῖναι, μετὰ μὲν δακρύων, ὅμως δὲ ὐπέστη τὰς ὁλκάδας ἐμπιπλάναι.
ὁρῶν δὲ αὐτὸν ἀνιώμενον ἀνέμνη- σα σοῦ καὶ παῦσαι ἔφην ἀχθόμενος ἐν Αἰγύπτῳ Σε- βαστιανός ὁ δὲ εὐθύς τε ἐμειδίασε καὶ ῥᾴων ἦν. ὑπὸ δὲ τῆς λύπης οὐδ’ αὐτὸ τοῦτο εἶχεν ἐννοεῖν, ὡς ὄψεταί σε μετὰ τοῦ Νείλου. γενοῦ δὴ πάντα ἀνδρὶ καὶ πένητι καὶ δικαίῳ καὶ φίλῳ.
Πόλλα μὲν ἡμῖν τὰ πράγματα καὶ μόλις ἀναπνεῖν ἐῶντα, νέων ἔξω πλῆθος, ὁ τοῦ γράφειν ἔνδον πόνος, φίλων δυσκο- λίαι χρῄζουσαι βοηθείας, τὰ μὲν θεραπευόμενα, τὰ δὲ κινού- μενα.
τουτὶ δὲ τὸ πλῆθος σιτίων μὲν ἡμᾶς πολλάκις ἀπέ- στῆσε, καί που καὶ ἠμέλησα τροφῆς ὑπ’ ἀσχολίας, τὴν δὲ τοῦ καλοῦ Φλωρεντίου μνήμην οὐδὲν πώποτε οὐτ’ ἐξέβαλεν Οὔτ ἐμάρανεν, ἀλλ’ ἀνθεῖ τοῦτο παρ’ ἡμῖν καὶ τέθηλε καὶ τὸ περὶ σοῦ τι λέγειν ἐν πανηγύρεως μέρει τὸ πρᾷον ἐπαινούντων, τὸ βέβαιον τῶν τρόπων, τὴν ὀξύτητα τοῦ νοῦ, τὸ τιμᾶσθαι τὴν Ἀλήθειαν, τὸ τοὺς ἀγαθοὺς ἐν οἷς ἄξιον εἶναι.
τοιαῦτα ᾄδομεν ἐρίζοντες ὅστις ἐρεῖ πλείω, καὶ τὸ μέγιστον, μεί- ζων ἡδονὴ περὶ σοῦ τι κάλλιον εἰπεῖν ἢ παρ’ ἄλλων ἐπαίνου τυχεῖν· οὕτως ἕκαστος πρὸ αὑτοῦ σε πεποίηται.
τὸ μὲν οὖν ἥδιον ἦν αὐτὸν ἔχειν ὁρᾶν, μικρὸν δὲ οὐδὲ ὁ δεύτερος πλοῦς, ἐπιστολὴν τὴν μὲν πέμψαι, τὴν δὲ λαβεῖν. μόνος δὲ σὺ καὶ μὴ γράφων οὐκ ἀνιᾷς. οὐδὲ γὰρ τοῦτο μεταβολῆς σημεῖον, ἀλλὰ καὶ σιγῶν θαρρεῖν δίδως τοῖς φίλοις ὡς τῆς γνώμης ἐν ὁμοίῳ μενούσης.
Οἷς οὖν ἐμαυτὸν τέρπω, τί οὐ καὶ πρὸς σὲ λέγω; τέρπω τοίνυν ἐμαυτὸν ὁρᾶν τε τὰ σὰ δοκῶν καὶ φθεγγόμενος ἐφ’ ἑκάστῳ· νῦν ἡμῖν ὁ Σπεκτάτος οὐ πόρρω βασιλέως, νῦν ἐγγύτατα, νῦν παρ’ αὐτῷ διηγεῖται τὴν ὡς τὸν Πέρσην ὁδόν, ποταμοὺς οὓς διέβη, γῆν ἣν ἐπῆλθεν, ἔθνη, δίαιταν, τοὺς περὶ ὧν ἐπρέσβευε λόγους.
ὀ δὲ ἡμέρῳ τε τῷ προσέπῳ καὶ μηνύοντι τὴν ἡδονὴν ἐπαινεῖ τὸν ρήτορα καὶ τιμὴν αὐτῷ ζη- τῶν οὐχ εὑρίσκει μείζονα τοῦ πέμψαι πάλλιν.
ὁ δὲ μόλις μέν, ἀναμιμνήσκεται δὲ σοφιστοῦ τινος οἰ- κείου, ᾧ λαμπρὰ μὲν ὑπισχνεῖται, πράττει δὲ οὐδὲ μικρὰ πείθων αὑτὸν ὡς ἀρκεῖ τε γελάσαι καὶ φιλῆ- σαι κεφαλήν, καῖ τὸ ἔγκημα λέλυται.
τοισῦτα μέν ἐστιν ἐφ’ οἷς τὰ μὲν ὑπερχαίρω, τὰ δ’ αἰτιώμενος οὐκ ἄχθομαι, ἐπεὶ καὶ τὸ πέπερι μάλιστα μὲν ἐλπίσας, ἥκιστα δὲ λαβὸν πάνυ γελῶ μαθητὴν ὁρῶν σε τοῦ στρατηγοῦ Χάρητος, ὅσα γε εἰς ὑποσχέσεις.
ἀλλὰ ἵππος ἐκεῖνος, ῳ Βασσια- νὸν ἐδωρήσω, δείκνυσί με συκοφάντην. μάλιστά γε. καὶ γάρ ἐστιν ἀπ’ ἐκείνων, οἷς ὁ Βορέας πρόγονος. τοιγαροῦν δεῖται τοῦ Βορέου πρὸς τὸ κινεῖσθαι, κἂν μὴ σφοδρὸν ἐμ- πέσῃ πνεῦμα, κατὰ τοὺς λίθους μένει.
πιστεύω δὲ αὐτὸν καὶ τὸ τοῦ Ξάνθου ποιήσειν, ὑπὸ πλήθους πληγῶν φωνὴν ἀφήσειν ἀνθρωπίνην· τοιαύτην ἡμῖν ἀρετὴν ἵππων ἐξεῦρες.
Ἀπηλαύσαμεν ἀλλήλων ἐγώ τε καὶ Τουσκιανός, ἐγὼ μὲν ἀκροώμενος τούτου, λέγοντος δὲ ἐκεῖνος ἐμοῦ, μᾶλλον δέ, ἐπλεονέκτουν ἐγὼ καλλίονος ὧν ἐδείκνυον λόγων ἀκοῆς εἰλημ- μένος.
ἃ δὲ ἐποίησεν ἐνθάδε παραβάλλοντος ἐμοῦ τὸν Στρατήγιον τοῖς ἐπὶ τῆς ἴσης ἀρχῆς—τί οὖν ἐποίησεν; ὠχρία τε καὶ ἀπεπνίγετο καὶ ὅμοιος ἦν βαλλομένῳ καἰ τιτρωσκομένῳ δεινὸν ποιούμενος, εἴ τις δόξει νενικηκέναι τὰ αὑτοῦ παιδικά, τὸν Θαλάσσιον καὶ Λεόντιον καὶ τὸν νῦν τουτονὶ τὸν οὐ μᾶλλον μέγα φθεγγόμενον ἡ μεγάλα ἐργαζόμενον.
ὥστε καὶ ἔδοξεν ἐνίοις μέμφεσθαι τὸ μέρος ἀγνοοῦσιν, ὡς ὁ μάλιστα χαλεπαίνων οὗτος ἦν ὁ μάλιστα θαυμάζων. εἰ μὲν γὰρ οὐχ ἐώρα τὸ μέρος ἰσχυρόν, κἂν ἐγέλα· νῦν δὲ ἡ τοῦδε λύπη ρώ- μην ἐμαρτύρει τῷ λόγῳ.
ἂν οὖν καἰ παρὰ σοὶ πάσχῃ τι τοιοῦτον ἐν μνήμῃ τοῦ λόγου, μή σε λανθανέτω τοῦτον νικᾶν ψηφιζόμενος ᾧ φησιν οὐχ ἡδέως ἔχειν.
Ἆρ’ ἥσθη τις οὕτω ποτὲ γῆν μὲν ὀρύττων ἐπ’ ἄλλῳ τῳ, χρυσῷ δὲ ἐντυχών, ὡς νῦν σὲ μὲν ἄρχοντα Ἰοβῖνος ὁρῶν, σὺ δὲ 18 Vl γ΄, μδ΄ ωλ). τουτονὶ δεδεγμένος;
καλῶ δὴ τὸ μὲν σὸν εὐτυχίαν, τὸ τού- του δὲ ἀρετήν· ὁ μὲν γὰρ ἔδραμε τοσαύτην ὁδὸν τοῦ φίλον ἰδεῖν, σοὶ δὲ ἥκει καθημένῳ πρᾶγμα τοσοῦτον. μᾶλλον δέ, καὶ σὴν ἀρετὴν ὁ τούτου δεικνύει δρόμος, εἵπερ τὸν ἀγα- θὸν εἰκὸς παρὰ τοιοῦτον ἑταῖρον τρέχειν.
ἃ δὲ συνόντες ἐρεῖτε καὶ δράσετε, νομίζετε καὶ ἐμὲ τὸν ἀπόντα τὰ μὲν ὁρᾶν, τὰ δὲ ἀκούειν, κινήματά τε καὶ σκιρτήματα γέλωτά τε πολὺν ἐξ ἀμφοτέρων ῥέοντα καὶ μνήμην τῶν ἀρχαίων καὶ περὶ τῶν παρόντων λόγους καὶ σκωμμάτων χάριν καὶ διήγησιν περί τε ἐμοῦ καὶ τῶν ἐμῶν, ὑφ’ ὣν μάλιστα δὴ κατέχεσθε καὶ ὅθεν μόλις ἐκβαίνετε.
οἴκοι μὲν οὖν ἐξέστω Ἰοβίνῳ παί- ζειν ἃ πρότερον· εἰ δέ τι τούτων εἰς ἀγορὰν ἐξάγοι, λάμβανε παρ’ αὐτοῦ δίκην ἣν καὶ παρ’ ἐμοῦ, διότι μὴ κύπτων εἰς γῆν καὶ τρέμων ἐβάδιζον μετ’ ἀνδρὸς τὴν Παλαιστίνην ἄγοντος.
Ὅν ἐζήτουν ἔχω παῖδα σὸν καὶ παῖδά γε τοιοῦτον, ἐπι- τήδειον τοῦτο λαβεῖν ἐφ’ ὅπερ ἥκει. ὡς γὰρ διεκωδώνισα τὸν νεανίσκον καὶ προσῆγον βάσανον τῇ φύσει, ταχεῖαν εὕρισκον ἁρπάσαι λόγων ὁδούς.
καὶ πρὸς Ἀχίλλιον — ὁ δὲ ἀνὴρ ἐξ Ἀγκύρας ὢν τὰ μὲν εἰκότα τῇ πατρίδι πεπλήρωκεν, υἱεῖ δὲ τῇδε πάρεσαν, ὃν ἔχει μόνον — πρὸς δὴ τὸν ἄνδρα τοῦτον ἴφη ὅτι Παρνάσιος ἡμῖν ἀγαθοῦ ῥήτορος ἔσται πατὴρ.
ἃ δὲ ἀνεμίμνησκες ἡμᾶς μουσεῖά τε ἐκεῖνα διεξ- ιὼν καὶ τοὺς ἐν Ἀγκύρᾳ λόγους, οὔπω τοῖς γράμμασιν ὁμιλῶν ἔλεγον πρὸς τὸν υἱόν. ὁ δὲ ἔφασκεν ἅπερ ἤκουσεν ἐγγεγράφθαι.
τοσαύτη παρ’ ἐμοὶ μνήμη τῶν ἐκ ταὐτοῦ κρατῆρος π πεπωκςοτων ἄλλως τε καὶ Γαλατῶν, οἷς ἀεί τι παρ’ ἐμοῦ πλέον, ὥστ’ οἴκοθεν οἴκαδε τοὺς σαυτοῦ πέμπεις καὶ οὐ σὲ δεῖ μᾶλλον ἐμὲ παρακαλεῖν εἰς τὰ σὰ ἢ παρ’ ἐμοῦ σὲ κινεῖ- σθαι τῶν σαυτοῦ φροντίζειν.
Ἀλλὰ καὶ τοῦθ’ ἡμῖν ἐν μεγάλῃ δωρεᾷ τὸ μνησθῆναί τι τῶν δεηθέντων καὶ ζητῆσαι τὰ γράμματα καὶ προελέσθαι δοῦναι καὶ τὸ μὴ δεδυνῆσθαι δηλῶσαι. τοιαῦτα γὰρ δὴ τὰ σὰ πρὸς τοὺς ὑπηκόους φάρμακα· ἢ δίδως αἰτηθεὶς ἢ τοῦ πράγ- ματος οὐκ ἐῶντος ἀχθόμενος τῷ κεκωλῦσθαι τοὺς οὐ τυχόντας εὐφραίνεις ὥσπερ λαβόντας.
καὶ νῦν οἱ ζητοῦντες τὸν σῖ- τὸν ἀντ’ ἐκείνου τὴν ἐπιστολὴν ἔχοντες Αἴγυπτον ὅλην ἠγοῦν- ται κεκαρπῶσθαι. πρὸς δὲ τοὺς εἰδότας σε καλῶς τί χρῆν ὀμνύειν ὡς ἔδωκας ἂν ἡδέως; ὁ γὰρ δὴ περὶ τῶν τοιούτων ὅρκος ἡμῶν ἂν εἴη περὶ σοῦ πρὸς ἄλλους, ἀλλ’ οὐ σοῦ πρὸς ἡμᾶς· οὕτως ἴσμεν ὡς ἔδωκας ἂν ἡδέως.
θάρρει δὴ περὶ τοῦ μέλλοντος· οὐ γὰρ ἀνήσομεν αἰτοῦντες, ἕως ἂν δοὺς ἀπόθῃ τὴν ἀπὸ τοῦ μὴ δοῦναι λύπην.
Εἴτε μὴ βοηθεῖς οἷς ἀξιοῦμεν, οὐχ Ἑλληνικὸν τοῦτο ποιεῖς, εἴθ’ οἷς ἀξιοῦμεν βοηθῶν μὴ προστίθης τὴν ἀπὸ τῶν γραμμάτων χάριν, οὐκ ἐκείνῳ μᾶλλον εὐφραίνεις ἢ τούτῳ λυπεῖς. καί μοι τῇ σιγῇ δεικνύεις ὡς ἐγὼ τῷ μὴ σιγᾶν ἐνο- χλῶ.
τετολμήσθω δ’ οὖν καὶ τὸ παρόν, ἐπειδὴ κελεύει φί- λος. τὸ κεφάλαιον δή μοι τῶν φίλων. Οὐράνιος γὰρ κοινω- νεῖ μέν μοι τῆς περὶ τὴν ἀγέλην φροντίδος, κοινωνεῖ δὲ διαί- της καὶ λυπηρῶν καὶ τερπνῶν καὶ ὅλως τοῦ βίου, καὶ οὔτε παρ’ ἐκείνῳ πρὸ ἐμοῦ τὰ τέκνα τῶν τε ἀδελφῶν ἐμοὶ τιμιώ- τερον ἐκεῖνος, ὥστ’ οὐδ’ ἂν δεξαίμην ἀγαθοῦ του τυχεῖν, οὗ μὴ τὸ μέρος εἰς ἐκεῖνον ἀφίξεται.
τούτῳ γένος ἐστὶ παρ’ ὑμῖν, πάντες ἐπιεικεῖς καὶ πένητες καὶ δεόμενοι γνῶναι τὴν πόλιν, ὡς οὐκ ἠμέληνται παρὰ σοί· τὸ γὰρ δὴ μικρὸν τοῦτο μέγα τοῖς ἀσθενέσι πρὸς τοὺς εὐπόρους.
κατ’ ἄμφω δὴ δοῦναί σε δεῖ τὴν χάριν, εἴτ’ ἔσωσας οὓς ἔμπροσθεν ἠξίουν εἴτε μή. τὸ μὲν γὰρ ἂν εἴη τὸν αὑτοῦ νόμον τηροῦντος, τὸ δὲ λύοντος αἰτίαν τῷ τελευταίῳ.
Ἆρ’ ἐκείνων μέμνησαι τῶν λόγων, δι’ ὧν σε παρεκαλοῦ- μεν Ὁνωράτῳ τὰ εἰκότα σῶσαι; τί δέ, ὧν αὐτὸς ὑπισχνοῦ 15 λόγος ἐστί σοι; καὶ μὴν ἑτοίμως ἐπένευες Κυρίνου τε τὴν ἱερὰν κεφαλὴν αἰδούμενος καὶ ἡμᾶς οὐκ ἀτιμάζων, ἔργον δὲ οὐδὲν ὧν ἠκούομεν ὀρῶ.
καί σε γράφομαι κατ’ ἄμφω τοῦτο μέν, εἰ φὺς ἐπιλελῆσθαι, τοῦτο δέ, εἰ μεμνημένος ὧν οὐκ ἀμνημονεῖς ἀμελεῖς· τὸ μὲν γὰρ οὐ φιλοῦντος, τὸ δὲ καὶ ὑβρίξοντος.
ἀλλ’ εἰ καὶ μὴ πρότερον, νῦν οἷος περὶ πολ- λούς, καὶ περὶ ἡμᾶς φάνηθι τάχα οὐ δικαίους ὄντας ἐν πολ- λοῖς ἀριθμεῖσθαι. δοῦναί τε γὰρ ἕτοιμοι βουλομένῳ λαβεῖν κἂν τὸ λαμβάνειν φεύγῃς, ὄψει μεμνημένους τῆς χάριτος.
πραττέσθω μὲν οὖν κἀκεῖνα τὰ μεγάλα μέν, ὡς ἡμῖν δο- κεῖ, μικρὰ Γε, ὡς σοί. τουτὶ γὰρ οἶσθα πρὸς ἡμᾶς εἰπὼν ὡς μικρά τε ἐπαγγέλλοιμεν καὶ οὐκ ἔχοντα πόνον. συμπαρατήρει δὲ καὶ τὸ μὴ γενέσθαι βλάβην ἡμῖν τὴν νῦν γε κλῆσιν, φασὶ γὰρ κεκλῆσθαι πανταχόθεν ἐκεῖσε πάντας ὅσοι καθιστᾶσιν ἐν ᾧπερ Ὁνωράτος.
καὶ δῆλοι ὡς τῷ γε οὐχ ἥκοντι δίκη τις ἐπικείσεται. ἀλλ’ ὅστις μὲν ἔχων ὑπακούειν κάθηται, κάτα φρονεῖ καὶ δότω δίκη ἡμῖν δὲ ἔδει μὲν ἐξεῖναι τρέχειν, καθῆσθαι δὲ ἠναγκάσμεθα. τῆς γὰρ δὴ νόσου τὸ μῆκος οὐκ ἀγνοεῖς, ᾗ προσπαλαίων ὁ νέος νῦν μόλις εἰς ἐλπίδας ἀσγα- λείας ἥκει, τροφὴ δὲ αὐτῷ νόμοις ἰατρῶν ἔτι περιγέγραπται.
ταῦτα μαθέτω Βάσσος, ταῦτα ἀπολογίαν ποιοῦ καὶ φύλαττε τὸ σχῆμα τῷ γε ὑπ’ ἀνάγκης ἀπόντι.
Τὰ μέγιστα ἡμᾶς ἀφελόμενος ἔδωκας, σμικρὰ μὲν οὐκ ἂν φαίην, οὐ μὴν ἡλίκα γε ἀφείλου· τὸν γὰρ υίὸν μεταπεμ- ψάμενος ἔπεμψας ἡμῖν ἐπιστολήν. ἦν δὲ ἐκεῖνος μέν μοι παρὼν τοσοῦτον, ὅσον καὶ σὺ συνών, τὰ γράμματα δὲ ἡδὺ μέν, δεύτερον δὲ ἐκείνου.
Καλλιόπιος μὲν οὖν ἀγαθῶν τύχοι διδασκάλων καὶ διασώσαιτό γε τὴν ἐντεῦθεν κρηπῖδα· νῦν δὲ σὲ χάριν αἰτοῦμαι, ἣν οὐκ ἄν ἠβουλόμην αἰτεῖν ἠναγκά- σθαι.
Κυρίνῳ παῖς ἐοτιν Ὁνωράτος, ὁ δὲ Κυρῖνος ἀπὸ μὲν τῶν ἀρχῶν, τρεῖς δὲ αὗται, πενέστερος ἀπῆλθε, ῥητορι- κῆς δὲ πρὸς τοσοῦτον ἧκεν, ἐφ’ ὅσον ἄν, εἰ παρὰ τὸν Ἑρμῆν ἐτύγχανε φοιτήσας.
οὗτος πολλῶν γεγονὼς πατὴρ νῦν ἑνός ἐστιν Ὁνωράτου καὶ εἴη γε καλοῦ τε ὄντος καὶ ἀγαθοῦ καὶ κοσμοῦντος οὕτω γενναῖον πατέρα.
τούτῳ δὴ τῷ βελτίστῳ νέῳ νόσημα ἐμπεσὸν καὶ προβὰν εὶς μῆκος, μὴν γὰρ οὑτοσὶ δέκατος, πολλὴν μὲν ἐν πολλῷ χρόνῳ σοφίαν ἰατρῶν ἐνίκησε, καὶ ἦν ἡ πόλις ἐν ἀγρυπνίᾳ τε καὶ φόβῳ· κτῆμα γὰρ ἡμῖν Ὁνωράτος κοινόν.
νῦν δὲ ἔκλινε Μάρκελλος ὁ χρηστὸς τὸ κακόν, καὶ χρῆσθαι τοῖν ποδοῖν Ὁνωράτος ἄρχεται. τοῦτο δὲ ἦν κρεῖττον ἐλπίδος.
τί δὴ ταῦτα διῆλθον; οὐκ ἀνιᾶν σε βουλόμενος, ἀλλ’ ἐπεὶ τοὺς ὑπὸ σοὶ πάντας ἀκούομεν ἐκεῖσε κεκλῆσθαι, ὧν εἰς οὗτος, διδάσκειν σε ἐθέλων ὡς οὔπω εὖ πράττομεν.
καίτοι θῶμεν τὸν νέον ὑγιέστερον εἶναι Κρό- τωνος· οὐκ ἂν ἦν μοι καὶ τότε λόγος πειρωμένῳ κατέχειν, ὅτι, ἀνδρῶν ἄριδτε, Βάσσε, λόγων τὸν Ὁνωράτον ἐχό- μενον καὶ μίαν ὄντα γονεῦσι παεαμυθίαν ἐν ἡλικίᾳ δεομένῃ τῶν πατρὸς ὀφθαλμῶν ἡμῖν νῦν μὴ κίνει, καί, ὅτε βέλτιον, ἥξει; ταῦτα οὐκ ἄν ἐπένευες εἰπόντος;
ὃς οἶν τότε ἂν ἔδωκας τὴν χάριν, νῦν οὐ λογιῇ τὴν ἀνάγκην; οἶμαί γε. κἀκεῖνο δὴ μαντεύομαι θαρ- ρῶν, ὡς καὶ ἀπὼν τεύξομαι ὧν οἱ παρόντες ἀπολαύουσι Βάσ- σου τοῦ θαυμαστοῦ μέγα ποιουμένου Κυρῖνον εὖ ποιεῖν καὶ ἐμέ, παρ’ ὧν αὐτῷ δῶρον οὐ φαῦλον τῶν ἔργων ἔπαινοι.
Ἔλαβόν σου πάνυ βραχεῖαν ἐπιστολήν, καίτοι βουλο- μένῳ με διδάσκειν ἐν ᾧ τὰ πράγματα ἕστηκεν ἦν μακροτέραν ἐπιστέλλειν. ἡ δ’ αὖ πρὸ ταύτης ἐκ Μακεδονίας ἥκουσα κατη- γορίαν εἶχεν ὡς οὐ γράφοιμί σοι. καὶ ἦν μοι δῆλον ὅτι τὴν μικρὰν ταύτην ὀργή τις ἐποίει τοσαύτην. ἐδίωκες μὲν γὰρ ἐν ἐκείνῃ, τὴν δίκην δὲ ἀπῄτεις ἐν τῇ δευτέρᾳ. τὸ πᾶν δὲ ὅπως ἔσχεν, ἄκουσον.
ἐγώ σε τὸ πρῶτον ἡγούμενος εἰς Ἰταλίαν τρέχειν ἔπεμπον ἐκεῖσε γράμματα. Πρόκλος <δὲ> α ὁ κομίζων. μικρὸν ὕστερον ἔμαθόν <σε> α Ἀθήνησιν εἶναι διενοούμην πέμπειν Ἀθήναζε, σὺ δὲ ἐκ Μακεδονίας ἐπέστελ- λες. πάλιν Ἀθήνηθεν γράφεις. τί τις ἂν ποιήσειε πρὸς τοσαῦ- τα πτερά;
ἀλλ’, ὦ πολλὰ μὲν ἀθυμήσας, πολλὰ δὲ ὑπο- μείνας, ἀφεὶς τὸ ἐπιστέλλειν αὐτὸς φάνηθι νομίσας ταύτην εἶναι τὴν φωνὴν τῶν σῶν ἀγρῶν τῶν ἔτι μὲν καλῶν, σοῦ δὲ ἀπόντος χρόνον μακρὸν ἴσως ἀκουσομένων τι καὶ ἄλλο.
Ἤιδειν ὅτι μου δέξη τὴν ἐπιστολὴν ἡδέως, καὶ γὰρ παρ- ὼν τοὺς λόγους. ταῦτα δὲ πείθων ἐμαυτόν, εἰ καὶ χάριν εὐθὺς αἰτοίην, οὐκ ἐκφέρομαι τοῦ εἰκότος. ἢ γὰρ οὐ νομί- ζοντα φιλεῖσθαι χρῆν ὀκνεῖν ἢ φιλεῖσθαι πεπιστευκότα δεῖ θαρρεῖν. ἡ δὲ χάρις καὶ δοῦναι ῥᾴστη καὶ τῷ διδόντι καλή.
γνῶθι δέ · Κλεόβουλος ἐξ Αἰγύπτου παρ’ ἡμᾶς μετῴκησε, ποιητής τε ἀγαθὸς καὶ διδάσκαλος οἷος οὐκ ἄλλος, δοὺς δὲ αὑτὸν οὐ πολλοῖς, οὐ γὰρ ἔρρωτο τὸ σᾶμα, πρότερον ἐποιεῖτό με τῶν ἄλλων. καὶ διὰ τοῦτο Κλεόβουλος ἐμοὶ τίμιον, κἂν ἐπιτάττοντος ἀπειθήσω, παῖς ἠδίκηκε πατέρα.
καὶ τί δεῖ με μηκύνειν περὶ αὐτοῦ παρόντος σοι τοῦ τὸν ἄνδρα εἰδότος Ἀριστοφάνους. ὃν ἄνευ τῶν ἄλλων κοσμεῖ τὸ σοὶ συνεῖναι ἐθέλειν;
τούτῳ τοίνυν τῷ Κλεοβούλῳ παῖς ἀδελφῆς ἐστι παρ’ ὑμιν καὶ μέλλει γε τελέσειν εἰς τοὺς σοὺς ὑπηρέτας. ἔγγραφε δὴ τὸν ἄνδρα μεθ’ ἡδονῆς καὶ τυγχανέτω χρηστοῦ τινος διὰ τὸν θεῖον καὶ τῷ δοῦναι χάριν ἔλεγχε τὴν παροι- μία ὡς ἄρα καὶ ἐν γῇ Χάριτες.
Οἶσθά που Μάρκελλον ἀπὸ τῆς τέχνης καὶ ἔτι γε προ- τερον ἀπὸ τῶν τρόπων· οὐ γὰρ μᾶλλον ἀγαθὸς ἰατρὸς ἢ χρηστὸς ἀνήρ
σὺ μὲν οὖν ·αὐτοῦ τὴν τέχνην ἐν ἄλλων ἔγνως σώμασι καὶ οὕτω γε τὰς ἁπάντων ἰατρῶν μανθάνοις· ἐγὼ δὲ αὐτὸν εἶδον ἐν τοῖς ἐμαυτοῦ κακοῖς, ἀφ’ ὧι με ἐξίλ- κύσεν ἤδη βεβαπτισμένον. εἰ γὰρ μὴ οὗτος ἐκοίμισε τὸ νό- σημα τῆς κιφαλῆς, ἢ ἐτεθνήκειν ἂν ἢ ζῶν ἂν ἐπενθούμην, ὅτι μὴ ἐτεθνήκειν.
ἔχοι δ’ ἂν καὶ ἕκαστος τῶν τὴν ὴμε- τέραν οἰκούντων ἐφ’ ὁμοίοις μνησθῆναι Μαρκέλλου. διὰ γὰρ δὴ παντὸς ἀφῖκται σώματος ἀντιταττόμενος τοῖς προσβολαῖς ὥστ᾿ εἰ μὲν οὗτος ὑγιαίνοι, καὶ τοῖς νοσοῦσιν ἐλπίδες· εἰ δ ἀσθενήσειε, κοινὸς ὁ φόβος κάμνουσί τε καὶ μὴ. τοῦτον ὁ μὲν τιμῶν οὐ θαυμάζεται, μικρὰ γὰρ ἀντὶ μεγάλων δίδωσιν· ὁ δ’ οὐ τιμῶν κἂν πατρὸς πατάξειε γνάθους.
ἐμοὶ μὲν δὴ πᾶσα ἀνάγκη τὸν πρεσβύτην ἀντευποιεῖν·ἀντευποιήσαιμι δ’ ἄν, εἰ τῇ σῇ δυνάμει χρησαίμην· ἡ γὰρ ἐμὴ λεπτή τις. προθυμοῦ δὴ καί με δεῖξον εἰς ἀμοιβὰς οὐ φαῦλον.
τοίνυν αἰτοῦ μὲν; Μάρκελλος ὀψέ ποτε γίγνεται πατὴρ μάλα ταύτης ἐπι- θυμήσας τῆς κλήσεως καὶ πρὸς ἱεροῖς ἱκετεύσας καὶ ἔστιν αὐτῷ τὰ τέκνα, Ἀσκληπιοῦ δῶρα.
διὰ δὴ τοῦτο πάνυ γέ ρων ὢν πάνυ νέους υἱοὺς τρέφει, οὓς ἄρτι γάλακτος ἀπαλλα- γέντας εἰς στρατιώτας ὁ βασιλεὺς ἐνέγραψεν, ὧν νῦν ὁ καλὸς ἡγεῖται ουσώνιος πράττων αὐτοῖς ἀσφάλειαν εἰς ἅπαντα τὸν χρόνον. ἀλλὰ νῦν κηρύγματα περιφοιτᾷ χωρεῖν ὡς ὑμᾶς, οἷς οὗτος ὁ βίος.
τοῖς δὲ Μαρκέλλου παισὶν οὐχ ὅπως τοῦτο ῥᾷστον, ἀλλ’ οὐδ’ ὑπερβῆναι τὰς πύλας. δεδοίκαμεν δὴ μὴ τοῦτο αὐτοὺς ἐκβάλλῃ τοῦ σχήματος καὶ σοῦ δεόμεθα τη- ρεῖν αὐτοὺς ἀπόντας ἐν τῷ σχήματι. λέγεται δὲ Μουσωνίῳ τὸ σὸν νεῦμα νόμος εἶναι, καὶ παλαιός γε ὁ νόμος τὸν ὕπαρ- χον τοῖς ἔχουσιν ὃ νῦν ἐκεῖνος ὁριστὴν εἶναι τῶν ἔργων.
βεβαίωσον δὴ δόξαν οὕτω καλὴν ἐν οἷς ἐπαγγέλλομεν καὶ μὴ θαυμάσῃς εἰ Στρατηγίου γράμμασιν ἐμὰ Μάρκελλος παρ- έζευξε· φήμη γὰρ ἐμὲ παρὰ σοὶ πλεῖστον ἰσχύειν.
Δόμνῳ τούτῳ πατήρ τε ἦν ἀγαθὸς καὶ κηδεστὴς βελτίων· γαμεῖ γὰρ θυγατέρα Κέλσου, δι’ ὃν οὐκ ἄμοιροι Σύροι τῆς Ἰταλῶν φωνῆς. ἀλλὰ καὶ αὐτὸς ὁ Δόμνος τοιοῦτος, οἶος, εἰ καὶ μηδέτερον ὧν ἔφην εἶχεν, ἀπὸ τῶν τρόπων εἰκότως ἂν τιμᾶσθαι.
ζῶν γὰρ ἐν στρατιώτου σχήματι καλλίω γνώμην παρέχεται τοῦ βίου θράσους ἀπηλλαγμένος, πανουργεῖν οὐκ εἰδώς, κέρδος ἄδικον βλάβην ἡγούμενος, χάριν ἕτοιμος μὲν δοῦναι, λαβὼν δὲ ἀποδοῦναι, μᾶλλον μειδιῶν ἢ σκυθρωπάζων, ἁπλῶς μέμψεως μὲν οὐδενὶ δοὺς ἐπ’ οὐδενὶ πρόφασιν, ἐπαίνου δὲ πολλοῖς ἐπὶ πάνυ πολλοῖς.
τὴν μὲν οὖν τῇδε διακονίαν πεπλήρωκε, νόμῳ δὲ πρὸς τὴν μείζω στρατείαν μεθίσταται. τοῦ δ’ ὡς ἄριστα πράξειν ἐκεῖ μίαν ἐλπίδα τὴν σὴν ἔχει ῥο- πή ἔχει δέ γε καὶ τῆς ῥοπῆς αὐτῆς ἐλπίδας. δύο γὰρ δὴ ταῦτα παρ’ ἡμῖν ᾄδεται, ὡς ἐθέλεις τε τοῖς ἐνθένδε βοηθεῖν καὶ δύναμις ἴση τῇ γνώμῃ. ἃ νῦν ἀκούων Δόμνος ἐπὶ τοῖς ἕργοις πρὸς ἄλλους ἐρεῖ.
Νικέντιον μὲν τὰ σὰ γράμματα φίλον ἡμῖν ἐποίει, Μό- δεστον δὲ ὄντα καὶ πρὸ τοῦ φίλον μᾶλλον ἢ πρότερον ἐποίει τὰ γράμματα.
τὴν μὲν οὖν πόλιν ἡμὶν εὔφρανε τῇ περὶ ἐμὲ σπουδῇ, ἐμὲ δὲ τῇ περὶ σοῦ μνήμῃ. τὸ γὰρ ὑπὸ τῶν καλῶς σε εἰδότων ᾀδόμενον καὶ αὐτὸς ἐφθέγγετο· οὔπω τοιοῦτον εἶδον.
καὶ διεξῄει πολλὰ τῶν σῶν προστιθείς, ὡς οὐκ ἂν πάντα εἰπεῖν ἔχοι. εἶτ’ ἐκαλεῖτο μὲν ὑπὸ τῆς ἑσπέρας ἐπὶ λουτρά, κατείχετο δὲ ὑπὸ τῆς ἡδονῆς ἐν τῷ λόγῳ.
καὶ ὁ μὲν ἐπῄνει τὰ σά, Φουρτουνατιανὸς δὲ ἐκεῖνον, ὅτι ἃ χρῆν ἐπῄνει. τί οὖν ἐγώ; σιγῶν ἠρυθρίων ὡς ἂν αὐτὸς ἐπαινούμενος. εἰσάγω δὴ τὸν ἄνδρα εἰς τὸ βουλευτήριον, οὗ λόγων ἀγῶνες ἡμῖν. καὶ ἴσως οὐκ ἠνίασα λέγων.
λαβὼν δὴ παρὰ σοῦ δύο ἄρχοντας φίλους ἑνὶ γέμοντι σοφίας ἀμεί- βομαί σου τὸ δῶρον. Ἁρποκρατίων γὰρ οὑτοσὶ καὶ ποιητὴς ἀγαθὸς καὶ παιδευτὴς ἀμείνων, δεινὸς μὲν ἐνθεῖναι τὰ τῶν παλαιῶν νέοις, δεινὸς δὲ ἐκείνοις παρισωθῆναι, βεβιωκὼς δὲ συνεχῶς ἐν βιβλίοις ἤκιστα μετέχει κομψείας ἁπλοῦς τις ὢν καὶ γενναῖος καὶ οὐκ ἂν ἁλοίη φρονῶν μὲν ἕτερα, λέγων δὲ ἄλλα.
οὗτος Εὐδαίμονι κοινωνήσας καὶ τροφῆς καὶ μου- σείων πάλαι μὲν ἐν τῷ φοιτᾶν, νῦν δὲ ἐν τῷ παιδεύειν καὶ μικροῦ τῷ φίλῳ συμπεφυκὼς ὑπὸ τῆς ὑμετέρας ἀπερράγη δυ- ναστείας. καὶ νῦν διακριθέντες, μετὰ δακρύων πορεύεται μὲν αὐτός, κάθηται δὲ ἐκεῖνος. 7, Εὐδαίμονα μὲν οὖν ἐγὼ παραμυθήσομαι, σὺ δ’ Ἁρποκρατίωνι γίγνου τοῦθ’ ὅπερ ἡμεῖς Εὐδαίμονι.
Ταύτην ἔδει τὴν ἐπιστολὴν ἔπαινον εἶναι τῶν εἰς Ὁνω- ράτον ὑπὸ σοῦ πεπραγμένων, ἡ δὲ ἔρχεται παράκλησιν ἔτι φέρουσα. καὶ τοῦτο μὲν δὴ μέτριον, ἐκεῖνο δὲ ἄξιον δεῖσαι μὴ καὶ ἡ μετὰ ταύτην ταύτην μιμήσηται.
καίτοι τί μαθὼν οὐκ ἐπιτελεῖς ἅ γε ὑπέσχου; πότερον ὡς τὸ ψεύδεσθαι καλόν; οὐ σόν γε τὸ ἐπαινέσαι ψεῦδος. ἀλλ’ ὡς ἐλάττων σοι δύναμις ἧς αἰτοῦμεν χάριτος; καὶ μὴν ἐγέλας οὐδὲν σπουδῆς ἀνιέντος τοῦ Κυρίνου καὶ παρεδήλους ὡς τά γε τηλικαῦτα κἂν καθεύ- δῶν χαρίζοιο.
ἔτι τοίνυν δοῦναί σε ἔσμεν ἑτοίμως χαριζό- μενον δεομένῳ καὶ διωθούμενον ἀναγκάζοντα. λείπεται οὖν ὡς μὴ φιλούντων ἀμελεῖν. ἀλλ’ ὅταν τοῦτο περὶ τῆς μητρὸς εἵπης, καὶ καθ’ ἡμῶν ἐξέσται σοι.
ἀλλ’ ὦ πράττων μὲν ὅσα ἐθέλεις, ἃ δ’ ἑκὼν ὑπερβαίνεις, περὶ τούτων ἀπολογίας μελετῶν, ἐννοήσας μὲν τοῦ νέου τὴν τῶν τρόπων ἀρετήν, αἰσχυνθεὶς δὲ τὰς Κυρίνου δεήσεις ἃς ἐποιεῖτο καθ’ ἡμέραν ἀνὴρ ὃν καὶ θεὸς ἂν αῖδεσθείη φανέντα, νομίσας δὲ καὶ ἐμὲ πατέρα τινὰ τοῦ μαθητοῦ καὶ ταῦτα βούλεσθαι μὲν τὴν σὴν μητέρα, βούλεσθαι δὲ καὶ τὸν ἡμέτερον θεῖον, προσθείην δ’ ἂν καὶ πᾶσαν τὴν πόλιν, ταῦτα ἐνθυμηθεὶς μὴ φροντίσῃς ὅ τι πρὸς ἡμᾶς ἐρεῖς, ἀλλ’ ὅ τι πράξας χαριῇ.
Ἐγὼ τὸν σὸν υἱὸν παρόντα μὲν καὶ ἐφίλουν καὶ ὠφέ- λοῦν, εἰς ἀπόντα δὲ τό γε ἕτερον ποιῶ καὶ φιλῶν οὐ πέπαυ- μαι. δοκεῖς δέ μοι καὶ σὺ λόγους εὑρὼν ἐν αὐτῷ χάριν εἰδέναι τῷ δεδωκότι.
τούτου σημεῖον, ἀμοιβαὶ παρὰ σοῦ φοιτῶσιν ἀνδρί γε ἐλευθέρῳ μεγάλαι. καλῶ δὲ ἀμοιβὰς τὰ γράμματα. προσθεῖναι δὴ ταύταις ἔξεστί σοι καὶ δοῦναί μοι δῶρον, οὗ σοὶ μὲν ῥᾷον οὐδέν, ἐμοὶ δὲ μεῖζον οὐδέν
οἶσθά που Κυ- ρῖνον, ὅν οἱ λόγοι μὲν εἰς σοφιστοῦ θρόνον ἐκάθιζον, ἡ Τύχη δὲ εἰς ἀρχόντων ἤγαγεν. ἐκεῖνον λέγω τὸν Φιλίππῳ παρε- δρεύσαντα, τὸν Λυκίαν θεραπεύσαντα, τὸν ΙΙαμφυλίαν σεσω- κότα, τὸν κυβερνήσαντα Κύπρον.
τούτῳ παῖς ἐστιν Ὁνω- ράτος, ὃν εἰ καὶ ἐμὸν θείης, οὐκ ἀδικήσεις. οὗτος ὁ νέος ἐγγέγραπται μὲν τῷ σῷ χορῷ, ᾄδει δὲ νῦν ἐν τῷ ἡμετέρῳ καὶ ἔσται δὴ βελτίων εἰς ἐκεῖνον ἀπὸ τῶν ἐν τούτῳ μελῶν. ἥξει δέ, οἶμαι, τότε, ὅταν γράφειν μὲν ὀξύτατος ᾖ, λέγειν δὲ ἀγα- θός. νεότης δὲ τοὺς γονεῖς μὴ φοβῇ.
ἄπεστι μὲν οὖν οὐ μόνος, μόνος δὲ ἴσως ὑπὸ καλῆς αἰτίας. ἣν αἰδεσθεὶς τίμη- σον ἐν τῷ καταλόγῳ τῶν νέων χώραν διδούς, ἣ πρὸ πολλῶν αὐτὸν ἀποδείξει. καὶ σοὶ παρ’ ἡμῶν ἀντὶ τούτων ὃ κεκτή- μεθα μόνον, ὁμολογία τῆς χάριτος ἐν λόγοις μακροῖς.
Ἀρ’ ὅπερ αὐτοὶ πεπόνθαμεν, τούτῳ καὶ αὐτὸς κατεδχέ- θης; ἡμεῖς ἑσπέρας προσιούσης, ὅτε δὴ βαδίζειν εἰώθαμεν παρὰ σέ, παρὰ μὲν τῶν ποδῶν ἀπαιτούμεθα τὴν ὁδόν, ἰδεῖν δέ <σε> α οὐκ ἔχοντες ἀλγοῦμεν.
ἴσως δὴ καὶ αὐτῷ σοι γίγνεται δύντος ἡλίου. διδάσκομαι δὲ τοῦτο τῷ τε ἄλλῳ σου τρόπῳ καὶ ταῖς αἰτίαις αἷς με ᾐτιῶ παραπέμποντά σε.
ἔλεγες τοίνυν ἠδικῆσθαι δύ’ ἡμέρας ἐκλιπόντος μου τὴν συνουσίαν, καὶ ἦν ἡδίω μέλιτος τὰ ἐγκλήματά μοι. κατηγοροῦντος δέ μου τοῦ νοσήματος, ὃ τὴν κεφαλὴν ἐνοχλεῖ, καὶ φάσκοντος οἴκοι μεῖναι διὰ τὴν ἐκεῖθεν ἀνάγκην δευτέραν ἐξεῦρες αἰτίαν τὸ μὴ τοῦτό σοι μηνύσαι.
ταῦτα δὴ τὰ τῶν ἰδιωτῶν πρὸς ἀλλήλους ὁ ἄρχων πρὸς τὸν ἀρχόμενον. τὸ δὲ φιλούμενον οὕτως εἰδέναι φιλεῖν τοῦ δικάζειν, ὥσπερ δικάζεις, οὐ μεῖον εἰς ἀπόδειξιν ἀρετῆς.
ὅτι μὲν οὖν τῷ πόνῳ μὲν μιμῇ τὸν Ἡρακλέα, τῷ τάχει δὲ τὸν Περσέα, καλῶς οπιεῖς. ἀλλά σου δεόμεθα τῶν πτερῶν μὴ μόνον ὑπὲρ τὸν Εὐφράτην σε τα- χέως ἄγειν, ἀλλὰ καὶ πρὸς Ὀρόντην, τὸν ἡμέτερον ποταμόν, ἐπανάγειν ὀξέως.
Ἴδου σοι, τὸ πάλαι ῥαπτόμενον ἐπὶ τέλος ἥκει· τὴν Ἁρ- ποκρατίωνος ἡμᾶς ἀφελόμενος γλῶτταν ἔδωκας τοῖς οὐδὲν δεο- μένοις καὶ δεσμὸν χαλεπώτερον εἰς λύσιν τοῦ Γορδίου λέλυ- κἀς, μᾶλλον δέ, ἔτεμες κατ’ ἐκεῖνον τὸν οὐ δυνηθέντα λῦσαι. εἰ μὲν γὰρ πείσας εἶχες, ἔφην ἄν σε λελυκέναι, νῦν δέ, ἐβιάσω γάρ, φημί σε τεμεῖ καὶ μειδιᾷς δὴ μεγάλα φρονῶν ἐπὶ με- γάλῃ τῇ δυνάμει καὶ πᾶν ὅ τι ἂν ἐθέλῃς ἕλκε
ὁ Ζεὺς δὲ ἐκεῖνος, ὁ σὸς προστάτης καὶ παρ’ οὗ κατέβης καὶ πρὸς ὃν ἄπει, πρόχειρον ὂν γῆν καὶ θάλατταν ἀνασπάσαι καὶ κρεμά- σαντα ἀφεῖναι μετεώρους ἠπείλησε μέν, οὐκ ἔδρασε δέ. σὺ δὲ ἄνευ σειρᾶς ἀπὸ νεύματος ἐν χεροῖν ἔχεις ὅ τι ἂν δόξη. τὴν μὶν οὖν σαυτοῦ φιλῶν φήσεις οὐκ ἀδικεῖν, σῶμα δὲ Αἰγύ- πτιον παραδοὺς Θρᾳκίοις πνεύμασιν ὅρα τί δράσεις.
λόγον δέ σου λαβών, ὃς ὅσα τῇ πρεσβείᾳ τὴν πόλιν ὤνησας ἴΜεν, εἶτα γνοὺς ὡς μεταπέμποιο σοφιστάς, μαθητὰς ἔφην ὁ καλὸς ζητεῖ Θεμίστιος. τίς γὰρ ἔτι ῥήτωρ σοῦ τοιαῦτα δημιουργοῦντος; οὐχ οὕτως ὁ Τηλέμαχος ἐῴκει τῷ πατρὶ τὴν μορφήν, ὡς σὺ τῷ Δημοσθένει τοὺς λόγους, οὓς πάλαι κεκτη- μένος ὀψέ ποτε ἐξήνεγκας.
τῇ τε οὖν ἄλλῃ δεῖ τὴν πρε- σβείαν ἐπαινεῖν καὶ ὅτι τούτοις ἔδωκεν ἀφορμὴν εἰς μέσον ἐλ- θεῖν. ποίει δὴ πολλὰ τὰ καλὰ καὶ πέμπε τοὺς λόγους μὴ τοῖς ἄρχουσι μόνον, ἀλλὰ καὶ οἷς ἀρχὴ μὲν οὐκ ἔστιν, ὦτα δὲ ἴσως.
Διπλῆν ἀνῄρησαι νίκην, τὴν μὲν ἐν ὅπλοις, τὴν δὲ ἔ λόγοις, καί σοι τρόπαιον ἕστηκε, τὸ μὲν ἀπὸ τῶν βαρβάρων, τὸ δ’ ἀπ’ ἐμοῦ τοῦ φίλου.
τουτὶ δὲ τὸ τρόπαιον ἡδὺ τῷ κεκρατημένῳ. πᾶσι γὰρ δὴ πατράσιν εὐχῆς μέρος παίδων ἡτ- τᾶσθαι, καὶ σὺ παρ’ ἐμοῦ λαβὼν τὰς εἰς τὸ γράφειν ὁδοὺς οἷς ἔλαβες τὸν δόντα παρήνεγκας.
περὶ δὲ τοῦ μέτρου τῆς ἐπιστολῆς δεῖ δήπου με ἀπολογήσασθαι τῷ στρατηγῷ τὸν ῥή- τορα, μᾶλλον δέ, τῷ λέγειν οὐχ ἧττον ἢ μάχεσθαι μαθόντι.
ἐπειδή σε βασιλεὺς ἐκάλεσεν εἰς κοινωνίαν τῆς ἀρχῆς, ᾠή- θην δεῖν ἀφελεῖν τῆς παρρησίας καὶ μὴ ποιεῖν ἃ πρὸ τοῦ πρὸς ἄνδρα τοσοῦτον γεγενημένον. δεινὸν γάρ, εἰ σκιαμαχοῦν- τες μὲν ἐν ταῖς τῶν ἀγώνων μελέταις εἰσόμεθα, πῶς Περικλεῖ καὶ Κίμωνι καὶ Μιλτιάδῃ διαλεκτέον, ἐπὶ δὲ τῆς ἀληθείας παροψόμεθα τὸν νόμον.
αὐτὸ γὰρ τοῦθ’ ὃ σὺ φῄς, ὡς αἱ τῶν στρατηγῶν ἐπιστολαὶ βραχεῖαι διὰ τὸ πράττειν, ἔπειθέ με καὶ αὐτὸν συστέλλειν τὰ γράμματα εἰδότα ὡς ὅστις ὐπ ἀσχολίας οὐκ ἔχει μακρὰ ἐπιστέλλειν, κἂν ὑπ’ ἄλλου μακρὰ γράφοντος ἐνοχληθείη.
νῦν οὖν ἐπειδή με παρακαλεῖς εἰς μῆκος, ὑπακούσομαι. καί σοι συγχαίρω πρῶτον μέν, ὅτι τὰ ὅπλα ἔχων ἐν χεροῖν οὐκ ἐξέλυσας τὴν περὶ λόγους σπουδήν, ἀλλὰ μάχῃ μὲν ὡς οὐδὲν ἄλλο δρῶν, ζῇς δὲ ἐν βιβλίοις ὡς ἀφεστηκὼς μάχης· ἔπειθ’ ὅτι τῷ μεταδόντι τῆς ἀρχῆς οὐ παρέσχες μετάμελον, ὅτι μετέδωκεν, ἀλλ’ ἡγούμενος τὸν αὐτὸν ἀνεψιόν τε εἶναί σοι καὶ συνάρχοντα καὶ δεσπότην καὶ διδά- σκαλον οἷς τε πράττεις ἐκεῖνον ἐπιφημίζεις καὶ πρὸς τοὺς ἐν- αντίους πίπτοντας λέγεις· τί δ’ ἂν ἐπάσχετε βασιλέως φανέντος;
ταῦτα ἐπαινῶ καὶ τὸ μὴ μετὰ τῆς ἐσθῆτος ἀμεῖψαι τὴν γνώμην μηδ’ ὑπὸ τῆς ἐξουσίας ἐκβαλεῖν τὴν μνήμην τῶν φίλων. καί σοι πολλὰ ἀγαθὰ γένοιτο, ὅτι με τὸν ἐπαινοῦντα τὴν σὴν φύσιν οὐ ψεύστην ἀπέφηνας, μᾶλ- λον δέ, ὅτι ψεύστην ἀπέφηνας οὐδὲν εἰπόντα τοσοῦτον ὀπό- σον ἔδειξας.
ἐκεῖνό γε μὴν σὸν ἀτεχνῶς καὶ ἐξ οὐδενὸς παραδείγματος ὁρμηθέν. τῶν γὰρ ἄλλων ὁμοῦ τῇ βασιλείᾳ δε- παραδείγματος καὶ χρημάτων ἔρωτα καὶ τῶν μέν, εἰ καὶ μὴ πρότε- ρον ἐπεθύμουν, ἀρχομένων ἐρᾶν, τῶν δ’ ἐπιτεινόντων προ- ενοικοῦν τὸ πάθος σὺ μόνος ἐν δυναστείᾳ καταστὰς τῶν πα- τρῴων ἀπέστης τοῖς γνωρίμοις τῷ μὲν οἰκίαν διδούς, τῷ δὲ ἀνδράποδα, γῆν ἑτέρῳ, χρυσίον ἄλλῳ, καὶ διεδείχθης ἰδιώτης μᾶλλον ἢ βασιλεὺς εὔπορος.
καὶ μή με οἴου τῶν φίλων ἐξελαύνειν ἐμαυτόν, ὅτι μὴ τῶν εἰληφότων εἷς καὶ αὐτός. ἔχω γὰρ εἰπεῖν, ἀνθ’ ὅτου μόνος οὐκ ἔχω. σὺ ταῖς πόλεσι τά τε ἄλλα βούλοι’ ἂν εἶναι, δι’ ὦν εὐδαιμονοῦσι πόλεις, καὶ δὴ καὶ λόγων ἰσχὺν εἰδὼς ὅτι, τούτους ἂν σβέσῃ τις, εἰς ἴσον ἐρχόμεθα τοῖς βαρβάροις.
ἔδεισας οὖν μὴ λαβόμενος εὐπο- ρίας φύγω τὴν τέχνην, καὶ δεῖν ᾠήθης ἐν πενίᾳ με φυλάτ- τειν, ὅπως καὶ αὐτὸς φυλάττοιμι τὴν τάξιν. οὕτω μοι μαν- τεύεσθαι βέλτιον. οὐ γὰρ ἐκεῖνό γ’ ἂν εἴποις, ὡς ἄλφιτα μὲν Kαπανεύς τε καὶ Ἀμφιάραος, ὁ δεῖνα δὲ οὔτ᾿ ἐν λόγῳ οὔτ’ ἐν ἀριθμῷ.
ἀλλ’ ἔστι τὸ μὴ δοῦναι κηδομένου τῶν ὅλων. τοιγαροῦν ἐν ἀπορίᾳ χρημάτων πλουτοῦμεν ῥημά- των, τοῦτο δὴ τὸ σόν, καὶ τὴν ἀρχὴν ἣν ἄρχομεν ἴσως οὐ καταισχύνομεν, ὥσπερ οὐδὲ σὺ τὴν μεγάλην.
Καὶ γὰρ ἦν εἰκός, ὦ φίλε Παῦλε, μὴ τὸν νόμον ἀνελεῖν, ὃν αὐτὸς ἔθηκεν ἐκεῖνος. ἦν δὲ οὗτος ὁ νόμος τῷ μεμνῆσθαι προστιθέναι τὸ γράφειν. οἷς δ’ ἂν ἔλθῃ τι παρὰ θεῶν ἀγα- θόν, οὐκ ἐκείνοις δεῖ μόνον, ἀλλὰ καἰ τοῖς ἱερεῦσιν εἰδέναι χάριν.
σὺ τοίνυν ἡμῖν ἐν ἱερεῦσι τεταγμένος μετέχεις ὧν ἐκείνους εἰκός. οὐ γὰρ ἀγνοῶ τοῦθ’ ὅτι ὤτρυνας σπεύ- δόντα καὶ αὐτόν, καἰ ὡς ὁ μὲν ὥρμητο γράφειν, σὺ δὲ ἐπῄνεις τὴν ὁρμήν. πιστεύω τοίνυν ἀμφοτέρους ἐμμενεῖν οῑς πεποιήκατε, σὲ μὲν προτρέψειν, ἐκεῖνον δὲ ἐπιστελεῖν.
Πάνυ μοι φαίνῃ φιλόχρυσόν με νομίζειν, ὃς ἐκέλευες Ὀλυμπίῳ τὸν ὑπὲρ τῶν γάμων κομίζειν μοι στατῆρα γραμμά- των ἄνευ. ὁ δέ, ᾔδει γάρ, τίς μὲν εἰς χρυσὸν ἐγώ, τίς δὲ εἰς γράμματα, μὴ δεχόμενος ἄμφω καὶ τὸ χεῖρον ἀφῆκεν. ἔφερε μέντοι μοι παντὸς χρυσίου τιμιώτερον τὴν ὑπὲρ τῶν γάμων διήγησιν. ἡ δὲ ἦν τοιάδε τις.
ἔφασκέ σε τρέμειν μέλλοντα τὴν παῖδα δείξειν. ἡδὺς ὁ τρόμος πατρὶ καὶ ὃν ἐπελθεῖν εὔξατο, φανεῖσαν τὴν κόρην ἐκπλῆξαι τοὺς θεατὰς τῇ τε ἄλλῃ καὶ τῷ κάλλει τῶν ὀμμάτων, ὥστ’ εἶναι τοὺς λέγοντας· Ἀρ- τέμιδι ἰκέλη. τοῦθ’ ἥσθην ἀκούσας <καὶ> α ὅτι τῷ κάλλει τῆς ψυχῆς ἁμιλλᾶται τὸ τοῦ σώματος καὶ ὁ μὲν φίλος ἡμῖν πατὴρ τοιαύτης, ὁ δὲ μαθητὴς ἡμῖν ἀνὴρ τοιαύτης.
μα- θῶν δέ σε τεθορυβῆσθαι τῇ περὶ τὰς τραπέζας φροντίδι καὶ ταῖς ὑπὲρ ἰχθύων ἐπαγγελίαις καὶ τὸν ἐπιπεσόντα χειμῶνα καὶ ὡς ἐκ κυμάτων ᾕρεις πλείους ἢ παρὰ θαλάττης ἄλλος ἡμέρου, πῶς ἔχαιρον, οἴει, καὶ μετὰ πόσου τοῦ γέλωτος ἔλεγον τῷ νυμφίῳ μὲν δεδόσθαι παρὰ τῆς μητρὸς γῆν ἀτεχνῶς τὸ μέ- σον Κορίνθου καὶ Σικυῶνος, τῆς νύμφης δὲ ταύτην οὐ γε- νέσθαι μεγαλοψυχίᾳ σῇ. παυσάσθω δὴ πενίας μεμνημένος Καλύκιος ὁ Καλλίας ἀμφοτέρωθεν ἔχων γῆν ἀρίστην.
τὼ δ’ ἅμα καλὴν ἥρηνται Ζυγίαν καὶ λυσίζωνον Ἄρτεμιν. οὐ γάρ με ἔλαθον ὠδῖνες μητρὸς ἀναμιχθεῖσαι γάμῳ θυγα- τρὸς ἡδίστης ὧν ἀκήκοα. καὶ γὰρ τὸ τεχθὲν ἡμέτερος χορευ- τής, ἄλλος οὗτος Ἡρακλῆς, Τιτιανοῦ ζηλωτής, ὃς εἰκότως μὲν ἦλθεν ἐκεῖσε μεθέξων τῆς ἑορτῆς, εἰκότως δ’ ἂν ἔλθοι δεῦρο ληψόμενος ἕ πρόσθεν. Λαὶ γὰρ εἰ μέγας ἐν μικρῷ γεγένηται χρόνῳ, μείζων ἐν πλείονι φανεῖται.
μὴ θαυμάσῃς δὲ εἰ καινόν τι ποιῶ ζητῶν νέον· καὶ γὰρ ἡ τοῦ νέου φύσις τῶν καινῶν. αὐτός τε οὖν κινείσθω καὶ Καλύκιος μὴ μελλέτω νεανίσκος τὰ τοῦ πατρὸς μιμησόμενος· ὡς ὡς γε ἐν δοκα- στηρίοις κράτος, ἢν προσενέγκῃ πόνους, ὧν τὸ πέρας ἡδονή.
δίκαιος δέ ἐστιν ἔχεσθαι τῆς τέκνης· καὶ γὰρ εἰ φθάσας ἔχει τῶν λόγων τὸ ἆθλον, ἐπ’ ἐκείνῳ γε θηρευέτω τοὺς λόγους· αἰσχρὸν μὲν γὰρ ὄντας οὐδεπώποτε κτητέον, καλὸν όὲ ὄντας ἀεὶ κτητέον.
Τιβερίῳ τούτῳ μέγα μὲν ἐλάττωμα ἡ ἀπραγμοσύνη, βοή- θεια δὲ μείζων τὸ σὲ Κιλίκων ἄρχειν, ὃς οὐ τοῖς πολλὰ πράτ- τουσι προσέχεις μᾶλλον ἢ τοῖς τὸ δίκαιον λέγουσιν.
ἐμοὶ δὲ πολλαχόθεν ἐστὶν ἄξιος σπουδῆς. οὔτε γὰρ Φιλαγρίου μοι μὴ μεμνῆσθαι θεμιτόν, ἀδελφῇ τοῦδε συνῴκει, αὐτός τε οὗτος ἐφοίτησεν ὡς ἡμᾶς καὶ ἦν ἂν ῥήτωρ, εἴ τις αὐτὸν ἐπέ- τρεπεν, ἀλλ’, οἶμαι προαφειλκύσθη.
ἔτι τοίνυν Μάρκος τε, οὑμὸς ἀνεψιός, καὶ οὗτος ἀδελφὰς ἔχουσι γυναῖκας, Ἡσυ- χίου θυγατέρας. Ἡσυχίῳ δὲ υἱεῖς δύο, Εὐτρόπιός τε καὶ Κέλ- σὸς, οὓς μάλιστα μὲν φιλῶ, μάλιστα δὲ φιλοῦντας ἔχω.
σκό- πει τοίνυν ὡς ἐμοί τε ἀνάγκη τοῦδε φροντίζειν ἀπὸ τοσού- τῶν δικαίων σύ τε οὐχ ἕξεις, ὅ τι πρὸς ἡμᾶς ἀπολογήσῃ μὴ τῷ σαυτοῦ τρόπῳ χρησάμενος. οὗτος δ’ ἐστὶ μηδαμοῦ ῥᾳθυ- μεῖν.
ἐξ αὐτῶν δὲ ὧν σου δεήσεται βέλτιστον εὑρήσεις τὸν νεανίσκον· οὕτως οὐδὲν οἶδεν ἐπαγγέλλειν οὔτ᾿ ἄδικον οὔτε βαρύ
Μακρὰν ἀπολογίαν ἀπέτεινας ὑπὲρ τῆς περὶ τὴν παῖδα φροντίδος οὐδενός, οἶμαι, διώκοντος. ὁ γὰρ Ὀλύμπιος οὐ κατήγορος ἦν, ἀλλ’ ἄγγελος τοῦ τρόμου σὺν ἡδονὴ.
σὺ δὲ πολλοὺς μὲν τοιούτους φοβηθείης φόβους, φοβηθείης δὲ κἀκεῖνον ὑπὲρ τῶν υἱέων καὶ τοῦ κηδεστοῦ, ὅν φὴς καὶ σοὶ δι’ ἡμᾶς γεγονέναι πολλάκις μέλλοντας ἀγωνιεῖσθαι.
τὴν δὲ ὑπὲρ τοῦ θέρους βουλὴν μεταβαλὼν ἐπαινῶ. Καλυκίῳ τε γὰρ οὐκ εἶχε καλῶς οὕτως ὀξέως ἐκπηδᾶν τοῦ θαλάμου Τι- τιανῷ τε πλησίον ὁ διδάσκαλος, αὐτὸς ὁ πατήρ.
σὺ μὲν οὖν ἔκρυψας τὴν αἰτίαν, ἐγὼ δὲ κηρύττω τὴν σὴν ἐκείνην ἐκβαλών, ἥ φησι κίνδυνον ἂν γενέσθαι τῷ νέῳ θέατρά τε xal πολυανθρωπίαν. ἄλλος μὲν γὰρ ἴσως τούτοις ἂν διεφθάρη, Τιτιανῷ δὲ κρείττων ἡ φύσις τῆς ἀπ’ ἐκείνων βλάβης
ἀλλ ἀγαθῇ γε τύχῃ μενέτω τε καὶ πληρούσθω λόγων ἀρχαίων ἡγεμόνι τῷ γονεῖ χρώμενος.
ἔμελλές ποτε καὶ τῶν ἐν ἀρχῇ γεύεσθαι πόνων ὡς οὐ πάσῃ μηχανῇ τὸ ἄρχειν φυγών, καὶ νῦν ζώνη καὶ στρατεία καὶ ὄχλος περὶ θύρας καὶ ἀγρυπνίαι καὶ φροντίδες, ἡ πολλὴ δὲ ἐκείνη ῥᾳστώνη καὶ τὸ ἀργεῖν ἐκκεχώρηκε.
φοβοῦμαι δὲ οὐδὲν μὴ τῶν μεγίστων πρῶτον ἁψάμενος ἰλιγγιάσῃς ἡμῖν, ἡ γὰρ δὴ σὴ φύσις καὶ μελέτης χωρὶς ἐπίσταται κατορθοῦν, ὥστε πιστεύω ταχέως μέν σε θαυμαστὸν ἐν τοῖς παροῦσι φα- νεῖσθαι, ταχέως δὲ τῇ περὶ ταῦτα ἀρετῇ πρός τι λαμπρότερον ἥξειν.
ἐφ’ ᾧ δὲ αὐτός τε μάλιστα ἥσθην σύ τ’ ἂν <φθό- νου> α ἐκτὸς εὐφραίνοιο, τοῦτο ἔστιν. ὅσοι τὸν λόγον τοῦ πράγματος, τοσοῦτοι καὶ ἡδονὴν μετὰ τοῦ λόγου. καὶ τῶν πρὸ τοῦ σε φασκόντων φιλεῖν οὐδεὶς ἠλέγχθη φάσκων μέν, ἥκιστα δὲ φιλῶν.
ἀλλὰ τὸ πάλαι τοῦτο· ἄξιος Ἀρισταί- νετος κοινῇ φωνῇ διὰ πάσης ἐχώρει τῆς πόλεως. καὶ δὴ καὶ ὁ βασιλεὺς ἐθαυμάζετο μελίττης σοφώτερον συνθεὶς τὸ τῆς ἀρχῆς κηρίον.
εἰ μὲν οὖν ἐξῆν μοι καὶ αὐτῷ παρὰ σὲ τρέ- χειν, ἐπετόμην ἄν· νῦν δὲ ᾧ βαδίζειι ὑπῆρχεν, ἥκει Διάνιος, ὁ σὸς μὲν συγγενής, ἐμὸς δὲ ἑταῖρος πολλάκις μὲν ὑπὸ σοῦ κεκλημένος πρότερον, νῦν δέ γε ὑπὸ τοῦ καιροῦ. τὸ γὰρ σὲ Βιθυνίας κρατεῖν κατάγει τὸν ἄνδρα πολὺν δὴ χρόνον φυ- γόντα τὴν οἰκείαν διὰ τὸ φοβεῖσθαι βουλὴν καὶ πενίαν. εἰ γὰρ ἐλάβοντο ἐπιδημοῦντος τοῦδε οὐ δυναμένου λειτουργεῖν, λοιπὸν ἦν δεδέσθαι.
ἐδόκει οὖν αὐτῷ μετριώτερον εἶναι γῆ ξένη μετ’ ἐλευθερίας ἢ πατρὶς μετ’ ἀτιμίας. καὶ τῷ μὲν ἀφεστάναι τῆς μητρὸς ἤλγει, τὴν μητέρα δὲ ἰδεῖν ἐπὶ τοιαύ- ταις ἐλπίσιν ὤκνει.
τῷ μέντοι παρ’ ἡμῖν βίῳ καὶ τὴν μη- τέρα καὶ σὲ καὶ πάντας ὑμᾶς κεκόσμηκε μετὰ σωφροσύνης τε καὶ πρᾳότητος καὶ τοῦ παρέχειν αὑτὸν αἰδέσιμον διάγων. καὶ τὸ μέγιστον, τῶν πρὸς ἡμᾶς δικαίων οὐδὲν διαφθείρας οὐκ ἐπεσπάσατο μῖσος παρὰ τῆς ἑτέρας μερίδος. τοιγαροῦν θαρρῶν ἔλεγον ὡς κοινωνεῖ σοι τοῦ γένους, καὶ οὐκ ἐδόκει χείρων εἶναι τοῦ αἵματος.
δέχου δὴ τὸν οἰκεῖον πολλοὺς τῇδε διὰ τῶν τρόπων κτησάμενον φίλους καὶ βούλευσαι περὶ τοῦ· τίνα χρὴ τοῦτον ὁδὸν ἐλθεῖν; εἴτ’ οἴκοι μένειν εἴθ’ ὡς ἡμᾶς ἀναστρέφειν εἴτε ζῆν ἐν τῇ Μεγάλῃ πόλει ποιούμενον τὸν βίον ἀπὸ τῶν δικῶν;
Ἀποπέμπομεν ὑμῖν Διάνιον ἡμῖν τε. οἷς ἠκολούθησε τῇδε, δόξαν περιθέντα καὶ ὑμῖν τοῖς Βιθυνοῖς, ἐξ ὧν ἔφυ. σὺ δὲ οἶδα ὅτι τὸν ἄνδρα ἰδὼν χρόνων τε ἐκείνων εἰς μνή- μην ἥξεις ὧν οὔτε πρότερον οὔθ’ ὕστερον ἡδίους εἶδον ἐγώ, 15 καὶ τῶν ἐνταῦθά μοι πεπραγμένων ἀγνοήσεις οὐδέν.
οὐ γὰρ τοῖς μὲν παρεγένετο, τῶν δὲ ἀπελείφθη, οὐδ’ αὖ τοσαῦτα ἔγνω, ὅσα εἰκὸς τὸν τὴν αὐτὴν οἰκοῦντα πόλιν, ἀλλ’ ὅσα εἰκὸς τὸν τὴν αὐτὴν οἰκοῦντα οἰκίαν. ὥστ’ οὐ πλείω τῶν ἐμῶν ἡ μήτηρ οἶδεν οὗτος.
τὰ μὲν οὖν περὶ τοὺς λόγους ἀκούων ἴσως οὐκ ἀνιάσῃ, τὸ σῶμα δέ μοι μικρᾶς πάνυ τυχὸν εἰρήνης τὰ πολλὰ πολεμεῖται, καὶ πολλάκις γε ἐγενόμην ἐκεί τῶν εὐχομένων ἀπελθεῖν.
ἐγὼ μὲν οὖν εἰς τοῦτο εὐδαιμονίας ἥκω, δεῖ γὰρ εὐφήμως εἰπεῖν, Διανίῳ δὲ ἐλευθερίας ἐπιθυ- μοῦντι βοήθησον πάσῃ τέχνη. δύνασαι γὰρ εὖ ποιῶν ὅσονπερ ἐν τῇ σαυτοῦ, τοσοῦτον ἐν τῷ ἔθνει, ἡ δὲ σὴ δύναμις οὐκ ἀπὸ τοῦ πολλὰ κεκτῆσθαι, ἀλλ’ ἀπὸ τοῦ παρὸν κτήσασθαι μὴ βουληθῆναι.
πῶς οὖν ἐλεύθερος ὢν ἐλευθερίας ἐπιθυμεῖ; τὸ βουλεύειν πλουσίῳ μὲν ἡγεῖται καλόν, πένητι δὲ δουλείαν. ἔστι δὲ αὐτῷ τοσαῦτα, ὅσα αὐτὸν ταπεινὸν μὲν οὐδὲν ἀναγ- κάζει ποιεῖν, χορηγεῖν δὲ οὐκ ἐᾷ. φοβεῖται οὖν μὴ ζητήσῃ 15 τὴν ξένην οἴκαδε ἐπανήκων. 6, τοῦ δὲ μὴ τοῦτο γενέσθαι μελήσει μὲν Ἀρισταινέτῳ, μελέτω δὲ καὶ σοί. τυχόντος μὲν οὖν ἀδείας ἡμεῖς ὑμᾶς ἐπαινεσόμεθα, μὴ τυχόντα δὲ ὅπως ἡμῖν ἀποστελεῖτε, φροντίζετε.
Διανίῳ μήτηρ τέ ἐστι καὶ πατρὶς ἣν οἶσθα. τῇ μὲν οὖν μητρὶ καλούσῃ μὴ πείθεσθαι οὐκ εἶχεν, ἡ πατρὶς δὲ ἡδὺ μὲν αὐτῷ, διότι πατρίς, φοβερὸν δὲ διὰ τὸ προσδέχεσθαι λειτουρ- γιῶν ἀνάγκας ἐν πενίᾳ.
ἐπεὶ οὖν τῇ τε μητρὶ δεῖ χαρί- σασθαι καὶ αὐτὸν μὴ κακῶς παθεῖν, ἔδοξέ μοι δεῖν ὡς σὲ πρῶ- τον τὸν ἄνδρα ἐλθεῖν, εἶτ’ ἐκεῖθεν τὴν τῆς Ἀθηνᾶς προσλα- βόντα ῥοπὴν οὕτως ἤδη πανταχῆ χωρεῖν· μετὰ γὰρ δὴ ταύ- της τῆς θεοῦ καὶ τὴν Στύγα ἂν διαφύγοι.
δίκαιος δ’ ἂν εἴης χεῖρα ὀρέξαι, πρῶτον μέν, ὅτι πλεῖστα ἀνθρώπων δεομέ- νοις ἐβοήθησας, οἷς οὐδὲν ἦν πρὸς σὲ δίκαιον πλὴν αὐτοῦ τοῦ δεῖσθαι· ἔπειθ’ ὅτι τοὺς ἡμετέρους ὁμιλητὰς οὐκ ἔστιν εἰπεῖν μὴ οὐχὶ καὶ σοὺς εἶναι. τρίτον, εἰ δὲ βούλει, πρῶτον, Ἀρισταινέτου συγγενὴς οὗτος, οὐκ αἰσχύνων τὸ γένος, αἰδέ- σιμὸς δὲ σὺ μὲν ἐκείνῳ, σοὶ δὲ ἐκεῖνος. ᾧ χαριζόμενος ἐκ τοῦ φιλεῖν ἐμὲ χάρισαι καὶ τῇ περὶ τοῦτον εὐνοίᾳ.
ἄνευ δὲ τῶν ἄλλων εὖ ποιήσεις ἄνδρα, παρ’ ᾧ πολλοὺς τῶν σαυτοῦ λόγων εὑρήσεις, οὐκ ἐν πήρᾳ γε τούτους οὐδὲ ἐν βιβλίοις, ἀλλ’ ἐν μνήμη καὶ τῇ ψυχῇ κειμένους, τούς τε ἄλλους καὶ δι’ ὧν ἔδειξας ὅτι σὺ ἐγένου πρεσβευτής.
τὸν δὲ λόγον τοῦ- τὸν Δομέτιος μὲν ἡμῖν ὡς οὐκ εἰδόσιν ἐκόμιζεν, εὗρε δὲ εἰδό- τας οὐ χεῖρον ἢ ὁ πατήρ. εἰποιμι δ’ ἂν αὐτὸν καὶ ἐμαυτοῦ παῖδα πολλαχόθεν ἀδελφὸν ὄντα τῶν ἐμῶν. ἀληθῆ τε γὰρ ἐρῶ καὶ οὐκ ἀηδῆ Θεμιστίῳ.
Ἐγὼ τοῖς σοῖς ἐγκαλῶ μὲν οὐδέν, χάριν δὲ οἶδα πολλήν. οὐ γὰρ μόνον ὧν ἐπηγγέλλομεν τυγχάνομεν, ἀλλὰ κἂν διαλεί- πωμεν ἐπιτάττοντες, ἀδικεῖσθαί φασιν, ὅτι μηδὲν ὑπηρετοῦσι.
σὲ μέντοι καὶ οἱ σοὶ καὶ αὐτὸς αἰτιῶμαι, ὅτι δὴ τοῦ συν- εῖναι καὶ τοῖς οἰκείοις καὶ τοῖς φίλοις πρότερον ἔθου δυνά- μεώς τινος ἐλπίδα. καίτοι φασὶν οὐκ ἀργῶς σε τοῖς ἐκεῖ προσφέρεσθαι. οὐδὲ γὰρ εἰς γέλωτα καὶ ῥᾳστώνην καὶ σκώμ- μαια καὶ ὕπνον ἀναλίσκειν τὸν χρόνον, ἀλλὰ καὶ πονεῖν καὶ νήφειν καὶ ἐνεργὸν εἶναι καὶ τοῖς σώφροσι χαίρειν καὶ παρά- δειγμα ποιεῖσθαι τὸν Σπεκτάτου βίον.
ἐγὼ δὲ ἐλθόντα μὲν έκεῖσέ <σε> α ταῦτα ποιεῖν ἠξίουν, τοῦ δὲ ἐλθεῖν τὸ μένειν οἴκοι βέλτιον ἄγειν. ὅτῳ γὰρ γυνὴ μὲν ἀγαθὴ καὶ νέα, παῖδες δὲ οὐδέπω, μεγάλα δὲ τὰ ὄντα καὶ ὅσα ἂν εἰς εὐδαιμονίαν ἀρκέσαι, τί δεῖ τοῦτον ἀφέντα τὰ μὲν φυλάττειν, κληρονόμους δὲ ἐκ τοῦ σπέρματος ἑτοιμάζειν, ἄλλο τι θαυμά- ζεῖν;
ἐμοὶ μὲν οὖν ταῦτα πάλαι <τε> α ἐδόκει συμφέρειν νῦν, σὺ δὲ ὡς μὲν ἐπανήξων τῷ θέρει τὴν ἔξοδον εὕρου, λαβό- μενος δὲ Παιόνων τὰς συνθήκας ἠτίμασας.
Σὺ μὲν ἀεὶ τοιαῦτα ἐπιστέλλοις περὶ τοῦ σώματος, πρέ- ποι γὰρ ἂν ὄντα σε τὴν γνώμην ἀγαθὸν κἀκείνως ἐρρῶσθαι, ἐγὼ δὲ αὖθις ἀπηνέχθην εἰς τὴν νόσον τῆς κεφαλῆς, ὥστε καὶ τὸν Μάρκελλον ἐν φόβῳ καταστῆναι μὴ μεῖζον αὑτοῦ γένηται τὸ κακόν. τὸ δὲ οὔτε ἐνίκησε τὸν ἰατρὸν οὔτε ἐκρα- τήθη παντελῶς, ἀλλὰ συνέστηκε νυνὶ μάχη κρατερὰ τέχνης καὶ πάθους.
ἐρεῖ δέ σοι καὶ περὶ τούτων καὶ ὡς ἔχουσι πρὸς σὲ Σύροι, Διάνιος, ὃν ἀγαθὸν μὲν ἔξεστι προσειπεῖν, εὐτυχῆ δὲ οὐκέτι. πόνῳ γὰρ λόγους κτησάμενος καὶ παρὰ σοὶ καρπώσασθαι τὴν δύναμιν ἐλπίσας ὁμοῦ τε ἥψατο καὶ ἀπε- κρούσθη τοῦ πράγματος.
τοῦ χρηστοῦ τοίνυν ἀνέμου δια- μαρτὼν ἀπολαυσάτω τοῦ δευτέρου πλοῦ. ἔστι δὲ οὗτος γενέ- σθαι χώραν αὐτῷ παρ’ ὑμῖν περὶ τὸ βῆμα καὶ τῶν πολιτῶν ἤν τις ἀφέλκῃ, τοῦτον μαθεῖν ὡς οὐ σοί γε ἀρέσκοντα δράσει.
κηδεμονίας δὲ ἁνὴρ ἄξιος ἐμοί τε, διότι συγγενὴς Ἀρισται- νἐτου καὶ μαθητὴς ἐμός, σοί τε ἀπὸ τῶν αὐτῶν. πάλαι γάρ με ἐδίδαξας ὅτι τὰ ἡμέτερα σαυτοῦ νομίζεις.
Ἡμῖν τοῖς οὐ μετασχοῦσι τῶν γαμικῶν δείπνων γράμ- ματα γοῦν ἐχρῆν περὶ τῶν γάμων ἐλθεῖν παρὰ σοῦ δηλοῦντα ὡς τὰ μὲν ἔχει σοι καλῶς, τῶν δὲ λόγων νῦν μὲν ἐπὶ σαυτοῦ φροντίζεις, μικρὸν δὲ ὕστερον αὖθις σῦν ἡμῖν.
σὺ δ’ ἔοι- κας ἡμῶν ἐπιλελῆσθαι καὶ δέδοικα μὴ μεθ’ ἡμῶν καὶ τῶν λόγων. ἀλλ’ οὐ δίκαιον, ὦ βέλτιστε καὶ ἐξ ἀγαθῶν νεανίσκε. λογίζου γάρ, τίς μέν σοι πατήρ, τίς δέ σοι κηδεστής. οὐκοῦν Ἱεροκλῆς μὲν οὗτος, Ἀκάκιος δὲ ἐκεῖνος, ἄμφω λαμπρώ;
τί οὖν αὐτοὺς ἐποίησε μεγάλους; ἆρα ἰσχὺς σώματος ἢ ποδῶν τάχος ἢ πλῆθος χρημάτων; οὐ μὰ Δία, ἀλλ’ ἔν τι γενναῖον, οὗ καὶ Μίδα βέλτιον ἂν ἦν μετασχεῖν ἢ σχεῖν ὁπόσον δὴ λἐ- γεται χρυσόν λέγειν γὰρ δυνηθέντες εἰς τοῦθ’ ἧκον, ἐν ᾧπέρ εἰσι.
πῶς οὖν οὐ δεινὸν Κίμωνα μὲν τὰ ἐν τοῖς ὅπλοις ζηλῶσαι τοῦ πατρός, σὲ δὲ χείρω φανῆναι τῆς τοῦ πατρὸς ἐν δικαστηρίοις ἰσχύος, καὶ φιλοτιμεῖσθαι μὲν τῷ θυγατρὶ ῥήτο- ρος συνοικεῖν, ὅσον δὲ κέκτησαι ῥητορικῆς προέσθαι παρὸν ὁπόσον ἄπεστι προσλαβεῖν;
παραινῶ δή σοι τῷ θέρει μὲν τὰ ἀπελθόντα τῆς μνήμης αὖθις εἰσάγειν, τοῦ χειμῶνος δὲ πλάττειν λόγους ὑφ’ ἡμῖν. ἡ γυνὴ δὲ πάντως ἴψεται παρακα- λοῦσα καὶ συνευχομένη γενέσθαι σοι τὸ διὰ λόγων κάλλος ἢ τὸ Νιρέως.
σὺ δὲ μήτοι νομίσῃς αἰσχρὸν ἐπὶ γάμῳ κοινω- νεῖν μουσείων. τὸ γὰρ δὴ φύσει καλὸν οὐκ ἔστιν ὅτε οὐκ ἔστι καλόν, καὶ μείζων ἔπαινος ἀφειμένον παρὰ τοῦ νόμου προ- θυμίᾳ μετιέναι τὴν θήραν. ἀφ’ ἧς εὐφρανεῖς μὲν φίλους, φοβήσεις δὲ δυσμενεῖς, καὶ τοὺς μὲν ἕξεις ὠφελεῖν, τοὺς δὲ κατασύρειν.
ἐνθυμοῦ δὲ ὅτι καὶ Σωκράτης σοφὸς ὤν, ὥς φησιν ὁ θεός, τὰς ἐν γήρᾳ μαθήσεις οὐκ ἔφευγεν ἀεὶ καιρὸν εἶναι νομίζων μανθάνειν. οὐδὲν δεινὸν ἐγκεῖσθαι βιβλίοις παρούσης γυναικός, τοῦτο μὲν οὖν ἥδιστον παρ’ ᾗ βούλοιο ἂν εὐδοκιμεῖν, καὶ ταύτης ὁρώσης καλόν τι ποιεῖν.
καὶ μὴν εἰ μὲν οὐ κινεῖ σε πρὸς ταῦτα ὁ πατὴρ οὐκ οἰόμενός σε ἀναστή- σεῖν, κρείττων φάνηθι τῆς ἐλπίδος ἐκείνου· κινοῦντος δὲ εἰ μὴ προσέχοις, ἀνάγκη λυπεῖν τε καὶ λυπεῖσθαι. τοῦτο δέ ἐστι ζητοῦντα ῥᾳστώνην ἐν ἀηδίᾳ ζῆν.
ἀλλ᾿, ὦ φίλτατε, λογι- σάμενος, ἡλίκην ποιήσεις πανήγυριν καὶ γονεῦσι καὶ κηδεσταῖς καὶ τῷ πάντα ἀρίστῳ θείῳ καὶ τῇ χρηστῇ γυναικὶ καὶ ἐμοὶ τῷ πολλὰ περὶ σὲ πεπονηκότι, νῦν μὲν ἔμπλησον σαυτὸν πα- λαιῶν συγγραμμάτων, γεωργῶν δὲ ἤδη τῶν περὶ τὰς ληνοὺς πεπαυμένων αὐτὸς ἥκειν δεῦρο τύχῃ ἀγαθῇ.
Ἐγὼ δὲ ᾤμην ὑπ’ ἄλλης ἀσχολίας γεγονέναι τὴν σιω- πήν, καὶ ἔδει γε τοῦθ’ οὕτως ἔχειν· νῦν δὲ σοῦ τε μνησθέν- τος ἀρρωστίας καὶ τοῦ παιδός, ὡς ποικίλη γένοιτο, διηγου- μένου πρὸς πᾶν ἀθυμίας ἦλθον. ἀλλ’ εὖ ποιοῦντες σύ τε καὶ ἐκεῖνος, σὺ μὲν ἔγραφες, ὁ δὲ ἔλεγεν ὡς λέλυται τὸ δεινόν.
Καλυκίῳ δὲ γυναῖκα δοὺς ὀρθῶς φρονεῖς καὶ λόγους ἐθέ- λων δοῦναι. τὰ γὰρ ὄντα καὶ σώζειν καὶ πλείω ποιεῖν οὕτως ἂν δυνηθείη. παρὰ δὲ ἡμῶν καὶ παρακέκληταί τε πρὸς τοῦτο καὶ κέκληται δεῦρο. καὶ παρὰ τῶν Μουσῶν αἰτῶ γλυκὺ τοὺς λόγους ἀποφῆναι τῷ νεανίσκῳ.
Τὰ παίδων πρὸς ἡμᾶς ἐπλήρωσεν Ὀβοδιανός, ὁ δὲ ἐκεί- νου πατὴρ πρὸς ἡμᾶς τὰ πατέρων, ὥστε καὶ τὸν θεῖον πρός με πολλάκις εἰπεῖν ὅτι μοι τὴν οἰκίαν ἐκείνην μετὰ τοὺς θεοὺς τιμητέον. τοὺς δὲ ἐμοὶ πάντα γεγενημένους οὐκ ἔστι μὴ καὶ σοὶ σπουδῆς ἀξίους εἶναι.
ἀναμιμνήσκου δὲ καὶ τοῦ θαύματος οὗ σε ἐνέπλησεν ὁ νεανίσκος ἐξ ὧν εἶπεν, ἡνίκα ἐπρέσβευεν. οἶδα γὰρ ὅτι τοῦ δικαστηρίου μὲν ἀπελθών, ἐμοὶ δὲ συμβαλὼν ῥητόρων μητέρα τὴν πόλιν ἡμῖν ἐκάλεις τεκμή- ῥίον ποιούμενος τοῦ πρεσβευτοῦ τὴν γλῶτταν.
ὁ δὴ τούτου παῖς τὸν τοκέα μιμούμενος οὔπω ῥητορικῆς ἡμμένος ἧπται τοῦ λειτουργεῖν. καὶ γὰρ ἐκεῖνος τηλικοῦτος ὢν τὰ τοιαῦτα ἀνήλισκε φιλοτιμίᾳ φθάνων τὰς ἀπὸ τῶν νόμων ἀνάγκας.
νῦν μὲν οὖν Ἀργύριος ἡμῖν, ὁμώνυμος γὰρ ὁ υἱδοῦς τῷ πάππῳ, θεραπεύει λουτροῖς τὰ σώματα, μέλλων δὲ ἵππων ἁμίλλας χαρίζεσθαι τῇ πόλει δώρῳ βασιλικῷ τετίμηται. δύο τέθριππα τὸ δῶρον, οἱ δὲ ἐν Βιθυνίᾳ παιδεύονται.
τοῦ γε οὖν ἡμῖν ἀρίστους ἵππους ἐλθεῖν ἐν σοὶ τὸ πλεῖστον, μᾶλ- λον δέ, ὅλον ἡ σὴ ῥοπή. βλέψας οὖν εἰς τὸν διδόντα τὴν ἐπι- στολὴν ἥμερον χρῆσαι προθυμίᾳ περὶ τὸ ἔργον.
Ἐγω σε φίλον τε ᾔδειν ἐμαυτοῦ καἰ περὶ τοὺς φίλους πρόθυμον οὐχ ἧττον ἢ Θησέα, γράμματα δέ σοι πέμψας μέν, οὐκ ἀντιλαβὼν δὲ σκοπῶ, τίς ἔσῃ καλοῦντος ἔργου μηδὲ ἐπι- στεῖλαι τολμήσας καὶ ταῦτα οὔσης σοι προσηγορίας ἀπὸ τοῦ ἐπιστέλλειν.
εἰ μὲν οὖν ὁ πλοῦτός σε πεποίηκεν ὑπερόπτην τῶν γνωρίμων, ἀπόλοιτο τὸ πλουτεῖν· εἰ δὲ τὰ πρὸς τοὺς ἄλ- λους <ὁ> α αὐτὸς ὢν τὰ πρὸς ἐμὲ κεκίνηκας, ἐννόησον ὡς ποτὲ συνεσόμεθα καὶ ζητῶν ἀπολογίαν ἢ σιγήσεις ἢ ἀναισχυν- τήσεις.
ἀλλ’, ὦ μακάριε, λύε τὴν μέμψιν ἐπιστολῇ φερούσῃ τι τῶν προτέρων ἠθῶν, ἴνα σε μὴ μόνον εὐδαιμονίζωμεν, ἀλλὰ καὶ ἐπαινῶμεν, καὶ δὴ καὶ τουτονὶ τὸν χρηστὸν Ὀλύμπιον αὐτός τε εὖ ποίει καὶ τοὺς ἄλλους παρακάλει.
ὁ δὲ ἀνὴρ πολίτης τε ἐμὸς καὶ συνεφοίτα μοι νέος ὤν, ὑπὸ δὲ τοῦ στρα- τιώτης ἐθελῆσαι γενέσθαι τὸ πολὺ διαφῆκε τῶν λόγων. ἀλλὰ σύ γε αὐτὸν ὡς ἂν φυλάξαντα τὴν τέχνην τιμῆς τε ἀξιώσεις καὶ δείξεις γε τῶν εὖ πραττόντων ἴνα.
εἰ μὲν οὖν οὐκ ἦν σοι δύναμις, ηὐξάμην ἄν σοι γενέσθαι, νῦν δὲ τῆς οὔσης ἀπολαύειν ἐθέλων ἴσως οὐκ ἀδικῶ. μισθὸς δέ σοι παρά τε ἐμοῦ καὶ τοῦδε τὸ μεμνῆσθαι τῆς χάριτος.
Ἑκάτερον εἰκότως ἐποίουν· ἔγραφόν τε καὶ τοῦ γρά- φειν ἀφιστάμην· τὸ μὲν γὰρ ἦν ἐπιθυμοῦντος γράμματα λα- βεῖν, τὸ δὲ τῷ μὴ λαβεῖν ὀκνοῦντος αὖθις ἐπιχειρεῖν. νῦν οὖν ἐπειδή μοι τὸ λαβεῖν ἤνυσται, τοξότην ἐναργῶς ὄψει καὶ πυκνὰς ἀφιέντα τὰς ἐπιστολάς.
βουλόμενος δὲ μαθεῖν ἐν οἷς ὢν τυγχάνω λύπης ἔοικας ἐπιθυμεῖν· ἀπὸ γὰρ ἐκείνων τῶν χρόνων εἰς τήνδε τὴν ἡμέραν ἡ κεφαλή μοι τυχεῖν εἰρή- νης οὐ δεδύνηται.
προσῆν δὲ τούτῳ μεῖζον κακόν. τὸ μηδὲ παρὰ σὲ φοιτᾶν ἔχειν, ὃ τῷ γε ἔχοντι παντὸς ἄμεινον φαρ- μάκου· ὡς εὖ ἴσθι, κἂν ὑγιέστερος ὦ Κρότωνος, σοῦ γε ἀφεστηκὼς ἐν τοῖς ἀρρωστοῦσιν ἐμαυτὸν τίθημι.
Δάφνην δὲ τὴν Ἀπόλλωνι φίλην — οὐ τὴν νύμφην λέγω νῦν, ἀλλ’ οἷ μετέβαλεν ἡ κόρη — καὶ πρόσθεν καλὴν ἡγούμενος ἔτι καλλίω νομίζω καὶ σοὶ δοκοῦσαν καλήν. οὐ μὴν ἔγωγε μετέχω τοῦ χωρίου δεσμώτης ὑπὸ τῆς τέχνης γεγονώς· ὃ γὰρ σοὶ τὸ ἄρ- χειν, ἐμοὶ τὸ διδάσκειν.
Ἄξιοί γε ἐπαίνων οἱ πόνοι, δι’ ὧν τε σώζεις τὰς πόλεις καὶ οἶς τὴν νόσον ἀπήλασας. πιστεύω γὰρ οὖν αὐτὴν ἐκβε- βλῆσθαι σῇ τε καρτερίᾳ καὶ Μαρκέλλου σοφίᾳ καὶ θεῶν βοη- θείᾳ. τῶν γὰρ ἀγαγόντων σε παρ’ ἡμᾶς ἐπὶ φυλακῇ τῶν ἐθνῶν ἦν δήπου καὶ δύναμιν εἰς τὸ φυλάττειν δοῦναι.
Μάρκελλος δὲ τοὺς μὲν ἄλλους ἀνιστὰς ἐπῃνεῖτο, νῦν δ’ ἂν εἰκότως καὶ στεφανωθείη ἰασάμενος ἄνδρα μυρίας ἰώμενον πόλεις.
ἀλλ’ ἐπειδὴ τἀκεῖ τεθεράπευκας ἱκανῶς, φάνηθι καὶ τῇδε φανήσῃ δὲ ἐρῶσιν, οἷς ἡδὺ τὸ ἄρχεσθαι πεποίηκας τῇ τῶν τρόπων ἐπιεικείᾳ.
Ἥδιστον ἡ Ἑλλὰς θέαμα. τούτου μετέσχες. οὐ χεῖρον ἡ Αἴγυπτος. καὶ τούτου προσαπολέλαυκας. λείπεται δὴ τῇ μὲν οἰκεία σαυτόν, σαυτῷ δὲ ἀποδοῦναι τὴν οἰκείαν, ἣν εἰ καὶ μὴ πρότερον ἐτίμας, Ἕλλησί γε συγγεγονὼς θαυμάζοις ἂν εἰκό- τως.
εἰ μὲν οὖν ἐγνωκὼς φιλοσοφεῖν ἡγῇ σοι τοῦτο ἂν γενέσθαι παρ’ Αἰγυπτίων, μηδεὶς ἴστω λόγος μήτε χρυσοῦ μήτε γῆς ἀρίστης μήτ’ ἀνδραπόδων μήτ’ οἰκίας, ἀλλ’ ἔστω πατρὶς ἡ τὸν καλὸν ἔρωτα πληροῦσα· εἰ δὲ μεῖζον ἡμῶν ἐκεῖνο τὸ πέλαγος, συνέχωμεν ἃ πατὴρ φιλοπόνως ἀσκήσας παρέδωκεν.
ἀναμιμνήσκω δέ σε τόπων τε ἐν οἷς διετρίβο- μεν, καὶ λόγων οὓς ἐποιούμεθα, καὶ σπουδῶν αἷς ἐχρώμεθα, καὶ φίλων καὶ οἰκείων, οἱ νῦν τῆς σῆς ἀπουσίας παρ’ ἐμοῦ λαμβάνουσι δίκας ἐγκείμενοι καὶ σπαράττοντες καὶ πολλάκις ἐρωτῶντες· ποῦ δὲ ὁ πάντα σοι πειθόμενος; ἐγὼ δ᾿ οὔθ᾿ ὡς ἀπειθεῖς σοι λέγειν ἔχων οὔθ’ ὡς οὐ κέκληκά σε, κύπτων εἰς γῆν ἀναγκάζομαι σιγᾶν.
Ἐνετύχομεν ἀλλήλοις ἑσπέρας ἐγώ τε καὶ Μαρτιάλης ὁ χρηστὸς ἐφ’ ἵππων φερόμενοι, καί με πρότερος ἐπιγνούς, ἴσως μὲν ὀξύτερον ὁρῶν, ἴσως δὲ καὶ παρὰ τοῦ τρίβωνος τοῦτο λαβών, βοήσας ἀπέβη, κἀγὼ ταὐτὸ ποιῶ. εἰπὼν δὲ ὅθεν τε ἤκοι καὶ πορεύοιτο γράψον ἔφη τῷ φιλοῦντι σὲ δὴ λέγων.
ἐγὼ δὲ αὐτὸν ἠξίουν διορθοῦσθαι τὸ ῥῆμα καὶ μὴ πρᾶγμα πάλαι πεπαυμένον ἔτι νῦν εἶναι λέγειν. σὺ γὰρ ὅτι μὲν τῷ πρὸς ἐμὲ φίλτρῳ μικροῦ καὶ τὸν Ἀρισταίνετον παρ- ῆλθες, οἶσά τε καὶ πολλοὺς ἐδίδαξα. τοῦτο δὲ πότε μὲν κατέ- λυσας, ἔχω λέγειν, ἀνθ’ ὅτου δέ, εἰπεῖν οὐκ ἔχω.
γενο- μένῃς γὰρ σοὶ μὲν τῆς ἐνταῦθα ἀρχῆς, τῆς μείζονος λέγω, ἐμοὶ δὲ τῆς οὐ πάντα εὐτυχοῦς ἐπανόδου, — τὰ μὲν γὰρ ἄλλα οὐκ αἰτιῶμαι, τὸ σῶμα δέ μοι διόλωλε — τότ’ οὖν ἐκείνου τοῦ χειμῶνος ἐγηγερμένου σοί τε οὐχ ὑπῆρξεν ὅσα διενοοῦ πρᾶξαι περὶ ἡμᾶς ἐγώ τε πολλῶν μὲν ἀγαθῶν ἀπεστερήθην, πολλῶν δὲ δεινῶν εἰς πεῖραν ἦλθον. κείσθω δὴ ταῦτα εἶναι τοῦ και- ροῦ.
μετὰ ταῦτα σὺ καλούμενος ἐκ Κιλικίας ἐπὶ λαμπρο- τέραν δύναμιν γράψας πρὸς Θεόφιλον ὡς ἀπαίροις προσπαρέ- γραψας ἐμὲ προσαγορεύειν, καὶ ἦν τοὐμὸν ὄνομα προσθήκη τῆς πρὸς ἄλλον ἐπιστολῆς
τοῦτό με πρῶτον ἐτάραξε καὶ παρεῖχεν ὑπονοεῖν, ὡς ἄρα τἀρχαῖα κεκίνηται. καὶ ἐφαίνου δή μοι τῷ μὲν μὴ πρὸς ἐμὲ γεγραφέναι μεταβεβλῆσθαι, τῷ δὲ ἐν τῇ πρὸς ἄλλον ἐπιστολῇ μνησθῆναι κατὰ μικρὸν λύειν ἐθέλειν τὰ πρὸς ἐμὲ τοῦ μὴ τοὺς ἀνθρώπους ἐκπλαγῆναι τῇ μετα- στάσει. φέρειν ᾤμην δεῖν καὶ τοῦτο καῐ μήπω πάντα ἡγεῖ σθαι διακεκόφθαι
Γαλατῶν ἀρχὴ τῶν ἑσπερίων, καὶ Κυ- ρἰνου κλῆσις εἰς κοινωνίαν πόνων καὶ γράμματα πρὸς ἐκεῖ- νον, ἐμοὶ δὲ οὔ. τί δὴ νομίζειν ἐχρῆν τὸν πάλαι μὲν πρὸ τῶν ἄλλων ἁπάντων, ὕστερον δὲ ἐν οὐδενὶ λόγῳ;
Κυρίνῳ μὲν οὖν παρῄνουν ὑπακούειν καὶ ταῦτα ἀτιμαζόμενος, ἀλλ’, οἶμαι, τῆς ἐμῆς ἐκράτει συμβουλῆς ὁ περὶ τῷ παιδὶ φόβος. ἀκούων δέ σου τὰ πολλὰ καὶ μεγάλα, εἰ γὰρ ἐν μικροῖς σὺ μέ- ίας, τίς ἂν ἦσθα τηλικοῦτον ἅρμα ἐλαύνων; φιλῶν ἔτι τῷ λήξαντι τοῦ φιλεῖν συνηδόμην.
ἐκβαίνεις δὴ πάλιν εἰς ἰδιώτην διὰ σπουδῆς, μεθ’ ἦς ἀεὶ τὸ ἄρχειν ἀπέθου, καὶ Βι- θυνίας ἐπιβὰς οὐδ’ ὑπὸ τοῦ χωρίου πρὸς μνήμην ἡμῶν ἐκι- νήθης. ἐν ᾧ δὴ χωρίῳ μικρὰς μὲν ἐδέξω παρ’ ἡμῶν ᾠδάς, ἴσως δὲ οὐ φαύλας.
ἀλλὰ χρόνοις ὕστερον ἀφικνεῖταί τις Γαλάτης, ἐπιεικὴς ἄνθρωπος, Ἀρσακίου συγγενής. δίκη δὲ ἦν αὐτῷ καὶ ἔδει τῆς τοῦ κρινοῦντος εὐνοίας. οὗτός μοι κο- μίζει γράμματα σά τε καἰ οὐ σά. τῆς μὲν γὰρ σῆς ἦν, οἶμαι, χειρός, τῆς δὲ σῆς οὐκ ἦν διανοίας, μᾶλλον δὲ τῆς σῆς ταυ- τῇσί τῆς δευτέρας· οὕτως οὐδὲν τῆς συνηθείας ἐκείνης ἐνετε- τύπωτο, ἀλλὰ πικρά τε ἦν καὶ ἄγρια καὶ δηλοῦντα, ὡς ἄρα ἀναγκασθείης καὶ πρὸς τὴν ἀνάγκην ἄχθοιο.
ἐγὼ μὲν οὖν ἐμεμψάμην τὴν ἐπιστολήν, ἐκεῖνος δὲ τὴν ἐμὴν οὐκ ἐμέμ- ψατο προθυμίαν. ἀπὸ τούτων ἐγνώκειν μὲν σιωπᾶν, τί γὰρ δεῖ μὴ βουλομένῳ γράφειν; Μαρτιάλης δὲ κελεύων οὐκ ἐπέ- τρεπεν ἀρνεῖσθαι.
σὺ δὲ ἂν μὲν τὴν οὖσαν ἐθέλῃς αἰτίαν εἰπεῖν, ἥ σε μετέστησεν, οὐκ ἂν δέοιο μακρῶν λόγων· κρύ- πτων δὲ ἐκείνην ἀεὶ μὲν ἐρεῖς, ἀεὶ δὲ δεήσῃ λόγων. οὕτως οὐ λύσεις τὴν αἰτίαν.
βούλει μαθεῖν ἃ τοῖς φίλοις εἰκά- ζοῦσι παρέστη; νομίζουσιν Εὔρυμόν τινα ταῦτα εἰργάσθαι. ὁ δὲ Εὔρυμος ἐκεῖνος διέβαλλε τῷ Κάστορι τὸν ἀδελφόν, ἀλλ’ οὐχ ὁ Κάστωρ ἐσίγησεν, ἀλλ’ ὁ μὲν ἔφρασεν, ὁ δὲ Πολυδεύ- κης ἀγαθὸς ἐγένετο πύκτης ἐπὶ τὸν Εὔρυμον.
Χρηστὸς εἶ γράμματα ζητῶν καὶ φάσκων τῷ μὲν οὐ λαβεῖν ἀρρωστεῖν, πάντως δ’ ἂν ὑγιᾶναι λαβών. ἐκεῖνό γε μήν, οὐδ’ εἰ πάνυ βουλοίμην χαρίζεσθαι, χρηστὸν ἔχω καλεῖν τὸ τρεῖς ἐπιστολὰς εἰληφότα κατηγορεῖν ὡς ὅλως σεσιγηκότος. ὅτι μὲν γὰρ ἡ τοῦ πάλιν ἐθέλειν λαβεῖν ἐπιθυμία πρὸς τὸ ψεῦδος ἄγει, δῆλον· ἐξῆν μέντοι καὶ τὸ δοθὲν ὡς μικρὸν αἰτιώμενον ἀληθεύειν τε ὁμοῦ καὶ πλείω ζητεῖν.
ἀλλ’ ἡμεῖς γε παρὰ τῶν σῶν ὁμολογοῦμεν ἀεί τε καὶ πολλὰ λαμβάνειν γαῖ ὧν βουλόμεθα πλείω. οἶς ἀντιδίδομεν χάριν τὸ σοὶ παρ- αινεῖν μνησθῆναι τῆς ἀγαθῆς γυναικὸς καὶ πρὸς σαυτὸν ἀεὶ λέγειν ὅτι πατὴρ οὔπω γέγονας.
Οὔπω με καθαρῶς ἀπαλλαγέντα τοῦ ἐν τῇ κεφαλῇ κα- κοῦ μεῖζον ἕτερον ἔλαβε κακόν, ὃ τὴν ψυχὴν ἐνέπλησε ζόφου καὶ δι’ ὃ πολλοὶ τῶν φίλων πολύν μοι παρεκάθηντο χρόνον πάσαις ἐπῳδαῖς πειρώμενοι διασῶσαί μου τὰς φρένας.
τίνα γὰρ οἴει με γενέσθαι πυθόμενον ὡς ἡ φιλτάτη πόλις ἐπὶ τοῖς φιλτάτοις πέπτωκεν ἀνδράσιν; ἠμέλησα μὲν σιτίων, ἔρριψα δὲ λόγους, ἀπεωσάμην δὲ ὕπνον, σιγῇ δὲ ἐπὶ πλεῖστον ἐκείμην, δάκρυα δὲ ἡμῶν ἅμα μὲν ἐπ’ ἐκείνοις, τῶν δὲ ἐπιτηδείων ἐπ ἐμοί, πρὶν δή τις παρῄνεσεν ἐν λόγοις θρηνῆσαι τήν τε πόλιν καὶ τὸν οὐ τοιαύτης ἄξιον, ὦ Ζεῦ, τελευτῆς. ᾧ πεισθεὶς καὶ τοῦ πάθους τι μέρος ἐπὶ τῆς γραφῆς ἐκβαλὼν ἤδη πενθῶ σωφρονῶν.
εἰ μὲν οὗν μὴ καὶ σοὶ τεταράχθαι τὴν γνώμην ἡγούμην ἐστερημένῳ φίλου δείξαντος ἔργοις τοὔνομα, ἐδεό- μην ἄν μοι παρὰ σοῦ φοιτᾶν παραμυθίαν· ἐπεὶ δὲ ἡ πληγὴ κοινή, λείπεταί μοι στένειν, ὃ δὴ καὶ ποιῶ.
Οἱ μὲν ὡς ἥξεις ἀγγέλλοντες πολλοί, τὸ δὲ ἔργον ὁρῶμεν οὔπω. ποίησον οὖν ἡμῖν τὴν σκιὰν τῆς ἡδονῆς εὐφροσύνην ἀληθινήν. εἴτε γὰρ ἐδεῖτο φροντίδος τὰ περὶ τὸν Εὐφράτην, ἱκανῶς τεθεράπευται· εἴτε ἔδει τοὺς ἀνθρώπους μαθεῖν ὅστις εἶ πρὸς ἥλιον φλέγοντα, τῆς Ἡρακλέους καρτερίας οὐ λελεῖ- φθαι δοκεῖς.
τί οὖν πόλιν μεγάλην καὶ καλὴν κατατείνεις ἐρῶσαν, ᾗ χάριτας μὲν ὀφείλεις τοῦ φίλτρου, μέμψασθαι δὲ οὐκ ἔχεις;
ἀλλ’, w γενναῖε, συνθεὶς ἀπολογίαν ἧκε παρ’ ἄνδρας ἠδικημένους. κἂν γὰρ αὐτίκα φανῇς, ὅ γε παρελθὼν χρόνος ἀπαιτεῖ ῥήτορος τέχνην. πάντως δὲ οὐδέν σε δε'- μι- σθοῦσθαι τὸν ἐροῦντα πολλοὺς αὐτὸν ἤδη σεσωκότα τῇ φωνῇ.
Εἰ τὸ τῆς δυνάμεως ἐλάττω ποιεῖν ἑκόντα ῥᾳθυμεῖν ἐστι, πόρρω τῆς αἰτίας ἐγώ. βραχύτερα μὲν γὰρ ἢ ὁ καιρὸς ἀπῄτει γέγραφα, πλείω δὲ οὐκ εἶχον ὑπ’ ἀρρωστίας.
τὴν μέντοι συμβᾶσάν σοι πρὸς τὸν ἄνδρα τουτονὶ ταραχὴν ἴσθι μακρὰν ἡμῖν γεγονέναι συμφοράν. τὸ γὰρ οὓς εἰκὸς ἦν μάλιστα συμ- πνεῖν, τούτους ὁρᾶν ἐν στάσει καὶ τῷ γιγνομένῳ μὲν ἀλγεῖν, παῦσαι δὲ αὐτὸ μὴ δύνασθαι πῶς οὐκ ἐμοί τε καὶ τοῖς σοῖς ἀδελφοῖς καὶ πᾶσιν οἷς εὔνοια πρὸς τὰ σὰ νομίζοιτ’ ἂν συμ- φορά;
ὃ δέ γε τούτου δεινότερον, οἴχεται Χρωμάτιος, o) Ζεῦ καὶ θεοί, καὶ πάλιν ἐρῶ Χρωμάτιος, ὃς ἐκόσμει μὲν τὴν παλαιστίνην τῷ φῦναι αὐτόθι, ἐκόσμει δὲ τὰς Ἀθήνας εὖ τἀκεῖθεν δεξάμενος.
ἦν δὲ τῷ γένει μὲν κλέος, τοῖς φίλοις δὲ λιμήν. μόνος δὲ ὧν ἴσμεν μάλιστα μὲν ἐθαυμάσθη, ἥκιστα δὲ ἐφθονήθη. τοῖς λόγοις μὲν ἐξέπληττε, τῷ τρόπῳ δὲ ἔθελ- γεν αὐτὸς ὢν καὶ ῥήτωρ δεινὸς καὶ ἀνὴρ χρηστός.
τί πρῶ- τον ἐννοήσω καὶ διὰ τί πρῶτον ὀδύρωμαι; ὡς ἡμᾶς οἴκημα εἶχεν Ἀθήνησιν; ὡς τράπεζα μία ὡς τοῖς αὐτοῖς ἐχαίρομεν; ὡς ταὐτὰ ἐφροντίζομεν; ὡς ἠκονῶμεν ἀλλήλους ἀλλήλοις ὄν- τες κριταί;
ἀλλ’ ὅτε ἐπανῆκον τὴν προτέραν ἐπιδημία τίνας οὐ παρῆλθε κρότῳ τε καὶ τοῖς ἄλλοις ἃ σοφιστῶν ὠφε- λεῖν σχῆμα δοκεῖ; καὶ μὴν ὅπως μὲν αὖθις ἐπανέλθοιμι, προὔ- τρεψεν, ἐγένετο δὲ ἀντὶ πολλῶν ἀφιγμένῳ.
καὶ ταῦτα ἔπρατ- τεν εἰδὼς ὅτι λυπήσει τινὰ βέλτιστος ὢν εἰς ἐμέ. ἀλλ’ ὅμως οὐκ ἀπέστησεν αὐτὸν τῆς ὑπὲρ ἡμῶν ἀνδρίας τό τινα μἐμ- ψιν παρὰ τοῦ δεῖνος ἀκολουθήσειν, ἀλλ’ ὃ δίκαιον ᾤετο, ἐλευ- θέρως ἐποίει καὶ τοὺς ἀξιοῦντας αὐτὸν αὑτοῖς χαριζόμενον ἀδικεῖν ὡς οὐ σφόδρα ὑγιαίνοντας ἀπεσείετο.
τοιαῦτα ἡμῖν βοηθῶν ἠσθένησε καὶ τοσούτῳ κακῷ πιεζόμενος ἐκαρτέ- ρει σιγῇ. ἔπειτα ἀναστὰς ὥρμησε μὲν ἐπὶ Κιλικίας, ὥρμησε δὲ εἰς Ἅιδου. καὶ τὸ χωρίον, οἱ μετέστη, πρότερον δοκοῦν ἥδιστον πῶς, οἴει, κέκριται χαλεπόν;
ἐγὼ δὲ εὐθὺς μὲν ἀκούσας ἄφωνος ἦν ὡς ἐπὶ πλεῖστον· ἐπεὶ δὲ ἠδυνήθην ῥῆ- ξαι φωνήν, ἀφῆκα πρώτην, ὡς ἄρα τὸ κάλλιστον τῶν ἐπὶ γῆς ἀπελήλυθεν, ἀνὴρ σωφρονέστερος μὲν Πηλέως θεοφιλὴς δὲ οὐχ ἧττον ἢ Σοφοκλῆς, δεινὸς εἰπεῖν, ἀμείνων κρῖναι, φίλος σαφής, οὐδέν τι χείρων· ἐκείνων τῶν Συρακουσίων οἷς ἐπί- δειξις ἐγένετο τοῦ πράγματος ἐν τῇ Διονυσίου τυραννίδι.
καὶ ταῦτα ἐγὼ διῆλθον, Ἱερόκλεις, δακρύων. ἔπειτα ἐξ αὐτῶν ὧν ἐδάκρυον ἐνεθυμήθην πως, ὅτι ἄρα οὐ χρὴ δακρύειν. τὸ γὰρ οὕτω βεβιωκέναι καλῶς εἰς τὴν τελευτὴν παραμύθιον. ὃ μὲν γὰρ ἔπαθε, κοινόν· ἐφ’ οἷς δὲ ἐπαινεῖται, ταῦτα οὐ κοινά.
καὶ δὴ καὶ σὲ δεῖ μᾶλλον χαίρειν, ὅτι τοιοῦτον ἀδελφιδοῦν ἐκτήσω καὶ κηδεστὴν ἢ τῷ συμβεβηκότι πλήrτε- σθαι. λογίζου δὲ ὅτι θεῶν μὲν γνώμῃ πάντα πράττεται, θεοὶ δὲ τὸν ὧδε ἔχοντα ἀρετῆς οὐκ ἄν τι κακὸν ἔδρων. δίκαιοι γὰρ καὶ οὐκ ἂν ὃν τιμᾶν ἐχρῆν ἐκόλαζον.
οὐκ ἄρα ὅπως τι δεινὸν εἴη πεπονθώς, ἀπέθνησκεν, ἀλλ’ ἐπὶ τῷ βελτίονι. δο- κοῦσι γάρ μοι νομίσαντες τὸν ἄνδρα κρείττω μὲν ἢ διατρίβειν ἐν γῇ, τῷ δὲ αὑτῶν πρέπειν χορῷ μετενεγκεῖν ἐνθένδε εἰς οὐρα- νόν. οὕτως αὐτόν τε σὲ δεῖ φρονεῖν καὶ τὴν θυγατέρα πείθειν καὶ οἴεσθαι τῆς ἐκείνου παιδείας ἄξιον εἶναι τὸ ὑμᾶς ἐπί- στασθαι φέρειν.
καὶ περὶ μὲν τῆς τελευτῆς τοῦ ἑταίρου πλείω μὲν ἔνι λέγειν, δεῖ δὲ οὐδέν, εἰδότι γὰρ ἂν λέγοιτο. τὴν δὲ ἐνθάδε ταραχὴν ἡμεῖς τε ὅπως καταστήσεται φροντί- ζομεν σόν μέρος οὐ μικρόν. οἱ μὲν γὰρ τοιοῦτοι καιροὶ φρο- νίμου δέονται, σὺ δέ, εἴπερ τις, ἐπὶ τῷ φρονεῖν δόξαν ἔχεις.
ὥσπερ οὖν εἰ κυβερνήτης ἐτύγχανες, ἠξίουν ἄν σε ἐν χει- μῶνι δεικνύναι τὴν τέχνην, οὕτως, ἐπειδὴ συνέσει νικᾷς, ἄν- δρα ὀργιζόμενον διάλλαξον.
Εγὼ τοὺς ὄντας μοι φίλους βουλοίμην, ἅττα ἂν λέγω- σιν, ἀληθῆ δοκεῖν λέγειν σὲ δὲ ἐν πρώτοις τε γράφομαι τῶν ἐπιτηδείων καὶ ὅπως πόρρω εἴης τοῦ ψεύδεσθαι ποιῶ.
τού- του οὖν, ὦ ’γαθέ, κηδόμενος ἐσίγων τὸν ἄχρι τοῦδε χρόνον. ἴδει γὰρ εὐθὺς μὲν ἐμοῦ γράφοντος ψεύστην εἶναι σέ, μὴ γράφοντος δὲ καθαρεύειν τῆς αἰτίας, ὥστε σε ἐκόσμησα τῇ σιγῇ. σὺ δὲ ὡς ἠδικημένος ἐγκαλεῖς ἐπαινεῖν ἀφείς. αἴνιγμά σοι δοκῶ λέγειν. ἄκουε δῆτα σαφῶς.
σὺ τὴν πρώτην ἐκει- νην γράφων ἐπιστολὴν σκώμμασί τε ἡμᾶς ἔτρωσας οὐκ ὀλί- γοις καὶ τελευτῶν ἐπέθηκας ὡς κατασύραις ἡμᾶς ἐν τοῖς γράμ- μασι, καὶ ὅρκος ἐπῆν.
ἐσκόπουν οὖν, ὅπως ἄν σοι τοῦτο ὀρθῶς εἰρῆσθαι δοκοῖ καὶ νικῶν φαίνοιο καθαρῶς. νίκη δὲ σαφὴς τὸ μηδ’ αὐτὸν τὸν ἡττημένον ἀναισχυντεῖν, ὡς ἄρα οὐ κεκράτηται, ὃ δὴ μὴ γράφων ὁμολογεῖ νενικῆσθαι τῷ μὴ ἔχειν ὅ τι γράψειεν.
ἔχεις οὖν καὶ τουτονὶ τὸν στέφανον ἐπ’ ἐκείνῳ τῷ διὰ δικαιοσύνην σοι δεδομένῳ. καὶ δύο νίκας ἡμῖν ὁ καλὸς Ἀνατόλιος ἀνῄρηται, τὴν μὲν ὡς ἄριστος δικα- στῶν, τὴν δὲ ὡς κράτιστος σοφιστῶν, τὸ μὲν ἁπάντων ᾀδόν- των, ἐμοῦ δὲ τὸ δεύτερον, ὃ σὺ φαίης ἂν οὐκ εἶναι φαυλότε- ρον.
ὁρᾶν δοκῶ σε γελῶντα καὶ ἀκούειν βοῶντος καί τινα ἀφιέντος ῥήματα τῶν εἰωθότων. οὐ γὰρ ἂν σύ γε τοῦτο τὸ μέρος ἄνευ τοῦ ταῦτα ποιεῖν ἐπέλθοις.
τὸ μὲν οὖν τῆς παιδιᾶς ἐνταῦθα ὡρίσθω, πάντως δὲ δεῖ καὶ ἐπιστέλλοντι παί- ζειν ὡσπεροῦν συνόντι, τὴν δὲ οὖσαν αἰτίαν ὑφ’ ἧς βραδέως ἐπιστέλλω νῦν ἀποδώσω.
ᾔδειν ὅτι μέγα τι περὶ ἡμῶν ἐθε- λήσεις ἀκοῦσαι πρέπον μὲν τῇ πόλει, πρέπον δὲ ταῖς ἐλπίσιν, ὑφ’ ὧν κινηθεὶς ἧκον. ἕως μὲν οὖν οὔπω τοῦτο ἀπήντα, μέλ- λειν ᾤμην δεῖν· ἐπεὶ δὲ ἔστι τι καὶ τοιοῦτον, γράφω.
τὸ μὲν γὰρ πρῶτον εἰσήλθομεν εἰς ἄνδρας οὐ πιστεύοντας ὅτι βιώσονται. καὶ ὅπως μὴ εἴπῃς· τί οὖν εἰσῆλθες; οὐ γὰρ ἀκίνδυνον ἀναστρέφειν.
ἔπειτα τοῦ φοβοῦντος ἀπελ- θόντος διαφυγὼν ἐγὼ θάνατον, ὃν ἀκήκοας, ἐπὶ πολλοῖς λό- γοις, οὓς τὸ θέρος ἐδέξατο, διδασκαλεῖον ἀνέῳξα καὶ ὁ φθό- νος ἔπνει λαμπρός. εἰδὼς δὲ ὅτι οὐκ ἔστιν αὐτὸν ἄλλως ἡ λόγοις καταχῶσαι, τοῦ σώματος μὲν ἠμέλουν καὶ ὅσοις τοῦτο ἥδεται, χαίρειν εἴων, τοῦ δὲ ὅπως μηδὲν ἀνήσω λέγων, ἐφρόν- τῖσα.
τοῖς βελτίστοις δὲ ἡμῶν πολίταις τὰ πολλὰ οὐ πολλὰ ἐδόκει, ἀλλ’ ἐγὼ μὲν αὐτοὺς ἡγούμην ἠνωχλῆσθαι, οἱ δὲ ἀγεύστοις ἐῴκεσαν. νέοι δὲ οἱ μὲν οὔπω πρότερον ὡμιλη- κότες σοφισταῖς, οἱ δὲ οἷς ὡμίλουν ἀφέντες ὑφ’ ἡμῖν ἐτάτ- τοντο, οἱ μὲν ἐνθένδε προσιόντες, οὐκ ὀλίγοι δ’ ἐπῆλθον.
ἀλλ’ οὔπω πάντα εὐδαιμονία σοῦ γε ἀπόντος· οὗ παρόν- τος ταῦτά γε ἦν ἂν μείζω. καὶ αὐτό γε τὸ παρεῖναί σε πάσης τῆς περὶ ταῦτα εὐπραξίας ἄμεινον.
παρεμυθεῖτο δέ με τὸ κεκλῆσθαί σε πρὸς ἀρχήν, ἣ κεφάλαιον ἀρχῶν εἶναι δοκεῖ, καὶ μεγαλαυχούμεθά γε Σύροι Ῥωμαίοις παρέχοντες ἄνδρα δεινὸν κοσμῆσαι πόλεων πράγματα.
τὸ δ’ ὡς φεύγεις τοῦ- τὸν τὸν πόνον, ἀκοῦσαι μὲν ὑπῆρξέ μοι, πιστεῦσαι δὲ ἥκιστα, οὐχ ὅτι σε οἴομαι σπουδαρχίδην, ᾧ γὰρ αἱ ἀρχαὶ πενίας ἀφορ- μαί, πῶς ἂν τὸ ἄρχειν διώκοι; ἀλλὰ διεστάναι δή φασι τὴν Ρώμην καὶ τοὺς πολλοὺς δυσκόλως ἔχειν πρὸς τὴν βουλήν, σὲ δὲ τοῦτο δεῖσαι λογιζόμενον, ὡς ἡ τὸν δῆμον ἢ τοὺς βελ- τίστους ἀνιάσεις.
τοῦτον ἐγὼ τὸν φόβον οὐ πείθομαι τῆς σῆς εἶναι ψυχῆς. καὶ γὰρ καὶ τῶν ἡνιόχων τοὺς ἄκρους ὁρῶ θαρρούντως ἀναβαίνοντας ἅρμα ἵππων ἀπειθεστέρων εἰδότας, ὡς ἰσχυροτέραν κέκτηνται τέχνην τῆς ἐπείνων κακίας. ἤδη δέ τις καὶ κυβερνήτης ἐγηγερμένης θαλάττης λύσας ἀνήχθη πι- στεύων περιέσεσθαι τῇ τέχνῃ τῆς ζάλης.
σὲ μὲν οὖν ἵλεως πέμψειε βασιλεύς, ἵλεως δὲ Μῆνά δέξαιτο καὶ μετὰ ταῦτα ἡμεῖς λαμπρὸν ἀπὸ λαμπρῶν ἔργων῾· ἐμὲ δὲ ἕλκει πά- λιν ἡ πόλις ἡ παρόντι μὲν οὐ χρωμένη, ζητοῦσα δὲ ἀπόντα.
σὺ δ’ ὅ τι ἂν ἔχῃς βοῄθε καὶ παῦε τὸν θυμὸν καὶ ὡς ἀρρωστῶ λέγε. καὶ οὐ ψεύσῃ λέγων· φάρμακά τε γὰρ πεπώ- καμεν, ἃ ἐν μεγίστῳ κακῷ πίνεται φλέβα τε ἐτμήθην οὐκ εἰωθώς, ὃ προσιοῦσαν ἐκώλυσε τὴν τελευτήν.
Ὅτι τε ἐπέστειλας ἡμῖν ἥσθην καὶ ὅτι τὰ τοιαῦτα ὄι ἡμῶν καθίστασο· πιστεύοντος γὰρ ἦν φιλεῖσθαι καὶ ἐγνωκότος φιλεῖν.
ἐγὼ δὲ τήν τε ἐπιστολὴν ἀνέγνων αὐτῷ καὶ ἡδό- μενον ἑώρων καὶ πρὸς γράμματα ὡρμηκότα. ἃ κεκώλυκε μὴ γενέσθαι θόρυβός τις ἐμπεσὼν καὶ πείσας αὐτῷ προσέχειν, ἥξει δέ σοι ταῦτα, ἐπειδὰν ἐκεῖνος παρέλθῃ.
Ἔμελλεν ἄρα ὁ περὶ τῆς κεφαλῆς μοι λόγος, ὃν ἐπλατ- τόμην, εἰς ἔργον ἥξειν παιδεύοντος, οἶμαι, τοῦ θεοῦ μὴ τὰ τοιαῦτα κομψεύεσθαι. ὡς γὰρ κόμην, ἡμέρᾳ δεκάτῃ μοι προσέβαλεν ἴλιγγος καὶ παρῄνει Δαμάλιος πίνειν φάρμακον.
ἐγὼ δὲ οὐκ ἐνεγκὼν αὐξῆσαι ἐν τῷ θέρει τὸ κακὸν τοῦ φθινοπώρου πίνω Μαρκέλλου δόντος ἱερὰν αὐτήν, οἶμαι, κα- λεῖτε. καὶ ἔπινον ἐκείνης, ἦς γευομένων ἑτέρων ἐταραττόμην, καὶ τοσαύτην ἐπικουρίαν δεξάμενος μετὰ φόβου θαυμαστοῦ τὸν χειμῶνα διῆλθον Ὀλυμπίου τὸ πεπωκέναι τε ἐπαινοῦντος καὶ κελεύοντος αὖθις ἦρι πιεῖν.
ἄρτι δὲ ὑπολάμποντος πό- νος ἰσχυρὸς προσέπεσε τοῖς νεφροῖς βρόχον ἀναγκάζων ζητεῖν. ἔπειτα μῆνα διαλιπὼν προσέπεσε πικρότερος καὶ ἐποίησεν ἀνάγ- κἠν πράγματος, ὃ διετέλουν ἀναβαλλόμενος. Πανόλβιος γὰρ τῶν ἄλλων ἐλαίῳ τὰς ἀλγηδόνας ἀξιούντων κοιμίζειν τέμνει μοι φλέβα, καὶ ῥᾴων μὲν εὐθὺς ἐγενόμην, θαρρεῖν δὲ ὑπὲρ τοῦ παντὸς οὐκ ἔχω.
τῷ τοίνυν ἐνταῦθα ὄντι κακῶν, πῶς ἂν ταῦτα διαφύγοι, λέγε. σοφιστὰς δὲ ἑτέρωθεν μεταπέμπου καὶ ὥσπερ ἐγὼ σὲ βούλομαι παρεῖναι τῷ βασιλεῖ, οὕτως ἐμὲ σὺ νοσεῖν παρὰ τοῖς οἰκείοις, ἐπειδὴ νοσεῖν ἀνάγκη.
Παρὰ Ἀπελλίωνι τῷ χρηστῷ περὶ ὧν ἀδικεῖσθαι φῄς ἀγωνιῇ, τοῦτον γὰρ ἀπέδειξέ σοι δικαστὴν ὁ γενναῖος Στρα- τήγιος. ὁ δὲ ἀνὴρ πολίτης τε ἐμὸς καὶ διδοὺς ἡμῖν σεμνύ- νεσθαι· οὕτω καλός τε κἀγαθὸς εἶναι βούλεται.
μαθὼν δὲ παρ’ ἡμῶν, ὅστις εἴης πρὸς ἡμᾶς, ἐκέλευσε γράψαι, καὶ ὑπή- κουσα ἄσμενος νομίζων ἔσεσθαι καὶ σοὶ καὶ τοῖς σοῖς κατα- φυγὴν τὴν Ἀπελλίωνος γνώμην.
περὶ δὲ τῆς δίκης ὡδί σε χρὴ φρονεῖν· εἰ μὲν ἀδικεῖς, οὐδεὶς οὕτως αἰδέσιμος τῷ δικαστῇ, δι’. ὃν οὐ δώσεις δίκην· εἰ δὲ παρὰ σοὶ τοῦ δικαίου τὸ μέρος, οὐδεὶς οὕτω σοι δυσμενὴς δυνατός, δι’ ὃν οὐ λήψῃ δίκην.
Ἐγὼ πρὸς Ἱεροκλέα γράφων, πολλάκις δὲ τοῦτο ἐποίησα, οὐκ ἔστιν ὅτε προσέθξκα τό· ὅπως ἡμῖν εὖ ποιῇς ἑταῖσον Ἄνθιον. καὶ ἴσως μέν τί σοι κἀΚεῖνος βεβοήθηκεν· εἰ δὲ οὐδέν τι προσέσχεν, ἀλλ’ ἐξεύρηκά γε σύμμαχον, ὃς ἐμήν γε χάριν κἂν διὰ πυρὸς ἔλθοι.
εἶτε οὖν δεῖ σοί τι προσ- γενέσθαι ἀγαθόν, προθυμήσεται· εἴτε λυθῆναι λυπηρόν, οὐκ ἀποκνήσει· εἴθ’ ἕτερον ἄρχοντα πεῖσαι τὰ δίκαια πρὸς σὲ ποι- εἰν, οὐδὲ τοῦτο φεύξεται.
κεχάρισται δὲ πρὸ τῶν ἄλλωι τῷ γράμματά σοι δι’ αὐτοῦ παρ’ ἐμοῦ φοιτᾶν. θάρρει δὴ καὶ πρόσιθι καὶ τὰ σαυτοῦ θεράπευε καὶ νόμιζε καιροῦ τινος εἰλῆφθαι.
Ἡ πόλις ἡμῶν πλέον ἐρῶσι τῆς σῆς ψυχῆς ἢ σὺ τῆς ἐμῆς· καὶ σὺ μὲν τῆς ἐμῆς ἴσως οὐκ εἰκότως, οἱ δέ γε τῆς σῆς καὶ μάλα εἰκότως. ὥστ’ εἰ μὴ ἦν ἐλπὶς ὅτι αὐτοῖς ἀφίξῃ- πάλαι ἂν ἦσαν αὐτοὶ παρὰ σοί.
ἡ όὲ Ἀπελλίωνος ἀρχὴ τοῦ καλοῦ σοί τε δίδωσι πρὸ τῆς ἡμετέρας ὁρᾶν ἀγαθὰ τούτῳ τε πρὸ τῶν ἄλλων ἐραστῶν ἀπολαύειν τῶν παιδικῶν.
θαυ- μάσῃ δὲ αὐτοῦ τὸ πρᾷον, τὸ ἄδολον, τὸ φιλεῖν εἰδέναι, τὸ μὴ εἰδέναι κερδαίνειν ἃ μὴ καλόν. ἃ μαρτυρεῖ μὲν Αἴγυπτος ἤδη, 5 φήσετε δὲ καὶ ὑμεῖς πειρώμενοι.
Ἐθρέψαμεν ὑμῖν ἄρχοντα καὶ μέγα φρονοῦμεν οὐ τῷ πολίτην ἄρχειν ἡμέτερον. ἀλλ’ ὅτι οἶδεν, ὅ τι ποτὲ ἔργον ἀρχῆς. οἶδε γὰρ ὅτι δεῖ τὸν ἐνταῦθα σχήματος ἑστηκότα μὴ σιώτερον, ἁ λ’ ἐνδοξότερον ἀπαλλάττεσθαι καὶ τοιαῦτα δρᾶν. ἃ ποιήσει τοὺς ἀρχομένους εὔχεσθαι μένειν αὑτοῖς τὴν προ- στασίαν.
Αἰγύπτιοι μὲν οὖν πολλάπις ταῦτα εὔξαντο, πρὸς δὲ ὑμᾶς τὸ κέρδος μεταβέβηκεν. ὁ δὲ φιλῶν με πάνυ σφόδρα, τίνα μάλιστα φιλοίην τῶν παρ’ ὑμῖν, ἤρετο, ὅπως αὐτῷ εἴη φίλος. ἐγὼ δὲ ἀκούσας τὸ μάλιστα, πρὸς σέ τε εὐθὺς ἠνἐ- χθην καὶ τὸν Ἅλαιμον ἐφθεγξάμην.
ὁδὲ γράφε τοί- νυν ἔφη, καὶ κομιῶ. χαφιῇ γὰρ οὐ τῷ ληψομένῳ πλέον ἢ τῷ φέροντι. καὶ ἐπέστελλον συναρμόττων τῇ ἐπιστολῇ σο- φὸν παιδευτὴν Ἄλκιμον καὶ ἄρχοντα δίκαιον Ἀπελλίωνα.
Χρηστὸς εἰ τοῖς γράμμασιν. ἃ γὰρ ἐν ἡμῖν εἶναι ἐθέ- λεις, περὶ τούτων ὡς ἐνόντων γράφεις. ἐμὲ δὲ εἰ μέν τις ὡς ἐπιστάμενον πονεῖν ἐπαινεῖ, τάχα οὐ ψεύδεται· λόγων δὲ ποι- ητὴν ὅστις οἴεται δεξιόν, ἴστω ὅτι ψεύδεται.
τῆς δὲ ἐπι- στολῆς σου καὶ τοῦ μήκους ἠράσθημεν καὶ ὡς οὐ μακροτέρα μᾶλλον ἢ καλλίων. δείκνυται δὲ καὶ ἐν ταῖς τῶν νέων ψυχαῖς ἡ σὴ τέχνη· ὡς οὐ πολλοὶ παρ’ ἡμᾶς ὧδε ἔχοντες τάξεως ἦλθον.
Ποίοις Βοιωτοῖς συγγενόμενος ἀποβέβληκας τὴν περὶ τοὺς λόγους τέχνην; οὐ γὰρ ἐκεῖνό γε Ἀνδρονίκου τὸ τὰς μὲν μακρὰς ἐπιστολὰς ἐπαινεῖν πανταχοῦ, τὰς δὲ οὐ μακρὰς ἐλαύ- νειω, ἀλλ’ εὖ ᾔδεις ὡς ἑκατέρῳ τε ἰνὶ χώρα καὶ μετὰ τοῦ καιροῦ καὶ τοῦτο κἀκεῖνο καλόν.
σὺ δὲ ἐπιλαβόμενος τῆς ἐν τοῖς γράμμασι βραχύτητος αὐτὸ τοῦτο εὐθὺς ἑτέρας ἐποιοῦ κατηγορίας ἀφορμὴν συκοφάντης ὢν ἐν ἀμφοῖν. διώκων γὰρ τὴν ἐπιστολὴν ἐπὶ τῷ μέτρῳ τῇ γε ὀργῇ πάλιν ἄλλην αἰτίαν ἔπλασας, διφθέραν οἶμαί τινα οὐκ ἀποδοθεῖσαν.
οὕτω θαυμαστὸς ἡμῖν πλάστης γέγονας ἅτε πόλιν οἰκῶν γέμουσαν πλασμάτων. ἡμῖν δὲ πόλις μὲν τῆς ὑμετέρας μικροτέρα, μικρο- ψυχίαν δὲ ἴσως οὐκ ἐντίθησιν. οὐδέ γε, ὦ δαιμόνιε, τἄλλα οὕτω ταπεινῶς πράττομεν ὥστ’ ἔχειν σχολὴν ἐννοεῖν, εἰ τόδε ὁ δεῖνα λαβὼν κατέχει.
τῶν δὲ παρ’ ὑμῖν σοφιστῶν μὴ καταγέλα, οἷς ἐστιν ἃ σοφισταῖς εἶναι δεῖ, μέγεθος οἰκιῶν, πλῆθος νέων, γαστρὸς εὐρυχωρία, τὸ δουλεύειν εἰδέναι· μέγα γὰρ εἰς εὐδαιμονίαν παρ’ ὑμῖν τὸ κατεπτηχέναι καὶ ὁ δουλό- τερος ἑτέρου ῥητοὸικώτερος.
εἰς ἐμὲ δὲ οἰόμενος τὰ φίλου ποιεῖν ἴσθι τὰ πολεμίου δρῶν. πράττεις μὲν γάρ, ὅπως ὑμῖν ἐπανέλθοιμι, τοῦτο δὲ εἰ μὲν ἀγνοῶν, ἐν οἷς ὢν τυγχάνω προ- θυμῇ, τάχα οὐ φιλοῦντος ἡ ἄγνοια· εἰ δ’ ἐπιστάμενος, ἐξ ὅσης ζάλης εἰς ὅσην εἰρήνην ἥκω, πρὸς τὴν ζάλην αὖθις ἐκ τῆς εἰρήνης ἕλκεις, οὐ πάνυ γίγνῃ Θησεὺς εἰς Πειρίθουν.
ὥστ’ ἐοίκαμεν σοὶ μὲν μέμφεσθαι τῷ φίλῳ, τὸν δὲ οὐ φίλον ἐπαι- νεῖν τὸν ἄρχοντα. καὶ γὰρ εἰ ἡ γνώμη μισοῦντος, ἀλλὰ τό γε ἔργον ὠφελοῦντος. κωλύει γάρ με μὴ ἐλθεῖν ν τοῦτό μοι πρῶ- τον χαριζόμενος τὸ μὴ Κλεομένην ἰδεῖν.
ᾧ σὺ συνὼν μὲν ἔτι μή με ἐξαπάτα· μὴ συνὼν δὲ τί πάθοις ἂν εἰκότως, ὃς ὃν ἔμελλες φεύξεσθαι, τοῦτον ἠγάπας, καὶ ταῦτα μέλλων ἕτερον ἀνιάσειν καλὸν κἀγαθὸν καὶ σώφρονα καὶ δυνατώτερον;
ἀλλ’, ὦ φίλτατε Ἀνδρόνικε, παῦσαι μὲν τῆς πρὸς τὸν κύνα συνη- θείας, εἰ μὴ πέπαυσαι· παῦσαι δὲ τοῦ πειρᾶσθαί με ἐνθένδε κινεῖν. βούλευσαι δὲ περὶ τῶν πρὸς τὸν θεῖον βουλὴν ἀγαθὴν ἀφείς με τῆς τοιαύτης διακονίας. ὁρῶ γὰρ ὡς ἐπί τι πρᾷον τὸ πρᾶγμα βαδίζει.
Ἐκ τῶν γραμμάτων, ἃ πάλαι πρὸς ἡμᾶς ἐπεπόμφεις, αὐτόν σε προσεδοκῶμεν ἥξειν, τὸ δὲ ἀπὸ τῆς Εὐρώπης ἐπι- στέλλειν καινόν τι ἡμῖν ἐφάνη.
λαβὼν δέ σου τὴν επιστο- λὴν οὐδέν τι ἠξίουν μέλλειν, ἀλλ’ εὐθὺς δραμὼν παρὰ τὸν ἄνδσα ὃν ἐβούλου πᾶσιν οἷς εἶχον ἐγκωμίοις ἐχρώμην κατὰ σοῦ καὶ μεταπέμπεσθαι παρῄνουν.
ὁ δ’ εἰ μὲν ὄεις ἔφη τὰ πεπραγμένα αὐτῷ, καθεύδεις· εἰ δὲ εἰδὼς περὶ τοιούτων τρόπων τοιούτους ἐπαίνους ἐργάζῃ, τὸν μὲν ὅπως κορμήσεις ζητεῖς, ἐμοῦ δὲ οὐ σφόδρα κήδῃ. πειρωμένου δέ μου τὰς κατηγορίας λύειν ἄνδρα ἔφα- σκεν ἀξιόπιστον ἥκοντα ἐξ Ἰωνίας ἀπηγγελκέναι καὶ μὴ δεῖν με ἐνοχλεῖν.
ὡς μὲν οὖν οὐκ ὴδιkήκαμεν, ἀλλ’, εἴπερ τι συνέβη δύσκολον, ἠτυχήκαμεν ἐπίσταμαι· τόν τε γὰρ σὸν ἐπί- σταμαι τρόπον αὐτός τέ ειμι τῶν πεπληγμένων ὑπὸ τῶν ῥᾳ- δίως ψευδομένων.
ἃ δ’ οὖν ἔδει γεμέσθαι ἡμῖν, κατὰ τοῦτο οὐ πέπρακται· σὺ δ’ εἰ τιν’ ἄλλην ὁδὸν ὁρᾷς, πρὸς ἣν ἔχω τι δυνάμεως, ἐπίστελλε καί με οὐ φήσεις ἀργὸν εἶναι.
τὰ δὲ τοῦ κακούργου δούλου καὶ τῶν χρηστῶν ἀδελφῶν ὧδε ἔσχεν. ἄρχοντος Ὁνωράτου στρατιώτης ἐπ’ αὐτοὺς ἐλθὼν λαβὼν ἦγεν. ἔτι δὲ αὐτῶν ἐπὶ τῆς πορείας ὄντων ὁ μὲν ἀπήλλακτο τῆς ἀρ- χῆς, ὁ δὲ ἀφῆκεν οὓς ἦγε, δῆλον ὡς ἀποδόμενος τὴν ἄφεσιν.
ταῦτα γνοὺς Νεβρίδιος διπλῆν πράττεται τιμωρίαν τὸν στρατιώτην. μαστιγώσας γὰρ ἐκβάλλει τοῦ καταλόγου καὶ δι ἄλλων ἐκείνους ἀναζητεῖ. οὕτως ἡμῖν τῶν δυσχερῶν τὰ μὲν ἐπέρχεται, τὰ δὲ οὐκ ἐθέλει λυθῆναι. δεῖ μέντοι πιστεύειν ὡς ἥξει ποτὲ καιρὸς τοῦ βελτίονος πίθου.
Ἐξουσία σοι παρ’ ἡμᾶς ἰέναι. καὶ οὐκ ἀλαζονεύσομαί γε, ὅτι ταῦτα λέγω. ἀλλ’ ὡς ἤκουσε Στρατήγιος ὁ πάντα ἐπαινέτην αὑτοῦ δεικνὺς ἀληθῆ, ὅτι Γυμνάσιος ἐρῴη Συρίας, εὐθὺς μὲν ἐγκώμιον κατέτεινε, σοφιστοῦ πόνον, οὕτως ἦν πολύ τε καὶ καλόν, ἡμῖν δὲ οὐ δέδωκε σπουδάσαι πάντα εὐθὺς ποιῶν.
σὺ δ’ ἔοικας τῶν μὲν παρ’ ἡμῖν ἐπιθυμεῖν, ὑπὸ δὲ τῶν ἐκεῖθεν κατέχεσθαι.
Ἐν τοῖς πολίταις ἡμῶν ἀεί τι περὶ σοῦ λέγομεν τό τε ἦθος ὡς χρηστὸν διηγούμενοι καὶ τοὺς λόγους ὡς θαυμαστοί, καὶ τίς μὲν εἴης φίλους ἀμείψασθαι, τίς δὲ ἐχθροὺς ἀμύνα- σθαι, καὶ ὅτι σοὶ φίλοι μὲν οἳ καὶ τοῖς θεοῖς, ἐχθροὶ δὲ οἱ καὶ τοῖς θεοῖς.
ταυτὶ δὲ οὐκ ἔστι μὲν ὅτε οὐκ ἐπιστεύετο, Φιλομήτωρ δὲ ἥκων καὶ τοιαῦτα ἐπέθηκεν, ὥστε μικρά με λέγοντα ἀπέφηνεν. ἐγὼ δὲ ἔχαιρον ἡττώμενος· ὑπὲρ ἐμοῦ γὰρ ὁ νικῶν ἐνίκα.
τὸ μὲν οὖν πρῶτον ἡμῖν ἐδόκει πάντα πράττειν, ὅπως ἂν ἔλθοις· ἔπειθ’ ἑκόντες ἐπανήκαμεν τῆς σπουδῆς, τελευτῶντες δὲ πρὸς τοὐναντίον χρώμεθα τῇ σπουδῇ καιρὸν εἶναί σοι νομίζοντες κατὰ χώραν μένειν.
τὴν δὲ αἰτίαν τῆς μεταβολῆς ἐγγράψαι μὶν οὐκ εἶχε καλῶς, ἢν δέ τις παρ’ ὁμᾶς ἴῃ τῶν ἐπιτηδείων, ἀπὸ στόματος ἀκούσῃ.
Ὁ κακῶς ἀπολούμενος Θεόδωρος σοί τε πόνων αἴτιος καὶ ἡμῖν τοῖς ἠδικημένοις ὀργῆς. οὐ μέντοι τοῦτό γέ σοι μεμφόμεθα τὸ τοὺς παρόντας πρὸ τῶν ἀπόντων ποιεῖσθαι καὶ τοὺς μὲν αἰδεῖσθαι, τοὺς δὲ οἴεσθαι τεθνάναι. οὐ γάρ με λανθάνεις εἰς δόξαν ἥκων ἀπὸ τοῦ τῶν φίλων ἐπιμελὴς εἶναι.
ἀλλ’, ὦ δαιμόνιε, τὸ μὲν ἀδικεῖσθαι λυπεῖσθαι ποιεῖ, τῶν λυπουμένων δὲ οὐκ ἀσφαλὴς ἡ γλῶττα. ὥστ’, εἴ τι ταὶ ῥῆμα ἀηδέστερον ἐξέφυγε, τοῦ καιροῦ τοῦτο νομιστέον, οὐ τῆς ἡμετέρας γνώμης.
ὁ δὲ Θεόδωρος ἡμῖν ἀποκρινάσθω εἴτε τοῖς αὑτοῦ συνὼν ἐθέλει τὰ δίκαια ποιεῖν εἴθ’ ἥδιστα ἂν παρ’ ἡμῖν λούσαιτο. καὶ οὐ φθονήσομέν γε αὐτῷ τῆς ὁδοῦ.
Πράττομεν, ὡς ἂν εὔξαιο καὶ ὡς οὐκ ἂν ἔνιοι τῶν παρ’ ἡμῖν εὔξαιντο. σοὶ δὲ μείζων ἂν ἦν ἡδονὴ παρόντι ὁρᾶν 20 ἢ ἀπόντι ἀκούειν.
τί δὴ μαθὼν οὐ καρποῖ τὴν μείζονα εὐφροσύνην; τί δὲ οὐ δεῦρο βαδίζεις ἡμῶν ὄντων ἐνθάδε; ὅ πολλάκις ἔδρασας ἡμῶν οὐκ ὄντων ἐνθάδε· οἴει καθήμενος ἀπολήψεσθαί με καί που καὶ χρόνον προλέγεις καὶ γελᾷς ὃς ἔχων. 3, ἀλλ’ ἴσθι καὶ ἡμῖν ὑπάρχον ψήφισμα γράψαι καὶ δεηθῆναι, δοῦναι δὲ χάριν ἕτοιμος βασιλεὺς καὶ προσάγει ἀωάγλην οὐκ οἶδεν.
Καὶ ὅτε ἀσθενεῖν σοι τὴν γυναῖκα ἠκούομεν, συνηλγοῦ- μεν ἐννοοῦντες ὡς εἰκός σε διακεῖσθαι καμνούσης, καὶ ἐπειδὴ τὴν τελευτὴν ἐπυθόμην, ἀνῴμωξα δεινόν τι ποιούμενος Ἀρι- σταίνετον εἶναι ἐν πένθει, οὗ τῇ φύσει πανηγύρεις πρέπουσιν.
ὁρμήσας δὲ παραμυθεῖσθαι λόγοις ἀνέσχον δείσας μὴ πάνυ σε δοκῶν εἰδέναι ἔπειτα ἁλοίην ἀγνοῶν. οἷς γὰρ ἔμελλόν σε κουφιεῖν, τούτοις δὴ τοῖς Πινδάρου καὶ Σιμωνίδου, καὶ ὅσα ἐκ τραγῳδιῶν εἰώθαμεν φάρμακα λύπῃ προσάγειν, πάντα ἐδό- κεις μοι πάλαι τε εἰδέναι κἂν πρὸς ἄλλους εἰπεῖν.
ἐλογι- ζόμην οὖν ὅτι, εἰ μὲν οἵα τε κατακοιμίζειν ἀθυμίαν, αὐτὸς ἰάσῃ σαυτόν, εἰ δ’ οὐχ οἷά τε, καὶ παρ’ ἄλλου μάτην ἂν λέ- γοιτο. διὰ ταῦτα τοῦ μὲν ἀφίσταμαι, τὴν διήγησιν δέ σοι τῶν πραγμάτων ἀποδίδωμι, ἃ τοῦ χειμῶνος συνέβη.
ἠρξάμεθα τῆς σ νουσίας μετὰ προλόγου καί τινος ἁμίλλης πρός τι τῶν Δημοσθένους. ἦν δὲ ὁ μὲν Τύχην μονὴν αἰτῶν βεβαίαν, τῇ δὲ ἁμίλλῃ πολλαὶ μορφαί. καὶ προσῆλθον, ἐπ ιδὴ ἀνέστην, ἑπτακαίδεκα νέοι. Πλατῶν δέ, οἶμαι, ἠσθένει Ζηνόβιος ὁ χρη- στός
ἔπειτα ἐγὼ μὲν τοῦ διδάσκειν εἰχόμην, τὰ δὲ ἐπέρ- ρεεν ἔθνεα, πολῖται καὶ ξένοι καὶ ταύτῃ ὅστις εἴην εἰδέναι ἐθέλοντες. τὸ μὲν γὰρ εἶναί με μὴ κακῶν λόγων δημιουργὸν συνεκεχώρητο, θάτερον δὲ ἐδοκιμάζετο.
καὶ ἔδοξα τοῖς μὲν οὐκ εἶναι ταύτῃ χείρων, τοῖς δὲ καὶ βελτίων, ὥστ’ ἐν οὐ πολ- λαὶς ἡμέραις πεντήκοντα νέων ἦν ὁ χορός. ἀριστᾶν δὲ οὐκ ἦν, ἀλλ’ ἴδει πονεῖν εἰς ἑσπέραν καὶ ἐθαυμάζετο μετὰ τῶν ἄλλων καὶ τὸ τῆς γαστρὸς κρατεῖν.
ἧκεν ὁ Στρατήγιος, καὶ ἐδε- ξάμην τὸν ἄνδρα λόγῳ, μικρῷ μέν, οὗτος γάρ, οἶμαι, προσ- φωνοῦντι νόμος, ῥηθέντι δὲ κατὰ νοῦν αὐτῷ τε καὶ τοῖς ἄλ- λοις. ὁ δὲ ἀντίτεχνος, καλῶ μὲν γὰρ αὐτὸν ὃ καὶ αὐτὸς έαυ- τόν, ἠπείλησεν ἐρεῖν. καὶ τοῦτ’ ἦν ἐπίδειξις ἡ ὑπόσχεσις.
ἰδὼν δὲ τοὺς παιδαγωγοὺς ἰσχύοντας ἀπὸ τοῦ πωλεῖν τοὺς νέους καὶ τὸν ἐν μουσείοις κόσμον ἀπολωλότα συμβουλεύω τοῖς ἐμαυτοῦ πολίταις μὴ ταῦτα περιορᾶν, ἀλλ’ ἀγανακτῆσαί τε καὶ κωλύσαι. καὶ ἐγένετό τις ὀργὴ κατὰ τῶν ἀδικούντων οὐ μικρά. ὁ δὲ ἀντίτεχνος ἠπείλει συνερεῖν αὐτοῖς. καὶ τοῦτ ἦν ἐπίδειξις ἡ ὑπόσχεσις.
τελευτᾷ Ζηνόβιος καὶ ἐμονῴ- δοῦν ἀπελθὼν τοῦ τάφου. καὶ μικρὸν ὕστερον ἐγκωμιάζω τὸν διδάσκαλον μακροτέρῳ λόγῳ καὶ ἔδοξεν οὐ φαύλους κεκομί- σθαι μισθούς. ὁ δὲ ἀντίτεχνος ὑπέσχετο λέξειν, ἢν ὁ πατὴρ αὐτῷ ἀποθάνῃ. ὁ δ’ ἔτι ζῇ. τούτων γιγνομένων οἱ σφόδρα ἐγνωκότες ἀναισχυντεῖ ἦσαν δὲ τρεῖς ἀντὶ τραπέζης λαμπρᾶς οἱ τοῦτο ποιοῦντες, ἐνέδοσαν.
ἐγὼ μὲν οὖν ἀναπαύλης ἐδεόμην, τῷ θείῳ δὲ οὐδὲν ἄρα ἤρκει. καὶ Κυρῖνος δὲ ἦν τῶν οὐκ ἀνιέντων παρ’ ἡμῖν τε ἔχων τὸν υἱὸν καὶ μιμούμε- νος σὲ μὲν εἰς τἀμά, ἐμὲ δὲ εἰς τὰ σά.
ἀγωνίζομαι δή τινα ἀγῶνα τῶν ἐν τοῖς πλάσμασι τούτοις, οἱ δὲ ὠρχοῦντο ἅτε ἐν αὐτοῖς τεθραμμένοι καὶ ἐδέοντό μου κατὰ μέσον γενο- μένου τὸν λόγον μετὰ τῆς ἴσης τέχνης καὶ τὴν ἀντιλογίαν γράφειν. καὶ γράψας ἐπῆλθον ὅτι τάχιστα. καὶ ἦν ἀδελφὸς ὁ λόγος τοῦ προτέρου καὶ διεσέσειστο τῶν πολεμίων τὰ πράγ- μάτα.
δείσας δὲ μὴ γυμνωθείη εἰσῆλθε μὲν ὡς καθέξων τὰς ἀποστάσεις, ἐκίνησε δὲ καὶ τὰς οὐκ ἄν, εἴπερ ἐσίγα, συμ- βάσας. ἐν γὰρ τοῖς προοιμίοις ἐδεῖτο ἐφεθῆναί οἰ τὸ τέλος εἰπεῖν, Κυρίνου δὲ οὐ διδόντος ὑπερπηδᾶν αὐτὸς αὑτῷ τοῦτο ἔδωκε. καὶ ἀπ’ ἐκείνης τῆς ἡμέρας κάθηται μόνος, ὅρκοι δὲ καὶ ἀνάγκαι πᾶσαι καὶ δεσμοὶ καὶ ὅσα ἐπιστεύετο τηρήσειν τοὺς Ἄους. ἐπατεῖτο καὶ μετέρρεεν.
ἐπὶ τούτοις γράμματα βασιλέως ἀφικνεῖται κελεύοντά με ἀναστρέφειν, πρὸς ἃ ἀπε- κρίνατο τό τε τῆς κεφαλῆς καὶ τὸ τῶν νεφρῶν νόσημα, ὡς οὐκ ἂν δυναίμην. τοῦτο δὲ οὕτω θέμενος δείκνυμι λόγον περὶ εὐφυίας, τύπος δὲ τῆς διαλέξεως, τὰ σὰ παιδικά. καὶ δευτέ- ῥᾶς ἐδέησεν ἡμέρας, ἧς ἐκοινώνει Κλημάτιος.
τὴν μὲν οὖν ἐπ’ αὐτῶ κίνησιν οὐκ ἐμὸν εἰπεῖν· ἐκεῖνο δὲ ἐμόν τε ἦν εἰπεῖν καὶ ἐβοᾶτο, ὅτι τούτων μέντοι διδάσκαλος Ἀρισταίνετος καὶ δὴ καὶ τῶν ἄλλων ὅσα ἂν ἔπαινον δέχηται.
Πάλιν ὁ σοφὸς παρ’ ὑμῖν Ὀλύμπιος, πάλιν ἐκεῖνοι σύλ- λογοι καὶ διάλογοι καὶ συμπόσια συγγραφῆς ἄξια, σοφιστὴς ὑπὲρ ῥητορικῆς τι λέγων, γραμματιστὴς ὑπὲρ τῶν ποιητῶν, σὺ καὶ Θεμίστιος ἐκ φιλοσοφίας, Ὀλύμπιος περὶ πάντων πο- λύς τε ῥέων καὶ καθαρὸς καὶ τῷ κάλλει τῶν ὀνομάτων ἀφέλ— κῶν τοὺς δαιτυμόνας τῆς θοίνης καὶ ποιῶν ἡδίω τῆς τρα- πέζης τὴν ἀκρόασιν.
ἐμοῦ δὲ ἴσως μεμνήσεσθε καὶ τάχ ἴσως ἐπ’ ἀμείνοσιν. ἀπόντα γὰρ ἐπαινέσεσθε καὶ τοὺς παρόν- τας ουκ ἀνιάσετε.
Ἀπήγγειλεν ἡμῖν Κλημάτιος τῶν εἰωθότων τι θρασύ- νεσθαί τινας κατὰ σοῦ καὶ μηδενὸς φείδεσθαι ῥήματος. ἐμὲ δὲ οὐ τὸ τοῦ πράγματος εἰωθὸς παρεμυθεῖτο μᾶλλον ἢ τὸ μηδὲ παύσασθαι ἐθέλειν πρᾶγμα οὕτως ἄδικον.
ἐδακνό- μην οὗν οὐδὲ ἔχαιρον ἔξω βελῶν ὤν, ἀλλ’ ὅτι μὴ φίλῳ παρῆν, ἤλγουν. ἡγοῦμαι μέντοι τὰ νῦν οὐ σφόδρα ὑμῶν ἀποστατεῖν ἥκοντος ὑμῖν Ὀλυμπίου τοῦ καλοῦ δικάσαι τε ἀγαθοῦ καὶ ἐλευθέρως θέσθαι ψῆφον καὶ νικῆσαι τὸν ἀδικοῦντα καὶ μετὰ τῶν ὑβρισμένων γενέσθαι. τὰ δ’ ἡμέτερα μεγάλα τε ἐποίησε καὶ μηνύσει πρὸς ὑμᾶς ἃ πεποίηκεν.
Ὁ μέγα τι λαβὼν παρὰ θεῶν ἀγαθόν, εἶτα μικρὸν εἰλη- 15 φέναι νομίζων ἀδικεῖ τοὺς δεδωκότας. σὺ δὲ εἶ μὲν ἐκ Μου- σῶν μᾶλλον ἢ ᾧ δάφνην ἔδοσαν, τάττεις δὲ σαυτὸν εἰς τοὺς οὐ μέγα λαβόντας.
ἀλλ’ ἀντιφθέγγεταί σοι πᾶς ἀνὴρ καὶ πάντα ἔθνη, κἂν εἴπῃς ποιητήν, σέ τις ἀκήκοε, μάχεται δὲ οὐδείς· ἡμῖν δὲ ἀνταγωνισταὶ πλείους ἢ ὅσαι μυῖαι κατὰ σταθμὸν ποιμνήιον ὥρῃ ἐν εἰαρινῇ.
ὅν δέ φημι σο- φιστήν, ἀγνοεῖν προσποιῇ πάλαι πρῶτον αὐτὸν ἐψηφισμένος σοφιστῶν.
Ἐπειδὴ πάλαι τῆς βοηθείας ἤρξω, καθ’ ἣν ἐκομισάμην τὴν ἐμαυτοῦ, βραχὺς ἀρκέσει μοι λόγος· πείθοντι μὲν γὰρ μα- κρῶν ἂν ἔδει, κινοῦντι δὲ τὸν πεπεισμένον οὐδὲν ἂν δέοι πολλῶν.
χεῖρα ὄρεξον, ὦ ἄριστε, τήρησον τὴν σαυτοῦ γνώ- μην, δὸς διὰ τέλους τὴν χάριν, μή με περιίδῃς ἀποσπώμενον ἀτυχοῦντος θείου καὶ πενομένων ἀδελφῶν καὶ μητρὸς ὑπὸ γήρως κειμένης μηδὲ ἐμὲ μὲν ἑλκόμενον εἰς γῆν ξένην, ἐκεί- ὄις δὲ πικρὰν τὴν πατρίδα γινομένην.
ποιεῖ δέ σοι τοὺς ὑπὲρ ἡμῶν λόγους εὐσχήμονας τὰ ἐμὰ κακά. ἥ τε γὰρ κεφαλὴ μοι κατείληπται νοσήματι, δι’ ὃ πλέον οἴνου πίνω φάρμακον, οἵ τε νεφροὶ τῇ κλίνῃ δεδώκασιν ἡμᾶς, ἃ δὲ ἥδιστον ποιεί τὸ ζῆν, τούτων ἀποκεκλείσμεθα.
μάρτυς δὲ ἡμῖν τῶν πα. θῶν ὁ παλαίσας τοῖς πάθεσιν Ὀλύμπιος, ὁ σός τε ἑταῖρος καὶ Ἱπποκράτους καὶ Πλάτωνος. οὗ δεδεήμεθα λαβέσθαι σου τῶν γονάτων καὶ ἐπιδακρύσαι καὶ μηδὲν ἱκετείας εἶδος ἀφεῖναι.
τούτοις σε παρακαλῶ, πρὸς δὲ ἄλλον οὐδὲν ἂν γράψαιμι τοιοῦτον λογιζόμενος, ὡς ἐθελήσας μὲν ἀρκέσεις καὶ μόνος, οὐ βουληθέντος δὲ σοῦ καὶ τἄλλα μάταια.
Τὰ μὲν ἄλλα ἡ πατρὶς ἡμῖν ἀμείνων τῆς ἀλλοτρίας, σὺ δὲ αὐτὴν οὐκ ἐᾷς πάντα εἶναι τῆς ἀλλοτρίας ἀμείνω. γραμ- μάτων γάρ, ἃ πρὸ τοῦ πλεῖστα ἔπεμπες, ἐπειδὴ δεῦρ’ ἥκομεν, ἐφθόνησας δίκαιος ὢν νῦν πέμπειν, εἰ καὶ πρότερον ἐτύγχα- νες σιγήσας.
καὶ τὸ ἔτι σχετλιώτερον, ἄλλοι μὲν εἶχον λα- βόντες καὶ ἐδείκνυσαν ἡμῖν, ἐγὼ δὲ ἠναγκαζόμην τοῦ μὴ λα- βεῖν αἰτίαν λέγειν. ἣν πάντα κινῶν εὑρεῖν οὐκ εἶχον. σοί τε γὰρ εὐπορίαν εἰς λόγους συνῄδειν ἐμαυτῷ τε εἰς σὲ φαῦλον οὐδέν, πλὴν εἰ τοσοῦτόν σε ἠδίκουν, ὅτι μέλλων δεικνύναι λόγον ἐπεισήνεγκα σὸν ὄνομα σὺν εὐφημίᾳ καὶ μὴν κἀκεῖνο φιλοῦντος καθαρῶς.
ἀπιστῶ τοῖς ἀγγέλλουσιν, ὡς ἄρα ἡμᾶς ψέγοις, οὐχ ὅτι ἡμεῖς οὐ κακοί, ἀλλ’ ὅτι σὺ γενναῖος καὶ πολιτῶν φαυλότητα κρύψαις ἂν μᾶλλον ἢ διακαλύψαις.
ποιοῦ δὲ σημεῖον τῆς περὶ σὲ γνώμης καὶ τὴν ἐπὶ τῷ μὴ λαμβάνειν γράμματα λύπην. ἔρωτα γὰρ ἀνάγκη τῆς λύπης ἡγεῖσθαι. τίς δ’ οὐκ ἂν ἐρασθείη γλώττης ἱκανῆς ἀρθῆναι πρὸς μέγεθος ἔργων; ὡς, εὖ ἵσθι, σώζει μὲν ὁ βασιλεὺς ταῖς νίκαις τὰς πόλεις, σώζεις δὲ σὺ τῷ λόγῳ τὰς νίκας, καὶ οὐ πάντη ἄρα σῶν γραμμάτων ἀπεστερήμεθα, ἀλλ’ ἡ πρὸς τὸ κοι- νὸν ἐπιστολὴ τὴν ἐν τοῖς ἰδίοις ἀτιμίαν παραμυθεῖται
Αρ᾿ αἰσθάνῃ σαυτῷ μαχόμενος καὶ τὸν αὐτὸν εὖ ποιῶν τε ὁμοῦ καὶ κακῶς καὶ μισῶν οὐ μικρῶς ὃν πάνυ φάσκεις φι- λεῖν; τὸ μὲν γὰρ πολλούς τε εἰδέναι τῶν ἡμετέρων λόγων καὶ μνήμη τηρεῖν καὶ λέγειν ἀπὸ στόματος καὶ ἐπεισάγειν παντὶ συλλόγῳ καὶ βουλομένοις δεικνύειν καὶ μὴ βουλομένοις ἐνο- χλεῖν, ταυτὶ μὲν ἴσως φιλοῦντος, τὸ δὲ ἴσως εἴρηταί μοι διὰ τὸ τὰ μὴ καλὰ ποιήματα κέρδος εἶναι τοῖς ποιηταῖς, εἰ κρύ- πτοιτο, ἀλλ’ ὅμως ἴστω τοῦτο φιλοῦντος· ὅταν δέ με ἐκ- βάλλης τῆς πατρίδος, ἣν πολλοῖς ἀπείληφα πόνοις, καὶ περι- τρέχῃς, ὅπως ἐγὼ πάθοιμι, καὶ τοῖς ἀφεικόσιν ἐγκαλῇς ὡς ἐξηπατημένοις καὶ λύῃς τὴν χάριν καὶ τὸ σαυτοῦ θεραπεύῃς ἡδὺ καὶ τοὐμὸν διαφθείρῃς συμφέρον, ταῦτα δὲ οὐ δέχεται τὸ τοῦ φιλοῦντος πρόσρημα.
καὶ δέδοικα δὴ μή σοι δια- βάλλῃ τὸν τρόπον, καίτοι Κλημάτιος ἐν ἐπαίνῳ τῷ περὶ σοῦ ταύτην ἀπήγγειλε τὴν σπουδήν, κατήγορος δὲ ὢν οὐκ ἡπί- στατο.
δεικνύντος δέ μου ὅτι τὰ ἀδικήματα θαυμάζοι, κάλει φησίν, ὅ τι ταῦτα ἐθέλεις· ὡς ἡμῖν γε ἀρέσκει καὶ πεπράξεται. καὶ έμοὶ τοίνυν ἔφην ἐξέστω μὴ νο- μίξειν ἡμᾶς φίλους μηδὲ εἰς ταὐτὸω ἰέναι. ταῦτα ἀκού- σὰς ἔφη λήξειν.
παῦσαι δὴ καὶ σὺ τῆς φιλονεικίας καὶ φρόνησον Ἑλληνικόν τι. πρέποι δ’ ἂν ἥκοντος Ὀλυμπίου τοῦ φέροντος ὑμῖν ἐπὶ τῆς ψυχῆς πάντα τὰ Ἑλλήνων καλά.
Τό τε πολὺν σιγῆσαι χρόνον καὶ τὸ νῦν ἐπιστε[ελαι λόγον ἐστὶν ἔχον ἀμφότερα· τὸ μὲν γὰρ ὑπ’ ἀθυμίας ἐγίνετο, ἣν τὸ μὴ λαβεῖν σου γράμματα ἐποίει, τὴν σιγὴν δὲ ἔλυε τὸ λίαν ἐπι- θυμεῖν <εἰ μὴ> ἄλλην, ταύτην γέ σοι συγγενέσθαι τὴν συν- ουσίαν· πρὸς δὲ καὶ ἀνδρὸς ὡς ὑμᾶς ἰόντος ἐπισταμένου λέγειν μὴ καὶ αὐτὸν εἰπεῖν τι δι’ αὐτοῦ τῶν ἀτόπων ἐδόκει.
λέγω τοίνυν ὅτι πρῶτον μὲν καλῶς ποιεῖς ἀγαθὸς ὤν, ἔπειθ’ ὡς ὧν ἐπιτηδεύεις καλῶν ἐπαινέτην ἔχεις Ὀλύμπιον, ἄνδρα καὶ ῥήτορα δεινὸν καὶ φιλόσοφον ἄκρον βοηθοῦντα ψυχαῖς οὐ μεῖον ἡ σώμασιν ἀπὸ τῶν φαρμάκων.
ἀνὴρ δὲ τοιοῦτος ἐπαινέτης ἀνδρὶ σώφρονι τιμιώτερον τῶν Γύγου χρημάτων. ἐπεὶ καὶ αὐτῷ μοι χρήματα μὲν οὐκ ἔστιν, ἡ δὲ παρὰ τοῦδε ψῆφος, καὶ οἶμαι κατὰ τοῦτο τῶν πολυχρύσων εὐδαιμονέστε- ρος εἶναι.
ἢν οὖν τι φροντίζῃς περὶ ἡμῶν, σύγγνωθί τε ἐραστῇ καὶ συλλαβοῦ. καὶ ὅ τι ἂν εὖ ποιήσῃς, δήλωσον γράμ- μασι τὸ ἔργον· ὡς οὐχ ἥττων ἡ χάρις ἐν τῷ δευτέρῳ.
Οἶδ’ ὅτι σε εὐφραίνει γράμμα ἐμόν. σὺ γὰρ ἐκεῖνος ὁ πετόμενος μέν, ὅπως ἂν ἡμῶν ἀκούσαις, πετόμενος δὲ αὖθις όπὸ τῶν λόγων έν τῷ συλλόγῳ, καὶ σπεύδων τε ἐπ’ ἀκρόασιν καὶ ἐν αὐτῇ πάντα δρῶν.
ἦν οὖν δῆλον ὡς οὐκ ἀτιμάσεις ἐπιστολὴν οὖ τιμᾷς τοὺς λόγους. ἀμείβομαι δέ σε τῷ μέγα φρονεῖν, ὅτι δοκεῖς εἶναι καλὸς Ὀλυμπίῳ τῷ σοφῷ, ὃς βαδίζει μὲν ἐπὶ τοὺς ἀρρωστοῦντας καὶ ἐμπίμπλησι. φίλος γε μὴν οὕτω σαφὴς ὥστε κἂν ἐπὶ τὰς Γοργόνας φίλῳ συστρατεύσαι.
ὄψει δὲ αὐτὸν θαυμαστὰ ἐργαζόμενον ἐν τοῖς ὑπὲρ ἡμῶν ἄθλοις, ὧν κοινωνήσεις δήπου, κἂν μηδεὶς ἐπεγείρῃ.
Ἀκούω σου κεκρατηκέναι τὴν λύπην καὶ εἶναί σοι περὶ τὸ μνῆμα τὴν διατριβήν. ἐγὼ δὲ ὥσπερ μὴ λυπούμενον ᾐτιώ- μην ἄν, οὕτω σφόδρα λυπούμενον οὐκ ἐπαινῶ. τὸ μὲν γὰρ οὐ τῆς σῆς φύσεως, τὸ δὲ οὐ τῆς σῆς παιδεύσεως.
εἰ δ᾿ οὗν δεῖ τινος καὶ παρ᾿ ἄλλου παραμυθίας, πληρώσει ταύτην Ὀλύμ- πιος ἀμφότερα ὢν ἀγαθός, ψυχάς τε καὶ σώματα νοσημάτων ἐλευθεροῦν.
Τὰ μὲν δοκοῦντα παρὰ τοῖς ἀνθρώποις μεγάλα δοῦναί σοι βουληθεὶς οὐκ ἠδυνήθην, τὰ δὲ ὄντα μᾶλλον ἢ δοκοῦντα – ταυτὶ γὰρ δοῦναι δεδύνημαι – δέχου, φίλον ἄνδρα πάσης ἀρετῆς γέμοντα, τὸν θαυμαστὸν Ὀλύμπιον.
Οὐ δήπου καὶ νῦν με μακρὰν ἀπαιτήσεις ἐπιστολήν· ἐγγὺς γὰρ ὁ τά τε ἐμὰ διδάξων καὶ σοὶ συμβουλεύσων ἃ ποιῶν ἀμείνων ἔσῃ.
Καὶ πρότερον ἐπέσταλκά σοι καὶ νῦν προσαγορεύω. καὶ γράφων γε οὐ παύσομαι πρὶν ἂν πρὸς ἀμοιβὰς ἐκκαλέσωμαι τὴν ἱερὰν κεφαλήν. πάντως δὲ οὐκ ἐπὶ μικροῖς ἄθλοις ἡ σπουδή.
Γράμματά σου ποθοῦμεν, σὺ δ’ ἡμῖν ἐπιστείλαις ὡς ἔρρω- σαί τε καὶ τἄλλα πράττεις κατὰ νοῦν.
Οἱ παῖδές σου τοὺς πόνους οὓς ὁρίζει τὸ θέρος ἐν τῇ Δάφνῃ διαντλοῦσιν ἡμῶν τοῦτο ἐφιέντων, ὅπως ᾖ τῷ πονεῖν παραμύθιον δένδρα καὶ ὕδατα καὶ αὖραι. ἢν οὖν τις αὐτοὺς διαβάλλῃ τῷ τόπῳ, συκοφάντης δοκείτω τῷ ἔργῳ.
τὴν δ’ ἐφ’ ἑκατέρῳ γνώμην ἐμὴν ὁ φέρων σοι τὴν ἐπιστολὴν ἐρεῖ, δι᾿ ὃν εὐδαίμονα σέ τε ἡγοῦμαι καἰ τοὺς υἱεῖς. τῷ γὰρ ἀρίστῳ τῶν ἐπὶ γῆς Ὀλυμπίῳ τῆς σῆς οἰκίας μέλει.
Ζηνόβιος ἡμῖν διδάσκαλος καὶ πάντα ἦν. τούτῳ συγγε- νής ἐστι Βοηθός. τῷ δ’ αὖ Βοηθῷ τούτῳ παῖς ὁμώνυμος, ὃς τὸν διδάσκαλον ἡμῖν ἀγαπώμενος ὡς υἱὸς ἐθεράπευσεν ὡς οἰκέτης. ὅστις δὲ ἐκείνῳ τι καὶ μικρὸν ἐχαρίζετο, τοῦτον ἡμεῖς τίθεμεν εἰς τοὺς τὰ μέγιστα κεχαρισμένους ἡμῖν.
τὸν μὲν οὖν νεώτερον Βοηθὸν ἐνθάδε οἰκοῦντα ὅ τι ἔχομεν εὖ ποι- οῦμεν, τὸν δὲ πρεσβύτερον παρ’ ὑμῖν τε ὄντα καὶ διὰ τὴν τοῦ παιδὸς χρηστότητα δίκαιον εὖ παθεῖν ὄντα σύ τι ποίησον ἀγαθόν· ὡς τῆς ἐπὶ τῶν δικῶν ἀκριβείας οὐ χεῖρον τὸ τοὺς φιλοῦντας ἐκ τῶν δικαίων εὐφραίνειν.
Ἐγώ σε ᾤμην εὐθὺς ἀκούσαντα παρ’ ἡμῖν εἶναι τὸν ἄρχοντα καὶ αὐτὸν ἔσεσθαι παρ’ ἡμῖν· οἷς τε γὰρ ἤχθου με- γάλα ἦν καὶ ταῦτα ἴδει λυθῆναι καὶ ἄλλως οὐκ ἦν. σὺ δὲ 20 οὔτε ἀφῖξαι τοῦ τε μὴ ἥκειν τὴν αἰτίαν οὐκ ἐδήλωσας.
εἰ μὲν οὖν τι καλὸν τίθη μένειν, οὗ μένοντα ἀπολαύειν ἔνι, μένε ἀγαθῇ τύχῃ καὶ ἐμφοροῦ, πάντως τῷ γε εὐφραίνεσθαι πλέον ἡμᾶς εὐφραίνεις ἢ τῷ μὴ παρεῖναι λυπεῖς· εἰ δὲ ὄκνῳ τῆς πορείας κάθησαι, ὅρα μὴ τὸ ἡδύ σοι τοῦτο ἀηδίαν τέκῃ.
Σὺ μὲν ἐν ἀγροῖς ἔτι καὶ βιβλίοις, ἡ Τύχη δέ σε καλεῖ πρὸς τὸ βῆμα καὶ δίκας. ἧκε δὴ τοῦτο δράσων, ἐφ’ ᾧπερ ἐπόνεις, καὶ πορεύου τὴν πατρῴαν ὁδὸν τέτταρα ἔχων εἰς τὸ θαρρεῖν τοὺς λόγους, εὔνοιαν ἄρχοντος, τοκέα διδάσκαλον, ἡμετέρας εὐχάς.
Πόλλα κακὰ περὶ τὸ σῶμα παθὼν καὶ τῶν μὲν μόλις ἀπαλλαγείς, τὰ δὲ ἔτι φέρων ἕν ἔχω παραμύθιον τὰς ἐλπίδας τὰς περὶ σέ. μὴ γὰρ οἴου τοὺς ἀνθρώπους ἄλλο τι ᾄδειν ἡ ὡς αὐτίκα μάλα ἔσται σοὶ μὲν σχῆμα πάλαι προσῆκον, τοῖς δὲ πράγμασι σωτηρία.
ταύτην δὲ τεκμαίρονται δυοῖν, ἀρετῇ τε σῇ καὶ τῷ τὸν βασιλέα δι’ ὧν ἔστι σώζειν τὰς πόλεις ὁρᾶν.
ἀλλ’ ὅπως μὴ πάλιν φύγῃς προσιοῦσαν ἀρχήν· οὐ γὰρ κα- λόν τινα τοῦτον δρασμὸν μελετᾷς. εἰ γὰρ καὶ χρῆν γενέσθαι δραπέτην, ἤδη γέγονας ἀπὸ τῆς ώμης δραπετεύσας.
Σὺ τῶν ἐμῶν κύριος βραδέως τε ἀποδοῦναι καὶ κατα- σχεῖν, εἰ βούλοιο. ὃ δὲ καὶ πρὸς παρόντα ἔφην, οἴεσθαι μέν σε κάλλος ἐνεῖναι τοῖς ἐμοῖς πιστεύω· δέδοικα μέντοι μή σοι τοῦτό τὴν χείρω δόξαν ἐνέγκῃ. ἐγὼ μὲν γὰρ οὐδὲν ἱερόν, οἱ δὲ πίθηκοι πιθηκίζοντες τὰ αὑτῶν ποιοῦσι.
μὴ τοίνυν αὐτοὺς μεμφώμεθα.
Ἐφρόντιζον, ἐπειδὴ ἐνθένδε ἀπῆρας, ὅπως ἡμῖν περιέσῃ τῶν πραγμάτων, οὐ σοῦ τινα ἀσθένειαν καταγνούς, ἀλλ’ ἐκείνοις ἐνορῶν μοχθηρίαν. ἀτεχνῶς γὰρ εἰς χειμῶνα τὸ σκάφος ἀφῆκας. ἀλλά τοι τοῦτό σε αὐτὸ καὶ ποιείτω ἄρχοντα ἀγαθὸν τὸ μείζω σοι λόγον ἀπὸ τῆς δυσκολίας ἔσεσθαι.
καὶ δῆτά μοι δοκεῖς ἤδη τοῦ μεγίστου τυγχάνειν. ὃς γὰρ ἄριστός ἐστι τῶν παρ’ ὑμῖν, οὗτός ἐστί σοι φίλος ἀπὸ θαυμάζειν εἰς τὸ φιλεῖν ἐλθών. Εὐτόλμιος γὰρ ἐλθὼν εἰς τὴν πόλιν εὐθὺς εἰσῆλθεν ὡς ἐμὲ παλαιὸν ἑταῖ- ρον διώκων.
καὶ οὔτ’ ἐγώ τι πρότερον ἠρόμην ἡ ὅστις εἴης ἐπὶ τῆς ἀρχῆς αὐτός τε οἷς ἀπεκρίνατο δῆλος ἦν οὐκ ἂν ἡδέως ἕτερα πρὸ τούτων ἐρωτηθείς. καὶ ἐπῄνει τε τὴν πρᾳότητα καὶ ἐδεδοίκει τοῦθ’ ὅπερ ἡμεῖς, τὴν ἀπορίαν, καὶ συνεύχετο ῥᾳστώ- νην καὶ ὅλως ἐῴκει κατὰ τὴν γνώμην πατρὶ τρέφοντι φρον- τίδας ὑπὲρ υἱέος.
παραινῶ δή σοι τὸν ἄνδρα προσιόντα τε ὡς ἀσμενέστατα δέχεσθαι καὶ μὴ τοῦτο ποιοῦντα μεταπέμ- πεσθαι σύμβουλόν τε ποιεῖσθαι καὶ τἄλλα πιστεύειν · ὡς ἀμ- φοτέρους γε ἐπαινέσῃ τὸν μὲν τοῦ συμπροθυμηθῆναί σοι, τοῦ προξενῆσαι δὲ ἐμέ, καὶ τρίτον γε τοῦ πεισθῆναι σαυτόν.
νῦν μὲν οὖν μαθητής τε ἡμέτερος εἶναι φῄς καὶ λόγων ὀφείλειν χάριτας, Εὐτολμίῳ δὲ χρησάμενος ἔργα φήσεις πρὸς τοῖς λόγοις ὀφείλειν. εἴη δέ σε τῆς μὲν φρονήσεως αὐτοῦ πεῖ- ραν τοῖς λαμβάνειν, τῆς διατριβῆς δὲ ἐν ἄλλων σώμασιν.
Ἆρ’ οἶσθα ὅτι καὶ τοῦτό σοι πολλὴν εὐφημίαν ἔχει τοὺς ἐν λόγοις ἡμᾶς τῷ περὶ τὰ ὅπλα σοὶ θαρρεῖν ἐπιστέλλειν; ση- μεῖον γὰρ οἶμαι τοῦτο τοῦ χαλεπὸν μὲν τοῖς πολεμίοις, ἥμερον δὲ πρὸς τοὺς οἰκείους εἶναι, τοῦτο δὴ τὸ πάλαι ὑμνούμενον, ὅτι χρὴ τὸν ἅπερ σὺ μέτει, καὶ ταῦτα κἀκεῖνα ἀγαθὸν εἶναι.
τοὺς μὲν γὰρ ἄλλους στρατηγοὺς πόρρωθέν τε ὁρῶμεν κἂν εἰς ἡμᾶς βλέψωσι, φεύγομεν· σοὶ δὲ ἥδιον ἢ τοῖς γονεῦσι πρόσιμεν κἂν ἀπίης, ἀλγοῦμεν. αἴτιον δὲ ὅτι πεπαίδευσαι μετὰ τῶν τακτικῶν τὰ Μουσῶν, ὧν τὸ μὲν νικᾶν ἐν πολέμοις παρέ- χει, τὸ δὲ νιλᾶν τε ἐκεῖ καὶ πρᾷον εἶναι τούτοις ὑπὲρ ὧν πολεμεῖς.
εἴη ἂν οὖν ἐν τρόπῳ σοι καὶ τὸ Διονυσίῳ τούτῳ χεῖρα ὀρέξαι, ὃς ὀρφανὸς μὲν ἐγένετο λῃστῶν αὐτῷ τὸν πατέρα ἀποκτεινάντων, διὰ δὲ τὴν συμφορὰν φυγὼν πολλὰ μὶν ἀπώ- λεσεν οἴκοι διαρπασθείσης αὐτῷ τῆς οὐσίας, λόγοις δὲ ἐπέθετο καὶ ταῦτα ἐν ἀπορίᾳ.
καφὸς δὲ αὐτῷ νῦν κομίσασθαί τι τῶν πατρῴων, ἐπειδὴ σὺ τῶν πραγμάτων κύριος. τήν τε οὖν δυστυχίαν ἐλεήσας τοῦ νέου καὶ τὴν ἐπιθυμίαν θαυμάσας λῦσον αὐτῷ τὴν πενίαν τῇ βοηθείᾳ.
Οἶον πρᾶγμα νῦν λήψεται τὴν ἀρχὴν δίκαιον ὂν ἀρ- χαῖον εἶναι· νῦν Σπεκτάτος Ἀρισταινέτῳ ξένος ἔσται. πρὸ τοῦδε οὐ σφόδρα, ταχὺ δὲ ὑμῖν ἐκ τοῦ κέρδους ἡ ζημία φαί νεται καὶ θαυμάζοντες ἀλλήλους τὸν προειμένον αἰτιάσεσθε χρόνον.
ἃ μὲν οὖν οὗτος ἤκουσε περὶ σοῦ, τοιαῦτά ἐστιν, ὥστε ἐρῶν ἔρχεται· ἃ δὲ εὑρήσεις ἐν τούτῳ σύ, τοιαῦτά ἐστιν, ὤστ’ ἀπιόντος οὐκ οἴσεις.
ἄξιον δὲ τὴν ἀρχὴν τῆς πρὸς τὸν ἄνδρα φιλίας πέρας σοι γενέσθαι τῆς λύπης, ἣν ἐπὶ τῇ γυναικὶ τρέφεις. τὸ μὲν γὰρ Ἡρακλέους οὐ ποιήσει — οἴμαι δέ, οὐδ’ Ἡρακλῆς ἐποίησεν, ἀλλ’ ἡ Ἄλκηοτις ἀνιοῦσα μῦθός έστιν — ὅση δὲ ἀνθρώπῳ δύναμις, εἰς παραμυθίαν οὐδὲν ἐλλείψει.
Περιεργάζομαι μὲν ἴσως πατέρα παρακαλῶν ἐπιμελεῖσθαι παιδὸς ἀμελεῖν ἐγνωκότα, δακρύοντα δὲ ἰδὼν Θεμίστιον μᾶλ- λον ἐδεξάμην ἐκεῖνο δόξαι ἢ τοῦτο παριδεῖν.
ἔλεγε τοίνυν τραχὺ μὲν οὐδέν, ὡς δὲ λήθη σέ τις αὑτοῦ λάβοι, ἐγὼ δέ, εἰ μὶν ἠπόρεις, ἠξίουν ἄν σε παρὰ τῶν φίλων ἀγείροντα τῷ παιδὶ βοηθεῖν· ἐπεὶ δὲ εὖ ποιῶν ἐν πρώτοις εἶ τῶν εὐπόρων, παραινῶ τι τῶν ὄντων εἰς τὸ τῶν ὄντων σρι τιμιώτατον ἀνα- λῶσαι.
ἴσως μὲν γὰρ οὐδὲ πεῖνα σφόδρα νέῳ χρήσιμον, ἔστι δὲ νῦν οὐ περὶ τῆς γαστρὸς ὁ λόγος, ἀλλ’ ὅπως ᾐ το νεανίσκῳ βιβλία· ὧν ἀπόντων ὅμοιος ἔσται τῷ πειρωμένῳ το- ξεύειν ἄνευ τόξου μανθάνειν.
Φιλοῦ μὲν τὸ τὰ τοιαῦτα ἀκούσαντα ἀλγῆσαι καὶ ἐπι- στεῖλαι, ἀγαθοῦ δὲ καὶ κατὰ σὲ τὸ μετὰ Μουσῶν ἐπιστεῖλαι. ὁ δὲ σοὶ ταῦτα ἀγγείλας ἢ ῥᾳδίως περὶ ὧν οἶδεν οὐδὲν ὡς εἰδὼς τολμᾷ λέγειν ἢ τοῦτο μὲν οὐχί, σοὶ δὲ ἐχθρός ἐστι καὶ ἐμοί.
καὶ ταῦτα ἔπλαττεν ἐπὶ ψόγῳ μὲν ἐμῷ, σῇ δὲ λύπῃ. μᾶλλον δέ, ἐχθροῦ μὲν ἡ γνώμη, τὸ δὲ ἔργον φίλου. τὸ γὰρ σοὶ μὲν δοῦναι τοιαύτην ἐπιστολὴν συνθεῖναι, καλὴν δὲ οὕτως ἐλθεῖν ἐπιστολὴν ἐμοὶ σφόδρα ἀμφοῖν κηδομένου.
τὰ δὲ ἡμέτερα ὧδε ἔστηκεν· οἱ πρὶν ἡμᾶς ἥκειν ἀνθοῦντες ἀπηνθή- κασιν, φθόνος δ’ ἀνέφυ οὐδείς. τὸ δὲ μὴ πρὸς κέντρα καὶ μάλα ἴσασι. Κύκλωψ δὲ ἐκεῖνος καὶ Σκύλλα μέχρι τοῦ πορθμοῦ Σικελίας. χαῖρε τοίνυν καὶ τὴν παροιμίαν ἀφεὶς συνήδου.
Ἡ μὲν λέξις τῶν ἐπιστολῶν ἔπειθεν ἡμᾶς ὡς σύνει τῷ Πλάτωνι, τὸ δὲ ἀκμάζειν ἐν σοὶ τὴν ἀθυμίαν ἔτι καὶ τὴν τρίχα πρὸς πένθος ἀνεῖσθαι καὶ τὴν οἰκίαν ὡς ἐπὶ χθὲς τῇ τελευτὴ συμβάσῃ διακεῖσθαι, ταῦτα οὐκέτι πάνυ προσκειμένου τῷ Πλάτωνι. καίτοι πολὺ βέλτιον ἂν ἦν, εἰ τὴν γνώμην μᾶλλον ἢ τὴν γλῶτταν ὤνησο.
σὺ μὲν οὖν οἴει σύμφωνα ταῦτα ποιεῖν οἷς περὶ ζῶσαν ἔπραττες, εὐφραίνειν γὰρ δὴ καὶ νῦν ὥσπερ καὶ τότε· δοκεῖς δέ μοι ζῶσαν οὐδὲν λυπήσας πάνυ τοῦτο δρᾶν εἰς ἀπελθοῦσαν. εἰ γὰρ ὅπως σαυτὸν διαφθείρεις, αἴσθοιτο, μέγα ἂν στενάξαι τοσούτῳ κακῷ διδοῦσα ἀφορμήν.
ἀλλ’ ὑπὲρ μὲν τούτων εἰ μὴ σαυτῷ διαλέξῃ, τά γε παρ’ ἄλλου μάταια· ἐγὼ δὲ ἃ νοσεῖν πλασάμενος ἔφυγον ἥνπερ ἔφυ- γον πόλιν, ταῦτα ἐνθάδε νοσῶ. καὶ οὕτως ἄρα ἡδὺ πατρίς, ὥστε ἄμεινόν μοι τῇδε πονεῖσθαι ἡ παρ’ ἐκείνοις ὑγιέστερον εἶναι Κρότωνος.
τὸ κακὸν δὲ πάλαι μὲν ἐπέκειτο τῇ κε- φαλῇ, νῦν δὲ εἰς τοὺς νεφροὺς κατέβη, μᾶλλον δέ, τούτους μὲν ἰσχυρῶς πιέζει, τὴν δὲ οὐ τελέως ἠλευθέρωσεν, ἀλλ’ ἔκει τε μένει καὶ τούτους ἐπείληφεν.
ἦρι μὲν οὖν ἄνωθεν ἐρρύη, παντὶ δὲ ἐνέβαλε σθένει· φάρμακα δὲ πάντα ἠλέγχετο καὶ ίατροὶ τὴν μὲν ὑπερβολὴν ἐθαύμαζον, κωλύειν δὲ οὐκ εἶχον. καὶ διετελέσαμεν ἐνναίοντες αὐτῶν ταῖς χερσὶ καὶ οὐδὲν ὅ τι οὐκ ἀνεχόμενοι.
θεῶν δὲ ἄρα τις ἡμῖν εὔνους, ὅστις, ἐπειδὴ χρῆν με καμεῖν, ἔδωκε παραμύθιον τὴν Ματίου παρουσίαν. ἐλθὼν μὲν γὰρ εὐθὺς ἀκροάσεως μετέσχεν, ὃ ἦν ἐκείνῳ τε πάμμεγα ἐμοί τε οἷον οὐκ ἄλλο.
ἔπειθ’ ὁ μὲν ὑπὲρ τὸν Εὐφράτην ἐλθὼν τὰ Περσῶν σκεψόμενος, ἐπειδὴ ἐπῄεσαν, ἀναστρέψας ὀξέως παρεσκεύασε Στρατήγιον πρᾶξαι ταῦτα ἀφ’ ὧν ἐκεῖνοι ταχέως ἀπῆλθον· ἐμοὶ δὲ ἐνέβαλον ἀλγηδόνες, ἇί τῆς κλίνης ἐξανιστᾶσαι περιτρέχειν ἠνάγκαζον.
ταυτὶ μέν, ὁπότε οἴκοι μένοι Κλημάτιος, παρακαθημένου δὲ καὶ τούτων ἐδυνάμην κρατεῖν οὕτως ἰσχυρότερος ἦν φαρμάκων πείθων φέρειν, συναχθόμενος, παίζων, σπουδάζων, ἀναμιμνήσκων τῶν ἀρχαίων, χρηστόν τι προλέγων.
τὸ πολὺ δὲ τῶν λόγων Ἀρισταίνετος ἦν καὶ μετ’ ἐκεῖνον Ἄλκιμος, καὶ παντὶ τῷ παραπίπτοντι τὸ σὸν ὄνομα ἐπεισήγετο. εἴτε γάρ τις εἰς ἡμᾶς ἐφάνη ῥᾴθυμος, ἀλλ’ οὐκ Ἀρισταίνετός γε τοιοῦτος ἐλέγετ’ ἄν, εἴτε ὄντως φίλον ἐπῄνει, ἀλλ᾿ οὐκ Ἁρισταινέτῳ γε παραπλήσιος οὗτος προσετίθετο ἄν.
ὡς δὲ ἐγέ- νετό μοι καὶ θυρῶν ἔξω φανῆναι, παρά τε τὸν Στρατήγιον ᾖμεν καὶ ἐπὶ λουτρὸν ἐκεῖθεν, ὁ μὲν λουσόμενος, ἐγὼ δὲ αὐτὸν τῶν Ὁμήρου τι περιέμενον ᾄδων. διὰ δὲ τὸ σφόδρα ἀλλήλοις συνεῖναι θαῦμα ἦν ἅτερος ἐπ’ ἀγορᾶς ὁρώμενος, καί τινα σκώμματα ὑπεμένομεν ὡς ἂν ἐξ ἀλλήλων ἠρτημένω.
τὸν θεῖον δέ μου φιλῶν τε ὥσπερ ἐμὲ καὶ νομίζων περὶ σὲ γνώ- μης ἔχειν ὥσπερ ἐγὼ δίκαια ἇι ποιοίης. ὅς εἰς τοῦτο ἥκει τοῦ πεπεῖσθαι κρατεῖν σε πάντων ἀρετῇ, ὥστε πρὸ τοῦ μὲν ταῦτα ἀκούων ἥδετο, νῦν δὲ ἐν τοῖς <φάσκουσιν> ἀριθμεῖται.
Κλημάτιος δὲ αὐτὸν ὡς μὲν νοῦν ἔχοντα πάλαι ἐθαύμα- σεν, νῦν δὲ καὶ φιλεῖ, διότι σὲ ἐκεῖνος καὶ δὴ καὶ αὐτὸν ἐκ Ῥώμης ἥκοντα ἤρου φάσκοντα ἀνδράσιν ἐντυχεῖν ἀγα- θοῖς αὐτόθι, διηγήσατο πολλάκις· ἔλεγε δὲ ὡς αὐτὸς μὲν ἥκων ἐπαινοῖ τὴν ἐν Ῥώμῃ βουλὴν ἐπὶ φρονήσει, σὺ δ’ εἰ Φασγανίῳ τις προσόμοιος, πύθοιο.
τοῦτο δὲ ἡμῖν ἐντι- μότερον ἢ εἰ Πινδάρῳ πολλὰ εἰς τὴν ἡμετέραν οἰκίαν ἐγέ- γραπτο. Κλημάτιον δὲ τὸ μὲν ἐρώτημα ἀπαγγείλαντα καὶ ὡς ἠπόρησεν ἀποκρίσεως ἐπαινῶ, μέμφομαι δὲ ὅτι με βουλόμε- νος ὑγιαίνειν ἔσθ’ ὅτε καὶ ἀρρωστοῦντος ἥδετο. εἰδὼς γὰρ ὡς μὴ νοσοῦντος μὲν ἀπεκλείετ’ ἂν ὑπὸ τῶν βιβλίων, ἀσθε- νοῦντι δὲ ἔχει λαλεῖν, ὁπότε ἐθέλοι, λαβών με ῥᾴω ποτὲ τοῦτο ἐξελάλησεν, ὡς ἄρα τι αὑτῷ καὶ χαρίσαιτο ἡ νόσος.
σὺ δ αὐτὸν ἢ ἐν Νικαίᾳ κατέχειν, ἴως ἂν πάντα ἀκούσῃς — ὡς πολλήν γε κομίζει διὴγησιν —ἢ συνοδοιπορεῖν εἰς Νικομήδειαν ὑπὲρ τῆς ἀκοῆς
Τῷ Δάφνῳ πᾶσα ἀνάγκη καὶ πείρα προσενήνεκται πάντα μὲν Κληματίου πεποιηκότος, οὐκ ὀλίγα δὲ Ἀποδημίου, τάχα δέ τι καὶ ἡμῶν. καὶ μὴν καὶ Σrρατήγιος ἀκούσας εἶναί σοι δίκην εὐθύς τε ἐπίστευσεν ὡς ἀδικεῖ, καὶ οἷος ἦν μηδὲν ἐλλεί- πειν.
ἀλλ’ ὁ Δάφνος καὶ ἡμῶν καὶ νόμων καὶ ἀρχόντων καταγελᾷ· τοιοῦτον ἔχει συνήγορον τὴν πενίαν, ὑφ’ ἧς ἂν μὴ πεινῶν κοιμηθῇ, πλουτεῖν οἴεται, ὅμως δὲ οὐδ’ οὕτω λέλυται. καταστήσας δὲ ἐγγυητὴν σὲ περιμένει. τουτὶ γὰρ ἡμῖν σκο- πουμένοις ἐφάνη λοιπόν.
Ὤιμην σε πεπαυκέναι τῆς κατηγορίας, ἥν ὅτι σοι βρα- χέα γράφω κατηγόρεις, σὺ δὲ ἔχῃ τῆς γραφῆς καὶ κατὰ τοὺς ἄγαν συκοφάντας οὐκ αὐτὸ μόνον ἐγκαλεῖς, τὴν βραχυλογίαν, ἀλλ’ ἐποίησας αὐτὴν καὶ ἕτερον ἔγκλημα τεκεῖν σημεῖον εἶναι ταύτην λέγων τοῦ καὶ τὴν φιλίαν μοι τὴν πρὸς σὲ κεκινῆ- σθαι.
φέρε δή, πρὸς Δῖός, εἴ τῳ τῶν πάνυ σοι δυσμενῶν ἐπέλθοι πέμψαι σοι μακρὰν ἐπιστολήν, τὸ μῆκος τοῦτο λύσιν τῆς δυσμενείας θήσῃ, κἂν τἄλλα πάσχῃς κακῶς, ἢ τοῖς ἔργοις αὐτοῦ κρινεῖς τὸν τρόπον, τὰ γράμματα δὲ χλευασίαν οἰήσῃ; ὥσπερ γάρ, ὦ ’γαθέ, μῆκος ἐπιστολῆς οὐ φιλίας ἔργον, οὕτως οὐδὲ βραχύτης σημεῖον ἔχθρας.
σὺ δὲ καὶ τοῦ μήπω σοι τὸν ἄνδρα ἐκεῖνον διηλλάχθαι προθύμως ἡμᾶς αἰτιᾷ κἀνταῦθα συκοφαντῶν. οὔτε γὰρ ἐγὼ λέγων οὔτ’ ἐκεῖνος πέπαυται τῆς ὀργῆς. αἴτιος δὲ σὺ οὐκ ἀδικήσας μὲν αὐτὸν ἅπερ ἐνομίσθης πρότερον, ὀλιγωρήσας δὲ τοῦ τὴν ὑποψίαν ἀνελεῖν. ὁ δὲ τότε μὲν ὑπεριδών, νῦν δὲ ἀπολογούμενος τότε μὲν αὑτοῦ κατε- γνωκέναι δοκεῖ, νῦν δὲ τὴν ἀρχὴν κολακεύειν.
ὁ δὲ Αγα- μέμνων τά τε ἄλλα ἦν, ὡς ἔοικεν, ἀγαθὸς καὶ ὅτι τὸν Ὀδυσσέα παρ’ Ἀχιλλέως ἥκοντα οὐ πεπεικότα καὶ τοῦτο ὁμολογοῦντα οὐδαμοῦ μέμφεται τῶν ἐπῶν, ὡς οὐ βουληθείη σύμμαχον αὑτῷ τὸν ἀχθόμενον ἀγαγεῖν.
ὑμεῖς δέ, ὅ τι ἂν μὴ οὗτος ἐνδῷ, μέμφεσθε τὸν πρεσβευτήν. ὃν οὐκ ἐᾷ πιθανὸν εἶναι Κλεομένης ὑπὸ σοῦ θεραπευόμενος. σὺ δ’ οἴει μετὰ τοῦ δα- κτυλίου τοῦ Γύγου πάντα δρῶν λανθάνειν, τὰ δὲ ἐν μέσῳ τε τῆς οἰκουμένης καὶ μέσῃ τῇ πόλει καὶ ταύτῃ μεγάλῃ γίνεται καὶ ὅθεν ἕτοιμον ἀρθῆναι φήμην.
εἰ δὲ οὐκέτι ταῦτα ποι- εῖς, ἀλλ’ ἐποίεις γε. καὶ δοκεῖς αὐτὸς μὲν ἔτι τούτων ἐπιθυ- μεῖν, ὕβρει δὲ Κλεομένους ἐκβεβλῆσθαι καὶ δεῖν ἐκεῖνον σοὶ δοῦναι δίκην, οὐ σὲ παρ’ αὐτῷ εὐδοκιμεῖν.
ἀλλὰ τὴν μὲν δυσκολίαν ἐφέρομεν εἴτε ὡς ἁμαρτόντες εἴτε ὡς ἀτυχοῦντες, τὰ νῦν δέ σου γράμματα ἀκριβῶς φιλοῦντες καὶ τοὐμόν, οὐ τὸ σαυτοῦ σκοποῦντες. καὶ δὴ καὶ οὕτω ποιήσομεν.
ἀρ- χέτω μὲν ὁ βουλόμενος παρ’ ὑμῖν, ἡμῖν δὲ τῇδε καὶ ἄρχεσθαι τῶν ἡδέων, εἰ καὶ πάντες ἡμῖν ἀφίστανται τῆς ἀρχῆς. ὁ βα- σιλεὺς δὲ γρίφων τιμᾷ μέν, ἀναστήσει δὲ ἥκιστα κίνδυνος γὰρ ἡμῖν καὶ εἰς ἀγορὰν ἐμβαλεῖν. οὕτω μία σωτηρία τῷ σώ- ματι τὸ ἡσυχάζειν.
Κλημάτιος δέ, ὅσπερ κάμνοντι παρῆν, καὶ ἀπαγγεῖλαι δύναιτ’ ἂν αὐτό τε τοῦτο καὶ τἄλλα πολλά τε καὶ ποικίλα.
Πρότερον μέν σοι γράφων ὡς οὐ πολλή μοι παρὰ τῷ Διονυσίῳ δύναμις, ἴσως ἂν ἠπιστούμην καὶ διὰ τοῦτο οὐκ ἔγραφον, νῦν δὲ καιρὸς ἂν εἴη τὴν ἀσθένειαν ὁμολογεῖν. Κλη- μάτιος γὰρ ὡς οὐ ψεύδομαι πείσει.
ἴσθι τοίνυν ὡς οὔτε τὰ ἐμαυτοῦ βελτίω πεποίηκα τῶν τε φίλων ὅσοι δι’ ἡμῶν ἐβουλήθησάν του τυχεῖν, ἔγνωσαν οὐχ ἣν ἐχρῆν, ἐλθόντες δὲ ἑτέραν· ὡς ἑνὸς μετέχω μόνου τοῦ προσειπεῖν.
εἰ μὲν οὖν οὔσης μοι δυνάμεως οὐκ ἀπέλαυες, ἠδίκουν ἄν· ἀδυνατοῦντι δὲ συγγνώμην ἔχειν. ὧν δ’ ἐγὼ κύριος, καὶ σύ. καὶ τὴν μὲν ἐν λαμπροτέρῳ σχήματι πορείαν ἄφες, οὐ γὰρ τῆς σῆς ψυχῆς ἄξιον τὰ τοιαῦτα θηρεύειν, ἐλθὼν δὲ ὅπως ἂν ἐξῇ, δοκίμαζέ μου τὴν γνώμην, εἴγε μέμνηται τῶν πτερῶν.
πτερὰ δὲ ἐν- ταῦθα πλείω καὶ οἱ τὰ σὰ θαυμασόμενοι πλῆθος. δεῖ δὲ καὶ νόμων διδασκάλου τοῖς νέοις. σὲ δὲ τοῦτο ἀναμένει κεκωλυ- κότων ἡμῶν ἕτερον ἐπιστῆναι τῷ πράγματι.
Συνήσθην φιλοσοφίᾳ τε καὶ τῷ βασιλεῖ· τῷ μέν, ὅτι τὸ κάλλιστον ὧν ἔδοσαν ἀνθρώπῳ θεοὶ τιμᾶν ἐπίσταται· τῇ δ’, ὅτι καὶ παρὰ τῶν ἐν ἐξουσίαις θαυμάζεται. σοὶ δ’ ἂν ἔχοι χάριν αὐτή τε καὶ ἐκεῖνος· σὺ γὰρ ἀμφοῖν αἴτιος τούτων τυ- χεῖν.
ἐγὼ δὲ καὶ πρὶν ἐπιστεῖλαί σε πρὸς ἐμὲ ταῦτα ᾔδειν ἐκ τῶν πρὸς τὸν ἄριστον ἡκόντων Στρατήγιον γραμμάτων. ἔδωκε γὰρ ἅ τε σὺ πρὸς αὐτὸν καὶ ἃ περὶ σοῦ πρὸς τὴν βου- Λὴν ὁ πάντα ἀγαθὸς ἔγραψε βασιλεύς. ἃ δὴ δι’ ἑρμηνέως ὅ τι εἴη μαθόντες ὑπερεχαίρομεν. ἐγένετο δὲ καὶ τούτων τῶν γραμμάτων πρεσβυτέρα φήμη καὶ οὐκ ἠπιστήθη, ταχὺ δὲ προσ- ετέθη καὶ τὰ γράμματα.
κάλλιστον δὲ τῶν πεπραγμένων τὸ δι’ ὧν μὲν ἦν μετασχεῖν τῆς βουλῆς μὴ ἀτιμάσαι, τὰ δὲ τὸ Λρδος φέροντα ἐμμελῶς διώσασθαι. τοῦτο γὰρ ἦν αὐτό, τε τιμῆσαι καὶ τὸ δικαίως ὑπ’ ἐκείνου τετιμῆσθαι Μαὶ.
τὸ δ’ ἐμὸν οὕτως ἔχει· τὰ τοῦ σώματος ἀρρωστήματα παραινεῖ μοι μένειν. εὖ δὲ ἴσθι, κἄν εἰ σφόδρα ἦν ὑγιής, ἐμαυτῷ σύμ- βουλος ἂν ἐγενόμην μένειν. τῇδε μὲν γὰρ ἀγέλαις νέων εὔω- ῥία, τὸ δὲ παρ’ ὑμὶν διδάσκειν λόγους ἀρχὴ Σκυρία.
Ἔτι μέμνησαι ἡμῶν εἰς Ρώμην ἀπηρκὼς καὶ θεώμενος οἵα οὐ πρότερον πείθων τε σαυτὸν ὡς οὐκ ἐστι yfj αὕτη, ἀλλ’ οὐρανοῦ μοῖρά τις; ἡμᾶς μὲν γὰρ σοῦ μεμνῆσθαι θαυμαστὸν οὐδέν· ἐν γὰρ τοῖς ἀρχαίοις ἡμεῖς καἰ οὐδενὶ καινῷ κατα- φρονοῖμεν ἂν τῶν φίλων.
ἀλλ’ ἴσως οὐκ ὀρθῶς ἠρόμην. σὺ γὰρ οὐδ’ εἰ τοῦ Ὀλύμπου κοινωνήσαις τοῖς θεοῖς, οὐκ ἴσθ’ ὅπως ἐπιλήσῃ τοῦ ἐρωμένου. μὴ θαυμάσῃς δὲ εἰ σὸν ἔφην ἐρώμενον ἐμαυτόν, νέου πρεσβύτερον.
ἐρᾷς γάρ, καὶ τὸ πραττόμενον εἴρηται, καὶ ἅμα παλαιὸν τοῦτό γε καὶ περὶ Σω- κράτη συμβάν. ἤρα γὰρ τὰ μειράκια τοῦ γέροντος.
ἔχεις δὲ καὶ κοινωνὸν τοῦ πάθους Κλημάτιον τουτονὶ δεινῶς ὑπὸ τοῦ θεοῦ κεκρατημένον καὶ οὐδὲν οὔτε λέγειν οὔτ᾿ ἀκούειν ἀνεχόμενον πλὴν ὅ τι εἰς ἐμὲ φέροι.
τοῦτον ἥκοντα μὲν εὐθὺς εἰς τὸ βουλευτήριον εἰσήγομεν ἐπ’ ἀκρόασιν, καὶ ἦν τοῦτο Κληματίῳ μεῖζον ἢ στρατοπέδων ἄρξαι, μικρὸν δὲ ὕστε- ρον ἀρρωστήσας μόνην εἶχον τὸν ἄνδρα παραψυχήν, καὶ διὰ τοῦτον οὐκ ἐπέκλυσε τὴν ψυχὴν λύπη, παρών τε γὰρ ἐκού- φιζε καὶ ἀπόντος ἡ παρουσίας ἐλπὶς ἤρκει βοηθεῖν.
ἐπεὶ δὲ ἀνέστην, ἵππος μὲν ἦν ἑκατέρῳ, ἐφερόμεθα δέ, εἰ ποι δε- ήσειεν, ἀλλήλων ἐχόμενοι, παρὰ τοὺς ἄρχοντας, ἐπὶ λουτρὰ τί· τε ἐν τῇ πόλει καὶ τὸ πρὸ τῆς πόλεως, ἀκούεις ἐκεῖνο τὸ μέγα καὶ καλόν, ᾧ Δατιανὸς τὴν ἡμετέραν ἐκόσμησε.
τῶν δὲ ὁρώντων ἐνίους ἤδη καὶ φθόνος εἰσῄει· ὦ Ἡράκλεις, οὗτοι τὸν Ἡρακλέα καὶ τὸν Θησέα τῇ πρὸς άλλήλους φιλίᾳ παρελθαίν ἀξιοῦσι. τούτους ὅρκος ἰδίᾳ κωλύει λα- λεῖν.
ἤδη δέ ποτε ὁ μὲν ὡς Στρατήγιον εἰσῆλθεν, ἐγὼ δὲ οὔ. καὶ ὃς ἐξεπλάγη τε καὶ ἤρετο ποῦ ποῦ δέ σου τὸ ἥμισυ; γαῖ πάλιν ἔφθην ἐγὼ τοῦτον, καὶ ταὐτὸ θαῦμα καὶ ταὐτὸ ἐρώτημα.
τῶν Κληματίου δὲ κάλλιστον τὸ πάντας μὲν εὖ πεποιηκέναι τοὺς τῇδε, χάριν δὲ ἀπαιτῆσαι μηδένα. οἶσθα γὰρ ὡς, ἡνίκα ἦν τῷ χρηστῷ Παλλαδίῳ συνεργός, πᾶν λυπη- ρὸν τοῖς ἐμοῖς πολίταις ἐκ τῆς τοῦδε γνώμης ἐκωλύετο, ὧν οἱ μὲν ἠξίουν μεμνῆσθαι, τῷ δὲ ἐδόκει πρέπειν ἐπιλελῆσθαι καὶ διὰ τοῦτ’ ἄρα τοὺς τόπους ἔφευγεν, ἐν οἶς ἐπιεικῶς οἱ σύλλογοι, τοῦ μὴ ἐρυθριᾶν ἐπαινούμενος.
τούτου δὲ ἐκεῖνο σεμνότερον τὸ μηδὲ παρὰ τῶν ἀρχόντων οἴκαδε κέρδος ἐνέγ- κασθαι, καίτοι οὐκ ἐνοχλήσαντα ἔχειν ἴδει, ἀλλὰ καὶ δοῦναι δεομένων μὴ ἀτιμάσαι. ὁ δ’ ἔοικε μᾶλλον δύνασθαι λιμὸν ἐνεγκεῖν ἢ λαβεῖν ὄθεν οὐ πάνυ καλόν. καὶ μάλιστα ὧν ἴσμεν τὸ μὴ κερδαίνειν κέρδος ἡγεῖται.
τοιοῦτος δὲ ὢν αὑτοῦ σὲ βελτίω τίθησι καὶ παῖδας αὑτῷ σοὶ γενέσθαι προσομοίους εὔχεται. καὶ τοσοῦτόν ἐστι τὸ φίλτρον, ὥστ’, εἴ αὐτὸν ἔροιτο θεῶν· ὦ Κλημάτιε, δέδοκται ἡμῖν ἀθανασίας σοι μεταδοῦναι, ὑφορώμεθά μὴ τυχὼν εἶτα καὶ ἄλλῳ δοῦναι δεηθῇς· εἰ οὖν ἀπόχρη σοι μόνῳ λαβεῖν, ἀποκρίνου, δοκεῖ οὖν μοι ταῦτ’ ἂν ἀκούσας, εἰ μὴ μετὰ σοῦ τοῦτο ἐξείη λαβεῖν, μηδ’ ἂν αὐτὸς ἐθελῆσαι λαβεῖν.
οὕτως ἡμῖν ἀνήρτησαι τὸν καλὸν Κλημάτιον, καὶ ὁμολογῶν ὅτι σοι δέδωκεν αὑτόν, ἀγάλλεται. συνελθόντες δὲ ὅπως <μὴ> κινήσετε τὸν βασιλέα τὰ συνήθη ταῦτα· ὁ σοφιστὴς ἐπανίτω, μὴ μελλέτω, ἐκεῖ μὴ ἔστω, ἐν Θρᾴκη ἔστω.
γελᾶτε, ὦ βίαιοι, πρὸς τὰ ῥήματα, ἀλλ’ ἐγὼ κλαίω, εἴ με δεήσει διὰ φί- λῶν φιλονεικίαν φεύγοντα ψῦχος εἰς βόρβορον ἐμπεσεῖν. ὅ τι δὲ ὁ βόρβορός μοι νοεῖ, Κλημάτιός σε διδάξει.
Ἐγώ σε καὶ πάλαι μὲν ἄνδρα ἀγαθὸν ήγούμην ἀπὸ τῆς Θεμιστοκλέους πρὸς σὲ φιλίας, ὁ γὰρ ἀνὴρ ἐκεῖνος οὐκ ἂν φιλήσαι μὴ λίαν ἀγαθόν· ἐπὶ δὲ τῆς προτέρας ἐνθάδε μοι γενομένης ἐπιδημίας μικρά σοι συμμίξας οὐ προῆλθον εἰς ὅσον ἔδει τοῦ τε σώματός μοι κάμνοντος καὶ σοὶ πολλῆς ἀσχολίας οὔσης, τῶν γὰρ μεγίστων ἐπεστάτεις.
Γεσσίου δέ σοι φοι- τῶντος τοὐμοῦ καὶ πιστευομένου παρὰ τοῖς σοῖς οἰκείοις εἰς τοὺς συνήθεις σοι καὶ ἐμαυτὸν ἐγγράφων οὔτι ἀδικεῖν οἶμαι ἄλλως τε καὶ Ματίου κελεύοντος καὶ ὑπισχνουμένου μὴ μεταμελήσειν μοι τῶν γραμμάτων. σέ τε γὰρ εὖ μάλα εἰδὼς ἐμέ τε οὐκ ἀγνοῶν ἔφασκεν ἕξειν ἡμᾶς οὐκ ἀγεννῆ τινα πρὸς ἀλλήλους ἁρμονίαν.
τὰ τρόπαια δὲ ὅσα ἀπὸ βαρβάρων ἔστη- σας ἄγων μὲν αὐτὸς τὰς δυνάμεις, ἑπόμενος δὲ τῇ βασιλέω) τύχῃ, πανταχοῦ μὲν ἔγνωσται, πανταχοῦ δὲ τεθαύμασται, ἐλ- πίδες δέ εἰσιν ὡς αὐτίκα πλείω τε αὐτὰ ποιήσεις καὶ προïὼν οὐδὲν δεήσῃ τροπαίων, οὐδὲ γὰρ μάχης.
ἡμᾶς δὲ οὒς δεῖ κοσμεῖν ὅσα ὑμεῖς ἐργάζεσθε παρ’ αὐτῶν τῶν ποιούντων ἃ ποιοῦσιν ἀκούειν καλόν.
Ἀκούω σε ἐπαινεῖν με καὶ μὴ λήγειν τοῦτο ποιοῦντα, καὶ μοι φαίνῃ δίκαιά τε δρᾶν καὶ σαυτῷ συμφέροντα. ὁ γὰρ ὡς παρὰ ἄριστον ἐφοίτησε λέγων τῷ διδασκάλῳ τε τὸ εἰκὸς ἀπο- δίδωσι καὶ ἅμα αὑτὸν ἐσέμνυνε δεικνύς, οἴων ἀπολέλαυκε τῶν πηγῶν.
χρῆν μέντοι προσεῖναι τοῖς ἐπαίνοις καὶ τὸ ἐπι- στέλλειν, ὅπως μηδὲν μέρος ἀργὸν εἴη σοι τῶν πρὸς ἐμέ. ἀλλά μοι δοκεῖν δεδιὼς μή σε χάριτας ἀπαιτῶμεν καὶ λαβόντες πρώτας ἐπαγγέλλωμεν δευτέρας, σιγᾷς ἀποκλείων ἡμῖν τὴν ὁδὸν τοῦ χρῆσθαί σοι τὰ εἰκότα.
εἰ δὲ ψεύδεσθαί με φής, ἔλεγ- ξον· ἐλέγξεις δέ, εἰ γράψαις. εἰ δὲ οὐ γράψεις, ὑπὸ Κληματίου εἰην ἂν ἠπατημένος, ὃς ἐκεῖνά τε ἀπήγγειλε καὶ τοῦτο ἔπεισεν ἐπιστεῖλαί σοι.
Ἀεὶ μὲν ἔγωγε τὴν σὴν εὔνοιαν ἠγάσθην <τὴν> εἰς ἐμὲ καὶ οὐκ εἶχον πεισθῆναι ὅτι σὺ τοῦτο ποιεῖς οὐχὶ θεῶν του κινοῦντος, οὕτως ὑπεραίρειν ἐφαίνου πάντας ὅσοι φάσκουσι φιλεῖν· νῦν δὲ ὑπὲρ τὰ ἐσκαμμένα, φασίν, ἐπεδείξω τὴν κηδεμονίαν ἐν οἶς ἐμοὶ μὲν ἔγραψας, ὡς δεῖ τι παρὰ Μάγνου μαθεῖν, ἐκείνῳ δὲ ἔφρασας ἃ δεῖ πρὸς ἡμᾶς εἰπεῖν.
ἄλλῳ μὲν οὖν ἀσαφὴς ἂν ἔδοξεν ἄγγελος εἶναι, καὶ γὰρ τοσοῦτον ἤγγειλε μόνον, ὡς οὐ δεῖ κινεῖσθαι μάτην, ἐμὲ δὲ ἔννοιά τις ἔλαβε Δωδώνης, καὶ σκοτεινὸν ἦν οὐδέν.
πολλῶν οὖν ᾤμην σοι δεῖν χάριν εἰδέναι, εἰ δὴ δεῖ τοὺς ἐρωμένους τοῖς ἐρασταῖς εἰδέναι χάριν, τοῦ τε φέρειν με ἐπὶ τῆς ψυχῆς καὶ τοῦ συμβού- λεσθαί μοι τὸ μὴ τῶν οἰκείων στέρεσθαι καὶ τοῦ ζητῆσαι τοῦτο, εἰ δυνατόν, καὶ τοῦ γνῶναι μηνύσαι, ὡς δυνατόν.
νῦν μὲν οὖν ἐν ἡμῖν αὐτοῖς θύρας ἐπιθέντες ὁμολογοῦμεν τὴν χάριν, ἐξου- σίας δὲ εἰς τὸν λόγον δοθείσης ἐμπλήσομεν γῆν καὶ θάλατταν.
πῶς οὖν ἀντεπιμελοῦμαί σου; εἰ τὸ σὸν ἑώρων πρὸ τοῦ κοινοῦ. συνευξάμην ἄν σοι oἴκοι καθημένῳ κτήμασι τέρπεσθαι καὶ Βηρυτῷ τῇ παγκάλῃ · νῦν δέ, βουλοίμην γὰρ ἂν εὖ πρᾶξαι τὰς πόλεις ἢ σοὶ γενέσθαι καθεύδειν ἐλευθέρῳ φροντίδων, τοῦτο μὲν οὐκ αἰτῶ, νίκην δὲ σοὶ κατὰ παντὸς τοῦ χρόνου πάλιν ἀρχῆς εἰς χεῖρας ἐλθούσης.
αἰτῶ δὲ δή σοι τοῦτο ὃ πάντως δράσεις, καὶ δὴ καὶ πέπρακταί γε ἤδη. τὴν δὲ ἐκ βασιλέως ἀνάγκην πεμπομένην ἐν ἐπιστολαῖς εἰς τὸ ἀναστῆναί με ἐν- θένθε πρέποι ἂν λαβεῖν τινα ἀνάπαυλαν σοῦ γε ἐλθόντος ἐκεῖσε. τῶν γὰρ τὰ τοιαῦτα δυνατῶν διοικῆσαι οὔτι ἔστιν ὅστις οὐχ ἔρμ αιον ἡγήσεται τῶν σοὶ κατὰ νοῦν ὑπηρετῶν τι φανῆναι· ὡς νῦν γράμματά γε ἐπὶ γράμμασιν ἥκοντα μικροῦ με ἐξέβα- λεν, εἰ μή μοι τὸ σῶμα εὖ ποιοῦν ἔκαμνε.
καίτοι σκόπει, τόσην τινὰ κρίνω συμφορὰν ἐκείνην τὴν ὁδόν, δι’ ἣν ἤδη μοι καὶ τὸ νοσεῖν οὐκ ἐχθρόν. αὐτὸ δὴ οὖν τοῦτο λέγων, ὡς τὸ σῶμά μοι διερρύηκε τῶν νεφρῶν πυκναῖς προσβολαῖς τί οὐ παθόντων, πεῖθε μὴ πέμπειν με ἐπὶ ψύχους ὑπερβολάς, ὃ μέ- γιστον κακὸν ἠσθενηκόσι νεφροῖς, ἐπεὶ καὶ ὅσα τῇδε νενοσή- καμεν, Θρᾳκίους ἰατροί φασιν εἰληφέναι τὰς πληγάς· ὥστε ὁ πέμπων ὡς νέοις συνεσόμενον ἴστω πέμπων ὡς τεθνηξόμενον.
Κεχήναμεν προσδοκῶντες οὐ τὸν Αἰσχύλον, ἀλλὰ γράμ- ματα τὰ σά τε καὶ χρηστοῦ βασιλέως, τὰ μὲν ἄφεσιν διδόντα, τὰ σὰ δὲ ὅτι σοῦ ταῦτα πονοῦντος ἐδόθη δηλοῦντα.
ἴσθι δὲ καὶ δευτέραν ἥκειν ἐκεῖθεν ἐπιστολὴν ταὐτὰ μὲν ἐπιτάττου- σαν, μαθεῖν δὲ οὐ παρέχουσαν οὔθ’ ὡς νεωτέρα τοῦ ψηφί- σματος ὡς ὡς προτέρα γένοιτο.
ἀλλὰ σοὶ καὶ ταύτας προσ- ήκει τὰς ἀνάγκας ὥσπερ τὰ νοσήματα λύειν. τὰς μὲν γὰρ συνθήκας ἐγὼ τηρῶ πάντων αὐταῖς ἐπιστρατευσάντων πλὴν δυοῖν, διαστῆναι γὰρ ἃ συνήγαγες οὐ θέμις, σὺ δ’ ὅπως ἡμῖν μὴ τηρήσῃς τοὺς φόρους. ἆθλος γὰρ ἐμοὶ μὲν ἔστω τοῦτο φυλάξαι, σοὶ δὲ ἐκεῖνο κινῆσαι.
τὸν δ’ ἀγωνοθέτην τῶν Ὀλυμπίων γινώσκεις μεγάλα οὐκ ἐκ μικρῶν οἷον ὄντα λει- τουργεῖν, συμμαχία δὲ ἐν τοῖς τοιούτοις φιλόδωρος βασιλεύς. ὅν, πρὸς τοῦ Δῖός, δεῖξον τοιοῦτον ἐξορμήσας τὴν Δατιανοῦ ψυχὴν εἰς ἐπικουρίαν. ἀγαθὴ δὲ παραίφσίς ἐστιν ἐταί- ρου.
Τῶν ἐκεῖθεν ἀνιόντων ἕκαστον ἐρωτῶμεν, ὅπως ἔχει σοι τὸ σῶμα. περὶ γάρ τοι τῆς ψυχῆς οὐκ ἂν ἐροίμεθα εἰ χρηστή τοῦτο γὰρ κἂν πρὸς ἄλλους εἴποιμεν.
ἀκούοντες δὲ ὡς ἔρ- ρωσαι χαίρομέν τε καὶ προσέτι θαυμάζομεν εἰ εἰδὼς ἡλίκον τι κακὸν τὸ ἀρρωστεῖν καὶ ὡς μάλιστα πρᾶγμα τῆς ἡσυχίη δεό- μενον, ἐμέ γε ταύτης ἀφαιρῇ τῆς ἡσυχίας κεκυκλωμένον νο- σήμασιν. ὁ γὰρ ἔχων μὲν κωλῦσαι μὴ τοιαῦτα περὶ ἐμοῦ γρά- φεσθαι, γράφεσθαι δὲ ἐπιτρέπων αὐτός ἐστιν ὁ τὰς ἀνάγκας προσάγων.
ἀλλ’, ὦ πρᾳότατε, μήτ’ ἐμὲ περιίδης ἐκ τῆς κλί- νης ἀποσπώμενον τῷ τε ὁριστῷ βασιλεῖ χάρισαι τὸ μηδὲν ἀνά- ξιον τῆς αὑτοῦ γνώμης εἰς ἄνδρα πράττεσθαι πολλὰ εἰς ἐκεῖ- νον ᾄσαντα.
τῷ πολίτῃ δὲ ἡμῶν Ἀντιόχῳ στέφανον φέροντι τοῦ ἀγῶνος ἐπώνυμον τῷ Διὶ πάντα γενοῦ νομίζων ἐν τούτῳ τήν τε πόλιν εὖ ποιεῖν καὶ τοῦ Δῖός τὴν φρένα τέρπειν μᾶλ- λον ἢ τῶν Ἑλλήνων οἱ περὶ Τροίαν μέλποντες τὸν Ἀπόλλω.
Ἴσως μὲν ἐμοὶ καὶ πρὸς τὰ παρόντα βοηθεῖν ἐθελήσεις ἐμέ τε σώζων διὰ τέλους καὶ τὰς ἔμπροσθεν εὐεργεσίας· εἰ δέ υε δεῖ καὶ τοῦτο ἀτυχῆσαι τὸ τὴν σὴν γνώμην ἑτέραν γεγο- ἕναι, τάς γε πρὸ τοῦ βοηθείας οὔποτε ἐκβαλοῦμεν τῆς ψυχῆς, ἀλλ’ ἐκείνας μὲν τῇ σῇ φύσει λογιούμεθα, τὴν δ’ αὖ μεταβο- Λὴν δαίμονι δυσκόλῳ.
καίτοι πρὸς τῶν πόνων, οὓς ἐπό- νησας ὑπὲρ Ἑλλῄνων τε καὶ φίλων, θὲς μὲν ἐρρῶσθαί μοι τὸ σῶμα, βελτίω δὲ τήνδε ἐκείνης ἡγούμενόν με φεύγειν ἐκείνην, τὸ βελτίω δὲ ὅπως ἀκούσῃ πρὸς τὰς τῶν νέων συνουσίας.
ἔπειτα ἐροῦ τὸν βασιλέα, δύνασαι δὲ σωφροσύνῃ τε καὶ εὐνοίᾳ διηνεκεῖ τὴν δύναμιν κεκτημένος· ὦ βασιλεῦ, ἀνὴρ ἐκεῖνος, ὃν κελεύεις εἰς Θρᾴκην ἐλθὼν ἐκεῖσε προσόμοιος ἔσται γεωργῷ πλέοντι καὶ ἐν νηὶ ζῶντι συνεχῶς.
οὔτε γὰρ ἐκείνῳ τὴν θάλατταν ἔστιν ἀροῦν οὔτε τούτῳ σπείρειν εἰς νέους τῶν πο- λιτῶν μὲν πρὸς ἕτερα τετραμμένων, τῶν ξένων δὲ ὑφορωμένων τὸ χωρίον καὶ νομιζόντων διδασκαλεῖον εἶναι τρυφῆς.
ἡ Συρία δὲ Μουσῶν ἐργαστήριον πολὺν ἤδη χρόνον δημιουργοῦσα ῥήτορας, ὧν εἷς οὖτος Καλλιόπιος,ᾦ χαίρεις, καὶ πολλὴ πολλαχόθεν νεότης θήγουσά τε παιδευτὴν καὶ αὐτὴ λαμβάνουσα εφ᾿ ὄπερ ἤκει. πότερον οὖν βούλει σοι τὸν βουκόλον ἀπορεῖν βοῶν ἢ περὶ συχνὴν ἀγέλην χρῆσθαι τῇ τέχνῃ;
ταῦτ’ ἀκούων ἀποκρινεῖται σοῦ μειδιῶντος καὶ ἐν τῷ βλέμματι πρὸς τὸ δεύτερον ἐνάγοντος· βόες ἔστωσαν τῷ βουκόλῳ.
εἰ δέ με οἰήσῃ ῥαψῳδεῖν καὶ μύθους ταῦτα ἡγησάμενος ἀμελήσεις, ἀλλ’ ἔγωγε ἀποσπώμενος βοήσομαι ὅτι με τῆς Ἀντιοχείας ἀνέπεισεν ἔχεσθαι Δατιανὸς καἰ τὸ κάλλος, ᾠ Δατιανὸς τὴν πόλιν ἐλάμπρυνε, λουτρὰ τὰ μὲν τετελεσμένα, τὰ δὲ ἀνιόντα, στοὰ τεταμένη τε εἰς μῆκος καὶ εἰς ὤραν ἀνθοῦσα τοσοῦτον ἔχουσα ἐν τῇ πόλει, ὄσον ὁ τοῦ Πέλοπος ωμος ἐν τῷ σώματι τοῦ Πέλοπος. ὅρα οὖν εἴ σοι λίαν ἀδεὲς ἕλκεσθαί με.
ταύ- την μὲν οἶν τὴν παιδιὰν ἵλεως οἶδ’ ὅτι δέξῃ, κοινὴν δὲ ἡμῖν ἴσθι πεποιηκὼς ἑορτήν, ἃς Πομπηιανῷ παρέστησας ἐλπίδας. ὁ γὰρ ἀνὴρ οἷος εὖ πράττων πολίτας εὐφραίνειν.
ἦν μὲν γὰρ καὶ ἐκ νέου μέτριος καὶ τὸ ἄλυπος εἶναι μελετῶν, ἐπή- σκησε δὲ τὸν τρόπον εἰς σέ τε βλέπων καἰ πειρώμενος αὑτὸν ἄξιον τῆς σῆς διανοίας δεικνύναι. διὸ δὴ καὶ νῦν ὑπὸ κοι- νῶν εὐχῶν στέλλεται πάντων ἐπιθυμούντων ἔγκαρπον αὐτῷ καταστῆναι τὴν ὁδόν.
εἰ δὲ γένοιτο τῷ μὲν τὰ πατρῷα, ἡ μονὴ δὲ ἐμοί, παιᾶνα εἰς τοὺς αἰτίους ᾀσόμεθα.
Ἧκεν εἰς ἡμᾶς τὰ εἰωθότα· νενίκηκεν ὁ βασιλεὺς καὶ βαρβάρων ἔθνος ἐκκέκοπται. ταύτην δὲ καρπούμενοι τὴν ἡδο- νὴν τὴν ἑτέραν ἐλπίζομεν. αὕτη δέ ἐστι σὴν ἐπιστολὴν ἐλθεῖν διδαχήν τε ἔχουσαν τῆς μάχης καὶ τοῦ κεκρατηκότος ἐγκώ- μιον.
ὡς οὖν μετέωρον ἔχων τὸ θέατρον κήρυττε, ὦ κηρύ- κων ἄριστε καὶ εὐδαιμονέστατε, γενναίῳ συζῶν ἀθλητῇ. δότω δὲ σοὶ χάριν ἀντὶ τῆς φωνῆς ὁ παλαιστὴς τὸ μένειν ἀτρέμας ἐν δεμνίοις ἐμὲ τὸν οὐδὲν ἔτι δυνάμενον πλὴν τὰ ἑτέρων θαυ- μάζειν· οὕτω πανταχῶς ἀσθενῶ.
καὶ σὺ δὲ δὸς ἡμῖν χάριν τὸ πρὸς τῷ τι πράττειν ὑπὲρ ἡμῶν καὶ ἐπιστέλλειν. νῦν δὲ πῶς, οἴει, διετέθην, ἡνίκα πρὸς μὲν τὸν θεῖον ἔγραφες ὑπὲρ ἡμῶν, αὐτὸς δὲ ἡμῖν ἐπέστελλες οὐδέν;
Εἰ μὲν μικροῦ του ἐπεθύμουν σῶν γραμμάτων, ἐγχειρή- σας ἄν, εἶτα οὐ τυχὼν εὐθὺς ἐπεπαύμην· νῦν δὲ ἀεὶ τὰ δεύ- τερα τῶν προτέρων ἀμείνω διὰ τῆς φήμης σπείρεται καὶ τὸν πόθον ἡμῖν τοῦτο ἐγείρει.
ἔστω οὖν καὶ τοῦτο τῶν σῶν καλῶν τὸ μὴ φθονεῖν γραμμάτων. καὶ γὰρ ἄτοπον ἔργῳ μὲν ὠφελεῖν, λόγῳ δὲ εὐφραίνειν ὀκνεῖν.
Οἱ πρέσβεις οἵδε τῆς πόλεως ἡμῖν τὰ πρῶτα γένους τε ἕνεκα καὶ τρόπων, εἰσὶ δὲ καὶ τῶν εἰδότων ὡς ὁ σὸς υἱὸς οὐ κατὰ τοὺς πολλοὺς ἐν λόγοις. ὥστ᾿ ἔξεστί σοι περὶ ἐκεί- νου τι πυθέσθαι καὶ περὶ ἡμῶν ἀκοῦσαι.
Οὐδέν σε διδάσκειν δεῖ περὶ τῶν πρέσβεων· ἄμφω γὰρ οἶσθα, τὸν μέν, ἡνίκα διὰ τῆς ὑμετέρας ἤλαυνε, τὸν δέ, ὅτε ἄχρι τῆς ὑμετέρας ἦλθεν.
ἀλλ᾿ ὅμως ἐκεῖνο προσθείην ἄν· οὐ μικρόν σοι δίκαιον πρὸς αὐτούς· παῖς ἐστιν ἑκατέρῳ παρ᾿ ἡμῖν ἑκάτερος εὐφραίνων ἐλπίσιν.
Ἂν εἴπῃ τις ἥκειν Ἀνδρονίκου γράμματα, δῆλον ἡμῖν ὡς ἐγκλήματα ἥκει, καὶ συμβαίνει δὴ μὴ ἧττον ἀλγεῖν ἢ χαί- ρειν, ὅταν ἐπιστέλλῃς. καί μοι δοκεῖς οὐκ ἔχων σαυτὸν ἐξαλ- λάττειν μίαν ἀεὶ στείχειν καὶ ἢ τῷ μὴ λαβεῖν ἢ τῷ μικρὰν λα- βεῖν ἐγκαλεῖν.
εἰ δ’ οὖν καὶ λίαν ἀληθῆ μέμφῃ, ἀποδέ- δοταί σοι πάντα διὰ τῶν πρέσβεων· πολλῶν γὰρ ἐπιστολῶν ἀμείνους αἱ τῶνδε γλῶτται.
Κλεομένην δὲ ὧν οὐκ ἄρχει κακῶς ποιεῖν οὐδὲν θαυμαστόν· καὶ γὰρ ὧν ἄρχει κακῶς ποιεῖ.
σοῦ δὲ ἐθαύμασα λέγοντος ὡς ἀφῄρημαι τῶν παρ’ ὑμῖν τιμῶν καὶ ὡς ἀναγκαζοίμην παρ’ ὑμᾶς ἐλθεῖν, πλὴν εἰ τοῦτο λέγοις, ὡς τοῖς ἐκεῖσε ἰοῦσιν ἀτιμία πρέπει. τοῦτο δὲ ὀρθῶς ἂν λέγοις.
Ὑπῆρξέ σοι καὶ μένοντι τὴν ἡμετέραν ὁρᾶν. δι’ οὓς γὰρ ἦν σοι παρ’ ἡμᾶς ἄξιον ἐλθεῖν, οἵδε ἥκουσι παρὰ σέ, ὁ μὲν πάλαι σοι φίλος, ὁ δὲ νῦν ἐσόμενος.
τοῖν δὲ ἀνδροῖν τού- τοιν ἀμείνων μὲν παρ’ ἡμῖν οὐδείς, ἴσοι δὲ οὐ πολλοί· φαίην δ’ ἂν ὡς οὐδὲ ἄλλοθι. περὶ δὲ ἡμῶν οὐδὲν ἐρήσῃ τοιοῦτον ὃ φήσουσιν ἀγνοεῖν.
Ἥκεις εἰς τοῦτο τάξεως, οἷ σε ἔμελλον ἄξειν αἱ φρένες ἀγαθαί τε οὖσαι καὶ τὸν τοῦ βασιλέως οὐ λανθάνουσαι νοῦν. ἐμοὶ δὲ καὶ πρόσθεν εὐνοικῶς εἶχες, νῦν δ’ ἂν καὶ προσθείης τὸ φιλεῖν εἰκότως διὰ τὸ κῆδος.
περὶ δὲ τῶν πρέσβεων ἥδι- στα μὲν ἂν ἐπέστελλον, τολμῶ δὲ οὔπω τὰ τοιαῦτα πρὶν παρὰ σοῦ μοι γράμματα ἐλθεῖν.
Κέντρον ἡμῖν ἐναπέθου κινοῦν εἰς τὸ μεμνῆσθαί σου τὸν τρόπον. ἐμοὶ δὲ καὶ Κληματίῳ δάκρυα κατὰ τῶν παρειῶν ἄχρι τῶν πυλῶν ἔρρει. ἔπειτα τὸν μὲν ἔπαυσε τῆς λύπης ὁ τοῦ αὐτίκα σε ὄψεσθαι λογισμός, ἐμὲ δὲ τὸ μετὰ χρηστῆς σε τῆς ἐλπίδος πορεύεσθαι.
τοὺς φόβους δὲ ἡμῖν ὅτι μὲν ἀν- αιρήσεις οἶδα, προσέστω δὲ καὶ τάχος τῇ χάριτι. δώσει δέ σοι πρὸς τὰς δεήσεις ὁδὸν ἡ τῶν πρέσβεων παρουσία, καὶ συλλήψῃ διὰ μὲν τούτους ἡμῖν, τούτοις δὲ διὰ τὴν πόλιν.
Κλημάτιον ὡς εἶδον, ἥσθην τε καὶ οὐκ ἀπῆν άνία τῆς ἡδονῆς. ἡδὺ μὲν γὰρ τὸ φίλον ὁρᾶν, τὸ δὲ μὴ σοὶ συνεῖναι τὸν ἄνδρα λυπηρόν. τοὺς γὰρ ταξιάρχους τῆς τῶν στρατηγῶν ἄξιον ἀπολαύειν τύχης
εἰ μὲν οὖν οὗτος ἠδίκηκέ τι, φρά- σον, ὅπως αὐτὸν τιμωροίμεθα· εἰ δ’ ὁ δεῖνα τὸν ὀπαδὸν ὑπερ- εῖδεν, ἰασάσθω τὴν ῥᾳθυμίαν εὐεργεσίᾳ.
Πολὺ καλλίων ἡμῖν ἐφάνη Κλημάτιος οὐχὶ ῥητορικὴν ἀπὸ τῆς 'Pώμης, ὥσπερ οἴεται, προσλαβών, ἀλλ’ ὅτι τἄλλα πάρ- εργον ἡγησάμενος ἔργον ἔθετο τῆς σῆς διανοίας ἐπ’ ἀμείνοσι μεμνῆσθαι. τὸ γὰρ οὓς προσῆκεν ἐπαινεῖν δι’ εὐφημίας ἔχειν τῶν ἐπαινούντων ἀγαθόν, ὥσπερ, οἴμαι, τὸ ψέγειν τοῖς τοῦτο ποιοῦσι κακόν.
ἡγοῦμαι δὲ καὶ πρὸς τὸ μέλλον ἀσφάλειάν τε αὐτῷ τὸ πρᾶγμα καὶ ἐπίδοσιν ἔσεσθαι τῆς σῆς αὐτῷ χειρὸς πανταχοῦ παρούσης καὶ τά τε δυσχερῆ παυούσης καὶ τὰ βελ- τίω παρεχούσης
Κλημάτιος παρ’ ὧν μὲν ἤλπισε μέγα τι φησὶ μικρὸν ἔχειν, οὓς δὲ ἐνόμιζεν ἀμελήσειν αὑτοῦ, τούτους εὑρηκέναι συμ- μάχους.
σὺ δὲ ἡμῖν τούτων εἶ τῶν δευτέρων. τοιγαροῦν ὃ ποθεῖς ἔχεις, ἐπαίνους παρὰ τῶν Κληματίῳ συνήθων. πολλοὶ δὲ οὗτοι, σὺ δ’, εἰ βούλει, προστίθει καὶ ἀγαθοί.
Εἶδον ἐν τοῖς λόγοις σου τὰ βέλη καὶ οὐκ ἂν φαίην· βάλλ᾿ οὕτως, ἀλλὰ μᾶλλον· πέπαυσο βάλλων. οἶσθα γὰρ ὁπποῖόν εἴπῃσθα.
ἐμὲ δὲ εἴ τις λέγοι κακῶς, μὴ τοῦτό σοι ποιείτω πόλεμον, ὃ μηδὲ ἡμᾶς ἀλγύνει.
Ἐρωτᾷς, ὅπως ἔχει μοι τὰ πράγματα, τὸ σὸν δὲ ὅπως σοι σῶμα πέπραγεν, οὐ μηνύεις ὥσπερ οὐ πλείονος οὔσης ἡμῖν ὑπὲρ ἐκείνου φροντίδος ἢ σοὶ περὶ τούτων. ἄκουε δὴ οὖν
γράμμα οὐδὲν ἥκει μοι φοβερόν, Σπεκτάτος δὲ καὶ χρηστὸν ἐπαγγέλλεται. ὁ δὲ μάργος ἐκεῖνος καὶ τὴν Μεγάλην φθείρων πόλιν ἥν τε ἐκαρπούμην ἐκ τῆς πόλεως τροφὴν εἰς ἑτέρους μετέθηκε γνώμῃ βασιλέως χρησάμενος καὶ χρυσὸν εἰσπράττει δή με πρὸς τὸν ἄρχοντα ἐπιστείλας
ἐφ’ οἷς οὕτως ὴγανά- κτήσι Στρατήγιος, ὥστ’ οὐ πώποτε τηλικοῦτον ἀνεβόησε. καὶ δὴ καὶ ταῦτα ἡμῖν εὔνουν τὸν ἄνδρα ποιεῖ· τὸν γὰρ ὑπ’ ἐκεί- νου μισούμενον οἴεται προσήκειν εὖ πάσχειν ὑφ’ ἑαυτοῦ.
τὰ δὲ περὶ τοὺς νέους τὰ μὲν ἄλλα ᾗ πρὸ τοῦ, Ἰούλιος δὲ ὁ γραμματιστὴς ὑπὸ λύπης οἴχεται, καὶ γνοὺς Εὐδαίμων ὡς οὔπω πάντα αὑτῷ ῥᾴδια, Σεβαστιανὸν πείθει δεηθῆναί μου νεῖμαί τι προνοίας αὑτῷ.
τῷ δὲ Εὐβούλῳ δῆλός τε ἐγενό- μην ἡδέως ἂν ἰδὼν Ἀκάκιον ἐνθάδε καὶ ἐποιήσατο περὶ τού- του πρὸς τὸν ἄρχοντα λόγον προσθείς, ὡς ἄρα ἀρέσκοντά μοι ποιοῖ. ὁ δὲ οὐ μάλα προσέσχεν οὐκ οἰόμενος δεῖν ἄκοντα ἕλ- κειν τὸν ἄνθρωπον, ἐκ δὲ Παλαιστίνης ἀφιγμένοι τῶν γνω- ρίμων τινὲς λέγουσί τε ὡς αὐτοῦ μενεῖ καί τινα ἐπίδειξιν ἀπαγγέλλουσιν οὐκ εὐτυχῆ.
ὁ δὲ Ἡρωδιανὸς προσιὼν ἐμέ τε αὑτοῦ ποιεῖται κύριον καὶ ἐφ’ οἷς Οὐράνιος ζῆν ἀξιοῖ. καὶ πολλὰ τὰ σοῦ χρῄζοντα, τὰ μὲν ἐμά, τὰ δὲ κοινά.
Ἄμφω πείθομαι, καὶ ὡς ἐξεγράψω καὶ ὡς οἴει κτῆμα τοὺς ἡμετέρους εἶναί σοι φληνάφους. σὺ μὲν οὖν χάριν φὴς ἔχειν ἐμοὶ τοῦ ταῦτα λαβεῖν, ἐγὼ δὲ οὐ λίαν ἔχω σοι χάριν τοῦ ταῦτα δεικνύειν, οἶδα γὰρ ὅτι δεικνύεις.
ἡ Τύχη δὲ τὸ μέν τί μοι δέδωκεν ἀγαθόν, τὴν σὴν φιλίαν, θάτερον δὲ οὐ δέδωκε, τὸ συζῆν τῇ φίλῃ κεφαλῇ. χρῆν δὲ τὴν θεὸν μὴ φθο- νῆσαι τοῦ δευτέρου.
Καλόν γε ἐξεῦρες τῷ παιδὶ κηδεμόνα τὸν χρηστὸν Τα- τιανὸν δεινόν γε ·διδασκάλους τε ἐπεγεῖραι καὶ νέων σπουδὴν μὲν ἐπαινέσαι, ῥᾳθυμίαν δὲ καὶ ἰδεῖν καὶ παῦσαι. καὶ δή σε κελεύω θαρρεῖν, ὡς οὐδὲ μικρὸν Ἀλέξανδρος παραναλώσει τοῦ χρόνου τούτου τείνοντος εἰς ἐκεῖνον τό τε ὄμμα καὶ τὴν γνώ- μην.
θαυμάζω δὲ ὅτι τὸν μὲν ἐπιμελητὴν ἐπορίσω τῷ νέῳ γενναῖον, αὐτὸν δὲ τὸν νέον πρὸς τοῖς ὄις δήσας ἔχεις.
Πολύν σοι χρόνον οὐκ ἐπιστείλας εἶτα ἀπολογίαν ζητῶν εὗρον οὐ τουτὶ μόνον ἱκανὸν λῦσαι τὸ ἔγκλημα, ἀλλ’, οἶμαι, κἂν εἰ τί σε δυσχερέστερον ἐτύγχανον εἰργασμένος, ἐκράτησεν ἂν τουτὶ τὸ καλὸν ἐκείνου τοῦ χαλεποῦ.
γράμματα γὰρ δή σοι πέμπομεν διὰ τοῦ κρατίστου μὲν ῥητόρων, πρᾳοτάτου δὲ ἀνθρώπων, ἀκριβεστάτου δὲ ἀρχόντων. ταυτὶ γὰρ καὶ ἔτι πλείω τούτων εἶδον μὲν οἱ τὸν Ἑλλήσποντον οἰκοῦντες ἐν Εὐσεβίῳ. γνώσεσθε δὲ ὑμεῖς.
δὸς δέ μοι προειπεῖν ὡς παρ’ ὑμῶν δεῦρο βαδιεῖται τὸ κέρδος. σὸν δὴ δεικνύναι σαυτόν, ὡς εἰς καθαρά γε ὦτα τοὺς λόγους ἀφήσεις καὶ ψυχὴ φανεῖται ἀξία σπουδῆς ἐπισταμένη γε διορᾶν καὶ οἶς οὐ προσεκτέον.
Ἤδη τινὸς ἤκουσα λέγοντος ὡς εὐδαίμων Εὐσέβιος βα- σιλεῖ γε ὢν οἰκεῖος. ἐγὼ δὲ φαῦλον μὲν οὐδὲ τοῦτο ἡγοῦμαι, διὰ δὲ τὴν ἀρετὴν ᾗ συζῇ τὸν ἄνδρα εὐδαίμονα καλῶ. πῶς γὰρ οὐκ ἀρετὴ τὸ ἐν ἐξουσίᾳ τοῦ γενέσθαι κακὸν ἀγαθὸν ἐθέ- λειν εἶναι;
τὸν μὲν οὖν Ἑλλήσποντον οἷον εὑρὼν οἶον ἔδειξεν, ἠκούετε τὰ δ’ ὑμέτερα ταχέως τις ἄλλος ᾄσεται. ἐμὲ· δὲ διὰ πάντων τετιμηκὼς μεγίστῳ τούτῳ κεκόσμηκε δοὺς ἐπι- στεῖλαι δι’ αὐτοῦ τοῖς γνωρίμοις.
λαβὼν δὲ τὴν ἐπιστολὴν φίλει μὲν ὥσπερ ἐμὲ τὸν ἄνδρα, θαύμαζε δὲ ὡς οὐκ ἄλλον.
Ἠρόμην τὸν γενναῖον Εὐσέβιον, εἴ σε τιθείη τῶν φίλων. ὁ δὲ καὶ πάνυ φησὶ μέγα βοῶν. ἡ βοὴ δὲ ἦν δηλοῦντος ὡς ἐν κέρδει ποιοῖτο τὴν φιλίαν.
σὺ τοίνυν ἀφείς ποτε τὸ τὴν γυναῖκα θρηνεῖν συνεῖναι τῷ γνωρίμῳ. δεῖ δέ σε παρ- αινεῖν μὲν οὐδὲν εἰς τὴν ἀρχήν, ἤσκηται γὰρ ἄρχειν καὶ μά- λιστά γε ὧν ἴσμεν, ἐμπειρίᾳ δὲ λόγων εἰς σωτηρίαν πόλεων κέχρηται· σὺ δ’ ὅπως τὰς ὁδοὺς αἷς ὀρθοῖ τὰς πόλεις ὁρῶν ἐπαινέσῃς καὶ ποιήσῃς ἅπασαν Βιθυνίαν ἔνα χορὸν ᾀδόντων ἃ πεπόνθασιν.
Καλῶς ἐποίησας καὶ σιγήσας ὅτε ἄμεινον καὶ φθεγγό- μένος ἡνίκα βέλτιον καὶ τὰ τοῦ Πυθαγόρου καλὰ πάλιν εἰς τὸν βίον εἰσάγων.
ἐγὼ δέ σε πρότερόν τε ἠγάμην καὶ νῦν φιλῶ κἂν ἴδω ποτέ, τὴν ὄψιν εἰς μεγίστην εὐτυχίαν θήσομαι.
Τοῦ λέγοντος ἦν τὸ μὴ τοιοῦτον λαβεῖν ἀκροατὴν ἡ ζη- μία. σὺ μὲν γὰρ οὐκ ἀπορήσεις δεξιωτέρου ῥήτορος, ἡμεῖς δὲ κριτὴν οὐχ εὑρήσομεν εὐνούστερον.
τὸν υἱὸν δὲ πάλαι προσ- δοκῶντες ὁρῶμεν οὔπω, καίτοι νεανίσκος μὲν ἐκεῖνος, ἡμεῖς δὲ αὐτῷ πατρικοὶ φίλοι. τόπος δὲ αὐτόν, ὃς καὶ τὸν τοκέα δέξαιτο.
Αὐτὸς μὲν ἠρρώστησα τοῦ θέρους, Ἀλβάνιος δὲ τοῦ φθινοπώρου.. τοῦ καμεῖν δὲ ἀμφοῖν αἴτιος ὁ περὶ τοὺς λόγους πόνος.
σὺ δ’ εἴ τις ἡμᾶς οἰόμενος ἐνθένδε ἀναστήσεσθαι μέλλει, πεῖθε τοῦτον ὅτι μενοῦμεν τῶν τε κρατούντων ἐφιέν- των καί τινος ἡμῖν ἐξευρημένης ὁδοῦ, δι’ ἧς καὶ ἀκόντων μένειν ὑπάρξει.
Οἴμαι μέν σοι τὸν χρηστὸν Μακεδόνιον μηνυτὴν γεγο- νέναι τῶν τε ἡμετέρων πόνων καὶ τῶν ἀποκρίσεων ἐκείνου. περὶ γὰρ σοῦ φροντίζων διετέλει καὶ τῶν ἡμετέρων οὐδὲν ἀγνοῶν.
εἰ δὲ δεῖ σε καὶ παρ’ ἡμῶν ἀκοῦσαι τὰ ῥήματα αὐτά, γράψομεν. ὧν λεγομένων παρῆν μὲν Εὐστάθιος, οὐκ ἀπῆν δὲ Ἑρέννιος. ἐγώ φησιν ἐγκαλῶ μὲν οὐδέν, ὁ δὲ εἰ πέπεικεν αὑτὸν ὡς ἠδίκηκεν, ἐπειδὰν συνέλθω- μεν, ὁμολογήσεται.
ταυτὶ μὲν ἐκεῖνος, σὺ δ᾿ ἠμῖν τὸν Ἀγροίκιον τουτονὶ δέξασθαί τε εὐμενῶς, ἥκει δὲ ἐπὶ τὸ χρυ- σίον, καὶ μὴ περιιδεῖν ἄπρακτον ἀπελθόντα.
Ἥδιστον μέν σε Ἄι ἄρχοντα ὁρᾶν, οὐ πολλῷ δὲ ἦττον τὸ 'τὴν. ἀρετὴν μεθ’ ἧς ἄρχεις ἀκούειν. καὶ θαυμαστόν γε οὐδὲν μαθητὴν ὄντα τοῦ καλοῦ Στρατηγίου καλὸν ἐν ἀρχαῖς εἶναι
εἰ μὲν οὖν ἦν παρ’ ὑμῖν, ᾠκοδόμησα ἄν μοι, νῦν δέ, οὗ πολὺν χρόνον ἀπεστέρημαι χρυσίου, τοῦτο εἰσπράξας ἀπόστελλε. νομιοῦμεν δὲ οὐκ ὄφλημα κεκομίσθαι μᾶλλον ἡ δωρεὰν εἰληφέναι.
Τῷ δ᾿ ἔτερον μὲν ἔδωκε θεός, ἔτερον δ᾿ ἀνένευ- σεν, ἔφη τις περί τινος εὐξαμένου δύο. καὶ δὴ καὶ σοὶ τὸ μέν τι δέδοται, τὸ δὲ τῷ τῷ μὲν γὰρ Διοφάντῳ καὶ τοῦ σω- φρονεῖν μέλει καὶ λόγων καὶ ἔστιν ἐν ἑκατέρῳ τοιοῦτος οἶος εὐφρᾶναι πατέρα, τὸν δ’ ἕτερον ἔδει μηδὲ γενέσθαι.
μὴ οὖν ἔστω τι βλάβος ἡ ’κείνου κακία τῇ τοῦδε ἀρετῇ μηδ’ ἀμ- φοῖν ἡγοῦ τὰ μὴ ἀμφοῖν, ἀλλ’ ἴσθι τὸν μὲν ἀγαθὸν εἶναι, τὸν δ’ οὐκ ἐθέλειν.
Σὺ πατρῴων μὲν πάνυ μικρῶν ἐκληρονόμησας χρημα΄- των, ἃ δὲ δίκας λέγων εἰργάσω, δικάζων ἀνήλωκας καί σοι σύνεστιν ἀντὶ χρυσίου δόξα.
πόθεν οὖν μοι πέπομφας τὸ χρυσίον; εἰ μὲν ἐντυχὼν θησαυρῷ, φράζε καὶ δεξόμεθα· εἰ δ οὐκ ἐντυχών, ἐπειδὰν ἐντύχῃς, δεξόμεθα.
Τούς τε σοὺς ὑπὲρ ἡμῶν οὐκ ἀγνοοῦμεν ἄθλους παρ’ ἡμῶν τε σοὶ μισθὸς οὗ μείζονα οὐκ ἂν ζητήσαις. τὸν γὰρ υἱόν σοι ποιεῖν πειρώμεθα τοιοῦτον, οἶος ὢν τῷ πάππῳ προσ- όμοιος εἶναι δόξει καὶ τῷ θείῳ καὶ τὸν πατέρα κοσμήσει.
τῶν αὐτῶν τοίνυν ἐχώμεθα ἀμφότεροι καὶ τὰ τιμιώτατα παρέχωμεν διὰ τέλους ἀλλήλοις.
Ἥ τε πρὸς τὸν υἱόν σου γενομένη μοι φιλία πάντων ἥδιστον ἐμοί, πρὸς γὰρ τῷ δεινὸς εἶναι λέγειν καὶ χρηστὸς ἀνήρ, τό τε σὰ περὶ τούτων ἐλθεῖν γράμματα τῆς πρὸς ἐκεῖ- νόν μου φιλίας οὐχ ἧττον καλὰ γὰρ ὑπὲρ καλοῦ πράγματος ἀφῖκτο καὶ παρὰ γλώττης ἀεὶ κινουμένης καὶ πλείω μὶν ἢ πάντες εἰργασμένης, καλλίω δὲ ἢ πλείω.
εἰ δὲ σὺ μὲν πά- λαι, νῦν δὲ ἐγὼ γράφω μὴ θαυμάσῃς. καὶ γὰρ σοὶ θαρρεῖν ἔπρεπε καὶ ἡμῖν ὀκνεῖν. αὐτὸς δὲ ὁ φέρων τὰ γράμματα μα- κρῷ τῶν γραμμάτων ἀμείνων, Σαβῖνος ὁ μανικὸς εἰς λόγους, τὸ ταμιεῖον τῶν λόγων.
ἥκει δέ σοι καὶ σύμπας ὁ τῶν Μόρων χορός, πάντες ἄκροι, ἐν οἶς οἶδα ὅτι σὺ τὴν νόσον ἐκδὺς τὰ τοῦ Πανὸς σκιρτήσεις ὁρῶν, ὃ πάλαι ἐπόθεις, ἐν Φοινίκη νῦν Στρατήγιον ἐπὶ τοῦδε τοῦ σχήματος.
ὁ δέ σοι Πρισκιανὸς παρεστήξει πατρὶ βοηθῶν τε καὶ συγχαίρων. ὄψει δὲ καὶ σὺ τοῦτον ὁπόσα λέγοι νικῶντα. πρέπουσά γε ἡ πανήγυρις τῇ Βηρυιῷ.
Ἥκει σοι καιρὸς παρέχων εὖ ποιῆσαι ἅπαν τὸ Ἑλληνικόν. Ἱμερίῳ γὰρ βίος μέν ἐστι παιδεύειν, τόπος δὲ τῆς συνουσίας Ἀθῆναι, κτήματα δὲ ἐν Ἀρμενίᾳ.
τιμῆς δὲ τῆς μὲν ἄκρας ἄξιος ἁνήρ, τυγχάνει δὲ οὐδὲ μικρᾶς, ἀλλ’ ἐπιθέμενοι Δυκοῦρ- γοί τινες ἐλαύνουσι Διόνυσον καὶ γέγονεν αὐτῷ τἀκει Μυ- σῶν λεία. καίτοι τῷ μὲν εἰς χρήματα ἡ βλάβη, οἱ δὲ εἰς τὸν θεὸν ὃς ἔδωκε λόγους ἀσεβοῦντες οὐκ αἰσθάνονται.
σοὶ τοίνυν πρέπει τῶν ταῦτα κωλυόντων, οὐ τῶν ποιούντων ἴνα γενέσθαι. ῥᾴδιον δέ σοι παρεδρεύοντι καἰ κοινωνοῦντι τῆς ἀρχῆς.
δεῖξον δὴ τοῖς ἐχθροῖς τῶν Μουσῶν ὅτι εἰσί τινες καὶ φίλοι ταῖς Μούσαις τῶν ἐχθρῶν δυνατώτεροι, καὶ πράξει μιᾷ χάρισαι μὲν θεοῖς Ἑλληνίοις, χάρισαι δὲ τῷ τε ἐπιστέλ- λοντι καὶ περὶ οἱ, τὰ γράμματα, δίδαξον δὲ τὸν υἱὸν Ἀκύλαν ὡς οὐκ ἄτιμον οἱ λόγοι.
Ἣν μὲν κ.αλεῖς φήμην, Τραϊανὸς εἶναί μοι δοκεῖ, ἐκεῖνος γάρ ἐστιν ὁ πείσας τε αὑτὸν ὡς εἴην ἐγώ τι, καὶ πολλοὺς ἕλκων εἰς κοινωνίαν τῆς δόξης, χάρις δέ σοι τοῦ μὴ ποιήσα- σθαι πρόφασιν εἰς τὸ μὴ γράψαι τὸ μὴ λαβεῖν τὴν ἐπιστολήν, ἀλλὰ χωρὶς θεῖναι τό τε ἐμὸν καὶ τὴν τῶν οἰκετῶν κακίαν.
εἰ δὲ μὴ τῶν νέων, οὓς τῇ μουσικῇ τρέφεις, ἐκηδόμην, ἁρπασθεὶς ἂν ἦσθα παρ’ ἡμῖν. νῦν δὲ ἔδοξέ μοι τοις μὲν μὴ φθονῆσαι τοῦ χειμῶνος, τὸ δὲ τῷ θέρει τηρῆσαι.
τὸν νε- φρὸν δὲ ἡμῖν ἢν ἀπαλλάξῃς τοῦ πάθους, ζῆν ἡμᾶς πέπεικας· ὡς νῦν γε ἡμῖν ἐν συμφορᾷ τὸ μὴ τεθνάναι.
Ἕως ἡσυχάζειν ἔστι σοι, γῆς φρόντ ζε καὶ οἰκοδόμου, ὅπως, ἐπειδὰν αὖθις εἰς τὸ δοκιμάζειν ἀφίκῃ, παρὰ τῶν ἀγρῶν εὐπορῇς. τὸν δὲ ἀνδρῶνα δεῖ μὲ1 κοσμῆσαι xa Λακωνικῷ λίθῳ, δεῖ δὲ ζητεῖν τὸν ἄλλοθεν κόσμον.
Οἶμαί σοι πρὸς τὸν υἱὸν εἼ τινα ὀργήν. ἀλλ’ εἰ μὲν ὅτι αὐτὸν οὐκ εΙόες πολλοῦ χρόνου χαλεπαίνεις, χαίρειν ἡμῖν δίδως· εἰ δὲ μὴ σοι τοῦτο ἦν λυπηρόν, ἡμῖν ἂν ἦν λυπηρὸν τὸ σοὶ τοῦτ’ εΙναι κοῦφον. ἐν μὲν οὖν τῇ διὰ τὴν ἀπουσίαν ὀργῇ τὸν πατέρα δεικνύων εὐφραίνεις, ἄλλο δέ τι μεμφόμενος ἐξηπάτησαι
σημεῖον δέ σοι γενέσθω τῆς τοῦδε εὐταξίας ταυτὶ τὰ γράμματα · οὔτε γὰρ ἀμελεῖν ἐνῆν μοι τοῦ σοῦ παι- δὸς οὔτε φροντίζοντι μὴ τὰ ὄντα μαθεῖν, ἐπαινέσαι δὲ ὃν οὐ χρηστὸν εὕρισκον οὐκ ἐμόν.
εἰ μὲν οὖν ὅστις παρ’ ἡμῖν φίλους κέκτηται τοὺς δοκιμωτάτους, οὗτος ὀφείλει δίκην πατρί, δότω δίκην Μητέριος, κέκτηται γάρ· εἰ δὲ κἂν αὐτὸς εὔξαιο πᾶσαν αὐτῷ πόλιν μὴ χείρω τῆς ἐνεγκούσης εἶναι, μετάστ,Ι- σὸν εἰς τὸ συνήδεσθαι τὰς αἰτίας.
Μὴ λαβεῖν μέν σε τὰ γράμματα ἃ Κλημάτιος ἐκόμιζεν οὐκ ἂν πεισθείην· τοῦ δὲ μηδὲν ἡμῖν ἀντεπιστεnαι τὴν αἰτίαν ζητῶν οὐχ ὁρῶ, πλὴν εἰ τὸ τῷ μνήματι προσκεῖσθαι πάντων σε τῶν ἄλλων ἀφίστησι.
καίτοι καὶ κατ’ αὐτό γε τοῦτο χρῆν σε ἐπιστεῖλαι διδάσκοντά με τὴν τῆς γυναικὸς ἀρετὴν νομί- ζοντα μέρος εἶναι τῆς εἰς ἐκείνην τιμῆς τὸν λόγον. τῇ δὲ ἦν ἂν μείζων ὁ κόσμος οὗτος ὧν νῦν ποιεῖς.
περὶ μὲν οὑν τούτου πράξεις ὅ τι ἄν σοι φαίνηται βέλτιον, ἡμεῖς δὲ ἃ πλα- σάμενοι νοσεῖν ἀνέστημεν ἐκεῖθεν, τῇδε νοσοῦμεν. ὥστε πρὸ τοῦ μὲν ἐδυσχεραίνομεν τόπον τινά, νῦν δὲ αὐτὸ τὸ ζῆν.
πρὸς γὰρ τῷ περὶ τὴν κεφαλὴν κακῷ νεφρῖτις ἡμᾶς πο- λιορκεῖ νῦν μὲν σφοδρότερον ἐμβάλλουσα, νῦν δὲ ἡσυχαίτερον, πάντως δέ τι λυποῦσα. καὶ πάντα μὲν πανταχόθεν εἰς τὴν ἴασιν ἀγείρεται, κρατεῖ δὲ τὸ κακόν, καὶ ὁ νεφρὸς ἡμῖν ὅλμος, φασίν, ὑπὲρ κεφαλῆς. ἀλλ’ ὅμως πειρώμεθα μὴ σιγᾶν.
μη- νυτὴς δέ σοι καὶ τούτων κἀκείνων ἔσται Μητέριος, ὃς τῇ πατρίδι μὲν ἔχων ἀντιθεῖναι τὴν ἡμετέραν, τοῖς πολίταις δὲ τοὺς ἐνταῦθα φίλους ὑπὸ σοῦ πάλιν εἰς Βιθυνίαν ἕλκεται θαυμαστὸν αὑτοῦ πόθον ἐγκαταλιπὼν Σύροις. ἃ μήτ’ ἀγνοεῖν ἔα τὸν πρεσβύτην μήτ’ εἰδότα ὀργίλον εἶναι.
Μόλις λαθὼν τὴν ἡμετέραν πόλιν Μητέριος διέδυ. πολλοὐς γὰρ ἔχων τοὺς ἐρῶντας ὑπὲρ τὸν Ἀριστόδημον ἐτη- ρεῖτο. ἦν δὲ καὶ αὐτὸς ἐγὼ τῶν βουλομένων αὐτὸν ἐνθάδε εἶναι, καὶ γὰρ ὑπὲρ ἡμῶν ἦν ἐνθάδε.
σὲ δὲ πρὸς αὐτὸν εὔνουν πολλὰ ἂν ποιοῖ. τά τε τῆς πατρίδος δίκαια καὶ ἡ πρὸς τὸ γένος οἰκειότης καὶ τὸ τοὺς ἐν τούτῳ λόγους σὴν εἶναι δόσιν. πρόσθες, εἰ βούλει, καὶ τὴν εἰς ἡμᾶς τοῦ νεανίσκου σπουδήν.
ἃ πάντα ἐνθυμηθεὶς πεῖθε τὸν πατέρα μὴ νομί- ζεῖν ἀδίκημα τοῦ παιδὸς τὸ παρ’ ἡμῖν εὐδοκιμηκέναι. πάνυ γὰρ ἄν ἀχθοίμην, εἰ τὰ ἄλλα ὢν Μητέριος ἄμεμπτος πονηρὸς εἶναι δόξει, διότι Σύρους θαυμάσας ταὐτὸν ἔσχε παρ’ ἐκείνων.
οὗτος μὲν οὖν ἢν τύχῃ σοῦ συμμάχου, μέμψεται μᾶλλον ἢ ἐν αἰτίαις ἔσται· ἡμεῖς δέ σοι τὰ μὲν ἄλλα πράττομεν οὐ κα- κῶς, τὸ σῶμα δὲ οὐδὲ ἔστιν εἰπεῖν ὅπως ἡμῖν ἔχει κακῶς.
Ἔδει μέν σοι μηδεμίαν γενέσθαι περὶ τὸν οἶκον πληγήν· ἐπεὶ δὲ ταῦτα ἔδοξε τοῖς ἄγουσι τὰ ἀνθρώπεια, καλῶς ποιεῖς σωφρόνως τὸ κακὸν φέρων.
Μητερίῳ δὲ τῷδε παρ’ ἡμῖν ὑπῆρξε μέν τι καὶ ἡσθῆναι, τὰ πλείω δὲ σπουδάσαι, τῶν μὲν μεθ’ ἡμῶν εὐωχουμένῳ, τῶν δὲ σὺν τοῖς τὰ πολιτικὰ πράτ- τουσιν ἀπολαύοντι, οἳ δὴ καὶ τὴν ἐπάνοδον αὐτῷ πολλάκις ἀνέκοψαν.
προσῆκεν οὖν αὐτὸν τῶν μὲν ἐπαινεῖσθαι, διὰ δὲ ταῦτα μὴ φθονεῖσθαι. πάντως καὶ παρ’ ὑμῖν οἱ πρεσβύ- τιροι τὰς τῶν ἴππων ἁμίλλας οὐκ ἀτιμάζουσιν· οὕτω γάρ μοι κάλλιον εἰπεῖν ἢ ὅσον ἔξεστιν.
εἰ μὲν οὖν οὔτως ὁ πατὴρ ἔχει γνώμης ὡς μηδὲ ‘ὲν ἐγκαλεῖν, ἐπαίνει τὴν κρίσιν· εἰ δὲ οἴεται δεῖν ἐπιτιμᾶν, μετάβαλλε τὴν γνώμην.
Ὁμολογῶ μὴ πυκνὰ γράφειν. ἡ δὲ αἰτία παρ’ ὑμῖν. Με καὶ νῦν ὅτι γέγραφα θαυμάζω. τί οὖν ἀδικοῦντες ἠναγκάσατέ με σιγᾶν; ἣν ἂν ἐπιστολὴν λάβητε, τοῖς ἐνταῦθα εὐθὺς ἔγνω- σται. καὶ προδιδόντες τὸν Φίλιον ἐν τῷ Καρὶ κινδυνεύειν οἴεσθε.
εἶθ’ ὑμεῖς μὲν ἐπ’ ἀγορᾶς δείκνυτε τὰ γράμματα, πνεῦμα δὲ ἐκεῖθεν ἀρθὲν καὶ δεῦρο ἐμπεσὸν κύματα ἡμῖν ἐγεί- ρει καὶ ποιεῖ ταῦτα ἃ Μακεδόνιος εἰδώς, εἴ τις ἔροιτο, διδά- ξει.
τὴν μὲν οὖν πληγὴν ἐκείνην οὐκ ἂν ἰάσαιτό τις, δέο- μαι δὲ ὑμῶν μὴ προσθεῖναι δευτέραν. ὅταν δέ μοι παραινῇς μὴ τῷ πράττειν εὖ τῶν φίλων ἀμνημονεῖν, αὐτὸς ἐπιλελῆσθαι φαίνῃ τῶν φίλων.
ἐμὲ γὰρ ὅτι τούτων δὴ τῶν τοῖς πολ- λοῖς δοκούντων ἀγαθῶν οὐδὲν οὐδεπώποτε ἐπῆρε, πάλαι μὲν ᾔδεις, νῦν δὲ οὐ βούλει καίτοι μοι πολλάκις ἐπιτιμῶν ὅτι τὰς τῶν ἀρχόντων δυνάμεις οὐκ ἠξίουν θεραπεύειν, ὃ τοσούτῳ νῦν πλέον φυλάττεται, ὅσῳ προστίθησιν εἰς τὸ θαρρεῖν ἡ πα- τρίς.
καὶ μὴν εἰ καὶ σφόδρα οὕτως εἶχον ὡς τοῦτο εὐτυ- χίαν ἄγειν, ἑτέρων γε νῦν τὸ δύνασθαι τῶν καὶ ἡμᾶς ἀφῃρη- μένων τὸ δύνασθαι. ζήτει οὖν, ὅστις σοι πράξει τὰς διαλλα- γάς· ὡς ἔγωγε δέδοικα μὴ τοῦ πράγματος ἁπτόμενος Ἀκεσίας γένωμαι.
Οἶον ἔδρασας, Ἀνδρόνικε; σοὶ μὲν ἐγὼ γέγραφα, σὺ δὲ ἑτέροις ἔδειξας, οἱ δὲ εἰς τοὺς ἐνθάδε ἐξήνεγκαν, καὶ γέγονας ἡμῖν ἀρχὴ πολέμου. εἶτα τοιαῦτα ἁμαρτὼν ἀφεὶς παραιτεῖ- σθαι ἐγκαλεῖς καὶ πονηρὸν ἴσως καλεῖς, ὅτι σοι τὴν δι’ Ἅρ- μάτος γράφω δέον θαυμάζειν ὅτι σοι γράφειν ἐτόλμησα. 2 εἰ μὲν οὖν ἀλλὰ Ἀττικοὶ τὰ Ἐλευσίνια, πάλιν ἐπιστελοῦμεν· εἰ δὲ προθήσεις πρόσθε τῶν Ἐπωνύμων τῷ βου- λομέιῳ μαθεῖν, ὁμολογήσεις τῆς σιωπῆς ἡμῶν ἐρᾶν.
Εἰ μὲν συνέμιξας Κληματίῳ, εἰκὸς δή σε κληθέντα ἐπὶ τοὺς γάμους πάντα ἔχειν λόγον· εἰ δ᾿ οὔπω τοῦτο γέγονεν, ἐπειδὰν γένηται, πάντα ἀκούσῃ λόγον καὶ τάχα οὐκ ἐλάττω με φήσεις, ἀλλ᾿ ὑπὲρ τὸ μέτριον σπουδάσαι.
ὅσοι δὲ ἡμῖν οἴονται δύναμιν μὲν εἶναι, τὸ δὲ βούλεσθαι μὴ παρεῖναι, πάσχουσι μὲν εἰκός τι νομίζοντες ἡμᾶς ἀπολαύειν ὧν εἰκὸς ἦν· εἰσίτω δὲ αὐτοὺς ἃ περὶ προσδοκιῶν Εὐριπίδης φιλοσοφεῖ, καὶ γνώσονται ὡς οὐ πάντως παρ᾿ ἡμῖν ἡ μέμψις.
ὃ δὲ πολλάκις ἔφην, ἐγὼ μὲν ἐκείνου κύριος ἥκιστα, σὺ δὲ τῶν ἐμῶν μάλιστα. συνεύχου δή τι χρηστὸν ἡμῖν, ὡς ἐν οἷς ἡμᾶς εὑρήσεις, τούτων κοινωνήσεις.
Ἐμὲ δέ, εἴπερ ἔδει νοσῆσαι τοὺς νεφρούς, ἔδει παρ᾿ ὑμῖν τοῦτο παθεῖν, οὐχ ὅτι μοι τὸ πάλαι νοσεῖν ἔχει τινὰ ἡδονήν, ἀλλ᾿ ὅτι τῆς ἐν σοὶ τέχνης ἐγγύθεν βοηθούσης ἐλέλυτο ἂν ἡ νόσος. νῦν δὲ ἐν χεροῖν μὲν ἔχων τὸν ἄριστον ἰατρὸν οὐκ ἔχρῃζον ἰατροῦ, ἐν δὲ ἀπορίᾳ τῶν τοῦτο καλουμένων νοσῶ.
σοὶ δὲ ἔνεστι καὶ ἀπόντι δι᾿ ἐπιστολῆς ἀμῦναι. μέγα οὖν ἕν τι δηλώσας ῥῦσαι τὸν ἑταῖρον τοῦ κακοῦ.
Ἐπανήκει τῇ καλῇ πόλει τὸ τῆς προσηγορίας ἔργον, καὶ ἔστιν ὄντως αὖθις εὐδαίμων τῆς βουλῆς μὲν τὰ γινόμενα τι- μωμένης, τοῦ δήμου δὲ οὐκ ἐλαυνομένου, νόμων δὲ καὶ φρε- νῶν ἀγαθῶν καὶ ἡσυχίας καὶ ἡμερότητος, ἃ πάντα ἐν σοί, πάντα εἰς ἐξέτασιν ἀγόντων.
ἐγὼ δέ, εἰ μὲν οὐκ εὖ ᾔδειν ὡς ἐκεῖθεν ἐπὶ τοῖς μείζοσι δεῦρο ἀφίξῃ, πάνυ ἂν ἡγησάμην ἐμαυτὸν ἀζημιωκέναι τῇ μεταστάσει· νῦν δ’, ὁρῶ γὰρ τὴν τοῦ πράγματος ὁδὸν καὶ ποῖ προβήσῃ, μέμφομαι οὐδὲν ἐμαυτῷ· μεθέξεις γὰρ τῶν λαμπροτέρων.
μέλλοντες δέ σου δεῖσθαι μή με ἀποστερῆσαι τῶν οἰκείων, ὧν ἐν ταῖς χερσὶν ἐνιαυτὸν ἤδη νοσῶ, γράμματα λαμβάνομεν παρὰ τῶν φίλων καὶ γνω- ρίμων δεδόχθαι τῷ βασιλεῖ τὸν μὲν ἀσθενοῦντα ἐᾶν, ἑτέρου δὲ τὸν πόνον εἶναι.
καὶ οὕτω δὴ τοῦ μὲν ἐπῃνέσαμεν τὸ πρᾷον, σοὶ δ’ ὑπὲρ ἄλλων ἐπιστελοῦμεν ὡς τούτου γε καλῶς ἡμῖν κειμένου.
Πρὸς ἕτερον Τάνταλον τὰ τοιαῦτα ἐπιστέλλεις, ἐπεὶ καὶ αὐτῷ μοι πόθος μὲν τῶν σῶν πηγῶν, πλησίον δὲ αἱ πηγαί, πιεῖν δὲ οὐ δίδως, καίτοι τῶν ἡμετέρων αὐτὸς ἀξιοῖς λαμβά- νεῖν. καὶ διδοίης ἂν εἰκότως τῶν σαυτοῦ· φιλοῦντι γὰρ πέμ- ψεις, ὃς ἐθέλεις λαμβάνειν.
ὁ δ’ ἀνὴρ ἐκεῖνος, ὃν φὴς ἀνα- γνῶναι βιβλίον σου δεδωκότος, εἰ μετ’ εὐνοίας τοῦτο ἔδρα θαυμαστὸν οὐδέν· ἃ γὰρ ἔγνω πάλαι, ταῦτα ἐτήρει. πάλαι γὰρ ἡμᾶς ἀντὶ τοῦ βασανίζειν ἐπῄνει καίτοι δεινὸς μὲν ὢν εἰπεῖν, ἀμείνων δὲ δοκιμάζειν. ἀλλ’ ὅμως ἐπειδὰν ἅψηταί του τῶν ἐμῶν, εὐθὺς ὁ γενναῖος κριτὴς λευκὴ στάθμη γίωεται.
τοῦτο δὲ ὁπόθεν αὐτῷ τὸ πάθος, ἐγώ σε διδάξω. Ἀρισταίνετος, ἀνὴρ Βιθυνός, Ἀθήνησιν αὐτῷ συμφοιτᾷ καὶ φιλίαν ἐκτησάσθην ταῖς ὑμετέραις ὑμνουμέναις ἴσην. καὶ δὴ καὶ ὅ τι ἂν τὸν ἕτε- ρον ἀρέσῃ, τὴν ἀμφοῖν ἔχει ψῆφον. ἕπεται γὰρ τούτῳ μὲν ἐκεῖνος, ἐκείνῳ δὲ οὗτος.
ἐπεὶ οὖν ἐπῆλθεν Ἀρισταινέτῳ νομίσαι με μὴ φαῦλον, οὐκέτ’ ἐνῆν Ἀκακίῳ μὴ νομίζειν με δεξιόν, ὥσθ’ ὅσα συνηγωνίζετο τῷ λόγῳ καἰ τόνῳ φωνῆς καὶ χειρὸς σχήματι καὶ τοῖς ἄλλοις, ἃ καὶ τὰ μὴ καλὰ πολλάκις ἐποίησε δόξαι καλά, τῶν πρὸς ἐκεῖνον ἦν συνθηκῶν. εἰ δὲ οὐκ ἐπῆν ἀνάγκη, πάντως ἂν εἶδες κατγελῶντα.
ἀλλ’ οὗτος μέν, εἴτε δίκαιον εἴτε μή, μή με ἐπαινῶν παύσαιτο· σὺ δὲ τὸν μὲν ἀναιδῆ τοῦτον καθελὼν καὶ διδάξας ὡς ἄρα οὐ χρὴ πρὸς χαλινοὺς ἀντιτείνειν, εὖ ποιεῖς· τοὺς μέντοι Μεγαρεῖς εἰς ἴσον ἄγων τοῖς παρ’ ὑμῖν οὐ καλῶς ποιεῖς· οἱ μέν γε οὐκ ἐκάλουν ὡς αὑτοὺς τὸν φαρμακόν, τὰ δὲ τῶν παρ’ ὑμῖν οἶσθα.
Τὴν μὲν πρὸ ταύτης ἐπιστολὴν Βάσσου παῖδες ἐκόμιζον, οἷς λαμπρὸς ὁ πατήρ· Μάλχῳ δὲ τούτῳ τοιοῦτον μὲν οὐδέν, τὰ δὲ ὄντως ἀγαθὰ πάνυ πολλά, σωφροσύνη τε καὶ ἐπιείκεια καὶ λόγων ἐπιθυμία καὶ λόγων ἐργασία. οὗτος ἐνοχλήσας μὲν οὐκ ἄν εὑ παθεῖν ἀξιώσαι, παθὼν δὲ εὖ πρότερον ἂν τοῦ ὀνόματος ᾧ καλεῖται ἢ τῆς χάριτος ἐπιλάθοιτο.
οὕτω δέ ἐστι βέλτιστος ὥστ’, ἐπειδὴ δεομένῳ γράμματα λαβεῖν πρὸς τοὺς ἐκεῖ μοι γνωρίμους ἔφην, ὅτι καὶ πρὸς σὲ δώσω, κύψας εἰς γῆν ἠρυθρίασε σιγῇ δῆλον ποιῶν ὡς ἐπιθυμοῖ μὲν λαβεῖν, μεῖζον δὲ αὑτοῦ τὸ λαβεῖν ἄγοι. κατ’ αὐτὸ δὴ τοῦτο μᾶλλον ἐδόκει μοι δίκαιος εἶναι λαβεῖν, ὅτι τὸ κέρδος οὐκ ἠγνόει.
τὸν μὲν οὖν τρόπον τοιοῦτος ἡμῖν ὁ Μάλχος· ὅτι δὲ καὶ εὐτυχής, δηλοῖ τὸ παρόν. τὴν γὰρ δὴ καλὴν πόλιν ἔτι καλλίω ὄψεται τῆς θείας ἀρχούσης κεφαλῆς, ἣ πάντα μὲν εἰσάγει τὰ χρηστά, πάντα δὲ ἐζελαύνει τὰ χείρω
Δι’ μὲν ὀκνηρῶς πρὸς τὸ ἐπιστέλλειν ἔσχον, παρὰ τῶν γραμμάτων ἔμαθες, εἴπερ ἔλαβες, ἃ διὰ τῶν Βάσσου παίδων ἔπεμπον. Μάλχον δὲ τουτονὶ πρὸς ὑμᾶς ἀφικνούμενον μὴ δι’ ἐμοῦ σοι γενέσθαι φίλον τῶν ἀτόπων ἐφαίνετό μοι.
ὅτι μὲν γὰρ καὶ χωρὶς ἐμῶν γραμμάτων οὗτός τε τῆς νεὼς ἐκβὰς σὲ πρὸ τῶν ἄλλων εὐθὺς ἔμελλε ζητήσειν σύ τε προσιόντα τοῦτον ὡς ἡμερώτατα δέξεσθαι, δῆλον, μακρῷ δὲ ἥδιον ἀμ- φοῖν ἐμὲ τὸν συνάγοντα εἶναι.
Μάλχος μὲν οὖν πλήρης ὢν τῶν περὶ σοῦ λόγων ἔρχεται τοὺς μὲν παρ’ ἐμοῦ δεξάμενος, τοὺς δὲ παρ’ ἄλλων, οἳ παρ’ ἐμοῦ μαθόντες ἄλλους διδάσκουσι· περὶ δὲ τοῦδε γράφω τοσοῦτον, ὅτι χρηστὸς μὲν ὡς οὐκ ἄλλος, ῥητορικὸς δὲ οὐχ ἧττον ἢ χρηστός.
ποίει δὲ τὴν πόλιν αὐτῷ τοιαύτην ὥστε αὐτὸν ἐπαινεῖν τῆς ὁδοῦ. μᾶλλον δέ, οὐδέν σε δεῖ τὰ ἄλλα πονεῖν, ἀλλ’ ἢν ‘ὲν τοῦτο χαρίσῃ τὸ νο- μίσαι τὸν ἄνδρα οἷός ἐστι καὶ γράψασθαι ἐν ἐπιτηδείοις, τὰ μέγιστα ἀπολέλαυκε τῆς ὁδοῦ.
Μάλχος ἡμᾶς ἐθαύμασε καὶ Μάλχον ἡμεῖς ἐφιλήσαμεν. ἐπεὶ οὖν τὸ πρότερον ἐκεῖνος ποιεῖ μετὰ σοῦ, <ποίει σὺ> μεθ’ ἡμῶν τὸ δεύτερον καὶ χρηστόν τε ἡγοῦ καὶ θάρρει τῷ τρόπῳ καὶ συλλαμβάνου πράξεων καὶ ὅ τι ἔχεις, ὠφέλει διά τε σαυτοῦ καὶ τῆς πόλεως ὅλης. ἀκούω γὰρ ὡς εὖ ποιῶν ἐν τῇ πόλει δύνασαι.
Τὰ κάλλιστα τῶν παρ’ ὑμῖν Μάλχῳ προξενεῖν ἐθέλωv πῶς ἔμελλον σὲ παρήσειν, ὃς τὰ μὲν ἄλλα τοῖς φίλοις ἧπερ οἱ ἄλλοι βοηθεῖς, πλέον δέ τι παρὰ τοὺς ἄλλους εἰσφέρεις ἀνἐ- χων τῇ τέχνῃ τὰ σώματα;
τὸν οὖν ἑταῖρον ἡμῖν τήρει τε ἐν ὑγείᾳ καὶ ὅπως ὧν ἐπιθυμεῖ τεύξεται συμπόνει. πάντως δὲ ὁ μὲν ὢν ἀγαθὸς καλῶν τε ἐπιθυμεῖ καὶ οὐ χαλεπῶν, σοὶ δὲ τοσαύτη δύναμις ὥστε κἂν ἐκείνοις ἀρκέσαι.
Ἀπαγγελεῖ σοι Μάλχος, ὅπως ἡμῖν ἔχει τό τε σῶμα καἰ τὰ πράγματα σὺ δὲ πρὸς ταῦτα περὶ τῶν σαυτοῦ βουλεύσῃ. καίτοι γε ἃ πάλαι δοκεῖ, τί δεῖ περὶ τούτων ἔτι σκοπεῖν;
ἀλλ’ ὅμως σοι δίδωμι βουλεύσασθαι πάλιν. οἶδα γὰρ ὅτι ταὐτὸ φανεῖται καὶ καλὸν καὶ συμφέρον ἐν Συρίᾳ Σιλανοῦ χρῆσθαι τῇ τέχνη.
Ὥρα σοι τὸν Νεῖλον μικρὸν καλεῖν ποταμόν, ὅπου γε καὶ σαυτὸν μικρὸν εἶναι φὴς ἐν λόγοις. ἡμεῖς δὲ τὰ μὲν ἄλλα σοι πιστεύσομεν, τουτὶ δὲ μόνον ἀπιστήσομεν. σοὶ μὲν γὰρ ἴσως καλὸν μὴ σαυτὸν ἐγκωμιάζειν, ἡμῖν δὲ μὴ πᾶν ὅσον ἐν σοὶ δοκεῖν εἰδέναι πῶς καλόν;
ἢ γὰρ οὐ σὺ Θεόδωρος ἐΜ νος ὁ πολλῶν μὲν πόνων πολλοὺς λόγους ἐωνημένος Ἀθήνησι, πρὸς δὲ τοὺς ἔξω λαμπρὸς ἀφ’ ὧν ἐκεῖθεν ἐκόμιζες, ἡμὶν δὲ ἀντὶ κέντρου ποιήσας ὃν ἀνέγνως ἀγῶνα;
θαυμάζω δὲ ὅπως οὐκ εἶδες ὅτι λέγων μὲν μὴ μεγάλα εἰδέναι, τοιαῦτα δὲ ἐπιστέλλων ψευδόμενος ἁλώσῃ τοῖς γεγραμμένοις αὐτοῖς ἐλέγ- χων τὰ γεγραμμένα.
οὑτωσὶ μὲν οὐδ’ εἰ πάνυ βούλοιο, δύναιο ἂν εἰπείν τι μὴ καλόν, τοὺς δὲ νέους ὑπὲρ ὧν ἡμᾶς παρακαλεῖς φιλοῦμεν, ὅτι καὶ αὐτοὶ παρακαλοῦσιν ἡμᾶς οἶς ἐπιθυμοῦσιν.
Εἰ δὲ μὴ οὗτος ἥκων ἐκ Κύπρου κώλυμά σοι κατέστη, πάντως ἄν ἕτερος ἧκεν ἐξ Εὐβοίας ἢ Σκύρου. λέγω δὴ οὐχ ὡς ἐψεύσω τοῦτο δὴ τὸ νῦν, ἀλλ’ ὡς, εἰ καὶ μὴ τοῦτο ἦν, οὐκ ἂν ἠπόρεις ὅ τι ἂν ᾐτιῶ.
καίτοι φιλεῖς μὲν ἐμὲ πλέον ἢ τὴν Ἰθάκην ὁ τοῦ Τηλεμάχου πατήρ. ἔστω γάρ, καὶ οὐ μα- χοῦμαί σοι περὶ τοῦ φίλτρου, τὸ δὲ τῆς ἀργίας, ἣν ἐν σοὶ πολλὴν ἐνεῖδον, οὐκ ἐᾷ σε μὴ ὅτι πλεῖν ἐπὶ σχεδίας, ἀλλ’ οὐδὲ προελθεῖν τῶν πυλῶν. πολλοὶ δὲ ἱδρῶτες ἐκεῖνοι καὶ λόγοι καὶ γλῶττα μετέχουσα δρόμου, πάντα ταῦτα μέλλει σε ὀνήσειν· οὕτω γὰρ εἰπεῖν βέλτιον.
εἶτα νομίζεις ὡς ἀρκεῖ σοι πρὸς τὸν βίον τὸ φιλεῖν με, ὅτι δὲ πολλῆς ἀτοπίας ἄλλον μὲν φι- λεῖν, αὑτὸν δὲ μή, τοῦτο δὴ οὐχ ὁρᾷς.
ἀλλ’, ὦ λέγειν εἰδὼς μέν, οὐκ ἐθέλων δέ, βουλήθητι λέγειν. πάντως δὲ πολλὰ πολ- λαχοῦ δικαστήρια, τὰ μὲν μείζω, τὰ δὲ ἐλάττω. σὺ δ’, εἰ τῶν μειζόνων ἔρως, ἥκειν ἐνθάδε καὶ σαυτὸν ποιεῖν μέγαν καὶ ἡμᾶς εὐφραίνειν. οὕτως δὲ καὶ τοὺς συγγενεῖς ἐγγύθεν παρ- οξυνεῖς καὶ ἔργῳ καὶ λόγῳ.
Ὅτι σιγῶ, μέμφῃ καὶ ταῦτα τῶν ὀρνίθων εἰς ᾠδὴν ὑπὸ τοῦ ἦρος κεκινημένων. ἰδοὺ δή, φθέγγομαι καὶ αὐτός, ἐπειδή μοι τὰ γράμματα ἔαρ ὑπὸ σοῦ γεγένηται.
δώσεις γάρ μοι τὸν μὲν περὶ τῆς μεταστάσεως φόβον χειμῶνα καλεῖν, τοῦ φόβου δὲ τὴν ἀπαλλαγὴν ἦρος χάριν. ἣν διὰ πολλῶν μὲν ἀκούω μοι πεπρᾶχθαι, καὶ πολλά γε ἀγαθὰ γένοιτο πᾶσιν ὁπόσοι τι συνεισήνεγκαν.
εἰ δ’ οἱ τῶν ποταμῶν ἀπολαύ- οντες εἰς καλὸν ταῖς πηγαῖς ἂν εἰκότως εἰδεῖεν τὴν χάριν, καὶ τὰ τούτων ἁπάντων σὰ θετέον. ἀπὸ γὰρ τῆς σῆς, οἶμαι, γνώ- μης ἅπαντα ἐρρύη.
ταυτὶ μὲν οὖν ἱκανῶς ἐκπεπλήρωταί σοι, τοἶς κακοῖς δὲ ἐκείνοις ἃ περὶ τὴν κεφαλὴν ᾔδεις ὄντα μοι προσετέθη κακὸν ἕτερον πικρόν τε καὶ συνεχές, ὃ παῦσαι τῆς σῆς ἂν εἴη χειρός, ὡς αἴ γε τῶν ἄλλων ἥττηνται.
καὶ κεῖμαι νῦν ὑπὸ τῶν νεφρῶν εἰς ἐλπίδα μίαν τὴν σὴν ἄφιξιν ὁρῶν. μᾶλλον δέ, καὶ δι’ ἐπιστολῆς, ὦ δαιμόνιε, βοήθει καὶ ποίησον τὴν βοήθειαν βιβλίον, ὅπως ἐμοί τε ᾐ σωθῆναι καὶ τοῖς ἰατροῖς μαθεῖν, ὅτῳ τρόπῳ τὸ πάθος ἐξοριστέον.
Εἰ καὶ μηδὲν ἡμῖν τοῖς ἔργοις βεβοηθηκὼς γράμματα ἐπεπόμφεις, ἐν τοῖς τὰ μέγιστα κεχαρισμένοις ἐτέταξο ἄν· νῦν δὲ καὶ βοηθῶν ἔσωζες καὶ σώσας ἐπέστελλες, τῷ μὲν ὠφελῶν, τῷ δὲ κοσμῶν καὶ καλὰ καλοῖς προστιθείς. αὐλοί φασι μετὰ λύραν.
οἱ μὲν οὖν ἄλλοι περιστάντες ἐθαύμαζον, ἐκρότουν, ἐμέμνηντο συνεχῶς τῆς θείας κεφαλῆς· ἐγὼ δὲ ἁβρυνόμενος οὐδὲ γὰρ βουλομένῳ ῥᾳθυμεῖν αὐτῷ περὶ τὴν ἐμὴν ἀσφάλειαν ἔστιν ἔφην.
ἀπορούντων δέ, ὅ τι μοι νοοῖ τὸ ῥηθέν, κατέλεγον εὐεργεσίαν πρώτην, δευτέραν, τρίτην τετάρτην, τὰς ἄλλας, ἃς ὁ λαβὼν μὲν οἶδεν, ὁ δοὺς δὲ ἐπι- λέλησται. ἔπειτα ἠρώτων εἰ ἣν διὰ μακρῶν πελαγῶν ἴσωσεν ὁλκάδα ὁ Ποσειδῶν, ταύτην ἂν περιίδοι πρὸς τῷ λιμένι ῥηγνυ- μένην. ἀλλ᾿ οὔτε ἐκεῖνος ἔφην οὗτός τε ἐμὲ διὰ τέλους ἐξαιρήσεται κακῶν αὐτὸς τἀ αὑτοῦ ζηλῶν.
ἐμοὶ μὲν οὖν ἐπ’ ἀμφότερα καθεύδειν δέδωκάς τε καὶ δίδως καὶ δώ- σεῖς· Ἀντίοχον δὲ τῶν ἐπαίνων, οὓς ἐπιστέλλων αὐτὸς ἐπῄ- νεις, εὐδαιμονίζω καὶ ὅτι σε δῆλος ἦν εἰδώς. οἶδε δέ σε κα- λῶς ὅστις ἂν ἡγῆταί σε τῶν ὄντων ἄριστον, ὃ δὴ καὶ Ἀντίο- χος ἡγεῖται.
τοῦτ’ οὖν εὐτύχημα τοῦ ταύτῃ δοξάζοντος τίθεμαι. καὶ γὰρ ὅστις ἃ χρὴ πέπεισται περὶ τῶν θεῶν, αὐτοῦ τὸ κέρδος. τά τε οὖν ἄλλα μέγας ἡμῖν ὁ βασιλεὺς καὶ τῇ τοῦ κοινωνοῦ τῶν φροντίδων ἀρετῇ.
Περὶ τὰς ἀρχὰς τοῦ χειμῶνος ἐπέστειλά σοι, Κλημάτιος δὲ ἦν ὁ λαβὼν κομίζειν, ἀνὴρ ἅπαν μὲν τὸ θέρος διατρίψας ἐνθάδε, πάντα δὲ τὸν χρόνον ἐν τοῖς ὑπὲρ σοῦ λόγοις διεξελ- θῶν καὶ οὐκ ἀγνοοῦντας μὲν ἐδίδασκεν, εἰ μὴ καὶ ὁ Κρὴς τὴν θάλατταν· ἦν δὲ αὐτοῦ χάριεν τὸ σὺν βοῇ καὶ παντὶ θυμῷ καὶ μετὰ πηδημάτων μεμνῆσθαι τῶν σῶν καλῶν.
ἃ ἐγὼ καθορῶν ἠγησάμην πρέπον τὰ πρῶτα τῶν γραμμάτων δι’ ἀνδρὸς ἐλθεῖν σοι φιλοῦντος μὲν ἐμέ, σὲ δὲ τοῦτό τε αὐτὸ καὶ θαυμάζοντος. ἀλλ’ ἔοικας οὐ λαβεῖν τὴν ἐπιστολήν· οὐ γὰρ ἂν τῷ θείῳ γράφων ὅπερ ἡμῶν αὐτῷ μοι γραμμάτων οὐ μετέδωκας, ᾧ τὸ μένειν ἐνταῦθα δέδωκας.
ἀλλ’ ἐκεῖνος μὲν ἢ δώσει ποτὲ τὴν πρόσρησιν ἡ μέμψιν οἴσεται σοὶ δὲ ἀντὶ τῆς εἰς ἡμᾶς σπουδῆς τρόπαιά τε ἀπὸ βαρβάρων εἴη καὶ τὸ διὰ τέλους ἀρέσκειν τῷ βασιλεῖ, παρ’ ἡμῶν δὲ μισθὸς ἔπαι- νος, τὰ γὰρ ἡμέτερα ἐν λόγοις, καὶ προσέτι τοὺς υἱεῖς σοι πρὸ τῶν ἄλλων ἐν μουσείοις τετάχθαι.
Τοὺς μὲν ἄλλους ἐπιστέλλων ἐπῄνουν τῆς εἰς ἐμὲ προ- θυμίας, σὺ δ’ ὅτι μὲν κἀκείνους ἐπήγειρας προσλαβὼν τὸν καλὸν Ὀλύμπιον, ἐπεπείσμην τε πρίν τινα ἀγγεῖλαι καὶ δὴ σαφῶς ἤγγειλεν Ἀντίοχος.
οὐ μέντοι τῶν γε ἐπαίνων κοι- νωνήσεις. ἃ γάρ, ὅπως σαυτὸν εὐφράναις, ἐποίεις, τούτων ἕτερον οὐ δεῖ σοι χάριν εἰδέναι. σὺ γὰρ δὴ Φοῖνιξ ὢν καὶ διατρίβων τὰ μὲν ἐκεῖ, τὰ δὲ παρ’ ἡμῖν, ὃν οὐχ ὁρῶν μὲν ἀλγεῖς, ὁρῶν δὲ ὑπερχαίρεις, ἔπραττες εἶναι οὗ θεάσῃ πολλά- κις.
ὥσπερ οὖν, εἰ χρυσὸν ζητῶν ἅπαντα ἐκίνεις λίθον, οὐκ ἂν ὡς τὸν χρυσὸν εὖ ποιῶν ἐπῃνοῦ, τοῦτο γὰρ ἦν ἐθέλειν αὐτὸν κερδαίνειν, οὕτω δι’ ὅσων μοι τὸ τῇδε μένειν ἐμηχανῶ, πάντα ἦν ἐρῶντος καὶ τὰ αὑτοῦ θεραπεύοντος.
ταυτὶ μὶν οὖν μοι παίζειν ἔπεισιν, ὅπως εἴη σοι βοᾶν καὶ γελᾶν, οἶάπερ εἴωθας, ἴσθι δέ μοι τὸ σῶμα τῇ περὶ τοὺς νεφροὺς νόσῳ πρὸς τοῦτο ἀσθενείας ἥκειν ὥστ’, εἰ καὶ μηδὲν ἡμῖν ἐκεῖθεν ἤνυ- στο, πάντως ἆν ἐκ τῆς συμφορᾶς γενέσθαι τὴν ἀπαλλαγήν.
ἐνιαυτὸν γὰρ ἤδη καὶ μῆνας τρεῖς ὁ λαβύρινθος οὗτος ἡμᾶς ἔχει τοῦ κακοῦ, καὶ δέδοικα δή, δέδοικα μὴ μετὰ τοῦ σώματος μαρανθῶσιν οἱ λόγοι καί σοι φανῶ δι’ ἀμφοτέρων ἄμορφος.
ἐκάλουν δ’ ἄν σε παρ’ ἡμᾶς καὶ τὴν ἀπουσίαν ἐμεμφόμην, εἰ μή σε ᾔδειν ἐν Ἰταλίᾳ καρπούμενον, ὃ μὴ παρ’ ἄλλοις ἔνι, τὸν κράτιστον Δατιανὸν καὶ τὴν ἐκείνου φωνὴν καὶ γνώμην, ᾧ συνόντα πᾶσα ἀνάγκη πρὸς τὸ φρονεῖν ἐπι- διδόναι, ἐπεὶ καὶ ἡμᾶς ἡ περὶ αὐτοῦ μνήμη βελτίους τε ποιεῖ καὶ πρὸς νοῦν ἄγει.
Τῇ τε ἄλλῃ τὸν Ἀβλάβιον εἶδον ἡδέως καὶ ὅτι μοι παρὰ σοῦ γράμματα ἦγεν. ἡμεῖς δὲ πρότερον ἡμᾶς αὐτοὺς μισήσο- μεν ἢ σοί τι μεμψόμεθα· οὕτω μελέτην πεποίησαι τὸ τὰ ἡμέ- τέρα μείζω ποιεῖν, ὃς ἤδη καὶ πόλεμον πολεμεῖς οὕτω μακρὸν ἀπὸ τοῦ μὴ φέρειν, ἢν ἐμοῦ τις ἐπὶ τὰ χείρω μνησθῇ.
καί- τοι σε δεῖ καὶ γελᾶν εἰδέναι καὶ συγγνώμην ἔχειν τοῖς ἵνα κολακεύωσιν ἕτερον βλασφημοῦσιν ἕτερον. ζῶσι γὰρ ἀπὸ τοῦ κολακεύειν καὶ τοῦτο αὐτοῖς βίος ὥσπερ τοῖς ναύταις τὸ ἐρέτ- τειν.
ὁ δὲ σοφὸς ἐκεῖνος, οὗ τὸν μὲν τρόπον ἡμῖν ἤγγειλεν Ἀβλάβιος, τοὔνομα δὲ εἰπεῖν οὐκ εἶχε, τὰ μὲν ἄλλα ἡμᾶς οὐκ ἐλύπει, τουτὶ δὲ μόνον, ὅτι μου μεμνημένος ἐσολοίκιζε καὶ μέσος ἐγινόμην οὐδὲν ἀδικῶν βαρβαρίας.
πεῖσον οὖν αὐτὸν μαθόντα μὴ τὰ τοιαῦτα ἁμαρτάνειν, εἶτα οὕτω με λέγειν κα. κῶς. ἢ τότε γε ἴσως οὐκ ἐρεῖ κακῶς, νῦν δὲ στάδιον ἁνήρ. εἰ δὲ σὲ λοιδορῶν ἀνιᾷ καὶ λάβοις ἂν ἡδέως δίκην, ῥᾷστον λα- βεῖν· κλεῖε τὰς θύρας, ἐπειδὰν ἐσθίῃς, αὐτῷ καὶ κέλευε δει- πνεῖν αὐτὸν οἴκοι καὶ μείζω μὴ ζήτει δίκην, ὡς νῦν γε ὑβρί- ζει τῷ κόρῳ καὶ πίνει τὸν σὸν οἶνον κατὰ σοῦ.
τούτῳ τε οὖν τὴν ἀκόλαστον γλῶτταν ἀμύνου καὶ ὅ τι ποτὲ καλεῖται δήλωσον, ἕν’, ὅταν εἰς αὐτὸν ἐγκώμια γράφωμεν, μὴ ἀνώνυ- μος ἐπαινῆται.
Καλλιοπίῳ. (356)
Τὴν ἐπιστολήν σου λήψεσθαι μὲν ἐλπίζω, λαβεῖν δὲ οὐ δε- δύνημαι· μέχρι γὰρ Κιλίκων ἐλθοῦσα μέλλει πρὸς ἡμᾶς ἥξειν. ἐπειδὰν γνῶμεν, ὅ τι γέγραφας, ἀντεπιστελοῦμεν μακρότερα.
Οὐδὲ πρότερον μὲν ἐν τοῖς πολίταις ἠπιστούμην περὶ σοῦ λέγων ἃ περὶ σοῦ λέγειν ἄξιον ἦν· οἱ δὲ συγγενόμενοι τῶν ἐμῶν πολιτῶν μάρτυρές μοι γενόμενοι πρὸς ἅπασαν τὴν πόλιν πλείω τὴν πίστιν ἐνέθηκαν, Ἀντίοχος ἐκεῖνος ὁ χρηστός, Ἀπελλίων ὁ βέλτιστος, πάντες ὅσοι δι’ ὑμῶν ἰόντες ἔλαβον παρὰ τῆς Τύχης τὸ γνῶναι τὴν σὴν ψυχήν.
ὥστ’ ἐν τοῖς ἐπ’ ἀγορᾶς συλλόγοις τὸ πολὺ τῶν λόγων σὺ ποιεῖς καί τινες ἤδη τῶν οὐκ εἰωθότων κινεῖσθαι σπεύδουσιν ἰδεῖν τὸν ὑμέ- τερον τόπον, οὐχ ὅπως ἐκεῖνον ἴδοιεν, ἀλλ’ ὅπως ἐν ἐκείνω σὲ τὸν γόητα. τουτὶ γὰρ ἐκόμισεν Ἀντίοχος τοὔνομα μάλα δὴ κατασχεθεὶς ὑπὸ σοῦ.
σὺ δ’ ὅτι μὲν ἀπηλλάγης ποτὲ τοῦ τάφου τῆς γυναικός, ἐπαινῶ· φασὶ δέ σε μηδὲν γεγονέναι φαιδρότερον ἡ ὅτε παρεκάθου τῷ τάφῳ ἀλλὰ τὸν μὲν τόπον ἀφεῖναι τῆς δὲ ἀθυμίας ἔχεσθαι καὶ τὸ πρόσωπον πάνυ δεικνύναι γέροντος.
σοὶ μὲν οὖν ἐκ λύπης, ἐμοὶ δὲ τοῦτο παρὰ τοῦ νοσεῖν. νοσῶ δέ, ἐξ οὗπερ ἧκον, καὶ οὐδὲ παύσεταί γε τὸ κακόν, πρὶν ἂν παύσωμαι τῆς πατρίδος ἐρῶν. θαυμάζω δὲ ὅπως ἠχθέσθης τὰ γράμματα ἀπαιτούμενος εἰδὼς τὸν ἡμέ- τερον τρόποι ὡς οὐκ οἶδεν ἀντὶ τῆς Πηνελόπης τὴν Ἑλένην ἐπαινεῖν.
νῦν δέ, ἐπειδὴ διδάσκεις, μικρὰ μὲν καὶ νῦν γέ- γραφας ἐνὸν πλείω, τοῦ δὲ μηδενὸς τοῦτο πλέον. πειρασόμεθα δὲ μὴ γενέσθαι κακοὶ τοῦ θέρους ἡμᾶς ἀπὸ τῶν μειρακίων ἐλευθεροῦντος, ἐν ᾧ τι καὶ βέλτιον ἄν τις φθέγξαιτο.
Θαυμάζεις ὅτι σὺ μὲν ἡμῖν ἐπεκούρεις ἔργῳ καὶ ὅ τι εἶχες ἐβοήθεις, ἡμεῖς δὲ οὐδὲ ὅ τι ἡμῖν ἐκ τῆς βοηθείας ὑπῆρξεν ἐγράψαμεν.
τοῦτο δὲ ἐποίουν βασανίζων ἐν χρόνῳ τὴν συμ- μαχίαν, ᾧ μόνῳ τὴν δύναμιν αὐτῆς ἦν ἰδεῖν. οὐ γὰρ ὀφθαλ- μῷ γε ἐκρίνετο ἄν, ἀλλὰ τῷ κωλῦσαι τὸ νόσημα μὴ ὡς πρό- τερον ἐπελθεῖν.
ὅ τι δ’ οὖν ἤνεγκεν ὃ πέπομφας, ἄκουσον· ἐρῶ δὲ μεῖζον οὐδὲν οὐδὲν οὔτ᾿ ἔλαττον. τὰς μὲν προσβολὰς ὅλως οὐκ ἀνῄρηκεν, βραχυτέρας δὲ κατὰ τὸν χρόνον ἐποίη· σεν· ἀντὶ γὰρ ἡμερῶν ἑπτὰ καὶ ἔτι πλειόνων εἰς δύο συνέστειλε τὸ πάθος, ὅσα γε ἐκ τῶν πεπραγμένων. τὸ μέλλον δὲ ἀφείσθω τῷ θεῷ.
τοῖς μὲν οὖν ἰατροῖς, — ἀεὶ δὲ οὗτοι διασύρου- σιν ὅ τι ἂν αὐτῶν ἔξω τῆς τέχνης ὂν μεῖζον ἰσχύῃ τῆς τέ- χνης —, οὐκ ἐνθένδε φαίνεταί τι γεγονέναι χρηστόν, ἀλλ’ ἀπὸ τοῦ κεκολάσθαι τὰ περὶ τὴν τράπεζαν· ἐμοῦ δὲ τοῦτο οὐδεὶς ἐξαιρήσεται, ὡς οὐκ ἐκεῖθεν, ἀλλὰ παρὰ σοῦ γέγονα ῥᾴων. 5, ὃ πεπεισμένον ἀνάγκη πλέον ἢ πρὸ τοῦ φιλεῖν, ἀμοιβῶν δὲ παραπλησίων μή σοι δεηθείη τὸ σῶμα.
Ἠλγήσαμέν τε ὡς οὔπω πρότερον καὶ ἥσθημεν ὡς οὐκ ἄλλοτε τὸ μέν, ὅτι σοι ἔκαμνεν ἡ γυνὴ, γυνὴ τὰς ὑμνουμέ- 20 νᾶς ἀρετῇ νικῶσα, τὴν δὲ εὐθυμίαν ἐποίει τὸ τὴν νόσον εἴξαι τοῖς ἰατροῖς. εὖ δὲ ἴσθι, καὶ μὴ παρόντων ἰατρῶν ἐσώζετ’ ἂν ὀφειλόντων σοι τῶν θεῶν χάριν ἀντὶ τῆς περὶ πάντα δικαιο- σύνης.
ἡ πόλις δὲ ἡμῖν ἐν χορείαις τὸ νῦν καὶ πρόφασις μὲν οἱ γάμοι, τὸ δὲ ἀληθές, ὑπὸ τοῦ πεπαῦσθαι τὸν φόβον εἰς τοῦτο κεκίνηνται. εἰ δέ, ὃ μάλιστα ποθοῦμεν, προσθείης καὶ φανείης ἄγων μετὰ τῆς μητρὸς τὰ παιδία, διπλῆν ἑορτὴν ἐργάσῃ.
καὶ οὐκ ἀγνοῶ μὲν ὅτι με παρόντα χρῆν τῶν τε ἐλπίδων κεκοινωνηκέναι καὶ τῶν νῦν ἀπολαύειν καὶ ταῦτα ἀντὶ τοῦ γράφειν ἀπὸ στόματος λέγειν· ἀλλ᾿, ὦ ἄριστε τῆς μὲν παροιμίας ἀκούω στείχειν ἀξιούσης παρὰ τοὺς φίλους τοὺς τηλοῦ φίλους· τὸ κακὸν δὲ ᾧ μοι τὸ σῶμα πιέζεται, πείθεσθαι τῇ παροιμίᾳ κωλύει. μία γάρ μοι σωτηρία τὰ πολλὰ διάγειν ἐπὶ τῆς εὐνῆς, κίνδυνος δὲ ἤδη καὶ τὸ ἀγοράζειν, καὶ πολλάκις δεξάμενος προσβολὴν ἐλαυνόμενος ἀπῆλθον.
ἀλλ’ οἷς Μιν ὁρᾷς ὡς θέουσιν ἄλλοι τε πολλοὶ καὶ Κλη- μάτιος, ᾧ πάντα γέγονάς τε καὶ ἔσῃ, ὃς τοσοῦτόν ἐστι παρ’ ἡμῖν, ὅσον ἐρέσθαι καὶ μαθεῖν , ὅπως ἔχοι σοι τὰ πράγματα. γνοὺς δὲ ὡς ἄμεινον οὐδ’ αὐτὸς ἡγεῖται τοῖς αὑτοῦ πράττειν ἔτι κακῶς.
καίτοι τῶν χειμῶνι κεχρημένων ἁνήρ, ἀλλ’ ὅμως ἐκ τῶν σῶν εἰς τὰ αὑτοῦ κουφίζεται· οὕτως ἅπασι κα- ταφυγὴ μία Στρατηγίῳ τῷ χρηστῷ σῶν εἶναι τὸν οἶκον.
Οὐκ ἐπιλελησμένους τῆς ξενίας ἀναμιμνήσκεις, ἀλλὰ καὶ πρὸς ἄλλους εἰπόντας, ὅστις εἰς ἡμᾶς γένοιο. τῶν ξενίων δὲ ἐκείνων οὐ χείρω ταυτὶ τὰ γράμματα.
καίτοι γε γραμμά- των ἑτέρων ἐπιθυμεῖν ἴσον εἰς τιμὴν τῷ γράφειν αὐτόν. ὥστε τοῖς μεγίστοις εὐφραίνεις τρισίν, οἷς τε κατελύομεν παρὰ σοὶ καὶ οἷς ἐπιστέλλεις καὶ ὅτι τὸ λαβεῖν παρ’ ἡμῶν ἐπιστολὴν ἐν μεγάλῳ ποιῇ.
ἐγὼ δὲ οὐ κατὰ τοὺς κακοὺς ἐμέλλησα αὐ- λητάς, ἀλλ’ οἱ διδόντες, ὅπως λάβοιεν, οὐκ ἔπραττον. καὶ οἱ μὲν ἠδίκουν, ἐγὼ δὲ ἐν αἰτίαις, ὅς, εἰ καὶ λίαν ἀργῶς εἶχον, οὐκ ἂν εἴς γε ἐπιστολὴν, πρᾶγμα οὕτω κοῦφον, τοῦτο ἔπαθον καὶ ταῦτα πρὸς φίλον.
ἀλλ’, οἶμαι, ἐκείνων τὸ ἔγκλημα σοῦ δὲ ἡμεῖς τὸν οἶκον γραμμάτων, εἰ γραμμάτων ἐπιθυμεῖς, ἐμπλήσομεν.
Ὁμολογῶν ἀδικεῖν τῷ μὴ γράψαι σαυτὸν ἀφῄρησαι τὸ κατηγορεῖν ἔχειν. ἐγὼ γὰρ ἤδη γίνομαι τῶν ἀμυνομένων, οὐ τῶν ἠδικηκότων, εἴ γε τὸ ἀμύνεσθαι νόμῳ δέδοται.
πρὸς δὲ καὶ οὕτω σε κινήσειν ἔμελλον εἰς τὰ γράμματα σιγήσας. εἰ γὰρ ἔγραφον οὐκ ἐπιστέλλοντι, σὺ μὲν ἐτρύφας ἄν, ἐγὼ δὲ ὧν ἐπεθύμουν ἠπόρουν νῦν δέ σε τῷ μὴ γράψαι κακῶν τῇ ἐμαυτοῦ σιγῇ τὴν σὴν ἔπαυσα.
βεβαρβαρῶσθαι δὲ ὅταν λέγης, εἰρωνεύῃ σαφῶς καὶ καταψεύδῃ τῆς Μηνὰς, ἣν δή σοι παρεῖναι πείθομαι ὥσπερ οὖν τῶν τεττίγων οὐκ ἂν ὴνε- σχόμην λεγόντων ὅτι ἄρα γένοιντο βάρβαροι, οὓς αὐτὸ τοῦτό γε τέττιγας ἐποίησε τὸ θαυμάσαι μουσικήν, οὕτως οὐδὲ Σέ- λευκος πείσει με φάσκων αὑτῷ χείρω γεγονέναι τὴν φωνήν.
σὺ γὰρ δὴ καὶ πονῶν εἰς λόγους καὶ μὴ πονῶν ἐπτέρωσαι τοῖς λόγοις δῶρον, οἶμαι, τοῦτο παρὰ τῆς φύσεως ἔχων ῥεῖν ἀεὶ καὶ μετὰ κάλλους γε τοῦτο ποιεῖν. μαρτύριον δὲ τὰ γράμ- ματα αὐτὰ πάση γεγραμμένα τέχνῃ.
Ἐγὼ τοῦ φιλεῖν μέν σε καὶ προσέτι γε θαυμάζειν οὔτε ἐπαυσάμην οὔτ’ ἂν παυσαίμην· ἐγένετο δέ τις ὄκνος μοι τάχ ἴσως οὐκ ἄλογος, δι’ ὃν ᾤμην γράφων ἐνοχλήσειν· ὅθεν οὐκ ἠξίουν γράφειν.
Κληματίου δὲ ἐξελθόντος αὐτῷ τῷ φιλεῖν καὶ τὸ γράφειν προστίθημι μεμνημένος μὲν τῆς ὑμετέρας, μεμνημένος δὲ σοῦ καὶ τοῦ σοῦ τρόπου καὶ τῆς σῆς εἰς τὸ θεῖον σπουδῆς, ἀφ’ ἦς ἅπασιν ἡμῖν ὑπῆρχε θαρρεῖν.
σὺ γὰρ καὶ νόσων καὶ ταραχῆς καὶ πραγμάτων καὶ λύπης καὶ κινδύνων ἱκανὸν φάρμακον, καὶ δρόμος ἐπὶ σὲ τῶν πιεζομέ- νων καὶ ὁ χειμὼν ἔληγεν· ἐπεὶ καὶ νῦν ἐν τῷ νοσεῖν μένω παρὰ τὸ μὴ συνεῖναί σοι, συγγενέσθαι δὲ ὡς εὔχομαι, Κλη- μάτιος οἶδεν.
ἄγε δὴ καὶ αὐτὸς ἐπίστελλε καὶ τὰς ὑποψίας ἀφεὶς ἔχου τῶν ἀρχαίων.
Ὢ χρόνων νίνων, ἐν οἷς πάντα ἦμεν ἀλλήλοις. νῦν δὲ διῳκίσμεθα πικρῶς, ὑμεῖς μὲν ἔχοντες ἀλλήλους, ἐγὼ δὲ ἀνθ᾿ ὑμῶν οἶοί περ ὑμεῖς οὐδένα.
τὸν Ἄλκιμον ἀκούω τὰ νέων ἐν γήρᾳ τολμᾶν καὶ πρὸς τὴν 'Pώμην πέτεσθαι περι- θέντα σοι τὸν τοῦ συνεῖναι τοῖς παιδαρίοις πόνοι
σὺ δὲ τί τε ἄλλα πρᾷός τις καὶ τοῦτο οἴσεις οὐ χαλεπῶς, ἐπεὶ καὶ ἡμῖν τοῦ μὴ γράψαι πρότερον οὐκ ἔσχες χαλεπῶς.
Ἔοικα διακόνοις οὐ δικαίοις χρῆσθαι περὶ τὰ γράμματα, εἰ πολλὰ ἐπὶ πολλοῖς ἐπιστείλας ὡς οὐδ’ ὁτιοῦν ἐπιστείλας ἐγκέκλημαι.
σὺ δ’ ἀλγῶν μὲν τῷ μὴ λαβεῖν ὀρθῶς δοκεῖς ἀλγεῖν, τὸ δ’ ἀφέντα ἐγκαλεῖν ἐμοὶ παρὰ τῷ θείῳ με διώκειν, τουτὶ δὴ πικρῶς ἀμυνομένου. οἶσθα γὰρ ὡς ἐμοί τε ἐκεῖνος αἰδέσιμος ἐμέ τε ἐκεῖνος οὐκ ἂν ἀδίκως ἐγκαλεῖσθαι ἐθέλοι.
σὺ δ’ ἴσως ἐπενεγκών μοι τὴν Γοργόνα μικρὸν οἴει πεποι- ηκέναι. πρᾶττε οὖν, ὅπως καὶ τοῦτο εἴσεται, ὅτι σοι ἐπέστει- λα, καὶ μὴ τὰ φαυλότερα μηνύων ἀργὸς γένῃ περὶ τὰ βελ- τίω.
καὶ μὴν κἀκεῖνο ἴσθι, ὡς ἡ μὲν πυκνότης τῶν γραμ- μάτων πολλοῖς ἂν κωλυθείη, καὶ νόσῳ καὶ ἀσχολίᾳ καὶ τῷ τοὺς ὡς ὑμᾶς ἰόντας φάσκειν ἐθέλειν γράμματα φέρειν μᾶλ- λον ἢ θέλειν· τὸ δὲ μεμνῆσθαί σου καὶ θαυμάζειν ἐν ἡμῖν αὐτοῖς τοῦτο οὐκ ἔστιν ὅτε οὐ τετηρήκαμεν.
ὃ δὴ καὶ περὶ τῶν φίλων ἐγὼ πέπεισμαι, ὅτι κἂν μὴ γράφωσι, τὸ φιλεῖν γε οὐκ ἀφῃρήκασιν.
Λουππίων εἰπὼν ὅτι μοι φέρει γράμματα παρὰ σοῦ δέδωκε μὲν οὔπω, δώσει δέ. νῦν μὲν οὖν ὡς ληψόμενοι χαί- ρομεν, τότε δὲ αὐτῇ τῇ λήψει.
τὴν Τύχην δὲ οἶς περὶ σοῦ βεβούλευται θαυμάσας τὸν σὸν οὐχ ἧττον τρόπον ἢ ’κείνην ἔχω θαυμάσαι. ἡ μὲν γὰρ ἀεὶ τὰ σὰ πρὸς τὰ βελτίω κινεῖ, σὺ δὲ τὰ πρὸς τοὺς φίλους ἐν βεβαίῳ τηρεῖς καὶ οὕς, ὅτε οὔπω τοσοῦτος ἦσθα, τούτους ηὐξημένος ἀγαπᾷς. οἱ πολλοὶ δὲ ἐν τῷ γενέσθαι μεγάλοι τοὺς πάλαι γνωρίμους ἀπορρίπτου- σιν ὥσπερ τῶν ἱματίων τὰ σαπρά.
Γυμνάσιος δὲ μεθ ἡμῶν σε ἐπαινέσας τῷ λόγῳ καὶ ἔργῳ τὸ θαυμάζειν δεικνύει. ἔχων γάρ, εἴπερ ἐβούλετο, παρ’ ἡμῖν τὴν αὑτοῦ καρποῦσθαι τέχνην, οἱ, δὴ γλῶτται νιφάδεσσιν ἐοικυῖαι χειμερίῃ- σιν, ὑπὸ σοὶ μικρὰ κερδαίνειν ἢ τὸν Κινύραν ἑτέρωθι βού- λοιτ’ ἂν παρελθεῖν.
καὶ νῦν αὐτὸν ὑμῖν ἐπανάγει μὲν καὶ τὸ τὴν πόλιν ποθεῖν καλήν τε, νὴ τοὺς θεούς, καὶ μεγάλην καὶ καθαρὰν πραγμάτων καὶ δακρύων, ὃ παρ᾿ ἑτέροις πολύ. κέκληται δὲ ὑπὸ τῆς σῆς ἀρχῆς πλέον, ἐπεὶ τήν γε πόλιν αὐ- τὴν ἤδη τις ἀφεὶς ἐν ἄλλωι ἀρχαῖς ᾤχετο ἀποδράς, ὥσπερ, οἶμαι, τὰς Ἀθήνας ἐπὶ τῶν τριάκοντα. σημεῖον δὲ μέγιστον ἀρχῆς ἐννόμου μὲν τὸ συρρεῖν ἐκεῖσε πολλούς, τῆς δὲ ἐναν- τίας αἱ φυγαί.
μέγιστον οὖν ἐγκώμιον κατὰ σου Γυμνά- σιος ἐκ Συρίας παρὰ Ἀράξιον τρέχων. ἐγὼ δὲ ταὐτὰ μὲν ἐκείνῳ βούλομαι, δύναμαι δὲ οὐκ ἴσα τὰς γὰρ ἀνάγκας οἶσθα τῶν ἐν τῶ διδάσκειν δεθέντων.
Λεόντιος ἑσπέρας ἰδών μου τὸν ἀδελφὸν καὶ φήσας σε 15 ἐπεσταλκέναι μοι δι’ αὐτοῦ τῆς ὑστεραίας θεατὴς ἦν ἁρμά- των ἁμιλλητηρίων, ἐμοῦ δὲ ἐπελέληστο Γυμνασίου δὲ ἐπει- γομένου καὶ μὴ λαβόντα ἐκεῖνα γράφειν ἴδει. τίς γὰρ ἂν ἦν ἐκείνῳ λόγος ἢ ἐμοὶ δι’ ἐκείνου;
τούτῳ τοίνυν πρὸς τοῖς ἔμπροσθε ἐκείνιος ἐγὼ μὲν οἶδα καὶ τῶν νῶν χάριν, αὐτὸς γὰρ ἦν ὅσπερ ἔμπροσθεν, δεῖ δὲ καὶ ὑμᾶς εἰδέναι δημοσίᾳ. τὴν γὰρ πόλιν ὑμῖν ἀπέφηνε θαυμαστὴν ἐκ τῶν αὑτοῦ τρόπων τῷ κοινῷ δόξαν περιθείς. ἔφυγέ τε γὰρ οὓς ἔδει φυγεῖν ἐχρήσατό τε οἷς μὴ χρώμενος ἂν ἠδίκει. δυνάμεως δὲ ἧς ἤλπιζέ τε καὶ δικαίων παρὰ τῆς Τύχης ἐγέλα- σεν, οὐκ ἐταράχθη.
κομίζει δέ σοι καὶ οὗτος διήγησιν πραγμάτων, ὥσπερ ἐκεῖνος Κλημάτιος. ἐφ’ οἷς δέομαί σου μηδὲν ἀλγῆσαι, ἕνα μὴ πάνυ μοι φίλος ὢν ἀνόμοιος ἦς τῷ φίλῳ· ὡς ἔμοιγε πίσης ἐφάνη γαλήνης πρᾳότερα τὰ παρα- στήσαντά μοι δόξαν ὅτι λυπήσει
τὰ μὲν οὖν τῶν πολιτῶν πλὴν τοῦ Κοκκυλίωνος ἡμέτερα, καὶ νέοι καὶ γέροντες καὶ τῶν γε ξένων ὅσοι γαστρὸς ἐγκρατεῖς· τῶν δὲ τὰς δίκας λέγειν μὲν οὐ δυναμένων, εἰς δὲ τοὺς λέγοντας εἰσβιαζομένων, οὓς τὸ τοὺς ἀμείνους λοιδορεῖν, ἄλλο δὲ οὐδὲν ἂν ποιήσαι γνω- ρίμους, οὗτοι μισθὸν τοῦ δειπνεῖν τοῖς ἑστιῶσι παρέχουσι τὴν ἐπὶ τοῖς φληνάφοις βοήν.
ὁ δὲ σὸς ἐκεῖνος ἑταῖρος ὁ παλαιὸς τὰ μὲν ἄλλα ἴσως οὐ κακός, Ἰσοκράτους δὲ οὐκ ἀκούει κολακεύεσθαι γὰρ ἐθέλει. τούτου δὲ ἡμεῖς οἶσθα ὡς ἀμαθεῖς. εἶτά φησι λόγους μὲν ἐπαινεῖν τοὺς ἡμετέρους, τρό- ποις δὲ ἐν οἷς θωπεῖαι καί τινα ὧν οὐκ ἂν ἐπαινέσαις ποιεῖ. χάριεν δὲ καὶ τούτου καὶ τῶν ἄλλων τὸ ποιοῦσιν αἰσχύνε- σθαι· ποιοῦντες γὰρ ἐξαρνοῦνται.
ταυτὶ μέν σοι παρ’ ἡμῶν εἰ δ’ ἄχρι τῶν σμικροτάτων ἡδέως ἂν εἰδείης, τὸν οὐδὶν ἀγνοοῦντα Γυμνάσιον ἐγγὺς ἔχεις.
Ὑπέσχου μοι δηλώσειν οὗ τύχης σοι τὸν οἶκον εὑρήσεις ὄντα, γράφεις δὲ οὐδέν. καίτοι χρῆν, εἴτ᾿ ἐπὶ τῶν προτέρων ἕστηκεν εἴτ’ ἐπ’ ἀμείνω μεθέστηκε, μηδ’ ἡμᾶς ἀγνοεῖν. ἢ γὰρ συνήσθημεν ἢ συνηυξάμεθα ἄν.
ἀλλ’, οἶμαι, γράμματα πέμψαι μὲν εἶ ῥᾴθυμος, ἀπαιτῆσαι δὲ σφοδρός. καίτοι δῶρα δοῦναι μὲν ἕτοιμος, λαβεῖν δὲ ἀργότατος.
ἀλλ’ ἐπίστει- λόν τε καὶ τὸν Σπεκτάτον ἡγοῦ τάχιστα ὄψεσθαι μεθ’ οὗ βάδιζε, πρὸς θεῶν, εἰς Ἰταλίαν, ὡς σοί τε βελτίω τὰ παάυ- ματα γένοιτο καὶ ἡμῖν ἐκ τῶν αὐτῶν.
Βουλῆς σοι δεῖ πρὸς τὴν ἐπιβουλὴν τὴν παρὰ τοῦ θείου, καλείσθω γὰρ κἀν ταῖς ἐπιστολαῖς θεῖος, ὅπως φαίνηται, τίς ὢν τίνα ἔργα ἐργάζεται. δεῖ δεῖσαι τῆς ἐκείνου δυνάμεως τὸν τρόπον, οὐ γὰρ αὐτῇ χρῆται δικαίως.
ἀλλ’ ἐπὶ σοὶ καὶ ἐμοὶ φυγεῖν· εἰ μέν σοι γνώμη Ῥώμην ἰδεῖν, εἰς Ῥώμην, εἰ δὲ τὴν Ἑλλάδα ἥδιον, εἰς Ἑλλάδα. καὶ μὴ αἰσχύνου φεύγων, τὸ γὰρ αἰσχρὸν εἰς τὸν φοβήσαντα ἔρχεται.
ἐγὼ δὲ οἴσω βαλλόμενος, κἂν ἔλθῃ ποτὲ καιρός, ὑπὲρ ἀμφοῖν λήψομαι δίκας, τὸν δὲ τρόπον ᾧ δίκας εἴωθα λαμβάνειν, οὐκ ἀγνοεῖς. καίτοι καὶ νῦν ὀρθῶς κρίνοντι δίδωσι δίκας. ἄνευ γὰρ τοῦ μίσους ὃ μισεῖται παρὰ τῶν ἀγαθῶν περὶ τὸν οὐκ ἔστιν ὅτε οὐ σολοικίσαντα ποιεῖται σπουδήν.
εἴποι ἂν οὖν ὁ Δη- μοσθένης ὅτι ἃ καταράσαιτ’ ἄν τις αὐτῷ, ταῦτα ἐκ προαιρέσεως ποιεῖ. ἐχθρὸς μέν ἐστιν ὁδελφοῦ παιδὶ καὶ τῷ τούτου διδασκάλῳ, φίλος δὲ Παυσανίᾳ τῷ πόρ- νῳ, καὶ φρονεῖ μὲν μεῖζον Ἀλκιβιάδου, ποιεῖ δὲ τὰ Σίκωνος. ὅ τι δὲ οὗτος ἔδρα, τὸν Ἀριστοφάνην ἐροῦ.
πρὸς ταῦτα ἐφ’ ὅ τι ὁρμήσεις, ἐπίστειλον, καὶ δὴ καὶ εἰ τις ἐλπὶς ὑποφαί- νοιτο μηδὲν ἔσεσθαι μένοντι κακόν, μένε· τουτὶ γὰρ ἐκείνου κάλλιον.
Οἶμαι μέν σοι συμβούλους εἶναι πολὺ πάντων ἀνθρώ- πων ἀμείνους, οἷς πειθόμενος οὐδὲν οὐδέποτε σαυτὸν ἐμέμψω· εἰ δέ σοι δεῖ καὶ ἀνθρώπων φωνῆς, τὰ μὲν πολλὰ Γυμνασίου πεύσῃ λέγοντος, παρ’ ἡμῶν δὲ τοσοῦτον εἰρήσεται, ὅτι Γυ- μνασίῳ συνήσθημεν ἐπανιόντι.
Θαυμάζω τὸ μήτε διὰ Κλεάρχου σε γράψαι τι μήθ’ ἡνίκα παρ’ ὑμῶν Ἰφικλῆς ὡς ἡμᾶς ἤρχετο.
εἰ μὲν οὖν ῥᾳθυμίᾳ τοῦτ’ ἐγένετο, καὶ γράμματα ἐλπίζειν ἀεὶ ἔστι, προ- θυμήσῃ γάρ ποτε· εἰ δ’ ἀπ’ ἄλλης αἰτίας ἐχούσης τι δυσχε- ρές, δήλωσον, ὡς μή σε ἐνοχλοίην τῷ γράφειν. ὁ γὰρ οὐκ ἂν ἡδέως ἐπιστείλας οὐδ’ ἄν ἡδέως λάβοι.
Παρεκαθήμην τῷ θείῳ καὶ διελεγόμην, καί τις ἐπιστὰς ἔδωκεν ἐπιστολὴν ἐκείνῳ, καὶ τὸ δοθὲν ἔλκει μου τὼ ὀφθαλμὼ πρὸς αὑτό, καὶ τὸ σὸν ὄνομα ἐφαίνετο.
ἠρόμην οὑν αὐτόν· ποῦ δὲ τὰ πρὸς ἐμὲ γράμματα; νομίζων οὐκ ἄν σε ἐτέ- ροις γράφοντα μνήμην ἡμῶν μὴ λαβεῖν. ὁ δὲ ποῖα ἔφη γράμματα;σοὶ γὰρ ἔρχεται δι᾿ ἡμῶν οὐδέν:
ἐνεθυ- μούμην οὖν ὅτι πλάσμα ἦν ἅπαν ἐκεῖνο καὶ ὁ σὸς ἔρως λόγος ἦν, οὐκ ἔοως. εἰ γὰρ δὴ φὴς ὅτι αὐτὸν οὐκ ἐπιστείλας ἔπαυσα ἐγώ, τούτῳ δεικνύεις αὐτῷ τὸ μὴ πολὺν ἐν σοὶ γενέ- σθαι τὸν θεόν εἰ γὰρ ἦν, ὃ πολλάκις ἔλεγες, πολύς τε καὶ ἰσχυρός, οὐκ ἄν ποτε ἐκινήθη φαύλη προφάσει.
νῦν οὖν ἄνω ποταμῶν· σὺ μὲν ὑπερορᾷς, ἐγὼ δὲ ἐρῶ. καὶ μεταπεσόν- τος ὀστράκου φεύγεις, ἐγὼ δὲ ὁ διώκων εἰμί.
παραμυθεῖται δέ με τὸ μετὰ πολλῶν μὶν ἐθνῶν, πολλῶν δὲ πόλεων, πλείστων δὲ ἀνθρώπων ὑβρίζεσθαι. εἰ γὰρ οἱ μὲν εὔχονταί σε λαβεῖν ἡνίοχον, σὺ δ’ ἐξὸν ἄρχειν οὐκ ἐθέλεις. ἀλλὰ μᾶλλον τρυφᾶν ἢ πονεῖν, καὶ καθεύδειν ἢ εὖ ποιεῖν, πῶς οὐ πάντα μικρά σοι νενόμισται;
ἀλλὰ γὰρ οὐ καλῶς ἔοικα ῥητορεύειν, εἰ δυσ- χεραίνων σου τὴν ὑπεροψίαν ἀφ’ ὧι ἔσται μείζων λέγω· τοι- οῦτον γὰρ τὸ φάσκειν εἰς σὲ κεχηνέναι τοσούτους. 7, ἕν’ οὖν μὴ τοῦτο 7], μάνθανε ὡς οὐ πᾶσιν ἀρέσκεις. οἷς γὰρ αἱ τῶν ἄλλων συμφοραὶ πρόσοδοι, κἂν ἀποτεμόντες σε φάγοιεν ἂν ἡδέως, θαυμαστὸν δὲ ἴσως οὐδέν. καὶ γὰρ οἱ λύκοι μισοῦσι τοὺς κύνας.
ἐγώ σοι μικρὰ συγγενόμενος διὰ τὴν ἐν λόγοις ἀσχο- λίαν, ὅτι γε μὴ πάλαι σοι τῶν πάνυ συνήθων γέγονα, βε- βλάφθαι φημὶ καὶ νῦν ἀπὸ γραμμάτων τὴν φιλίαν θηρεύω, οὐχ ὅπως σου καρπωσαίμην τὴν δύναμιν, ἐμπόρου γὰρ τοῦτό γε καὶ οὐ φιλίας ἐπιθυμοῦντος, ἀλλ’ ἵνα μή με καλὸς κἀγαθὸς ἀνὴρ διαφύγῃ κἀν τοῖς ἐπαίνοις τοῖς περὶ σοῦ καταδύωμαι μὴ ἔχων λέγαν ὅτι οὗτος ὁ τοιοῦτος ἐμοὶ φίλος.
εὖ γὰρ ἴσθι, τοῖς μὲν πολλοῖς ἀπὸ τῶν ἄλλων εὐδαίμων εἶναι δοκεῖς, γένους δὴ λέγω καὶ πλούτου καὶ τάξεως, ἐφ’ ἦς σὺ βέβηκας· ἐγὼ δὲ οὐδὲ ταῦτα μὲν ἀτιμάζω, μακαρίζω δὲ τὸ καὶ ἐν τού- τοις εἰδέναι σωφρονεῖν καὶ πολλῆς εὐφημίας τυγχάνειν. χα- λεπὸν γὰρ οὗπερ σὺ τεταγμένον πάντας ἐπαινέτας λαβεῖν. ἀνάγκη γὰρ τὸν ἐν δυνάμει καὶ λυπεῖν τινας.
ἀλλ’ ἐγὼ μέχρι τῆσδε τῆς ἡμέρας ἐπαίνων μὲν σῶν ἀκροατὴς γέγονα, τῶν δὲ ἑτέρων οὔτε ἐγενόμην μήτε γενοίμην.
εὐχόμενος δέ σε μένειν ἀγαθὸν καὶ τῷ καλῷ Σπεκτάτῳ συνεύχομαι. πρὸς γὰρ ἀλλήλους ἡμεῖς ὅπερ Ἡρακλῆς καὶ Θησεὺς πρὸς ἀλλή- λους, ὥσθ’ ὅτι ἂν θατέρῳ καλὸν ᾖ, τοῦτ’ ἀμφοῖν ἐστι.
γε- νέσθω δή σου τῆς καλοκἀγαθίας τὸ καὶ τῶν γραμμάτων ἀντι- δοῦναι γράμματα. εἰ δὲ τοῦτο ἐπίπονον, ἀλλὰ τό γε φιλεῖν ἐθέλειν πόνον οὐκ ἔχει, ὥστ’ ἂν φιλῶν μὴ γράφῃς, ἀρκέσει.
Ἔχω τὴν πατρίδα διὰ σέ, προσθήσω δ’ ἴσως ποτὲ τὸ ὅτι καὶ ὑγιαίνων ἔχω διὰ σέ, ὡς νῦν ἡμῖν ἐπεστράτευσε πάλιν ἐκεῖνο τὸ δεινὸν τὸ σεῖον τὴν κεφαλὴν καὶ φάρμακα πολλὰ μὲν ἀνήλωται πίνοντος ἐμοῦ, τῆς δὲ πόσεως τὸ ἔργον οὐ λαμ- πρόν, ἀλλὰ μέλλουσα μὲν εὔφρανεν ἐλπίδι, γενομένη δὲ ἤνεγκε μικρόν.
ὥστ’ ἂν μὴ τάχιστα ἡμῖν ἀφικόμενος ἐκβάλῃς τὸ κακὸν τῇ τέχνῃ, τῆς γε πατρίδος ἡμᾶς ἐκβαλεῖ τὸ κακόν. οἶσθα γὰρ ὡς οἱ ιοσοῦντες, ἐπειδὰν μηδεὶς ὠφελῇ, τοῦ τόπου κατηγοροῦντες ὑπὸ τῆς ἀπορίας ἀποπηδῶσιν ἐπ’ ἄλλο χωρίον.
σὸν οὖν ἂν εἴη πρὸς τῷ τὴν οἰκείαν ἀποδοῦναι τὸ καὶ τὴν κεφαλὴν ἐρρῶσθαί μοι δοῦναι.
Οὕτω με Σπεκτάτος ὁ γενναῖος ἀνηρτήσατο καὶ προσέ- γειν ἔπεισεν αὑτῷ καὶ πάντα ἄγειν αὑτόν, ὥσθ’ ὅστις ἰδεῖν με ἐθέλοι δύντος ἡλίου, παρὰ τοῦτον ἔτρεχε καὶ εἶχεν εὐθύς καὶ γὰρ τὰ πάντων ἥδιστά μοι βιβλία πολλάκις τοῦδε ἐκρίθη δεύτερα Ἄι εἱλκόμην εἰς τοῦτον ἀπ’ ἐκείνων τῶν παιδικῶν.
αἴτιον δὲ οὐχ οὕτω τὸ τῆς συγγενείας, πολλοὶ γάρ μοι συγγενεῖς, ὧν οὐδείς με τοιαῦτα ἐργάζεται , ἀλλ’ ὁ τρόπος πάντων γέμων φαρμάκων ἐπισπᾶσθαι δεινῶν. ὃ δέ με μάλιστα ἐξέμηνεν, ἐκεῖνό ἐστι.
θαυμάζει τῆς σῆς γνώμης τὸ μέγε- θος κἂν μνησθῇ σου, πολλάκις δὲ τοῦτο δρᾷ, μόλις ἀφίσταται τοῦ περὶ σοῦ τι λέγειν. ἐγὼ δὲ βλέπων εἰς τοὺς παρόντας σεμνύνομαι καὶ χαίρω τῷ τοὺς ἀκροωμένους χαίρειν τε καὶ βοᾶν ὡς οὔτως ἔχοι τὰ σά.
ὁ δὲ καὶ μάντις ἤδη γίνεται κατεχόμενος ὑπὸ σοῦ καὶ προλέγει ταῦτα, ὧν ἡμεῖς μὲν αὐτῷ μισθὸν ὀφείλομεν, οὗτος δὲ σοὶ δίκην. τὸ γὰρ ὡς ἄρξεις ἡμῖν μὲν εἰδόσιν ἃ ποιήσεις ἐν εὐχαῖς, σοὶ δέ, οὐ γὰρ οἶσθα κερδαίνειν ἄρχων, οὐκ ἐν ἡδονῇ.
ἀλλ’ εἰ καὶ βαρύ σοι τὸ ἔργον, μὴ τῷ γε ῥήματι παροξύνου· οὐ γὰρ παρὰ τὸ ῥῆμα ἔσται τὸ ἔργον, ἀλλ’ ἡ τοῦ μάντεως φωνὴ φθάνει τὸ ἔργον.
Οὔθ’ ὁ Λεόντιος ἔδωκε τὴν ἐπιστολήν, ἀλλ’ ἢ οὐ λα- βὼν ἔφησε λαβεῖν ἢ λαβὼν ἀπολώλεκε, Θεμίστιός τε φήσας φέρειν τῆς ὑστεραίας οὐ φέρειν ἔφη· γράψαντα γάρ σε οὐκ ἐπιθεῖναι. ταῦτα δὴ τί βούλεται, δίδαξον, ὡς ἐγὼ τῶν αἰνιγ- μάτων οὐχ ὁρῶ λύσιν.
Σπεκτάτος δὲ παρ’ ἡμῶν ἀνέστη μὶν βραδέως, εὖ δὲ τὰ τῇδε θεὶς ἀνέστη καὶ μιμησάμενος τοῦ Νικίου τοῦ ἡμετέρου προγόνου τὸν τρόπον. Βαβυλῶνα γὰρ ὁρᾶν, ὁρᾶν, εἰ καὶ μὴ πολέμῳ ληφθεῖσαν ἀλλ’ εἰρήνης γε ἀνεῳγμένην νόμῳ.
Ἔχεις ὑπὸ χεῖρα Σπεκτάτον, ὃν ηὔξω λαβεῖν. μὴ τοίνυν πρὸς τὴν ὄψιν μαλακισθῇς, ἀλλ’ ὅσα ἠπείλεις ἐπιτέλει βοῶν, ἕλκω ἄγχων, καταφιλῶν μετὰ θυμοῦ· τοιάσδε γὰρ οἶσθα παρὰ τοῦδε δίκας λαμβάνειν.
σεμνότερος δὲ ἥκει σοι τὸν πόλεμον καταλύσας καὶ καθίσας ἡμῖν ἐν τῷ θεάτρῳ τοὺς δεινοὺς ἐκείνους τοξότας, ὥστ’ εἰκὸς αὐτὸν ἔσεσθαι μείζω παρὰ τῷ βασιλεῖ δυνηθέντα τῇ γνώμη πλέον τῶν ὄντων.
εἰ δὲ σὲ μὶν λέγων φιλεῖν οὐ ψεύδεται, παρ’ ἐκείνου δὲ οὐδενὸς ἀτυχήσει, κώλυμα οὐδὲν ὧν ἐπιθυμεῖς ἔσται σοι. εἰ δὲ δεῖ σε καιρῶν ἀπολαῦσαι. τὸν ὕπνον ἀποθέμενος ἀνίστω.
Ἢ παίζειν ἔοικας ἐν τοῖς γράμμασιν ἢ τὸ πᾶν ἀγνοεῖν, πρῶτον μέν, εἰ νομίζεις τὸν σαυτοῦ θεῖον θείου τι πρὸς σὲ ποιήσειν· ἔπειτα, εἰ δι’ ἡμᾶς. ἐμοὶ γὰρ οὑτοσὶ χαλεπώτερος γέγονε τῶν παρ’ ἡμῖν χαλεπῶν καὶ κακῶς ὅσα δύναται ποιεῖ· δύναται δὲ πολλὰ καὶ πλουτεῖ· τὸ ὁ ὅθεν, ἴστε.
ἔσχε δὲ πρὸς ἐμὲ δυσκόλως ἀπὸ τοῦ μὴ παρὰ σοῦ τυχεῖν ὧν ἐπέ- ταττεν. ἐγὼ μὲν γὰρ οὐδ’ οὕτως ἐπαυόμην φιλῶν, ὁ δ’ ὅτι σε μὴ μεταβαλὼν ἐμίσουν, μισεῖν ᾠήθη με δεῖν.
σὺ δ’ εὖ τι παθεῖν παρ’ ἐκείνου ζητῶν λύκου πτερὰ ζητεῖς· ἐπεὶ καὶ νῦν ὁ Θεμίστιος, ᾧ τί παραπλήσιον εἴποις ἄν; οὗ φθεγγομένου κἂν Σκύθαι γένοιντο ἥμεροι, τί μὲν οὐκ εἶπε, τί δὲ οὐκ ἔδρασε; ποίαν δὲ οὐκ ἧλθε πειθοῦς ὁδόν; Τῷ δ᾿ ἄλληκτόν τε κακόν τε Θυμὸν ἐνὶ στήθεσσι θεοὶ θέσαν εἵνεκα κούρης.
Δοκεῖ γάρ μοι πρὸς τὸ θυγάτριον βλέπων καὶ τὰ Κινύρου Μικρὰ νομίζειν, ὥστε πανταχόθεν ἀρπάζειν, κἂν αἰτήσας μὴ Λάβῃ, ἐχθρὸς εὐθέως ὁ μὴ δοὺς καὶ κακῶς οὐκ ἀκήκοεν, ἀλλὰ Πέπονθεν.
ἢ οὖν ἀποστὰς ὧν αἰτεῖ λῦσον τὸν πόλεμον ἢ Τῶν σαυτοῦ κρατῶν ἀνέχου τοῦ πολέμου.
Πάλαι σου τὴν περὶ τὸ ἄρχειν ἐπιστήμην εἰδώς, ὅτι Καὶ τὴν παροῦσαν μετὰ παντὸς ἄρχεις τοῦ προςήκοντος, οἶδα. Εἰ δὲ μὴ καὶ πάλαι σε ἐτύγχανον εἰδώς, εὗρον ἄν σου τὴν ἀρετὴν ἀπὸ τοῦ φίλου. ὅστις γὰρ ὁμιλῶν ἥδεται Θεμιστίῳ, Οὐ πώποτ᾿ ἠρώτησα γινώσκων, ὅτι τοῦ ζῆν ὡς ἄριστα Ποιεῖται λόγον.
Διὸ δὴ καὶ αὐτὸς ἐκεῖ τε συνέζων αὐτῷ καθάπερ συμπεφυκὼς καὶ τῇδε ταὐτὸν ἐποίησα. συνὼν οὐκ ἐπαυσάμην, ὅπως τε ἀκούοιμί τι χρηστὸν καὶ δοκοίην τοῖς πολίταις εἶναι μὴ κακὸς ἀπὸ τοῦ χαίρειν τῷ καλῷ.
γράμ- ματα δέ μοι σὰ κομίζων διπλῆν ἐποίει τὴν ἡδονήν, αὐτοῖς τε τοῖς δοθεῖσι καὶ ὅτι τοιοῦτος ἦν ὁ φέρων. καὶ δή με καὶ μετεωρίσας τοῖς περὶ σοῦ λόγοις ὥρμησε πρὸς τὴν ὁδόν. καὶ νῦν ἔ σοι διελεγόμην, εἰ μή με τὸ γῆρας τῆς μητρὸς ἔκαμψε πάνυ χρῇζον ἐπικουρίας. εἰ δὲ μὴ τοῦτο μένειν ἔπειθεν, οὐ- δὲν ἄν με τῶν ἄλλων μᾶλλον ἔπειθεν ἢ σοὶ βαδίζειν.
ἴσως μὲν οὖν καὶ μένων ὄψομαί σε, τὴν γὰρ Τύχην ὁρῶ σε κομί- ζουσαν οἷ δεῖ σε ἐλθεῖν· ἴσως δὲ καὶ τῆσδέ σοι τῆς ἀρχῆς μηκυνομένης ἐμέ τις ὄψεται παρὰ σοί.
τῆς δὲ ὕβρεως ἣν ὕβρισμαι, πρὸς θεῶν, ἀπαίτησον δίκας καὶ μὴ τὸ γνῶναι πολλοὺς τὴν συκοφαντίαν μᾶλλον ἡγήσῃ φοβερὸν ἢ τὸ μὴ λαβεῖν με δίκην τοιούτων ὑβρισμάτων.
ὅπως δὲ ταῦτα ἔσται, καλῶς εἴσῃ τά τε ἄλλα ἐπιστάμενος καὶ δικῶν ὁδούς. οὐ γὰρ ἔγωγε οἴσω τὰ τῶν κακῶς πεπλουτηκότων ἀκούων ἐν πενία.
Εἰ δὲ τοῦτο ἐγεγόνει καὶ σὲ εἶχεν ὁ χορὸς ὃν νικῶν συν- έστησε Θεμίστιος, ἀπῆν ἂν ἡμῖν εὐδαιμονίας οὐδέν. νῦν δὲ οὐ πάντα θεοὶ δόσαν, ἀλλὰ τὸν μὲν ἑωρῶμεν, τοῖς δὲ ὡμιλοῦμεν γράμμασι.
μακαρίους δὲ καὶ σὺ τότε ἡμᾶς ὀρθῶς ἐκάλεις καὶ νῦν ἡμεῖς σέ· τότε μὲν γὰρ ὡς ἡμᾶς ᾔει τἀγα- θόν, νῦν δὲ ἀναστρέφει παρὰ σέ.
ἀπόλαυε δὴ καὶ πάρεχε τὰ ὦτα διηγήσει μακρᾷ καὶ χρῶ διδασκάλῳ νέων πραγμάτων, ὃν ἐδίδασκες τὰ ἀρχαῖα.
Ἐξέμηνε τὴν πόλιν ἡμῖν εἰς σοφίας ἔρωτα Θεμίστιος σιγῶν μὲν οὐδαμοῦ, πανταχοῦ δὲ λέγων, καὶ λέγων οἷα τοῦτον ἦν εἰκὸς λέγειν, ὥστ’ εἰ μὴ τάχιστα ἀπῆρε, κἂν μετέστησε τὴν βουλὴν ἀπὸ τούτων ἐν οἷς νῦν ἐστιν ἐπὶ τὸν αὑτοῦ βίον.
ἐμὲ δὲ ἀναμνήσας τῶν παλαιῶν ἐκείνων πραγμάτων εἰς δάκρυα κατέστησεν, ὃ ἐγὼ τὴν πατρίδα ποθῶν ἴτ’ ὢν παρ’ ὑμῖν οὐδε- πώποτε οἶδα παθών. ἔχει δέ μοι καὶ τὸ σῶμα οὕτως ὥστε ἐλεοῦμαι μὲν ὑπὸ τῶν ἄλλων, ζημία δέ μοι τὸ μὴ τεθνάναι. καὶ πολλὰ μὲν ᾄδεται τῶν νοσημάτων αἴτια, δεῖ δὲ φέ- ρειν ἀφέντα ζητεῖν, ὅθεν ἐστίν. οὐδὲ γὰρ ἐζητοῦμέν τι ῥᾷστον εἴρειν.
σὺ δὲ οὐ γράψας προσέθηκας τοῖς κακοῖς. εἰ δὲ τοῦτο λέγοις, ὡς ἀντὶ γραμμάτων ἥκει Θεμίστιος, ἀκούσῃ· τί δ’ ἂν ἦν μᾶλλον πρέπον γράμμασι Θε μιστίου;
Λητόιος ἡμῖν φίλος ἐστὶν ἀπὸ τοῦ χρηστὸς εἶναι καὶ κρείττων τοῦ σχήματος ἐν ᾧ ζῇ. ζῇ μὲν γὰρ ἐν στρατιώτου μοίρᾳ, τῇ γνώμη δὲ μετὰ τῶν περὶ τοὺς λόγους ἐστίν.
οὗτος ἐντυχών μοι τό τε μέλλειν ὡς ὑμᾶς ἰέναι φράζει καὶ κελεύει πρὸς Εὐτόκιον ἐπιστεῖλαι. ἐγὼ δέ, ὅστις μὲν οὗτος Εὐτόκιος, οὐκ ἔμελλον ἐρήσεσθαι, πάντας γὰρ ἐμπέπληκας τοῦ περὶ σαυτοῦ λόγου, τὸ δὲ μήπω σοι συμμίξαντα γράφειν ὄκνον παρεῖχε καὶ ἐδεδοίκειν μὴ δόξω τούτων εἶναι τῶν ἐνοχλούν- των.
Λητοίου δὲ δεομένου μὴ ἄλλως ποιεῖν καὶ φήσαντος οὐ πρὶν ἀποστήσεσθαι καὶ ἅμα ὑποσχομένου σοὶ μὲν ἡδονήν, ἐμοὶ δὲ οἴσειν τὴν σὴν φιλίαν τὰ γράμματα τὸ μὲν ὑπήκουσα, τὸ δὲ εὔχομαι.
Οὐ λέληθεν ἡμᾶς οὔθ’ ὅπως σὺ τὴν Αἴγυπτον ὠφελεῖς οὔθ’ ὅπως Αἰγύπτιοι σὲ φιλοῦσι καὶ χωροίη γε ταῦτα ἄμφω διὰ τέλους.
πρόσθες δὴ τοῖς εὖ πεπονθόσιν ὑπὸ σοῦ καὶ τουτονὶ Δουλκίτιον, ὃς ἄλλως οὐκ ἂν ἐλθὼν εἰς Αἴγυπτον, ἐπειδὴ σὺ τἀκεῖ φυλάττεις, ἥκει νομίζων ἴσως μέν τι καὶ ἄλλο κερδανεῖν, μέγιστον δὲ καὶ πρὸ τῶν ἄλλων εὐθὺς τὸ σὲ προσ- ἰδεῖν.
ὡς οὑν ἡμῖν τε ἐπιτήδειον καὶ σὸν ἐραστὴν ποίει τῶν ἄλλων εὐδαιμονέστερον.
Δουλκίτιός ἐστι μὲν ἀπὸ τῆς ἰσχυούσης ὅσον οἶσθα συμμορίας, βούλοιτο δ’ ἂν ἐπιεικείᾳ μᾶλλον ἢ τῷ δύνασθαι δόξαι τῆς παρὰ σοῦ τιμῆς τυγχάνειν.
γινέσθω δέ σοι ση- μεῖον τὸ τοῖς παρ’ ἡμῶν αὐτὸν μᾶλλον πιστεῦσαι γράμμασιν ἢ ὅσα τῆς ἀρχῆς ἔρχεται φέρων. τὸ δὲ αὐτὸ τούτῳ τε ἰσχυρὸν καὶ σοί τις ἔπαινος, εἰ φαίνοιο τοὺς σοφιστὰς μᾶλλον αἰδού- μένος ἢ τοὺς ἄρχοντας φοβούμενος.
ἐγὼ μὲν οὖν οἶδα τούτῳ χάριν, ὅτι μοι προσειπεῖν ἔδωκέ σε· σὺ δ’ εἰ τοῦ λαβεῖν ἔχεις, δεῖξον ἔργῳ. πάντως δὲ ἀρκέσει Δουλκιτίῳ γνῶναι τοὺς Αἰγυπτίους ὡς ἄρα αὐτὸν ἐπίστασαι.
Ἐγὼ σοὶ πολλάκις ἐπιστέλλων βουλοίμην ἂν σὲ μὴ γρά- φειν ἐμοί. τοῦτο γάρ μοι δώσει σοῦ κατηγορεῖν, ὃ περὶ παν- τὸς ἐμοί, τὸ σὲ διώκειν ἔχειν. οὐ μὴν ἔτ᾿ ἂν βουλοίμην σε μὴ ποιεῖν ἃ ἂν κελεύω σε ποιεῖν, ἀλλὰ καὶ πάνυ ποιεῖ
τί οὖν κελεύω; φησὶ Δημοσθένης. παρ’ οἱ, τὰ γράμματα δέχῃ, τοῦτον ποιεῖν ὅ τι ἔχεις ἀγαθόν. καὶ γὰρ εἰς ἡμέτερον φίλον εὐεργέτης ἴσῃ καὶ κτήσῃ φίλον ἐπαινεῖν εἰδότα. τοῦτο δὲ σοὶ δήπου μέλει ἢ τὸ κερδαίνειν ἑτέροις.
Σὺ τοῖς Σύροις λιμήν, κἂν ἀμοιρῶσι παιδείας, καὶ τοῖς γε παιδείας μετειληφόσι πάλιν λιμήν, κἂν μὴ Σύρους εἶναι συμβαίνῃ. χαίρεις δέ που καὶ τοῖς ἡμετέροις φίλοις, κἂν ἑτέ- ρωθεν ὦσι, κἂν μὴ λόγους εἰδῶσιν.
εὑρίσκω δὴ πάντα παρὰ τῷ τὰ γράμματα φέροντι· καὶ γὰρ πολίτης ἡμῖν καὶ συνήθης Ἡλιόδωρος καὶ δεινὸς εἰπεῖν. χρῶ δὴ τῷ σαυτοῦ περὶ τὸν ἄνδρα τρόπῳ.
Ἔρχεται μὲν εὶς Ἰταλίαν Ἡλιόδωρος, τῆς αὐτοῦ δὲ ὁδοῦ τῶν ἐν τῇ γῇ τὸ κάλλιστον ὄψεται τὴν ὑμετέραν πόλιν. ζητῶν δὲ τῶν ἐν αὐτῇ τῇ πόλει τὸ κάλλιστον ἄγεται παρὰ σὲ διὰ τῆς ἐπιστολῆς, ὃς καὶ τῇ πόλει δίδως τῶν ἄλλων κρατεῖν.
τὸν δὲ ἄνδρα, κἂν ἐπείγηται, δίδαξον, ὅστις εἶ, δίκαιον ὄντα μὴ τὸν σὸν ἀγνοεῖν τρόπον. πάντως δέ, ὅ τι ἂν φθέγξη πρὸς αὐτόν, θαυμάζοντα ἀποπέμψεις.
Οὗ μάλιστα ἐπεθύμεις, ἐπεθύμεις δέ, οἶμαι, γραμμάτων ἐμῶν, τοῦτο ἤκει σοι. κομίζει δὲ Σευῆρος, ἀνὴρ ᾧ ποιεῖ σε προστάτην δικαιώματα δύο, τό τε πρὸς ἡμᾶς αὐτὸν ἔχειν οἰ- κείως καὶ τὸ πολίτην ἀμφοῖν εἶναι τὸν ἄνδρα.
τοῦ μὲν οὖν μαθεῖν σε ταῦτα ἐμέλησεν ἐμοί, τῆς δὲ εἰς τὸ βοηθεῖ, προθυμίας σοὶ δήπου μελήσει· ὡς ἑκάτερόν γε ἄτοπον, καὶ τὸ πὲρ ὧν ἥκει μὴ πρᾶξαι καὶ τὸ σοῦ παρόντος μὴ διὸ σοῦ τινος ἀγαθοῦ τυχεῖν.
Ἄλλοις μὲν ἄλλος φιλοτιμεῖται, Σευῆρος δὲ τῷ φίλος ἐμὸς εἶναι. καὶ δῆλον ὡς εὐθὺς ἥκων πρὸς ὑμᾶς τοῦτο κη- ρύξει.
ἔδεισα δὴ μὴ τὸ μὲν ἀκούων, γράμματα δὲ ἐμὰ διὰ τοῦ ταῦτα λέγοντος οὐ λαβὼν ἢ ψεύστην ἐκεῖνον ἢ κακὸν ἐμὲ περὶ τὸν φίλον ἡγήσῃ. τί γὰρ ἂν αὐτὸν ἠδίκησα μεῖζον ἢ τῆς σῆς ῥοπῆς ἀποστερῶν; τὸ γὰρ μὴ δοῦναι παρὸν εἰς τὸ ἀποστερεῖν ἔγωγε ἂν θείην.
ὧν μὲν οὖν δεῖται, τῶν πάνυ ῥᾴστων ἐστί· φοβοῦμαι δὲ μὴ τοῦτό σε κωλύσῃ συμμαχεῖν, ὡς πρέπον σοι τὴν ῥώμην ἐν μεγάλοις δεικνύειν. ἀλλ’, ὦ δαιμόνιε, χάριν ἐμὴν ἅψαι καὶ τῶν μικρῶν.
Φιλῶ γὰρ ἐμαυτὸν καὶ διὰ τοῦτο σὲ φιλῶ καὶ φιλεῖν ὁμολογῶ, ὡς ὅστις σε εἰδὼς οὐ φιλεῖ, δοκεῖ μοι μισεῖν αὑτόν. Κυζικηνῶν δὲ τὴν ὁρμὴν ἐπαινέσας μέμφομαι τὴν μεταβολήν. τὸ μὲν γὰρ εἰς τὸν κύκνον ἰδεῖν καλόν, τὸ δὲ τῷ κολοιῷ δοῦναι χώραν οὐ καλόν, ἀλλ’ ἀτεχνῶς τὸ Ἀριστοφάνους· ὁ Θέογνις ἀντ’ Αἰσχύλου. γράμματα δὲ πρὸς οἷα οἷα φῄς οὐχ ἧκεν, εἰ δ’ ἔλθοι, τὸν φίλον ὄψει, τῇ γυναικὶ δέ, ἥν, ὅτι αὐτῆς ἐπιμελῇ, μακαρίζω. πέπρακται γὰρ ὧν ἔχρῃζε τοῦ παιδὸς εὑρόντος ἕτερον σύμμαχον.
Πόλλα ἀγαθὰ γένοιτο Βακχίῳ καλῷ τε ὄντι καὶ καλῶν ἐρῶντι. λέγω δὲ οὐκ ἐμαυτὸν σεμνύνων, ἐρᾷ μὲν γὰρ καὶ ἐμοῦ, καλοῦ δὲ οὐ πάνυ, σοῦ δὲ πάνυ τε ἐρᾷ καὶ πάνυ καλοῦ, ὃς τοιαύτην ἡμῖν φέρων ἐνέθηκας εἰς τὴν ἐπιστολὴν τὴν ἠχώ, ὥστε κατειχόμην μὲν ὑπ’ αὐτῆς καὶ πρὸς τὸ κάλλος ἐπήδων θαυμάζων τῶν ὀνομάτων τὴν ὥραν οὐχ ἧττον ἡ αὐ- τὴν ὁ Πὰν τὴν θεόν.
συνέβη δέ τι δυσχερὲς ἐμοί τε καὶ Βακχίῳ. μεσούσης μὲν γὰρ τῆς ἡμέρας λέγων ἐπεπαύμην ἐγώ, ληγούσης δὲ οὗτος ἐπῆλθε καὶ βλέποντες εἰς ἀλλήλους ἠληοῦ- μεν, ὁ μὲν ὡς ὑστερήσας τῶν λόγων, ὁ δ’ εἰπὼν οὐ τυχὼν τῆς τοῦ φίλου ῥοπῆς. ἀλλ’ ἐκεῖνό γε ἐτερπόμην ἀκούων, ὅτι τὴν ἀπάτην οἱ τοῦτο παθόντες παρ’ ὑμῖν ἀποτίθενται καὶ ἐπανίασιν ὅθεν οὐ καλῶς ἐξέβησαν.
λόγους δὲ μὴ αἴτει μᾶλλον ἢ πέμπε μηδ’ οἴου λαμβάνειν σοι μᾶλλον ἡ διδόναι προσήκειν μηδὲ σφόδρα δίκαιος ὢν ’ν τοῦτο ἄδικον ποίει. πῶς γὰρ οὐ δεινὸν Ἀλέξανδρον σοὶ μὲν ἡμετέρους κομίζειν λόγους, ἡμῖν δὲ ἐπαίνους τῶν σῶν λόγων ἀντὶ τῶν λόγων αὐτῶν;
ἀλλ’, ὦ δαιμόνιε, δεῖξον ἡμῖν πρὸ τοῦ σώματος τὸν ῥήτορα· δηλοῦται μὲν γὰρ ἡ τέχνη καὶ διὰ τῶν γραμμάτων, τὸ δὲ μηδὲν τῶν σῶν ἀγνοεῖν ἄμεινόν τε καὶ χαριέστερον.
Ἐγὼ τὸν σὸν ἡγούμην συγγενῆ κακοῦ μὲν οὐδενός, ἀγα- θῶν δὲ πολλῶν αἴτιον ἔσεσθαί μοι ὁ δὲ ἀφ’ οὗ μάλιστα ἂν ἐβλάβην, τοῦτο διετέλεσε ποιῶν. οὔτε γὰρ μεθ’ ἡμῶν ὢν τὰ παρ’ ἡμῶν ἔπεμψέ σοι γράμματα πολλὰ λαβὼν ἅ τε ἐπέθηκα ἀπιόντι, ταῦτα οὐ φαίνῃ λαβών. εἰπάτω, τίνος τοσαύτην ἀπῄ- τησε δίκην· ὡς τό γε μὴ εἶναι τοῦτο δίκην οὐκ ἀρνήσεται.
τὰ δ’ ἡμέτερα οὕτως ἔχει· πόνος πολύς, ὁ μὲν ἀπὸ τῶν νέων. ὁ δ’ ἀπὸ τοῦ πολλάκις εἰς ἀγῶνας ἐμβαίνειν. καὶ πρόσ- εστι τὸ νοσεῖν ἀεί. πάντα γὰρ δὴ τὸν χρόνον τοῦτον ἐνναίον- τες ταῖς τῶν ἰατρῶν χερσὶν οὔπω τελέως ἵξω τοῦ νοσεῖν ἐσμεν.
τῶν πολιτῶν δὲ ἡμὶν πλὴν ἑνὸς ἐχόντων οἰκείως τῶν ἐν ταῖς δίκαις οἱ μὲν ὄντες ὡς ἀληθῶς ῥήτορες μεθ’ ἡμῶν εἰσιν, οἱ δὲ βλάψαντες ἄν, εἰ μεθ’ ἡμῶν ἦσαν, ἑτέρων εὖ ποιοῦντές εἰσιν ἐσθίοντες πολλά, πίνοντες κρα- τῆρας τοῦ θαυμασίου σοφιστοῦ.
παρ’ ᾧ δὲ δικαίως ἂν ἴσχυον ὅσον οὐκ ἄλλος, ἀσθενέστερος ἁπάντων εἰμί. καὶ οἶδα μὲν ὡς δοκῶ δύνασθαι, δύναμαι δὲ οὐδὲ μικρόν. καὶ ταῦτά σοι, κἂν μὴ νῦν φαίνηται πιστά, φανεῖται μικρὸν ὕστερον.
Ἤιδειν ὅτι μου μέμνησαι καὶ πρὶν ἐπιστείλῃς, τὸν γὰρ ἀδελφὸν ᾔδεις καὶ διὰ τούτου τιμήσων· γράμματα δὲ προσθεὶς ἐχαρίσω καὶ ταύτῃ.
ὁ δὲ ἥκων παρ’ ὑμῶν ἔγνω τε εὐθὺς ὡς εἴην συκίνη βοήθεια καὶ πέρας αὐτῷ τῶν πραγμάτων δι ἑτέρου λαβόντων τοῦτο ἔφρασεν αὐτὸ καὶ δοὺς τὰς ἐπιστολὰς ἀντέλαβεν.
ἐγὼ μὲν οὗπέρ εἰμι κύριος ποιῶ, γράφω, τὰ ἔργα δὲ ὑμῖν παρὰ τῶν ἰσχυόντων.
Ὑπῆρξεν ἡδύ τι Ῥουφίνῳ παρ’ ἡμῖν, ἤκουσέ μου. καὶ δὴ καὶ αὐτὸς ἡδόμην Ῥουφῖνον ὁρῶν ἀκούοντά μου.
ἴσῃ δὲ καὶ σὺ τῶν ἡδομένων ταῦτα ἀπαγγέλλοντος ἀκούων. ἔνι γὰρ αὐτῷ περί τε ἡμῶν εἰπεῖν τι καλὸν καὶ περὶ τῶν Βοιω- τῶν, ὅτι εἶεν Βοιωτοί.
Τῷ μὲν ἐπιστέλλειν τιμᾷς, ὧν δὲ ἐδεήθημεν τυχεῖν, ταῦτα οὔτε ποιῶν οὔτε δηλῶν, δι’ ὅ τι μὴ ποιεῖν ἴδει, λυπεῖς.
ἐγὼ δὲ αὖ Πυθῶδε· πάλιν γάρ σοι περὶ Βοηθοῦ δια- λέξομαι. ὁ δὲ Βοηθὸς οὗτος πόλεως μὲν Ἐλούσης, Ζηνοβίου δὲ ἀνεψιός, ὂν τεθνεῶτα πλέον ἢ ζῶντα αἰδούμεθα. τοῦτον εὑρὼν τῆς εἰρήνης φύλακα τὸν μὲν ἔπαυσας, ἑτέρῳ δὲ τὸ πρᾶγμα ἐπέτρεψας.
καὶ οὐ μέμφομαι, χάριν δὲ ἐπαγγέλλω τὸ τὸν Βοηθὸν πάλιν ἐν οἷς ἦν πρὸ τοῦ φανῆναι. εἰ δὲ ἐμοὶ μὲν τοῦτο ἐν σπουδῇ, σοὶ δὲ οὐκ ἔργον, αἰσχύνη δὲ ἄπεστι τῆς χάριτος, τί οὐ δίδως;
Ἀρτέμων οὗτος πολίτης μέν ἐστιν ἐμός μαθητὴς δὲ ἑτέρων. τοῦτο δὲ τὸ ἑτέρων οὐκ ἔστιν ὅτε οὐκ ἐμέμψατο. συνέβη δὲ αὐτῷ συνεῖναι μὲν ἄλλοις, ἡμῶν δὲ ἐρᾶν, τὰ μὲν καιροῦ, τὰ τὰ δὲ τύχης, τὰ δὲ τοῦ μέλλειν ἀπαίρειν οὐ δόντων ὧν ἐπεθύμει τυχεῖν.
τάττεται οὖν ὑφ’ ἡμῶν ἐν τοῖς ἀκη- κοόσιν ἡμῶν, ἐπειδὴ γνώμην ἔσχεν εἰς ἡμᾶς ἣν οἱ μεθ’ ἡμῶν. ὡς οὖν προσελθὼν εἶπεν, οἷ βαδιεῖται καὶ ἐφ’ ὅ τι, καὶ έπῄ- νεσα καὶ συνευξάμην καὶ ἐμήνυσα τὸν ὅρμον.
ἐγὼ μὲν οὖν τὸν νεανίσκον ἠμειψάμην τῷ πέμψαι παρ’ ὃν ἐχρῆν, σὺ δ’ αὐτὸν παίδευε μὲν ἃ καὶ τοὺς ἄλλους, ὅρα δὲ ἥδιον ἢ τοὺς ἄλλους, ὅπως εἰδέναι πᾶσιν ᾖ, πόσον τι τοὐμὸν παρὰ σοί.
Εὖθύς ἀκούσας σε τῆς Ῥώμης εἰλῆφθαι τούτου σε εὐδαι- μόνιζον γνοὺς δὲ ὅτι σοι καὶ δόξα βελτίων εἴη καὶ δύναμις αὐτόθι, μᾶλλον ἐκάλουν εὐδαίμονα. δέδοικα μέντοι μὴ τοῦτο τὴν ἡμετέραν ἀποστερήσῃ τῶν ἑαυτῆς τὸ τοῖς ἐγγόνοις εἶναι παρ’ ἄλλοις εὐδοκιμεῖν.
ἐγὼ δέ σε πανταχοῦ μὲν ἐπαίνων βουλοίμην ἂν τυγχάνειν, οὐ μέντοι τούτῳ τὴν ἐνεγκοῦσαν ἀδικεῖν, ἣ δεῖται μέν σου δι’ ἡμῶν ἥκειν αὑτῇ χαίρουσα μὲν ἐφ’ οἷς ἐκτήσω λόγοις, ἐρῶσα δὲ τῆς ἀπολαύσεως ὧν ἐκτήσω λόγων. μέμφεται δὲ ἐμοὶ πρὸ σοῦ· σὲ γὰρ οἴονται τοῖς ἐμοῖς ἕπεσθαι νεύμασι καὶ τοῦ μήπω σε ἥκειν ἐμὲ τὸν οὐ λέγοντα αἰτιῶνται.
Ῥώμη μὲν οὖν ἔστω τὸ κεφάλαιον τῶν ἐν τῇ γῇ, σὲ δὲ μὴ τοῦτο ποιείτω καὶ φίλων ἐπιλήσμονα καὶ γένους, ἀλλ’ ἐφ’ ὁμοίοις ἡμῖν ἐπάνιθι καὶ συνεπιμελοῦ ποιμνίων ἥδιον τὸ μετ’ ἐμοῦ τούτων ἄρχειν ἢ τὸ πόλεων ἡγούμενος. εἰ δ’ ἥττων ἀκοὴ τῆς σῆς φωνῆς, σύ τοι ποιήσεις αὐτὴν κρείττω τῇ σῇ φωνῇ
βιβλίοις δὲ οἷς τε ἔπεμψας ἥσθη, οἷς τε συλλέγειν ἔφης. ἥξει δέ σοι καὶ παρ’ ἡμῶν τοῦ θέρους ἃ κελεύεις.
Νῦν ἡμῖν τε ὑπὲρ τῶν μεγίστων ἡ σπουδὴ καὶ σὺ βου- ληθεὶς τὰ μέγιστα ἔση δεδωκώς. τῷ δὲ αὐτῷ καὶ ἡμᾶς ὀνή- σεῖς καὶ σαυτὸν κοσμήσεις· τὸ γὰρ ἀδικουμένοις βοηθεῖν τοὺς μὲν ἀπαλλάττει τῶν κακῶν, τῷ δὲ ἀπαλλάξαντι τὴν ἀμείνω δόξαν φέρει.
σκόπει δὲ ὅσα σε παρακαλεῖ πρὸς τὸ συμ- μαχεῖν. ἕλκεται παρ’ ἀνδρῶν Ἀπολινάριος εἰς Ἰταλίαν πολλὰς πόλεις ἐδηδοκότων, ὅπως καὶ τοῦτον καταπίοιεν. τοῦτό σε πρῶτον κινείτω· χρηστὸς ἁνὴρ καὶ τῶν γένει σεμνυνομένων καὶ τῶν ἐν λόγοις ὄντων. τρία ταῦτά σε ἐπ’ ἐκείνῳ προτρε- πέτω.
φίλος ἡμῖν πάλαι μὲν ἀρξάμενος, ἀεὶ δὲ τῷ φιλεῖν προστεθεικώς. τοῦτ᾿ ἐκείνων παρὰ σοὶ κριτῇ μεῖζον. ἄκουε δὴ καὶ τὸ μέγιστον· Κυρίνου γὰρ ἀδελφός, ὃς ἐν ταῖς ἀρχαῖς τὰς σὰς ἐμιμήσατο χεῖρας εἴσω ·μὲν αὐτὰς ἔχων, προτείνας δὲ οὐδαμοῦ.
οὗτος ὁ Κυρῖνος δύο μὲν ἐν τῇ ψυχῇ φυλάττει συνεχεῖς φροντίδας, ἐμέ τε καὶ τὸν υἱόν, μέλει γὰρ αὐτῷ τοῦ μέν, ὅπως λήψεται λόγους, ἐμοῦ δέ, ὅπως δόξω κρατεῖν ἐν λόγοις. ὁρῶν δὲ τὸν ἀδελφὸν ἐλαυνόμενον τὴν μόνην μὲν οὐκ ἠγνόησεν ἐλπίδα, τὴν σὴν ἀνδρίαν, γράμματα δὲ πέμψαι μὲν ἐκέλευσεν ἐμέ, πέμψαι δὲ ὤκνησεν αὐτὸς ‘ὲν τοῦτο μόνον ἁμαρτάνων, ὅτι ῥήτωρ ἐστὶν ἄτολμος.
σὺ δὲ καὶ τοῦτο αἰδεσθεὶς αὐτοῦ καὶ τἄλλα ἐνθυμηθεὶς ζήλωσον πρὸς τὸν ἀδελφὸν τούτου τὴν τούτου πρὸς ἐμὲ σπουδήν.
Ἣν ἂν ἥσθην ἡδονήν, εἰ Σύρων ἦρχες, ταύτην ἥδομαι νῦν, ἐπειδὴ πόλεων ἄρχεις, ἃς ἐν ἴσῳ ποιοῦμαι τῇ πατρίδι. τὰ μὲν οὖν δίκαια καὶ μηδενός σε παρακαλοῦντος ὑπάρξει τοῖς γε ὑπὸ σοί, κωλύει δὲ οὐδὲν μηνύσαι τοῖς ἡμῖν ἐπιτη- δείοις τὸ πᾶσιν εἶναι τῶν δικαίων τυγχάνειν. πρὸς γὰρ τῷ τῶν κοινῶν ἀπολαύειν ἀγαθῶν ἔχει τι μέρος εὐθυμίας τὸ μὴ ἠγνοῆσθαι.
πατὴρ ἦν Στρατηγίῳ χρηστὸς εἶναι ἐθέλων καὶ φίλος ἡμῖν. οὗτος ἃ μέγιστα ἀνθρώποις ἐστὶν ἐνεχείρισέ μοι τοὺς υἱεῖς αὑτοῦ. τούτων ὁ μὲν ἔτι παρ’ ἡμῖν ἐπὶ λόγοις, ὁ δὲ μικρὰ μετασχὼν εἰς τὸ λειτουργεῖν εἰσῆλθεν ὡς ἐν ταῖς φροντίσι τοῦ πατρὸς ἐσόμενος λαμπρός
ἀλλὰ τὸν μὲν ἐκ μέσων τῶν πόνων ὁ δαίμων ἥρπασεν, ὁ δὲ ὢν ἔρημος εἰς τὴν σὴν καταφεύγει πρόνοιαν. οὐ γὰρ ἄδηλον ὡς οἷς τε δεῖ πολλῆς ἐπικουρίας εἴσῃ καὶ δώσεις ὁπόσης δεῖ.
Γυμνασίῳ πάντ’ ἂν ὑπῆρξε ῥᾳδίως κοὶ μένοντι πὰρ ἡμῖν, θαῦμα δὲ παρέσχε Στρατηγίῳ τὸ μήτε σὲ τοῖς καλοῦσιν ὑπακοῦσαι σέ τε μιμούμενον ἐκεῖνον οὐ πορευθῆναι.
καὶ δὴ καὶ ἐμέμφετό σε τοῦ μὴ ἄρχειν ἐθέλειν ἄρχειν ὄντα ἐπι- τήδειον, ἐγὼ δέ σε οὐκ ἔφην ἰδιωτεύειν ἄρχοντος ἐκείνου καὶ ἥσθη τῷ λόγῳ.
περὶ δὲ τοῦ σώματος οὐ κακῶς ἐμαντεύσω· χωρεῖ γάρ πως ἐπὶ τὰ βελτίω θεοῦ διδόντος, προσκείσθω γάρ τὴν βουλὴν δὲ λέγων κακῶς εἰς τοὺς φίλους ἡμῖν βλασφη- μεὶς πλὴν γὰρ ἑνὸς οἴκου φρενῶν ἐρήμου τὸ πᾶν ἐμόν.
σὺ δέ, οὐκ οἶδ᾿ ὅπως, ὑπερβὰς τὸ τἀμὰ παρὰ τῶν μανθάνειν ἐπιστολῶν προσέχεις τὸν νοῦν ἀνθρώπῳ λέγοντι οὐχ ἅπερ ἤθελεν εἰρηκέναι. καὶ γὰρ ἃ διελέχθης περὶ τοῦ θυμοῦ, συνῆκα ὅθεν ἦν.
ἐγὼ δὲ μηδέποτε ἐπὶ τοὺς ἐχθροὺς γενοίμην ἄθυμος ἐπεὶ καὶ νῦν δίκας τὰς μὲν δεδώκασι, τὰς δὲ ἴσως δώσουσιν.
Γεροντίου τὸν τρόπον ἐπαινέσας ἐποιησάμην φίλον καὶ 20 δὴ καὶ ὅντινα ἂν δύνωμαι ποιῶ τῷ Γεροντίῳ. φίλον δὲ σὲ ἐγὼ μὲν μάλιστα ἂν δυναίμην ποιεῖν, οὗτος δ’ ἂν εὔξαιτο λαβεῖν.
ἥκει μὲν οὖν παρ’ ὑμᾶς τῶν αὑτοῦ τι δεόμενος, γενέσθαι δὲ αὐτῷ προστάτην ἕτερον σοῦ παρόντος οὐκ εὐπρε- πές. ὅπως οὖν καὶ δέξη καὶ μετ’ εὐνοίας ὄψει κοὶ καταστή- σεις εἰς σχῆμα τὸν ἄνδρα βέλτιον.
Καὶ πρότερον ἐπέστειλά σοι παρακαλῶν σε μὴ τὴν πα. τρίδα ἀτιμάσαι καὶ νῦν ταὐτὰ παρακαλῶ Ῥώμην μὲν θαυμά- ζειν, οἰκεῖν δὲ τὴν σαυτοῦ. τόπος δέ σοι καὶ χοροὶ νέων καὶ ψήφισμα τιμὰς ἔχον, πάντα εὐτρεπῆ.
δεῖ δ’ ἐμοῦ τοῖς πράγμασι τῆς σῆς φωνῆς. εἰ γὰρ δεῖ τοὺς ἡμετέρους ἑταίρους ἐν δίκαις ἰσχύσαι, τοῦτο δὲ ἀμήχανον ὑπὸ τῆς ἑτέρας γλώτ- της, πῶς οὐ χρὴ παρόντα σὲ συνεφάπτεσθαι τοῦ ποιμνίου;
ἀλλ’, ὦ γαθέ, γενοῦ ποτε καὶ διδάσκαλος, ἐπειδὴ μαθη- τὴς ἐγένου γενναῖος, καὶ αὐτός τε ἐλθεῖν καὶ μετὰ βιβλίων.
Κἀκεῖνο ἂν εἶχε καλῶς, εἰ παρὼν ἐχρῶ τῷ νόμῳ, καὶ τὸ νῦν οὐ κακῶς, τὸ μηδὲ ἀπόντα τὸν νόμον ἐκλιπεῖν.
ἥσθην δὲ τῷ τε μετ’ ἐπιστολῆς ἴν τὸ χρυσίον καὶ ὅτι τἀναντία τοῖς πολλοῖς τῶν νέων ποιεῖς. οἱ μὲν γὰρ φεύγουσι τοὺς ἐφεστηκότας, σὺ δὲ καλεῖς τὸν ἐπιστησόμενον δηλῶν ὡς καἰ νῦν ἐν τῷ πονεῖν διάγεις ἀντ’ ἐμοῦ τὸν πατέρα τιθέμενος· ᾧ γένοιο παραπλήσιος· ὡς τό γε νικῆσαι τῶν ἀμηχάνων.
Οὕτως ἐγνώκειμεν ἐγώ τε καὶ ὁ σὸς ἀδελφὸς παραδοῦ- ναι τὸν ἄνδρα τοῖς σοῖς ἄγειν πρὸς σέ· ἔπειθ᾿ μὲν ἐξῆλθον οὐ μάλα τοι δείξαντες ὡς ἐκείνου δέοιντο· τὸν δὲ ἴδει μέ- νεῖν.
νῦν οὖν, ἐπειδὴ μεταπέμπῃ, παρέσται σοι πρὸ τοῦ μὲν οὐκ ἀξιώσας ἐνοχλῆσαι, νῦν δὲ οὐ τολμήσας ἀντειπεῖν.
Ἄρα μου φεύξῃ καὶ τὴν ἐπιστολὴν καὶ τοὔνομα τοῦ 15 πέμψαντος εὑρὼν ἀπορρίψεις, ὡς ἡμᾶς γε τὴν πρώτην ἰδὼν ἡδέως ἔφυγες προιών; τὴν δὲ αἰτίαν, ὑφ’ ἧς τοῦτο ἐποίησας, οὐκ ἂν εἴποιμι πρὸς ἄλλον, ἐπειδή σε φιλῶ, καίτοι τινὰ ἅκ- κισμὸν ἂν ἐμοὶ φέροι.
κατηγορεῖς Γε, ὡς ἀκούω, τὸ συνόντα με τοῖς νέοις πρὸς τοὺς νέους ὡς μάλιστα τετάσθαι, τῶν δὲ ἄλλων ἀμελεῖν. ἐγὼ δέ σε ἠξίουν, εἰ μὴ τοῦτο οὕτως ἐπράτ- τετο, πονηρὸν <ἐμὲ> καλεῖ ὁ γάρ τοι παιδευτὴς ἐν τῷ καθήμενος, εἰ περιστησάμενος τὸν χορὸν ἐπ’ ἄλλο τρέποιτο, δίκην ὀφείλων ἴστω.
σὺ δὲ ὃν στρυφνὸν εὗρες ἐν τῷ δι- δασκαλείῳ, τοῦτον εὗρες ἂν ἑτέρωθι καὶ γελᾶν εἰδότα. ἀλλ’, οἶμαι, καλῶν ἄγριον ἐμὲ καὶ χαλεπὸν αὐτὸς οὐχ ἡμέρου τοῦτο ἐποίησας τὸ κακίσαι τε ἐφ’ οἷς οὐκ ἄξιον καὶ πρὶν ἀσπάσασθαι ἀπελθεῖν.
ἀλλὰ καὶ παῖδές εἰσί σοι καὶ τὸν πατέρα μιμού- μενοι λόγων ἔχονται καὶ τάχα δὴ βαδιοῦνται παρ’ ἡμᾶς. ἐν- θυμοῦ δή, πότερόν σοι λυσιτελεῖ τὸ τοιαῦτα ἐγκαλεῖσθαι τὸν ἐκείνων διδάσκαλον ἢ τὸ παίζειν ἀντὶ τοῦ φροντίζειν.
Γαυδέντιος ἡμῖν κοινωνεῖ τῶν περὶ τοὺς νέους Ἀράβιος δὲ οὑτοσὶ καὶ ἔστιν αὐτῷ γένος ἐκεῖ, πενόμενοι παρὰ τὴν ἀξίαν. γνοὺς οὖν ὡς εἴης μοι φίλος καὶ τῶν μὲν οἰκείων φροντίζων, ἐμοὶ δὲ ἐπιτάττειν ἔχων, κινεῖ σε δι’ ἐμοῦ βοηθεῖν Ἀντιόχῳ τε καὶ Ἀλεξάνδρῳ. τούτοιν δὲ ὁ μὶν αὐτῷ κηδεστής, ὁ δὲ ἀδελφιδοῦς, ὁ μὲν ἄπορος παντελῶς, ὁ δὲ ἐν ἀπορίᾳ νέος.
ἃ μὶν οὖν ἀδικοῦνται, παρ’ αὐτῶν εἴσῃ· λύσας δὲ αὐτοῖς τὸ κακὸν τοὺς νόμους τε βεβαιώσεις, ὧν, οἶμαι, σοὶ μάλιστα μέλει, καὶ ἡμῖν ἐκ τῶν αὐτῶν χαριῇ.
Τῷ μὲν Ὀλυμπίῳ Διὶ πάλαι τὸν ἀγῶνα τέθεικεν οὑμὸς ἀνεψιός, νῦν δὲ εἰς λειτουργίαν εἰσῆλθεν, ἧς οὐκ ὀλίγα μὶν ᾔδει, τὸ δὲ ἐν πλείστῃ σπουδῇ τὰ τῶν ἀνθρώπων ἀγωνίσματα πρὸς τὰ θηρία.
δεῖ δὲ θηρίων ἡμῖν οὐ νυσταζόντων καὶ θαρρεῖν παρεχόντων τοῖς ἀπαντῶσιν, ἀλλ’ ἐφ᾿ ἃ διήσει πολλῆς σοφίας τῷ γε οὐχ ἁλωσομένῳ. τοιαύτας δὲ ὑμῖν τὰ ὄρη τρέφει τὰς ἄρκτους δεινὰς ἐπινοῆσαι καὶ ἑλεῖν. τὸ δὲ τὰς δει- νὰς ἑλεῖν διαφυγεῖν τὴν χάριν ἔχει τῷ θεάτρῳ. οὔσης δὲ ἡμῖν εὐθήρου τῆς χώρας εἰσί σοι θηραταὶ πολλοὶ καὶ ἐπιστήμονες, οἷς ἡγοῦμαι τέρπεσθαι καὶ Ἄρτεμιν.
ποίησον δὴ ἡμῖν λαμπρὰν τὴν λειτουργίαν ἄρκτων χαλεπότητι καὶ τῷ αὐτῷ τοὺς μὲν παρ’ ὑμῖν γεωργοὺς ἀπάλλαττε φόβου, τοῖς δὲ παρ’ ἡμῖν κυνηγέταις ἔπαγε φόβον καὶ γίγνου πρόθυμος εἰς τοὺς οἰκείους.
ἔπρεπε δὲ σοὶ μὲν παρ’ ἐμοῦ περὶ τούτων ἐλθεῖν ἐπιστολὴν, πρὸς δὲ τὴν ἀδελφήν σου τὴν ἀγαθὴν παρὰ τῆς ἀρίστης Βασσιανῆς.
Τρία δεῖ γενέσθαι διὰ σοῦ, τὸ μὲν εἰς συγγενῆ, τὸ δὲ εἰς ῥήτορα, τὸ δὲ εἰς σοφιστήν.
τῷ μὲν γὰρ ἀνεψιῷ τὴν λειτουργίαν ἐφ’ ἣν κέκληται δεῖ βασιλέως βεβαιωθῆναι νεύ- ματι, Σαβίνῳ δὲ δέλτον ἐλθεῖν σχῆμα λαμπρότερον φέρουσαν, ὅπως μὴ ὧν κρατεῖ τοῖς λόγοις, τούτῳ λείποιτο.
ταύτῃ δὲ μὴ δοκῇ χρῆσθαι φίλοις ἀσθενεστέροις ἑτέρων. οὔτε γὰρ ἡμῖν ἀνεκτὸν οὔτε σοὶ καλὸν ἐκείνῳ τι παρέχειν ἐμοῦ τε καὶ σοῦ κατηγορεῖν.
ὁ δὲ δὴ τρίτος λαβέτω τὸν σῖτον, ὅπως τὸ τούτου κέρδος τοὺς ἡμῖν ἐχθροὺς ἀποπνίγῃ.
Οὐκ ἔστιν ὅτε οὐ προσιόντες ἐδεήθημεν, ὅπως σοί τι γένοιτο τῶν περὶ τὸν χαλκὸν δικαίων, ὁ δὲ οὐκ ἀίοντι ἐοι- κὼς ἐκάθητο. τοῦ δ’ οὕτως ἐσχηκέναι πρὸς ἡμᾶς, ἐπειδὰν ἥκῃς, ἀκούσῃ τὰς αἰτίας.
νῦν δὲ τοῦ παιδὸς ἀφιγμένου πάλιν ἐποιησάμην πεῖραν· ὁ δὲ ἀμείνων ἦν ἢ πρόσθεν καὶ παρεῖχεν αὑτὸν εἰς τὸ μανθάνειν καὶ ἤκουε περὶ τῆς σῆς φύ- σεως καὶ πόσα ἴτη γεγονὼς ἔλθοις Ἀθήναζε καὶ δόξαν ἣν αὐτόθι κτήσαιο καὶ λόγους οὓς δείξαις.
καὶ προιὼν ἔλεγον τὰς πρὸς τὸν ἐπίτροπον δίκας, τὴν ἔφεσιν, τοὺς δευτέρους ἀγῶνας ὅσα τε ἐκακουργήθης ἁπτόμενος θρόνου καὶ τὴν τοῦ δόξαντος κρατεῖν ἐν τοῖς γάμοις τελευτὴν καὶ ὡς ταῦτά σοι προηγόρευε Κάλχας. ὁ δὲ ἐθαύμασέ τε καὶ καλεῖν ἐκέλευσε καὶ ἔπεμψεν ὅσα ἐξῆν, ὡς τά γε μείζω βασιλεὺς ἐκώλυσε γράφων.
φάνηθι δὴ μετὰ λόγων πολλῶν. δῆλον δὲ ὡς, ὅσους ἂν κομίζῃ, οἴσεις καλούς, καὶ μετ᾿ ἐλπίδων ἀγαθῶν ἰών, τεκμαί. ρομαι γάρ, ὧν ἂν εὔξαιο μείζω λαβὼν ἄπει.
Ἂν γράψω τι χρηστὸν περὶ τοῦ Θεμιστίου, σὺ μὲν πολ- λοῖς τὰ γράμματα δείξεις, ἐκείνῳ δὲ οὐκ ὀλίγοι φήσουσι σὲ ἐξαπατᾶσθαι· ταυτὶ γὰρ εἶναι τῶν διδασκάλων ἐπαινεῖν τοὺς ὁμιλητάς, κἂν ὦσι φαῦλοι.
ἐγὼ οὖν ἃ σύνοιδα τῷ νεανί- σκῳ γράφειν ἀφεὶς αὐτόν σε ἥκειν ἀξιῶ τοὺς ἐν αὐτῷ λόγους ὀψόμενον.
Ἤκουον εἶναί σε καλὸν κἀγαθὸν καὶ ἐπεθύμουν ἰδεῖν. ἰδὼν εὗρον βελτίω τοῦ λόγου καὶ ταχέως ἐζήτουν τὸ κέρδος, ἐπειδήπερ ἀπῆλθες ὀξέως.
ἐντυχὼν δή σου τῷ κηδεστῇ καὶ συγγενεῖ τούτῳ τῷ φέροντί σοι τὴν ἐπιστολὴν λόγον ἐποιη- σάμην πρὸς αὐτοὺς τὰ σὰ καὶ ἐπήνεσα καὶ ἐπαινούντων ἤκουσα. τὸ δὲ μὴ παρεῖναί σε δεικνύντι μοι λόγους τοῖς μὲν εἶναι ἐδόκει σὸν βλάβος, ἐμοὶ δὲ ἐμόν.
ἥσθην δὲ ὅτι παῖς ἐν μουσείοις ἐστί σοι λόγων ἀθλητὴς καὶ ποιῶν σε μετὰ τῆς ἀδελφῆς εὔπαιδα κεκλῆσθαι.
Καὶ τὰ δοκηθέντα ἐτελέσθη· μεταθέντα γὰρ εἰπεῖν ἀληθὲς ὡς οὐκ ἔσθ’ ὅστις οὐκ ἤλπισε τὴν παροῦσαν ἀρχήν· οὕτως οὐκ ἀλλοτρίων ἅπτῃ τῶν νῦν, ἀλλ’ ἀκριβῶς ἐδέξω τὰ σαυτοῦ, καὶ μέγα πάντες ἐβόησαν ἄνθρωποι μακαρίζοντες μὲν ὧν ἐπιστατεῖς, ἐπαινοῦντες δὲ τὸν ἐπιστήσαντα, συγχαίροντες δὲ σοὶ τοῦ λαβεῖν ἀφορμὴν πρὸς ἐπίδειξιν τῆς ἀρετῆς.
χάριεν δὲ ἐκεῖνο τῶν πολλῶν· ὄντος γὰρ ἔτι σοῦ τῆς ἀρχῆς ἐν προοιμίοις οὐχ ὡς ποιήσοντος πολλὰ ἀγαθὰ τὰς πόλεις, ἀλλ’ ὡς ἤδη πάντα πεποιηκότος χρῶνται τοῖς λόγοις καὶ περὶ τῶν ἐσομένων ὡς ἤδη τετελεσμένων διηγοῦνται· τοιαύτη δόξα τὴν οἰκουμένην ἐπέρχεται.
τῶν δὲ ἡδομένων μάλιστα ὦν αὐτὸς οὐκ ἐγενόμην τῶν λαβόντων ἐπιστολήν, ἀλλ’ εἷς ἦν τῶν λεγόντων῾ ἥκει τῷ δεῖνι γράμματα καὶ τὸν δεῖνα ἐτίμησε γράμμασι. καὶ ἴσως εἰκότως τόδε ἐπράττετο· τῷ γὰρ ἀξιῶ ματι προσήκει τὸ φρόνημα ἀντίπαλον εἶναι.
τὸ δ’ ὂν πρό- τερόν τί σε τιμᾶν ἐν ταῖς ἐξουσίαις ταπεινόν, ὥστ’ ἐγὼ δέ- δοικα μὴ καὶ τὸ γράμματά σοι παρ’ ἡμῶν ἐλθεῖν εἰς ἔγκλημα ἀφίκηταί μοι. γνῶθι δ’ ὡς ἀληθῶς φοβοῦμαι.
τὸν δὲ πάντα ἄριστον Σαραπόδωρον ἔχων ἐπαινεῖν πανταχόθεν σιω- πῶ, μὴ τοῦτο τῷ πρώτῳ τῶν Αἰγυπτίων ἐλάττωμα γένηται.
Εἶπόν ποτε πρὸς σὲ γράφων ὅτι πλὴν ἑνὸς ἡ βουλὴ μεθ’ ἡμῶν. τούτων δὴ τῶν μεθ’ ἡμῶν ἐν πρώτοις ἐστὶ Λη- τόιος οὐδενὸς οὔτε ῥήματος οὔτε ἔργου φειδόμενος, προσθείην δ’ ἂν ὡς οὐδὲ χρημάτων. τῶν γὰρ νέων οἷς ἐν πενίᾳ συμ- βαίνει λόγων ἐρᾶν οὐκ ἐᾷ τὸ πρόθυμον ὑπὸ τῆς πενίας βλα- βῆναι.
ποιεῖται δὲ καὶ τὴν πρεσβείαν αὐτὸς τὸν θεῖον τὸν ἐμὸν ἀφεὶς τῆς ὁδοῦ καμόντος γὰρ ἐκείνῳ τοῦ σώματος, τοῦ δὲ ἄρχοντος ἐγκειμένου καὶ κελεύοντος ἢ βαδίζειν ἢ πείθειν ἕτερον αὐτοῦ μὴ χείρω τὸν μὲν ἐκεῖνος ἔδειξεν, ὁ δὲ ὑπέστη 3, καὶ νῦν γενοῦ περὶ τοῦτον οἷος ἂν ἦσθα πρὸς ἐκεῖνον.
Εἶτ᾿ οὐκ οἴει με τοῦ παντὸς ἂν πρίασθαι τὸ σοῦ καθη- μένου δεῖξαι τὸν λόγον; ἀλλ’, οἶμαι, σέ τε κωλύειν οὐκ ἦν καλὸν ἐμοί τε λέγειν οὐκ ἦν πω δυνατόν.
τοῦ δὲ ὅπως κείσεται παρὰ σοὶ καὶ ταῦτα καὶ τῶν ἄλλων οὐκ ὀλίγα φρον- τιῶ. τοῖς τε γὰρ ἡμαρτημένοις οὐκ ἂν ἄλλος ἄμεινον βοηθοὶ τά τε μὴ κακῶς εἰρημένα δεξιώτερον ἐπαινέτην οὐκ ἂν λάβοι.
Λητόιον δὲ καὶ πρότερον ἔγνως, ἡνίκα παρ’ ὑμῖν μὲν ἦν ἐγώ, παρὰ δὲ τὸν βασιλέα δι’ ὑμῶν οὗτος ἐχώρει, καὶ δεῦρο ἥκων εὗρες ἐν δόξῃ. καὶ νῦν ἐντυχών, εἰ πάνυ ποιήσαιο φί- λον, οὐ φήσεις βεβουλεῦσθαι κακῶς. πρὸς γὰρ τῷ φιλεῖν εἰδέναι καὶ μένειν οἶδεν ἐν τῷ φιλεῖν, ὃ δὴ καὶ σὺ μάλιστα ποιεῖς τε καὶ τιμᾷς.
ἡμῖν δὲ ἀντὶ πολλῶν κατέστη λέγων, οὗ λέγειν ἔδει, πράττων, οὗ πράττειν ἴδει, διδούς, ἐν ᾧ χρῆν ἀναλώσαντα Μαὶ τὴν εὔνοιαν. ἔστω δὴ παρὰ σοὶ τίμιος καὶ φύσεως εἵνεκα καὶ τῶν πρὸς ἡμᾶς.
Ἧκεν ἡμῖν ἐξ Ἰταλίας γράμματα δηλοῦντα σοφιστοῦ τινος ὑποξύλου φληνάφους καὶ σὸν γέλωτα μὲν εἰς ἐκεῖνον, ἔπαινον δὲ εἰς ἐμέ. καὶ παρῄνει δὴ τὰ γράμματα γράφειν σοι καὶ νομίζειν ἀνδρῶν σε εἰς ἐμὲ βέλτιστον εἶναι
ὑῶ δέ σε ἀνδρῶν μὲν ὅλως εἶναι βέλτιστον πάλαι δὴ ψῆφον ἐθέμην, θαυμάζω δέ σου τὸ ἐπειδὴ ἦρξας, τοῖς μὲν ἄλλοις, ᾗ πρόσθεν, ἐπιστεῖλαι, πρὸς δὲ ἐμὲ τοῦτο δὴ τὸ εἰωθὸς μὴ τηρῆσαι.
ἀπορῶν δὴ τὸ πρῶτον νῦν ἀπορῶν ἐπαυσάμην· εὑρηκέναι γὰρ οἶμαι, πόθεν ἡ σιγή. ὁρᾷς τῶν σοφιστῶν τοὺς πολλούς, ὅταν τις τῶν αὐτοῖς ἐπιτηδείων εἰς ἀρχὴν εἰσέλθῃ τοιαύτην, οἴαν καὶ σὺ νῦν, τρέχοντας παρὰ τὸν ἄρχοντα μετὰ λόγου καὶ βαλαντίου καὶ τὸν μὲν δεικνύντας, τὸ δὲ διδόντας καὶ δι ἐκείνου πληροῦντας.
ἔδεισας δὴ μὴ γένωμαι καὶ αὐτὸς τῶν ἐπὶ τοῦτο τρεχόντων, καὶ διὰ τοῦτο δὴ τοῦ γράφειν ἀπέστης ἀφαιρούμενός με τὸ θαρρkν. πρὸς δὲ καὶ ᾔδεις ὀφείλων μοι χιτωνίσκον, ὃν ὑπέσχου μὲν ἐν Θρᾴκῃ, δέδωκας δὲ οuαμοῦ. τοῦτο δεύτερον ἴδεισας μή σε ἥκων εἰσπράττοιμι. καὶ πρὸς τὸ μένειν με μίαν εὗρες ἀνάγκην τὴν σιωπήν. ἀλλ’ ἐγώ σου καὶ ταύτην ἐλέγξω τὴν τέχνην· ἥξω γάρ.
ταυτὶ μὲν οὖν ἐν παιδιᾶς δέξῃ μέρει· πάνυ δὲ ἥσθην ἀκούσας ἃ προσεδόκων. ἤκουσα δὲ ἐν Στρατηγίου λέγοντος αὐτοῦ. ἑσπέρα μὲν ἦν, προσεισι,ίκειμεν δὲ τῇ δεξαμενῇ. καὶ λόγος ἦν τις ὑπὲρ ἀρχόντων ἀρετῆς, ἐν ᾧ μὴ τὸ σὸν εἶναι ὄνομα οὐκ ἐνῆν.
εἰπόντος δέ του τῶν παρόντων μηδὲν μὲν εἶναι τῶν σῶν μικρόν, ‘ὲν δὲ καὶ δὴ πάνυ μέγα ποῖον ἔφην τοῦτο τὸ μέγα; Στρατήγιος οὖν εὐθὺς μέλλων ἔφη πα- ρὰ τοῦ βασιλέως ἀπιέναι μετὰ πολλὰ καὶ καλὰ προσ- έθηκεν ὅτι, ὦ βασιλεῦ, τῶν ἀδικούντων οὐδένα οὺόὲν ἀξίωμα ῥύσεται, ἀλλὰ κἂν τῶν δικαζόντων τις,κἂντῶνἐπὶταἱςδυνάμεσιπαραβαίνη τοὺςνό- μους,οὐκἀνέζομαιἀμελεῖσθαι.
ταῦτα σὲ μὲν ἔλεγεν ἀπειλεῖ τὸν δὲ ἐπαινεῖν τε καὶ ἐπιτρέπειν καὶ σοὶ τὸν λόγον εὐθὺς εἰς ἔργον ἐλθεῖν. τῶν γάρ τινα στρατηγῶν δειλὸν γενό- μένον πρὸς τοὺς βαρβάρους δεδέσθαι.
παρ’ ἐκείνου μὲν ἐγὼ ταῦτα ἤκουσα πέντε παρόντων, παρ’ ἐμοῦ δὲ οὐδεὶς ὅστις οὐκ ἀκήκοε, καὶ κρότος ἦν καὶ οὐδεὶς εἶχεν ἀπιστεῖν. ἀπιστεῖν. τῆς γὰρ σῆς φύσεως ἐφαίνετο τὸ ἔργον.
ἐγὼ δὲ οὕτως ἔχαιρον, οὐχ ὡς λέγων περὶ ὧν σὺ ποιεῖς, ἀλλ’ ὡς αὐτὸς ὢν ὁ ποιῶν, ἐπεὶ καὶ σὺ περὶ τοὺς ἐμοὺς λόγους ἴσον τι πέπονθας· σαυ- τοῦ τοὺς ἐμοὺς ἡγῇ. οὐκοῦν καὶ τοὺς ἐμοὺς φίλους σαυτοῦ νομίζειν εἰκός.
εἰ δὴ τοῦτο οὕτως ἔχει, φίλος σοι Λητόιος οὗτος τῶν οἰκείων οὐδὲν λειπόμενος εἰς ἐμέ, τινὰς δὲ καὶ παρελθών, ἐπεὶ καὶ τὸ τὰ κοινὰ πράττειν ἀφεὶς ἡσυχίας ἐπι- θυμίᾳ πάλιν αὐτῶν ἐμὴν χάριν ἀνθήψατο τοῦ τοῖς ἐμοῖς πράγμασιν ἀπὸ μείζονος τῆς δυνάμεως συμμαχεῖν.
οὗτος, ἂν μὲν ἐμοί τι χρηστὸν ᾖ, καὶ φαιδρός, ἐν δὲ τοῖς ἑτέροις τῷ λυπεῖσθαί με νικᾷ. καὶ τὰ ὄντα κοινά μοι κέκτηται, κἂν μὴ παρ’ ἡμέραν τι πέμψας λάβω, δεινὰ πεπονθέναι φησί.
νέων δὲ ὅσοι πένητες, διὰ τοῦτον οὐ πένητες· τὰς γὰρ ἐνδείας τῶν περὶ τοὺς λόγους ὅπως τε μὴ ἀγνοήσει ποιεῖ καὶ ὅπως λύσει φροντίζει.
πρεσβεύειν δὲ οὐκ ἐγνωκώς, ἤδη γὰρ ἐντετυχήκει τῷ βασιλεῖ μέλλων θήσειν τὰ Ὀλύμπια, τὸν θεῖον τὸν ἐμὸν ἀπαλλάττων τοῦ πόνου τὸν πόνον ὑπέστη.
οἷς ἂν οὖν ἐχρήσω πράγμασιν ὑπὲρ ἐκείνου παῶν αὐτῷ συμμάχους τοὺς ἐν τέλει, ταῦτα τούτῳ δὸς ἄγειν· ὡς, ἂν οὗτος ἐκεῖ πράξῃ κατὰ νοῦν, ἡμῖν ἐνθάδε μέγα φρονεῖν ὑπάρξει.
Εἰ λέγοιμί σοι, τίς τὸ γένος ὁ Λητόιος καὶ τίς τοὺς τρόπους καὶ τίς πρὸς ἐμέ, διδάξω σέ ποτε καὶ περὶ σαυτοῦ· τοῦτον γὰρ οὐ χεῖρον ἢ σαυτὸν οἶσθα σύ.
διὸ δὴ λέγε μὲν αὐτὸς ὑπὲρ αὐτοῦ πρὸς ἄλλους, πυνθάνου δὲ αὐτοῦ περί τε ἐμοῦ καὶ τοῦ θείου πάνυ γὰρ οἶδε τά τι ἐμὰ πράγματα καὶ τὴν εὐπραξίαν ἐκείνου.
Σὺ μέν, Ὀλύμπιε, τὸν ἀγῶνα λαῷ, τὸν μισθὸν ἀπόδος· ἔστι δὲ ὁ μισθὸς τὸν ἑταῖρον ἡμῖν Στρατήγιον ἐπί τινος φα- νῆναι σχήματος. πάντως δὲ δύναμίς ἐστί σοι παρὰ τοῖς δυ- νατοῖς.
τῷ δὲ ἀδελφῶ σου τὴν μὲν ἐμὴν εἰς αὐτὸν ὀργὴν οὐκ ἦν ἀγνοῆσαι, Κλημάτιος γὰρ οὐκ οἶδε σιγᾶν· ἀπολογεῖ- σθαι δὲ βουλομένῳ θαυμάζω πῶς ποτε ἐπῆλθεν ἃ πρὸς τοὺς σοφιστὰς ποιῆσαι. νέον γὰρ ἡμῖν ἐγχειρίζων οἴεται τὸ πᾶν λελύσθαι· τοσοῦτον εἶναι νομίζει παρ’ ἐμοὶ μαθητήν.
ἐγὼ δὲ τὸν μὲν νέον οὐκ ἀηδῶς εἶδον, τὰ δὲ ἐγκλήματα μένει, μέχρις ἄν μοι παραδοὺς αὑτὸν ἐκεῖνος ὅ τι βούλομαι χρῆ- σθαι τούτῳ με αὐτῷ πείσῃ μὴ λαβεῖν δίκην τῷ δίκην ἐθέ- λειν ὑποσχεῖν.
ἀλλ’ ἐκεῖνα μὲν ἔσται ποτέ· τὸν δὲ Λητόιον ἡμῖν ποιεῖτε μέγαν συγγενῆ μὲν ὄντα τῶν ἀδελφιδῶν ὑμῖν, ἐμοὶ δὲ ἐν τάξει συγγενῶν. οἱ μὲν γὰρ ἄλλοι χρήμασι πι- στεύοντες ὡς ὑμᾶς ἴασιν, ὁ δὲ τῷ πρεσβεύειν ἄξιος εἶναι καὶ ὑμῖν. οὐ γὰρ ἀγνοοῦμεν ὡς ἀπὸ τοῦ χρηστοὶ φαίνεσθαι πρὸς τὸ δύνασθαι προήλθετε.
δείξατε δὴ τὸν ἄνδρα κρείττω τῶν οἰομένων αὐτοῦ κρειττόνων ἔσεσθαι.
Λέγων οὐκ ἔχειν ποιεῖν μοι περὶ τοῦ νεφροὶ βιβλίον διὰ τὸ μὴ πάντα ἀκριβῶς ἀΚοῦσαι τὰ περὶ τὴν νόσον ἕτερον ἐποίησας τὴν ἐπιστολὴν βιβλίον περὶ τοῦ δεῖν ἐπ’ ἀκριβεῖ τῶν τοιούτων ἀκοῇ τὰ βιβλία ποιεῖν.
ἐμὲ δὲ καὶ αὐτὸ τοῦτο ὤνησε τὸ προσαγγεῖλαί σοι περὶ τοῦ πάθους. οὐ γὰρ ἔφθην ἐπιστείλας σοι καὶ διηλλάγη πρὸς ἐμὲ τὸ λυποῦν, οἷα πολλὰ γέγονεν Ἀσκληπιοῦ.
ὁ δὲ σοφὸς ἐκεῖνος ἀνεπυρίασε σοφιστὴς οὐδὲ τὸν πράξαντα τὴν εἰρήνην αἰδεσθείς. καὶ εἰ μὲν τὰ Κύρου ζητῶν ὁ Λυδὸς ἀποβαλεῖ τὰ ὄντα, οὐκ ὄιδα· τὰς δὲ συνθήκας ὅπως ἀνεῖλεν, ἐρῶ.
πορευθεὶς εἰς Φοινί- κην ἐβούλετο μένειν, ἐγὼ δὲ αὐτὸν ἕλκων ἐπανῆγον καὶ ἐβου- λόμην εἶναι χρηστόν. ἐλθὼν δὲ μετὰ Φοινίκων ὑβρίζειν εἰ- δότων ἐπαρῴνει δι’ ἐκείνων. ὡς δ’ οὐκ ἠνέγκαμεν, ἰδὼν νέον τῶν ἐμῶν ἄξιον πληγῶν ἀπὸ πληγῶν εἰς ὀργὴν πεσόντα τὸν καιρὸν ἁρπάσας καὶ πείσας αὑτὸν ἢ πεισθείς γε ὑπ’ ἐκείνου μοῖραν ἕξειν τῆς ἀγέλης οὐ μικρὰν ἐρρῶσθαι φράσας Ὀλυμ- πίῳ τῷ καλῷ καὶ δεξιαῖς ἠξίου κερδαίνειν.
πέμψας οὖν ὡς Εὔβουλον ἠρώτων, τί ταῦτα; ὁ δὲ νοῦν ἔχοντος ἔφασκε ταῦτ’ εἶναι καὶ φιλοῦντος αὑτό ἴσασι μὲν οὖν Οἰναῖοι τὴν χαράδραν, καὶ οὐ πάνυ γε κερδανεῖ· σὲ δ’ ἂν εἰκὸς εἴη τὸν παρασπονδήσαντα δυοῖν ἕνεκα μισεῖν, τῆς τε τῶν θεῶν ὑπερ- οψίας καὶ ὅτι σοῦ τὴν σπουδὴν ἐκείνην ὕβρισε.
Λητόιον δὲ πολλάκις πρὸς ἡμᾶς ἐπαινέσας νῦν εὖ ποιῆσαι καιρὸν παρείληφας, οἶμαι δέ, οὐκ αἰσχυνῇ τῆς πόλεως ἡμῖν τὸν πρῶ- τὸν εὐεργετῶν γένους τε ἕνεκα καὶ παιδείας καὶ τρόπων.
Αἴνιγμα δοκεῖ τοῖς ἀνθρώποις τὸ τῶν μὲν ἔργων σε τῶν ὑπὲρ ἡμῶν μηδὲ ἓν φεύγειν, γράμματα δέ, πρᾶγμα οὕτω ῥᾷστον, μὴ προστιθέναι τοῖς ἔργοις.
ἐγὼ δὲ οὓς μὲν ἔνεστιν ἐξαπατᾶν, πρὸς μὲν τούτους φημὶ καὶ γράμματα λαμβάνειν· ὑφ’ ὧν δ’ ἂν ἐλεγχοίμην, εἰ προσποιοίμην, λέγω σοὶ μὲν προσ- ήκειν πράττειν, ἐμαυτῷ δὲ γράφειν· λέγειν δὲ οὐδὲν ἰσχυρὸν δοκῶ.
φέρων δὲ οὐδὲ πρὸ τοῦ ταυτηνὶ τὴν ζημίαν μετρίως, ἀφ’ οὗ Κλημάτιον μὲν ᾐσθόμην ἀφῖχθαι, λαβεῖν δὲ οὐδ’ οὕτως ἐδυνήθην ἐπιστολήν, οὐδ’ ἂν εἴποιμι ῥᾳδίως ὡς ἠνιά- θην. ὁ γὰρ ἄνθρωπος ἐκεῖνος εὐθὺς ἰδών σε τοῦτό μοι πρά- ξειν ἔφη καὶ ἐψεύσατο· εἰ μὲν ἐκλαθόμενος, εἰσὶν ἐλπίδες· εἰ δ’ οὐδὲν παρείς, ἀλλ’ οὐκ ἐρῶ τι δυσχερές.
Λητόιος δὲ τῶν ταὐτά μοι περὶ σὲ φρονούντων ἐστί· καὶ γὰρ εὖ πράττειν σε βούλοιτ’ ἂν καὶ ὅστις ἐπαινεῖ σε, τούτῳ φίλος. συνεύχεται δὲ σοὶ μὲν οὗτος, τούτῳ δὲ ἡ πόλις, ἣν οὐδὲν οὐδεπώποτε λυπήσας πολλάκις ἀπὸ τῆς πατρῴας οὐσίας εὔφρανεν.
ὡς ἂν οὖν ἐν τούτῳ τὸ κοινὸν ἡμῖν τιμήσων χαίροντα ἀπόπεμπε τὸν ἄνδρα.
Ἶσον τι πεποίηκε Σπεκτάτος ὅτι με φιλεῖς ἐπιστείλας, ὥσπερ εἰ πρὸς ἐμὲ ἔλεγες. σὺ γὰρ Ἀθήνησί γε τὰ γονέων ἐπλήρωσας εἰς ἐμὲ καὶ διὰ τοῦτο μὲν πρῶτον μόνῳ ἐθάρρησα σοί. μάλιστα δέ, ἐπειδή, ὅτε διῆγον ἐν Βιθυνίᾳ τὸν σκηπτὸν ἐκεῖ ὂν ἐκφυγών, σὺ τοῖς ἐκβαλοῦσιν ἐπὶ Θρᾴκης ἐμάχου μό- νος ἐν μέσῳ πολλῶν ὑπὲρ τῶν δικαίων βοῶν.
ὥστε σε καὶ Νικοκλῆς ἐκ τῆς ὑπὲρ ἡμῶν ἀνδρίας ἐποιήσατο φίλον μισῶν μὲν ἐμέ, τότε δὲ σὲ θαυμάσας, ὅτι με οὐ προὔδωκας, ὅπως ἐκείνῳ χαρίσαιο. καὶ δὴ καὶ ὅτε πρὸς τὸν ἀγρὸν ἐπλεῖτε, κατι- δών με ἐπὶ τῆς ἠιόνος οὐ πόρρω Χαλκηδόνος κελεύσας τὸν ναύτην ἔχειν οὗπερ εἱστήκειν, ἐκβὰς ἠσπάζου Νικοκλέους ὁρῶντος ἀπὸ τοῦ πλοίου.
τί οὖν θαυμαστὸν εἰ ᾧ πέ- πρακται ἐκεῖνα, τὸν ἄριστον οὑτοσὶ Μουσώνιον πείθει τι δο- ξάζειν περὶ ἡμῶν ἄμεινον; μιμῇ γὰρ τῶν δρομέων τοὺς ἀγα- θούς, ὧν ἀεὶ τὰ δεύτερα βελτίω.
πρόσθες δὴ καὶ τοῖς τότε πόνοις καὶ τοῖς νῦν ἐπαίνοις τὴν εἰς Λητόιον τουτονὶ προ- θυμίαν, ὃς ἔχων φιλοτιμεῖσθαι καὶ γένους ἐπιφανείᾳ καὶ λει- τουργιῶν λαμπρότητι καὶ τῷ δύνασθαι λέγειν βούλοιτ’ ἂν ἀπὸ τρόπων ἢ ὧν εἷπον εἶναί τις δοκεῖν.
τοῦτον οὔτε εὐ- τυχία πώποτε ἐπῆρεν ἐν δυσκολίᾳ τε οὐκ ἔπτηξεν Εὐριπίδου μεμνημένος. φίλος δὲ τοιοῦτος ὁποῖος καὶ σύ, θᾶττον ἂν δε- ξάμενος τελευτὴν ἢ κακὸς εἰς ἑταῖρον γίνεσθαι, τοῦτο δὴ τὸ σόν, ἀλλὰ μὴν ἥ γε πρὸς ἐμὲ σπουδὴ τοσαύτη ὥστε οὐκ ἂν μείζω ζητήσαις.
ἔχω δὲ τὸν ἄνδρα ἀντευποιεῖν, εἰ βουλη- θείης. τούτῳ τε γὰρ ἀντὶ πάντων, εἰ Μουσώνιος αὐτὸν εὐ- μενῶς ἴδοι σοί τε ἐκεῖνον καταστῆσαι τοιοῦτον ῥᾷστον ἁπάν- των. μαθέτω δὴ ὅτι, παρ’ ὅσων κομίζει γράμματα, ταῦτα μάλιστα αὐτὸν ὤνησεν ἃ παρ’ ἡμῶν τῶν ἐν τῷ τρίβωνι φέρει.
Ἐπῄει μέν μοι καὶ πρότερον ἐπιστεῖλαί σοι, τὰ γὰρ ᾀδό- μενα περὶ τῆς σῆς φύσεως καὶ τοῦτο ἀνέπειθε, κατειχόμην δὲ τῷ νομίζειν εἶναι θρασὺ πρὶν ἐντυχεῖν ἐπιστεῖλαι.
Σπε- κτάτου δὲ γεγραφότος ὡς ἔνι τις παρὰ σοὶ χώρα τῇ περὶ ἐμοῦ μνήμῃ καὶ ὡς, εἰ γράψαιμι, πρὸς ἐπιθυμοῦντα τοῦτο ἔσται, ταχέως ὑπήκουσα κέρδος μὲν ἡγούμενος, εἰ μή μου καταγνοίης προπέτειαν, βλάβος δὲ οὐδέν, εἰ καταγνοίης· Σπεκτάτον γὰρ εἶναι τὸν δώσοντα τὴν δίκην.
ἀλλὰ γὰρ ἐλπίζειν χρὴ τὰ βελτίω. σὺ γὰρ δήπουθεν ὁ τήν τε Ἑλλάδα σεσωκὼς καὶ νῦν ἀνοίξας τὰ βασίλεια τοῖς λόγοις. εἰμὶ δέ που καὶ αὐτός, εἰ μὴ τῶν ποιούντων λόγους καλούς, τῶν γε ἐρώντων λόγων καλῶν, ὥστ’ εἰκὸς ἡμέρου σου τεύξεσθαι τήν τε ἐπιστολὴν καὶ τὸν φέροντα τὴν ἐπιστολήν.
καίτοι γελοῖον μὲν ὑπὲρ ἄλλου γράφειν πρὶν ὅπως ἐκβήσεταί μοι τὸ γεγραφέναι μα- θεῖν, τετολμήσθω δ’ οὖν ὅμως, καὶ γενοῦ Λητοίῳ τὰ πάντα δι’ ἐμὲ τὸν θρασύν.
Ἆρ᾿ ἔτι μέμνησαι τῆς κυνὸς καὶ τοῦ γραιδίου καὶ ἐκάλεις τὸν Σωκράτην καὶ πάντων δὴ τῶν Ἀθήνησιν ἐκεί- νων, ἢ σεμνὸς ἡμῖν γέγονας καὶ λόγος οὐδεὶς τῶν ἀρχαίων;
ἐγὼ δὲ συγχαίρω μέν σοι τῆς γλώττης καὶ πλέον γε τοῦ δευτέρου· τῶν δὲ γραμμάτων, οἷς ὁ βασιλεὺς ἐπὶ τὴν πανή- γυριν ἐκάλει τὴν πόλιν, ἡκόντων ἃ παρέστη τοῖς τῇδε περὶ τῶν γραμμάτων, ἄκουσον.
ἐξῆλθον ἐκ τοῦ διδασκαλείου περὶ μεσημβρίαν, τῶν δ’ ἀκουσάντων οἷς ἦν αἴσθησις λόγων ἐντυχόντες μοι σῆς ἔφασαν ἀκηκόαμεν ἐπιστολῆς. πῶς ἔφην ἐμῆς; ὅτι, νὴ Δία, τοιαύτας ἔφασαν ἐργάζῃ. καὶ τό τε κάλλος ἐπῄνουν καὶ τὸ μὴ μάταιον μῆκος ἐνοχλεῖν τῷ κάλλει. ἐμοὶ μὲν οὖν τιμήν τινα τοῦτο ἡγούμην ἔχειν, εἰ δὲ μὴ σοί τινα ὕβριν, αὐτὸς σκόπει.
καὶ τὸν Λητόιον σύ τε ὅ τι ἔχεις ὠφέλει καὶ τοὺς ἄλλους συμπαρακάλει. καὶ γὰρ εὖ γεγονὼς καὶ μετειληφὼς λόγων καὶ λαμπρὸς ἐκ λειτουργιῶν καὶ νοῦν ἔχων καὶ φρόνημα δίκαιον καὶ χάριν πρὸς τῷ λα- βεῖν εἰδὼς ἀποδοῦναι καί, ὁ δὴ μάλιστα σὺ ποθεῖς, ἡμῖν ἀντὶ τείχους καὶ δορυφόρων.
Εἰκὸς μὲν ἥκειν ὡς ὑμᾶς λόγον τῶν ἔργων, οἷς εἰς ἐμὲ κέχρηται Μαιορῖνος οὑτοσί· ὑμῖν τε γὰρ ἐπιμελὲς μηδὲν τῶν ἐμῶν ἀγνοεῖν τά τε τούτου τοιαῦτα περὶ ἡμᾶς, οἷα φή- μην ἂν ποιήσαι, κωλύει δὲ οὐδὲν καὶ παρ’ ἐμοῦ λεχθῆναι.
οὗτος γενόμενος ἐξ ἐνδόξων, τὴν γὰρ δὴ μεγίστην ἦρξεν ἀρχὴν ὁ πατὴρ αὐτοῦ, καὶ φοιτήσας ἐπὶ λόγοις οὐ παρὰ φαῦλον σοφιστήν, ἐπειδὴ ἥκων ἔδειξα λόγον, εὐθὺς ἑάλω καὶ τὸν μὲν οὐκ ἠτίμασεν, ἐμὲ δὲ ἐθαύμασε καὶ προσιὼν καὶ συνὼν καὶ φιλῶν καὶ ἐπαινῶν καὶ συμπράττων εἰς αὔξησιν τοῦ ποιμνίου, καὶ πάντα μὲν λέγων, πάντα δὲ ποιῶν ὑμῶν τε τῶν τὰ ἡμέτερα ἑλομένων οὐ χείρων τῶν τε ἐνταῦθα πολλῶν ἐφάνη βελτίων.
ἐπιτιμώντων δὲ ἐνίων αὐτῶ τὸ τὸν οὐ διδάσκαλον πρὸ τοῦ διδασκάλου ποιεῖσθαι τόδε φαυλότερον ἴφη πρὸ τοῦ βελτίονος τίθε- σθαι τῶν καλῶν ὑμῖν εἶναι δοκεῖ; τοιούτοις ἀπήντα πρὸς αὐτοὺς λόγοις καὶ ὡς ἀδικοῖεν αὑτὸν σπλάγχνων, φασί, ποιοῦντες μὴ φαγεῖν.
ἔστι δὲ καὶ ὅλως ὁ νεανίσκος άγα- θός, οὐχ ἕτοιμος εἰς ὀργήν, βέβαιος εἰς φιλίαν, εἰδὼς ποιῆσαι τὸ ὄντα ἐλάττω τοῦ βοηθῆσαι γνωρίμοις. οὐ γὰρ ὅσον φύλλον ἀπ’ ἐλαίας, φασίν, ἀλλ’ ὅσοις ἄν τις γένοιτο πλούσιος, τοσού- τῶν ἀφίσταται λύων ἀκαιρίαν ἑταίρων· φροντίζων δὲ ἐν οἷς δεῖ φροντίδος οὐ φεύγει τὰ φέροντα τῇ γνώμῃ τέρψιν. ὅστις δὲ αὐτῷ συγγένοιτο καὶ μικρά, κατέχεται τῇ τε πρᾳότητι καὶ χάριτι τῶν τρόπων.
μαθέτω δὴ διὰ σοῦ τῶν παρ’ ὑμῖν τοὺς σπουδαίους καὶ πρὸς τῷ μαθεῖν κτησάσθω διὰ σοῦ τοὺς σπουδαίους συνήθεις. τὴν δὲ τῆς πορείας κοινωνίαν, ἣν ποιεῖται μετὰ τῶν ἡμῖν οὐκ ἐπιτηδείων, μὴ λάβῃς δι’ ὑπο- ψίας. ἀνάγκῃ τε γὰρ συμβέβηκε καὶ τοῦ μὲν ὀχήματος κοι- νωνεῖ, τῆς δὲ γνώμης ἀποστατεῖ. πειρώμενος δὲ καὶ εἰς λό- γους ἰὼν φήσεις οὐκ ἠπατῆσθαί με.
Ἐγένετο καὶ Ἀρισταίνετος ἡμῖν εἷς τῶν πολλῶν ὁ πρό- τερον τῶν σοφῶν καὶ τὰς· ἐπιστολὰς πήχεσι καὶ σπιθαμῇ με- τρεῖ, κἂν μακρὰς μὴ λάβη, δεινὰ πέπονθε καὶ ἠδίκηται. ἐγὼ δέ σε ᾔδειν εἰδότα μέτρα τῶν λόγων εἶναι τὰ πράγματα· πάν- τὼς δὲ ὁ τῶν λόγων νόμος καὶ τὸ τῶν ἐπιστολῶν περιλαμ- βάνει μέρος.
τότε οὖν συνέστελλέ μοι τὴν ἐπιστολὴν ὁ φέρων τὴν ἐπιστολὴν ἔχων ἀγγεῖλαί σοι τὰ ἡμέτερα ἀκριβῶς· εἰ δὲ ἐγὼ διηγούμην, ὑβρίζετο ἂν ὁ φέρων. ἀλλ’ οὐδὲ ἀγνὼς ἦν ὁ Γυμνάσιός σοι καὶ διδάσκειν σε δέον, ὅστις ἐκεῖνος, ἔφυγον ὑπ’ ἀργίας τῆς περὶ τὰ γράμματα.
τίς οὖν ὁ τοῦ βεβήλου καιρὸς καὶ τοῦ τὰς θύρας ἀποκλείειν; ὁρᾷς, ὅπως ἐπέστελλες Στρατηγίῳ μακρὰ καὶ καλά, μήκους γὰρ ἐδεῖτο περὶ ὧν ἐπέστελλες. μικρά σοι παρ’ ἡμῶν ἧκε καἰ γάρ- τοι μακρά ποτε ἧκε· τότε μὲν περὶ πολλῶν, ὕστερον δὲ οὐ τοσούτων· οὐ γὰρ ἔδει.
ὅπως δὲ ἡμῖν εἰς χεῖρας ἦλθεν ἃ πρὸς ἐκεῖνον ἔγραψας, ἄκουσον. ἀνέστρεψε μὲν ἐκ Χαλκηδό- νος, ἐγὼ ἐγὼ δέ, τοῦτο δὴ τὸ εἰωθός, πρὸ τῆς πόλεως ὁ δὲ ἅμα τε ἐφίλησε καὶ γράμματα ἃ ἧκεν αὐτῷ παρὰ σοῦ, δώσειν μοι ταῦτα ἴφη.
καὶ ταῦτα ἐλέγετο σὺν φαιδρότητι σοί τε καὶ ἐμοὶ τιμὴν ἔχοντα, Νεβρίδιος δὲ ἠκροᾶτο σὺν ἐκείνω φερόμενος. ὡς οὖν οἴκαδε ἦλθον, αὐτοῦ δόντος ἀνέγνων οὐ πλείω μᾶλλον ἢ καλλίω. ἐγὼ μὶν οὖν ἐπῄνουν, ὁ δὲ ἥδετο.
Ὀλυμπίῳ δὲ πολλῶν εἰδὼς χάριν, ὅτι σοι τὰ ὄντα ἀπήγγελκε καὶ τὴν μεθ’ ἡμῶν μοῖραν καὶ τοὺς ῥηγνυ- μένους δύο καὶ τοὺς πηδῶντας καὶ τοὺς κλάοντας οὐδὲ ἔστιν εἰπεῖν ὅσην ἡδονὴν ἔχω. καὶ σὺ δ’ ἂν ἔχοις εἰκότως, εἴ σοι κέρδος τὸ μὴ περὶ τῶν ἐμῶν ἐξηπατῆσθαι πραγμάτων.
τῶν δὲ ἐμῶν λόγων ἐρᾶν μὲν ἐγνωκώς, τιμὴν δὲ οὐ διδοὺς ἀδι- κεῖς. αἰτοῦμεν δὲ οὐ χρυσίον, ἀλλὰ βιβλία τῶν παλαιῶν, ἃ πάλαι μὲν ὑπέσχου δωρεάν, νῦν δὲ οὐδὲ ἀντιδίδως.
Πρέποντά γε εἰς τὸν καλὸν Σπεκτάτον ᾄδεις, καὶ τοῖς γε εἰς ἐκεῖνον ἐπαίνοις τὸ γένος ἡμῶν ἴσθι κοσμῶν. τὴν τι- μὴν δέ, ᾐ σε τιμᾷ βασιλεύς, σὺ μὲν ἐσίγησας, ὁ δὲ ἐμήνυσεν. ἔφη γὰρ τῷ διδόντι μᾶλλον ἢ τῷ λαβόντι συνησθῆναι. οὕτως ὁ τι ἄν τις περὶ σὲ σπουδάσῃ, τούτῳ πρῶτον εὖ πεποίηκεν αὑτόν.
τὸ δὲ ὀκνεῖν τε καὶ μένειν καὶ μὴ κινεῖσθαι ἐθέ- λειν ἥκιστα μὲν καλόν, τοῦ δὲ σοῦ τρόπου· ὥστ’ οὐκ ἐδεήθην ὅ τι ποιεῖν ἔγνωκας ἐρωτᾶν, ἀλλ’ εἶπον φθάσας ὃ ποιήσεις.
δεῖ δέ σε τὴν ἀργίαν ἐκδύντα μικροῖς πόνοις μεγάλην κτήσασθαι ῥᾳστώνην, ἄλλως θ’ ὅτε πορεύσῃ παρ’ ἄνδρα τὰ πάντα πρῶτον καὶ ᾧ κοινωνῆσαι πραγμάτων ἔχει τι δόξης.
ἀλλ’ ὑπὲρ τούτου μὲν σαυτῷ διαλέξῃ· Πελάγιον δὲ του τονὶ γνοὺς ἐγνωκὼς ἔσῃ τὸν ἡμερώτατον Σύροις. ἐπαινῶ δὲ ἐντεῦθεν αὐτόν, οὐχ ὡς οὐκ ἔχοντα καὶ γένος, ἐπεὶ καὶ λό- γους καὶ δύναμιν ἐν πόλει καὶ τἄλλα οἷς ἄν τις εἴη λαμπρός, ἀλλ’ ὅτι τῇ τῶν τρόπων ἡμερότητι πλέον ἢ δι’ ἐκείνων ἧκεν εἰς ὄνομα καὶ διὰ τοῦτο ζῇ τε ἐν πλούτῳ πολλῷ καὶ φίλτρῳ πλέον.
δεήσῃ δὲ οὐ πολλῶν μηνῶν εἰς τὸ ταὐτὰ ψηφίσα- σθαι περὶ τοῦ ἀνδρός, ἀλλ’ ἢν συμμίξας ἀκούσῃς τε φθεγγο- μένου καὶ αἰδούμενον ἴδῃς, ἀεὶ γὰρ τοῦτο ποιεῖ, τὸν μὲν ὅτι τοιοῦτός ἐστι θαυμάσῃ τοὺς δὲ ἔχοντας αὐτὸν εὐδαίμονας ἡγήσῃ.
Εἰ καὶ μή, ὅτε ἐβουλόμην, ἔτυχον ὧν ἐπεθύμουν, ἀλλ ὧν γε ἐπεθύμουν ἔτυχον. γράμματα γὰρ σὰ πάλαι μὲν εἶχον ἂν εἰκότως, ὀψὲ δὲ ἔχω. καί με ἔπαυσας λυπούμενον, ὃν μὴ λυπηθῆναι τὴν ἀρχὴν σὺ ἦσθα κύριος.
ἐξεῦρες δέ πως καὶ τούτου παραμυθίαν. ὁ γὰρ ταχέως οὐ δεδωκὼς ἔδωκας τῇ βραδυτῆτι τὴν ἀπὸ τοῦ φέροντος χάριν. Σπεκτάτος γὰρ ἦν, οὗ μεῖζον ἐμοὶ μὲν οὐδὲν ἢ σύ, σοὶ δὲ ἴσως οὐδέν.
ἴσθι δέ με τῆς Παλαιστίνης ἄρχοντα πεποιηκὼς πέμψας ἐκεῖσε Κλημάτιον, καὶ οἷς Ἀρισταίνετος ἐκοσμήθη, ταῦτα εἰς ἡμᾶς γεγενῆσθαι. πρόσθες δὴ ταῖς εἰς αὐτὸν τιμαῖς, καίτοι δέδοικα μὴ δόξη λέγειν μᾶλλον ἢ πράττειν ἀμείνων εἶναι. 9 Sievers 228, 2. 286, 4. Seeck 63. 384 15 cf. ep. 662 18 Seeck 111 | cf. ep. 662 3 ταὐτὰ Bcripsi e V sed e ταῦτα corr m4 ταῦτα VaVoSVi Wolf 4 ἢ Va | ἀκούση Vi 5 γὰρ scripsi e VVaVo δὲ Vi Wolf 6 θαυμάσῃ V sed ῃ in εις corr m5 7 ἡγήσῃ Va sed ήσῃ del 10 ἐβουλόμην Va aed ην del | ἔτυχον om Va ὦν del Va 11 εἶχον ἂν reposui e libris ἂν εἶχον Wolf 13 σὺ om Va σύ γε in ras V5 14 καὶ in κἀν corr V4 | Bcripsi e Vi τοῦτο V sed in τούτω corr m4, VaVoS τούτῳ Wolf | ὁ] τὸ V οὐ om Vi | σεσωκὼς libri sed σεσ corr V4, σ(1) in δ' Vo4 16 ἐμοὶ μὲν reposui e libris μέν μοι Wolf | σοὶ] σὺ Vi 17 μέμψας Vi 19 καίτοι scripsi e V e καὶ corr m4 καὶ VaVoSVi καὶ μὴ vel καὶ οὐ Re
περὶ δὲ τῆς ἰσχύος τῶν νόμων, ἣν ἀπέδωκας αὐτοῖς, καὶ τῶν φόβων, οἷς ἀδικεῖν κωλύεις, οἱ μὲν ἄλλοι φρονοῦσιν οὕτως, ὡς τὸ λίαν ἀκριβὲς ταχύ σε τὸ ἄρχειν ἀφαιρήσεται, ἐμοὶ δὲ μάλιστα μὲν τοῦτο φαίνεται μακροτέραν ποιεῖν σοι τὴν ἀρχὴν οὐ λανθανούσης τῆς ὠφελείας. εἰ δ’ οὖν καὶ ἄλ- λῶς ἐκβαίνοι, σοί γε οὐκ ἀποστατέον τοῦ καλοῦ. μὴ γὰρ ὅπως ἄρξαις πλείω χρόνον ὧν ἄρχεις, γένοιο κακός.
ἀλλ εἰς μὲν τοῦτο συμβούλων οὐδέν σοι δεῖ, ΠΛάγιον δὲ τοῦτον οἶσθά που· Σύρων γὰρ τοὺς ἀγαθοὺς οὐκ ἀγνοεῖς. εἰδὼς δὲ ἀγαθὸν ὄψει τε ἡδέως καὶ παραπέμψεις εὐμενῶς ἄνδρα ὑπὸ τῶν πολιτῶν ἐπαινούμενον, ὅσοι τε καταδεεῖς καὶ οἷς ἐστι περιουσία διὰ τὴν ἐπιείκειαν. οὕτω καίτοι πράττων ἑτέρων ἄμεινον ἐξέφυγε τοῦ Φθόνου τὸ βέλος.
ἐμοὶ δὲ πάλαι μὲν συμφοιτητής, ἀεὶ δὲ φίλος. τοῦτο δὲ ὅσον ἐστὶ παρὰ σοί, μαθέτω.
Θαῦμά σοί που τῶν πάνυ θαυμάτων τὸ τοῖς μὲν ἄλλοις παρ’ ἡμῶν τὸν Λητόιον φέρειν ἐπιστολάς, σοὶ δὲ μόνῳ μὴ φέρειν. τοῦτο δὲ τῷ παιδὶ μὲν ἡμάρτηται, ἐμοὶ δὲ οὐκ ἐλλέ- λειπται.
μετὰ μὲν γὰρ τῶν ἄλλων ἣν ἐγεγράφειν πρὸς σὲ ἐπιστολήν, ἡτοίμαστο, πορευόμενος δὲ παρὰ τὸν Λητόιον ἐκέ- λευσα τὸν οἰκέτην κομίζειν τὰ γράμματα, πολλῶν δὲ πραγμά- τῶν ὄντων ἐπ’ αὐτῆς τῆς ἐξόδου τῷ πρεσβευτῇ δίδωσιν οὑμὸς παῖς τῷ ’κείνου. καὶ πάντα ᾠόμην δεδόσθαι. κειμένην δὲ ὁρῶ τὴν ἐπιστολὴν καὶ ἀνέκραγον καὶ κολάζω τὸν οἰκέτην.
εἶτ’ εὐθὺς ἡ Τύχη με παραμυθεῖται πρεσβευτὴν ἕτερον δοῦσα καὶ χρηστὸν ὥσπερ ἐκεῖνον καὶ φίλον ἀμφοῖν. μόλις ἂν οἷς ἐνῆν εἰπεῖν ἤρκουν, σὺ δὲ κἂν ἄλλον ὑπὲρ αὐτοῦ δι- δάξαις, ὥστ᾿ οὐδὲν ἂν δέοι πρὸς σὲ μηκύνειν.
Ἐμὸν τὸ γράμμα καὶ παλαιὸν καὶ πρὸς παιδιὰν γραφέν. ἔτυχον μὲν γάρ σοι πέμψας ἐπιστολὴν ἀπὸ τῶν τόπων ὧν ἄσμενος ἀπηλλάγην, ἡ δὲ εἰς ἄλλων ἐλθοῦσα χεῖρας ἐκείνους πρὸς σὲ περὶ τῶν πρὸς σὲ γραφέντων ἐποίει λέγειν. σοὶ δ’ ἄτοπόν τι τοῦτο ἐφαίνετο καὶ γράφων ἐθαύμαζες, ὅ τι τὸ πρᾶγμα εἴη.
καί σε προσπαίζων ἔγραψα ταῦτα ἃ νυνὶ φὴς εὑρεῖν. ἃ σπουδῇ νομίσας εἰρῆσθαι δόξης μὲν ἥμαρτες, ἐμοὶ δὲ λυσιτελούντως διὰ γάρ τοι πολλῶν καὶ καλῶν ἠγωνίσω τῶν λόγων, οὓς εἰρῆσθαί μᾶλλον εἶχέ μοι καλῶς ἢ σεσιγῆ- σθαι.
τὸν δὲ Κύριλλον πάλαι παῖδα νομίζων ἐμαυτοῦ νῦν ἤδη καὶ μειζόνως. παρὰ σοῦ γὰρ ἥκει μοι νῦν τοῦ πάππου τιμιώτερος.
Ἀλλ᾿ εἰ καὶ βραδέως, ὑπηρέτηκά γέ σοι, καὶ λαβὼν τὰ Κέλσου δοκίμαζε. δοκεῖς γὰρ ἐπὶ βασάνῳ μοι μᾶλλον ἢ τοῦ τι μαθεῖν ἐκεῖθεν ἐθελῆσαι λαβεῖν. οὐχ οὕτω σοι μικρὸν <τὸ> περὶ τὴν γλῶτταν ἐκείνην.
βραχὺ δ’ ἐφρόντισας τῆς ἀποκρίσεως, ἣν ἡ κλῆσις ἥν γε ἐκάλουν ἀπῄτει· χρῆν γὰρ ὡς ἥξεις εἰπόντα δοῦναι χάριν ἢ μένειν ἐγνωκότα, δι’ ὅ τι μένειν ἐπῆλθεν, εἰπεῖν. σὺ δ’ οὐδέτερον πεποίηκας.
ἀλλά μοι φαίνῃ μετεωριζόμενος ὑπὸ τοῦ τῆς Ῥώμης μεγέθους τῶν τε ἄλλων πόλεων καὶ τῶν ἐν αὐταῖς φίλων καταφρονεῖν, ἄλλως θ’ ὅτε καὶ λαμπροτέρα νῦν δὴ γεγένηται τῷ βασιλέως ἔρωτι. τοῦτον γὰρ εὐδαιμονίσαι τις ἂν τῆς θέας, ἐκείνη <δὲ> τοῦτο οὐ μικρὸν ἡ ’κείνου ἐπιθυμία.
τοῦ δ’ οὖν σε καλεῖν οὐ παύσομαι νομίζων ἐμοί τε καλῶς ἕξειν, εἰ παρείης, σοί τε οὐ χεῖρον. περὶ δὲ τῶν ἀγώνων, οὓς εἰκὸς πεποιῆσθαι τοὺς σο- φιστάς, ὅσοι τε ἐπῆλθον καὶ οἱ πάλαι τὴν πόλιν οἰκοῦσι, πολ- λοὶ μὲν ἀγγελοῦσι, σοῦ δ’ ἀμείνων οὐκ ἄν μοι γένοιτο μηνυ- τής. τό τε γὰρ ἀκριβὲς διασώσεις καὶ χάρις ἡ σοὶ συνήθης ἐπέσται τοῖς γράμμασιν.
Ὤιμην σε νῦν μᾶλλον ἔσεσθαι σὺν ἡμῖν, ἐπειδὴ σαυτοῦ κατέστης κύριος· σὺ δ’ ἔοικας μᾶλλον αὐτόθι μένειν, ἐπειδὴ πολλῶν ἐγένου κύριος. καίτοι σοι καὶ πλῆθος οἰκετῶν κἀν τοῖς πολλοῖς εἰσί τινες, οἷς καὶ βουλομένῳ τοὺς φίλους ἰδεῖν ἦν περὶ τῶν ὄντων θαρρεῖν
ἀλλ’, οἶμαι, τοῦ φιλεῖν μὲν εἶναι ἐπιστήμων ἔλεγες, ἦσθα δὲ οὐ πάνυ, ὃς καὶ τὸν ἄνθρω- πον, ὃς ὑμέτερος ὢν ἡμετέρᾳ συνῴκησε δούλῃ, παρὼν μὲν οὐκ ἀπέσπασας, ἐλθόντα δὲ κατέχεις, μᾶλλον δέ, εἴτ’ ἄκοντα κατέχεις, ἀδικεῖς, εἴθ’ ἑκόντα καθήμενον οὐκ ἐξελαύνεις, ἀδι- κεῖς.
ἀλλ’ ἐκεῖνος ἡμῖν μὴ γένοιτο δυσχεροῦς τινος ἀρχή. τοὺς δὲ παῖδας ἥκοντας, ὅπως ἐκεῖθεν ἄγοιεν ξύλα, ποίησον μαθεῖν, ὅσον σὺ τοῦ πατρὸς ἀμείνων τῇ δυνάμει μὲν ἐκεί- νου, τῷ σαυτοῦ δὲ χρησάμενος τρόπῳ.
Ἐπέμψαμεν τοὺς οἰκέτας ὡς ὑμᾶς ὠνησομένους ξύλα. δεῖ δὲ αὐτοῖς ἐν γῇ ξένῃ βοηθὸν γενέσθαι τινὰ τῶν αὐτόθι δυνατῶν, ὅπως εἰδῶσιν οἱ πωλοῦντες ὡς, ἢν ἀδικῶσιν, ὁ κωλύσων ἔσται.
σοὶ δὴ καὶ δύναμις δικαία καὶ φιλία πρὸς ἡμᾶς. καὶ ὡς ἐμνήσθην ὅτι Γαΐῳ χρηστέον συμμάχῳ, ἥσθη τε ὁ παῖς καὶ ἐβόησεν ὡς ὃν ἐχρῆν εὗρον. ἐφαίνετο οὖν καὶ πάλαι σου τετυχηκέναι, καὶ ὡς ἠρόμην ὡμολόγησεν. εἰ οὖν ἀπαράκλητος πρότερον ὠφέλεις, τί νῦν ἐπὶ τοῖς γράμμασιν οὐ δράσεις;
Ἐφ᾿ οἷς ἐξῆλθεν Ἰάμβλιχος, αὐτὸς ἐρεῖ σοι. σὺ δὲ δο- κιμάσας τὴν γνώμην ἢ χρηστὴν εὑρὼν ἐπικούρησον ἢ μὴ τοιαύτην κίνησον· ὡς ὅ τι ἂν γνῷς, τοῦτο ἱστᾶι κύριον παρὰ τὰ νῦν δεδογμένα. δύο γὰρ ὁ νεανίσκος πέπεισται, φρένας τε ἀγαθὰς εἶναί σοι καὶ πρὸς αὑτὸν εὔνοιαν. ἐξ ὧν ἀμφο- τέρων ἰσχυρὸν ἔσται τοῦθ’ ὅ τι ἂν ἡγῇ συμφέρειν.
Καλύ- κιος δὲ τὸ μὲν ὧν ἐκέλευες ποιεῖ, τὸ δ’ οὐκ ἴσχε ποιῆσαι. τῶν μὲν γὰρ Πλάτωνος ἧπται, τῶν δ’ ἡμετέρων οὐκ ἔπεμψε λόγων, ὡς μὲν αὐτὸς ἔφη, τοῦ γράψοντος ἀπορῶν, ὡς δὲ ἐγὼ νομίζω, δείσας μὴ τί <σοι> τῶν οὐχ ἡδέως ἡμῖν εἰς χεῖρας ἔλθοι.
Σοί τε ἔπρεπεν Ἱμερίῳ φίλον εἶναι καὶ οἱ παῖδες ὑμῶν εὖ ποιοῦντες τὰ ὑμέτερα μιμοῦνται. αἰδεῖται μὲν τοῦτον ὁ σὸς υἱός, οὗτος δὲ ἐκεῖνον ἐπαινεῖ καὶ συγχαίρει δόξαν τε ἀγαθὴν ὁρῶν ἔχοντα καὶ παρ’ ἡμῶν πρόνοιαν, ἓν δὲ αἰτιᾶται μόνον, ὅτι πολλὰ τοῦδε διδόντος μικρὰ λαμβάνειν ἐθέλει.
σὺ τοίνυν ἐπαίνει τοῦ μὲν τὴν φιλοτιμίαν, τοῦ δὲ τὸ αἰ- δεῖσθαι.
Τὸν Ἱμερίου μὲν υἱόν, Σωπάτρου δὲ ἀδελφιδοῦν, Ἰαμ- βλίχῳ δὲ ὁμώνυμον, ἐμὸν δὲ καὶ συγγενῆ καὶ φίλον ἔχων εὐθὺς ἡγοῦ καὶ σαυτοῦ φίλον καὶ μὴ κατὰ βραχὺ συγκεράννυ τῷ νεανίσκῳ σαυτόν, ἀλλ’ ἐπὶ τοῖς γράμμασιν ἀναπέτασον αὐτῷ πάντα τὰ πράγματα μὴ τῇ ἡλικίᾳ κρίνων τὸν τρόπον, ἀπὸ δὲ τοῦ τρόπου τὸν νέον τιθεὶς εἰς γέροντας.
οὗτος ἐμὲ φιλεῖ μὲν ὥσπερ ἡ μήτηρ, αἰσχύνεται δὲ ὥσπερ υἱός, φοβεῖται δὲ ὡς ἂν οἰκέτης. τὸ δὲ μέγιστον τῶν ἐν αὐτῷ, νο- μίζων τὴν μεγίστην ἀνάγκην εἰς ἀρετῆς ἄσκησιν εἶναι θεοὺς τιμῶν δέξαιτ’ ἂν Ἶρος γενέσθαι μᾶλλον ἢ μὴ τιμῶν Κινύρας.
κληρονομήσας δὲ πατρῴας οὐσίας καὶ φίλων τὸ μὲν τῶν φίλων ηὔξησε μέρος, τὸ δὲ ἐκείνης οὐκ ἠξίωσεν, ἀλλ᾿ ἐπαι- νῶν Εὐριπίδην λέγοντα τοῦν ἔχοντος εἶναι φίλον πρίασθαι χρημάτων πολλῶν σαφῆ, τοῦτο τὸ κτῆμα κτώμενος ἀναλίσκει τῶν ὄντων.
ἀκούσας δέ, τίς μὲν αὐτὸν ὁ καλῶν, ἐφ’ ὃ δὲ καλούμενος τίνι γνώμῃ πορεύεται, θαυμάσῃ μὲν αὐτοῦ τὸ μὴ θαυμάσαι πλοῦτον, ἐπαινέσῃ δὲ τὴν σοφίαν, ᾗ πειρᾶται δια- φεύγειν ἃ μὴ μομίζει καλά, μακάριον δὲ ἡγήσῃ τῆς περὶ τὰ θεὶα κρίσεως.
ξενίσας οὖν τὴν γενναίαν φύσιν καὶ συνευ- ξάμενος αὐτῷ λυθῆναι πέμπε ἐπ’ Ἰταλίας, μᾶλλον δὲ ἐπὶ Συρίας.
Οὐκ ἠχθέσθην τῆς ἐκ βασιλέως τροφῆς ἐπ’ ἄλλους μετα- στάσης. ἴδει γάρ με τελέως ἐκεῖθεν λελύσθαι· τοῦτο δὲ ὑπῆρξε τῇ τῆς τροφῆς μεταστάσει.
τὸν μὲν οὖν ἀφελόμενον εὐερ- γέτην ἡγοῦμαι, περὶ δὲ τῶν χρημάτων, ἃ τὸν πρὸ τοῦ χρόνον οἱ λαβόντες οὐκ ἀπέδωκαν, εἶπον πρὸς τὸν ἄρχοντα καὶ προσ- θεὶς ὡς τῷ καταφρονεῖσθαι πλέον ἀλγοίην ἢ τῇ ζημίᾳ, μά- την ἔλεγον· ἀπεκρίνατο μὲν γὰρ οὐδέν, δῆλος δὲ ἦν τοὺς μὲν ἀποστεροῦντας οὐκ αἰτιώμενος, τοῖς δὲ ἀπαιτοῦσι μεμφόμενος
ἀλλ’ ἐκεῖνος μὲν ἔστω τῶν ἀδικούντων, Ἰάμβλιχον δέ, ὃν ἐθαύμαζες παρ’ ἡμῖν, ἡδέως ὄψει παρ’ ὑμῖν καὶ διδάξεις γε τὴν Μεγάλην πόλιν, τίς τε καὶ ἐκ τίνων ἁνὴρ καὶ ὡς ἄξιος τιμῆς Ἑλλήνων παισίν. ἀμφοτέροις γὰρ τοῦτο κόσμος, τῷ μὲν ὑπὸ τῆς σῆς ἐπαινεῖσθαι φωνῆς, σοὶ δὲ τὸν τοιοῦτον ἐπαινεῖν.
Ἐπῄνεσα Σπεκτάτον τῶν εἰς σέ, μᾶλλον δὲ τῶν εἰς τὰ γὰρ εἰς σὲ ταῦτ’ εἰς ἐμαυτὸν ἡγούμην τε καὶ ἔλεγον πε- πρᾶχθαι. συνήσθην δὲ αὐτῷ μικρὰ μὲν πεποιηκέναι λέγοντι, μείζω δὲ ὑπισχνουμένῳ. δῆλον δὲ ὅτι καὶ τὰ μείζω ποιήσας μικρὰ κἀκεῖνα πρὸς τὰ μέλλοντα φήσει.
Ἰαμβλίχου δὲ τὸν πατέρα μὲν ᾔδεις οὐκ ἀπὸ πλήθους μᾶλλον ἀρχῶν ἢ τῆς ἐν ταῖς ἀρχαῖς ἀρετῆς, τοῦτον δὲ ἠγνόεις, νέος γὰρ ὢν ἠγνοεῖτο· νῦν δὲ εἴσῃ παῖδα βελτίω πατρός, ᾧ χρημάτων μὲν οὐ πολὺς λόγος, πολὺς δὲ λόγος τοῦ τι ποιῆσαι καλόν. οὐχ οὕτως ἀθλη- τὴς ἐρᾷ στεφάνων ὡς οὗτος φίλῳ καὶ λῦσαι κακὸν καὶ πα- ρασχεῖν ἀγαθόν. λέγειν δὲ εἰδώς, ἔστι γὰρ ῥήτωρ, οἶδε καὶ σιγᾶν, οὗ σιγὴ βελτίων.
οὗτος ἂν μὴ μαθών σε διαδράμῃ τὴν πόλιν, ἀμφοτέροις αὕτη ζημία, τῷ μὲν οὐ μετασχόντι τῆς σῆς σοφίας, σοὶ δὲ οὐ μεταδόντι τῆς αὑτοῦ σοφίας, ᾧ μάλιστα χρῆν. ἀλλ’ ἀγαθῇ τῇ τύχῃ χρήσασθε τοῖς ἀλλήλων ἀγαθοῖς.
Μετὰ δακρύων Ἰάμβλιχος ἐξῄει παρ’ ἡμῶν ἆρά ποτε τὴν ἑῴαν ὄψομαι; λέγων. καὶ πάνυ γε ἔφην· ἐν Ἰλλυ- ριοῖς αὐτίκα μάλα τῶν τῆς ἑῴας ὄψει τὸ κάλλιστον. ὁ δὲ ἅτε ὢν ὀξὺς καὶ τῆς οἰκίας ἐκείνης, ἣ διήνεγκε τῷ φρο- νεῖν, εἶδεν ὃ λέγω καὶ τῶν δακρύων ἐπαύσατο ταῖς ἐνταῦθα πόλεσιν ἀντιτιθεὶς ἕνα, δι’ ὃν αἱ τῇδε πόλεις ἐν δόξῃ.
εὐθὺς μὲν οὖν αὐτὸν τιμήσεις πατρός τε εἴνεκα καὶ θείου καὶ πάπ- που, πεῖραν δὲ λαμβάνων τῆς γνώμης, καὶ γὰρ ἐπέδωκεν εἰς τὸ βέλτιστος εἶναι, τούτῳ θαυμάσῃ τὸν ἄνδρα.
λόγον δὲ περὶ ἡμῶν ἀπαιτῶν ὄψει μὲν αὐτὸν ἐν τῇ διηγήσει τὰ σὰ μιμούμενον εἰς ἐμέ, τοῦτο δὲ αἰσθόμενος παῖδα σαυτοῦ νο- μιεῖς· τοιοῦτον γὰρ δὴ τὸ σὸν περὶ τὸν πρόθυμον εἰς ἐμέ.
τὰ μὲν οὖν ἄλλα οὗτος ἐρεῖ, λόγων πλῆθος, ἴσως δέ τι καὶ κάλλος, νέων πλῆθος καὶ περὶ τοὺς νέους πόνους, νέους πόνων ἐραστάς, φίλους πολλούς τε καὶ φαιδρούς, ἐχθροὺς οὐ πολλοὺς καὶ ταπεινούς.
ὃ δὲ οὗτος μὲν οὐκ ἐρεῖ, σεσιγῆ- σθαι δὲ οὐ καλόν, δεσπότην με τῶν αὑτοῦ μεθ’ αὑτοῦ πε- ποίηται τὴν συγγένειαν αἰδούμενος. ταὐτὸ δ’ ἂν οἶμαι ποιῆσαι καὶ πρὸς ἄλλον οὐ συγγενῆ μέν, ἀγαθὸν δέ.
Ὁ μὲν δαίμων οὐ καλῶς ὑπὲρ τῶν σῶν ἐβουλεύσατο, σὺ δέ, οἶμαι, καλῶς. ὁ μὲν γὰρ ἀφῄρηταί σε Θεμίστιον, ὃν ἐγώ ποτε ταῖς Ἰσοκράτους παραινέσεσιν ἔθρεψα· σὲ δὲ οὐ κατέ- κλυσεν ἡ συμφορά, μένεις δὲ ἐν τοῖς φιλοσοφίας νόμοις ἀνδρίᾳ χρώμενος πρὸς τὴν Τύχην.
ἔστι δέ, οἶμαι, τοῦ μέχρι νῦν ἐνηνοχότος τὸ κακὸν τὸ μὴ γενέσθαι μετὰ ταῦτα πρὸς τὸ πά- θος μαλακόν. αἰσχρὸν γὰρ εὐθὺς οὐ προαχθέντα προἰόντος ἐνδοῦναι τοῦ χρόνου.
τὸν δ’ Ἰάμβλιχον ἔγνως μὲν ἐλθὼν ὡς ἡμᾶς ἀγαθόν, εὖ ποίει δὲ νῦν ὡς ἄνδρα ἀγαθόν. μεγίστη δὲ εὐεργεσία φίλον τε σαυτοῦ νομίσαι καὶ δεῖξαι τοῖς ἄλλοις, ὅτι αὐτὸν ἡγοῖο φίλον. πάντως δὲ τὸν ἐξ ἐκείνων παρὰ σοὶ δεῖ κεκρίσθαι τίμιον, τὸν ἐκ τῶν φιλοσόφων παρὰ τῷ φιλο- σοφοῦντι.
αὐτὸς μὲν οὖν ταῖς τῶν πατέρων ἀρεταῖς σε- μνύνεται, μεῖζον δέ ἐστιν αὐτῷ τοῦ φῦναι ἐκ τοιούτων τὸ γε- νέσθαι τούτων ἄξιον. καὶ γὰρ εἰ μὴ λόγων ὅσων ἐπεθύμει μετέσχεν ὀρφανίᾳ κωλυθείς, ἥ γε φύσις καὶ τὸ τῶν ἠθῶν γενναῖον φιλοσοφίᾳ πρέποντα.
Ἅπαν ἡμῶν τὸ γένος διὰ σοῦ καὶ κτᾶταί τι χρηστὸν καὶ διαφεύγει κακόν. Ἰάμβλιχος δὲ ἡμῶν ἐν τῷ γένει κατὰ Πίνδαρον ἀστὴρ ἀρίζηλος, σώφρων, ἐπιεικής, εἰδὼς αἰδεῖ- σθαι, λόγων ἐπιθυμητής, χρημάτων κρείττων, οὐκ εἰδώς, ἢν εὖ πάθῃ, τῆς μνήμης ἐκβαλεῖν τὴν χάριν· ὥστε, εἰ πάντα αὐτῷ γένοιο, περὶ τὸν ἄριστον ἡμῶν ἔσῃ πρόθυμος.
καὶ ταῦτα ἐγὼ γράφω νῦν, οὐχ ὅπως ἄρξῃ τὸν νεανίσκον ὠφελεῖν, πάλαι γὰρ δὴ τοῦτο ποιεῖς, ἀλλ’ ὅπως ὧν τε ἤρξω πάλαι, τούτοις ἐμμείνῃς καὶ ἐμοὶ συνησθῇς, ὅτι μοι τούτου φρον- τίς, οὐ μὴ φροντίζων ἠδίκουν ἄν.
Ταύτην τὴν ἐπιστολὴν οὐκ αὐτὸς ἐδεήθην Ἰαμβλίχου κομίζειν ὑμῖν, ἀλλ’ αὐτὸς ἐδεήθη μου πέμπειν ὑμῖν. ὡς γὰρ ἀπαίρειν μέλλων κελεύσας ἐπιστεῖλαι τοῖς φίλοις εἶχε πειθό- μενον.
τῶν μὲν <οὖν> ἄλλων οὐδενὸς ὀνομαστὶ πρὸς ἐμνήσθη, τὸν Ὀλύμπιον δὲ καὶ τὸν ἀδελφὸν εἰπὼν τοὺς φιλο- μούσους, εἰ τούτοις ἔφη φέροιμι γράμματα, πάντα ἕξει μοι καλῶς.
τρεῖς οὖν εἶχον ἡδονὴν ἀφορμάς, τὸ ὑμᾶς ἐν τούτῳ δόξης εἶναι τό τε ἐμοὶ φίλους μὲν ὑμᾶς εἶναι τοὺς ἀγαθούς, συγγενῆ δὲ τοῦτον καὶ φίλον τὸν οὐκ ἀγνοοῦντα τοὺς ἀγαθούς.
Σή τοι σαφῶς ἡ ἐπιστολή, ὥστε, εἰ καὶ τοὔνομα τοῦ πέμψαντος μὴ ἐνεγέγραπτο, πάντως ἂν εὗρον ἐκ τῶν ἐπεσταλ- 20 μένων τὸν γεγραφότα. σύ τε γὰρ ὑβριστὴς ἥ τε ἐπιστολὴ πολὺ τοῦτο εἶχεν, ᾧ καὶ θαυμάζω τὸ μηδ᾿ ὑπὸ τοῦ πλήθους τῶν πραγμάτων ἀποστῆναί σε τῶν εἰωθότων.
ὡς δὲ οὐδὲν ὑγιὲς ἐπέσταλκας, ἐπιδείξω. πρῶτον μὲν γὰρ ἔφης διὰ τοῦτό μοι μόνῳ τῶν πάντων οὐ γράψαι τὸ θυμωθέντα με πλῆξαί σε λόγοις. τοῦτο δὲ οὐκ ἦν εὐθὺς ἀναγκαῖον τῷ μὴ λαβόντι ποιεῖν, ἀλλ᾿ εἶχε λόγον καὶ οὐκ ἢν ἔξω τῶν εἰκότων τὸ τῷ μὴ λαβεῖν ἀλγήσαντα σιγῆσαι. μὴ γάρ, εἰ ἐπέστειλα πρᾴως ἐνεγκὼν τὸ παρεωρᾶσθαι, σκόπει, ἀλλ᾿ ὅτι τῷ μὲν ἠμελημένῳ τὸ λυπηθῆναι, τῇ λύπῃ δὲ ἠκολούθησεν ἂν οὐκ ἀλόγως ἡ σιγή.
τούτῳ μὲν οὖν ἐξηλέγχθης τῷ λόγῳ καὶ μάλα λαμπρῶς· κόλακα δέ με προσειπὼν σαυτὸν ἀποφαίνεις κόλακος. ἐραστήν. εἰ γὰρ τὸ κολακεύειν κακόν, τοῦτο δὲ ἐν ἐμοί, σὺ δὲ ἐμὲ πρὸ τῶν πολλῶν ποιῇ, πονηροῦ τινος ἐρᾶν ὁμολογεῖς. καὶ εἰ τοῦτό γε ἀληθές, ὅτι πονηρὸς ὅστις χαίρει τούτοις οἷς οὐκ ἔοικε, πονηρὸς ἡμῖν ὁ σεμνὸς ὕπαρχος ἀναφαίνεται.
θαυμάζω δὲ εἰ σὺ μέν, ὅπως λάβοις τὴν ἀρχήν, οὐκ ἐκολάκευσας, ἐγὼ δὲ οὐδὲν δεόμενος οὔτ᾿ ἄρχειν οὔτε παρ᾿ ὑμῶν πλουτεῖν ἐμαυτὸν κατῄσχυνον, ὅς, ὅπως μὴ γενοίμην κόλαξ, πένης ἐδεξάμην εἶναι· ὡς κολακεύειν γε ἐπισταμένῳ πολὺς ἂν εἴργαστο πλοῦτος. νῦν δ᾿ ἴσον ἀπέχομεν εὐπορίας καὶ κολακείας καὶ οὐκ ἄχθομαι τῷ μὴ πλουτεῖν, ἀλλὰ φιλοτιμοῦμαι τῷ μὴ δουλεύειν.
ἐγὼ μὲν οὖν ταῦτα λέγω φεύγειν, ἃ δὴ καὶ φεύγω τοῖς ἔργοις, καὶ οὔκ εἰμι μὲν κόλαξ, ἀγανακτῶ δὲ ἀκούων, ὅπερ οὔκ εἰμι, κατὰ τὸν Λασθένην· σὺ δὲ ἐπαίνων μὲν ἐπιθυμεῖς καὶ καλῶς ποιεῖς, μεγάλη γὰρ εἰς ἄσκησιν ἀρε- τῆς ἀνάγκη, προσποιούμενος δὲ καταφρονεῖν οὐ καλῶς ποιεῖς ἐξαπατῶν.
ἀλλ’ οὐδὲ ἐκεῖνο καλῶς δρᾷς ἀπατᾶν ἐπιχειρῶν ὃν οὐκ ἔχεις ἁρπάσαι. εἰ γὰρ ἐγὼ Φαιδρὸν ἀγνοῶ, καὶ τὴν μητέρα ἀγνοῶ. εἶτά μοι παρακελεύῃ τὸ ἐπαινεῖν ἀφέντα ἔχεσθαι τοῦ ἐγκαλεῖν.
εἰ μὲν οὖν οὐδὲν ἀδικοῦντι πείθεις ἐγκαλεῖν, οὐδὲν ἕτερον ποιεῖς ἢ συκοφαντεῖν· εἰ δ’ ὡς ἀληθῶς ἀδικοῦντι, σαυτὸν πεῖσον μὴ ἀδικεῖν μᾶλλον ἢ ἡμᾶς ἐγκα- λεῖν. πολὺ γὰρ βέλτιον καθαρεύειν ὑποψίας ἢ ταύτῃ χρώμε- νον ζητεῖν, ὅστις κατηγορήσει τοῦ πράγματος.
ἀλλ’ ἐπαι- νῶ τοὺς οὐκ ἀγαθοὺς ἐν ἴσῳ τοῖς ἀγαθοῖς καὶ διὰ τοῦτο φεύγεις τοὺς παρ᾿ ἡμῶν ἐπαίνους. ἀλλὰ μάλιστα μὲν ἐκεῖνος ἐπῃνέθη, πολλοὶ δὲ παντελῆ μὲν οὐκ ἔσχον τὴν ἀρετήν, ‘ὲν δέ τι μόριον, ὃ μὴ τιμᾶν ἐπαίνοις ἄδικον. εἰ δ οὑν τις καὶ τῶν φαυλοτέρων ἐπῃνέθη, τέχνῃ πρὸς ἀρετὴν Πλήθη. θαυμαζόμενος γὰρ ἀπὸ τῶν οὐκ ὄντων ὡς ὄντων αὐτῷ καὶ γενέσθαι τοιοῦτος ἐπεθύμησεν ἄν.
σὺ δὲ χαλεπός τις εἶ καὶ τοὺς καθεύδοντας καὶ τοὺς ἐγρηγορότας κακίζων. καίτοι εἰ μὲν Δάρδανος ἠδίκει κοιμώμενος, ὁ μὴ κοιμώμενος ἔξω μέμψεως· εἰ δὲ τὴν ἀγρυπνίαν τούτου ψέγεις, τί μὴ τὸν ὕπνον ἐπαινεῖς ἐκείνου; ἀλλ’ οὔτ’ ἐκεῖνος ἠδίκει κοιμώμενος μεθ’ ἡμέραν ἀπὸ τῶν ἐν νυκτὶ φροντισμάτων οὗτός τε κρα- τῶν ὕπνου στεφάνων, οὐκ αἰτίας ἄξιος.
ὁρᾷς ὡς οὐκ ἐμὲ τὸ πλουτεῖν, ἴστω γάρ, ἀπέφηνε χείρω, σὺ δ’ ὑπὸ τῆς ἐξουσίας ἐπήρθης συκοφαντεῖν. παραινῶ δή σοι τούτου μὲν ἀποστῆναι, τοῦ δ’ ἀκριβῶς ἐπιμελεῖσθαι, τῆς ἀρχῆς ἔχεσθαι.
καίτοι τινὲς κατηγοροῦσί σου τὴν τοῦ Φοίνικος τραγῳ- δοῦντες πρᾶσιν καὶ ὅσοι περὶ τὰς δίκας οἴχονται φεύγοντες ὑπὸ τῶν ὑβρισμάτων. ἀλλ’ ἐγὼ τοὺς μὲν οὐδὲν λέγοντας δεικνύω, σοῦ δέ, ἢν μὴ παύση τοιαῦτα ποιῶν, φανοῦμαι κατήγορος.
Ἔτι σοι γράφομεν ἀπόντι, χρῆν δέ σε εἶναι παρ’ ἡμῖν καὶ μὴ ταῖς ἐπιστολαῖς ὁρᾶν μόνον τοῦ παιδὸς τοὺς λόγους, ἀλλὰ πᾶσιν εἴδεσιν ὁπόσα λόγων.
πολλῶν δ’ ἂν ἐπριάμην εἰδέναι σε τὸν παρ’ ἡμᾶς ἥκοντα Θεμίστιον· οὕτω γὰρ ἆν ἐθαύμασας ἐμέ τε τὸν μεταβαλόντα κἀκεῖνον τὸν μεταστάντα.
Εἶχον μέν σε ἐλέγχειν ἐκείνως ἐπεσταλκότα καὶ οὐ τὸ μὴ πολλάκις λαβεῖν, ἀλλὰ τὸ μὴ μακρὰς αἰτιώμενον· ἕνα μὴ πόλεμος ἐκ μικροῦ σπινθῆρος ἁφθῇ καὶ βάλλωμεν ἀλλή- λους γράμμασιν ἀντὶ τοῦ τέρπειν ἐπιστολαῖς, δεδόσθω σὲ μὲν τιμᾶν τὰ τῆς Λακεδαίμονος, ἐμὲ δὲ οὐκ ὀρθῶς ἐγκαλεῖν. καὶ νίκα τὴν νίκην ταύτην ἡττημένων ἡμῶν ἑκόντων.
βιβλία δὲ ὅτι μὲν ὑπέσχου μοι, ἐμὸν ἀναμνῆσαι, ὅτι δὲ οὐκ ἔδωκας, σὸν εἰπεῖν. ὅτε γὰρ ἐν τῇ Μεγάλη πόλει τὴν νόσον τὴν με- γάλην διαφυγὼν ἀνεγίνωσκόν σοι λόγον, ἔπαινον τῆς Στρα- τηγίου θυγατρός, βιβλίον τι παλαιὸν εἰς κάλλος γεγραμμένον ἐθαυμάσαμεν ἰδόντες καὶ διελέχθημεν, ὡς ἦν ποτε κάλλος γραμμάτων, νῦν δὲ οὐκ ἔστιν.
ἐνιδὼν δή μοι σὺ τῶν τοιούτων ἐπιθυμίαν ἔχειν ἔφης πολλὰ καὶ κτῆμα παππῷον καὶ πέμψειν ἀπὸ τῆς Νικαίας. εἶτα ἐγένου Φίλιππος ὑπισχνού- μενος Ἀθηναίοις. καὶ ἀγροὺς μὲν ὑπὲρ ἡμῶν ἄλλοις οἶσθα δοῦναι, βιβλία δὲ ἡμῖν οὐκ οἶσθα.
διὰ δή; λέγοις ἄν. ἢ κἀνταῦθα τὸν Φίλιππόν μοι καιρὸς εἰπεῖν· οὐ δίδωσιν Ἀρισταίνετος βιβλία τοῖς φίλοις, ἵνα μὴ διαβληθῇ πρὸς Ἕλληνας; πάλιν δή σοι λέγω ταῦτα, ὡς, ἂν μὴ πέμψῃς ἐκείνων, οὐ λήψῃ τούτων, ἐν οἷς καὶ αὐτοῖς εὑρή- σεις πολιόν. οὐ γὰρ κατὰ τὸν Ἰόλεων ἐκ γέροντος ἐγὼ νέος· οὐχ οὕτω μοι φαῦλον οἱ νόμοι.
Τὸ μὲν προσπεσεῖν σοι πολλὰ λυπηρὰ μετὰ τὴν ἀρχὴν λέγων, αὐτὰ δὲ οἷς ἐλυπήθης οὐκ εἰπὼν πᾶν εἶδός με κακῶν ἠνάγκασας ἐννοεῖν, ὥστ’ οὐκ ἔστιν ἐφ’ ὅ τι δυσχερὲς τὴν ψυχὴν οὐκ ἄγων ἀπεύχομαι μὲν μηδὲν εἶναι τούτων, φοβοῦμαι δὲ μὴ τούτων ἐνῇ τι.
εἰ μὲν οὖν ᾔδειν, καθ’ ὃ μέμφῃ τὸν δαίμονα, πρὸς τοῦτ’ ἂν ἐποιούμην τὸν λόγον ἐπεὶ δὲ ἁπλῶς ὡς εἴης ἐν χαλεποῖς ἀκήκοα, παραινῶ σοι παντὸς ἀνδρειότε- ρον εἶναι κακοῦ τὸ πανταχοῦ λεγόμενον ἡγούμενος εὖ ἔχειν, ὡς οὐκ ἔστιν ἴασις συμφοραῖς ἡ λύπη.
καλῶς δέ μοι δο- κεῖς καὶ τοῦτο βεβουλεῦσθαι, καταφυγεῖν εἰς Νικαίαν· παρα- μύθιον γὰρ οἷον οὐκ ἄλλο ζῆν σὺν Ἀρισταινέτῳ καὶ μορφὴν ἐκείνην ὁρᾶν καὶ λόγων ἀκούειν ἐκείνων καὶ παίζοντος γάννυ- σθαι καὶ σπουδάζοντος ὠφελεῖσθαι.
χρῶ τοίνυν τῷ καλῶς εὑρημένῳ φαρμάκῳ. εἰ δὲ καὶ τὰ ἡμέτερα γράμματα φάρμακον, ἕξεις ἐπὶ τῷ προτέρῳ τὸ δεύτερον.
Καλή γε ἡ συνωρίς, σὺ καὶ Δομέτιος ὸ χρηστός. ζεύ- γνυσι δὲ ὑμᾶς ἡνίοχος ἀγαθὸς μίαν ψῆφον ὑπὲρ ἀμφοῖν θέμενος. ὁ γὰρ σὲ καλῶν ἐπὶ κοινωνίᾳ τῶν πόνων τοῦτον οὗτος ἐπὶ τοῖς ἴσοις.
ἀλλὰ σὺ μὲν οὐδὲ μελετήσας καθῆ- σθαι μένεις, ὁ δὲ ἔρχεται κουφιῶν τὸν ἄρχοντα, μακάριος μέν, ὑφ’ οἴου κέκληται, ποιήσων δὲ κἀκεῖνον εὐδαίμονα τῇ παρ’ αὑτοῦ φορᾷ. ἔστι δὲ ἡ φορὰ νόμων ἐμπειρία, λόγων δεινότης, δικαιοσύνη τρόπων.
σὺ τοίνυν τῷ μὲν συνηδό- μένος, οἷον λήψεται, τῷ παρ’ οἷον ἔρχεται, τὸν ἄνδρα ποιοῦ φίλον, ὥστε καὶ σοὶ συνησθῆναι τοῦ κτήματος.
Τέ χρή με ποιῆσαι; φῂς μὲν γὰρ αἰτιῶν ἐπιθυμεῖν, πράτ- τεις δὲ ἐπαίνων ἄξια. καὶ πρὸς μὲν τὸν ἐπαινοῦντα χαλεπὸς εἶ, ψέγειν δὲ οὐ δίδως.
τοῦτο τοίνυν πόσης εὐφημίας οἴει κέκληται Δομέτιος ἐπὶ τῷ συνεφάψασθαι τῶν φροντί- δων ἀνὴρ ἄχρηστος ἄρχοντι πονηρῷ. καὶ πολλὰ μὲν ἔστι μοι λέγειν, εἰ λέγειν ἐθέλοιμι περὶ τῶν τοῦδε καλῶν· φοβοῦμαι δὲ μή σοι γένηται σκώμματος ἀφορμὴ τὸ πρὸς σὲ λέγειν, ἃ καλῶς εἰδὼς κέκληκας οὐ γὰρ ἀγνοῶν ἐκάλεις. ὅ. ἀλλ’ ἐκεῖνό γε οὐκ οἶσθα· μάνθανε δή· λόγοις τοῖς μὲν ἄλλων ἐβοήθησε, τοὺς δὲ ἡμετέρους ἐθαύμασε, τὸ μὲν αἰδοῖ φιλίας ποιῶν, τὸ δὲ ἐπιστήμῃ λόγων, ὥσθ’ ἡμῖν αὐτὸν ἀμφοτέροις ἀγαθὸν φανῆναι τὴν μὲν οὐ κινήσαντα, τοὺς δὲ τιμήσαντα.
Οἱ παῖδές σου φύσεως τε ἀγαθῆς καὶ προθυμίας ἀμεί- νονος. ἤδη δέ τι καὶ δεῖγμα ἐξήνεγκαν νέων ἐχόντων ὦτα. ὅτι δὲ τοῦτ’ ἔστιν, ἐμοὶ μὲν ἀκριβῶς εἰπεῖν οὐ καλόν, ἐκείνοις δὲ μὴ τοῦτο ποιεῖν αἰσχρόν.
παρεὶς δὲ τὸ παρακαλεῖν ἡμᾶς ὑπὲρ αὐτῶν τιμῶντος ἔργον ἐποίησας τῇ σιγῇ μαρτυρήσας ὡς ἅπαν τὸ προσῆκον ἔχουσιν.
Σὺ μὲν ἐπῄνεις τοὺς ἐμοὺς λόγους, οἱ δ’ ἄλλοι τὴν σὴν εἰς λόγους ἐπιθυμίαν. οὐ τοίνυν ἡδέως ἠκροῶ, τούτῳ δὸς αἰτοῦντι χάριν. ἡ δὲ χάρις οὐκ ἔξω τῶν νόμων, ὥστε οὐκ ἀρνήσῃ.
Εὐσέβιος αὐτὸς μὲν ἐμοὶ συνεφοίτησεν, οἱ δὲ τούτου παῖδες φοιτῶσιν εἰς ἐμέ. τούτους μὲν οὖν αὐτὸς εὑ ποιῶ διδοὺς ἃ παρ’ ἐμοῦ λάβοι τις ἄν· τῷ δὲ τούτων πατρὶ παρὰ σοῦ γένοιτ’ ἄν, εἰ βουληθείης, εὖ παθεῖν. ἔστι δὲ εὐερ- γεσία γνῶναι πάντας ὅτι αὐτὸν ἡμέτερον ἑταῖρον οἶσθα.
Ἠισχύνθην οἷς ἔγραψας περὶ τῶν θηρίων· οὐ γὰρ ἐῴκεις ὅτι σοι μὴ χαρίσασθαι παρῆν ἡμῖν ἀνιωμένῳ, ποιου- μένῳ δὲ μᾶλλον τὴν ἀπορίαν παιδιάν. ἤδη δέ τις οὐδ’ ἀπο- ρεῖν σε ἔφη σημείῳ τῇ παιδιᾷ χρώμενος.
συνέβη δὲ τὴν ἐπιστολὴν διὰ τῶν τοῦ θείου χειρῶν εἰς ἡμᾶς ἐλθεῖν, ἀνδρ·ὸς αὐτοῦ μὲν ἥκιστα παίζειν εἰδότος, σὲ δὲ νομίζοντος μετὰ τοῦ καιροῦ τοῦτο ποιεῖν. ἀλλὰ νῦν γε οὐ καιρὸς ἐν ἐπειγούσῃ τῇ " χρείᾳ.
τὸ δὲ τὸν συγγενῆ σοι ταὐτὰ λειτουργεῖν ἐν Βιθυνίᾳ καιρὸς ἦν διδούς σοι δεικνύειν ὅτι τῶν οἰκείων οὐ ποιῇ τὸ τῶν φίλων δεύτερον. ἀλλ’, οἶμαι, πρόφασιν ἥρπασας εἰς ῥᾳ- θυμίαν.
πεπόμφαμεν δὲ ὑμῖν ὧν ἡμῖν τὸ ὄρος τρέφει. σὺ δ’, εἰ καὶ μὴ δοῦναι χάριν ἕτοιμος, ἀλλ’ ἀμείψασθαι φάνηθι μὴ κακός.
Ἔλαβόν σου διὰ Θώρακος ἐπιστολήν, γράμματα δὲ ἐπ ἐκείνη δώσειν εἰπών, ἀφ’ ὧν ἂν ἦν μοι μαθεῖν, ὅ τι δεῖ σοι πραχθῆναι, μόλις μὲν ἐντυγχάνει, δίδωσι δὲ οὐδὲ τότε.
ἐκείνων μὲν οὖν ἢν λάβω, φανοῦμαί σοι τοιοῦτος οἷον ἐλπίζεις· τῶν ἄρκτων δὲ ἡμῖν ἡ πόλις ὑμῶν μεταδότω. σοὶ δὲ διαλεγόμενος περὶ ὧν δεῖ γενέσθαι παρὰ τοῦ κοινοῦ τάχ’ ἴσως οὐχ ἁμαρτάνω· πειθομένην γὰρ ἔχεις καλῶς ποιοῦσαν τὴν πόλιν.
ἐνθυμοῦ δὲ ὅτι τὸ αὐτὸ καὶ ἡμῖν καὶ ὑμῖν οἴσει κρότον, ἡμῖν μὲν ὡς σπουδῇ χρησαμένοις <εἰς> τὸ βεῖν, ὑμῖν δὲ ὡς ἄνευ φθόνου δεδωκόσιν. ἡδὺ δέ που τὸ τῆς ἄρκτου θαυμαστὰ ἐργαζομένης τὸν ἐρόμενον, πόθεν δὲ αὕτη; παρὰ Βιθυνῶν ἀκοῦσαι.
Ὅτι μὲν πρᾴως προσενεχθήσῃ ταῖς πόλεσιν, εὖ ᾔδειν, φύσει γὰρ δὴ σὺ τοιοῦτος ἥσθην δὲ ἀκούσας ὅτι σοι καὶ κέντρον ἐστὶν ἐπὶ τοὺς κέντρου δεομένους. ἤγγειλε δὲ Κλη- μάτιος, ᾦ καὶ αὐτῷ κέντρον ὀξύ.
χαίρειν οὖν μοι συνέ- βαινε τῷ τόν τε ἐπαινούμενον εἶναι πολίτην ἐμὸν καὶ τοὺς ὠφελουμένους,— ἂν εἴπω καὶ τούτους πολίτας, ἄρα σοὶ δόξω λέγειν ὀρθῶς, εἴπερ τἀκείνων οἶσθα πρὸς ἐμέ.
πάντως δὲ οἶσθα περὶ ὧν ἐπέστειλας ἡμῖν, ὡς γεγένηται, ἃ γέγονεν, οὐ δι’ ἡμῶν, οὐ γὰρ ἀφαιρήσομαι Σπεκτάτον ὧν ἐσπούδασε τὴν δόξαν, ἐπῄνεσα μέντοι τὴν σπουδὴν. καὶ τοῦτό σοι παρ’ ἐμοῦ τὸ μαθεῖν ἐκεῖνον ὅτι ὅτι σοὶ βοηθῶν ἀμφοτέροις χαρίζε- ται.
χάρισαι δὲ καὶ αὐτὸς ἡμῖν τῷ φανῆναι παρ’ ἡμῖν ἄρκτους ἐκεῖθεν, ἐπειδὴ κἀκείνοις ἔδειξας ἐνθένδε παρδά- λεις, ὅπως τοὺς μὲν ἀρχομένους διὸ τῶν τῆς πατρίδος εὐ- φραίνῃς, τὴν δὲ σαυτοῦ διὰ τῶν παρ’ ἐκείνοις.
Χρηστός γε ὁ Λεόντιος καὶ τῶν εὐφημιῶν αἷς αὐτὸν ἐκόσμεις οὐκ ἀνάξιος. καίτοι μικρὰ μέν μοι συγγεγένηται διὰ τὸ πλῆθος τῶν πραγμάτων. εὖ γὰρ ἴσθι, τῶν περὶ τοὺς νέους ἀσχολιῶν οὐκ ἐλάττους ἡμῖν αἱ περὶ τοὺς ἄρχοντας, ἃς ἀηδῶς μὲν ὑπομένομεν, φυγεῖν δὲ οὐκ ἔχομεν τοὺς δεομένους αιδού- μενοι.
τὸν δ’ οὖν Λεοντίου τρόπον οὐδ’ οὕτως ἠγνοήσα- μεν, ἀλλ’ εὕρομεν τὸ τῆς ἐπιστολῆς ἐν τῷ φέροντι. πειθόμενος δὲ οἷς ψηφίζῃ περὶ ἡμῶν πείθεται μὲν ἀγαθῷ, εἰ πείθεται δὲ περὶ τοιούτου, τοῦτο οὐκ οἶδα.
Οὐ παύσῃ ποτὲ τὰ μικρὰ μεγάλα νομίζων καὶ πολλοῦ τινος ἄξια τὰ μηδενός; ἀλλ’ ἂν φθέγξωμαί τι, σεμνὸν εὐθὺς τοῦτο παρὰ σοὶ καὶ ζητεῖς καὶ ποθεῖς καὶ τὸ μήπω λαβεῖν ἐγκαλεῖς.
ἀεὶ μὲν οὖν μοι φαύλων ἐρᾶν ἐφαίνου τῶν ἡμε- τέρων ἐρῶν, νῦν δ’ οὐχ ἥκιστα σπουδάζειν περὶ μικρά. γνώσῃ δέ, ἢν λάβῃς, λήψῃ δὲ οὐκ εἰς μακράν, ὡς οὗ κλέος εἰς ὑμᾶς ἀφῖχθαι λέγεις, σκιὰ λόγου μᾶλλόν ἐστιν ἢ λόγος.
Ἤιδειν μὲν καὶ πρότερον τὸν ἐμαυτοῦ πολίτην Μαριά- δην ἤ, εἰ βούλει γε, Ἀριστείδην, οὕτω γὰρ αὐτὸν καλεῖς καἰ καλῶς καλεῖς νῦν δὲ αὐτῷ πολὺ πλέον συνήδομαι ὅτι ὢν ἀγαθὸς καὶ εἶναι δοκεῖ πανταχοῦ. τόπος γὰρ οὐδεὶς ὃς οὐκ εἶδέ τε αὐτοῦ τὴν πενίαν καὶ ἰδὼν οὐ τεθαύμακεν.
οὐκ ἄρα μεγάλη μόνον ἡμῶν ἡ πόλις, ἀλλ’ ἤδη καὶ μήτηρ ἀνδῤῶν, ἴσως δὲ καὶ ῥητόρων, πάντως δὲ δικαίων. καὶ σὺ μαρτυρεῖς ὁ τὸν Ἀριστείδην εἰπών.
Λέλυταί σοι τὰ δυσχερῆ, λέλυται δὲ τοῖς Μαριάδου πόνοις. καὶ τὴν ἐπιστολὴν ἤδη τῶν δεινῶν πεπαυμένων ἐλάμβανον, ὥστ’ ἐγὼ μὲν ἠρώτων· πῶς οὖν χρὴ βοηθεῖν; ὁ δὲ ἀπεκρίνατο δεῖν μὲν οὐδὲν βοηθείας, εἶναι δὲ τὸν καιρὸν ἡδονῆς. ἔχαιρόν τε οὖν καὶ ἐπέστελλον.
Οὕτως ἐξῆρας τῷ λόγῳ τόν τε λιμὸν καὶ τὸ ψῦχος, Μ’ ἀναγινώσκων ἐρρίγωσά τε καὶ ἐπείνησα. σὲ δὲ καὶ ταῦτα κοὶ ἔτι χαλεπώτερα δεῖ φέρειν ἀπὸ τῆς φιλοσοφούσης οἰκίας γε- γονότα. καὶ τὰ ἆθλα δέ, ὑπὲρ ὧν τὰ δυσχερῆ, μείζω τῶν δυσχερῶν· ὥστ’ εἰς ἐκεῖνα βλέπων μὴ τοῖς παροῦσιν ἀνιῶ.
τοῖς δὲ Ἱεροκλέους λόγοις οὐδὲ πρότερον μὲν ἀπειθεῖν ἴδει, νῦν δὲ καὶ ἀνάγκη πείθεσθαι. τύχῃ τ’ οὖν ἀγαθῇ χώρει καὶ δεξάμενος ὅ τι ἂν διδῶσιν οἱ θεοί, χαίρων ἐπάνιθι.
Ἀγαθῷ οὐ κακῶς συνεβούλευσας, ὅθεν σὺ μὲν εὗρες τὸ δέον, ὁ δὲ οὐκ ἠτίμασε. μαρτυρεῖ δὲ ὡς ὀρθῶς τὸν νεανίσκον ἔπεμψας ὁ μὴ δυνηθεὶς εἰς τὸ μεῖναι βοηθῆσαι.
Πορεύεται μὲν ὁ καλὸς Αὐξέντιος ἐπ’ Αἰγύπτου, διὰ δὲ τῆς Παλαιστίνης ἰὼν ἱστᾶι τῶν τῆς σῆς ἀρχῆς προοιμίων θεωρός· δῆλον δὲ ὅτι καλῶν. ἃ γὰρ συνέθου πρὸς ἡμᾶς περὶ τοῦ μετὰ πενίας ἄρξειν, οὐ δήπου κινήσεις.
μισθὸς δέ σοι τῆς ἀρετῆς ἡ γλῶττα τοῦ φέροντος τὴν ἐπιστολήν, ὅς, ἐπειδάν τι θαυμάσῃ, καὶ κηρύττειν ἐπίσταται.
Ἔδειξας μὲν ὡς εἴης ἀγαθὸς καὶ ἐν ταῖς ἀρχαῖς, ἀρκεῖ δὲ καὶ τὸ παρὸν δηλῶσαι τὴν σὴν ἀρετήν. Αὐξέντιος μισῶν ἃ μισεῖν ἄξιον καὶ θαυμάζων ἃ μὴ θαυμάζειν ἀδίκημα παῖ- δας ἀφεὶς καὶ γυναῖκα καὶ τὴν ἐκ τῶν δικῶν πρόσοδον ἔρχε- ται τὴν σὴν ὀψόμενος στρατηγίαν.
μαρτυρεῖ δὴ διὰ τῆς ὁδοῦ πάντων εἶναί σε διὰ πάντων ἄριστον. ὁ γὰρ οὐδ’ ἂν τύραννον κολακεύσας, εἰδὼς δὲ ὅ τι μέμφοιτο περὶ τούτου καὶ βοῆσαι δῆλον ὡς ὑπὸ τῶν ἐν σοὶ καλῶν ἐπὶ Νεῖλον κέ- κληται
φιλοτιμησάμενος δὴ πρὸς τοὺς Αἰγυπτίους ἐπὶ τῇ παρουσίᾳ τοῦ ῥήτορος ἀπόδος ἡμῖν ὅτι τάχιστα τὸν ῥήτορα.
Φίρμου τουτουὶ μέλει μὲν τῇ μητρί μου, μέλει δὲ καἰ ἐμοὶ διὰ τὴν μητέρα. καὶ σοὶ δ’ ἂν εἰκότως ἀμφοῖν εἵνεκα μέλοι.
ἔστι δὲ ὁ Φίρμος εὐγενής τε καὶ πένης ὑπὸ τῶν ἐν Παλαιστίνῃ κακῶν εἰς πενίαν ἐλθών. φέρων δὲ τὴν πενίαν καὶ χρημάτων οὐκ ἐπιθυμῶν ἐπιθυμεῖ γνῶναί σε τοῦθ’, ὅτι ἡμῖν αὐτοῦ μέλει.
Ἕως ἂν ᾖς καὶ σώζῃ τῇ Βιθυνίᾳ, καὶ δι’ ἀνδρῶν ἔστι τῷ ἔθνει νικᾶν· οὐ γὰρ ἂν ἄλλοι γε δείξειαν ἕτερον Ἄλκιμον.
τοῖς δὲ περὶ τῶν ἄρκτων γράμμασιν ἑορτὴν ἐποίησας τῇ πόλει. μεγάλα γὰρ ἀκούοντες ἀπιστεῖν οὐκ εἶχον σοῦ λἐγον- τος, ἀλλ’ ἐγγύς τι καθειστήκεσαν τοῦ ὁρᾶν. ἡγοῦμαι δὲ σοὶ τὰς παρδάλεις ἥκειν, ἡνίκα πρὸς ἡμᾶς τὰ περὶ ἐκείνων γράμ- ματα. πάλαι γὰρ δὴ πλέουσι καί, ὡς εἰκάζειν ἔστιν, ἐχρήσαντο πλῷ.
τερπόμενος δὴ τοῖς ἐνθένδε τέρπε τοῖς ἐκεῖθεν ἡμᾶς μεμνημένος ὅτι τῶν προτέρων αἱ νῦν κυνηγέταις, ὡς ὁ σὸς λόγος, χαλεπώτεραι.
Ὡν ἐδεήθης ἔχων ἃ δώσειν ἔφης ἀπόστελλε καὶ χαρίζου τῇ πατρίδι τοῖς ἐρχομένοις ἐκ τῆς πατρίδος κεχαρισμένα. λόγος δὲ παρ’ ἡμᾶς ἀφῖκται θαυμαστὰ παρ’ ὑμῖν τὰς ἄρκτους ἐργάζεσθαι καὶ εἶναι τοσαύτας ὥστε καὶ ἐκπέμπειν ἔχειν.
καίτοι μίαν οὖσαν πάντως ἂν σύ γε τῶν σῶν πολιτῶν τὴν μίαν ταύτην ἐποίησας συγγνώμην ἔχων καὶ παρ’ αὐτῶν ἐκεί- νων οὓς ἀφῃροῦ, μᾶλλον δὲ ἔπαινον, οὐ συγγνώμην, εἰ τιμῶν ἐφαίνου τὴν σαυτοῦ.
λογίζου δὲ τὴν ἡμέραν ἐκείνην, ἐν ᾗ πᾶσα μὲν ἤθροισται πόλις ἐπὶ τὴν θέαν, ἄρκτος δὲ βοὴν ἐκκαλεῖται, ζητεῖ δὲ ὁ θεωρός, παρ’ ὅτου τὸ θηρίον, σὲ δὲ ἀκούει καὶ πρὸς ἕτερον λέγει καὶ γίγνῃ τῷ λειτουργοῦντι τῶν ἐπαίνων κοινωνός.
Ὥσπερ, εἴ τι φαῦλον ἐνεώρων Διοφάντῳ, πάντως ἄν σε ἐδίδασκον, ὅπως αὐτῷ προσάγῃς ἐπανόρθωσιν καὶ ποιῇς βελ- τίω τοὺς τρόπους, οὕτως, ἐπειδὴ βέλτιστος μίν ἐστι τοὺς τρό- πους, ἐρρωμένος δὲ εἰς τοὺς λόγους, αὐτός σε διδάσκω τοῦτο, ὡς ἔστιν ἀμφότερα ἀγαθός, ὅπως αὐτὸς ἐπαινῆς, δι’ ὃν εἰς εὐδαιμόνων πατέρων τελεῖς χορόν.
Ὁ τῆς παιδός σου παῖς τοιοῦτός ἐστιν, οἷον εὔξαιτο ἂν ὁ πάππος, λόγων ἐραστής, σωμάτων οὔτι ἐραστής, θράσους ἀφεστηκώς, ἐπιεικείᾳ φίλος, ἀρέσκων ἐμοί, τοὺς ἑταίρους ἐξημμένος.
ταῦτα αὐτῷ συνειδὼς σιγᾶν οὐκ εἶχον. ἐγὼ γὰρ οἶδα μὲν κατηγορῆσαι νέων ἔξω κόσμου φερομένων, οἴδα δὲ ἐπαινέσαι μένοντας έν τῷ τεταγμένῳ.
τὸν οὖν Διόφαν- τον τοῦτον ἕνα τῶν ἃ χρὴ ποιούντων εὑρὼν ἡγησάμην ἄδι- κον μὴ καὶ τῷ πάππῳ τὴν ἀκοὴν εὐφρᾶναι.
Ἐπέμψαμεν οὐκ αἰτήσοντες χάριν, ἀλλ’ ἀπαιτήσοντες ὑπόσχεσιν. σὺ γὰρ ἐκεῖνος ὁ φήσας μείζω τῶν δυνατῶν εἰς τὴν λειτουργίαν εἰσοίσειν. Κλημάτιος δὲ πολλὰ μὲν ὧν οὐκ ἐπαγγέλλεται ποιεῖ, πάντως δὲ ἐπαγγελίαν ἐπιτελεῖ. δύο τοίνυν βοήθει τοῖς ἀνδράσι· τὸ μέν, ὅπως ταχέως τἀργύριον λάβοιεν, τὸ δέ, ὅπως μὴ πολλοῦ τὴν ἐσθῆτα πρίαιντο.
ὅστις δέ ἐστιν Ὀλύμπιος, ἀπ’ αὐτοῦ γνῶθι τοῦ δι’ αὐτοῦ σέ με προσειπεῖν, ὃς οὐκ ἂν τοσοῦτον προὐξένουν ἀγαθὸν μὴ καλῷ κἀγαθῷ καί τινος ἀξίῳ σπουδῆς. ἔστι δὲ πολίτης μὲν ἐμός, πολλῶν δὲ βελτίων εἰς ἐμὲ πολιτῶν, καὶ βουλοίμην ἂν αὐτῷ τόπον πάντα εὐφροσύνην φέρειν.
σὺ τοίνυν ἡδέως αὐτὸν ἰδὼν καὶ μετὰ γραμμάτων ἐπ’ Ἰταλίας πέμψας δεῖξον ὅτι τοῖς ἡμᾶς φιλοῦ. σιν ἔνι τις τοῦ φίλτρου καρπός.
Ὀλυμπίου τουτουὶ πολλαχόθεν κήδομαι. καὶ γὰρ ὡς πολίτην φιλῶ καὶ ὡς φίλον ἀντιφιλῶ. καὶ νοῦν ἔχει καὶ χάριν, καὶ λόγων κριτὴς οὐκ ἄκρος μέν, οὐ φαῦλος δέ.
γέγονε δὲ στρατιώτης ἀντὶ ῥήτορος πενίᾳ βιασθείς. ἀλλ’ οὐδὲ ἐν τούτῳ μέντοι πλούσιος ἀντὶ πένητος γεγένηται κο- λακεῦσαι μὲν οὐ δυνηθείς, ἐραστὴν δὲ τῶν αὑτοῦ τρόπων οὐχ εὑρών
ἀλλ’ οὗτος αὐτῷ σὺ γενοῦ. καὶ πρῶτον μὲν αὐτῷ χάρισαι τὸ μὴ τὸ μῆκος τῆς ἀπουσίας ἔγκλημα αὐτῷ καταστῆναι. ἔπειτα τῶν σοὶ μὲν ῥᾴστων, τούτῳ δὲ χρησίμων γενέσθω τι. τῆς τε γὰρ παρὰ Μουσωνίῳ δυνάμεως δίκαιον ἀπολαύειν ἐμὲ τοῦτόν τε τῆς ἐμῆς παρὰ σοί.
Καὶ σοὶ δεδόσθαι νομίζω τὴν ἐμὴν ἐπιστολὴν καὶ σὴν ἀφίξεσθαί μοι, καὶ πρὶν λαβεῖν ὅτι λήψομαι πιστεύων ἥδο- μαι. μὴ οὖν θαυμαστὸν ποιοῦ εἰ μήπω μαθὼν ἣν ἔσχες ἐπὶ τῇ πρώτη γνώμην, ἐπέθηκα δευτέραν. πέπεικα γὰρ ἐμαυτὸν ἃ μάλιστα βούλομαι, καὶ ἴσως γε οὐ κακῶς μαντεύομαι. λο- γίζομαι γὰρ ὡς εἴης μὲν ἥμερος, εἴης δὲ λόγων ἐραστής τε καὶ ποιητής.
πολλὰ δή σοι πεπόνηται βοηθοῦντι πολλοῖς ἄλλοις τε καὶ μάλιστά γε δὴ τοῖς περὶ τοὺς λόγους· ὧν τοὺς μὲν ἀγαθοὺς εὑρὼν ἐτίμησας, τοὺς δ’ οὐ τοιούτους ἠλέησας, τὸ μὲν κρίσει ποιήσας ὀρθῇ, τὸ δὲ φύσεως χρηστότητι.
τὸν οὖν πρᾷόν τε καὶ λέγειν ἕτοιμον καὶ πράττειν ἄοκνον τίνα εἶχε λόγον ἀνδρὶ θαρρήσαντι μὴ μεταδοῦναι γραμμάτων, ἄλ- λως τε καὶ Μυγδονίου τοῦ καλοῦ παρακαλοῦντος ἐγγύθεν, μᾶλλον δέ, οὐ κινοῦντος, ἀλλ’ ἐπαινοῦντος ὡρμημένον; ταῦτά με πεποίηκε μαντικὸν εἰς τὴν ἐκεῖθεν ἐπιστολήν. καὶ ἃ λαβὼν ἔπραττον ἂν εἰκότως, ἐλπίζων ἀξιῶ ποιεῖν.
ἄλλοις ἤδη προξενεῖν ἐπιχειρῶ τὴν σὴν ῥοπήν· ἧς πρῶτος Ὀλύμπιος ἀπολαύσεται, λέγειν γὰρ οὕτω βέλτιον. ὁ δ’ Ὀλύμπιος οὗτος μετὰ μὲν πολλῶν πολίτης ἐμός, πρὸ πολλῶν δὲ φίλος. καὶ ἐδέξατο ταὐτὸ διδασκαλεῖον ἡμᾶς παῖδας ὄντας ἔπειτα τύχη τινὶ τῶν λόγων ἐξωσθεὶς γίγνεται στρατιώτης οὐδὲ οὕτως εὐτυχής.
οὔκουν εἰς τήνδε τὴν ἡμέραν γέγευται κέρδους τούτων δὴ τῶν ὀξέως ποιούντων τὸν στρατιώτην εὐδαίμονα· ὥστ᾿, εἰ μὴ ἠπίστατο πενίαν φέρειν, κἂν ἴσως ἐχρήσατο τῷ παρ’ ἡμῖν ποταμῷ. διατρίψας δὲ τῇδε καὶ χρόνον ἀνηλωκὼς φοβούμενος προσετίθει τῇ μελλήσει.
ἐγὼ δὲ αὐτὸν ἀνέ- στησα θαρρύνας τε καὶ βοήσας ἐν μέσῳ ὡς δίκην μὲν οὐ δώσει, λήψεται δέ τι καλόν. σὺ τοίνυν κύριος ἐμὲ τελεῖν εἰς συμμορίαν μάντεων.
Οὐ γὰρ οἶσθ᾿ ὅτι καὶ ἑτέραν πεποιήμεθα μελέτην, ἡ πάντως ἂν ᾔτεις ἐπὶ τῇ προτέρᾳ τὴν δευτέραν. τοιοῦτος γὰρ δὴ σὺ πρὸς ἡμᾶς· ἂν ὅτι εἶπον ἀκούσῃς, πρὶν ὅπως εἶπον μαθεῖν εὐθὺς ἐρᾷς.
ὡς οὖν καὶ ταύτην ᾐτηκότι πέμψομεν ἀμφοτέρας αὐτίκα. τὸ δ’ αὐτίκα παρ’ ἡμῖν δύο μῆνες· τοσ- αύτη τις ἀφθονία γραφέων, ἵνα μὴ λέγω σπάνις. μὴ λαμ- βάνων μὲν οὖν ἐγκάλει· βραδέως δὲ εἰ λάβοις, ἀνθ’ ἡμῶν μεθ’ ἡμῶν αἴτια τὸ αἴτιον.
Σὺ μὲν ἐπ’ ἐλέγχῳ τὴν ἐπιστολὴν ἔπεμψας, ὡς ἄρα μείζω σοι τῶν ὄντων ἔδωκα πρῶτον Ἑλλήνων εἰπών· ἡ δὲ λαμπρὰν ἧκε φέρουσα μαρτυρίαν, ὡς οὐκ ἄλλο τι χρῆν ἢ τοῦθ’ ὅπερ εἶπον εἰπεῖν.
εἰ γὰρ δὴ πάνυ πολὺν ἐσκόπει χρόνον ὁ καλὸς Δημήτριος, πῶς ἂν αὑτὸν δείξειεν Ἑλλήνων κεφάλαιον, οὐκ ἂν ἄμεινον ἐξεῦρεν ἢ τοιαῦτα γράφων· οὕτω τά τε ἐνθυμήματα πυκνὰ καὶ λέξις ἣν ἐπιστολὴ ποθεῖ, καὶ οὐκ ἔστιν ὅπου τὸ κάλλος οὐκ ἔστιν· ὥστε νῦν πλέον ἢ πρό- τερον ὡς εἴης ἄκρος λέγω, κἂν πάλιν ἐπιχειρῇς ἐλέγχειν, εὖ ἴσθι, συναγορεύσεις πάλιν.
ὁ δὲ φοιτητὴς καὶ ὁ συνου- σιαστής, ταυτὶ γὰρ σαυτὸν ὀνομάζεις τῷ τοῖς ἐμοῖς λόγοις, χαρίεντα μέν, κατηγορήματα δὲ τοῦ μὴ καὶ ἡμᾶς ἐν ἴσῃ τάξει ποιοῦντος ἀπὸ τοῦ μεταδοῦναι λόγων.
ἵν’ οὖν πρὸς τῷ δεινὸς εἰπεῖν εἴης καὶ δίκαιος, πέμπε τῶν σαυτοῦ καὶ ποίει καὶ ἐμὲ σὸν φοιτητὴν.
Οὐ ταῦτα συνῄδειν τοῖς οἰκοῦσι τὴν Ἄγκυραν, ἀλλ᾿, εἴπερ τινές, ξένους ἐφίλησαν ἑνὶ λυπήσαντες μόνῳ τῷ κατέχειν ἀπιόντας. ἐπεὶ οὖν σοὶ μὲν ἀπιστεῖν οὐκ ἔχω, τοὺς δὲ ἠπιστάμην ἀγαθούς, οἶμαι τὴν πόλιν ὑπὸ συμφορῶν μεταβεβληκέναι τοὺς τρόπους.
ἀλλ᾿ ἐκεῖνοι μὲν εὖ πράξαντες ἀνακτήσαιντο τοὺς τρόπους, σὺ δ᾿ ὅτι μὲν ὁδὸν πορεύῃ λυπηράν, οἶδα· δεῖ δέ σε φέρειν τε εἰδέναι, κἂν μὴ τοῦτο ῥᾴδιον ᾖ, σιγᾶν εἰδέναι. μεῖζον μὲν γὰρ ἐκεῖνο, μικρὸν δὲ οὐδὲ τοῦτο.
καὶ τό γε πᾶσιν ἐγκαλεῖν, ὅτι μὴ πετόμενα γράμματα λαμβάνεις, ἀφείσθω· μεμφόμενος γὰρ ἃ μὴ προσῆκεν ἐν μέμψει γίνῃ. ἡμεῖς δέ σοι νῦν οὐ τὴν δι᾿ Ἅρματος ἐπιστέλλομεν, ἀλλ᾿ ἄρτι δόντες τῷ παιδί σου γράμματα ταῦτ᾿ εὐθὺς Ὀλυμπίῳ δεδώκαμεν, ὃν οἶσθά τε καὶ εἰδὼς εὖ ποιήσεις, ὅ τι ἂν ἔχῃς.
(text not preserved in this edition)
(text not preserved in this edition)
Ἔπεμψά σοι τὸν λόγον μικρὸν ὑπὲρ μεγάλων πραγμό- των. τοῦ δὲ καὶ μείζω γενέσθαι λόγον σὺ δήπου κύριος, εἰ δοίης ἀφ’ ὧν ἂν γένοιτο μείζων.
δοὺς μὲν οὖν δηλώσεις ὅτι με τεχνίτην ἐγκωμίων ἡγῇ· μὴ δοὺς δὲ δώσεις ἕτερα ὑποπτεύειν.
Ἀναπέτασον τὰς σαυτοῦ θύρας τῷ νέῳ τούτῳ διδοὺς χάριν ἐμοὶ καὶ τῇ ἡμετέρᾳ πόλ.ι καὶ τῇ Λαοδικέων.
(text not preserved in this edition)
(text not preserved in this edition)
(text not preserved in this edition)
Ὁ μὲν Ἀσχόλιος τὰ πάντων δεινότατά τε καὶ ἥδιστα πρὸς ἡμᾶς ἀγγείλας — εἰπὼν γὰρ περὶ τοῦ πτώματος, ἐφ’ ᾧ καὶ αὐτὸς πληγεὶς ἔπεσον, εὐθὺς ἐπέθηκεν ὅτι ἀλλὰ θεῶν μέν ἀνέσχε τῇ χειρὶ φερομένην τὴν παρθένον, ἕως εἰς τὴν γῆν κατέστησεν ὥσπερ εἰς εὐνήν. ὥσπερ δὲ ἐνταῦθα τῷ μηδὲν συμβῆναι δυσχερὲς ἡδόμην, οὕτω τῷ τὸν οἰκέτην συντριβῆναι καὶ μὴ ἂν σωθῆ- νᾶι δύνασθαι . . . . . . . — τοιαῦτα διαλεχθεὶς Ἀσχόλιος καὶ τοὺς ἀγροὺς ἐπαινέσας καὶ παραινέσας ἔχειν, ἀλλὰ μὴ πωλεῖν ἀπῆλθε. καὶ νῦν ὅπου γῆς ἐστιν, οὐκ οἴδα.
σοὶ δὲ καὶ παισὶ τοῖς σοῖς εἴη μὲν ἐκ θεῶν σωτηρία, φέροιεν δὲ αἱ ὧραι τὰ αὑτῶν, πάντα δὲ ἐξ οὐρίων θέοι, πέμποις δὲ ἡμῖν καὶ γράμματα καὶ τὰ παρὰ τῆς χώρας.
ἐγὼ δὲ δύο λόγους, ὧν ἐν μὲν τῷ πρὸς Ἡρόδοτον, ἐν δὲ τῷ πρὸς Ἀριστείδην μάχομαι, πέπομφα. τούτους εὐθὺς δεῖ γενέσθαι Παλλαδίου, καὶ γὰρ ᾔτησε παρών, οὐκ ἄδηλον δὲ ὡς τοῦτο ποιήσει καὶ σοὺς εἶναι τοὺς λόγους.
Οὐκ ἄρα τῶν λόγων ἐπεθύμεις, ἀλλὰ τοῦ δοκεῖν ἐπιθυμεῖν τῶν λόγων. οὔκουν ἐτόλμησας οἰκέτην τῇδε καταλιπεῖν ἡμέ- ραν μίαν. ἀλλ’ ἐγὼ καὶ μηδὲν δεομένῳ πέμπω. δῆλον γὰρ ὡς αὖθις ἐντυχὼν ἐρᾶν πλαττόμενος ἐπετίμας ἄν.
Εἰ περὶ τὰς τῶν δυνατῶν ἠπιστάμην στρέφεσθαι θύρας, ἦν ἂν καὶ αὐτὸς τῶν δυνατῶν· νῦν δέ εἰμι μὲν ἀσθενής, αἰσχύνομαι δὲ οὐδαμῶς, ἀλλ’ ἀρκεῖ μοι τὸ ᾄδειν, ὥσπερ τῇ ἀηδόνι.
γράμματα δέ σοι πέμπειν πολλὰ οὐκ ᾠήθην δεῖν πολλὰ μὲν πράττοντι πράγματα, πολλὰ δὲ δεχομένῳ γράμ- ματα· τοῖς γάρ τοι βαρυνομένοις τῶν πλοίων οὐ δεῖ προστι- θέναι φορτία· ἐπεὶ δὲ πλήθους ἐπιθυμεῖς, Λυδὸν εἰς πεδίον ἴσθι προκαλούμενος.
τῆς μὲν οὖν ἐπιστολῆς, ἣν πρὸς Ἀκάκιον ἔπεμψας, οἶδά σοι χάριν, ἐδείκνυ γὰρ τὸν ἐσπουδα- κότα καὶ βουλόμενον ἔργον ἰδεῖν, ἄλλος δ’ ἂν ἀφοσιωσάμενος ἀπηλλάγη· περὶ δὲ τῆς στοᾶς σοι σκεπτέον, ὅπως εὔφημόν τι λέγοιτο περὶ αὐτῆς καὶ μὴ δοκῶν τῷ Διονύσῳ χαρίζεσθαι τὸν πατέρα λυποίης τοῦ Διονύσου τὸν Δία.
Μή με νομίσῃς Εὔριπον· ἐγὼ γάρ τοι τὸν ἄνθρωπον τοῦτον οὔτε μὴ μέμφεσθαι δυναίμην ἂν οὔτε μὴ φιλεῖν. ποιῶ δὲ ἐκεῖνο μὶν ὡς ἀμελούμενος, τοῦτο δὲ ὡς ἀνιψιός, μᾶλλον δέ, εἰ βούλει, πατὴρ καὶ πατὴρ ἤπιος εἰδὼς ἐνεγκεῖν υἱέος σκιρτήματα· καλὸν γὰρ οὕτως εἰπεῖν.
ἐννοῶν γὰρ τῶν προ- γόνων τῶν ἡμετέρων τὴν τάξιν, ἧς οὗτος διάδοχος, πάντα τρόπον οἶμαι δεῖν βοηθεῖν τῷ τῆς οἰκίας σχήματι καὶ βου- λοίμην ἂν ἐκλάμπειν ἐν τῇ πόλει τὸν τοῦ θείου μοι παῖδα.
νῦν δέ μοι καὶ δύναμις εὖ ποιοῦσα πάρεστιν οὐ μικρά. τὴν γὰρ σὴν ἀρχὴν ἐμαυτοῦ δύναμιν ἡγούμενος ἴσως οὐκ ἀδικῶ. δεῖ δέ σε προσδοκᾶν αἰτίας τε ἀεὶ κατ’ αὐτοῦ καἰ παρακλήσεις ὑπὲρ αὐτοῦ.
Οὐχ ἧττον ὑμῶν τῆς ὑμετέρας ἀπολαύομεν διὰ τοὺς πυκνοὺς τουτουσὶ διακόνους. καί μοι δοκεῖς ἄχθεσθαι καὶ πρὸς τὰ δένδρα ταῦτα τὰ ἀγλαόκαρπα, ὅτι σοι μὴ ἐθέλοι δεῦρο κομισθέντα βριθομένων τῶν κλάδων ἐναρμοσθέντα τῇ γῇ ταὐτὸν ποιεῖν.
ἀλλ’ ἐκεῖνα μὲν τικτέτω παρ’ ὑμῖν, πάν- τως καὶ ἡμῶν ὁ τόκος· περὶ δὲ τοῖν λόγοιν νῦν ᾐσθόμην ὡς οὐδὲν ἔγραφον σαφές. διορθοῦμαι δή· κτῆμα μὲν ἴστω Παλ- λαδίου, σὺ δὲ ἢ δοὺς ἐκγράψῃ λαβὼν ἢ δώσεις, ἐπειδὰν ἐκ- γράψῃ.
Καὶ περὶ τῆς ἄνωθεν πρὸς ἡμᾶς τοῦ θαυμαστοῦ Θα- λασσίου φιλίας καὶ περὶ τῶν πόνων, οὓς ὑπέμεινεν, ὅπως σωθείην, ὅτε ὁ σκηπτὸς ἐκεῖνος κεκίνητο, πολλάκις οἶδα πρὸς σὲ διελθών· ἐφ’ ᾧ μέγα τε ἐβόησας τὸν ἄνδρα θαυμάσας καὶ σαυτοῦ σωτῆρα καὶ εὐεργέτην ἐκάλεις ἐκ τῶν πρὸς ἐμέ.
τοῦτον ἰδὼν ἐγὼ σκυθρωπὸν ἐν ἀγορᾷ καθήμενον ἐταράχθην καὶ προσιὼν ἠρώτων, ὅθεν ἡμῖν τοιοῦτός ἐστιν, ὁ δὲ ἐσίγα. τῇ σιγῇ δὲ αὐτὸς ἐταραττόμην πλέον.
ἔπειτα τὸν μὲν ἀφείς. ἐπ’ ἄλλον δέ τινα τῶν συνήθων ἐλθὼν πράγματα ἔμαθον, ἃ τὸν μὲν εἰκότως ἐλύπησεν, ὑπὸ σοῦ δὲ δικαίως ἂν κωλυθείη. τιμωρίας γὰρ ἴσως τῆς ἐπὶ τοῖς πεπραγμένοις οὐκ ἔξεστι μνη- σθῆναι· τοιαῦτα τὰ παρόντα.
γράφω δέ σοι τὸν μὲν λα- θῶν, βουλόμενος δέ σοί τε ἔργων καλῶν ἀφορμὰς παρέχειν αὐτός τε φαίνεσθαι μεμνημένος τοῦ χεῖρα ὀρέξαντος ἐν και- ροῖς θεοῦ τινος χρῄζουσιν.
οἶμαι δὲ καὶ τὸν Ἡρακλέα τῆς Ἀθηνᾶς μεμνημένον διατελεῖν, ὅτι δι’ αὐτὴν ἐξέφυγεν, ὥς φησιν Ὅμηρος, τὴν Στύγα ἥκων ἐπὶ τὸν Κέρβερον. εἰ δὲ μὴ παρῆν ἡ θεὸς καὶ ἐβοήθει, τάχα ἄν — ἀλλ’ ἀφίημι τὸ λοιπὸν Ἡρακλέους τιμῇ.
τί οὖν; δεῖ σε καὶ δεινὸν καὶ παράνομον καὶ τῆς σῆς ἀρχῆς ἀνάξιον καὶ νομίσαι καὶ μι- σῆσαι. ὁ Εὐρύβατος ἐκεῖνος ἢ Φρυνώνδας, μᾶλλον δὲ πάν- τὰς τοὺς ἐπὶ πονηρίᾳ διαβεβοημένους Αἰακοὺς ἀποφήνας καὶ τὰς χάριτας ἀμειβόμενος κατηγορίᾳ καὶ γραφῇ οἶδε μὲν ὅτι θανατῶντος ἔργον ἐποίησε πλῆθος μὲν αἰτιῶν ἐπενεγκών, ἔχων δὲ ἐλέγχειν οὐδέν, τό τε σὸν ὀρέξεται ξίφος, ὃ διὰ τῶν συκοφαντῶν ἦλθέ τε ἤδη καὶ πορεύσεται, νομίζων δὲ κερδα- νεῖν ὅ τι ἂν ἐπὶ προφάσει τῆς δίκης κακώσῃ Θαλασσίου τὸν οἶκον, πάντας μέν φησι δύνασθαι μαρτυρεῖν, πάντας δὲ κε- λεύει συλλαμβάνειν.
καὶ δὴ καὶ τὸ τῆς τέχνης αὐτῷ κεχώ- ρηκεν εἰς ἔργον. ἔρημοι μὲν ἀγροί, καρποὶ δὲ ἀπολώλασιν, ἐπιμεληταὶ δὲ χωρίων εἰς ὄρη φεύγουσιν. οἱ δὲ ἔχοντες φθό- ὄν εἰς τὸν ἄνδρα γυμνοῦσι τὸ πάθος καὶ Μυσῶν λείαν πε- ποιήκασι τὰ τούτου, δι’ ὃν ἐκ κινδύνων ἐλύθησαν πολλάκις.
κἂν δέῃ τέκτονας ἤ τι τοιοῦτον εἰς τὴν κοινὴν εἰσενεχθῆ- νᾶι χρείαν, ἐκ τῶν Θαλασσίου τῆς φορᾶς ὑπερήμισυ γίνεται νομίζουσι γὰρ κεῖσθαι τὸν ἄνθρωπον.
τῷ δὲ τά τε πρῶτα τῆς δίκης δόξαν ἤνεγκε τὴν ἀμείνω καὶ τὰ λοιπὰ θεοῦ δι- δόντος συνέσται τῷ προοιμίῳ, καί τις αὐτὸν ὄψεται τοὺς νῦν ὑβρίζοντας μετιόντα.
ἀλλὰ τοῦτο μὲν οὐκ οἶδ’ ὅπως με ἐξέφυγε καὶ ταῦτα εἰδότα φυλάττεσθαι μὴ μεγάλα λέγειν· σὺ δὲ ὡς ἂν ἐμοῦ ταῦτα πάσχοντος ἀλγήσας καὶ προσέτι γε σαυ- τὸν μετ’ ἐμοῦ ταῦτα πάσχειν νομίσας μέμψαι μὲν τὰ τετολ- μημένα, δεῖξον δὲ ὡς ὁ μὴ σωφρονῶν δώσει δίκην, κόσμησον δὲ σαυτῷ τὴν ἀρχὴν ταῖς ὑπὲρ Θαλασσίου καὶ τῶν τούτου πραγμάτων ὀργαῖς.
Οἶδα ὡς ἠθύμησας οὐκ ἐντυχὼν Ἀκακίῳ τῶν τε ἄλλων εἴνεκα καὶ ὅτι ἡμῖν οὐκ ἔπραξας ὧν ᾔδεις σφόδρα ἐπιθυ- μοῦντας· ἀλλὰ οὐδὲ ὁ δεύτερος ἡμῖν φαίνεται πλοῦς, ὁ δὲ ἦν Μαξίμῳ δοθῆναι τὴν ἐπιστολὴν.
δίδασκε οὖν, ὦ ’γαθέ, τὴν περὶ τὰ γράμματα τύχην, ὅπως ἢ τὸν λαβόντα μέν, οὐχ ὁμολογοῦντα δὲ μεμφώμεθα ἢ παυσώμεθά σε χάριν αἰτοῦντες ὡς ἀπημελημένοι.
Ἐν μὲν τοῖς πρότερον γράμμασιν, ὅτι τε εἰκότως ἂν παρὰ σοῦ λαμβάνοιμι χάριτας, ἐδείκνυον καὶ παρεκάλουν ἐπὶ τὸ Μάξιμον ἄνδρα βέλτιστόν τε καὶ φίλον ἡμῖν εὖ ποιεῖν καὶ πιστεύω γε πολλῶν αὐτὸν ἤδη τετυχηκέναι· νῦν δέ μοι πρᾶγμα πάλαι μὲν σπουδῆς ἠξιωμένον, τέλος δὲ οὔπω λαβὸν ἐπὶ πέρας ἄγειν. ἔστι δὲ γᾶι τούτῳ τὸ τὴν οἰκίαν εὖ πάσχειν τὴν Μαξίμου.
εἰ μὲν οὖν μὴ ῥήτωρ ἦν ὁ κομίζων τὴν ἐπιστολήν, αὐτὸς ἂν διηγούμην· ἐπεὶ δὲ τῷ λέγειν δύνασθαι καὶ τὴν ἄλλην δύναμιν Εὐσέβιος προσεκτήσατο, τί ἄν τις μη- κύνοι πρεσβευτῇ τοιούτῳ χρώμενος;
τοσοῦτο μέντοι προσ- θείην ἄν, ὡς οὔτε ἔξω τῶν νόμων οὐδὲν ἐπαγγέλλομεν πλείω τε εἰσόμεθα χάριν τῶν τὰ ἄδικα παρὰ τῶν ἀδίκων αἰτούντων.
Ἤδη καὶ ἡμῖν τὰ τῆς ὡραίας προέρχεται καὶ ἔστιν ὀπώ- ρα. λύωμεν οὖν, εἰ δοκεῖ, τοῖς γεωργοῖς τοὺς δρόμους
τὴν δ’ ὑπὲρ τῶν ἀγρῶν συμβουλὴν καὶ ἐπαινῶ καὶ δέχομαι. καὶ πειρασόμεθα τῶν μὲν μὴ ἀποστῆναι, τὰ δὲ προσλαβεῖν.
Ἀκούεις ἅ φησιν ὁ λαβὼν τὴν ἐπιστολήν, ὅτι κατηγορεῖ μὲν τῶν οἰκετῶν ἐρρᾳθυμηκότων, σὲ δ’ ἀξιοῖ τὸ συμβὰν ἐπαν- ὀρθῶσαι. πονηρὸς δὲ ἄρα δαίμων ἥψατο τοῦ πράγματος καὶ φθονεῖ τῷ νεανίσκῳ τοῦ τέλους.
ἀλλ’, ὦ ’γαθέ, κατὰ τὸ ἔπος καὶ πρὸς δαίμονά περ καὶ μηδενὶ δυσκόλῳ, πρὸς Δῖός, εἴξῃς· ὡς ἡμῖν ἄνευ τῆς βλάβης οὐδὲ τὸ τῆς αἰσχύνης οἷον φέρειν, εἰ δόξαιμεν ὕπνῳ τὸ πᾶι διεφθαρκέναι καὶ ταῦτα λόγου πανταχῆ πεφοιτηκότος, ὡς ἔδωκας σαυτὸν τῇ περὶ ταῦτα προνοίᾳ.
οἶμαι μὲν οὖν καὶ πόνον ἀπεῖναι τοῦ πράγματος. οὐ γὰρ δευτέραν δεῖ χάριν λαβεῖν, ἀλλὰ μὴ τῆς δοθείσης ἐκπεσεῖν· ὃ γένοιτ’ ἂν ὀλίγοις κομιδῆ γράμμασιν. εἰ δ’ οὖν καὶ τῶν Ὀλυμπιακῶν ἐπιπονώτερον ἄθλων, οὐ νῦν πρῶτον ὑπὲρ ἡμῶν πονήσεις.
Ἄλλων ἄλλα ἐρωτώντων τοὺς ἐκεῖθεν ἀφικνουμένους· τί τὰ τῶν Ἀρκάδων; τί τὰ τῶν Ἀμφικτυόνων; ποῖ πάρεισι Φίλιππος; ἐγώ, τῶν γὰρ σῶν ἀεὶ φροντίζω, τοῦθ ‘ὲν ἠξίουν μανθάνειν, εἰ μή σοι τὴν ἀρετὴν ἤλεγξε τὸ μέγε- θος τοῦ καιροῦ
πολλῶν δὲ πολλὰ τραγῳδούντων καὶ ὡς ἦσαν οἱ παρὰ σοῦ ζητοῦντες τὰ τῶν Βακχῶν, αἷς ἐκ πετρῶν πάντα ῥεῖ, καὶ μεμνημένων τοῦ Αἴαντος καὶ τῶν πόνων, ἐν οἷς ἦν, οὐδεὶς ἦν ὁ λέγων· Αἴας δ’ οὐκέτ’ ἔμιμνεν, ἀλλ ὅτι πάντα πρισκιανὸς ἤνεγκε θέων, παρακελευόμενος ὑπα- κούων, ἐκπορίζων, πείθων, ἀντιλέγων, τοῖς μὲν ἄρχουσι πλη- ρῶν ἐπιθυμίας, τοὺς δ’ ἀρχομένους εἰς ἀνάγκας οὐκ ἄγων.
καί σοί φασιν ἐκ τούτων δύο γενέσθαι, πενίαν καὶ δόξαν, ὥσθ’ ἡμῖν ἐλπίδας ἀνθεῖν ἀγαθὰς ὡς τοῦ βασιλέως ἀπο- δώσοντος χάριν, ἐπειδὰν εὖ ποιῶν τὸν. Πέρσην ἑλὼν ἀνα- στρέφῃ.
τουτὶ μὲν οὖν τελοίη θεός, Σέλευκος δὲ οὑτοσὶ κηδεστὴς μέν ἐστι Καλλιοπίου τοῦ τραφέντος μὲν ἐν τοῖς Ζηνοβίου λόγοις, κουφίζοντος δὲ ἐμοὶ τὸ περὶ τοὺς νέους ἄχθος.
ἥκει δὲ πέμποντος Ἐλπιδίου συνεισοίσων τι τοῖς ἔργοις. εἰδὼς δὲ ὡς, ἂν μὴ πρὸς αὐτὸν ἡμέρως ἔχῃς, ἀπελ- θεῖν αὐτῷ κρεῖττον ἢ μένειν, ὅπως ἥμερος ἴσῃ, πράττει διὰ τῶν γραμμάτων.
ἐγὼ δὲ βουλοίμην ἂν καὶ Καλλιοπίῳ κα τῷ τούτου πατρὶ καταθέσθαι χάριν, ἣν ἐν ταῖς περὶ τὸν νόθον τὸν ἐμὸν ἀπολήψομαι σπουδαῖς· πλάττουσι γὰρ τὸν Ἀρρά- βιον ἄμφω.
Βασσιανὸς καὶ ἡ τούτου τηθὶς συγγενεῖς τε ἄμφω μοι καὶ τιμῆς ἀξίω καὶ ὅ τι ἂν ὑπουργῶ κελευόντων, κέρδος ἐμόν.
γίγνεται δὴ καὶ ταυτὶ τὰ γράμματα βουληθέντων ἐκείνων. Μέγιστον γὰρ τουτονί φασι μὲν αὑτοῖς εἶναι χρήσιμον, ἔσε- σθαι δὲ πιστεύουσιν ἐν ἀσφαλείᾳ, τῆς σῆς εὐνοίας εἰ τυγχάνοι.
ταύτην δὲ ἔχειν μὲν ἤδη Μέγιστος ἔφη, βούλεται δὲ αὐξη- θῆναι δι’ ἐμοῦ. σὺ γάρ που τὸν σὸν ἔρωτα περὶ ἐμὲ λαθεῖν οὐκ ἐᾷς, ἐρῶν δὲ πᾶν ἂν ποιῆσαι δοκεῖς.
ἄγε δή, πεῖθε τὸν ἄνθρωπον ὡς οὐ κακῶς ἤλπισεν, ἀλλ’ ὑπὸ τῆς ἐπιστολῆς εἰς τὸ διπλάσιον ἥκει τὸ τῆς βοηθείας
Ἔστω καὶ τοῦτο ὃ δεόμεθα τῶν πολλῶν, ἃ πράττεις. οὐκ ἀγνοῶ γὰρ ὡς οὐδ’ ἀναπνεῖν ἔστιν ὑμῖν τοῖς ὀλίγοις ἀντὶ τῶν πολλῶν ἠναγκασμένοις εἶναι νόμιζε δὲ καἰ τὴν ἡμε- τέραν πόλιν ἐπὶ τὰ αὐτὰ θεῖν.
ἀλλ’, οἶμαι, ταῦτα μὲν οὕ- τως ἔδει γενέσθαι· τῷ φέροντι ἴε τὴν ἐπιστολὴν ὑπαρξάτω τῆς σῆς προνοίας μεταλαβεῖν, ὅπως με φαίνοιο τιμῶν καὶ ἐν ἀσχολίαις τηλικαύταις.
Οὔπω συγγεγόναμεν ἀλλήλοις, ἀλλ’ ὅμως ἐξ ὧν ἀκούο- μεν περὶ ἀλλήλων εἰκότως ἂν θαρροίημεν ἀλλήλοις. ἐγὼ δὲ τοῦ φιλεῖν σε σημεῖον ἐκφέρω τὸ καὶ χάριν αἰτεῖν· σὺ δ’, εἰ πρὸς τῷ δοῦναι τὴν χάριν καὶ ἐπιτάξαις, δύ’ ἔσῃ χάριτας δε- δωκώς.
τὸν ἄνθρωπον τοῦτον εὖ ποιεῖν ἠρξάμην πάλαι λόγους ὑπὲρ αὐτοῦ καλοὺς ἀκούσας παρὰ Γαυδεντίου τοῦ κα- λοῦ. νῦν οὖν αὐτὸν ἠρόμην, τί ποιῶν μάλιστ’ ἂν αὐτῷ βοη- θοίην, ὁ δ’ ἔφησεν· εἰ σὲ βοηθὸν αὐτῷ ποιοίην.
πέμπω δὴ τὴν ἐπιστολὴν πράξουσαν τὴν συμμαχίαν καὶ πιστεύω δυ- νήσεσθαι.
Οἶσθά που Μαιόνιον τὸν βιβλιογράφον. καὶ ὅτι μοι βιβλιογράφων ἀμελεῖν οὐκ ἔνι, καὶ τοῦτο οἶσθα. τὸν δὴ φέ- ροντα τὴν ἐπιστολὴν ἐγὼ μὲν οὐ γινώσκω, Μαιόνιος δὲ ποι- εἷται περὶ πολλοῦ.
πονηρὸς δέ τις βλάψας ἄνθρωπος ἀπο- δρὰς ᾤχετο, καὶ νῦν οὗτος ἀφῖκται τῶν δικαίων ἀξιῶν τυ- χεῖν.
ὡς οὖν ἐν τῇ πρὸς τοῦτον σπουδῇ βοηθήσων τῷ κάλλει τῶν βιβλίων δεῖξον ὀργὴν ἐπὶ τὸν ἠδικηκότα.
Ὁ Σπεκτάτος ἀνὴρ ἀγαθὸς εἰς ἡμᾶς γίγνεται καὶ γράφει πρὸς τὴν μητέρα τοιούτους μὲν ἐπαίνους, τοιαύτας δὲ παρα- κλήσεις, ὥστ’ οὐδέν μοι πλέον ἀφῆκεν, ἀλλ’ οἷς αὐτὸς χρῶμαι παρών, ταῦτ’ ἔπεμπεν ἐν ἐπιστολαῖς.
καὶ τὸ ἔτι κάλλιον, οὐ γὰρ ἀμείνω μὲν ἐν ταῖς ὑπὸ τῶν σῶν κομιζομέναις ἔγρα- φεν, οὐ τοιαῦτα δὲ ἐν ταῖς ὑπὸ τῶν αὑτοῦ, τοῦτο δὴ τὸ τῶν ἐξαπατώντων, ἀλλ’ ἔστιν αὐτὸς διὰ πάσης ἐπιστολῆς.
καλῶς οὖν ἡμῖν οἰκονομεῖ τὸ πρᾶγμα. χαίρειν γὰρ ἀνάγκη τὴν τήθην τοιαῦτα ἀκούουσαν χαίρουσαν δὲ καὶ ζεύξειν εἰ- κός.
σὲ δὲ οἶμαι δεῖν ποιεῖν ἃ παρῄνουν ποιεῖν· ὡς οὐκ ἔσθ’ ὅ τι ἂν εὑρεθείη βέλτιον εἰς τὴν παροῦσαν σπουδήν.
Περὶ δείλην πρωίαν ἦλθεν ὁ παῖς κομίζων τὰ βιβλία μέλλοντί μοι τῆς ὑστεραίας ἐρεῖν, καὶ οἱ δαιτυμόνες ἐκέκληντο. χρηστὸν οὖν μοί τι δηλοῦν ἐδόκει τὸ παρ’ ἀνδρὸς λόγους ἐργαζομένου λόγους ἀφῖχθαι δείξοντι λόγους. καί μέ τις ἀμεί- νων ἐλπὶς ἔχει, θεὸς δὲ οἶδε τὸ μέλλον.
ἢν οὖν ἀπέλθωμεν ἐκ τοῦ ἄθλου, τῶν Ἀριστείδου τε καὶ τῶν σῶν ἑξόμεθα καὶ κρινοῦμεν τὰ παλαίσματα. καίτοι τὸ Ἀριστείδην φέρον σαπρὸν ὑπὸ τοῦ χρόνου καὶ τὰ πρῶτα δοκεῖν, ἐστὶν ἔχειν οὐκ ἔχειν· οὕτως ἡ μέν τις συλλαβὴ φαίνεται, τὴν δὲ ζητῶν οὐκ ὄψει, ἀλλὰ δοκῶν εὑρηκέναι τὸν Θερσίτην ἐγὼ τοῦ ζητεῖν ἔτι τὸν Θερσίτην οὐκ ἀπηλλάγην.
Ἀδριανὸς δέ σε οὐ διαπέφευγε μέν, ἀλλ’ ἐκεῖνος ἐν τῇ σῇ κεῖται χειρί. κατέμεινε δέ, ὅπως ἀεί σου δεοίμην καὶ ἔχοις, ὅ τι χαρίζοιο. καίτοι τοῦτο οὐκ ὀρθῶς κεκόμψευται. πολλὰ γὰρ ἐν Ἀντιμάχοιο, κἂν πέμπῃς καθημέραν, οὐδέποτε τὰ δοθέντα τῶν οὐ δοθέντων ἱστᾶι πλείω.
περὶ δὲ τοῦ λόγου σου τὰ δίκαια ψηφιοῦμαι καὶ ταῦτα δικάζων ἀνώμοτος.
Ὅτι μὲν καὶ φιλεῖς καὶ ποθεῖς καὶ ἡμᾶς καὶ τὴν ἡμε- τέραν πόλιν, εὖ ποιεῖς· Αἰγύπτου δὲ μὴ καταβόα μηδ’ ὅπως ἀπαλλάξῃ τῆς ἀρχῆς, ζήτει.
εἰ γὰρ οἷς ὑπῆρξεν ἐν ἰδιώτου σχήματι Νεῖλόν τε ἰδεῖν καὶ τὰ Νείλου κοὶ Αἴγυπτον καὶ τὰ Αἰγύπτου μακαρίους καλοῦμεν, ποῦ τὸν ἄρχοντα τῶν τοιού- των θετέον, ᾧ μετὰ θεραπείας μὲν μεγάλης ἔστιν ἐπιέναι καὶ γῆν καὶ πόλεις καὶ λίμνας καὶ ποταμὸν καὶ διώρυχας καὶ στόματα, πανταχοῦ δὲ τῆς ἀρετῆς αὑτοῦ καὶ προ- νοίας ἐγκατοικίζειν ἀποδείξεις;
ἀλλὰ μὴν ὅ γε δῆμος ὁ τῶν Ἀλεξανδρέων κἂν ἐπὶ τῶν κεφαλῶν ἄρχοντα ἀγαθὸν περιφέροι σὺ δὲ τοιοῦτος φρενῶν τε ἐπὶ πλεῖστον ἥκων καὶ λόγων καὶ νόμων καὶ τοῦ τῶν καλῶν ἐπιθυμεῖν, ὥστ’ ἔγωγε πιστεύω πάντα τὰ πρὸ τοῦ σμικρὰ φανεῖσθαι πρὸς τὰ παρὰ σοῦ τοῖς Αἰγυπτίοις ἐσόμενα ἀγαθά.
εἰ δὲ τῷ μὴ ἡμᾶς ὁρᾶν ἀνιᾷ, νόμιζε μὲν καὶ ἡμᾶς εἰς ταὐτὸν ἥκει παραμυθοῦ δὲ καλλίονι φίλῳ τὴν ἀπουσίαν ἡμῶν. καλλίων δὲ φίλος Εὐ- δαίμων ὁ ποιητὴς οὐχ ἧττον τοῦτο εἰδὼς ἢ κάλλος ποιημάτων. οὗτός σοι καὶ τὰ ἔργα τῆς ἀρχῆς ἀθάνατα καταστήσει.
Ὁ παρὰ σοῦ μὲν ἐμοὶ γράμματα ἐνεγκών, σοὶ δὲ καθ ἡμῶν αἰτίας ἀντὶ τῶν παρ’ ἡμῶν γραμμάτων, εἰκάζω, κακὸς διάκονος ἦν καὶ οὐκ ἐχρῆτο γνώμῃ βουλομένου γράμματα λαβεῖν, ἀλλὰ δοκοῦντος ἐθέλειν λαβεῖν. μὴ οὖν ἔστω πιστὸς ἐν ταῖς κατηγορίαις, ἀλλ’ ὁ χρόνος τῆς ἡμετέρας φιλίας μεῖ- ζον ἰσχυέτω τῶν ἐκείνου ῥημάτων.
σοῦ δὲ οὐκ ἂν φαίην θαυμάζειν εἰ ποιητὴς ὤν, ἔπειτα Αἰγύπτου λαβόμενος ἐπελά- θου τῆς περὶ τὸν Βόσπορον τρυφῆς, ἐπεὶ καὶ Κασάνδραν εἴ τις ἤγαγεν εἰς Δελφοὺς καὶ παρήγαγεν εἰς τὸ μαντικὸν χω- ρίον, δοκεῖ μοι μηδὲν ἂν ἔτι τῶν ἐν Ἰλίῳ λαμπρῶν πρότερον ποιήσασθαι τῶν ἐν Δελφοῖς καλῶν.
νῦν δὲ δή τι καὶ πλέον προσγέγονεν· ἄρχει Γερόντιος Αἰγυπτίων λόγους ἔχων τε καὶ τιμῶν τοὺς ἔχοντας. τοῦτο δ’ ἐστὶ διπλοῦν σοι γεγο- νέναι τὸν δασμόν. οὐδὲ γάρ, εἰ τὰ Τέλληνος ᾄδοι τις, οἶός τε ἔσται πρὸς αὑτόν σε μεταστῆσαι.
Εἰ μὴ ταῦτα ἐποίουν, ἠδίκουν ἄν, ποιῶν δὲ οὐκ ἂν εἰκότως ἐπαινοίμην· ἐπεὶ καὶ σὺ τῶν μὲν υἱέων ἀμελῶν εἶχες ἂν κατηγόρους, ἐπιμελούμενος δὲ μὴ ζήτει τὸν θαυμασόμενον
ἐμὲ δὲ τούτοις οὐκ ὀλίγα ποιεῖ πατέρα· ὧν κεφάλαιον τὸ πρὸς λόγους εὖ πεφυκέναι.
Μανὸς ὀξὺς μέν ἐστι δανείσασθαι, βραδὺς δὲ ἀπο- δοῦναι. ἀλλὰ τοῦτο μὲν τῆς ἐκείνου φύσεως, οἱ νόμοι δὲ αὐ- τὸν ἕτερα διδασκέτωσαν, ὧν οὐκ ἂν καταφρονοίη σοῦ βεβαι- οῦντος τοὺς νόμους.
βιβλίδιον δὲ τουτὶ κομίζει Φαυστιλ- λιανός, ὥστε μὴ εἶναι ἀναισχυντεῖν ἐκείνῳ. τούτῳ δέ γε εἶναι δεῖ παρὰ σοῦ τινα φροντίδα Σευήρου τε ὄντι συγγενεῖ, περὶ οὗ γράφων οἶσθα ὁπόσα εἶχον γράφειν, καὶ πειρωμένῳ τὸν Σευήρου μιμεῖσθαι τρόπον. οὗτος δέ ἐστιν· ἀδικεῖν μὲν οὐκ ἐπίστανται, πάσχειν δὲ κακῶς οὐκ ἀνέχονται.
τούτους καὶ παρόντας καὶ ἀπόντας εὖ ποιεῖν· ὡς ὅστις ἄρχων ἐπαίνων ἐπιθυμεῖ — τὴν τούτων δὲ ἐπιθυμίαν εἶναι πιστεύω παρὰ σοί — μάλιστ’ ἂν τυγχάνοι τῶν ἐπαίνων τοῖς ἀγαθοῖς βοη- θῶν.
δεῖ δὲ μὴ μόνον ἔργῳ βοηθεῖν, ἀλλὰ καὶ πρὸς ἡμᾶς ἐπιστέλλειν, ἅττα εἰς αὐτοὺς πράττεται. σιγήσονται μὲν γὰρ οὐδὲ ἐκεῖνοι, τῶν δὲ ἡδίστων ἐμοὶ τὸ καὶ παρὰ σοῦ μανθάνειν.
Οἴα τετόλμηται οὐ περὶ τὸν Ἴστρον ἐγγὺς Σκυθῶν οὐδὲ ἐν τοῖς ἐσχάτοις Λιβύης, ἀλλ’ ἐν Φοινίκη, τῷ πάντων ἡμε- ρωτάτῳ χωρίῳ, νόμων ὄντων, ἀρχόντων ἐφεστηκότων, βασι- λέως ζῶντος ἐν ὅπλοις, ὅπως ἅπαν ἀπείη βίαιον.
Λου- κιανός τις, ἄνθρωπος ἐπὶ μικροῦ τινος σχήματος, χρήματα εἰσπράττων γεωργούς τινας, ὥσπερ Διονύσιος ὤν, ὁ Σικελίας δεσπότης, ἢ Γέλων ἐκεῖνος ὁ τὴν μεγάλην δύναμιν ἔχων, ἐκώ- μασεν εἰς τὸν γάμον Εὐσταθίου τουτουί, πένητος μὲν καὶ πένητι συνοικοῦντος, παρεμυθεῖτο δὲ αὐτὸν ἡ σωφροσύνη τῆς γυναικός, ἣν ἀπολωλυίας αὐτῷ τῆς πόλεως, ἔστι δὲ Νικομη- δεύς, ἄγεται, προῖκα δὲ εἰσέφερεν ἡ γυνὴ τὸν τρόπον.
ἀλλ’ ὁ μὲν Ἐλπιδίου κελεύοντος ᾤχετο ἄξων ἀνθρώπους ὡς ὑφέ- ξοντας λόγον, Λουκιανὸς δὲ τὴν ἄνθρωπον ἰδὼν ἀδίκοις ὄμ- μασι πλησίον οἰκοῦσαν προσπέμψαι μὲν καὶ μνησθῆναι πρὸς αὐτὴν ἔρωτος οὐκ ἐτόλμησεν, ᾔδει γὰρ οὐ πείσων, τὴν θυγα- τέρα δὲ ἐκέλευε χρῆσθαι τῇ γυναικί.
καὶ ἦσαν ἐν συνη- θείᾳ καὶ πολλάκις ἦλθε παρ’ ἐκείνην ἡ τούτου θυγάτηρ εἰ- δυῖα, ὅτου χάριν ταῦτα ἐπράττετο τοιαῦτα γὰρ ἐπαίδευε τὴν θυγατέρα. καλεῖ δή ποτε καὶ ταύτην ἐκείνη παρ’ αὑτὴν ἀξιοῦσα τῶν ἴσων τυχεῖν, ἡ δέ, ὧν γὰρ ἀφειστήκει τοῖς ἔρ- γοις, οὐδὲ ὑποπτεύειν ἠξίου, καὶ ὑπήκουσε καὶ ἦν εἴσω θυ- ρῶν, μᾶλλον δὲ ἐν δικτύῳ.
κατακλείσας γὰρ αὐτὴν ὁ ὑβρι- στὴς ἐκεῖνος ἐν δωματίῳ καὶ φήσας δεῖν προσκυνεῖν τὴν Τύ- χην, εἰ τὸν βίον ἐκ τῶν χειρῶν ποιουμένη συγκατακλίνοιτο τῷ δοῦναι δυναμένῳ, ἐπειδὴ καλῶς εὕρισκεν ὡπλισμένην τῇ σωφροσύνῃ καὶ οὔτε ὑπισχνούμενος ἔπειθεν οὔτε ἀπειλῶν κατέπληττε, χεῖρας προσῆγε καὶ ἰσχύν. ἡ δὲ ἀπεωθεῖτο καὶ ὁ τρόπος αὐτὴν ἐποίει μείζω τῆς φύσεως δεικνύειν.
ξίφος ἐνταῦθα ἐγύμνωσε Λουκιανός, ὦ θεοί. ἡ δὲ τοῦτο ἐπῄνεσε μόνον, εἰ ἀποθανεῖται πρὸ αἰσχροῦ τινος. ὡς δὲ ἔγνω καὶ τῆς ψυχῆς ἀφισταμένην, οἰκέτας καλεῖ καὶ σχοινία κομίζειν ἐκέλευεν, ἡ δὲ ἦν ἐπὶ κλίνης ἐν δεσμοῖς καὶ βοώσης ὑβρίζετο τὸ σῶμα.
εἰ μὲν οὖν ταῦτα εἰργασμένος εἰς φρέαρ ἐνέβαλε ἠδικημένην, ὥσπερ ἐν Λεύκτροις Λάκωνες ἃς ἐβιάσαντο, πονηρὸς μὲν ἂν ἦν τῇ μοιχείᾳ, πειρώμενος δὲ ἀφανίζειν τὸ πραχθὲν ἐδόκει ἂν φοβεῖσθαι τοὺς νόμους· νῦν δ’ ὥσπερ ἐν- δεικνύμενος ὅτι, κἂν σύ, κἂν Μόδεστος, κἂν Ἐλπίδιος, κἂν ἅπαντες γνῶσιν ἄνθρωποι τὸ ἀδίκημα, δέος οὐδέν, ἐκπέμπει τὴν ἄνθρωπον καταγελῶν.
ἡ δὲ πρὸς τὸν ἄνδρα, καὶ γὰρ εὐθὺς ἀφῖκτο κατὰ τύχην, ἐποῦσα τὸ πᾶν ἐδεῖτο αὑτὴν ἀπο- κτεῖναι, μηδὲ γὰρ ἂν ἀτυχησάσῃ τὰ τοιαῦτα ζῆν ἔχειν καλῶς. ὁ δὲ τὴν μὲν παρέδωκεν, οἳ φυλάξουσιν, ὅπως μὴ αὑτὴν ἀποσφάξῃ δεῦρο δὲ ἥκων εἰδὼς ὅτι Νικομήδειαν καὶ οὖσαν ἐφίλουν καὶ κειμένην δακρύω, ἐδεῖτό μου καὶ διδάξαι καὶ παροξῦναι διὰ γραμμάτων Μόδεστον ὡς ἐκεῖ γραψόμενος τὸν μοιχόν.
ἐγὼ δὲ αὐτὸν πέμπω παρὰ σὲ νομίσας τὸ μὲν ἔχειν πολὺν πόνον, τὸ δὲ ἴσην τὴν ἀκρίβειαν ἄνευ πόνων. ἀλλ’, ὦ σωφρονέστατε καὶ δικαιότατε καὶ γυναικὶ συνοικῶν καὶ παῖδας γνησίους τρέφων, δεῖξον ὡς ἔστιν ὁ κωλύσων ταῦτα τολμᾶσθαι.
Ἃ μὲν ἠδικημένος Εὐστάθιος ἥκει δίκην ληψόμενος, ἐκ τῶν πρὸς τὸν πατέρα ὑμῶν εἴσεσθε γραμμάτων· ὑμᾶς δὲ δεῖ φανῆναι καὶ τὸν δεδρακότα μισοῦντας καὶ τὸν πεπονθότα ἐλεοῦντας καὶ τίνες ἂν ἄρχοντες γένοισθε, δι’ ὧν πράττετε συζῶντες ἄρχοντι τῷ πατρί.
Εἰ ταῦτα οὕτως ἔχει, καὶ θεῶν ἀνάγκη κρείττων, ὡς ὁ τῶν σοφῶν λόγος. ἐγὼ δὲ ἐνθυμούμενος τήν τε ὑμετέραν ἐκεῖ κακοπάθειαν καὶ ὡς τἀνθάδε ὑμῖν ἐπὶ τὰ χείρω φέρεται τῶν βοηθησάντων ἂν ἀπόντων ἠθύμουν καὶ διὰ ταῦτα ᾤμην δεῖν ὑμᾶς ἐλθεῖν, ὅπως τούτων ἔσται πέρας.
πραγμάτων δέ τις ἐπιγενόμενος κύκλος ἐδίδαξεν ὅτι ἄρα κρεῖττον ἦν ἵζω τοῦ κυδοιμοῦ μένειν, ἀλλ’ οἴμαι καὶ τοῦτον στήσεσθαι καὶ ὑμῖν ἐπάνοδον ἔσεσθαι.
Τί ἄν τις αἰτιῷτο φεύγοντα πῦρ; πυρὸς γὰρ οὐδὲν ἡ τῶν ἐνταῦθα διαφέρει φιλονεικία. εἴτε τῆς φύσεως ἐναγούσης εἴτε τῶν πραγμάτων βιαζομένων οἴχεται μὲν αἰδώς, αἰσχύνεται δὲ οὐδείς, δάκνουσι δὲ ἀλλήλους, φθόνον δὲ ἐμοὶ συνάγουσιν.
ὁ δὲ ἀδελφός μοι τῶν περὶ ταῦτα κακῶν οὐκ ἔστιν ἐλεύ- θερος, ἀλλ’ οὔπω μὲν λειτουργεῖ, τὴν μνήμην δὲ οὐ διέφυγεν ἐν τῷ περὶ τούτων λόγῳ.
δυσχεραίνω δὲ τὴν πόλιν, βλέπω δὲ ἑτέρωσε καὶ ταῦτα γήρως γεγευμένος. τοιαῦτα τοῦ παρόντος ἀπολαύομεν καιροῦ.
Ἡρωδιανῷ δέδοται παρ’ ἡμῶν χρόνος βραχύς, ὅπως ἣν ἔχει γῆν βραχεῖαν ἐλθὼν ἴδῃ. δεῖ δὲ αὐτῷ τῶν ἐν Φοινίκη μικρῶν, ἐπειδὴ τὰ ἀπὸ τῆς τέχνης ἔτ’ ἐκείνων μικρότερα. τὸ γὰρ οὓς οὐ προσῆκεν εἶναι μεγάλους ἐταπείνωσε τὰ τῶν εἰκό- τως ἂν ὄντων μεγάλων.
γενέσθω δὴ τοῖς Φοίνιξιν αἴσθη- σις ὅτι σοὶ καὶ τούτου καὶ τῶν τούτου μέλει. καὶ γὰρ ἀπὸ τῶν μικρῶν γένοιτ’ ἂν ἴσως τι κέρδος, ὅταν εὔνοιαν ἄρχοντος
λάβῃ.
Φλαβιανὸς οὑτοσὶ τὸ μὲν γένος ἐστὶ Βιθυνός, δὲ ὅπως ἔχω πρὸς Βιθυνούς, μουσείων δὲ τῶν Ἀθήνησι μετέσχε. τὸν νοῦν δὲ ὢν ὀξὺς χρηστός ἐστι τὸν τρόπον. μικρὰ δέ μοι συγγενόμενος εἰς τοὺς φίλους ἐγγέγραπται· τοσοῦτον ἴσχυσε τοῖς μικροῖς.
ἔρχεται δή σέ τε ὀψόμενος καὶ Φοι- νίκην, τὴν μὲν εὖ πράττουσαν, σὲ δὲ ὑπὲρ αὐτῆς πονοῦντα. πέμπε οὖν αὐτὸν αὗθις ὡς ἡμᾶς γνόντα σου καὶ τὴν ἡμε- ρότητα καὶ τὴν δικαιότητα.
Σὸν τὸ κέρδος, εἴ τι δόξεις εὑ ποιεῖν τὸν οἶκον τῆς πάντα ἐμοὶ τὰ κάλλιστα προσειπεῖν ἀξίας Βασσιανῆς. ὅπως τοίνυν χρήσῃ τῷ καιρῷ καὶ γένῃ βελτίων εἰς Ῥουφῖνον ἢ βούλεται.
ἥκει δὲ γῆν τὴν οὖσαν αὐτοῖς ἐπὶ τῆς Ἀσίας ὀψόμενος καὶ καταστήσων, εἴ τι τετάρακται. τὰ τοιαῦτα δὲ τῆς παρὰ τῶν ἀρχόντων δέοιτ’ ἂν εὐνοίας, ἣν ἀεὶ σὺ περὶ τούσδε φυλάξας νῦν οἶδ’ ὅτι λαμπρότερον δείξεις.
Ἀλλ’ εἰ καὶ τῶν χειρῶν σου τὸν Πλάτωνα ἐξέβαλεν ἥ τε ἀρχὴ καὶ τὰ πανταχόθεν ἕλκοντα, τήν γε ψυχὴν ὁ Πλατῶν οἰκεῖ τὴν σήν, ὅθεν ἡμῖν μύθους καὶ λόγους τοιούτους φέ- ρεις.
ἀλλ’ ἰδού, πάλιν σύ τε καὶ Μίκκαλος εἰς γεγένησθον τοῦ Ἡφαίστου τοῦθ’ ὑμᾶς ἐργασαμένου. καὶ περιστήσεταί γε ὑμᾶς ταῦτα, ὥσπερ εἰκός, ἴνα ὄντας· ἥξουσιν οἱ τίλλοντες. ἀλλὰ σοὶ μὲν οὗτος ὁ φόβος, ὁ Μίκκαλος δὲ ἡμῖν οὐκ ἐν περιουσίᾳ τριχῶν.
Ἡμεῖς ὡς ἀληθῶς ἐν ἐρημίᾳ σοῦ γε ἀπόντος, μᾶλλον δὲ ἐν φαυλοτέροις τῶν [γε] ἐρημίᾳ· οἱ μὲν γὰρ οὔτε χείροσιν οὔτε βελτίοσιν ὁμιλοῦσιν, ἡμεῖς δὲ ὃν μὲν ἐχρῆν ἔχειν ζητοῦ- μεν, ὧν δὲ κέρδος ἦν ἀπηλλάχθαι, τούτοις περιτυγχάνομεν.
ὃς δ’ ἦν μόνος εἰς παραμυθίαν, παραμυθίας δεῖται· Ῥου- φῖνος ὁ πολλὰ δὴ παρὰ τοῦ δαιμονίου πεπληγμένος οὗτος νῦν ἐκκρέμαται τῶν ἀγγάρων, καὶ τὸν αὐτὸν ἔδοις ἂν νῦν μὲν γελῶντα, νῦν δὲ κλάοντα, πρὸς τὸν ἀεὶ φοιτῶντα λόγον τὴν γνώμην τρεπόμενον.
‘ὲν δὴ φάρμακον ἰσχυρότερον τῶν κακῶν, εἰ σὺ φανείης καὶ φιλοσοφοίης τὰ εἰωθότα.
Οὐ τὸ ἐπιστεῖλαι θρασύ, ἀλλὰ τὸ μὴ τοῦτο ποιῆσαι μέμψιν ἔχον. σὺ δέ, κἂν μηδὲν ἄλλο κατεπείγῃ, προσαγόρευε· κἂν κατεπείγῃ, γράφε θαρρῶν· ὡς ἐγὼ σέ τε καὶ τὸν ἀδελφὸν ἄν- δρας τε ἡγοῦμαι χρηστοὺς καὶ τῆς παρ’ ἐμαυτοῦ βοηθείας, εἴ τι δυναίμην, οὐκ ἀποστερήσω.
Μικρὰ πενθῆσαι λέγεται Εiδkηος τὸν πατέρα, τούτου δὲ αἴτιον εἶναι σὲ τὸν τῆς ὀρφανίας αὐτῷ τὴν αἴσθησιν ἀφε- λόντα πολλοῖς καὶ μεγάλοις ἔργοις, ἃ τῶν παρόντων οὐ χεῖρον ἡμῖν ὑπῆρξε μαθεῖν αὐτοῦ τοῦ σεσωσμένου μηνύοντος ἐν ἐπι- στολῇ μακρᾷ.
τὰ μὲν οὖν παρ’ ἡμῶν ἤδη κομίζῃ, κρότον καὶ ἐπαίνους καὶ τὸ μηδένα ταῦτα ἀγνοεῖν· εἰκὸς δέ σοι καὶ τοὺς μείζους ἔσεσθαι μισθούς, οὓς εἰώθασι διδόναι τοῖς ἀγα- θοῖς οἱ θεοί.
παρακαλεῖν δέ σε πρότερον μὲν ᾤμην δεῖν, νῦν δὲ οὐκέτι. καὶ γὰρ ἰοὺς στρατηγοὺς ὁρῶ πρὸ μὲν τῶν ἔργων λόγῳ κινοῦντας τοὺς μαχομένους, ἔπειτα ἀρκεῖν ἡγου- μένους αὐτὰ τὰ εἰργασμένα παρακαλέσαι πρὸς τὰ λοιπά.
τουτονὶ δὲ τὸν νεανίσκον πάλαι μὲν εὖ ποιεῖς, νῦν δὲ ὄψει κοινωνοῦντα τῷ μὲν πατρὶ τοῦ ὀνόματος, τῷ δὲ ἀδελφῷ τῶν τρόπων.
Καὶ πῶς ἂν ἐπιλαθοίμην ἡμερῶν ἐκείνων καὶ λόγων καὶ κρότων; ὡς ἔμοιγε ἀνάγραπτος ὁ βραχὺς ἐκεῖνος χρόνος καὶ πολλῶν ἐτῶν ἀντάξιος καὶ πάσης ἑορτῆς ἡδίων. ἀλλ’, οἶμαι, πολλοῖς ἂν ἄνθρωπος ἐκκρουσθείη σπουδῆς ἄλλως τε καὶ ἐν πόλει τοσαύτῃ καὶ κλύδωνι μεγάλῳ τάχα που καὶ ἡμᾶς περικλύζοντι.
δεῖ δή σε τέρπεσθαι μέν, εἰ λαμβάνοις γράμ- μάτα· μὴ λαβεῖν δὲ εἰ συμβαίη, πάντα μᾶλλον εἰκάζειν ἢ ὡς οὐ σὺ παρ’ ἐμοὶ τίμιος. καὶ τοὺς νεανίσκους, ὑπὲρ ὧν ὡς ἡμᾶς ἦλθες, μὴ μόνον ἐκ τῆς κηδείας, ἀλλὰ καὶ ἐμὴν χάριν φιλεῖν.
Οὐλπιανοῦ καὶ ὡς πολίτου καὶ ὡς ἑταίρου καὶ ὡς χρη- στοῦ πάντων εἵνεκα κήδομαι. τούτου δὲ κηδόμενον οὐκ ἔστιν ἀμελῶς ἔχειν περὶ τὸν τούτου κηδεστήν· ὃς εὖ πεπονθέναι μὲν ὑπὸ σοῦ πολλά φησι καὶ οὐκ ἀρνεῖται, δέδοικε δὲ νῦν μὴ κακόν τι λάβῃ πονηρίᾳ μὲν οὐ κεχρημένος, μέμψει δέ πως χώραν δεδωκώς.
σὺ δὲ πανταχόθεν μὲν ἐπαινῇ, μάλιστα δὲ τῷ συγγνώμην νέμειν εἰδέναι· πάντως δέ, εἰ καὶ μὴ ὧδε ἐπεφύκεις, ἀλλ’ ᾔδεις καὶ θυμῷ χαρίσασθαι, κρείττων ἂν ἐγέ- νου α τῆς φύσεως εἰς ἐμὴν βλέπων
Ὥσπερ ὑπὲρ ἀδίκου τινὸς ᾐσχυνόμην ἂν ἐπιστεῖλαι πρὸς σὲ τὸν ὑπὲρ τῶν δικαίων ζῶντα, οὕτω νῦν δικαίου μεμνῆσθαι μέλλων αἰσχρὸν ἡγούμην ὀκνῆσαι.
Ἀκάκιος ἴνα με νομίζει τῶν εὐκαταφρονήτων καὶ τῷ πρὸς ἄλλους καὶ πρὸς ἐμὲ προσ- φέρεται τρόπῳ. ξύλα γοῦν λαβὼν φυλάττειν τῆς παρακατα- θήκης αὑτὸν ποιεῖ δεσπότην ἔτος τουτὶ τέταρτον ἀεὶ μὲν ὑπισχνούμενος ἀποδώσειν, οὐκ ἔστι δὲ ὅτε οὐ ψευσάμενος.
ἐμὲ δὲ δύ’ ἀνθ’ ἑνὸς ἀδικεῖ, τῷ τε ἀποστερεῖν καὶ τῷ χρήσασθαι δικαοταῖς ἀναγκάσαι. χρῶμαι δὲ τῷ τε ἐνταῦθα καὶ σοί, τὸν μὲν πείσας πέμψαι στρατιώτην, σοῦ δὲ δεόμενος μὴ τῆς ἀνάγκης αὐτὸν ἐξελέσθαι τῇ τοῦ σοὶ διακονεῖν προ- φάσει.
Ἐξ ἡμισείας ἔχειν ἔοικας ἀγαθοὺς οἰκέτας, οἱ τὰ μὲν παρὰ σοῦ γράμματα καλῶς ἴσασιν οἷς δοῦναι δεῖ, τὰ δὲ πὰρ ἐκείνων ὥστε σοὶ φέρειν οὐδ’ ἂν ἀναγκαζόμενοι λάβοιεν.
ἴγωγέ τοι πρὸς τὴν προτέραν ἐπιστολὴν εὐθὺς ἀντεπιστεί- λας ἐκέλευον λαμβάνειν, ὁ δὲ μέλλειν ἔφησεν ἔτι καὶ οὐδὲν κατεπείγειν, πάντως δὲ οὐχ οὕτως ἔσεσθαι κακὸς ὡς ἐμὲ μὲν ἀργὸν ἐθελῆσαι δεῖξαι, σὲ δὲ ἀνιᾶσαι.
τοιαῦτα ἐκείνου λἐ- γοντος ἧκεν ἐπιστολὴ δευτέρα Κέλσου μέσου τῶν ἐπιστολῶν ἥκοντος περὶ μὲν γὰρ ἐκείνης ἤκουε παρ’ ἐμοῦ, ταύτην δὲ ἐνεχείριζεν αὐτὸς ἐν βαλανείῳ περὶ μεσημβρίαν ’ τοιαῦτα γάρ μοι νομοθετεῖ τῆς κεφαλῆς ἡ νόσος.
θαυμάζω δὲ εἰ τὸ τῶν νέων ἀποκεκρίσθαι με νῦν ὀνομάζεις σχολὴν ὥσπερ οὐκ ἐννοῶν ὅτι τοῦτ’ αὐτὸ τοὺς ἄλλους ἡμῖν ἐπάγει τὸ τὰ τῶν νέων ἡσυχάζειν. οὐδὲ γὰρ εἰς ἐκείνους ἔστιν ἡμῖν ἀναχωρεῖν, ἀλλ’ ἀνάγκη τρέχειν ἢ πονηρὸν εἶναι δοκεῖν.
ὥσπερ οὖν ἅτερος τοῖν σκοπέλοιν ὧν Ὅμηρος ἐμνήσθη καλύπτεται τὴν κορυφὴν διηνεκεῖ νεφέλῃ, οὕτως ἐμοὶ πραγμάτων ὄχλος Μὁε σοὶ δ’, εἰ μὲν ἀνθ’ ἡμῶν ἀρκεῖ τὰ δένδρα, σκόπει πρὸς σαυ- τὸν εἰ καλῶς ἀρκεῖ· εἰ δὲ καὶ ἡ τοῦ Μήδου πλάτανος δευ- rέρα τῶν φίλων, ἴργῳ δεῖξον.
Εἴ μοι τὰ Κροίσου χρήματα καὶ χρυσὸν τὸν Γύγου καὶ ἔτι τὸν Μίδου τοῦ Φρυγός , οὗ τὴν χώραν νῦν τε εὖ ποιεῖς καὶ πρότερον ἐποίεις — οὐ θαυμάσῃ δέ, οἶμαι, τὸ καὶ νῦν εὖ ποιεῖν Ἀγκύρας τε ἄρχων καὶ εἰδὼς ὅθεν αὐτῇ τοὔνομα — εἰ οὖν μοι πάντα τὸν ἐκείνων λαβών ποθεν ἐπεπόμφεις πλοῦ- τον, οὐκ ἂν ἦν μείζω τοῦ νῦν δοθέντος τὰ πολλὰ ἐκεῖνα· οὕτως ἐμοὶ πάντα ἐλάττω τῶν Μάξιμον γιγνομένων.
ἀλλ’ ὅπως, ὦ ἄριστε μὴ μὴ χείρων ἔσται τῶν ἤδη πεπραγμένων ὁ μετὰ ταῦτα χρόνος· οὐδὲ γὰρ εἰς ἀχάριστον καταθήσῃ τὴν χάριν, ἀλλ’ εἰς βοῶντα καὶ κηρύττοντα ὃ λάβοι.
οὔκουν ἐσίγησε πρὸς ἡμᾶς οὔτε τὴν παρὰ σὲ εἴσοδον οὔθ’ ὧν ἔτυχεν εἰσελθών, ἀλλ’ οὕτως ἐστὶ χρηστός, ὥστε μακρὰν μὲν ἔπεμψεν ἐπιστολὴν, δι’ ἑνὸς δὲ ῥήματος πᾶσαν ἦλθεν ὑφαίνων, ὥστε με καὶ πρὸς γέλωτα ὑπενεχθῆναι. διὰ γὰρ τοῦ τετίμημαι καὶ ἐτιμήθην καὶ τιμῆς ἠξίωμαι τὸ μῆκος ἐξειργάσατο καὶ ἦν ὁ Δῖός Κόρινθος ἀτεχνῶς τὰ γράμματα.
εἰ οὖν ὅστις ἀχάριστος μισοῖτ’ ἂν εἰκότως, ὅτῳ μέλει τοῦ μεμνῆσθαι χάριτος, πῶς οὐχ ὅτι πλείστας τῷ τοιούτῳ δοτέον, ὥσπερ πιείρᾳ γῇ σπέρματα;
ἐπῄνεσα δέ σου τὸ δόντα τὴν χάριν μηδὲν εὐθὺς ἐπιστεῖλαι· τό τε γὰρ μηδὲν ἀποκρίνασθαι περὶ ὧν ἠξίουν ἄλογον εἰπεῖν τε ὃ πεποιήκεις ᾐσχύνου. ἀλλ’ ἐπει- δὴ παρ’ ἐμοῦ τὰ σοὶ πεπραγμένα πρὸς ἡμᾶς ἀκήκοας, ἴθι καὶ γράφε καὶ διὰ πάντων εὔφραινε.
Ἱλαρῖνος οὑτοσὶ τὸ μὲν Ἕλλην ἀπὸ τῆς Εὐβοίας. δικῶν δὲ οὐκ ἄπειρος. ἐμοῦ δὲ ἤρα καὶ πρὶν ἰδεῖν. ἐπὶ δὲ τὴν τῶν νόμων μητέρα ἥκει τὸ Σωκράτους μιμούμενος νομί- ζων ἁπάσῃ ἡλικίᾳ πρέπειν τῶν καλῶν τι μανθάνειν.
τοῦ· τὸν ἴνα ποίησαι τῶν περὶ σαυτόν, κἂν προσίῃ δέχου μεθ’ ἡδονῆς, κἂν ὀκνῇ, μεταπέμπου. εἴς τε γὰρ ἄνδρα χρηστὸν τὰ τοιαῦτα ποιήσεις καὶ τῆς αὐτῆς ὁδοῦ δώσεις ἡμῖν χάριν, οἷς χαριζόμενος οἴει κερδαίνειν.
Ἴδου, καὶ τὴν Ἑλλάδα πρὸς σαυτὸν κεκίνηκας καὶ μετὰ τῶν νέων σχεδόν τι καὶ γέροντας εἰς Φοινίκην ἀναπέπεικας τρέχειν. Ἱλαρῖνος δὲ οὑτοσὶ πρότερον μὲν ἐπεθύμει τῶν ἐμῶν τι λαβεῖν, κωλυθεὶς δὲ τῇ τύχη τῶν σῶν ἔρχεται μετασχήσων.
δεῖ δή σε τοιοῦτον περὶ αὐτὸν γενέσθαι, οἷος ἂν ἦν ἐγώ, τῶν ἐμῶν εἰ μετεῖχε διατριβῶν. λέγω δὲ οὐ περὶ τῆς εὐνοίας, ᾗ πανταχοῦ φαίη χρώμενος, ἀλλ’ ὅπως πολλὰ ἐν οὐ πολλῷ μάθοι χρόνῳ. τοῖς γὰρ ὀψὲ πρὸς τὰς μαθήσεις ἐρχομένοις καὶ σκώμματα ὑπομένουσι τοῦτ’ εἶναι προσήκει παρὰ τῶν διδασκά- λων γέρας, ἀθρόαν μετάδοσιν καὶ προθυμίαν τάχος ἐμποιοῦ- σαν τῇ τέχνῃ.
Ὁ τὰ μέρη τῶν ἀγρῶν ἀποδόμενος ἐκεῖνος, ὅτε μὶν ἡμεῖς ἠξιοῦμεν ὠνεῖσθαι, Θετταλίαν ἔφασκε καὶ Βοιωτίαν πωλεῖν, καὶ ἦν οὐδὲν ἐν τῇ τιμῇ μέτριον, ὥστε ἐφεύγομεν· ἐπεὶ δὲ τὸν δεῖνα ἴδει πρίασθαι, καὶ τὸ μικρὸν ἡγήσατο μέγα βλάψας μὲν αὐτὸς αὑτόν, θεὶς δὲ ἐφ’ ἡμῖν νόμον· μνησθῆναι γὰρ ἴσως οὐκ ἔνεστι πλείονος ἢ τοῦ παραδείγματος ἀκούειν ἀνάγκη.
δοκεῖ οὖν μοι χρῆναι χρήσασθαι μὲν μερισμῷ τὸ νῦν τοῦ μὴ τὸ πᾶν ἀντὶ τοῦ μέρους εἶναι τῷ πριαμένῳ, τιμὴν δὲ τὴν πείθουσαν ὁ διδοὺς εἰ φανείη, πωλεῖν. ὁ γὰρ κοινω- νὸς παραινεῖ.
Πὰν ὅ τιπερ ἀπὸ φιλούσης γίγνεται γνώμης, οὐ μικρὸν 20 παρά γε ἐμοί. σοῦ δὲ ἐγὼ τὴν σπουδὴν πρὸ τῶν πεμφθέντων σκοπῶν ταύτῃ κρίνω καὶ τὰ πεμφθέντα μεγάλα.
ταῖς μὲν οὖν περιστεραῖς ἥσθην, τὴν δορκάδα δὲ ἐδάκρυσα θαυμαστὰ μὲν ἐλπίσας ἀπὸ τῶν γεγραμμένων, ἰδὼν δὲ τεθυμένην ἤτοι τοῦ καύματος ἡττηθεῖσαν ἢ προδοθεῖσαν ὑπὸ τῶν ἀγόντων, ὥσθ’ ὅτι σοι πέμπειν αὐτὴν ἐπῆλθεν ἐμεμψάμην.
τῆς δὲ νίκης, ἣν ἐμήνυες, χάριν ἔχω τῷ ὁμωνύμῳ, καὶ αὐτός γε δι- δάξειεν ἐλθὼν τὴν τε μάχην καὶ ὅπως ἐτρέψατο τοὺς ἐναν- τίους. εἰ δὲ καὶ αἰχμαλώτους δείξει, μείζων ἔσται παρ’ ἡμῖν τοῦ Κλέωνος.
Τῇ πρὸς Καρτέριον ὀργῇ Μούσαις τε καὶ πᾶσι λογίοις θεοῖς ἔπραξας κεχρισμένα, οὓς ἐκεῖνος ἀφεὶς καὶ ταῦτα αὐ- τῶν τυχὼν ὅπλα τε ἐώνηται καὶ τὸν Ἄρη θεραπεύει καὶ γέ- γονεν ἀντὶ ῥήτορος στρατιώτης.
ἀλλ’, ὦ μακάριε, βλέψας πρὸς τὸν παρόντα καιρόν, ὃς τὰ μὲν ἐκείνων ἦρε, τὰ δ’ ἡμέ- τέρα καθεῖλε, — πάντως δὲ ἀπὸ τῶν σῶν εὐθὺς ἡ πίστις, προσθείην δ’ ἂν ὅτι καὶ ἐμῶν, οἳ πολλῷ χείρους ἡμῶν ἐπαι- νεῖν ἠναγκάσμεθα φοβούμενοι μετὰ τῆς δυνάμεως αὐτῶν τὴν ἄνοιαν — διὰ δὴ ταῦτα νομίσας Καρτέριον εἰκός τι πεπον- θέναι πρὸς τὸ λυσιτελοῦν κεχωρηκότα τῷ μὲν παρελθόντι χρό- νῷ τὴν εἰς τὸν Ἑρμῆν ὅρισον χάριν, τὰ λοιπὰ δὲ ἔστω φιλαν- θρωπότερα μᾶλλον ἢ ἀκριβέστερα, ὅπως καὶ αὐτὸς ἀπολυ- θείην αἰτίας. οὐ γὰρ σὺ δοκεῖς ἀμνημονεῖν τῶν πρὸς ἡμᾶς ὑποσχέσεων, ἀλλ’ ἐγὼ τὴν σὴν κεκινηκέναι γνώμην.
ἔπειτα ὑβρίζομαι ταῖς ὑποψίαις. ἀλλὰ σὺ τοῦτο ἄνελε καὶ δεῖξον ἐμ τε οὐ κακοῦργον σαυτόν τε πόρρω τοῦ ψεύδεσθαι.
Ἀρ’ ἀδίκου τινὸς ἠξιοῦμεν τυχεῖν καὶ διὰ τοῦτο ἀπε- τυγχάνομεν; ἢ τὸ μὲν πρᾶγμα δίκαιον, οἱ δὲ αἰτοῦντες οὐ- δενὸς ἄξιοι; <ἢ> πέπρακται μὲν ἐκεῖνο, γνῶναι δὲ οὕπω δύνημαι;
λῦσον δὴ τὴν ἀπορίαν καὶ νόμισον καὶ τὸ ὡς μάτην ἠνωχλοῦμεν μαθεῖν κέρδος ἡμῖν ἔσεσθαι. τοῦ τε γὰρ ἐκκρέμασθαι τηνάλλως ἀπαλλαξόμεθα καὶ ἴσως ἐπ’ ἄλλην βου- Λὴν ἥξομεν.
αἰσχυνθεὶς οὖν εἰ μὴ καὶ ἡμᾶς, ἀλλὰ τὸν γεν- ναῖον Εὐμόλπιον ἢ δὸς τὴν χάριν, εἰ μήπω δέδωκας, ἢ δή- λωσον ὅτι δέδωκας, ἢ ὅτι ὄντως δώσεις ἐπίστειλον.
Ἔπραξας, ὦ γενναῖε, σοφίᾳ χρησάμενος ὑπὲρ τῆς ὰλη- θείας· τὸ σοφὸν δὲ ἦν ἐν τῷ συντέμνειν καὶ μὴ διατρίβειν, ὡς τά γε ἐν τοῖς τοιούτοις μήκη πολλὰς δύναται τίκτειν λαβάς.
δοκεῖς δέ μοι σὺ καὶ τὴν Ἀρκαδίαν αἰτηθεὶς παρ’ ἐμοῦ μὴ ἂν εἰπεῖν· οὔτοι δώσω δοῦναι κύριος ὤν· οὕτω πάντα ἐθέλεις διδόναι καὶ δῆλος εἶ χαίρων ὁ διδοὺς τοῦ λαμβάνον- τος οὐχ ἧττον.
οὐκοῦν καὶ τὰ λοιπὰ δώσεις ἥκοντι τῷ νεανίσκῳ, τοῖς αὐτοῖς δὲ καὶ ἐμὲ τὸν ἀπόντα εὖ ποιήσεις. ἔστι δὲ τὰ λοιπὰ συνεχὴς εὔνοια καὶ τὸ δεικνύειν ὡς εἰσιόντι μὲν παρὰ σὲ χαίροις, ὀκνοῦντι δὲ μέμφοιο.
ποιήσει δὲ αὐτὸν τοῦτό τε καὶ τὰ τούτῳ παραπλήσια μέγαν μὲν ἐν τοῖς πολί- ταις, μέγαν δὲ παρὰ τοῖς γονεῦσι. βουλοίμην γὰρ ἂν αὐτὸν δοκεῖν τῷ πατρὶ δύνασθαι βοηθεῖν μᾶλλον ἢ ’κείνου χρῄζειν. ἡδὺ δὲ ἄρα καὶ τοῦτο πατρὶ καὶ ἕν τι τῶν ἐν εὐχαῖς καταφεύγειν ἔχειν εἰς παιδὸς δύναμιν.
αὐξήσεις δὲ οὐ φαῦλον ἄνθρω- πον, ἀλλ’ ἔχοντα σύνεσιν καὶ χάριτος εἰδότα μεμνῆσθαι. πει- ρώμενος δὲ φήσεις περὶ αὐτοῦ πρὸς ἄλλους ἃ νῦν ἀκούεις καὶ οὐ φήσεις με τὴν πολλὴν ταύτην σπουδὴν ἄνευ νοῦ πε- ποιῆσθαι.
νομίζω δέ σε βλέψαντα εἰς αὐτὸν γνωριεῖν τὸν νεανίσκον. ἦν γὰρ δὴ περιφανὴς ἐν τοῖς ἀκροωμένοις, ὁπότε ἡμῖν ἐπιδείξεις εἴησαν. ἐκάθου δὲ ἄρα καὶ αὐτὸς σιγῇ θαυμάζων, οὐ γὰρ ἐξῆν σὺν βοῇ, καὶ ἴσως οὐκ ὀλιγάκις Ὑπερέχιον εἶδες σὺν κόσμῳ τοὺς ἐπαίνους πληροῦντα.
ἐκεί- νων τε οὖν μνησθεὶς καὶ ἃ νῦν πεποίηκας ἐνθυμηθεὶς καὶ νομίσας δεῖν ἀκολουθεῖν σαυτῷ γίγνου τοιοῦτος εἰς αὐτόν, οἷος ἂν αὐτὸς ἐγενόμην, εἰ Γαλατῶν ἦρχον.
Ἡμεῖς οἱ αὐτοὶ καὶ τῷ φιλεῖν καὶ τῷ θαυμάζειν, σὺ δὲ ἔοικας — ἀλλ’ οὔπω γε ἐρῶ, καίτοι τῶν πραγμάτων καὶ δυσ- χερέσrερόν τι βιαζομένων λέγειν, ἀλλ’ ὅμως ἀναβεβλήσθω τὸ νῦν—τοῦ δ᾿ ἡμᾶς οὐχ ἑτέρους γεγονέναι σύμβολον ἔστω σοι τὸ χάριτας, ὥσπερ ἔμπροσθεν, αἰτεῖν καὶ χάριτας, αἰ τὴν οὖσάν σοι δόξαν καταστήσουσι μείζω.
Σευῆρος ὁ Λύκιος ὁ πονη- ρὸς μέν, ὡς ἂν οἱ φθονοῦντες φαῖεν, γενναῖος δέ, ὡς οὑμὸς λόγος ἀνδρὸς ἴσως οὐ φαυλοτέρου τῶν διαβάλλειν εἰωθότων, οὗτος δὴ ὁ Σευῆρος, εἰ καὶ τὸν πρὶν ἠλαύνετο χρόνον, νῦν γε εἰκότως ἂν ἐπ’ ἀδείας ἦν εἰς σὲ τῆς ἀρχῆς ἡκούσης, τοῦτο δέ ἐστιν ἰσχυόντων τῶν νόμων.
νῦν δ’ οὕτω τὸ πρᾶγμα ἀνέστραπται, ὥσθ’ ἧς ἀπέλαυεν ἀσφαλείας τῶν ἧττον ἀγαθῶν ἀρχόντων, ταύτης ἐκπεσεῖν κινδυνεύει τοῦ δικαιοτάτου τἀκεῖ διοικοῦντος.
καίτοι Σευήρου πάσχοντος κακῶς ἀδικεῖται μὲν ἡ τῶν Ἀθηναίων πόλις, ἣ τοῦτον ἐξέθρεψεν, ἀδικεῖται δὲ Μάξιμος, δι’ ὃν οὐκ ἐμαράνθη τὸ χρῆμα τῶν λόγων, ὃς τοῦτον ἀνθ’ υἱέος ἑώρα.
κοινωνοῦμεν δὲ καὶ ἡμεῖς τῶν κακῶν συμφοιτηταί τε ὄντες καὶ παρὰ πάντα τὸν χρόνον τὰ τοῦδε θεραπεύσαντες οὐχ ἡμῖν οὔσης δυνάμεως, ἀλλ’ αἰδοῦς παρὰ τοῖς δυνατοῖς. οὔτ᾿ οὖν λιπεῖν τὴν τάξιν ἦν μοι αἰσχύνη τε, εἰ μεῖζον ἐλπίσας ἰσχύσειν, Μῆν σὺ κρατεῖς, ἀσθενὴς φανείην.
ἐξαιροῦμαι δὲ ἄνθρωπον οὐ Μίδαν οὐδὲ Ῥαμψίνιτον οὐδ’ ὃν τὸ πλῆθος τῶν γεωργιῶν οἴκοι δύναται κατέχειν, ἀλλ’ ὃς πανταχοῦ μὲν εὑρήσει τὴν ἀναγκαίαν τρο- φὴν, τιμῇ δὲ πατρῴων μνημάτων ἔτι τῆς Λυκίας έχεται.
παῖς ὄντως ἐμὸς ὁ Λυσίμαχος τοιαῦτα καὶ λέγων καὶ γράφων, τοῦτο μὲν ἐν ἐπαίνοις ἀρχόντων, τοῦτο δὲ ἐν τοῖς κατὰ μελέτην ἀγῶσιν· ὥστ’ οὐδὲν θαυμαστὸν εἰ πετόμενος ἧκεν ὡς ἡμᾶς ὁ Ἔρως τοιαύτης αὐτῷ γλώττης κινούσης τὸ πτερόν.
ὁ δὲ συκοφάντης ἐκεῖνος, τὸ θηρίον, δίκην τὴν μὲν ἔδωκε, τὴν δὲ δώσει καὶ ταῦτα ἐγὼ προῄδειν καὶ πρὸς Λυσίμαχον εἶπον ὡς ἀπολεῖται κακὸς κακῶς.
ἐπεὶ δὲ Μούσαις εἶ φίλος καί σου κατέχουσι τὴν ψυχὴν καὶ κάλλος τίκτεις ἐπῶν, τίμησον ἐπιγράμμασιν οἰκίαν λαμπράν τε καὶ μεγάλην ὑπ’ ἀνδρὸς ἡμὶν ἑταίρου πεποιημένην ἐν Δάφνῃ. τὸ μὲν ὄνομα Ὀλύμπιος αὐτῷ, παίδων δὲ οὔτ’ ἐστὶν οὔτ᾿ ἐγένετο πατήρ, παραμυθεῖται δὲ τὴν περὶ ταῦτα τύχην τῷ τῆς οἰκίας θαύματι.
χρῆσαι δὴ ταῖς ἀφορμαῖς καὶ πρόσθες τῇ τῶν στοῶν καὶ κρηνῶν ὥρᾳ τὴν ἀπὸ τῶν ἐπῶν.
ἴστω νῦν τόδε γαῖς καὶ οὐρανὸς εὐρὺς ὕπερθεν, προστίθημι δέ, εἰ βούλει, καὶ Στύγα καὶ τοὺς ἄλλους θεούς, ἡ μὴν τὴν ἐπιστολὴν ἐκείνην τοῦ προσήκοντος τετυχηκέναι χρόνου καὶ μηδὲν πεπρᾶχθαι τέχνῃ.
σοὶ δὲ ἴσως οὐ καλῶς ἴχνει φείδεσθαι τῶν οἰκετῶν κατὰ τῶν φίλων καὶ ὅπως ἐκεί- νους ἐξέλοιο μέμψεως, τούτοις περιάπτειν αἰτίας.
ἀλλ’ ὑπὲρ μὲν τούτων ὀλίγον ὕστερον διαδικασόμεθα Κέλσου τὴν ψῆφον τιθεμένου, τῆς Βακχείας δὲ ἡμῖν ἴσθι τὸ πλέον ἀμ- βλύνας ὑπὸ τῆς ἀπουσίας. οὐ γὰρ ἔστιν ὅτῳ ἂν τἀπὸ καρδίας λέγοιμεν, ἀλλ’ ἢ δεῖ σιγᾶν ἢ εἰπόντα μετεγνωκέναι καὶ ἐπιτι- μᾶν τῇ γλώττῃ, ὅτι ἐξελάλησεν ὅπερ τ᾿ ἄρρητον ἄμεινον. οἶμαι δὲ καὶ σὲ ταὐτὸν περιεστηκέναι, σιγὴν ἢ φόβον.
ὅπως οὖν ἡμεῖς τε σοῦ σύ τε ἡμῶν ἀπολαύοις ἑκάτεροί τε δι’ ἀλ- λήλων ἐλευθερίας, τοῖς στόμασιν ἄνοιγε τὰς θύρας φανείς.
Ἀκούσας ὅτι οἷς ἠνιάθης ἀφορμῇ πρὸς φιλοσοφίαν ἐχρήσω, μικροῦ τὸν λυπήσαντα ἐπῄνεσα· ὡς δὲ εἶδον τὴν ἀρίστην Μαριανὴν καὶ πεῖραν τῆς γνώμης ἔλαβον, ἐθαύμασα ὡς οὐ πάλαι τὴν μετάστασιν ἐποιήσω τοιαύτη γυναικὶ συν- οικῶν. ἀλλ’ εἵμαρτο, ὡς ἔοικε, βραδέως ἐν εὐδαιμονίᾳ γε- νέσθαι.
ἔχου δὴ τῆς παρούσης τάξεως ἐλπίζων μέν τι καὶ μέγα δράσειν, καὶ τὸ μικρὸν δὲ ἐν τοῖς τοιούτοις ἡγούμενος μέγα. ταῦτά σοι μισθὸς ἀντὶ τῆς σωτηρίας ἥν με ἔσωσας, ὅτε ἐπὶ φαρμάκου πόσει πρὸς βαλανεῖον οὐκ ἐν ὥρᾳ θέων ὑπὸ σοῦ διεκωλύθην.
Ὅστις μὲν στεφανώσεται παρ’ ἡμῖν ἢ παλαίων ἢ παγ- κρατιάζων ἢ πυγμῇ νικῶν, Ζεύς που τοῦτο οἶδε καὶ Ἡρακλῆς καὶ ὅσοις μέλει τῶν ἄθλων ἐκείνων δαίμοσι· σὺ δ’ ἡμῖν πρὸ τῶν ἀθλητῶν νενίκηκας ἅπαντας οὓς ἐπεῖδεν ἥλιος ἀθλοθέτας ἀρετῇ τε καὶ πλήθει τῶν ἀγωνιστῶν καὶ ἔτι γε μᾶλλον τῷ μεγέθει τῶν δώρων, ἃ ταῖς τραπέζαις ἀνέμιξας οὔτε παρα- δείγματι βιασθεὶς οὔθ’ ἕξων τὸν μιμησόμενον.
ἡ μὲν οὖν δαπάνη σή, τὸ δὲ ἀπ’ αὐτῆς καλὸν κοινὸν τοῦ γένους. ἔγωγέ τοι τῶν λαβόντων ἐπιδεικνύντων τε καὶ διηγουμένων ἡβρυ- νομὴν τε καὶ μεῖζον ἐφρόνουν καθάπερ αὐτὸς ὢν ὁ θεὶς τὰ Ὀλύμπια.
ἀλλά τοι τοὺς μὲν ἄλλους κινῶ καὶ πέμπω, κάθημαι δὲ ὑπ’ ἀνάγκης ἐνθάδε τοιαῦτα ἀπολαύων τῆς κε- φαλῆς. παραμυθοῦμαι δὲ ὅμως τὸ μὴ θεάσασθαι τῷ τῶν ποιουμένων θαύματι.
καί τινα τρόπον ἐσοφισάμην, ὅπως μὴ παντάπασιν ἀπείην. ἀνέστησα γὰρ ἀπὸ λύπης ἰσχυρᾶς Ὀλύμπιον καὶ πανηγυρίζειν ἔπεισα παυσάμενον οἰμωγῶν. καὶ νῦν ἐγὼ πάντα μὲν ὁρᾶν, πάντα δὲ ἀκούειν ὠσί τε ἡγοῦμαι τοῖς τοῦδε καὶ ὄμμασιν.
Ἀκούων σε τούς τε νόμους ἐν ταῖς δίκαις βεβαιοῦν καὶ πρᾳότητι μὲν πρὸς τοὺς ἐπιεικεῖς, θυμῷ δὲ χρῆσθαι πρὸς τοὺς δεομένους δίκης, τοὺς δὲ δήμους ἡδίους ποιεῖν διὰ τῶν ἐν τοῖς θεάτροις χαρίτων ὅτι τὸ τῇ φύσει χαλεπὸν ῥᾷστόν ἐστί σοι, τὸ ἄρχειν καλῶς.
νόμιζε δὲ τὸ τῷ χρηστῷ Σευήρῳ σεσωκέναι τὸν οἶκον μηδὲν ἥττω σοι κόσμον ὧν κατέ- λεξα τούτων ἴχειν. τὰς γὰρ πόλεις οὐχ οἱ πλουτοῦντες μόνοι ποιοῦσι λαμπράς, ἀλλὰ καὶ ὅσοι πόνους ὑπὲρ παιδείας ὑπή- νεγκαν, ὧν εἷς οὗτος ὃν εὖ ποιεῖς. φαίην δ’ ἂν ὅτι καὶ μεῖζον πόλεσιν εἰς δόξαν οἱ τοῦτο ἔχοντες τῶν ἐκεῖνα κεκτημένων,
μὴ οὖν ἄχρηστον οἰέσθων οἱ πολῖται Σευήρου Σευῆρον καὶ ἦττον ἢ τὸ δύνασθαι λειτουργεῖν μηδ’ ὅταν ὑλακτοῦντες ὑπὸ σοῦ κωλύωνται, ζημίαν τὸ κέρδος ἡγείσθων ὃ τήν τε σὴν σεμνύνει γνώμην καὶ τὸ κοινὸν ἐκείνοις.
Εἰ μή σε ᾔδειν φιλεῖν ἐπιστάμενον καὶ πολλὰ πολλάκις καὶ μεριμνήσαντα καὶ πονήσαντα τοῦ τοῖς ἑταίροις ἀγαθόν τι γενέσθαι, πάνυ ἂν ἔδεισα μή σοι προσστῇ τὸ πλῆθος γραμ- μάτων· νῦν δέ, τῶν γὰρ ἐπαινούντων εἶ καὶ αὐτὸς τὸν Ἀχιλ- λέα, πιστεύω δόξειν εἶναι χρηστός, ὅτι βοῶν καὶ δεόμενος οὐ παύομαι.
λέγω δὴ πάλιν ὡς Σευῆρος συνεχόρευσεν ἡμῖν τὰ μὲν ἐλάττω μεθ’ ἡμῶν μανθάνων, δυνηθεὶς δὲ ἐπὶ τὰ μείζω προβῆναι καὶ νῦν, ἂν ζητῇς, ἐν αὐτῷ φιλοσοφίαν εὑρήσεις Μαξίμου φυτευσαμένου τουτὶ τὸ καλὸν ἐν τῇ τοῦδε ψυχῇ.
Μάξιμον δὲ ὥσπερ ἆν ἐτίμας ζῶντα, τίμα καὶ με- ταστάντα. τιμῴης δ’ ἂν μειζόνως Σευήρῳ βοηθεῖν ἀξιῶν ἢ εἰ προσιὼν ἐστεφάνους αὐτῷ τὸν τάφον.
ἀλλ’ ὅπως μή σε ἡ χλαμὺς καὶ ὁ πώγων ἀπὼν εἰς ἀπιστίαν ἐμβάλῃ περὶ τῶν ἐν αὐτῷ λόγων τῶν σεμνοτέρων. οὗτος γὰρ κατ’ Αἰσχύλον εἶναι ἐθέλων μᾶλλον ἢ δοκεῖν τούτοις ἀντ’ ἐκείνων χρῆται ὥσπερ οὖν οὐ πάντως μετὰ τοῦ τρίβωνος καὶ τῶν τριχῶν ἡ σοφία, οὕτω γένοιτ’ ἂν ἄνευ τούτων εἶναι σπουδαῖον.
Καὶ Πισιδῶν ὅτιπερ κεφάλαιον Φαυστἱνος οὑτοσὶ καὶ τῆς περὶ ἡμᾶς νεότητος. τὰ μὲν οὖν οἴκοι ὄντα αὐτῷ καὶ παρ’ ἄλλων ἂν μάθοις, γένους περιφάνειαν, ἐν λειτουργίαις λαμπρότητα, τὸ ἀντὶ τείχους τῇ πόλει τοὺς τούτου γεγονέναι τε καὶ εἶναι προγόνους, τὰ δ’ ἐν τοῖς ἡμετέροις ἱεροῖς ἐγὼ φρέσαι δίκαιος.
ζῶν γὰρ ἐν καθεύδουσι νέοις καὶ οἰομἐ- νοῖς οὐδὲν εἶναι τοὺς λόγους ὡς τῆς ψυχῆς ἑτέρων οὐκ ἐδέξατο τῇ ψυχῇ τήνδε τὴν δόξαν, ἀλλ’ ἡγησάμενος τοὺς παιδείας ἀμοίρους οὐκ ἐν ἀμείνονι τάξει τῶν ἀνδραπόδων εἶναι θέατρα μὲν καὶ μίμους καὶ τὴν περὶ ἵππους μανίαν ἑτέροις ἀφῆκεν, αὐτὸς δὲ τὸ μὲν σῶμα τοῖς πόνοις ἔδωκε. τὴν ψυχὴν δὲ ἀπειργάσατο καλλίω προθύμοις μὲν διδασκάλοις ἕρμαιον ὤν, οὐ τοιούτοις δὲ ἄχθος τῶν πόνων ἀνάπαυλαν αὐτοὺς νομίζων τοὺς πόνους.
ἐν δὴ τοῖς εἰρημένοις ἔχεις δήπου καὶ τὴν σωφροσύνην καὶ τοῦ καθ’ ἡμέραν βίου τὸν κόσμον ὡς ὅστις αὑτὸν ἐξήρτησε βιβλίων, οὗτος αὑτὸν ἀπέ- στῆσε κακίας
εἰ μὲν οὖν ἢ ὁ πατὴρ αὐτῷ περιῆν ἢ ὁ πάππος μὴ ἦν ἐλάττων τοῦ γήρως, παρῆλθεν ἂν καὶ τοὺς παιδευτὰς ἐν προιόντι τῷ χρόνῳ· νῦν δέ, δεῖ γὰρ αὐτὸν τὰ αὑτοῦ σώζειν ἤδη, δακρύων μὲν ἀποστερεῖται τοῦ πλείονος.
ἔχει δὲ ῥώμην ἀρκοῦσαν μὲν δίκαις, ἀρκοῦσαν δὲ μείζω ποιῆσαι πατρίδα.
προσγέγονε δὲ καὶ τὰ ἀπὸ τοῦ δαίμονος εὖ ποιοῦντα. σοῦ γὰρ ἄρχοντος ἀνάγκη τοὺς ἐμοὺς ἑταίρους ἐξ οὐρίων φέρεσθαι τῆς Ἀθηνᾶς λυσιτελοῦντα πεμπούσης ἄνεμον.
Οὐκ ἆν φαίην ὡς ὁμοίως τῷ τε ἀνίστασθαι ἠθύμει καὶ τῷ παρ’ ὑμᾶς βαδίζειν ἔχαιρεν Ἰουλιανός, ἀλλ’ ἦν μείζων τῆς λύπης ἡ ἡδονή.
ὥσπερ γὰρ ἔμπορος ἐκ λι- μένος εἰς λιμένα πλέων, ἐκ φαυλοτέρου περὶ τὰ κέρδη πρὸς τὸν μᾶλλον συναγωνιζόμενον ταῖς ἐμπορίαις, οὐ κακίζει μὲν τὸν πρότερον, βλέπει δὲ πόρρωθεν πρὸς τὸν δεύτερον, οὕτως οὗτος οὐκ ἀτιμάζων ἡμᾶς ὑπὸ τοῦ παρὰ σοὶ λιμένος ἕλκεται· σύ τι γὰρ τῶν πάντα εἰδότων οὗτός τε οὐκ έ·στιν ὅτου λόγων εἴδους οὐχ ἧπται.
ἀλλ’ ἢν τε ῥητορικὴν δεικνύῃς, βοήσε- ται Πλάτωνός τε καὶ φιλοσοφίας παριόντων κινήσεται, κἆν ὑπὲρ ἄστρων διαλεχθῇς, οὐκ ἀργὸν ὄψει, κἂν ποιητὰς ἐξετά- ζῃς, περὶ τὰ τοῦδε παιδικὰ σπουδάσῃ.
πιστεύων δὲ τὴν συνουσίαν ὑμῖν καὶ ἐπ’ ἄλλα καλὰ προβήσεσθαι, κοινωνὸν ἐμαυτὸν τῆς ἡδονῆς γράφομαι. μεμνήσεσθε γάρ μου, τοῦτο οἶδα σαφῶς, καὶ σὺ μὲν ἐρεῖς ὅτι ἄρα καὶ τὸν δεῖνα παρεῖται χρῆν, ὁ δὲ προσθήσει· καὶ μάλα ἐχρῆν παρεῖναι.
Σοὶ κτῆμα πρέπον Ἰουλιανὸς οὑτοσί, πρῶτος μὲν ἐν Ελλάδι φωνῇ, πρῶτος δὲ ἐν τῇ τῶν κρατούντων, πλήρης νόμων δεινὸς εἰπεῖν, φίλος ἄδολος, εἰδὼς καὶ τρωθῆναι φίλῳ βοηθῶν. τοσαύτη δὲ ἐν αὐτῷ τῆς παιδείας ἡ χάρις, ὥστε κύριός ἐστιν ὁπόσους ἂν ἐθέλῃ θηρεῦσαι· ἐφ’ ὅσων γὰρ ἂν φθέγξηται, τοσούτους ᾕρηκεν.
ἔξεστι δὲ τῷ βουλομένῳ καὶ δι’ ἑνὸς τοῦδε τὸν ἄνδρα μαθεῖν· ὃν γὰρ ἄριστον τῶν ὑπὸ τὸν ἥλιον ἐγώ τε ἡγοῦμαι καὶ ὅστις οὐ φιλονεικεῖ μετ’ ἀναι- δείας, τοῦτον εὕροις ἂν ἐν κέρδει ποιούμενον Ἰουλιανῷ συζῆν. ὥστε καὶ συνοδοιπορεῖν αὐτὸν αὑτῷ Σαλούτιος πεποίηκεν ὡς πᾶν δυσχερὲς λεῖον ἕξων, εἰ τῷδε παρόντι χρῷτο. 3, ἔγραψε δ’ ἄν σοι καὶ Ὀλύμπιος ὑπέρ τε τοῦ ἀνδρὸς ὅμοια τοῖς παρ’ ἐμοῦ καὶ τοὺς πόνους ἐπαινῶν οὓς ὑπὲρ αὐτοῦ πονεῖς, εἰ μὴ ἔτυχεν ἀπὼν ἐν Ἀπαμείᾳ τὰ Ὀλύμπια θεώμενος.
Εἰ μὴ μοι φίλος ἦν Ἰουλιανός, κἂν ἐφθόνουν αὐτῷ τῆς τύχης, ὅτι σε καὶ μεθ’ ἡμῶν εἶχεν ἐνθάδε καὶ νῦν ἄνευ ἡμῶν πάλιν ἔχει· νῦν δὲ φθονῶ μὲν ἥκιστα, μακαρίζω δὲ μάλιστα καὶ συνόντα καὶ φιλούμενον.
σὺ γὰρ οὐ ῥήμασι καὶ τραπέζῃ τὴν φιλίαν ὁρίζεις, ἀλλ’ ὅντινα τούτου τοῦ προσ- ῥήματος ἠξίωσας, περὶ τοῦτον εὐθὺς καὶ ἔργα. καὶ οὔτι κίν- δυνον φοβούμενος οὔθ’ ὑπὸ πόνου κρατούμενος γένοιο ἂν εἰς ἑταῖρον κακός, ἀλλ’ ὥσπερ ᾧ θεοὶ συλλαμβάνουσιν οὐκ ἔστιν ἁμαρτεῖν πράξεως, οὕτως ὅστις διὰ σοῦ τὰ αὑτοῦ ποιεῖται, καὶ τυχεῖν τούτων ἀνάγκη.
τυχὼν δὴ καὶ κατωρθωκὼς ἐγὼ ταῦτα λέγω πολλοῖς μὲν ἠνωχληκὼς καὶ σχὼν ἐν πολλοῖς ἐλ- πίδας, κενὰς δὲ πάσας εὑρὼν πλὴν τῶν πορὰ σοῦ. μήτ’ οὖν σὺ παύσαιο δυνάμενος μήθ’ ἡμεῖς ἐκπέσοιμεν τοῦ τιμᾶσθαι παρὰ σοί.
Ὅπερ οἱ τοὺς ἐν χειμῶνι πλέοντας ἀπὸ γῆς ὁρῶντις πάσχουσι καὶ τὰ κύματα τοῖς αὑτῶν ἡγοῦνται προσπίπτειν σώμασι, τοῦτο καὶ ἡμεῖς λογιζόμενοι τὸν καιρόν, ἐν ᾧ παρεί- ληφας τὴν ἀρχήν, πεπόνθαμεν. μεστοὶ γοῦν ἐσμεν θόρυβοι καὶ ταραχῆς ὥσπερ αὐτοὶ κυκλούμενοι πανταχόθεν ὑπὸ τῶν πραγμάτων.
ἀλλ’ ἡμεῖς μὲν σοὶ συνευχόμεθα, σὺ δὲ τοῦ τε πατρὸς καὶ τῆς σαυτοῦ φύσεως καὶ ὧν ἐκτήσω λόγων ἄξιος εἶναι πειρῶ καὶ δεῖξον ὡς ὑπὸ γνώμης γενναίας καὶ καιροῦ δυσκολία νικᾶται
ταῦτα εἶπον οὐ πείθων τὸν πε- πεισμένον, ἀλλ’ ὁρμὴν καλὴν παρακαλῶν, ἐπεὶ καὶ τὸν χρηστὸν Ἀμφιλόχιον οἶδα μὲν ὡς εὖ ποιήσεις, κἂν μηδεὶς ὑπὲρ αὐτοῦ διαλέγηται, δέομαι δὲ ὅμως εὖ τι ποιεῖν. καὶ γὰρ ἐμὸς συμ- φοιτητὴς καὶ σὸς συστρατιώτης καὶ παιδευτὴς δεξιὸς καὶ παίδων πατὴρ ἀρκούντων εἰς τιμὴν πατρί.
Ἐδίδαξα τὸν καλὸν Φωσφόρον, ὁποδαπός τε εἴης καὶ τίς τὸν τρόπον καὶ τίς τοὺς λόγους καὶ τίνων πατήρ, ἤδη γὰρ ἔστι σοι τὸ διὰ τοὺς παῖδας τιμᾶσθαι, ὁ δὲ ἐδέξατό τε τοὺς λόγους καὶ πάντα ἔφη ποιήσειν ὥστ’ ἔχειν ἐμοί τε καὶ σοὶ καλῶς.
ἀνακτῶ δὴ τὰ διεφθαρμένα τῶν πραγμάτων καὶ τοῖς υἱέσιν ἑτοίμαζε παμφόρους ἀγροὺς καὶ παραμυθοῦ τὸ γῆρας ταῖς ἀπὸ τούτων ἐλπίσιν.
Οἱόν με ἠδίκηκας, ὦ καλὲ Μένανδρε, καὶ ταῦτα μικρὸν ἔμπροσθεν εὐφράνας· φερόμενος ἐφ’ ἵππου καλοῦ τε καὶ μεγάλου καὶ ὑγροσκελοῦς δόξαν μέν μοι παρέης, ὡς ἐπὶ θεραπείᾳ τὸ σῶμα κινήσας ὑποστρέψεις αὐτίκα, σὺ δὲ ἄρα ἔκδημον ὁδὸν ἐποιοῦ καὶ οὐκέτ’ ἐτόλμησας τῷ τῶι διαλυο- μένων ἀσπάσασθαι νόμῳ, ἀλλὰ τῷ τῶν μενόντων χρησάμενος ἤλαυνες.
ὡς δ’ Λόον ἐγὼ ζεῦγος ὀρικὸν ἑπόμενον σπουδῇ, πρὸς τὸ ἑταῖρον, ὅς μοι παρῆν, ἆρ’ ἔφην τοῦτο Μενάν- δρου; καὶ ὃς ἤρετο παῖδα τῶν παραθεόντων κἀκεῖνος κατα- μήνυσεν. εἶθ᾿ οὕτως ἔγνων ἠδικημένος ὑπὸ τοῦ καλοῦ Με ἄνδρου.
καλὸν δὲ δὶς ἤδη κέκληκα τὸν Μένανδρον, ὅπως φαίνηται μειζόνως ἠδικηκώς, εἰ καλὸς ὢν ἔπειτα τοιαῦτα λυπεῖ. ἀλλ᾿ ἐλθεῖν μὲν οἴκαδε ὡς ἐμὲ καὶ διὰ κλίμακος ἀναβῆναι τραχείας οὐκ ὤκνησας, δυοῖν δὲ ῥημάτων ἐφθόνη- σας ἀνδρὶ φίλῳ. ποῦ ταῦτα τῆς σῆς ψυχῆς;
Εἰ μὴ καὶ αὐτὸς ᾔδεις, ἐξ ὅσου χρόνου καὶ δι’ ὅσων ἔργων καὶ συνέστη καὶ ηὐξήθη ἡ πρὸς τὸν χρηστὸν ἡμῖν Μα- γεδόνιον φιλία, τοῦτο πρῶτον ἐδίδασκον ἄν· εἰδότι δὲ τὰ πεποιηκότα ταύτην οὐκέτ’ ἂν φανείη θαυμαστὸν εἰ βοηθεῖν οἶμαι δεῖν διὰ γραμμάτων, ὃς οὐδὲ κίνδυνον φύγοιμ’ ἂν τὸν ὑπὲρ φίλων
πέπεικε δέ με χάριν αἰτεῖν οὐ τὸ σὲ διδόναι καὶ ῥᾳδίως καὶ πάσας, ἀλλὰ τὸ τὴν μὲν εἶναι καὶ καλὴν καὶ δικαίαν, σὲ δὲ εἰδέναι τὰς τοιαύτας διδόναι· ὡς ὅστις οὐδ’ ἂν τούτων δοίη τοῖς φίλοις, ὧν οὐκ ἂν ἅψαιτο μέμψις, οὗτος ἐπιλαμβάνεται τῆς τοῦ Δῖός θυγατρός, ἣ τὰς Χάριτας ἐν προπυλαίοις ἔχει.
ἀλλ’ ὅτι μὲν οὐ φαῦλα αἰτοῦσι χαριῇ, παντί που δῆλον· σκόπει δὲ ὧν χρῇζομεν εἰ δύναται μὴ τῶν αἰσχρῶν εἶναι. γαμεῖ γυναῖκα Μακεδόνιος, ᾗ παιδίον ἦν ἐκ προτέρων γάμων, τὸ δὲ οἴχεται.
βουλόμεθα δὴ κληρο- νόμον ἀντὶ τοῦ πάππου τῶν τοῦ παιδίου γενέσθαι τὴν τοῦ παιδίου μητέρα πειθομένου γε τοῦ πάππου χρήσασθαι φιλο- τιμίᾳ καὶ τὸν μὲν νόμον ἀφιέντος, πρὸς δὲ τὸν ἔπαινον βλέ- ποντος.
σὸς τοίνυν ὁ ἆθλος πεῖσαι τὸν ἄνθρωπον ὅτι μεῖζον κέρδος μὴ λαβεῖν τὰ τοιαῦτα ἢ λαβεῖν. ἔσῃ δὲ ἀμ- φοτέρωθεν πιθανός, ἔκ τε τοῦ δύνασθαι λέγειν καὶ τοῦ σχή- μάτος τῆς ἀρχῆς. ἀκούω δὲ καὶ τὸν πρεσβύτην εὐφημίᾳ τε χαίρειν καὶ σκοπεῖν οὐχ ὅ τι κτήσεται μᾶλλον ἢ ὅ τι ἀκούσεται.
μὴ τοίνυν ὀκνήσῃς καὶ καλέσαι καἰ διαλεχθῆναι καὶ κα- τασκευάσαι πρᾶξιν φιλανθρωποτέραν νόμου μηδ’ οἴου πρὸς ἡμᾶς ἀπολογίαν εὑρήσειν ἢ μὴ σαυτοῦ νομίζων τοὺς ὑπὲρ τοιούτων λόγους ἢ καταφεύγων εἰς τὸ μὴ δεδυνῆσθαι πεῖσαι.
πόρρω τε γὰρ αἰσχύνης, εἰ τῇ τεκούσῃ μὲν χρημάτων, τῷ πατρὶ δὲ ἐκείνης παραίτιος γένοιο δόξης, καὶ λόγος ἅπας [<ὁ> παρὰ σοῦ μετὰ πάσης ἰσχύος τὸν ἀκούοντα χειροῦται.
Οὔτε σοὶ μὴ βοηθεῖν ἔνι πανταχοῦ Γαλάταις, ὧν ἦρξας, ἐμοί τε ἀνάγκη πολλῶν εἵνεκα αὐτοῖς συμπράττειν ὅ τι ἂν δύνωμαι. Ἀέτιον δὲ πρὸς τῷ κοινῷ δικαιώματι φιλῶ μὲν αὐτὸς διὰ τοὺς τρόπους, φιλοίης δ’ ἂν καὶ αὐτὸς ἐκ τῶν αὐτῶν εἰκότως. οἶδε μὲν γὰρ οὐδὲν ὑπὲρ κέρδους ἐνοχλῆσαι, πάντα δ’ ἂν ὑπὲρ καλῶν ὑπομείναι πόνον.
ἔγνω ταῦτα Ἀνατόλιος καλῶς, ὃς πολλὰ μὲν αὐτὸν ἐθαύμασεν, ἀμείψασθαι δὲ οὐκ ἴσχεν. ὁ δὲ καὶ οὕτως ἐπαινεῖ τὸν ἄνδρα. καίτοι πρὸς τῷ μὴ τυχεῖν ἐλπίδος κὰν τοῖς αὑτοῦ μικροῖς οὖσιν ἐζημίωται κἂν κομίσηται, ποιεῖται μέγα.
μὴ τοίνυν αὐτὸν περιίδῃς τρί- βοντα χρόνους, ἀλλ’ ὅπως μήτε καταφρονηθήσεται καὶ ταχέως ἀπαλλάξεται σκόπει.
Τοῦ καλὸν κἀγαθὸν Ἀέτιον εἶναι τουτονὶ μὴ ζήτει καλ- λίω μάρτυρα τῆς Ἀνατολίου γνώμης.
εἰ μὲν οὖν ἐκεῖνος περιῆν, Φοινίκην τ’ ἂν οὗτος ᾤκει καὶ ἦν εὐδαίμων· οἰχο- μένου δὲ σὺ γενοῦ τοῦ φίλτρου κληρονόμος οὐκ εἰς τὸ πεῖσαι μετοικεῖν οὐδ’ ὥστε πληρῶσαι τὰς μεγάλας ἐλπίδας, ἀλλ’ εἰς τὸ μὴ τὰ αὑτοῦ περιιδεῖν ἀποβαλόντα.
Ἔοικας οὐ σφόδρα εἶναι ἐν χρείᾳ τοῦ πρὸς τὴν τύχην φαρμάκου· τὸ γὰρ οἴεσθαι δεῖσθαι ἐγγύς ἐστι τοῦ μὴ δεῖσθαι. ἐγὼ δὲ σὲ βελτίω μὲν οὐκ ἂν ποιῆσαι δυναίμην, βελτίων δ’ ἂν ὑπὸ σοῦ γενοίμην.
καὶ τῷ τόπῳ δὲ ὃν ἀγαπᾷς ἴσθι μοι κεχαρισμένος. ἧς γὰρ ἐρῶ πόλεως, ταύτην ἔχεις, καὶ τῇ σῇ ψήφῳ συμβαίνει μοι <εὖ> κεῖσθαι τὴν ἐπιθυμίαν. τοίνυν αὐτόθι τὴν φιλοσοφίαν, ὅπως τῇ πόλει μετὰ τῶν κα- λῶν ὑδάτων καὶ τῶν παντοίων δένδρων καὶ τῆς τῶν ὡρῶν κράσεως καὶ τοῦτο εἰς φιλοτιμίαν φέροι τὸ καὶ Μουσῶν μετει- ληφέναι τὸ χωρίον.
Ἡσυχίου δὲ τοῦ καλοῦ, μὴ γὰρ εἶναι καλὸν ὃν ἐπαινεῖς οὐκ ἔνι, γενοῦ μοι σαφὴς διδάσκαλος καὶ μὴ τοὔνομα εἰπών, ὅτι μὴ πάντα ἐπίσταμαι μέμψιν ποιοῦ
Εὖ ᾔδειν ὅτι ταῖς συνθήκαις ἐμμένεις ταῖς περὶ τῆς διφθέρας· ἃ δὲ γενέσθαι σοι κελεύεις ὅπως καὶ ἔσται ταχέως, ἐπιμελησόμεθα· τὸ γὰρ ἀπότευγμα τοῦ μὴ ποιήσοντός ἐστιν
ἡ πόλις δὲ ἡμῖν καὶ ταῦτα ἀπὸ θαλάσσης ᾠκισμένη πολ- λοῖς πλήττεται τοῖς κύμασι, κἂν ἔρῃ τι περὶ τῶν φίλων, πολ- λοὶ μὲν οἱ φάσκοντες εἰδέναι, οἶδε δὲ οὐδείς. εὐχώμεθα δὴ μετ’ εὐμενείας Ἀλέαι νδρᾳ παραστῆναι τὰς Εἰλειθυίας, ὅπου- περ ἂν ὁ καιρὸς ἐπείγῃ.
Ὁ μὲν κακουργότατος οἰκέτης ὅπως δώσει δίκην καἰ ὧν εἶπε καὶ ὧν ἔπραξε, τοῖς τε νόμοις καὶ ἐμοὶ μελήσει· σὺ δέ μοι μετὰ τῆς ἀρχῆς καὶ τὴν εὔνοιαν, ἣν ἔσχεν εἰς Σέλευκον ὁ καλὸς Πρισκιανός, διάδεξαι.
τοῦτο γὰρ ποιῶν εὐνουστέ- ρους Ἀρραβίῳ καταστήσεις τοὺς διδασκάλους Καλλιόπιόν τε καὶ τὸν τούτου πατέρα. γαμεῖ γὰρ ὁ Σέλευκος τὴν τοῦδε μὲν ἀδελφήν, ἐκείνου δὲ παῖδα.
ὃν οὖν τιμᾷς ἐν ἐπιστολαῖς προσπαραγράφων ὅτι καὶ τὸ παιδίον προσαγορεύοις, τούτῳ σύμπραξον εἰς λόγους.
Καλῶς ἐποίησας ὀλίγοις γράμμασι πολλὴν φλυαρίαν σβέσας, ἧς ἐγὼ μὲ. καὶ πρὸ τῆς ἐπιστολῆς κατεγέλων, ὡς δὲ ἧκεν ἐκείνη, πάντες. χαίρω δὲ ὅτι δῆλος εἶ χαίρων βασι- λεύοντος τοῦ βασιλεύειν εἰδότος. ἐν γὰρ τῷ φάναι τὸ σκῆπτρον αὐτῷ δεδόσθαι παρὰ τοῦ παιδὸς τοῦ Κρόνου τὴν τοῦ λαβόν- τος ἀρετὴν μηνύεις.
ἐπιμελοῦ δὴ σαυτοῦ καὶ ὅπως ἔσται περὶ σοῦ λόγος βελτίων καὶ νύκτα καὶ ἡμέραν σκόπει.
Ἐξῆν ἀπὸ τοῦ αὐτοῦ μέλανος καὶ διὰ τῆς αὐτῆς χειρὸς καὶ πρὸς ἡμᾶς ἐπιστέλλειν· νῦν δὲ ἐμοὶ μὲν οὐδέν, ὑπὲρ ἐμοῦ δὲ πρὸς Ὀλύμπιον γράφεις. εἶτ’ οἴει με τιμῶν ὀκνεῖν, ἐγὼ δὲ ἀτιμάζεσθαι λέγω.
τὴν μὲν οὖν ἐμὴν διαφεύξῃ γλῶτταν, ὁ δ’ υἱὸς ἀπαιτήσει σε δίκας, ὅταν ἐμοὶ βοηθῶν κατηγορῇ τοῦ πατρός. ἀλλ’ ἐκείνην μὲν ἴδοιμεν τὴν ἡμέραν, Μάλχος δὲ πολλαχόθεν ἄξιος ἡμῖν προνοίας. ἤδη δὲ τῷ γενναίῳ Μοδέστῳ παιδίον τρέφων πᾶσι μὲν χαρίζεται τῷ πόνῳ, πᾶσι δὲ ἕτοιμος εἰς ὅ τι βούλεται χρῆσθαι.
τὴν δὲ σὴν εἰς ἐμὲ γνώμην εἰδὼς κελεύει γράφειν καὶ οὐκ ἐμέλλησα. σὸν τοίνυν ἂν εἴη τοὐμὸν ζηλῶσαι τάχος καὶ ποιῆσαι Μάλχῳ φαιδρότερον τὸν βίον.
Ηκον οἱ παῖδες, εἰ μέν τι κερδάναντες ἀπὸ τῆς οἴκοι δια- τριβῆς, οὐκ οἶδα· εἰσὶ δ’ οὖν νῦν ἐν τῷ μανθάνειν, ὁ μὲν πρεσβύτερος προθυμίᾳ χρώμενος, περὶ δὲ θατέρου ταῦτά ποτ ἴσως ἐπιστελοῦμεν· ὡς ἔγωγε οὐ παύομαι τοῦ πατρὸς αὐτοὺς ἀναμιμνήσκων νομίζων καλλίστην παράκλησιν, εἰ πολλάκις ἀκούοιεν, οὗ παῖδές εἰσίν.
Τῶν Ἑλλαδίου θυγατέρων καὶ ἐμὲ νομιζε πατέρα. ἔσπειρε μὲν γὰρ ἐκεῖνος, φιλοῦνται δὲ ὑπ’ ἀμφοτέρωι ἄλλων τε εἵνεκα πολλῶν καὶ ὧν ἡ μήτηρ αὐτῶν ἔφη πρός με μέλλουσα τελευ- τᾶν, ἃ οὔτε ἐκβάλλειν τῆς ψυχῆς δυναίμην ἂν οὔτε μὴ ποιεῖν μεμνημένος
ἴθι οὖν, ὦ βέλτιστε, φράσον, εἴτ’ ἄλλος γέγο- νας εἴτε τῶν ἔμπροσθεν εἶ, μᾶλλον δέ, τοὺς λόγους ἀφεὶς ἔργον τι δεῖξον ὡς ἡμῖν πολλαχόθεν ἀνάγκη ζευγνύναι τὴν παρθένον.
Ὁ σώζων Ἑλλαδίῳ τὸν οἶκον τοῖς περὶ ἕκαστα πόνοις Μαρτύριός ἐστιν οὑτοσί. τὸ δὲ δεῖν ἀνδρὸς εἰς ἐκεῖνο πάλιν ἐφ᾿ ᾧπερ ἥκει πεποίηκεν αὐτὸν τρέχειν. ἥκει γὰρ μνηστῆρα ῥᾴθυμον κινήσων καὶ ἢ πρὸς γάμον ἄζων ἢ μεταβεβλημένον ἀφήσων.
ἢν οὖν ἴδῃς Μαρτύριον, ὡς εἰκὸς τὸν ὑφ’ ἡμῶν τε καὶ ὑπὲρ τοιούτων πεμφθέντα, πάνθ’ ἡμῖν ἕξει καλῶς.
Μέμνημαί σου, φιλῶ γάρ, καὶ γράφω, χαρίζομαι γάρ. σὺ δ’ ὅτι μὲν φιλεῖς, οἶδά τε καὶ χαίρω· ὅτι δὲ σιγᾷς, τοῦτο ἐγκαλῶ· ἴν’ οὖν καὶ τῇδε συμβαίνωμεν. ἡσθεὶς τῷ λαβεῖν εὔφρανον τῷ δοῦναι.
Πάλιν ἥκει μοι γράμματα παρὰ τοῦ φιλτάτου διπλῆν φέροντα τὴν εὐφροσύνην, τοῦτο μὲν ὡς ἐπιστολή, τοῦτο δ’ ὅτι μεταβολὴν ἐπὶ τὰ κρείττω μηνύει.
σιγᾶν δέ με τὸν πρότερον ἠνάγκαζε χρόνον τὸ μήτε ἔχειν λόγον ἐπιστέλλοντα πρὸς σὲ τοῦ πάθους ἀμνημονεῖν μήτε συμφέρειν μνημονεύειν πρὸς σὲ τοῦ πάθους· βλάπτεσθαι γὰρ ἐκ τοῦ τοιοῦδε τὸν ἀρ- ρωστοῦντα. ὡς δ’ ἠρρώστεις παῖδες ἔλεγον ἰατρῶν.
οὔτ’ οὖν ὡς ὑγιαίνοντι διαλέγεσθαι ἐνῆν, πάνυ γὰρ ὑβριστικὸν καἰ οὐκ εἰδότος τὴν τοῦ ἑταίρου τύχην, οὔθ’ ὡς νοσοῦντι γράφειν, βλαβερὸν γάρ. ἐλείπετ’ οὖν ἐφ’ ἑαυτοῦ καὶ στένειν καὶ εὔχε- σθαι· ἃ ὅτι διετέλουν ποιῶν, ἴσασι καὶ οἱ θεοὶ καὶ οἱ φίλοι.
καὶ μὴν καὶ ὑπὲρ ἐμαυτοῦ ταῦτα ἐποίουν ἀμφότερα. καὶ γὰρ αὐτὸς ἦν τῶν ὑφ’ ὁμοίου κακοῦ πιεζομένων, ὃ μέγα πάνυ γενόμενον τοῦ θέρους ἠνάγκασεν ἐλλέβορον ὠνεῖσθαι. νῦν δὲ δὴ τὸ μέν τι πέπαυται, τοῦ παντὸς δὲ οὐκ ἀπήλ- λαγμαι, χρησταὶ δὲ ἐλπίδες ἱερῶν ἀνεῳγμένων.
Τιτιανὸς δὲ ὡς μὲν παῖς ἀγαθὸς δυστυχίαν πατρὶ συνδιήνεγκεν, ὡς δὲ σὸς υἱὸς τοῦ λόγων ἐρᾶν οὐκ ἀπέστη. πειρασόμεθα οὖν ἐγώ τε καὶ αὐτὸς εἰς τὸν παρόντα χρόνον καὶ τὰ τοῦ παρελθόν- τος ἀγαγεῖν.
Ἐπέταξας ἡδέως ὑπηρετοῦντι· καὶ ὁ Μόδεστος δὲ τῶν ἑτοίμως ἦν πάντα· ποιούντων. χαίρω δὲ ὅτι εἰς ἀρχὴν ἐξ ἀρχῆς, εἰς Παλαιστίνην ἐκ Παλαιστίνης.
εἰ οὖν πρὸς τοὺς γείτονας ἀεὶ τοῦτο προβήσεται τὸ καλόν, ἥξεις δή που καὶ παρ’ ἡμᾶς διὰ τὴν ἀρχὴν βαδίζων.
Βεβίωκας ὀρθῶς, ἐκτήσω δικαίως, συκοφαντῇ φανερῶς. ὁ κριτὴς ἔννομος. ἡμεῖς μὲν πάλαι θαρροῦμεν, σὺ δ’ ἴσως ἤδη νενίκηκας.
Παῦσαι μεγάλα περὶ μικρῶν λέγωι, τῶν ἐμῶν ἐπιστολῶν παῦσαι δὲ καὶ πείθων ἑτέρους ταὐτὰ περὶ αὐτῶν λέγειν δείσας τὸν νόμον ὃς κεῖται περὶ τῶν ἀπατώντων, κοὶ μετένεγκε τὸ τῶν ἐγκωμίων μέγεθος ἐπὶ τὸν γενναῖον Φωτεινόν, ᾧ φρένας ὀξείας καὶ λῆμα ὑψηλὸν κοὶ χάριν ἐμμελῆ καὶ γλώτταν ἱκανὴν ὁ θεὸς ἔδωκεν.
τῆς γλώττης δὲ αὐτοῦ καὶ αὐτὸς εἰς τὰ μέγιστα ἀπολαύεις· δι’ ὅσης γὰρ ἔρχεται, πᾶσαν τῆς περὶ σοῦ δόξης πίμπλησι διηγούμενος, οἵας ἐποίησας Ἀρμενίοις τὰς πόλεις.
εὔχου δὴ τὸν ἄνδρα μέχρι τερμάτων ἀφικέσθαι τῆς γῆς· οἴτῳ γὰρ οὐδεὶς ἀνθρώπων ἀνήκοος ἔσται τῶν Μαξί- μου καλῶν.
Οὐ βούλομαι πιστεῦσαι τοῦθ’ ὅτι σοι τῶν Οὐλπιανοῦ καὶ Παλλαδίου μικρὸν ἐμέλησε πραγμάτων καὶ οὔτε ὡς φίλους ἐτίμησας οὔθ’ ὡς ῥήτορας ᾐδέσθης οὔτε τὸ τοὺς αὐτούς σοι πόνους πονεῖν τοὺς ἑταίρους εἰς λόγον ἔθου. λέγεται μὲν γὰρ ὑπὸ πολλῶν ἃ οὐδὲ εἰπεῖν μοι καλόν, ἐγὼ δὲ μάχομαι μηδὲν τούτων εἶναι σόν.
γράψας δὴ πέμψον τὴν μαρτυρίαν καὶ βοήθησον ἐμοί τε καὶ σεαυτῷ.
Μαρκιανὸς, οὗ κηδόμενος ἐπιστέλλω, καὶ πολίτης ἐμὸς καὶ φίλος ἐκ παλαιοῦ καὶ λόγων οὐκ ἄπειρος, καὶ παῖς αὐτῷ παρ’ ἡμῖν ἐπιθυμητὴς λόγων.
οὗτος ὁ Μαρκιανὸς ὅτι μέν σοι καὶ διὰ τῶν πραγμάτων φανεῖται χρηστός, πάνυ πιστεύω· μετεχέτω δέ τινος καὶ διὰ τὴν πρὸς ἡμᾶς οἰκειότητα τιμῆς, ἴνα τοῦ μὲν τοῖς αὑτοῦ τρόποις, τοῦ δὲ τοῖς παρ’ ἐμοῦ γράμ- μασιν ἔχῃ χάριν.
ὤ με ἔλαθες ἐλέγξαι βουληθεὶς τὸν ἔπαινον, ὃς κατ’ ἐμοῦ τε καὶ Ὀλυμπίου παρὰ πάντων ᾄδεται. λέγεται γὰρ ὡς ταὐτὰ μὲν φρονοῦμεν, ταὐτὰ δὲ φθεγγόμεθα, σώμασι δὲ κεχω- ρίσμεθα μόνον.
σὺ τοίνυν ζηλοτυπήσας μάλα ἀφελῶς, ἴνα μὴ κακούργως εἴπω, διορύττεις ἐπιστέλλων τὸ ἐγκώμιον, εἰ περὶ μὲν ἡμῶν μηδεὶς μὴ γένηται δέδοικεν, σὺ ὡς γεγενη- μένου γράφεις
ἀλλὰ τοῦτο μὶν οὐ μέγα τεθήρευκας, ἐγὼ δέ σε πεφώρακα καθάπερ παισὶ διαλιγόμινον ἡμὶν. οὐδαμοῦ γὰρ δοὺς θαρρῆσαι περὶ τοῦ μέλλοντος κύκλῳ βαδίζεις ἐπι- κρεμάσας ἡμῖν τὸν Ταντάλου πέτρον.
ἱν οὖν μὴ ὦμεν Τάνταλοι, τὴν κεφαλὴν ἀπάλλαξον τοῦ λίθου ἢ ἤδη λαβὼν ἢ μηδὲ λήψεσθαι φήσας ὡς ἐμοὶ τὸ μὲν ἀποδοῦναι κοῦφον — εἰδότι δ’ ἂν λέγοιμι —, βρόχου δὲ ἄξιον, εἰ ἐν τοῖς ἡρπακόσι τὰ τῶν πόλεων ἀριθμοίμην
Καὶ ὅτε τὰ θαυμαστὰ ἴνα ἐποίεις δόξαν ὠνούμενος χρημάτων, αὐτὸς ἡγούμην ἐν τιμῇ καθίστασθαι μετὰ σαυτοῦ καὶ νῦν χαίρω τε τῇ διὰ τοῦ δέρματος τιμῇ καὶ τῶν τεθεαμέ- νων τὰ ἔργα τῶν θηρίων οὐ πόρρω γεγένημαι τῇ δορᾷ τε- κμαιρόμενος, οἷα ἡ πάρδαλις ἔδρα τοὺς κυνηγέτας
εὔχομαι δὴ τῇ Ἀρτέμιδι καὶ τὰ λοιπά σοι θεῖναι λαμπρὰ θηρίων τι χαλεπότητι καὶ τῇ τῶν πρὸς ταῦτα εἰσιόντων σοφίᾳ.
Ἐγώ σε ἐξ ἐκείνων καὶ φιλῶ καὶ θαυμάζω τῶν χρόνων, ἐν οἷς ἀπὸ τῆς παρ’ ὑμῖν ἀρχῆς ἥκων Κλημάτιος ἐκεῖνος, ὃς ἐπὶ δικαίῳ βίῳ τελευτὴν οὐ δικαίαν ἐδέξατο πολλὰ μὲν τὴν Παλαιστίνην ἐπῄνει, κεφάλαιον δὲ τῶν καλῶν τὴν σὴν ὡρίζετο φύσιν.
ἐγὼ δὲ ἀκούων ἀνδρὸς ἀρετήν, εἰμὶ ἴε τῶν τοιού- των ἐρωτικός, ἐκινούμην τε καὶ οἷος ἦν ἐπιστέλλειν. ἔπειτ᾿ οὐκ οἶδ’ ὅπως ἀφῃρέθην τὴν ὁρμήν. ἀλλὰ νῦν ἀποδίδωμι καὶ δῆτα ὡς παλαιὸς φίλος εὐθὺς ἐπαγγέλλω χάριν πείθων ἐμαυ- τὸν ὡς οὐ μέμψῃ μᾶλλον ἢ δώσεις.
Βάσσος οὗτος ἤδη γεγονὼς ὑπὲρ εἴκοσιν ἴτη, πένης πένητος πατρός, ἦλθεν ἐκ Φοινίκης παρ’ ἐμὲ κατὰ λόγων ἐπιθυμίαν, εἰδὼς δὲ πονεῖν καὶ φεύγων ἡδονὰς ἐκτήσατο τοσοῦτον ὅσον ἐγὼ μὲν ἐπαινεῖν ὀκνῶ, σοὶ δὲ ἴσως οὐ μικρὸν δόξει.
τῇ μὲν οὖν πατρίδι μικρὸν ἔμπροσθεν ἐφάνη καὶ τοῖς ἄλλοις Φοίνιξι καὶ ῥήτωρ ἐνομίσθη νῦν δ’ ἐπελθεῖν ἐθέλων τὴν Παλαιστίνην, εἰ παρὰ σοί τε ὁρμίσαιτο καὶ μετὰ σῶν γραμμάτων ἔλθοι παρὰ τοὺς ἄλλους ὅσονπερ παρ’ ὑμὶν, τοσοῦτον ἕξειν ἡγεῖται πανταχοῦ διὰ σοῦ.
γενοῦ δὴ λιμὴν ἀνθρώπῳ καὶ λέγειν εἰδότι καὶ φιλεῖν καὶ μεμνῆσθαι χάριτος· ἡμεῖς δέ σε ἐπαινεσόμεθα. πάντως δὲ ὑπὲρ ἐπαίνου πάντα ποιεῖς, ὅθεν σοι κοὶ τοὔνομα λαμπρόν, ἐπεὶ χρημάτων γε μεγέθει πολλοί σε νικῶσιν.
Ἃ ἐποίουν ἂν περὶ Σωκράτην, εἰ κατὰ Σωκράτην ἐγι- γόνειν, ὅτε αὐτῷ τὰ θηρία ἐπέκειτο, συκοφάνται τρεῖς, ταῦτ’ ᾤμην δεῖν καὶ νῦν ποιεῖν περὶ τὸν τὰ Σωκράτους ἐζηλωκότα.
ἔπραττον δ’ ἂν ταῦτά τε κἀκεῖνα ἂν ἐποίουν οὐχ ὑπὲρ τῶν ἐν ταῖς αἰτίαις δεδοικὼς μὴ δεινόν τι πάθωσιν, — οὐδὲν γὰρ εἴ φιλοσόφοις ἐκλυθῆναι σώματος, μέγιστον μὲν οὖν ἀγαθόν — ἀλλ’ εἰδὼς ὅτι πάμμεγα κέρδος ἀνθρώποις ἀνὴρ φιλοσοφῶν καὶ οὐ πολὺ τοῦτ’ ἔλαττον τοῦ τοὺς θεοὺς ἀναμε- μίχθαι τοῖς ἀνθρώποις καὶ συμβουλεύειν καὶ συμπράττειν, οἷα τῶν ποιητῶν λεγόντων ἀκούομεν.
διὰ δὴ ταῦτα μισῶ μὲν τοὺς περὶ Ἄνυτον· ὑπὲρ δὲ σοῦ τοὺς θεοὺς ἐκάλουν, τουτὶ γὰρ ἡ παρ’ ἐμοῦ συμμαχία, καὶ οὐκ ἦρχόν γε χάριτος ἐκείναις ταῖς φροντίσιν, ἀλλ’ ἠμειβόμην.
οἶμαι δὲ καὶ πάν- τας ὀφείλειν σοι χάριν κοινὸς γὰρ εὐεργέτης σὺ γῆς τε καὶ θαλάττης, ὁπόση μὴ βάρβαρος, θρέψας ἡμῖν καὶ δημιουργήσας βασιλέα πάντα ἄκρον ὥσθ’ οἱ πρὶν τοὺς τεθνεῶτας μακαρί- ζοντες νῦν βούλοιντ’ ἂν εἰς τὸ Ἀργανθωνίου γῆρας ἐλθεῖν ἐκείνῳ πρότερον τοῦτο συνευχόμενοι τὸ γῆρας.
ᾧ δοκεῖς μοι νῦν παρεῖναι σὺ τερπόμενος, οὐ πονῶν· οὐ γὰρ ἔχεις, ὅ τι ἐπανορθώσεις τῶν πραττομένων, ἀλλ’ ἐφ’ ἑκάστῳ χαίρεις μετὰ πάσης ἀρετῆς γιγνομένῳ. λέγων δὲ ἥξειν παρ’ ἡμᾶς καὶ ὑπισχνούμενος μετέωρον ἡμῖν πεποίηκας τὴν πόλιν ἐνθυμου- μένοις, οἷον ἂν εἴη τὸ θέαμα Φοῖνιξ ἑπόμενος Ἀχιλλεῖ
ἔοικα δὲ οὐκ ὀρθῶς εἰκάσαι. ποῦ γὰρ ἴσον πρὸς ταύτην τὴν συζυγίαν ἐκείνη; ἀλλ’ ἐγὼ μὲν εἰκόνα πρέπουσαν ζητήσω κατὰ σχολήν, ὑμεῖς δὲ ἀφίκοισθε καὶ φανείητε ποθοῦσιν· ἐπεὶ καὶ ὁ πρόδρομος πολλοῦ γεγένηται ταῖς πόλεσιν ἄξιος, ὁ καλὸς Πυθόδωρος.
τὴν γάρ τοι περὶ τοὺς θεοὺς θερα- πείαν εἰς ἀκμὴν ἤγαγε πάντα βωμὸν αἵματι ῥάνας καὶ δείξας ὅτι δεῖ θαρρούντως θύειν. οἱ δὲ εἵποντο πηδῶντες οἱ τέως ὀκνοῦντες.
ἐκεῖνος μὲν οὖν χωρείτω πανταχοῦ ποιήσων ταὐτόν· ἐμοὶ δὲ ἦν μὲν διὰ πολλῶν ἀντεπιστεῖλαι, κρεῖττον δὲ ἔδοξε πέμψαι δι’ ἀνδρὸς ἐοικότος τῷ κομίσαντι τἀκεῖθεν, ὅπως σε ταύτῃ γε μιμοίμην.
οἶμαι δὲ οὐκ ἀδικεῖν εἰς φι- λοσόφων χορὸν Φουρτουνατιανὸν ἐγγράφων. κωλύσει γὰρ ἴσως οὐ οὔτε ἡ χλαμὺς οὔτε ὁ κείρων.
Οὐχ ἄνευθε θεοῦ Ὅμηρος οὐδὲ σὺ ταῦτα ἄνευ τῆς Ἀσκληπιοῦ ῥοπῆς, ἀλλ’ ἀκριβῶς αὐτὸς συνεφήπτετο τῆς γραφῆς. εἰκὸς δὲ αὐτὸν ὄντα Ἀπόλλωνος ἔχειν τι τῆς τοῦ πατρὸς μουσικῆς καὶ νέμειν οἷς ἂν ἐθέλῃ.
σοὶ δὲ πῶς οὐκ ἔμελλεν ἐν τοῖς ὑπὲρ αὑτοῦ συλλήψεσθαι λόγοις; ἐντεῦθεν ἀπὸ τῆς πρώτης μέχρι τῆς ἐσχάτης συλλαβῆς Μουσῶν ἀν- θρηνίον ὁ λόγος κάλλεΐ τε στίλβων καὶ πείθων ένθυ- μήμασι καὶ πράττων ὃ σπεύδει, νῦν μὲν τὴν τοῦ θεοῦ δύνα- μιν δεικνὺς ἐκ τῶν ἐπιγραμμάτων ἃ ἦν τῶν ὑγιανάντων, νῦν δὲ τραγῳδῶν τὸν τῶν ἀθέων κατὰ τοῦ νεὼ πόλεμον, τὴν κατασκαφήν, τὸ πῦρ. τοὺς ὑβριζομένους βωμούς, τοὺς ἀδι- κουμένους ἱκέτας οὐκ ἐωμένους ἀπαλλαγῆναι κακῶν.
ἀλλὰ μὴν ὅ γε βελτίων Ἀδριανοῦ τῇ περὶ τοὺς νεὼς δεικνύμενος γνώμη δαιμονίᾳ κεκίνηται τέχνῃ, τούτου δ’ αὖ μείζων ὁ ὁμώνυμος οὐδὲ βουλεύσασθαι τῷ δεχομένῳ τὴν παράκλησιν ἐπιτρέπων, ἁπλῶς δὲ πάντα ταῖς μὲν ἐννοίαις ἀναγκάζει, τοῖς δὲ ὀνόμασι θέλγει. καὶ γέγονε τῷ λόγῳ τὸ μέγεθος κάλλος· ἥκει γὰρ μετὰ τοῦ καιροῦ.
καί μοι δοκεῖς ἀμείνων νῦν πεφηνέναι ῥήτωρ ἡ ἦσθα πρὸ τῆς ταραχῆς. ἀπολαβὼν γάρ, οἶμαι, τὸ λογίζεσθαι παρὰ τῶν θεῶν κάλλιον ἀπέλαβες ἢ ἀφῃρέθης παραμυθουμένων τῇ προσθήκῃ τὸ ουμβάν· ὃ καὶ περὶ τὸν Πέλοπα πείθομαι γενέσθαι μετὰ τὸν λέβητα · χαρι- έστερον γὰρ ἀποδοθῆναι τῷ Ταντάλῳ τὸν υἱὸν ἢ οἷος ἦν, ὅτε εἰς δεῖπνον τοῖς θεοῖς κατετέμνετο.
ἀλλὰ καὶ τὴν ἐπι- στολὴν καλὴν περὶ καλῶν ἔλαβον ἀδελφὴν ἀτεχνῶς ἐκείνων, ὑπὲρ ὧν ἐβούλετο δηλοῦν. καὶ ὅ γε ἔπαθον, ἄκουσον· ἔλαβον μὲν ἄμφω μέσον τῆς συνουσίας, ἐδίδου δὲ Τιτιανὸς μειδιῶν εἰδὼς ἃ ἐδίδου
τὴν ἐπιστολὴν δὲ εὐθὺς ἀναγνοὺς ἔγνων μὲν ἀναβαλέσθαι θάτερον εἰς ἡσυχίαν, οὐ μὴν ἐδυνήθην, ἀλλ’ οὐκ ἔφθην καταθέμενος καὶ ἀνειλόμην εἷτ᾿ ἐμέριζον ἐμαυτὸν εἰς τε τοὺς νέους καὶ σέ. καὶ ἦν τοῦτο κέρδος τοῖς νέοις. μείζειν γὰρ ἔρρεον περὶ σοῦ.
γράφε τοίνυν ὑπὲρ τοῦ θεοῦ καὶ πρᾶττε κἀν ταῖς εὐχαῖς μὴ τῆς ἐμῆς ἀμνημόνει κεφαλῆς.
Εὖθύς ἀπὸ γραμμῆς ἡμῖν ἄξιος τῶν ἐλπίδων ἐφάνης ἴνα μὲν ἄνδρα τὴν βουλὴν εὑρὼν Ἀλεξανδρείας καὶ τοῦτον, ὡς ἀκούω, χωλόν, εἰς πεντεκαίδεκα δὲ τὸν ἀριθμὸν ἐκτείνας ἐν ἡμέραις δύο βίᾳ μὲν οὐδεμιᾷ, προσδοκίαις δὲ λαμπραῖς.
δείξας γὰρ ὡς οὐκ ἔσονται Μυσῶν λεία τοῖς ἁρπάζουσιν οἱ βουλευταί, τοὺς μὲν ἐκ τῶν ὀρῶν κατήγαγες, τοὺς δὲ ὑπὸ κλίνας κρυπτομένους ἔπεισας ὡς ἐπὶ κέρδος τὸ λειτουργεῖν ἐκπηδᾶν.
καὶ ταῦτα ἠγγέλλετο μὲν ὑπὸ τῶν ἑταίρων, οἱ παρῆσαν, ὅτε ἐπράττετο, τοὺς ἀκροωμένους δὲ ἡδομένους εἶχον, καὶ οὐδεὶς ἠπίστει· τὰ γὰρ δὴ καλά τε καὶ μεγάλα συμ- βαίνειν ἐδόκει τῇ σῇ φύσει.
ἐγὼ δέ σε πολλὰ παρακεκληκὼς ἐπὶ τὴν ἀκρίβειαν καὶ τὸ δεῖν πάσας ἀνελόντα χάριτας χεῖρα ὀρέγειν ταῖς πόλεσιν ἔοικα τὸ τοῦ Περικλέους πεπονθέναι τῷ τε ἐμαυτοῦ περιπεπτωκέναι νόμῳ. τί δ’ ἦν ὃ ἐκεῖνος ἔπαθε;
γράψας Ἀθηναίοις νόμον τὸν οὐκ ὄντα ἀμφοτέρωθεν Ἀθη- ναῖον τῶν τοῖς ἀστοῖς ὑπαρχόντων εἴργεσθαι τεθνεώτων αὐτῷ Ξανθίππου καὶ Παράλου τὸν ἐκ τῆς Ἀσπασίας υἱὸν ἐδεῖτο τῶν πολιτῶν πολίτην ἐγγράφειν τὰ αὑτοῦ κινῶν, οἱ δὲ ἐχα- ρίσαντο.
κἀγὼ τοίνυν τὸν ἐμαυτοῦ παραβαίνων νόμον βου- λοίμην ἂν τὸν Σελεύκου τινὸς τυγχάνειν ἔξω τῶν ἐμῶν τε καὶ σῶν δογμάτων. Σέλευκον δὲ ἀκούσας οὐκ ἂν Ἀλεξάνδρας ἀμνημονεῖν δύναιο, ταύτης δὲ μνησθεὶς οὐκ ἂν ἀντιτείνειν δύναιο. δεῖ γάρ, ὥσπερ τοὺς θεοὺς πρὸ ταύτης ἄγομεν, οὕτω ταύτην πρὸ τῶν ἄλλων ἀνθρώπων.
οἷς οὖν αὐτὸς ἄρχων ἐχρώμην ἄν, τούτοις σὲ δεῖ φανῆναι χρώμενον ἐννοοῦντα σχῆμά τε τὸ τῆς γυναικὸς καὶ γνώμης μέτρον καὶ τὴν ἄλλην ἀρετὴν καὶ ὡς ἐδοκοῦμεν ἐξ ἱεροῦ τινος ἀπιέναι παρ’ αὐτῆς καταβαίνοντες.
τῷ μὲν οὖν Περικλεῖ τὴν χάριν ἐκείνην ἀντὶ Εὐβοίας ἔδοσαν Ἀθηναῖοι καὶ Σάμου, ἐγὼ δὲ νήσους μὲν ᾑρημένας εἰπεῖν οὐκ ἔχω, τὸ δὲ μέγιστον τῶν ὑπὸ τὸν ἥλιον Ἀλεξάνδραν εἶδες Σελεύκου μὲν ἐπιτρέποντος, ἐμοῦ δὲ εἰσάγοντος.
Εοικας ὅπως εἶχον καὶ γνώμης καὶ σώματος ἐπιλελῆσθαι, εἰ δὴ καὶ ἐν πρέσβεων ἀριθμῷ προσεδόκησας ὄψεσθαί με. ἐγὼ δὲ οὔτε τῶν ἐπιθυμούντων ἐπὶ τοιούτοις τρέχειν οὔτ’ ἄν, εἰ καὶ σφόδρα ἐπεθύμουν, οἰός τ’ ἦν, ᾧ γε ἔργον εἰς ἀγορὰν οἴκοθεν ἐλθεῖν.
ἃ δὲ διηγήσασθαι τοὺς γνωριμωτάτους ἔφης, οὐδὲν μὶν αὐτῶν ἔλεγον εἰς μισθὸν ὁρῶν, ἀλλ’ ᾤκτειρον γῆν καὶ θάλατταν. εἰ δ’ οὖν ἔδει μοι καὶ γενέσθαι μισθὸν τοῦ μίσους, γέγονεν· οἴχεται γὰρ ὁ πάντα φθείρων οὐδὲν ἡμῶν δεηθέντων ἐπ’ αὐτὸν σιδηρίου.
γέγονε δὲ καὶ ἕτερος καὶ γίγνεταί γε καθ’ ἡμέραν. ἃ γὰρ εἰς κοινὴν εὐδαιμονίαν παρὰ τοῦ βοσιλέως πράττεται, τούτων ἔχω τὸ μέρος· ἴδιον δέ τι καὶ διδόντος δέξομαι καὶ μὴ διδόντος οὐ μὴ μέμψωμαι. τί γὰρ ἄν τις καὶ ζητοῖ μεῖζον τῶν ἱερῶν λιμένων ἀνθρώποις ἀνεῳγμένων;
Ἐμοὶ περὶ μὲν τὸν ὦμον οὐδὲν οἷον σοὶ συνέβη, τὴν ψυχὴν δὲ οὐχ ἦττον ἡ σὺ τετάραγμαι λογιζόμενος, ἐφ’ οἷς ἐξελθὼν οὗ μένεις ἐπὶ μὲν τὸν ἵππον ἀπὸ τοῦ ζεύγους ὁρμή- σὰς ὡς ἀσφαλέστερον, αὐτῷ δὲ τούτῳ βλαβείς.
ἀλλὰ γὰρ πανταχοῦ δηλοῦται, πόσῳ κάλλιον μετειληφέναι παιδείας ἢ μή. ἄλλος μὲν γὰρ ὠδύρετ’ ἄν, ὥσπερ αἱ φαῦλαι γυναῖκες, καὶ ταῦτα οὐκ ἀφαιρῶν τοῦ κακοῦ τοῖς θρήνοις· σὺ δ’ ἐπὶ τὸ τοῦ φιλολόγου φάρμακον ἀφῖξαι, τοὺς λόγους, καὶ διαφέ- ρεις ὡς μετριώτατα τὸ συμβάν.
φίλων δὲ ἔρημος, οὗ γένος ἀνθρώπων, οὐκ ἔστι ὅπως ἂν εἴης, ἴως ἂν ᾖς, οἷος εἶ· δεινὸς γὰρ εἶ θηρευτὴς τοῦ πράγματος ἀντὶ δικτύων ἔχων τὸν τρόπον.
ὅταν οὖν ἡ χείρ σοι δυνηθῇ τὰ πρὸ τοῦ πάθους, δυνήσεται δὲ τῶν τε θεῶν ἐθελόντων τῶν τε ἰατρῶν προθυ- μουμένων, οἴκαδε θεῖν καὶ μὴ φιλονεικεῖν. τὴν μὲν γὰρ πό- λιν τῷ προελέσθαι τετίμηκας, τῇ τύχῃ δὲ τοῦ τέλους ἀπε- κρούσθης.
Οὐκοῦν αὐτὸν τὸν ἀγκῶνα τοῦτον τὸν γλυκύν, ᾧ παρα- βάλλειν ἀξιοῖς τὴν Κιλικίας ἀρχήν, οὐκ ὀλίγοι τῶν πλεόντων ὑπομένουσιν; ἀνάσχου δὴ καὶ αὐτὸς τοῦ ἀγκῶνος· οὐ γὰρ ἀεί γε τοῦτον ἀναπλεῖν δεήσει καὶ πονεῖν, ἀλλ’ ἀπολαύσῃ ποτὲ καὶ ῥᾴστου πλοῦ.
εἰ δ’ οὖν καὶ πονοῦντα δεήσει διατελεῖν, Αἰσχύλος σε παραμυθείσθω τὰς ἀρετὰς ἐκ πόνων τίκτεσθαι λέγων. ἐννόει δὲ καὶ τοὺς ἐμοὺς πόνους, ὧν οἱ πλείους ἀναλίσκονται μάτην · ὡς οἱ γε σοὶ πάντη οἴσουσι καρπόν.
σὺ μὲν οὖ1 τὴν κριθῶν σπάνιν δέδοικας, ἐμὲ δὶ ἀνιᾷ φίλων σπάνις. καλῶ δὲ νῦν σπάνιν τὴν ἀπουσίαν, ἐπεῖ καὶ τὸν Ὀλύμπιον ἐν τοῖς ἀποῦσι θετέον. πρὶν γὰρ φα- νῆναι καθαρῶς πρὸς Ἀρτάβαζον οἴχεται πλέων. ἐγὼ δὲ ἢ τοῖς ἔνδον μαχόμενος ἢ περὶ τοὺς νέους κοπτόμενος μίαν ἴι̣ο, καταφυγὴν τὴν νύκτα.
Δέχου δὴ καὶ ἀμφοῖν ὑπὲρ ἑνὸς ἔργου γράμματα, τὰ μὲν ἀξιοῦντα, τὰ δὲ ἀπαιτοῦντα· δkται μὲν γὰρ Ἀκάκιος. εἰσπράττω δὲ ἐγὼ καὶ ταῦτα πρότερον δεηθείς. ἕως μὲν γὰρ ἴδει πείθειν, ἐκεῖνο ἐποίου1 ὑποσχόμενον δὲ ἐν τοῖς ὀφείλου- σιν ἔχω.
δεῖξον δὴ τὸ ἔργον καὶ παῦσον τοὺς ἐνοχλοῦντας. βουλοίμην γὰρ ἄν σε τὸν Δία μιμεῖσθαι μᾶλλον τὸν στρα- τηγὸν Χάρητα.
Εἰ τι τῶν δικαίων ἐγίγνετο, πάλαι μὲν ἐπ’ ἐκείνης ἂν ἦσθα τῆς ἀρχῆς, νῦν δὲ ἐπὶ μείζονος ἢ κατ’ ἐκείνην ἐξουσίας. ἀλλ’, οἶμαι, τέρπεται ἡ Τύχη τοῖς μὲν ἀμείνοσιν ἐλάττω όι- οἰδοῦσα, τοῖς δὲ φαυλοτέροις μείζω καὶ διατελεῖ δὴ τοῦτο ποι- 9γΠβ,qη.Var,πέ.kο(Rπέ.SΙέ(ξέ).Βιέ- οὖσα καθάπερ φοβουμένη μὴ τῆς ἰσχύος αὑτῆς ἐπιλαθώμεθα.
ἐγὼ δὲ ὅτι μὲν ὁμοίως ἡδέως καὶ λέγω καὶ τῆς σῆς ἀκοῆς τυγχάνω — καὶ γὰρ οἶσθα πηδᾶν λέγοντος — οὐκ ἀγνοεῖς· πλῆθος δὲ ἐπιστολῶν τὸ τῶν πραγμάτων πλῆθος οὐκ ἀφῆκε γενέσθαι. πολλοὶ μὲν γὰρ οἷς δεῖ βοηθεῖν, οἱ δ’ ὑπερπηδῶντες πολλῶν δυνάμεις ἐπὶ τὴν ἐμὴν καταφεύγουσιν ἀσθένειαν ἀτόπῳ κεχρημένοι πάθει, συκίνην ἀνθ’ Ἑρμιόνος ζητοῦντες ἐπικουρίαν.
ἐμοὶ δὲ ἀνάγκη παρέχειν ἐμαυτόν, τί γὰρ ἄν τις καὶ ποιοῖ; ἔπειτα μικρὰ δεομένων μὲν ὠφελῶ, χρόνος δὲ ἀναλίσκεται, γράμματα δὲ ὑμῖν οὐχ ὅσα βούλεσθε γίγνεται.
Ἡ μὲν πρὸς τὸν ὦμον καὶ διὰ λόγων καὶ διὰ φαρμά- κων ἥκει σοι βοήθεια παρὰ τῶν ἡμετέρων ἰατρῶν, αὐτὸς γὰρ ἄμφω μετεπέμπου· περὶ δὲ τοῦ πότερον ἐπανελθεῖν βέλτιον ἢ προσθεῖναι τὸ μέρος τὰ πράγματα συμβουλεύσει, φωνῆς δὲ οὐδὲν δεῖ.
ζεῦγος μὲν γὰρ εἰ γένοιτό σοι παρὰ τοῦ βασι- λέως καὶ καλοῖ, δῆλον ὡς ἐκεῖσε δεήσει τρέχειν, εἴπερ ἐξείη κινεῖσθαι· μὴ δοθέντος δὲ πρὸς τὴν πατρίδα βλέπειν ἀνάγκη.
τῇ μέντοι Δημοσθένους ἐτῳδῇ μὴ παύση τὴν ψυχὴν ἐώμενος, ἐάν τε εἰς Θρᾴκην ἴῃς ἐάν τε ἐπανίῃς, ἥ φησι δεῖν γενναίως τὰ παρὰ τοῦ θεοῦ φέρειν.
Οἶσθά που τουτονὶ τὸν νεανίσκον· οὐ γὰρ ἠγνόεις τοὺς παρ’ ἡμῖν ἐπιδεδωκότας εἰς λόγους. ἴδει μὲν οὖν αὐτὸν ἐπὶ βελτίοσιν εἰς Κιλικίαν ἐλθεῖν, νῦν δ’ ἥκει πενθήσων τὴν ἀδελφὴν καὶ δάκρυσι τιμήσων τὸ πάθος.
ἱν οὖν μήτ’ ἀπέλθῃ παρ’ ὑμῶν πρὶν ἐντυχεῖν σοι μήτε ζητῇ, δι’ ὅτου ἵν σοι συγγένοιτο δέδωκα τὴν ἐπιστολήν.
σὺ δ’ αὐτὸν μὴ καθ’ Ὅμηρον, ὅταν ἐθέλῃ, πέμπειν, ἀλλὰ πέμπε. κἂν ἐθέλῃ μένειν.
Ἰοῦ, ἰού, ποσάκις τὴν κεφαλὴν ἐκίνησας καὶ πρὸς σαυτὸν εἶπες ἐπ᾿ ἐρημίας ἢ νυκτός· ἠμέλημαι, καταπεφρόνημαι, μεταβέβληται τὰ πάντα. καὶ τούτου σοι πίστις ἤ τὸ πλῆθος μὲν εἶναι τῶν δι’ ὑμῶν ἐπὶ Θρᾴκης δραμόντων, ἐλθεῖν δὲ σοὶ μήτε μικρὰν μήτε μείζω παρ’ ἡμῶν ἐπιστολὴν.
ἐμὲ δὲ πολλοὶ μὲν ᾔτησάν, ἔδωκα δὲ οὐδενί· δι’ δέ, φράσω. πάντας ᾔδειν ἐθελήσοντας παρὰ σοὶ καταλύειν καὶ τρυφᾶν · σὺ δ’ οὐ δεχόμενος μὲν ἐδόκεις ἂν ἀδικεῖν· εἰ δὲ καθήμενος ἐξένιζες πλείους τῶν φύλλων, ὀχληρὸν ἂν ἦν, οὐχ οὕτω κατὰ τὴν δαπάνην, ἀλλ’ ὅτι τὰ τῶν ἀγρῶν ἐχρῆν ὁλι- γωρεῖσθαι.
καὶ ἅμα τοὺς ἀνθρώπους ᾔδειν ἐσθίοντας μὶν ἡδέως, μεμνῆσθαι δὲ ξενίας οὐκ εἰδότας, ἀλλ’ ἡγουμένους ἀνδρεῖον, ἂν εἴπωσι κακῶς τοὺς ὑποδεξαμένοις.
οὔκουν ἀποστήσας σου τὴν ἐμαυτοῦ ψυχὴν ἐσίγων, ἀλλ’ ὅπως μηδενός σοι γενοίμην μήτ’ ἀηδοῦς αἴτιος μήτε κακοῦ, μέλλειν ἠξίουν.
ἐπεὶ δ’ οὖν ἐλαβόμην Μικκάλου, τοῦτο δέ ἐστιν ἐμαυτοῦ, γράφω λύων τε τὴν αἰτίαν καὶ ἀναμιμνήσκων σε τῶν πα- λαιῶν μαντευμάτων, ἐν οἶς προὔλεγον ὡς ἥξοι χρόνος ἀπαι- τῶν λόγους καὶ λύων ζώνας.
σοὶ δ’ ἐκείνων τε μὴ διαμαρ- τεῖν ὑπῆρξε κἀν τοῖς παροῦσιν ἔστι τις χώρα, βουλοίμην δ’ ἂν εἰδέναι, τίς σοι γνώμη καὶ τί σαυτῷ χρήσασθαι διανοῇ.
Οὐδὲν οἶμαι δεῖν προοιμιάζεσθαι χάριν αἰτοῦντα παρὰ φίλου. οὐκοῦν εὐθύς, ὃ δεῖ σε ποιεῖν, ἐρῶ. Μέγιστος οὑτοσὶ πρότερον μὲν ἦν τῶν διακονούντων Χρυσηίδι, νῦν δὲ ταὐτὸ Βασσιανῇ πληροῖ, κἂν ἀφέλῃ τις αὐτόν, τὰ πράγματα ἔβλαψεν.
ἴστω τοίνυν ἰπὶ τοῖς πράγμασι· τοῦτο γὰρ ἐγὼ μὶν δίομαι, σὺ δὲ δοῦναι κύριος. πάντως δὲ ἀφθονία βουλευμάτων πάλαι μὲν ποθουμένη, νῦν δὲ ἥκουσα.
σὺ δή μοι τὸν Μέγιστον ἐκκλέψας ἄφες· εἰ δ’ Ἀρκαδία τοῦτο καὶ μέγα, μήτοι τὸν δεύ- τερον φύγῃς πλοῦν, ἀλλ’ ἐν τοῖς κομίζουσιν ἀπ’ Αἰγύπτου σῖτον τετάχθω, καί σοι χάριν εἰσόμεθα καὶ τοῦδε.
ὁπότερον δ’ ἂν δοῦναι γνῷς, ἐν γράμμασιν ὁμολόγει, καὶ πίστις τοῦ μέλλοντος ἐπιστολὴ γενέσθω.
Ἔπεμψα τὸν ἀδελφὸν ἱκετεύσοντα τὸν παρ’ ὑμῖν ὑπὲρ ἐμοῦ θεόν. κοινώνησον δὴ τῆς ἱκειείας, εἶ τί σοι μέλει τοῦ ἐρρῶσθαί με.
Ἐν τῇ κεφαλῇ μοι κατοικεῖ πάθος ποιεῖ τὸ μὶν ζῆν βαρύ, τὴν δὲ τελευτὴν ἐν εὐχαῖς. τοῦτο τὰ μὲν τῶν ἰατρῶν ἐξήλεγξε φάρμακα, μόνῳ δ’ ἂν εἴξοι τῷ θεῷ.
κατὰ τοῦτο δὴ τὸν ἀδελφὸν ἀπεσταλμένον πρόσαγε τῷ ἀγάλματι καὶ τὰ ἄλλα συμπροθυμοῦ.
Εἰ μὲν ἦν κινεῖσθαι κύριος, αὐτὸς ἂν ὑμῖν ἧκον εἰς τὴν μεγάλην πόλιν, δίδωσι γὰρ αὐτὴν οὕτω καλεῖν ὁ θεός· ἐπεὶ δὲ ἀνάγκαις, ἃς οἶσθα, κατείλημμαι, μένω μέν, πιστεύω δὲ τεύξεσθαι μαντείας σπένδοντός τε ὑπὲρ ἡμῶν ἀδελφοῦ καὶ σοῦ συνευχομένου.
Ἀλλ’ ὅτι καὶ ταῦτα εἰσεπράχθη τεθαύμακα τάς τε γὰρ ἄλλας ἠπιστάμην δυσχερείας καὶ τὴν περὶ τὸν οἶνον τύχην, ἣ πάντας ἐπῆλθε πίθους.
ὅ γέ τοι τῆς ἐσπέρας οἶνος ἅμα ἡμέρᾳ διέφθαρται παρ’ ἡμῖν, ὥσθ’ ὅσον ἂν ἀργύριον γένηται παρ’ ὑμῶν, στέρξομεν καὶ οὐκ ἀποδιδόναι μᾶλλον ἢ δωρεῖσθαί σε νομιοῦμεν. πείσομεν δὲ καὶ τὸν ἐωνημένον μὴ βοηθεῖν τοῖς γεωργοῖς, ἢν ἐθέλωσιν ἀποστερεῖν.
Οἱ μὲν ἰδόντες εὐδαιμονέστεροι τὰ περὶ τὴν Ἄρτεμιν σοὶ πεφιλοτιμημένα, γεγόναμεν δὲ καὶ αὐτοὶ τοῖς ἠγγελμένοις ἡδίους καὶ οὐκ ἴσον μὲν ἐκείνοις, οὐ πολὺ δὲ ἔλαττον εἴχομεν.
ὁ γάρ σοι τὰ γράμματα φέρων οὗτος ἐκόμιζέ μοι τῶν πε- ποιημένων τὸν λόγον, ὅθεν μὶν σὺ τὴν θεὸν ἦγες καὶ ἐν ὅτῳ σχήματι, ὅπως δὲ ὡπλισμένην, σὸν δὲ εἶναι τὴν σκευὴν ἀνάλωμα.
καὶ τῶν ἱερείων ἐμνήσθη τοῦ τι ἀργυροῦ συὸς καὶ τῆς ἐλάφου πομπῆς τε διηγήσατο κόσμον πλῆθός τε δαι- τυμόνων καὶ πλῆθος ἡμερῶν ἐν πότω καὶ τὸ κάλλιστον· προσθεῖναι γὰρ ἔφησε τὴν ἀπὸ τῶν λόγων τὸν καλὸν Δημή- τριον ἑστίασιν, ὥστε με σκιρτήμασιν ἔχεσθαι καὶ συνήδεσθαί σοι τῆς περὶ τὴν Ἄρτεμιν θεραπείας. ἀλλὰ σύ γε παισί τι παραδοίης τὴν ἱερωσύνην τῆς τε τῶν θυσιῶν ἐπανόδου γῆ τε καὶ θάλαττα πάντα ἀπολαύοι τὸν χρόνον.
Ἀπειρήκαμεν τοὺς ἐκεῖθεν ἀφικνουμένους ἐρωτῶντες, πότε ἀφίζεσθε; καὶ γὰρ ἐξαπατῶντες οἱ πλείους, ἴν’ ἡμᾶς εὐφραίνοιεν, αὐτίκα φασίν. εἶθ’ ἡμεῖς μὲν προσκείμεθα τοῖς εἰσιοῦσι καὶ γιγνόμεθα τῆς ὁδοῦ χαλεπώτεροι τοῖς κεκομμένοις, ὑμεῖς δὲ ἄρα λαβόμενοι θαλάττης πολλὰ βοσκούσης ἡδίω τὰ κύματα τῆς ἠπείρου κρίνετε.
ἢν οὔ· ποτε ὑμᾶς ἐνταῦθα λάβωμεν, γραφὴν ἀποίσομεν, ἡ δὲ ἤπειρος δικάσει.
Ὅνπερ ἐγὼ τρόπον, τοῦτον ὁ ἄρχων μετέσχε τῆς πὰρ ὑμῖν ἑορτῆς· οὐδὲν γὰρ ἠγνόησεν ὧν ᾔδειν ἐγώ. ἀλλὰ καὶ περὶ τῶν ὅπλων καὶ τῶν τεθυμένων καὶ τῆς ἄλλης δαπάνης καὶ τῆς διὰ πάντων ἀκούων λαμπρότητος οὕτως ἥσθη τε καὶ συνήσθη τῷ τε ἱερεῖ καὶ τῇ πόλει, ὥστε ἔφησε τῶν πεπραγμέ- νων πρὸς αὐτὸν μεμνήσεσθαι τὸν βασιλέα.
μάλιστα δὲ αὐτὸν εὔφρανεν, ὅτι εἷς ὢν ἤρκεσας εἰς τὴν τοῦ ἀγάλματος κλοπήν. Διομήδει δὲ ἄρα καὶ Ὀδυσσέως ἔδει. καί σε ἐπεγείρει δι’ ἐμοῦ καὶ πρὸς τὸ τὸν νεὼν ὁμοῦν πάλαι μὲν πᾶσι κηρύξας κομί- ζεσθαι τὰ αὑτῶν, ἕτοιμος δὲ ὢν ὅ τι ἂν μηνύσῃς ἠδικημένον τὸν τόπον, καὶ βοήσεσθαι καὶ βοηθήσειν.
Μένανδρον τὸν χρηστὸν ἥκοντα παρ’ ὑμῶν καὶ βουλό- μενον λέγειν, ὅσα ἐξ ἀέρος εἰς τὴν γῆν ἐπράχθη, πρὸς τὸν περὶ σοῦ μετέστησα λόγον καὶ ἡδόμεθα ἀμφότεροι· καλὰ γὰρ ἦν τὰ λεγόμενα καὶ μάλα ἄξια τοῦ γένους καὶ τῆς παιδείας καὶ τῶν ἐλπίδων.
οὔκουν ἐπ’ ἀμείνω σε παπακαλεῖν ἔχοιμ᾿ ἄν, ἀλλ’, ἂν μείνῃς ὅμοιος, ἀρκέσει δεῖ δέ σε τῇ περὶ τὰ πρῶτα ἀρετῇ διὰ πολλῶν ἀφικέσθαι τῶν ἀρχῶν, ἐν δὲ ταῖς πολλαῖς ἴσως καὶ ἡμεῖς ἐσόμεθα.
Οὑτοσὶ μὲν ὁ μὴν γέμει πραγμάτων, γάμος δὲ οὐκ ἀνέχε- τᾶι τοιούτων δρόμων οὐδὲ φροντίδων· ὁ δὲ ἐπὶ τούτῳ, κἂν ὑπάρχῃ σχολή, νόμῳ τινὶ παλαιῷ τὸν ὑμέναιον οὐ δέχεται. δέξεται τοίνυν ἡμᾶς ὁ τρίτος φόβου μὲν ὢν καθαρός, ἐσόμε νος δὲ ἴσως καὶ πόνων.
Οὐδὲν θαυμαστὸν εἴ τις ἠράσθη τῆς Ἀττικῆς· φύσει γὰρ φίλτατον τὸ χωρίον τοῖς τε ἰδοῦσι τοῖς τε οὔπω. κοὶ νομίζουσιν οἱ πατέρες ἢ λόγους αὑτοῖς ἐκεῖθεν τοὺς υἱεῖς κομιεῖν ἡ δόξαν γε τοῦ λόγους ἔχειν.
Ἀκάκιον δέ, διότι μὲν αἰδοῦμαι, κἂν πέμψαντα τὸν υἱὸν ἐπῄνουν· διότι δὲ φιλῶ. βουλοίμην ἂν μὴ πέμψαι τὸν παῖδα. τῶν γὰρ αὐτόθι δι- δασκάλων οἱ μὲν διὰ γῆρας δέοιντ’ ἂν τοῦ καθεύδειν μαλακῶς ἐπὶ πλησμονῇ, τοῖς δ’ ἴσως δεῖ διδασκάλων, οἳ τοῦτο πρατὸν αὐτοὺς παιδεύσουσι λόγοις κρίνεσθαι καὶ μὴ ὅπλοις.
νῦν δ’ ἡμῖν στρατιώτας ἀντὶ ῥητόρων ἐκκροτοῦσι, καὶ πολλοὺς εἶδον οὐλὰς ἐνηνοχότας ἀπὸ τῶν ἐν Λυκείῳ τραυμάτων. ὧν ἴσως μὲν οὐκ ἂν ἐγένετο Τιτιανός, ἔστι δὲ οὐδὲ συμφοιτητὴν τῶν τὰ τοιαῦτα λογιζομένων δόξαι καλόν.
ἀμφοτέροις οὖν ἴσθι βεβοηθηκώς, καὶ ἐμοὶ καὶ ἐκείνοις· ἐμοὶ μὲν οὐκ ἐάσας ἄλλον τοῖς ἐμοῖς κοσμηθῆναι πόνοις· ἐκείνοις δὲ τῷ μὴ πολὺν αὐτοῖς ἀναλωθῆναι χρόνον ἴσως ὑπὲρ μικρῶν· οὕτω γὰρ εἰπεῖν βέλτιον.
πρόσθες δὴ τῷ τὴν ὁδὸν ἐκείνην κωλύσαι τὸ τὴν ὡς ἡμᾶς ἐπεῖξαι. ἐρχέσθω δέ, εἰ μὲν βούλεται, προσληψό- μενος λόγων· εἰ δὲ ἐθέλει, χρησόμενος οἷς ἔχει. πάντως ὅ γε ἄρχων πάσῃ δέξεται τὸν νεανίσκον εὐνοίᾳ. σωφρονούντων δέ, οἶμαι, καρποῦσθαι καιρόν.
τούτων μὲν οὖν οὐκ ἀμελή- σεις, τὸν δὲ Ἀλέξανδρον ἡμῖν ἀπάλλαττε δεσμοῦ δευτέρου· πρὶν γὰρ ἀναπνεῦσαι πιέζεται καὶ κῦμα τὸ μὲν διαπέφευγε, τῷ δὲ παλαίει. τὸ γάρτοι προεισφέρειν τὸν τηλικοῦτον οὐ πολὺ κουφότερον τῆς περὶ τὸ κοινὸν βαλανεῖον δαπάνης.
ποιοῦ δὴ τὴν βοήθειαν διὰ πάντων καὶ μηδὲν τῶν ἐκεῖθεν ταραττέτω τὸν νέον.
Ἔδωκεν ἡ ἀρχή σοι πλεονεκτῆσαι ἡμῶν καὶ προεντυχεῖν τῷ καλῷ Φουρτουνατιανῷ. ἡμῶν γὰρ ἴτ’ ἐν μαντείαις ὅντων καὶ ἄλλην ἄλλου λέγοντος ἡμέραν, εἰς ἣν αὐτὸν εἰκὸς φα- νεῖσθαι, σὺ τὸν ἄνδρα εἶχές τε καὶ εἱστίας, ἀνθειστία δὲ σὲ κἀκεῖνος, ὡς εἰκός, οἷς εἶχε, καλλίονι θοίνῃ, τοῖς πιρὶ τοῦ βασιλέως λόγοις, ἐν οἷς ἦν ὅτι καὶ σὲ φιλεῖ καὶ ἡμῶν οὐκ ἀμνημονεῖ.
κατηγορούμενος δὲ ἐπὶ τῷ μὴ γράψαι καὶ παρὰ τούτῳ καὶ ἔτι πρότερον παρὰ τοῖς πρέσβεσιν, οἶσθα γὰρ ἃ πρὸς ἑκατέρους εἶπεν, οὔπω δύναμαι καταγνῶναι τῆς ἐμαυτοῦ σιωπῆς οὐδ’ ὡς ἦν μοι κάλλιον ἐπεσταλκότα εἶναι πεισθῆναι τῆς γὰρ νῦν οὔσης αἰτίας ἡ τότ’ ἂν γενομένη χαλεπωτέρα τ’ ἂν ἦν καὶ οὐκ ἐῶσα τὸν φεύγοντα ἀντιβλέπειν τῷ διώκοντι.
πρότερον μὲν οὖν τὸ τῆς βασιλείας μέγεθος ὀκνεῖν ἐποίει γράφειν· νῦν δὲ δὴ καὶ τὸ κάλλος τῶν βασιλέως ἐπιστολῶν διπλοῦν ποιεῖ τὸν φόβον. καὶ γὰρ εἰ τὰ ἄλλα παρ’ ἡμῖν, ἀλλ’ οὐ τό γε φῶς ὅσον ἐν τοῖς ἐκείνου μάλιστα γὰρ ὧν ἴσμεν ἰσχὺν ἁνὴρ συνεκέρασε σαφηνείᾳ.
Εἰ μὲν ἠγνόεις Θεόφιλον, ἐδίδασκον ἄν σε ὅτι οὗτος ἐν καιρῷ παρέχοντι παροινεῖν μέτριος ἦν· ἐπεὶ δὲ καὶ οἶσθα καὶ διὰ τοῦτ’ εὖ ποιεῖς, διδάσκειν μὲν ἢ παρακαλεῖν οὐδὲν ἄν σε δεοίμην, ἐπαινῶ δέ, ὅτι τὸν ἄνδρα τῶν προνοίας ἀξίων ἡγῇ.
Τὸν ἱεροφάντην ἡμῖν ἐκ τῆς κλίνης ἀνέστησεν ὁ θεός. καὶ τοσοῦτον ἄρα ἐστὶ θεὸς μένος ἐμπνέων, ὥσθ’ ὁ πρὶν φε- ρόμενος ὁ γέρων ἐβάκχευσεν ἄμεινον τῶν ἐρρωμένων καὶ νέων.
ἀπὸ τῆς αὐτῆς δὴ προθυμίας τε καὶ ῥώμης καὶ παρ’ ὑμᾶς τρέχει βίβλους τὰς παρ’ ἡμῖν οὐκ ὀρθῶς ἐχούσας ἐκ τῶν παρ’ ὑμῖν ἐπανορθώσων.
ἐγὼ δ’ οὐχ ἴνα οὗτος κερδάνῃ τι παρὰ τῶν γραμμάτων, ἔγραψα, πολλαχόθεν γὰρ αὐτῷ τιμῆς ἀφορμαί, ἀλλ’ ἕν’ ἐν τοῖς ὑπὲρ τῶν ἱερῶν πονοῦσι καὶ αὐτὸς ἀριθμῶμαι.
Τοὺς μὲν ἀπὸ γλώττης με προσεροῦντας πέμπεις, τὰς δ’ ἐν ἐπιστολαῖς προσρήσεις ἐκλέλοιπας καὶ ταῦτα θέλγειν δυνάμενος ἐξ ἐπιστολῶν εἰ μὲν οὖν ἕτερος γέγονας, ἀνθ’ ὅτου, φράσον· εἰ δ’ ὁ αὐτὸς μεμένηκας, μὴ φθόνει τοῦ μείζονος.
Τιτιανὸς δὲ ὅτι μὲν ἡμῶν ἔσται μᾶλλον ἢ τῶν ἐκ τῆς Καλλιρρόης πινόντων, οἶδα· βουλοίμην δ’ ἂν μαθεῖν, εἴτε σὴ τοῦτο ψῆφος εἴτε ἐκείνου. καὶ γὰρ ἐδάκρυσεν ἐνθένδε ἀπαίρων· εἰκὸς δέ, ὅτι καὶ παρὰ σοὶ μνημονεύσας ἐμοῦ.
Δέχου τῶν ἡμετέρων ἑταίρων τὸν ἄριστον· οὗ τὴν φύσιν ἐκ τῆς νῦν ἐπιθυμίας κρῖνε. τῶν γὰρ ὄντων αὐτῷ λόγων ἐπὶ τὸ δίκας λέγειν αὐτὸν ἀγόντων καὶ τῶν οἰκείων ταῦτα συνευ- χομένων τὸ φιλοσοφίας κάλλος ἄμεινον ἡγήσατο τῆς ἐκεῖθεν ἰσχύος.
σκοποῦντι δέ, πόθεν ἂν ὡς ἀληθῶς τὸ πρᾶγμα λάβοι, μηνύομεν ἡμεῖς Αἴγυπτόν τε καὶ Διόφαντον, τὴν μέν, ἐξ οὗπερ ἄνθρωποί τε καὶ Νεῖλος, τὸ καλὸν τοῦτο τρέφουσαν, τὸν δ’ ὅσον οὐκ ἄλλος σοφίας κεκτημένον.
συνίστησι μὲν οὖν καὶ αὐτὸς ὁ ἔρως τὸν νεανίσκον, συνίστημι δὲ κἀγὼ πιστεύων τι δύνασθαι παρὰ σοί. σὺ δ’ εὐμενεῖ τε λόγῳ καὶ προσώπῳ φαιδρῷ μετάδος τῆς τελετῆς, ἣ τὸν οὐρανὸν τοῖς μετασχοῦσιν ἀνοίγει.
Μενεκράτης οὗτος ἦλθε μὲν οἴκοθεν ὡς μετασχήσων μου συνεχῶς, νοσημάτων δὲ πλῆθος ὀλίγην ἐποίησεν αὐτῷ τὴν συνουσίαν. οὐ μὴν τήν γε παρ’ ἡμῶν εὔνοιαν εἰς αὐτὸν τοῦτο ἤμβλυνεν, ἀλλ’ ὅ τι ἂν ἔξω τῶν λόγων ἐξῇ βοηθεῖ ἕτοιμον ἐμαυτὸν παρέχω. μέγιστον δὲ ὧν δοίην ἂν ὃ νυνὶ ποιῶ· ταυτὶ γὰρ αὐτῷ τὰ γράμματα πολλῶν ἀγαθῶν ἀρχὴ τὴν σὴν προξενοῦντα ῥοπήν.
ὡς οὖν ἐπιθυμήσαντα μὲν ῥητορικῆς, κωλυθέντα δὲ ὅσον ἄξιον λαβεῖν ἄνεχε ταῖς παρὰ σαυτοῦ βοηθείαις.
Οὐκ ἀγνοεῖς τουτονὶ Διογενῆ ὄντα πολίτην ἡμέτερον, τὼ δ’ οὐ τοῦτο μόνον πρὸς ἡμᾶς ἐστιν, ἀλλὰ καὶ ἆθλον ὑπέστη ποτὲ προσόμοιον τῷ Ζωπύρου.
μὴ καταφρόνει δὲ μήτε τῶν πολέμων, οὓς πολεμοῦσιν οἱ σοφισταί, μήτε τῶν ἐν αὐτοῖς ἀριστευόντων νέων, ὧν ὁ Διογενὴς οὗτος. ἔδοξε γὰρ ἡμῖν δάκνειν ποτὲ μετὰ παιδιᾶς Ἀκάκιον.
ἡ δὲ ἦν ἀπόστασις μαθητοῦ πεπλασμένη ζητοῦσα δὴ τὸν ὡς ἄριστα ὑποκρινόμενον τὸ δρᾶμα βελτίων δὲ οὐδεὶς ἐδόκει τοῦ Διο- γένους.
ὁ δὲ ἐφάνη καλλίων ἡ προσεδοκήθη. καὶ γὰρ ἐπι- στεύθη ταχέως καὶ ῥημάτων ἥκουσι τῶν ἐκ κολακείας καὶ παρέπεμπε μὲν ὡς ἂν μαθητὴς ὀχούμενον, ἀπεπήδα δὲ περὶ τὰς θύρας ὡς τοὺς ἡμετέρους οἳ ἐκάθηντο θέατρον αὐτῷ. καὶ οὕτως ἀντὶ τῆς Βαβυλῶνος εἴχομεν ἀφορμὴν εἰς γέλωτα καὶ οὐδὲ ὁ θεῖος ἡμῖν ἐνταῦθα ἠδύνατο μὴ γελᾶν.
σκόπει οὖν ὅπως αὐτῷ τὸν μισθὸν ἀποδώσεις τῆς τόλμης ἐπὶ τὸν ἀποστεροῦντα χρέους τινὸς βοηθήσας.
Ὁ νόμος τοὺς ἰατροὺς μίαν ἀπαιτεῖ λειτουργίαν τὴν ἀπὸ τῆς τέχνης, Φίλων δὲ πρὸς τὸ βουλεύειν ὑπὸ τῶν Ῥωσὸν οἰκούντων ἕλκεται πάλαι πολλοὺς ἐκ νοσημάτων ἀναστήσας.
εἰ μὲν οὖν ἀγνοοῦσιν ὡς ἰατρὸς ὁ Φίλων, μαθόντες παυ- έσθωσαν· εἰ δὲ εἰδότες βιάζονται, Φίλων μὲν ἴσως ἀσθενής, ἰσχυρὸς δὲ ὁ νόμος.
Ὅτι μὶν οὐχ ἧττον τῶν ἱερέων ὑμῶν ἐπιθυμῶ τοὺς νεὼς κομίσασθαι τὸ κάλλος, οἶσθά που μᾶλλον ἑτέρων· οὐ μέντοι βουλοίμην ἂν οἰκιῶν καθαιρουμένων γενέσθαι τοῦθ’, ὃ γένοιτ’ ἂν καὶ μενουσῶν ἐκείνων, ὅπως τὰ μὲν ὄντα ἑστήκῃ, τὰ δὲ κείμενα ἀνιστῆται, καὶ μὴ τὰ μὲν κοσμῶμεν, τὰ δὲ λωβώμεθα τὰς πόλεις.
τῆς δὲ οἰκίας Θεοδούλου κατηγο- ρῆσαι μὲν πρόχειρον, φείσασθαι δὲ ἄξιον οὔσης καλῆς τε καὶ μεγάλης καὶ ποιούσης ἑτέρων καλλίω τὴν ἡμετέραν, ἄλλως θ’ ὅτε Θεόδουλος οὐχ ὕβρει καὶ παροινίᾳ διέσπα τὸ ἱερόν, ἀλλ’ ὄντων τῶν πωλούντων ἐώνητο τιθεὶς τὰς τιμάς, πρᾶγμα ποιῶν, ὃ πᾶσιν ἐξῆν τοῖς δυναμένοις ὠνεῖσθαι.
λέγουσι δὲ οἱ πάντα εἰδότες τὰ Θεοδούλου πολλάκις αὐτὸν ἐωνῆσθαι τοιαῦτα καὶ ᾤοντο δεῖν χρῆσθαι δικαστηρίῳ γνοὺς δὲ ἐγὼ δικαστὰς ὑμῶν αὐτοῖς οὐκ ἐπέτρεψα ζητεῖν ἀμείνους εἰδὼς ὑμᾶς βουλεύσεσθαί τι τοιοῦτον, ᾧ καὶ τοῦ θεοῦ φροντίζοντες φανεῖσθε καὶ τῆς πόλεως οὐ καταμελοῦντες.
ἢν οὖν τι γένηται μέτριον, ἐπιστέλλετε πρὸς ἡμᾶς, ἕν’ ὑμᾶς ἐπαινῶμεν.
Ἀλλ’ εἰ καὶ μὴ πρὸς ἡμᾶς ἐπιστέλλεις, ἡμεῖς γε τοῖς σοῖς ἑστιώμεθα γράμμασιν. ὅταν γὰρ ὅτι τις ἔλαβε μάθοvεν, εὐθὺς ἡμεῖς πλησίον καὶ ἢ πείσαντες ἢ κρατήσαντερ ἀκόντων ἀνέγνωμεν.
τὸ μὲν οὖν κέρδος οὐχ ἧττον ἢ ᾿ κείνων, τὸ τετιμῆσθαι δὲ παρ’ ἐκείνοις μόνοις ἐρῶμεν δὲ καὶ αὐτοὶ τιμῆς, ἐπειδὴ καὶ φίλτρου τοῦ παρὰ σοί. δῆλον γὰρ ὡς, εἴ τι τιμήσεις, οὐκ ἄνευ γε τοῦ φιλεῖν τοῦτο ποιήσεις.
Τί οὖν οὐκέτι περὶ τὸν Βόσπορον ἐκαθέζου μέλλων γε τοῦτο ποιήσειν ἐν Κιλικίᾳ; Κέλσῳ μὲν γὰρ ἐπανήκεις, ἡμὶν δὲ οὔπω.
καίτοι πάντα μὲν ἤλπιζον ἀκούσεσθαι παρὰ τοῦ δοκιμάζειν τε δυναμένου καὶ φενακίζειν οὐκ εἰδότος, πᾶσαν δὲ ἐκείνην ἀπολήψεσθαι τὴν εὐφροσύνην, ἣν εἶχον διὰ σοῦ μετὰ σοῦ τὸν ἵππον ἐλαύνων, ὅτε σοὶ μὶν οὑμὸς ὁ μικρὸς ἐπεβούλευε λακτίσαι θέλων, σὺ δ’ ὁμοῦ τε ἐφυλάττου καὶ διηγοῦ τι τῶν σαυτοῦ τῇ διηγήσει τὸν Ὀδυσσέα μιμούμενος.
καὶ γὰρ δὴ καὶ Κύκλωπα διεπεφεύγεις, οἶμαι. τινὰ κτεῖναι βουλόμενον καὶ τοῦτο ἔχοντα τέχνην, ξενίζειν, εἶτα φονεύειν διαφέρει δὲ τοσοῦτον, ὅτι ἐκεῖνος μὲν ἄκοντος ἐσώθη τοῦ Κύκλωπος τὸν ὀφθαλμὸν ἐκκόψας αὐτῷ, σὺ δὲ ὀρχήσει τὸν τρόπον ἐνίκησας τοῦ λῃστοῦ καὶ φύλακα μέχρι τῶν ὅρων εἶχες τὸν ἀκονῶντα ξίφος ἐπὶ σὲ καὶ τοὺς οἰκέτας.
ᾤμην οὖν μοι τὴν κεφαλὴν τῶν αὐτῶν ἀπολαύσεσθαι φαρμάκων· σὺ δὲ φίλῳ μὲν σύνει, φίλου δὲ ἀμελεῖς, καὶ οὐκ ἐμέρισας τὸν χρόνον.
ἐβουλόμην μοι τὸν ἵππον τὸν μικρὸν μικρὰ τῆς ἐμῆς συνιέναι φωνῆς κατ’ ἐκεῖνον τὸν Ἀχιλλέως, ὅπως αὐτὸν παροξύναιμι καὶ ποιήσαιμί σοι χαλεπώτερον διδάξας ὅσα ἠδίκημαι.
ἀλλ’ εἰ καὶ μὴ τοῦτο ἔστι μοι, τῷ γε εἰωθό:ι θυμῷ λήψεται παρὰ σοῦ δίκην.
Τὸ μὲν ὀφείλημα τί ποτέ ἐστιν, ὃ φὴς οὐκ ἀποδοῦναί με, οὐκ οἶδα· τὸ δὲ τῆς κεφαλῆς κακὸν ἀρχαῖον ὄν, εἴκοσι γὰρ ἔτη γεγονὼς ἐπλήγην, ἔστι δὲ ἐκεῖθεν ὀκτὼ καὶ εἴκοσι, νῦν γέγονε περιβόητον ταῖς παρὰ τῶν θεῶν βοηθείαις. τὰ γὰρ ἐκ τῶν ἱερῶν φοιτῶντα τοῖς σώμασιν ἔχοντά τι καὶ τοῦ παραδόξου πολὺν ἐφ’ ἑαυτοῖς κινεῖ τὸν λόγον.
σὺ δὲ μὴ μόνον μοι συναλγεῖν, ἀλλὰ καὶ τὸν προβαλόντα σοι τὸν ἆθλον δαίμονα πείθειν φθέγξασθαί τι καὶ περὶ ἡμῶν. δίκαιος δέ ἐστι μισθὸν δυοῖν δοῦναι λόγοιν, ὧν καὶ Ζηνόβιος ἐμνήσθη μετ’ εὐφημίας. οὕτως ἄρα αὐτῶν ὁ δαίμων συνεφήπτετο.
βουλοίμην δ’ ἂν καὶ αὐτὸς τοι; σοῖς λόγοις τιμῆσαι τὸν θεόν· τοῦτο δ’ ἂν ποιοίην ἀναγιγνώσκων. πέμπε οὖν καὶ δίδασκε γείτονα πόλιν, ὅστις ἐστὶν οὗτος ὁ τὴν ὑμετέραν ἀνέχων.
Ἡδέως εἶδόν σου τοὺς υἱούς τὸν μὲν ὑπὲρ λόγων ἥκοντα, τὸν δὲ τὸν ἀδελφὸν ἐπὶ λόγους ἄγοντα· παντὶ μὶν γάρ, οἶμαι, τὸ πρᾶγμα καλόν, ὑμῖν δὲ ἤδη καὶ ἀναγκαῖον, εἰ δὴ τὸ τὴν γενομένην ὑμῖν δόξαν ἐκ τῆς Ἀγαθίου σοφίας φυλάττειν μὲν πρέπον, διαφθείρειν δὲ οὐχ ὅσιον.
ἐγὼ μὶν οὖν καὶ δι’ Ἄγκυραν, ᾗ πολλὰς ὀφείλω χάριτας, καὶ διὰ σὲ καὶ διὰ τὸν θεῖον τοῦ νέου πάσῃ μὲν προθυμίᾳ, πάσῃ δὲ παρακλήσει χρήσομαι· δεῖ δὲ καὶ τὸν σὸν υἱὸν τῶν κινούν- των με μᾶλλον ἢ τῶν κινεῖσθαι δεομένων γενέσθαι.
πείθο- μαι δὲ ὡς ἔσται τῶν ἐπιθυμούντων ὅ τε γὰρ οὐκ ἐῶν θαυ- μάζεσθαι λόγους καιρὸς παρελήλυθε τό τε ὄνομα τῷ παιδὶ παντὸς ἰσχυρότερον προτρεπτικοῦ.
Ἕνεκα μὲν λόγων ἐξ Ἐλευσῖνος εἰς Ἐλευσῖνα πέπομφας τὸν ἔταφον, ταὐτὰ γὰρ οἴμαι μυστήρια, καὶ λόγοις οὐ καινοῖς ἐντεύξεται, τὴν δ’ ἀποδημίαν αὐτῷ πεποίηκε δόξα τις περὶ Σύρων, οὐ σοφιστοῦ δύναμις. δοκεῖ γάρ πως ἡ πρὸς τὸ ἔθνος ὁμιλία δύνασθαι ψυχὰς ἀκονᾶν καὶ ποιεῖν ἐπιτηδείους χρῆ- σθαι πράγμασιν.
ἢν οὖν ὀξύτερος ὁ νέος ἐπανέλθῃ, τὴν πόλιν αἰτιάσασθε μᾶλλον ἢ τὸν ὧν ἀπέλαυεν οἴκοι τούτων ἐν ξένῃ μεταδόντα.
Οὐκ ἐλύπεις με πρός με σιγῶν· ἐκ γὰρ ὧν ἐν ἄλλοις λέγων εὐδοκίμεις εὔφραινες. ἄγγελοι δὲ τούτου πολλοὶ μέν, οὐδεὶς δὲ οἷος ὁ περὶ μὲν χεῖρα ἀτυχήσας πολίτης ἡμέτερος, τὴν δ᾿ ὑμετέ- ραν οὐ χείρω τῆς οἰκείας εὑρών. οἷα γὰρ ἐν μακρᾷ καθέδρᾳ καὶ προσέτι δεινὸς ὢν ἐξετάσαι πολιτευομένου δύναμιν ὡς ἂν ἐν τοῖς αὐτοῖς ζῶν πάντα μὲν συνέλεξε, πάντα δὲ ἐμήνυσεν.
οὐδὲν δὲ ἦν ἐφ’ ᾧ μὴ πάνυ χαίρειν παρῆν· τήν τε γὰρ οὐσίαν ὑμῖν ἔφασκεν ἐπιδεδωκέναι, καὶ τὸ ἔτι κάλλιον, ἐκ δικαίων ἀφορμῶν, τῶν τε ἐκ τοῦ λέγειν εὐδοκιμούντων εἶναι καὶ σὲ καὶ τὸν ἀδελφὸν βλέπειν τε εἰς ὑμᾶς τὴν πόλιν μετὰ τὸν ὑμέτερον θεῖον ἔν τε ταῖς ἐλπίσιν εἶναί τι λαμπρότερον.
ἀλλὰ καὶ ὡς ᾤχου δίκης καλούσης εἰς Θρᾴκην καὶ ὡς ἀπήλλαττες κατὰ νοῦν, καἰ ἄλλα πολλὰ καὶ κόλα διηγεῖτό μοι καὶ οὐδὲ παύσεταί γε διηγούμενος· οὐ γὰρ ἐάσω, ἀλλ᾿ ὅταν πάντα διεξέλθῃ, πάλιν αὐτὸν ἐπανάξω πρὸς ταὐτά γλυκεῖα γὰρ ἡ διήγησις κοὶ γὰρ ἐννοεῖν μοι δίδωσιν ὡς οὐ μέμφῃ τὸν πατέρα πέμψαντά σε οἷπερ ἐξέπεμψε. τούτου δὲ καὶ ἑτέρα μοι πίστις· οὐ γὰρ ἂν φίλων παισίν, ὑφ᾿ ὧν ἡγοῦ βεβλάφθαι προὐξένεις.
ἀναγινώσκων δὴ τὴν ἐπιστο- λὴν ἑώρων μὶν ὡς οὐ μόνον τὰ κοινὰ πράττεις, ἀλλὰ καὶ τῶν βιβλίων ἔχῃ· πλέον ἴε ἡδόμην, ὅτι κοὶ προσέθηκας τοῖς πατρῴοις ἀγροῖς.
Συνησθεὶς σοί τε καὶ τῷ σῷ πατρί, τῷ μὶν τῆς εἰς σὲ μεγαλοψυχίας, σοὶ δὲ τοῦ τὸν πατέρα ἀρέσκειν, ὥστ’ ἐκείνου ζῶντος πάντων καταστῆναι κύριον, ἐν τοῖς δευτέροις σὲ μὲν ὁμοίως ἐπαινεῖν ἰχῶ, τὸν δὲ οὐκέτι.
σὺ μὲν γὰρ τῶν τε ἡμετέρων μεμνημένος λόγων καὶ τὸ πρᾶγμα ἐξετάζων ὀρθῶς οἷος εἶ τῇ πατρίδι λειτουργεῖν, ἐξ οὗ δόξα τε καὶ δύναμις γένοιτ’ ἂν καὶ πρὸ τούτων γε τὸ τὰ δίκαια πρὸς τὴν οἰκείαν ποιεῖν· ὁ δὲ σὲ πέμπει ῥίψοντα τὰ ὄντα εἰς τὴν θάλατταν. εἰ γὰρ μήτε ἐκεῖ μέγα τι παρὰ τὴν δαπάνην ἕξεις οἴκοι τι οὐκ ἰσχύσεις ἑτέρωθι δαπανώμενος, πῶς οὐκ ἀπολεῖταί σοι τὰ χρήματα τῇ ψήφῳ τοῦ δεδωκότος;
πεῖθε οὖν αὐτὸν μὴ τὴν ἐν τῇ παροιμίᾳ μιμεῖσθαι βοῦν μηδ’ ὃ ἠμέλχθη γάλα λακτίσαντα ἐκχέαι. πρὸς γὰρ τῇ περὶ τὰ χρήματα βλάβῃ καὶ εἰς τὴν πόλιν ζημιώση.
εἰ μέντοι πολιτεύοιο τοῖς καθ’ ἡμέραν παρὰ τοῖς ἄρχουσιν ἀγῶσιν, ἀμείνων ἔσῃ καὶ τὸ νῦν ἐπαινούμενον ῥεῦμα πλέον ἐργάσῃ· πράξας δὲ ἃ ’κείνῳ δοκεῖ, τῆς μὲν οὐσίας οὐ μικρὸν ἀφαιρήσεις, ἐν ἀργίᾳ δὲ καὶ ὕπνῳ τὸν λοιπὸν βιώσῃ χρόνον τὰ μὲν τῶι πέλας ὁρῶν αὐξόμενα, σοὶ δὲ πλὴν ὀνόματος κενοῦ γεγενημένον οὐδέν.
πρόσαγε δὴ πᾶσαν μὲν πεῖραν, πάσας δὲ δεήσεις τῷ πατρὶ καὶ μὴ Καδμείαν νίκην ἐπίτρεπε νικᾶν ἐκείνῳ. γιγνέσθω δὲ μετὰ σοῦ καὶ ἡ μήτηρ, ἀκούω δὲ αὐτὴν νοῦν ἔχειν, καὶ τὸ μηδὲ ἐμοὶ τὴν βουλὴν ἀρέσκειν τὴν ἐκείνου λεγέσθω. ἴσως γὰρ νουθετούμενος λύσει δόγμα πονηρόν, ὅπερ μοι δοκεῖ πρὸς τὴν ἀπραγμοσύνην τὴν αὑτοῦ κεκυρωκέναι νῦν. ἅτε γὰρ ἐν ὄρεσι καὶ θήρᾳ τὰ πολλὰ διάγων μισεῖ τοὺς ἐκ τῶν ἐπ ἀγορᾶς ἄθλων ἱδρῶτας.
ἀλλ’ ἐκεῖνος μὲν ταῦτα φευγέτω, σοὶ δὲ ἐπιτρεπέτω παλαίειν. νῦν γὰρ οὐ Μάξιμον οἶμαι πολι- τεύισθαι δεῖν τὸ τῶν ἀγρῶν φίλον, ἀλλ᾿ Ὑπερέχιον τὸν Μαξίμου τὸν θορύβους ἐπιστάμενον νιν.
ἐγὼ μὶν ταῦτα παραινῶ καί φημι λυσιτελήσειν ὑμῖν· ληρεῖν δὲ εἰ δόξαιμι νῦν, ἀλλ’ ὕστερόν γε ἐπαινέσεσθε τὴν γνώμην, τὸν ἢν σύμβουλον κοσμήσει τὸν οὐκ ἐπαινοῦντα δὲ οὐκ ὀνήσει.
Ἐμοὶ μὲν ἤρκει καὶ τὰ πρῶτα, δι’ ὧν τόν τι οἶκον διε- φύλαξας Μαξίμῳ καὶ τὸν υἱὸν αὐτοῦ τιμῶν οὐ μικρῶν ἠξk- σας· σὺ δὲ κατὰ τοὺς ἀγαθοὺς τῶν δρομέων ἀμείνων εἶ προϊών.
ὑπὲρ ὧν ἔγραψαν μὲν ἐκεῖνοι, μεμήνυκε δὲ Φι- λοκλῆς τήν τε ὅλην σου πρόνοιαν εἰς αὐτοὺς ἀπαγγέλλων κοὶ ὡς κοινωνήσειε τῷ νεανίσκῳ παρὰ σοὶ τραπέζης. πυκνὸν δἰ ἔφασκε τοῦτ’ εἶναι, φράσαι δὲ ἐκεῖνον πρὸς αὐτόν.
ἐγὼ δὲ ἀκούων τὰ δεῖπνα καὶ μετὰ τὴν τιμὴν καὶ πρὸ τῆς τιμῆς ἐνενόουν ὡς βελτίων τὴν διάνοιαν ὑπὸ τῆς <σῆς> Ὑπερέχιος ἐγίνετο. ῥεῖ γὰρ ἐκ τῶν σῶν φρενῶν ἐπὶ τοὺς ὁμι- λοῦντας σύνεσις ὥσπερ ἀπὸ τῶν χασμωμένων ἐπὶ τοὺς ὁρῶν- τας ὕπνος.
κινδυνεύω δὲ οἷς χαίρω γιγνομένοις, διὰ ταῦτα φοβεῖσθαι. ταῖς μὲν γὰρ εὐεργεσίαις ταύταις οὐκ ἔστιν ἃς ἂν ἄλλας παραβάλλοιμι, καίτοι πολλοὶ καιροὶ πολλούς μοι πε- ποιήκασιν εὐεργέτας.
ἀλλ’ ἴως μὲν ἑώρων, ὡς τάχ’ ἄν σε ἀμειψαίμην, καθαρῶς ἡδόμην· ἐπεὶ δὲ πλείω καὶ μείζω δίδως ἢ ὥστε με ἀντεισενεγκεῖν ἔχειν, ἤδη τι συνεισέρχεται καὶ δέους, εἰ δεήσει με χρήστην ὄντα περινοστεῖν ἀδυνατοῦντα τὸ χρέος ἐκτῖσαι.
τὸ δὲ πάντων ἀτοπώτατον, οὐδὲ γὰρ λυθῆναι τοῦ- τον ἑλοίμην ἄν μοι τὸν φόβον, ἀλλὰ τὸν αὐτὸν καὶ δέδοικα καὶ μείζω γίγνεσθαι βούλομαι. βουλοίμην γὰρ ἂν εὖ πάσχειν τοὺς ἐμοὶ φιλτάτους.
ἀλλ᾿, εὗρον γὰρ ἐν τοῖς ἀπόροις παραμυθίαν τινά, πρᾷός ἐστιν Ἀκάκιος καὶ χρηστός, κἂν μὲν ἀπολάβῃ, εἰ δὲ μή, τὸν ὀφείλοντά γε οὐκ ἐλέγξει βοῶν ἃ δέδωκεν, ἀποχρήσει δὲ αὐτῷ τὸ μὴ πονηρῷ δεδωκέναι χάριν.
Ἐν ταῖς παραμυθίαις, ἃς ἔσχεν ἐπὶ τῆς ὑμετέρας Ὀβο- 20 διανὸς κάμνων τὸν ὦμον, καὶ τὴν μετὰ σοῦ συνουσίαν ἠρίθμει μέγα μέρος αὐτῇ νέμων. τήν τε γὰρ ότητα πολλὴν ἔφασκεν εἷναι τούς τε λόγους οὐκ ἐλάττους τῶν φαρμάκων, οἷς τῆς τι λύπης ἀφῄρεις ἐλπίδας τε βελτίους ἐνεποίεις.
ἀλλὰ καὶ τὸ τοῖς ἐπαίνοις, οὕς γε ἐκεῖνος ἐποιεῖτο κοτ’ ἐμοῦ, χαίρειν σε προστιθέναι τε πλείους αὐτό καὶ ταῦτα ἔλεγεν αὐτῷ τὰ παρόντα κουφίσαι.
τὸν δὲ Ἀέτιον ὁσάκις εἴποι τὸν κα- λὸν προσέθηκεν Ἀγκύρᾳ τε συνηδόμενος καὶ τῇ ἡμετέρᾳ, τῇ μὲν ὡς παιδευσάσῃ, τῇ δὲ ὡς ἐνεγκούσῃ.
ἐγὼ δὲ τούτοις τε ἐτερπόμην τὴν ψυχὴν κοὶ ἅμα ἐλογιζόμην ὅτι πάλιν νέων ἐκεῖθεν δεῦρο ἰόντων αὐτὸς ἡγῇ τοῖς πᾶσιν ἄμεινον πράττειν γράψας μὲν οὐδὲν δι’ αὐτῶν, οὐκ ὀλίγα δὲ συμβεβλημένος εἰς τὸ ταύτην ἐλθεῖν.
Ὥσπερ πᾶσι πράγμασι πλὴν ἑνὸς πέρυσιν ἠχθόμην — σὺ δὲ οἶσθα τοῦτο τὸ ἕν, ὁπότε γὰρ ἔλθοιμι παρὰ σὲ καὶ διαλεγοίμην, ἑορτὴν ἡγούμην — οὕτω νῦν πᾶσι χαίρων ὑφ’ ἑνὸς ἀνιῶμαι τοῦ μὴ πάλιν ὑμᾶς ἀφῖχθαι.
καίτοι τὸν γεν- ναῖον Σέλευκον ἀκούων κεκομίσθαι τὴν ζώνην ἤλπιζον τὸν μὲν ἕψεσθαι τῷ βασιλεῖ, σὲ δὲ ἐκείνῳ, καὶ πάλιν αὐτὸς ὄψεσθαι τὴν ταῖς θεαῖς, Ὅμηρος ἔφησεν, ἐοικυῖαν γυναῖκα. ὡς δὲ ἐκείνων ἁμαρτὼν ἠθύμουν γέρων τις ἐπιστὰς τὰς συνήθεις μοι ποιουμένῳ διατριβὰς εἶπέ τε παρ’ ὧν ἥκοι καὶ ὅτι ἄγοι ἀνδράποδα δῶρον.
ἐμοὶ δὲ τὸ μὲν δῶρον οὐκ ἐφάνη καινόν, πολλὰ γὰρ παρ’ ἡμῖν ὑμέτερα καὶ ὅ γε τὸν νόθον μοι παιδα- γωγῶν ἔτι καὶ νῦν ὁ Σελεύκου καλεῖται· ἕμην δὲ ὅτι δεῖ προσεῖναὶ τῷ δώρῳ κάλλιον αὐτοῦ τοῦ δώρου, γράμματα σά.
ὡς δὲ τὰ μὲν ἀνδράποδα εἰσήγετο, γράμματα δὲ οὐκ έφαί- νετο, τὸ μὲν δῶρον καὶ οὕτως ἐλάμβανον, ἡδονὴ δὲ οὐκ ἦν, ὅσηπερ ἂν ἦν, εἰ καὶ τὰ γράμματα προσῆν.
σὺ δ’ εἰ ῥᾴθυ- μος ἡμῖν γέγονας ἐπὶ τῷ τόκῳ, τήν γε θυγατέρα κέλευε γρά- φειν καὶ βοηθεῖν τῇ μητρί. θεοὶ δέ μοι δοῖεν καὶ περὶ σῶν υἱέων τοιαῦτα ἐπιστεῖλαι.
Ἀλλὰ τί με ἐβούλου ποιεῖν, πρὸς αὐτῆς τῆς Ἀθηνᾶς, Τιτιανοῦ μὲν ἑτέρωσε πεμπομένου, τῆς δὲ σῆς ψήφου, δι’ ἣν ἔμπροσθεν ἐπεδώκαμεν, κινουμένης ἢ κινουμένης μὲν οὐδα- μῶς, δοκούσης δέ; κροτεῖν ἔδει με καὶ στεφανοῦσθαι καὶ χα- ριστήρια θεοῖς ἀνάπτειν κοὶ ποιεῖν οἷάπερ, ἡνίκα μοι τὸ πρῶτον ἧκεν ὁ νέος;
δικαίως μέντ’ ἂν τότε ἠθύμεις καὶ γραφὴν ἀπέφερες ὕβρεως ὡς μικρῶν τῶν σῶν παρ’ ἐμοὶ κι- κριμένων, νῦν δ’ εἰκότως ἂν ἐκ τῆς ἐμῆς λύπης ἔχαιρες, ἣν ἐγὼ λυπούμενος ῥῆμα μὶν οὐδὲν ἐξέβαλον πικρόν, ἐννοῶν δ’ ὅτι τῶν Φωκεῦσι πεπονημένων Φίλιππος ἆν εἶχε τὴν δόξα οὐ διῆγον ἡδέως.
ταύτην δὴ τὴν ἀθυμίαν πρώτου Κέλσου λύει γράμματα μηνύοντα λελύσθαι τὸ δόγμα καὶ ἐγεγόνειν ῥᾴων. ἔπειτ᾿ ἄλλος τις ἤγγειλεν ὅμοια καὶ τρίτος καὶ μυρίοι τὰ γὰρ μεγάλα τῶν ἀγαθῶν πολλοὺς ἔχει τοὺς ἀγγέλους.
Ῥουφῖνός δὲ ὁ καλὸς τὸν κολοφῶνα ἐπέθηκε· κεκοσμῆσθαι γὰρ ὑπὸ τοῦ νεανίσκου λόγῳ τὸν ἄρχοντα ἔφησε. τοῦτο οἱ ἦν καὶ ἐμὲ κεκοσμῆσθαι τοῦ μὲν τοῖς ἔργοις, τοῦ δὲ τοῖς λόγοις· ἄμφω γὰρ ἐμὰ θρέμματα, ὅ τε ἐπαινούμενος ὅ τε τὸν ἔπαινον ἐργαζόμενος
τοιαύταις τερπόμενος ἀκοαῖς εἶδόν τε τὸν ῥήτορα καὶ τὰς ἐπιστολὰς δόντος ἀνέγνων καὶ τὴν ἐν ἀμφοτέραις τιμὴν ὑπὲρ τὸν Γύγου χρυσὸν ἦγον οἱ γε μὴν ἐν τοῖς βαλανείοις Μαραθωνομάχαι πᾶσαν παριόντες κωμῳ- δίαν οὐδὲ ἔστιν εἰπεῖν ὁπόσον ἤνεγκαν γέλωτος.
ἓν μόνον ἐδόκεις μοι ψεύδεσθαι τὸ φάσκειν οὐ γενέσθαι σοι δύναμιν, ἀφ’ ἧς ἂν εἶχες συνεῖναι νέοις. ἐγένετο γάρ, καὶ οὐκ ἐκώλυ- σαν αἱ γραφαί, ἀλλ’ ἀμφότερα σύγε, ῥήτωρ τ’ ἀγαθὸς κρατερός τ’ αἰχμητής.
ἀλλ᾿ , οἶμαι, τοῦ θρόνου τοὺς πόνους ἔδεισας. μαρτυρεῖ δὲ ἃ γράφεις καὶ οἱ τὰ τῶν σοφι- στῶν κρύψοντες, ἡνίκα ἂν μηκέτι κρύπτωνται, λόγοι, καὶ κρυπτομένων δὲ ἐκείνων τοῖς ἤδη πεμπομένοις τε καὶ φαινο- μἐνοις πάντα τὰ πάντων ἐλέγχεις.
ἐλπίζω δὲ ὅτι καὶ διὰ τοῦ παιδὸς πολλοὺς ἡμῖν ἐλέγξεις ῥήτορας οὕτως ὀξὺ βλέπον- τος καὶ ῥέοντος. ὃν ᾠήθην δεῖν εὐθὺς ἀποδύντα παλαίειν, ὅπως μὴ παρελθόντα καιρὸν ζητῶμεν.
Οὐκ ἴφθη σε ἀφεὶς ὁ βασιλεὺς καὶ συνέμιξεν ἐμοὶ καὶ μικροῦ μὲν σιγῇ παρέδραμεν ἠλλοιωμένου μοι τοῦ προσώπου καὶ χρόνῳ καὶ νόσῳ, φράσαντος δὲ τοῦ θείου τι κοὶ ὁμωνύ- μου πρὸς αὐτόν, εἴην, κίνησίν τι ἐκινήθη θαυμαστὴν ἐπὶ τοῦ ἵππου καὶ τῆς δεξιᾶς λαβόμενος οὐ μεθίει σκώμμασί τι χαριεστάτοις καὶ ῥόδωι ἡδίοσιν ἔπαττέ με κοὶ αὐτὸν οὐκ ἀπεχόμενον τοῦ σκώπτειν. ὁ δὲ ἀμφοτέροις ἦν θαυμαστός, οἷς τε ἔλεγεν οἷς τε ἠνείχετο.
μικρὰ δὲ αὑτὸν ἀναπαύσας καὶ τὴν πόλιν ἁμίλλαις ἵππων εὐφράνας ἐκέλευέ με λέγειν. καὶ εἶπον παρακληθείς, οὐκ ἐνοχλήσας, ὁ δὲ ἐτέρπετο βεβαιῶν μοι τὸ προοίμιον· ἔφην γὰρ αὐτὸν ἐν προοιμίῳ πάντα τἀμὰ καλὰ νομιεῖν ὑπὸ τοῦ ἐρᾶν. καὶ οὕτως ἐξέβν.
σὺ δὲ καὶ αὐτὸς μὲν εἶ τῶν εἰπόντων καὶ ψήφου τετυχηκότων ἐγγύθεν σοι τῶν θεῶν ἀπὸ τοῦ βωμοῦ βοηθούντων καὶ παρεχόντων πρὸς τὸ θάλπος ἀνδρείαν τοσοῦτον δὲ ἀπέσχες πέμψαι μοι τὸν λόγον, ὥστ’ οὐδ’ ὅτι εἴρηκας ἔγραψας, ἀλλὰ πρὸς μὶν Ὀλύμπιον εἰρωνευόμενος ἔφης ἐμέσαι, πρὸς δὲ ἡμᾶς οὐδὲ τοῦτο.
Χαίρω σου γράμματα λαμβάνων οὐκ αὐτὸ τοῦτο μόνον, ὅτι πρᾶγμα ἥδιστον γράμματα φίλου, ἀλλ’ ὅτι μοι καὶ σημεῖον γίγνεται τοῦ καθαρὰν εἶναι πολεμίων τὴν χώραν· τοσοῦτόν ἐστιν Ἰουλιανὸς ἐλπιζόμενος· οἱ δὲ πρὶν ὁρώμενοι θρασυτέρους ἐποίουν τοὺς ἐναντίους.
τῆς παρούσης δὲ ἀσφαλείας ἄξιος ἀπολαύειν Πάππος ὁ καλός, ὅπως αὐτὸν μήποτε ἐπιλείποι τὸ μειδιᾶν εἰωθὸς ἐπανθεῖν τῷ προσώπῳ.
Πέρσαι μὲν οὖν οὕτω πράξουσιν, ὡς εἰκὸς ἀνθρώπους θεοῖς πολεμοῦντας, οἳ τὸ αὑτῶν ἕκαστος ὅπλα λαβόντες αὐτίκα αὐτοῖς συνεπιθήσον- ται καὶ διδάξ·ουσι φεύγειν.
ὁ δὲ υἱός σου βούλεται γενέσθαι ῥήτωρ, καὶ τῆς ἐπιθυμίας οὐ χείρων ἡ φύσις· ἐπί- σταται δὲ καὶ τὸ αἰδεῖσθαι. τοῦτο δὲ ὅστις οἶδε τῶν νέων, ἐφέλκεταί με καὶ πλέον ἑτέρου λαμβάνει.
γράφε δὴ πρὸς ἐκεῖνον ἐμμένειν τοῖς τρόποις, καὶ πρὸς ἡμᾶς οὐδὲν ἄν σοι παρακλήσεως δέοι.
Οἶον ἔχων ἐν χεροῖν ἀγαθὸν οὐκ ἐχρώμην Εὐκαρπίωνα γὰρ τὸν καλὸν πολλαὶ μὲν πολλάκις δεῦρ’ ἤγαγον ἀνάγκαι, τὴν κεφαλὴν δὲ ἐγὼ νοσῶν καὶ δυνάμενος πάλαι διὰ τῆς παρὰ τῷδε ῥαῖσαι τέχνης μικρὰ μὶν αὐτῷ διελέχθην, οὐ μὴν μέχρι τοῦ καὶ ζητῆσαι βοήθειαν προῆλθον.
ταυτὶ μὶν τῆς πρὶν εὐηθείας ἤ, εἰ βούλει γε, δυστυχίας· ἀλλὰ νῦν ἥκουσί τε ἀκριβέστερον περὶ τοῦ πάθους καὶ τήν τε φύσιν ἥτις ἦν ἐξεῦρε καὶ δι’ ὧν ἢ στήσεται τελέως ἢ κουφότερον ἀνιάσει ἕφρασε σκεψάμενος.
καὶ πεῖρόν γε τῆς ἐπικουρίας εὐθὺς ἐν προοιμίοις ἐλαμβάνομεν οὐκ ἀγεννῆ· ὡς δὲ ἐπῄνουν τε καὶ ὡμολόγουν, γνώτω τοίνυν ἴφη καὶ Δημήτριος σοφιστής. τοῦτο δὲ ἦν εἰδότος ὅτι τοσαύτην αὐτῷ χάριν, ὅσηνπερ ὁ κάμνων, εἴσῃ.
σὺ δ’ ὁμοῦ τι τὴν χάριν ὁμολογεῖν καὶ κινεῖν ἐπί τι σοφώτερον· οἷα γὰρ ἐν μεγάλῳ πολέμῳ καὶ μῆκος ἔχοντι πολλῶν δεῖ τῶν ἐπιτεχνήσεων. βιβλίον οὖν ποιησάτω σοῦ πείθοντος, ὅπως εἰς ἐκεῖνο βλέποντες οὕτως ἄγωμεν τὸ σῶμα πειθόμενοι τῷ νόμῳ.
Ὑμῖν μὲν εἵη καλλιερεῖσθαι καὶ τυγχάνειν τῶν θεῶν, τοῦ τε τῶν Μουσῶν ἡγεμόνος καὶ τοῦ τὸ ὄρος λαχόντος, λέ- γεται γὰρ δὴ βασιλεὺς ἀναβήσεσθαι κἀκεῖσε τὴν χαλεπὴν ὁδὸν ῥᾳδίαν ἡγούμενος, εἰ προξενοίη βωμόν· ἐμὲ δὲ ἔδει μὲν κοι- νωνεῖν καὶ ὁδοῦ καὶ εὐχῶν καὶ ἱερῶν καὶ βλέπειν εἰς τὸ τοῦ βασιλέως γένειον, ᾧ κοσμεῖ τὴν πορφύραν, τῇ Τύχῃ δὲ οὐ ταῦτα ἔδοξεν, ἀλλά με πληγὴν οἴαν οὐ πρότερον ἔπληξε.
καὶ διῆλθον ἂν περὶ αὐτῆς, εἰ μὴ τὸν ἄμεινον τῆς ἐπιστο- λῆς ἐροῦντα τὸν χρηστὸν εἶχες Ὀλύμπιον, ὃς καὶ παρῆν ἡμῖν καὶ συνεδάκρυε καὶ χεῖρα ὤρεγε καὶ πάντα οἶδεν.
οὗτος δέ ἐστιν ἐκεῖνος, ὃν ἐπαινοῦντος ἐμοῦ ἐγγράφειν ἕτοιμος εἰς τοὺς φίλους ἦσθα, καὶ προσάγειν τὸν ἄνδρα ἐκέλευσας. καὶ ταῦτα οἶδε καὶ ἡ ἄμπελος, ὑφ’ ἣν περιπατοῦντες ἐποιούμεθα τοὺς λόγους ἔχοντες παρ’ αὐτῆς ὁπόσον ἄν τις ἐξ ὀροφῆς.
ὁ μὲν οὖν Ὀλύμπιος ἐνέκειτό μοι βοῶν εἰσάγειν αὑτόν, ἐγὼ δὲ ὑπὸ κακῶν μυρίων εἰργόμην. ἐπεὶ δὲ οὐ φέρει τὴν ζημίαν ἀκούων, ὡς ὁ μικρά σοι συγγενόμενος ἀπέρχεται φρονιμώτερος, τὸν δεύτερον ἐζήτησε πλοῦν, γράμματα ἐμὰ ἀντ’ ἐμοῦ, καὶ οὐκ ἔμελλον δήπου μὴ δώσειν.
σὸν δ’ ἂν εἴη τὸν δεύτερον αὐτῷ τοῦ κρείττονος μὴ χείρω καταστῆσαι πλοῦν, ὅπως οὗτός τε χαίροι καὶ τὰ γράμματά μου τιμῷτο.
Κατήγαγεν ἡμᾶς εἰς τὴν τιμὴν ὁ χρηστὸς Σαλούτιος, ἦς ἐτύγχανεν ἐξεληλακὼς ὁ σκαιὸς Ἐλπίδιος· ἃ γὰρ ἐκεῖνος ὑβρίζων ἀφείλετο, ταῦθ’ οὗτος παύων τὴν ὕβριν ὕβριν
τὸ μὲν οὖν ἥμισυ τῆς τροφῆς ἐνταῦθα φέρομεν. θάτερον δὲ ἐκ Φοινίκης ἐκέλευσεν ἔχειν ἐνθυμηθείς, Οἶμαι, τοῦθ’ ὅτι σοῦ τῆς Φοινίκης ἄρχοντος καλῶς μοι τὸ πρᾶγμα κείσεται.
βεβαίωσον τοίνυν τῷ φίλω τὰς ἐλπίδας.
Ἔμελλον αἰτιάσεσθαί σου τὴν πρὸς ἐμὲ σιωπήν ἔπειτ᾿ ἐνεθυμήθην ὅτι ταῖς αὐταῖς αἰτίαις καὶ ἐμαυτὸν αἱρήσω. κοινὸν γὰρ ἀμφοῖν οἶμαι τὸ τῆς σιγῆς· ἣν ἐποίησι δήπου μακρὰν τὸ μὴ γράψαι μὲν εὐθύς, αἰσχυνθῆναι δὲ ὕστερον τῷ μὴ πρὶν ἐπεσταλκέναι.
πάσχομεν δέ τι τοιοῦτον καἰ ἐπὶ τῶν ἀρρωστούντων· εἰ μὴ ἀρχὰς εἰσέλθοιμεν αὐτούς, ἑτέρας προστίθεμεν ἡμέρας, εἶτ᾿ ἄλλας. εἶτ᾿ ἀναστὰς ὁ κάμνων ἔφθη πρὶν παρ’ ἡμῶν τὸ εἰκὸς γενέσθαι. καὶ νῦν δὴ κακῷ τὸ κακόν φασι, τῷ μὴ γράφειν τὸ μὴ γεγραφέναι.
ἀλλ’ εὖ ποιῶν Πατρώινος μῆκος ἀτοπίας ἔστησεν ἀνάγκην περιθεὶς γραμμάτων. ὁ δὲ Πατρώινος οὗτος ὅτι μὲν καὶ γένους ἕνεκα καὶ τῆς ἄλλης τάξεως ἐν πρώτοις ἐστὶ τῶν τῆς σῆς ἀρχῆς ἀπολαυόντων, αὐτὸς ἂν πρὸς ἄλλους εἴποις· ἀλλ’ ἐμός γε ἑταῖρος ἐκ παιδός, ὡς οὐχ ἕτερος, καὶ συμφοιτητὴς ἀδελφῶν ἀμείνων, χαίρων τε, ὁπότε τι τέκοιμι γενναῖον, καὶ πρόθυμον ὄντα ἐπαινῶν καί που καὶ ναρκῶντα ἐπεγείρων.
οἶδα δὲ αὐτὸν καὶ σωφροσύνης ἐγκώμια πρός με διεξελθόντα καὶ περὶ τῶν ἡδοναῖς δουλευόντων κατηγορίας ἀποτείναντα. καὶ πολλὴν δὴ γῆν ἐπελθὼν ἐγὼ τὸν ἄνδρα τῆς μνήμης οὐδεπώποτε ἐξέβαλον, ἔχων δὲ τὴν πατρίδα καὶ τοὺς οἰκείους οὔπω πάντα ἔχειν ἡγούμην τὰ ποθούμενα Πατρώινον οὐχ ὁρῶν.
καὶ ἐκάλουν δὴ δι’ ἐπιστολῶν, ἐξ οὗπερ ἦλθον. ὁ δὲ καὶ αὐτὸς ἐπεθύμει μὲν ἐλθεῖν, ἐμποδισμάτων δὲ ἄλλοτε ἄλλων εἰργόν- των τὸν μὲν ἔμπροσθεν χρόνον οὐχ ἧκε, βιαιοτέρῳ δὲ χρησά- μενος τῷ ἔρωτι δρόμον ἔδραμε βραδέως ὀφειλόμενόν μοι πάλαι.
τοῦτο δὲ αὐτῶ θορύβους τινὰς ἐνήνοχεν ὡς ἂν ἠμεληκότι μὲν τῶν τῆς πατρίδος κοινῶν, δόντι οἱ αὐτόν τρυφῇ προσελ- θὼν δή μοι περίφοβος ἔλεγέ τε ὡς ὀργίζοιο, καὶ ἐδεῖτο βοηθεῖν.
ἐγὼ δὲ ὑπεσχόμην τήν τι σὴν φύσιν εἰδὼς καἰ τὴν πρὸς ἐμαυτὸν φιλία ἐμοί τε γὰρ ἂν χαρίζοιο κοὶ συγ- γνώμην ἆν δοίης ῥᾷον ἢ λάβοις δίκηι. ὑφ’ οὐ δὴ καὶ περὶ τὸν Εὐφράτην ὑπὸ τῶν ἀρχομένων ἐδέθης καὶ πρότερον εἰς γῆρας ὄψει τοὺς υἰεῖς ἥκοντας ἢ τῆς ἀρχῆς ἀπεαλλάξῃ. τοιούτοις φαρμάκοις ἐγοήτευσας τὰς πόλεις καὶ οὐ τοὺς οἰκή- τοράς γε μόνον, ἀλλὰ καὶ στρατηγοὺς καὶ ταξιάρχους καἰ στρατιώτας καὶ τοὺς ἐν ὅτῳ δήποτε σχήματι παρ’ ὑμᾶς πο ρευομἐνους.
ἐγὼ μὲν οὖν ταῦτα ἐλπίζω καὶ ταῦτα ἐπηγγει- λάμην, ὡς πρᾷος ἴσῃ, σὺ δέ μοι μάρτυς γενοῦ καὶ τῷ λῆξαι τῆς ὀργῆς πρόσθες τὸ καὶ προνοίας τὸν ἔ μείζονος ἢ πρότερον ἀξιοῦν.
Ὅτ᾿ ἐν Νικομηδείᾳ τῆς εὐδαιμονίας ἐκείνης ἀπηλαύομεν οὐ πλουτοῦντες μᾶλλον ἑτέρων, ἀλλὰ σχολὴν ἄγοντες εἰς λόγους, Βιθυνῶν ἦρχε Πομπηιανὸς ὁ χρηστός, ὁ δίκαιος, ὁ πενίαν οὐδαμοῦ δυσχεράνας. ὁ λόγους τοὺς μὲν γνησίους τιμῶν, τοὺς δ’ οὐ τοιούτους ἐλέγχων· πάντως δὲ οὐκ ἀμνημονεῖς ὡς τὸν Ἀθήνηθεν, τὸν ἐσθήμασι λαμπρὸν ἐκωμῴδησεν ἄκοντα ἐμ- βαλών, οὗ δείξειν τὴν ἀσθένειαν ἔμελλεν.
ἀπὸ δὴ τῶν χρόνων ἐκείνων εὐεργέτην τε τὸν ἄνδρα ἐγραψάμην καὶ οὐδὲν οὕτως ἐπιτάξει χαλεπόν, ὃ μὴ ποιῶν οὐκ ἂν ἡγοίμην ἀδικεῖν. τὸ δὲ δὴ νῦν καὶ μάλα ῥᾷστον· κελεύει γάρ με δι’ ἐπιστολῆς δεηθῆναί σου γυναικῶν τινων ἐπιμεληθῆναι δύο, Φιλοπάτρα ὄνομα θατέρᾳ, τῇ δὲ ‘Eρμογἐνεια.
ἐγὼ δὲ οὐκ ἠρόμην, ἐφ’ ὁποῖα δὴ χρῄζουσι τῆς βοηθείας, ὅπως πρὸς τὴν φύσιν τῶν πραγμάτων ἢ γράψω ἢ μή, ἀλλ’ ‘ὲν ἐκεῖνο πεπεικὼς ἐμαυτόν, ὡς οὐκ ἂν Πομπηιανὸς γυναιξὶν ἐπὶ νόμους ἤμυνε, δίδωμι τὴν ἐπιστολὴν εὐθέως.
σὺ δ’ οἷς ποιεῖς εὔφραινε τὸν ἄνδρα ἐκεῖνον, ὅς μοι πολλάκις ἠγωνοθέτησεν
Πάνδωρος οὑτοσὶ Κιλίκων ἐστὶν εἰς μὲν χρημάτων λόγον ἔσχατος, εἰς δὲ λόγων ἐπιθυμίαν πρῶτος. οἶδε γὰρ ὀρθῶς ὅτι τοῖς ἐκείνων ἀποροῦσι τούσδε κτητέον, οἳ κἀκεῖνα δῦναν τᾶι φέρειν.
δεινὸς δὲ ὢν ῥητορικῆς θηρατὴς οὐκ ἐσχίσθη τὴν διάνοιαν εἰς ὁδοὺς μυρίας, ἀλλ’ ἀφεὶς ἑτέροις τὰ ποικίλα ταύτην ἐδίωξεν ἱκανῶς καὶ τὰ μὶν αὐτῆς ἔχει τῶν δέ ἵν οὐ πόρρω.
νῦν οὖν ἥκει τήν τε πατρίδα ὀψόμενος τὴν μικρὰν καὶ τῷ πατρὶ συνεσόμενος καὶ σοὶ φανησόμενος διξαὶ δὴ τὸν νέον εὐμενῶς καὶ μετάδος ὧν τοῖς τηλικούτοις πρέπει· κἂν ἄρα τι καὶ δεῖξαι τῶν αὑτοῦ βουληθῇ, καὶ ὦτα πάρασχε καὶ λεῖρα ὄρεξον.
Ὅτι μὲν τῶν μάλιστα συνηδομένων ἴσῃ, καλῶς ἠπιστά- μὴν, ἐπεὶ κἀκεῖνο ἠπιστάμην, ὅτι μετὰ τῶν μάλιστα φιλούν- των τυγχάνεις ὤν.
μὴ μέντοι νόμιζε τὴν ἀπὸ τῶν ωῦν ἐπαινούντων ἡδονὴν μείζω τῆς ἀπὸ τῶν σῶν ἐπαίνων πάλαι μοι γιγνομένης. ὃν γὰρ ἡγοῦμαι τῶν νῦν λεγόντων ἄριστον, τούτῳ λέγειν ἄριστα δοκῶν εὐφραίνομαι πλέον ἢ εἰ πάντες ἄνθρωποι πάντα ποιοῖεν λέγοντες.
ἀλλὰ πᾶσαν ταύτην ἀμβλύνει τὴν εὐθυμίαν τὸ τῆς κεφαλῆς κακόν. πρὸς τὰ πρῶτα μὲν ἐπολέμησεν Εὐκαρπίων φαρμάκοις καὶ τῆς ὑπερ- βολῆς ἀφεῖλε, δείσας δὲ μὴ πάλιν εἰς ταὐτὸν ἀφίκηται, μετὰ σιδήρου πεποίηται τὴν μάχην.
εἰ μὶν οὖν τι γένοιτο χρη- στόν, Εὐκαρπίωνι τοῦτο λογίζου· τὸ δεινὸν δὲ εἰ κρατοίη, παρ’ ἐμοὶ ζητεῖν τὴν αἰτίαν, ὡς οὐκ ἤνεγκα πᾶν ὅσον ἤθελεν ἡ τέχνη.
λόγους δὲ εἰ μὲν αὖθις ποιήσομεν, οὐκ οἶδα· τὸν δὲ πρῴην ῥηθέντα πέπομφά σοι, τοὺς γὰρ ἔτι πρότερον εὑρεῖν οὐκ εἶχον. ὁ γάρ τοι τῶν παίδων ἐπὶ ταῦτα τεταγμένος χρυ- σοχόον ἐδίωκεν ἀποδεδρακότα πολλὰ πολλῶν ἔχοντα.
Ἀνδρὸς φίλου παῖδες διὰ φίλου παρὰ φίλον ἥκουσιν οἷς εὐθὺς μὲν ἥσθην διὰ τὸν πατέρα, χρόνου δὲ προἰόντος καὶ διὰ τὰς φύσεις.
ἐπαινῶ δὲ τοῦ πρεσβυτέρου τὸ βραδέως τε ἤκειν ἡμῖν καὶ ὅτι σε φιλεῖ μέν, μέμφεται δὲ μὴ πάι·.. ταῦτα βεβουλευμένον. ὁ γὰρ ἐν ζημίᾳ τιθέμενος τὸν προïέμε- νον χρόνον δῆλός ἐστιν ὡς τῷ γε μέλλοντι χρήσεται.
πέ- πρακται δέ τι κἀν τούτῳ τῷ μικρῷ χρόνῳ τάχα μεῖζον τοῦ χρόνου. καὶ περὶ τούτου πίστευε μὲν ἐμοί, πίστευε δὲ τῷ πρεσβύτῃ. καὶ γὰρ ἐπιμελεῖται τούτων οὐχ ἧττον ἢ τῶν ἐγ- γόνων καὶ λόγων κριτὴς ἀγαθός, ἐπεὶ καὶ ποιητής, φίλῳ δὲ οὐκ ἂν χαριζόμενος ἐξαπατήσαι φίλον.
Εἰ συμφοράν τισιν ὴόη λυσιτελῆσοί τις ἴφησι, τι θαυ- μαστὸν καὶ χάριν ει·ς βλάβην τελευτῆσαί τῳ: Οιόφιλος τοίνυν τῶν τυχόντων μέν ἐστι χάριτος, μεμφομίlιὤ 6i τὴν χάριν ἐκ γὰρ ὧν κατέπραττεν ἃ πρῴην ἠβούλετο κίνδυνος αὐτῶ μείζων ἐξέφυ.
κοὶ νῦν ἴδραμεὶι ng Κιλικίαν ἱστόν τινά Πηνελόπης ἀναλύσων. δεῖ δὲ αὐτῷ τῶν σῶν πρὸς τὸν ἱστὸν yitQmv πολὺ γὰρ οὗτος ἐκείνου χαλεπώτερὀ͂ ἀναλῦσαι.
μι- μεῖται δὲ ὁμοῦ μὲν τὴν Πηνελόπην, ὁμοῦ δὲ τῆς ΠηνΠόπης τὸν ἄνδρα. πικρὰ μὲν γὰρ αὐτῷ καὶ τἀκιἱ καὶ τὰ ΠΑι. ἀνάγκης δὲ οὔσης ἀνασχέσθαι θάτερα τῇ Σκύuῃ συμπλimαι μᾶλλον ἢ τὸ σκάφος ἐπὶ τὴν Χάρυβδιν ἄγει.
Ἤδη λόγος ὡς ἡμᾶς ὰφι-κmι τῆς σῆς ἀρχῆς ἄξιος τῶι- λόγων ὧν πρὸ τῆς ἀρχῆς εἰργάζου. τοῦτο δ’ ἐστὶ μετὰ τοῦ πράττοντος ἅπαν τὸ τῶν σοφιστῶν γένος εὺδοmμ.ι-ν, ὡς οὐκ ἄρα ἐν ῥήμασι τὰ ἡμέτερα μόνον, ἀλλὰ κἂν εἰς ἔργα τις ἄγῃ κἀνταῦθα οὐ κακοὺς εὑρήσει.
χώρει δὴ τὴν αὐτὴν ὁδὸν καὶ ποίει τὰς μὲν πόλεις εὐδαίμονας, ἡμᾶς δὲ ἡδίους, καὶ πᾶσι μὲν βεβαίου τοὺς νόμους, τοὺς δὲ τῶν φίλων συγγενεῖς ἡμε- ρώτερον ὅρα.
φίλος δὲ σοὶ Γαυδέντιος ὁ ῥήτωρ ὥσπερ ἐμοί, καὶ οὐκ ἂν αἰσχύνοιο κηρύττων ὅτι τοῦτον μέντοι τὸν ἄνδρα τιμᾷς ταῖς εἰς τὸ τούτου γένος εὐεργεσίαις. μάλιστα μὲν γάρ, εἰ καὶ παρὰ τῶν ἔμπροσθεν ἐτύγχανον ἠμελημένοι, νῦν γε δικαίως ἂν βελτίονος ἐγεύοντο τῆς τύχης· ὑπάρχει δὲ αὐτοῖς πάλαι τῶν ἀρχόντων ἀπολελαυκέναι καὶ ὅσοι τὰ ὅπλα καταθέμενοι πρὸς τὸν θρόνον ἧκον. τοσοῦτόν ἐστι Γαυ- δέντιος καὶ οἱ τούτου τρόποι.
δεῖ δὴ νῦν Λεόντιόν τε καὶ Δορυμένην τυχεῖν, ὅπως καὶ ταύτῃ νικῶν τοὺς πρότι- ρον φανείης.
Ὑβρίσας οὐκ ἔλαθες, ὦ φίλε Μάγνε, καίτοι γε ἤλπισας· ᾤου γὰρ δεινὸς ὢν εἰς ἀνόητον τοῦτο ποιεῖν, ἐγὼ δὲ τὰ μὲν ἄλλα γνώμην βραδύς, τοῦτο δὲ οὐ διέφυγεν. ἀλλ’ ἔκλεισας μὲν τὸ βαλανεῖον εὖ ποιῶν, ἐμὲ δὲ αὐτῷ χρῆσθαι κελεύσας αὐτὸς κατὰ χρείαν τροφῆς ἔφασκες οἴκαδε τρέχειν.
σὺ δ’ οὐκ ἄρα ἐδέου τῆς οἰκίας οὐδὲ σιτίων, ἀλλ’ ὅπως μήτ’ ἀνοί- ξαις παρὼν μήτ’ ἐῶν κεκλεῖσθαι λυποίης, ἐπενόησας τρίτοι ἐν ᾧ πλέον ἐλύπησας, τὴν φυγήν.
ἢν γάρ, οἶμαι μᾶλλον ἐμμελὲς πείσαντα ἀπαγαγεῖν ἢ πέμψαντα πρὸς τὰς θύρας εἰς στρατιωτῶν ἀπαιδευσίαν ἐμβαλεῖν. ει γὰρ τοῦτο ἦν ἀστείῳ συμφέρον, οὐκ ἂν ὑπὸ σοῦ μὲν ἐτηρεῖτο, ὑπ᾿ ἐμοῦ δὲ ἐκινεῖτο. ἀλλ’ ἐπεθύμεις, ὡς ἔοικεν, ὑβρίσαι
ἐγὼ μὲν οὖν λέλουμαι καὶ μικρὸν ἀντὶ μείζονος ἤρκεσέ μοι· σὺ δ’ εἰ χλευάζειν ἐπι- θυμεῖς, τοὺς μὲν ἄλλους ἴα χαλεποὶ γάρ, ἐξ ἐμοῦ δὲ χαρίζου τῷ πάθει τοῦ καὶ πληγὴν ἂν ἐνεγκόντος πρᾴως.
Τὰ μὲν πρῶτα γράμματα παράκλησις ἦν γενέσθαι σε δίκαιον εἰς τὸν παῖδα τοῦ διδασκάλου, τὰ οἱ νῦν ἔπαινός τι ὧν ἐποίησας καὶ πάλιν παράκλησις τοῦ τοῖς αὐτοῖς ἐμμένειν.
ὁ γάρ τοι Γαυδέντιος ἦλθεν ὡς ἐμὲ μηνύων τῷ προσώπῳ τὴν ἡδονήν. ἡσθεὶς οὖν, ὅτι ἦν φαιδρός, ἠρόμην, ὅθεν εἴη τοιοῦτος· ὁ δὲ μαθητῶν ἔφησεν εἰς ἐμὲ δικαιότατος Λεόντιος, καὶ διῆλθε τὴν εἰς τὸν παῖδα τιμὴν καὶ ὡς διπλῆ κερδαίνοι λέγειν τε μελετῶν καὶ λαμβάνων.
ταῦτα εἰπὼν ὁ γέρων καὶ τὴν χεῖρα ἄρας πρὸς τοὺς θεοὺς εὔξατό σοι παρ’ ἐκείνων τά τε ἄλλα καὶ τὴν ἀρχὴν ὀρθοῦσθαι. ἴν’ οὖν ἐκεῖνος ἀεὶ ταῦτα αἰτῇ, καὶ σὺ βάλλ’ οὕτως καὶ κτῶ δόξαν τῇ περὶ πάντα ἀρετῇ.
Ἀγροίκιος καὶ Εὐσεβίος τῶν ἐμοὶ πεπλησιακότων ἐστόν· γενομένω δὲ τὼ νεανίσκω ῥήτορε γενναίω τιμῶνται μὲν ὑπ ἐμοῦ, τιμῶνται δὲ ὑπὸ τῶν δεξιωτέρων, ὥστε καὶ τοῖς οἰκείοις αὐτοῖν, εἰ ταράττοιντο, συμβαίνει τῶν βοηθησόντων εὐπορεῖν.
Ἀλέξανδρος τοίνυν οὗτος οὐκ ἔμελλεν ὑπ’ ἐμοῦ περιοφθὴ- σεσθαι συνοικῶν ἐκείνοιν ἀδελφῇ· δῆλον γὰρ ἦν ὡς τῆς μὲν τούτου συμφορᾶς ἡ γυνὴ κοινωνήσει, τῆς δὲ ἐκείνης οὗτοι, τῆς δὲ τούτων λύπης ἐγώ.
σὸν τοίνυν, ὦ ἄριστε, δι’ ἑνὸς τοῦ πρώτου φείσασθαι τοσούτων, τοῦ Γε τελευταίου καὶ φί- λου. καὶ μή με οἴου καθαρὸν αἰτίας ἡγεῖσθαι τὸν Ἀλέξανδρον εἶναι, καίτοι φησὶ καὶ κελεύει τῶν ἐσχάτων αὑτῷ τιμᾶν, εἴ τις ἐξελέγξειεν.
ἐγὼ τοίνυν ὁ ἐλέγχων εὑρέθην αὐτὸν τὸν φεύ- γοντα μάρτυρα καθ’ αὑτοῦ λαβών. ὡς γὰρ ἐν τῷ λόγῳ σῆς ὀργῆς ἐμνήσθη, τοῦτ’ ἔφην ὁμολογίαν εἶναι τῆς ἁμαρτίας ἐκείνου· σοῦ μὲν γὰρ οὐδεπώποτε τοῦτο ἅψασθαι τὸ νόσημα, τὸν δ’ ἴσως τι ῥᾳθυμήσαντα περιστῆσαί σοι τοῦ μέμφεσθαί τι τῶν ἐκείνῳ πεπραγμένων ἀνάγκην.
ἤδη τοίνυν Ἀλεξάν- δρου κατεψηφισμένος Ἀταρβίου δέομαι τοῦ καλοῦ γνώμην τοιαύτην λαβεῖν, ἣ τῶν παρόντων Ἀλέξανδρον ἀπαλλάξει φό- βῶν. ὥστε καὶ ἐμοῖς ἐμοῖς πολίταις ἐγγενέσθαι μαθεῖν ὡς οὐ μάτην Ἄγκυραν ἐμαυτοῦ πατρί καλῶ πάντων ἐφεξῆς παρὰ τῶν ἐκείνης οἰκητόρων τυγχάνων.
Ἀπείληφας ὃν ἐζήτεις, ζητῶ δὲ ὃν εἶχον ἐγώ. σὲ μὶν οὖν καὶ μὴ παρὼν Εὐκαρπίων σὸς ὢν παρεμυθεῖτο, παρεῖχε γὰρ ἐλπίζειν· ἐμὲ δὲ ἀπάραντος οὐκ ἔστιν ὃς πείσει θαρρεῖν.
ἀλλ’ οὐ πάντα γε ζημιοῦμαι διεστηκότος, ἀλλ’ ὅσον εἰς τοὐ- μὸν σῶμα βλάπτομαι, τοσοῦτον ἐν τῷ σῷ κερδαίνω.
Ὅταν τῷ Μικκάλῳ συνδειπνῇς, μὴ παραναλώσῃς τὸν τοῦ δείπνου χρόνον εἰς σκώμματα κοὶ τὸν ἀπὸ τούτων γέλωτα, ἀλλὰ γενέσθω τοῦ πῶς δεῖ ἄρχειν διδαχή. καὶ σὺ μὶν παίδευε, μανθανέτω δὲ ἐκεῖνος. μισθὸς δὲ ἔσται σοι τὸ τὸν Μίκκαλον εὐδοκιμεῖν.
οὗτος μὲν οὖν ἐν Θρᾴκη δείξει τὸν διδάσκαλον καλῶς, σὺ δέ μοι γνώμης τῆς αὐτῆς ἔχου κατὰ τὸν Ξαν- θίππου παῖδα πρὸς τὴν οἰκίαν τοῦ Μαξίμου. καὶ πολλὰ ἂν εἶπον εἰς παράκλησιν, εἰ μὴ βέλτιον ᾔδειν τοῦτο ποιήσοντα Μίκκαλον τοῦ γράφοντος ἐν ἐπιστολῇ.
Τό τε μὴ προσειπεῖν σε διὰ τοῦ χρηστοῦ Μικκάλου δει- νὸν ἡγούμην τό τ’ αὖ μηκύνειν διὰ τούτου γράφοντα τῶν ἀτόπων· οἶδέ τε γὰρ ἃ φρονῶ καὶ λέγειν ἂν δύναιτο.
οὔκ- ουν ἠξίουν μακρὰν ποιεῖν ἐκείνῳ τὴν σιωπὴν ἐν τῷ μήκει τῆς ἐπιστολῆς, ἀλλ’ αὕτη μέν σοι πληρούτω τῆς προσρήσεως τὸν νόμον, παρ’ ἐκείνου δὲ πεύσῃ, τί ποιῶν οὐ μέμψῃ σαυτόν.
Τῶν πολλῶν ἐκείνων καὶ γενναίων λόγων, οὓς τὸ μὲν πρῶτον ἐν Φοινίκῃ, μετὰ ταῦτα δὲ τῇδε, νῦν δὲ πράττεις ἐν Παλαιστίνῃ τῇ καλῇ — πῶς γὰρ οὐ καλὴ τοῦ γε παρὰ σοὶ κάλλους ἐρῶσα; — τούτων δὴ τῶν γενναίων ἐγγόνων οὐχ ἥττω σοι δόξαν ἤνεγκαν οὓς Εὐτρόπιος ἐποίησε.
καὶ γὰρ οὗτοι σοὶ τοῦ γε σπείραντος, ὥστ’ ἔδοξεν οὐ μᾶλλον τῇ μορφῇ τὴν συγγένειαι μηνύειν ἡ τῷ τύπῳ τῶν λόγων, ἐν οἷς δει- κνύει μετὰ ῥώμης δρόμον, τοῦτο δὴ τὸ ὑμέτερον.
οὕτω δὲ ὢν ῥήτωρ ἀγαθὸς οὕτως ἐστὶ χρηστός, ὥστ’ αἰσθόμενος ὅτι με βούλοιο τιμᾶσθαι πᾶσιν οἷς εἰς σέ, καὶ πρὸς ἐμὲ κίχρηται καθάπερ ἐμὸς ὢν ἀδελφιδοῦς τι καὶ μαθητής
τοιγαροῦν καὶ αὐτὸς εἰς τοὺς πάλαι συνήθεις τὸν ἄνδρα ἐνέγραψα καὶ πρὸ πολλῶν γε τῶν πάλαι, παρῄει γὰρ δὴ πολλοὺς ἐν τῷ φιλεῖν. ὅθεν αὐτῷ καὶ τὰ μικρὰ τῶν ἐμῶν — πάντα δὲ οἶμαι μικρὰ τἀμά, τί γὰρ ἄν τις αὑτὸν ἀγνοοίη καὶ ταῦτα βοῶντος ἀνδρὸς σοφοῦ δεῖν γιγνώσκειν αὑτόν; — ἀλλ᾿ αὐτῶν γε τούτων καὶ τὰ σμικρότατα ἠγάπα καὶ οὐκ ἔστιν ὃ ἐγὼ μὲν εἶπον, ὁ δὲ οὐκ ἀκήκοεν, οὐδ’ αὖ ἤκουσε μέν, οὐ σὺν ἐπαίνω δέ.
οὗτος τοίνυν ὁ καλὸς κἀγαθὸς καὶ δίκαιος εἶναι βου- λόμενος ἔστιν ὅ τι με ἠδίκησε. καὶ σκόπει γε τὴν γραφήν ὴδίκηκέ με Εὐτρόπιος τὸν λόγον, εὖ μὶν ποιῶν Ἀκάκιος ἔγραψεν, εὖ δὲ ποιῶν ἔπεμψε, τῷ βασιλεῖ δεδωκὼς πρὶν ἐμοί
καὶ τὴν μὲν αἰτίαν ἐπὶ τὸν πρεσβύτην οἴσει, καὶ γὰρ πρὸς ἐμὲ τοιαῦτα ἐσοφίζετο· σὺ δὲ μὴ πίστευε, οὐδὲ γὰρ ἐγώ. καὶ γὰρ εἰ σφόδρα ἐστὶ δεινός, ἀλλὰ πρότεροι γεγόναμεν ἐγώ τε καὶ σύ. πάντως δὲ οἶδεν ἃ τοῖς πρεσβυτέροις δέδωκεν Ὁμη- ρος.
λεγέτω μὲν οὖν μηδέν, ἔργῳ δὲ ἀπολογείσθω, καὶ μι- μείσθω τὸν Ἀχιλλέα κύριος ὤν, ὥσπερ ἐκεῖνος, ἰᾶσθαι τὸ τραῦμα.
οἶδε μὲν παρὰ φίλον σε καὶ πρόθυμον εἰς αὑτὸν ἐσό- μένον ἥξων Εὐτρόπιος εἰδώς, ἡλίκος ἐστὶν ὁ θεῖος αὑτοῦ παρὰ σοί· βουλόμενος δέ σε τὴν χάριν, ἣν μέλλεις ἐκείνῳ δώσειν, δοῦναι ταύτην ἀμφοτέροις, ἐμοί τε κἀκείνῳ, γράμματα λαβὼν ἧκεν ἐμά.
δῆλος οὖν ἐστι πάντα τρόπον τῇ σῇ συναγωνι- ούμενος δόξῃ δι’ ὧν δύ’ ἀνθ’ ἑνὸς ὑπευθύνους σοι καθίστησι χάριτος. ὅταν οὖν τοῦτον ἀμείψῃ πολλοῖς τε καὶ μεγάλοις, δίδασκέ με τὰς εὐεργεσίας γράφων, ἕν’ οὗτος μὲν ἔργῳ κερ- δαίνῃ, τὸ δὲ ἥδεσθαι κοινὸν Εὐτροπίου τε ᾖ καὶ ἐμοῦ.
Οὐδὲν θαυμαστὸν εἴ τις ἐν Ἀγκύρᾳ τεχθεὶς ὥρμησεν ἐπὶ τέχνην τῶν σεμνοτέρων· ἀγαθῶν γὰρ φύσεων ἡ πόλις ὑμῖν εὔφορος.
ἀπέδωκε δὴ καὶ Ἀχίλλιος οὑτοσὶ τὸ εἰκὸς ἀντὶ τοῦ τρυφᾶν οἴκοι γενέσθαι βουληθεὶς ἰατρός. καλὸν δὲ αὐτοῦ τὸ μηδεμίαν τῶν πόλεων — πολλαὶ δὲ αὗται καὶ ὅσαι μεταξὺ τῆς τε Ἀλεξάνδρου καὶ τῆς ἡμετέρας — τούτων τοι νυν οὐκ ἔστι μὲν ἥτις οὐκ ἠβουλήθη τὸν ἄνδρα κτήσασθαι καὶ τῆς τέχνης ἀπολαύειν, οὐκ ἔστι δὲ ἥτις ἠδυνήθη πειρω- μένη πεῖσαι.
χρηστοὺς μὲν γὰρ ἐκείνους ἡγεῖτο καὶ ἔχαιρεν ἐπαινούμενος, πάντα δὲ ὑμῶν δεύτερα· καίτοι φόβους μὲν ᾔδει παρὰ τῆς Τύχης ἐγηγερμένους οἴκοι — τοῦ πατρὸς γὰρ αὐτῷ τεθνεῶτος ἐπ’ αὐτὸν οἱ θόρυβοι χωροῦσιν — ἀλλ’ ὅμως τῆς παρ’ ἄλλοις εὐδαιμονίας τὰς παρ’ ὑμῖν φροντίδας ἡδίους ἔθετο.
εἴη ἂν οὖν τῆς σῆς φιλοτιμίας τε καὶ ἀν- δρίας καὶ ἡμερότητος πρᾶξαι ταῦτα δι’ ὧν ὅτι καλῶς ἐποίει πρὸς ὑμᾶς ἐπειγόμενος εἴσεται. καταφεύξεται μὲν γὰρ εὐθὺς ἐπὶ σέ, τοῦτο γὰρ αὐτός τε ᾖδε καὶ ἐγὼ παρῄνουν, σὺ δ’ εὐθὺς ἐνδείκνυσο τοῖς δυναμένοις λυπεῖν, ὅτι οὐκ ἐπιτρέψεις.
οἱδ’ οὐχ οὕτως ἔσονται θρασεῖς ὥστ’ ἄκοντος Ἡρακλέους ἐπιχειρεῖν ἐλαύνειν Ἀχίλλιον. δῆλον γὰρ ὡς ἐπ’ αὐτοὺς ἥξει τὰ βέλη. αἱρήσονται οὖν μήτ’ ἀδικεῖν μήτε βάλλεσθαι.
εἰ δὲ οὕτω ταῦθ’ ἕξει, ὁ μὲν καθ’ ἡσυχίαν χρήσεται τῇ τέχνῃ, σοὶ δὲ ἔσται παρὰ μὲν ἡμῶν ἔπαινος, παρὰ δὲ Ἀσκληπιοῦ τὸ μηδὲν ἰατροῦ δεῖσθαι, τοῖς δὲ νέοις ἔρως τοῦ μανθάνειν τι σπου- δαῖον ὁρῶσι τοὺς μεμαθηκότας ἐκ δεινῶν σωζομένους. εἶναι δέ σε τοιούτων αἴτιον ἐν τῇ πόλει μεῖζον τῶν εἰς τὴν πόλιν ἀναλωμάτων.
ταύτην ἐγὼ δέδωκα τὴν ἐπιστολὴν πολλὰς ἐκ Παλαιστίνης Ἀχιλλίου πρὸς τὸν ἄρχοντα κομίζοντος. ἐννόει δή, τίνι γνώμῃ προσέθηκα ταῖς πολλαῖς τὴν μίαν· ὀρθῶς μὲν γὰρ ἡγοῦμαι βεβουλεῦσθαι, σιγᾶν δὲ τὴν αἰτίαν κρεῖττον ἢ γράφειν·
Ἐπιμελοῦ τῶν ἱερῶν, ὦ καλὲ Βάκχιε, καὶ πλήθει θυσιῶν καὶ τελετῶν ἀκριβείᾳ καὶ τῷ τὰ κείμενα ἀνιστάναι. δεῖ γάρ σε καὶ περὶ τοὺς θεοὺς εὐσεβεῖν καὶ τῷ βασιλεῖ χαρίζεσθαι καἰ τὴν πατρίδα καλλίω ποιεῖν. δίδου μέντοι καἰ χάριτας ἐν τῷ φυ- λάττειν τὴν σπουδήν. θεάς τε γὰρ οὔσας οὕτω τιμήσεις τὰς Χάριτας καὶ ἅμα ἔξεστι μήτ’ ἐκείνων ἀμελεῖν καὶ πρᾷον εἶναι.
γενοῦ δή μοι τοιοῦτος ἐν οἶς εἰσπράττεις Βασιλικὸν με ρίσας αὐτῷ τὴν καταβολήν, ὥστε τὸ μὲν θεῖναι, τὸ δὲ εὐτρε- πίσαι. τῶν γὰρ Αἰμιλιανοῦ τρόπων ἐπελάβετο μὲν οὐδείς ἐγὼ δὲ καὶ ἐπαινέτης. οὐ γὰρ ἦν τῶν ὑβριζόντων καὶ ταῦτα ἐνόν, εἴπερ ἐβούλετο.
δῶμεν δὴ μισθοὺς αὐτῷ τῆς καλο- κἀγαθίας ἀφελόντες τῆς εἰσπράξεως οὐ τὸ ἐπείγειν, ἀλλὰ τὸ λίαν.
Ἐγὼ Ἀριστοφάνει τὰς ἀμοιβάς, σὺ δὲ ἀπέδωκας ἐμοὶ τοῦ περὶ σὲ φίλτρου λαμπροῦ τε καὶ σφοδροῦ καὶ οὔτε θεοὺς οὔτε ἀνθρώπους λανθάνοντος· ὡς νῦν γε μικροῦ πέτομαι πρὸς ὕψος ἀρθεὶς ὑπὸ τῆς ἐπιστολῆς ἐλπίδας τε ἐνεγκούσης καὶ τὸν λόγον μοι κοσμούσης. καὶ μικρά μοι πάντα ἤδη φαί- νεται, Μίδου πλοῦτος, κάλλος Νιρέως, Κρίσωνος τάχος, Πολυ- δάμαντος ῥώμη, μάχαιρα Πηλέως.
δοκῶ δ’ ἄν μοι μηδ’ ἂν τοῦ νέκταρος μετασχὼν ἡσθῆναι μᾶλλον ἢ νῦν, ὅτε μοι βασιλεύς, ὃν πάλαι Πλατῶν ζητῶν ὀψέ ποθ’ εὖρε, τήν τε γνώμην ἐπῄνεσε τόν τε λόγον ἐθαύμασε καὶ τιμῶν τῇ τοῦ δώσειν ὑποσχέσει τῷ μετ’ ἐμοῦ σκοπεῖν ἐθέλειν ὃ δοῦναι δεῖ, τιμᾷ μειζόνως.
οὐκ ἄρα ὁ τὴν αἶγα τὴν οὐρανίαν ἐπιτέλ- λουσαν παρατηρῶν παντὸς ἂν τύχοι, ὅπου γε ἐμοὶ τοῦτο οὐ σπουδάσαντι τὰ μέγιστα γίγνεται, κἂν δεηθῶ του καλοῦ, βασι- λεὺς ἕτοιμος εἰς τὴν χάριν θεὸν τὴν ἐν οὐρανῷ μιμούμενος;
ἡ μὲν οὗν ἐπιστολή σου προσκείσεται τῷ λόγῳ μηνύουσα παισὶν Ἑλλήνων ὡς οὐ μάτην ἐξεπέμφθη τὸ βέλος, καὶ φιλο- τιμήσεται τοῖς μὲν ὑπ’ ἐμοῦ γεγραμμένοις Ἀριστοφάνης, τοῖς ὑπὸ σοῦ δὲ ἐπεσταλμένοις ἐγώ, μᾶλλον δέ, ἀμφότεροι τοῖς τε ἐπεσταλμένοις τοῖς τε δοθησομένοις σεμνότεροι γὰρ ἀμφοτέ- ροις ἀμφότεροι.
δεῖ σε τὸν φόβον Ἀριστοφάνους μαθεῖν, ὅπως ἂν καὶ γελάσαις. τῶν τις εἰσιέναι παρὰ σὲ δείλης εἰω- θότων ἥκων ἐπὶ θύρας, εἶτα κωλυθεὶς ὡς σοῦ τινα ποιοῦντος λόγον ἤγγειλεν ἡμῖν, καὶ φόβος εὐθὺς μὴ παλαῖσαι προελό- μένος πρὸς τὸν λόγον καταβάλῃς μὲν τὸν διδάσκαλον, Ἀριστο- φάνει δὲ τὸ Νείλου περιστήσῃς κακόν.
δρόμος οὖν παρὰ τὸν καλὸν Ἐλπίδιον, ὁ δὲ μαθὼν ἐφ’ ᾧ δεδοίκαμεν ἀνεκάγ- χασεν. εἶθ’ οὕτως ἀνεπνεύσαμεν καὶ μικρὸν ὕστερον δεχό- μέθᾳ τὴν καλὴν ἐπιστολήν
Τὸ μὲν ἡμέτερον ἦν ἐπιθυμία τις οὐ παντάπασιν ἔξω λόγου, τὸ δὲ σὸν συμβουλὴ σωφρονεστέρα. οἶς δ’ ὁ γέρων μετέῃσι, φησὶ τὸ ἔπος, ὅπως μηδὲν ἁμαρτήσονται σκέψεται
καὶ χαλεπανεῖς μὲν ἴσως, εἰ γέροντα ἐγώ σε καλῶ καθάπερ αὐτὸς ὢν ἐν ὑπήνη πρώτῃ ἐγὼ δὲ εἶναι μὲν γέρων ὁμολογῶ, καὶ γάρ, ἢν ἀρνῶμαι, παρὰ τῆς κεφαλῆς ὁ ἔλεγχος· εἶναι μέν- τοι παρὰ σοὶ γῆρας πλέον φαίην ἂν ἀναμιμνησκόμενος τῆς τε ἐμαυτοῦ καὶ σῆς ἐν διδασκαλείοις ἡλικίας. οὐδὲν οὖν θαυμα- στὸν εἰ μετὰ τοῦ σαυτοῦ παιδὸς καὶ τὸν σοῦ νεώτερον παι- δεύεις ἐμέ.
ὡς οὖν καὶ ταύτην δεξαμένου τὴν παραίνε- σιν καὶ τἄλλα πεισομένου λέγε καὶ συμβούλευε ταῦθ’ ἅπερ ἂν ἄριστα νομίσῃς
Εἰ ταῦτα γλώττης ἀργοτέρας, τίς ἂν εἴης αὐτὴν ἀκονῶν; ἀλλὰ σοὶ μὲν ἐν τῷ στόματι λόγων οἰκοῦσι πηγαὶ κρείττους ἢ δεῖσθαι ἐπιρροῆς· ἡμεῖς δὲ ἢν μὴ καθημέραν ἀρδώμεθα, λείπεται σιγᾶν.
τὸν λόγον δὲ ζητεῖς μὲν ἔρημον βοηθοῦ λαβεῖν καὶ διὰ τοῦτό σοι Πρίσκος ὁ καλὸς μέλλει, δέχου δὲ ὅμως. πάντως ὅ τι ἂν γνῷς, στέρξομεν.
Οὐκ ἀγνοουμένους συνίστημί σοι τοὺς ἰατρούς, ἀλλὰ δι’ ἀνδρῶν ἐγνωσμένων, οἶμαι δὲ καὶ φιλουμένων, γράφω.
φι- λῶν δέ, οἶμαι, μετὰ μὲν εὐνοίας ἀμφοτέρους ὄψει, θατέρῳ δὲ βοηθήσεις. δεῖ γὰρ τῷ μὲν ἡμέρου βλέμματος, τῷ δὲ καὶ συκ- μαχίας. ἐν γὰρ ἐλπίσι πόλεμος, ὃν μετὰ μόνης ἂν διαφύγοι τῆς Ἀθηνᾶς, ἣν οἴκαδε ἐλθὼν εὑρήσει.
Παλαιᾶς τινος εὐεργεσίας Σωπάτρῳ τούτῳ χάριν ὀφείλω· τυχον μὶν γὰρ Ἀθήνηθέν πότι πορευόμενος ἐπὶ Θρᾴκης, Μου δὲ γενομένου πολλοῦ καταφεύγω Πλαταιᾶσιν εἰς οἴκημα φαῦλον, εἰς ὃ καὶ αὐτὸς οὗτος ὑπὸ τοῦ αὐτοῦ καταφεύγει.
τὸ μὲν οὖν πρῶτον λόγος ἦν ἡμῖν ὁ σφοδρὸς ὑετὸς καὶ οἵαν ἐργάσεται τὴν ὁδόν· ἔπειτ’ ἀλλήλους ἡρωτῶμεν, οἶ σπεύ- δομεν. ὡς δὲ ἐγένετο δῆλον ὅτι πρὸς τὸ αὐτὸ χωρίον, καὶ προσέθηκα τὸ βαδίζειν ἐπὶ συνουσίᾳ νέων, ὁ μέν, καὶ γὰρ ἤ τῷ ἄρχοντι φίλος, ἥσθη δύναμιν ἔχων εὖ με ποιεῖν, ἐγὼ δὲ Ἑρμοῦ δῶρον τὸν ἄνθρωπον ἡγούμην. ἥ τε οὖν ὁδὸς οὐ χείρων ἡμῖν ἑορτῆς, καὶ ὡς ἥκομεν ἐπὶ τὸν Βόσπορον, ἐμ βαίου τὰς ὑποσχέσεις.
ἐγὼ δὲ τῆς μὲν χάριτος ἐμεμνήμην, ἀποδοῦναι δὲ ἐπεθύμουν, καιρὸν δὲ ἐζήτουν, ὁ δὲ εὖ ποιῶν ἥκει· σοῦ γὰρ ἐφεστηκότος Ἀραβίᾳ γένοιτ’ ἄν τι τῷδε καλὸν ἐμοῦ δεομένου.
δέομαι δή σου τὸν πρεσβύτην τοῦτον πρῶ- τὸν ἢ ἡδέως ὁρᾶν, ἔπειτα ἀπόντα ζητεῖν καὶ τρίτον ἰσχυρό- τερον τῶν βιαζομένων ποιεῖν, ὅπως ἂν ὧν ἔλαβον παρ’ αὐτοῦ τὸ μέτρο· τοῖς διὰ σοῦ διδομένοις παρέλθω.
Ὠρίων γίγνεταί μοι φίλος ἐπὶ τῶν προτέρων χρόνων τῆς τε μητρὸς ἡμᾶς συναγούσης καὶ ἅμα χρηστὸς δοκῶν καὶ τοὺς τῇ δυνάμει κακῶς χρωμένους οὐ μᾶλλον μιμούμενος ἢ μεμ- φόμενος.
ἤκουον δὲ καὶ τῶν τὴν Βόστραν οἰκούντων ὡς οὔτε πολεμοῖ τοῖς ἱεροῖς ὄνθ’’ ἱερεῖς ἐλαύνοι πολλοῖς τε λύσειε συμφορὰς πρᾳότατα καταστησάμενος τὴν ἀρχήν.
τοῦτον ν9ν εΙδον κατηφῆ καὶ συνεοταλμἐνον. καὶ δάκρυα πρὸ τῶν λόγωνἀφεὶς ἐγὼ μόλις τὰς τῶν παθόντων ἐμοῦόιαπέφευγαχεῖραςλυπήσαςμὲνοὐδέναοὐδέν, ἡνίκα ἐξῆν, μικρο9 δὲ διασπασθείς. καὶ προσετίθει φυγὴν ἀδελφοῦ καὶ γένους ὅλου πλάνην καὶ γῆν ἄσπορον mxI σκευῶν ἁρπαγήν.
ὧν οὐδὲν οἶδα τὸν βασιλέα βουλόμενον, ἀλλ’ εἰ μέν τις ἔχει τῶνἱερῶνχρημάτων, εἰσπρατ- τέσθωφησίν·εἰδὲμή,μήτεἀτιμαζέσθωμήτεκακού- σθω.
ἀλλ’, οΙμαι, τῶν οὐδὲν ἐχόντων ἐγκαλεῖν τὸ τῆς χώρας ἐκβαλεῖν ἐστιν, ἐπεὶ οΙς γε ὑπῆρχεν ἐλέγχειν, μᾶλλον ἂν ἐκάλουν φεύγοντας ἢ ὅπως μεταστήσονται ἔπραττον
ἀλλ’ ἐκεῖνοι μὲν οὐκ εἰσιν ἄδηλοι τῶν ἀλλοτρίων ἐπιθυ- μοῦντες ἐν τῷ τοῖς θεοῖς προσποιεῖσθαι βοηθεῖν· τὸν δ’ αὖ ἄρχοντα καλόν, ἄλλως τε καὶ σέ, τοὺς μὲν κατάγειν κηρύγματι. τοῖς δὲ προειπεῖν μὴ Μυσῶν λείαν οὓς ἐθέλουσι ποιεῖσθαι, ἀλλ’ ἀποδοῦναι μὲν ἃ παρὰ τοὺς νόμους ἔχουσι, χρήσασθαι δὲ τοῦ λοιποῦ τοῖς νόμοις
ἂν ταῦτα, ὦ ἄριστε, τοῖς μὲν ὑπόσχῃ, τοὺς δὲ ἀναγκάσῃς, τοῖς μὲν ἀποδώσεις τὴν αὑτῶν, τοὺς δὲ ποιήσεις βελτίους. Εὐκλαδίου δὲ κατελθόντος ἐπάν εισι μὲν Ὠρίων, ἐπάνεισι δὲ τὸ διεσπαρμένον, δόξω δὲ ἐγὼ μὲν ἀτυχοῦντος οὐκ ἠμεληκίναι φίλου, σὺ δὲ φίλῳ παραι- νοῦντι πεπεῖσθαι.
Ἐγὼ Φρυγίαν μὲν οὐκ εἶδον, τιμῶ δὲ λίαν, οὐ μᾶλλον διὰ τὸ βεβοσκηκέναι τὸν βέλτιστον Αἴσωπον ἢ ὅτι τοῖς γεν- ναίοις ἄρχουσιν ἀθανάτους τηροῦσι τὰς χάριτας. πολλούς γε μετὰ τὸν χρηστὸν Ἰουλιανὸν ἡγεμόνας ἀριθμοῦντες τοῦτον εὐεργέτην καλοῦσι.
καὶ τοῦ χρόνου τὸ μῆκος οὐκ ἤμβλυνε τὸ φίλτρον, ἀλλ’ οἴκοι τε αὐτὸν ᾄδουσι κοινῇ καὶ τοῖς δεῦρο ἰοῦσιν ὥσπερ τις θεὸς ὁρᾶται Φρύξ τε ἅπας ὡς ἡμᾶς ἥκων ἡδέως ἂν ἀγείρας εἰς τὸ θέατρον τὴν πόλιν τὰ τοῦδε πρὸς αὐτοὺς διέλθοι. διὸ καὶ τοῦτον πρόθυμον ἔτι καὶ νῦν εἰς αὑ- τοὺς ἔχουσι βοηθοῦντά σφισιν ὅσα ἔξεστιν ἀπὸ τοῦ παρόντος σχήματος.
ἡ τοίνυν παροῦσα βοήθεια γράμματά ἐστι πολλὰ δεόμενα σοῦ Θευδιανὸν τοῦτον ἐπιεικῆ τε νομίζειν καὶ ἄξιον εὖ πράττειν. τούτων δὲ τῶν γραμμάτων τὰ μὲν αὐτοῦ τοῦ φίλου Φρύγων τε καὶ σοῦ, τὰ δ’ ἡμῶν αὐτοῦ κελεύοντος, οὐχ ὡς οὐ πείσοντος ἄνευ ἡμῶν, ἀλλ᾿ ἐρωτικόν τι πέπονθε πάν- τας συμπνεῖν ἐθέλων ὑπὲρ τῶν αὑτοῦ παιδικῶν.
ταυτὶ δέ σοι τὸ κέρδος, εἰ μηδὲν πλέον ὧν τότ’ ἂν ἔδωκας νῦν διδοὺς πολιοῖς ἀνθ’ ἑνὸς καταθήσῃ τὴν χάριν.
Ἐπράχθη σοι ὧν ἐδέου, καὶ χρῶ τῇ τε γνώμῃ σαυτοῦ καὶ τοῖς τοῦ πάππου χρήμασιν ἐν τῇ τοῦ πάππου πόλει. ταῦτα δὲ ἐπράττετο πολλῶν ἁρπαζόντων τὴν διακονίαν κοὶ ζητοῦν- τος ἑκάστου τὸ ἔργον αὑτοῦ γίνεσθαι. ἐντεῦθεν καὶ αὐτὸς ἐγενόμην τῶν ὅτι τέλος ἔχει μαθόντων πρίν τι συμβαλέσθαι μέρος.
ἢν οὖν τις ἐπιγράφῃ με τῳ τροποίῳ, μέμνησο τοῦ Μαραθῶνι τροπαίου καὶ τῶν μὴ συμμεμαχημένων μὲν Λακε- δαιμονίων, ἐγγεγραμμένων δέ οὕτω γὰρ ἥκιστα παρακρου- σθήσῃ.
Τοιοῦτος ἦν ἐκ παιδὸς ὁ Διόφαντος· σώφρων, ἐπιεικής, ἐθελουργός, τοῖς βελτίστοις ἀρέσκων εἰ οὖν εἰς τὸ αἷμα τῆς ἀρετῆς τὸ πλέον ἔρχεται, σοὶ δεῖ τὴν χάριν ἔχειν κἀμὲ καὶ Διόφαντον τὰ σὰ καλὰ διὰ μέσης τῆς μητρὸς ἐδέξατο.
εἶναι μὲν οὖν αὐτὸν εἰς ἐμὲ χρηστὸν καὶ ἔσεσθαι πιστεύω· ποιείσθω μέντοι πρὸς ἐμὲ τὰς ἀμοιβὰς ἀπὸ τοῦ πειρᾶσθαι λέγειν, τῶν δ’ ἄλλων ἀφείσθω φροντίδων.
Ἀχίλλιος οὑτοσὶ καὶ συνεφοίτησέ μοι καὶ παῖς αὐτῷ τρέ- φεται παρ’ ἐμοὶ φύσεως τε ἐγρηγορυίας καὶ πονεῖν εἰδώς. τὸν δὲ Ἀχιλλίου τρόπον ἀρκεῖ δηλῶσαι τὰ περὶ τὴν οὐσίαν, ἣν οὐ μεγάλην ἐκ μικρᾶς ἐποίησε κακῶς, ἀλλ’ ἐκ πάνυ μεγά- λῆς μικρὰν τοῖς περὶ τὴν πόλιν ἀναλώμασι.
καὶ νῦν ἥκει λειτουργήσων, δεῦρο δὲ ἀφῖκτο τὸν υἱὸν ὀψόμενος. δύο γὰρ δὴ ταύτας ἔχει φροντίδας, τὸν παῖδα καὶ τὴν πόλιν. ἔστι οἶμαι, καὶ τὸ τοῦ παιδὸς τῆς περὶ τὴν πόλιν προνοίας· ὡς ὅσοι τῆς τῶν υἱέων ἐπιμελοῦνται διανοίας, πολὺ μεῖζον εὖ ποιοῦσι τὰς αὑτῶν ἢ ὅταν χορηγῶσι λαμπρῶς.
σὺ τοίνυν κἀκεῖνο τιμῶν καὶ τοῦτο ἐπαινῶν καὶ τοὐμὸν ἐννοῶν ποίει, ὅπως κούφῳ χρήσεται τῷ φορτίῳ.
Εἴ μοι χρυσὸν ἀποστέλλων πολύν τε καὶ Κολοφώνιον ἢ ἄλλο τι χρυσοῦ τιμιώτερον ἄνευ γραμμάτων ἀπέστελλες τὸ δῶρον, οὐκ ἂν οἴει τὸ πρᾶγμα ἄτοπον εἶναι καὶ φιλοῦντος μέν, οὐ θαρροῦντος δέ;
εὖ τοίνυν ἴσθι πρὸς τὴν αὐτὴν ἀτοπίαν ἥκων μετὰ σιγῆς πέμψας τοὺς υἱεῖς. μᾶλλον γὰρ ἂν ἦν εἰκὸς οἴκοι τούσδε κατέχοντα νόμῳ προσρήσεως γράφειν ἢ διδόντα μοι τοὺς παῖδας ἐπιστολὴν μὴ τολμῆσαι προσθεῖναι.
ἀλλὰ σὺ μὲν ἀπολογίαν ζήτει, ζητήσεις δέ, οἴμαι, τὸν πάντα χρόνον, οὐ γὰρ εὑρήδεις· ἐμὲ δὲ οὐ ποιήσει πρὸς τούτους ἀργότερον τὸ μὴ γράμματα λαβεῖν οὐ μόνον διὰ τὴν πόλιν ὑμῶν, ἣν οἶμαι δεῖν οὐχ ἧττον ἢ τὴν ἐμαυτοῦ φιλεῖν, ἀλλ’ ὅτι καὶ πρὸς λόγους ἐρρῶσθαί μοι δοκοῦσι καὶ πρὶν ὶδεῖν ἐμὲ τῶν ἐμῶν εἱστιῶντο.
Νέοι μὲν οὐκ ὀλίγοι παρ’ ὑμῶν ὡς ἡμᾶς, γράμμα δὲ οὐδὲν παρὰ σοῦ. πότερον δή σε χάρτου φείδεσθαι φῶμεν ἢ μέλανος; οὐ γὰρ δὴ λόγων γε τῶν πρὸς ἐπιστολὴν ἀπορεῖς, ὅς γε ῥεῖς ἐν δικαστηρίοις ὑπὲρ τὰς κρήνας.
ἴσως ὅτι τὸν πλοῦτον, ὃν ἔκρυπτες, ἐκδιδοὺς τὸ θυγάτριον ἔδειξας σεμνὸς ἡμῖν γέγονας. ἐγὼ δέ σε ἠξίουν νῦν μέτριον εἶναι, τότε μὶν γὰρ αὐτὸς πλούσιος ἦσθα, νῦν γε κηδεστὴς πλουσίου. τοῦτο δέ ἐστιν ἕτερον ἔχειν τὰ σά.
μᾶλλον οὖν σε νῦν εἰκὸς καὶ μεμνῆσθαι τῶν φίλων καὶ τὰ τοῦ μεμνημένου ποιεῖν, ὅπως καὶ συμμάχους ἰπὶ τὸν κηδεστὴν ἔχῃς, ἢν ποιῇ τὰ τῶν πολλῶν κηδεστῶν, οἱ τὰ μὶν ἔχοντες, εἰς δὲ τὰ βλέποντες μάχονται.
Μόλις ἥψω τῶν σαυτοῦ καὶ γέγονας ἐπιστάτης τῶν τῇ σῇ πρεπόντων φύσει. πρότερον δὲ ἄρα Ἡρακλῆς ταλασίας ἠναγκάζου φροντίζειν κοὶ λύειν στάσεις ἀνθρώπων, οἶς ἡδέως ἂν προσέθηκας πολέμους.
ἀλλ’ ἐκεῖνα μὲν εὖ ποιοῦντα οὄχε- ται, τὰ δὲ νῦν βωμοὶ καὶ νεῴ καὶ τεμένη καὶ ἀγάλματα κο- σμούμενα μὲν ὑπὸ σοῦ, κοσμοῦντα δὲ σὲ καὶ γένος.
ἔχων δὴ τηλικούτους συμμάχους κωφὰ μὲν ἡγοῦ τὰ τῶν ἀνοσίων βέλη, κάθιζε δὲ κλάοντας τοὺς καταγελάσαντας πολὺν δὴ χρό- νον τῶν βελτιόνων. ὀφείλεις δὲ χάριν τοῖς θεοῖς πατὴρ γε- γονώς. ἣν ἀποδοῦναί σε χρὴ βοηθοῦντα τῶν ἱερῶν τοῖς κει- μένοις.
ταυτὶ μὲν οὖν οἶδ᾿ ὅτι ποιήσεις, ὥστ’ εἶναι πολὺ τὰ διὰ σοῦ τῶν ἑτέρωθι καλλίω· τὰ δ’ ἡμέτερα, μικροῦ με τοῦ θέρους ἡ κεφαλὴ κατηνάγκασεν αὐξηθέντος τοῦ κακοῦ χρησμῷ κιβδήλῳ.
νοσῶν δὴ τὸ σῶμα πῶς ἂν δυναίμην οἶος πρὶν εἶναι περὶ τοὺς λόγους, ὃς οὐδὲν οὔτε λέγειν οὔτ ἀκούειν βούλομαι πλὴν περὶ τῆς κεφαλῆς;
ὕμνηται μὲν οὖν ὁ γενναῖός μοι βασιλεύς, βραχεῖ δέ τινι μάλα λόγῳ· φασὶ δὲ αὐτὸν εἶναι καλόν, ἀλλ’ ἐγὼ οὐ πείθομαι, καὶ διὰ τοῦτο κρύψας ἔχω ἢν οὗν παρέλθῃ τὸ νέφος καὶ τῆς Αἴτνης ἀπ- αλλαγῶ καὶ κομίσωμαί τινας δυνάμεις, καὶ γράψω τι τοῦ πέμ- πειν ἄξιον, ὃ πρὸ ὑμῶν ληψόμενος οὐκ ἔσται.
Ἀλλ’ ὅ γε Κέλσος, ἀνήρ, ὡς οἶσθα, ψεύδεσθαι οὐκ εἰ- δώς, ἰδεῖν τε ἔφησε τὰ βιβλία καὶ λαβεῖν Διοτίμου διδόντος αὐτοῦ λέγοντος εἶναι δεσπότου.
ἔοικεν οὖν ὁ Διότιμος ἵππῳ μετ’ ὄνον ἐντυχὼν καταπεφρονηκέναι ἐμοῦ τοῦ ὄνου καὶ νομίζειν ἢ τοῦ μηδενὸς ἄξιον ἢ φόβου μὴ κακὸς ἀποδοῦ νᾶι γενοίμην.
σὺ οὖν ἐγγύησαί με καὶ παῦε τὸ δέος αὐτῶ καὶ πεῖθε μήτ’ ἐμὲ πονηρὸν ἡγεῖσθαι μήτε σὲ ἐξαπατᾶν. εἰ δ’ <ὁ> αὐτὸς εἴη, λείπεται παρ’ ἑτέροις ζητεῖν, μᾶλλον δὲ δτηθι καὶ τούτου τοῦ πόνου καὶ τοῦ περὶ τὸν Ὅμηρον· ὁρῶ γὰρ ὅτι γλαῦκα Ἀθήνησιν οὐκ ἔστιν εὑρεῖν.
Ἔδει μέν σε καλλίω γνώμην ἐσχηκέναι προσιόντος φίλου καὶ νῦν ἂν ἦσθα τῶν ἀπολαυόντων τοῦ καιροῦ· ἐπεὶ δέ σε φόβος μάταιος ἐξέκρουσε λογισμοῦ, χάριν εἰδέναι δεῖ τοῖς θεοῖς, ὅτι τὴν δίκην ἐν τῷ προσλαβεῖν τι δεδώκαμεν.
ἀλλὰ σοί γε ἡμεῖς οὐκ ἂν χάριν <εἰδείημεν> ᾧ γυναικὸς καὶ παίδων ἐφάνη τι τιμιώτερον. τερπόμενος γὰρ οἰκοδομίᾳ καὶ θα- λάττῃ καὶ τρυφώσῃ πόλει βελτιόνων ἀποστατεῖς, ὡς ἀρκέσον εἰς ἀπολογίαν, εἰ πέμποις ἡμῖν χρυσίον. ἡμεῖς δὲ σοὶ δοίημεν ἂν ἥδιον ἰδόντες ἢ παρ’ ἀπόντος λαμβάνοιμεν.
Οὐκ ἄρα τῇ τῶν νόμων φυλακῇ καὶ τῷ κάλλει τῶν ἀρ- χῶν μόνον ἀκολουθεῖς τῷ γένει, ἀλλ’ ἤδη καὶ τὴν περὶ ἐμὲ τῶν ἀνδρῶν διεδέξω σπουδήν, μᾶλλον δὲ καὶ παρελήλυθας.
οἱ μέν γε δικαιώμασιν ἀρχαίοις κατειλημμένοι καὶ συμπε- φοιτηγότες μόλις ὑπὸ πολλῶν ἐκινοῦντο παρακλήσεων, καὶ κινηθέντες δὲ ἐχαρίζοντο μικρά· σὺ δ’ ἔοικας καὶ τὸ προοί- μιον τῆς ἀρχῆς ἐμὲ πεποιῆσθαι καθάπερ διὰ πάσης τῆς ὁδοῦ σαυτὸν τῶν ἐμῶν ἀναμιμνήσκων ῥημάτων.
μεγάλου δὲ ὄν- τος τοῦ μὴ παραμελῆσαι τῆς τοῦ ἑταίρου μητρὸς μεῖζόν ἐστι τὸ μηδὲ ἰδεῖν ὀκνῆσαι. τούτου δὲ ὄντος λαμπροτέρου πολὺ κάλλιον τὸ φιλοτιμεῖσθαι τῷ ἔργῳ· ὡς ἤδη τινὲς δόντες χάριν αὑτῶν ὅτι ἔδοσαν κατηγόρησαν καὶ ἐμίσησαν ὁμοίως τούς τε πείσαντας καὶ τοὺς πεπεισμένους.
ἀλλὰ σύ γε δῆλος εἶ τερπόμενος οἷς ἔπραξας καὶ οὐδὲ παυσόμενος. οὕτω τις ἐκο- μίζετο διὰ τῶν γραμμάτων τοῦ πεποιηκότος ἡδονὴ. πῶς οὖν ἔστι τοὺς εὖ παθόντας ἡμᾶς ἢ πρὸς σὲ μὴ γράφειν ἢ πρὸς ἄλλους περὶ σοῦ σιγᾶν, ὧν τοὺς φίλους ἡδέως ὁρᾷς;
ζητῶν δὲ ἐμὰς ἐπιστολὰς ὡς έν αὐταῖς μνήμην ἀθάνατον ἔζων μικρὰ ζητεῖς ὑπὲρ μεγάλων· σοὶ δὲ κατὰ τὸν Ἰφικράτην ἐκεῖνον ἕστηκε μὲν οὐρανομήκης ἐν Παλαιστίνῃ στήλη καὶ ταῦτα σοῦ πρὸς ἄλλον ἁρπασθέντος πόνον ἀπὸ βαλβῖδος εὐθύς, ἀλλ᾿ ὅμως ἀπὸ γραμμῆς ἐξέλαμψας ὥσπερ Ἀχιλλεὺς ἅμα τῆς Τροίας ἁψάμενος· ἑστήξει δὲ πολὺ σεμνοτέρα τῆς δευτέρας ἀρχῆς, προσθήσω δὲ ὅτι καὶ μακροτέρα, ἐξ ἧς ὁρμώμενος οὐκίτ’ ἔθνους ἑνός, ἀλλ’ ὁμοῦ πολλῶν ἐπιμελήσῃ ῥᾷον ἤ τις ἑνός.
εἴσονται δὲ οἱ ταῦτα ὑμνοῦντες πολλοὶ τῶν ἀκμαζόντων. εἰ δὲ δὴ καὶ γέροντας ὁ ἀγὼν δέχοιτο, τάχα τις ὄψεται καὶ ἐμὲ γυμνούμενον, ἄλλως θ’ ὅτε πάλαι μοι τὴν ψῆφον ἔδωκας, καὶ ταῦτα ὄντων οὓς ταῦτα ποιῶν ἐλύπεις, κοί τινα τρόπον Λα- κωνικοῦ κειμένου παρ’ Ἀθηναίοις νόμου μηδένα τῶν ἔξωθεν ἐπαινεῖν. ἀλλ’ ὅμως ᾤου δεῖν ἅπερ ἐφρόνεις λέγειν.
τού τῶν δὴ τῶν λόγων ἐπαίνους σοι συντιθέντων ἀκούσαις.
Εὖθύς ὡς ἔλαβόν σου τὴν ἐπιστολήν, ἐν ᾗ τὸ μέτρον ἀπῄτεις τῶν παλαιῶν τιμῶν, ἔδραμον πρὸς τὸν χρηστὸν Σαλούτιον καὶ διεξῆλθον τοὺς εἰληφότας, οὓς καὶ σὺ πρὸς ἐμέ. δὸς τοίνυν, ὡς ἔφην, μετὰ πολλοὺς ᾧ δεδωκέναι πρὸ τῶν ἄλλων ἐχρῆν, ποίους ἔφη πολλούς; καὶ τότε ἄρα ἐμάνθανον ὡς σὲ μὲν λόγοις τις ἐξηπάτηκε, σὺ δὲ ἐμέ. καὶ νῦν κάθημαι φυλάττων, εἴ τινι τῶν πάντων ἔσται τι τῶν προτέρων, ὡς ἁρπασόμενος. καὶ στέρξωμεν, ἕως ἄν τις δαιμό- νων τὸν δεύτερον λύσῃ νόμον.
Εἰ καὶ πρὸς Ὀλύμπιον ἃ πρὸς ἐμὲ περὶ τῶν ἐμῶν ἔγρα- φες ἐπιστολῶν ἐπιστολῶν καὶ σοῦ τὸν ἔρωτα τοῦτον ἐκεῖνος πλείους ἂν εἶχες ὧν ἔπεμπες. οὔτε γὰρ ἐγώ τις περὶ ταῦτα βραδὺς οὗτός τε κληρονόμος τῆς Μαξίμου πρὸς ἐμὲ φιλίας, ἕνα μὴ μανίας εἴπω, ἣν οὔτε πρότερον ἠγνόουν νῦν τε μᾶλλον ἔμαθον πολλοὺς ἡμῖν τοῦ καιροῦ κεκομκότος ἀγγέλους.
ἀλλ᾿, οἶμαι, δοῦναι μὲν οἶδεν Ὀλύμπιος, ἀπαιτεῖν δὲ οὐ βούλεται γράμματα. καὶ τῆς σῆς νεὼς καταιρούσης μὲν αἰσθάνομαι, ἀποπλεούσης δὲ οὐκέτι. καὶ νῦν ταύτην ἔδωκα τὴν ἐπιστολὴν τῶν μὲν σῶν ἀνηγμένων, κεισομένην δὲ παρ’ Ὀλυμπίῳ βου- λόμενος λελύσθαι τὴν αἰτίαν ὡς οὐ γράφων εἶχον.
σοῦ δὲ νῦν, εἴπερ ποτέ, ἐβουλόμην λαβέσθαι, σῦν ᾧ τὰ τότε μὶν ἔπτησσον, τὰ νῦν δὲ ἐπόθουν, ὅπως τὸν τοῦ τρόμου κοινω- νοῦντα καὶ τῆς ἐλευθερίας ἴδω.
Μάγνον φιλῶ μέν, ὡς εἰκὸς συμφοιτητήν τι καὶ ἄν χρηστόν, θαυμάζω δὲ ὡς ῥήτορα δεινόν τε καἰ ἰσχυρόν· βου- λοίμην δ’ ἂν αὐτὸν νικᾶν μὲν ἐνταῦθα τοὺς ἀντιπάλους, καρ- ποῦσθαι δὲ τὴν ἐκεῖ γῆν οὐ πολλὴν μέν, πατρῴαν δέ.
τὰς μὲν οὖν νίκας αὐτὸς ὁρᾶν μοι παρέχει τρεπόμενος ἄλλους ἐπ ἄλλοις· τοῦ δ’ ἐΜεν αὐτῷ τι προσιέναι μελέτω σοί. μέλοι δ’ ἄν, εἰ οὓς ἐπέστησε τοῖς πράγμασι γνωρίζοις τε καὶ δικα- στηρίου χρῄζοντας εὐμενῶς δέχοιο.
ταῦτά τε οὖν χαρίζου καὶ γράφε, δύο γὰρ οὕτω γε χαριῇ, τά τε ἔργα τόν τε ὑπὲρ αὐτῶν λόγον. εἰ δὲ τὸ μὲν ποιοῖς, τὸ δὲ μὴ προστιθείης, γρα- ψόμεθά σε παρὰ ταῖς Μούσαις, ὅτι δὴ τὸν πρότερον ἀτιμά- ζεις χορόν.
Ἐπῄνεσά σου τὴν γνώμην, καθ’ ἣν νῦν οἴκοι μεμένη- κας· καιροῦ γὰρ οὐ μετεῖχεν ἡ ὁδός, μεθ’ οὗ πάντα δεῖν καὶ λέγειν καὶ πράττειν παλαιὸς συμβουλεύει λόγος.
σοὶ τοίνυν συνεβούλευεν ὁ λιμός, ᾧ παλαίειν πορευόμενον ἔδει, κρατῆσαι τῆς ἐπιθυμίας μᾶλλον ἢ ὅπως ἴδοις ἐμὲ τοσαύτῃ συμπλέκεσθαι ταλαιπωρίᾳ· ἐγὼ δέ, εἰμὲν τοὐμὸν ἐσκόπουν, ἐπετίμων ἄν σοι μὴ καὶ διὰ πυρὸς ἑλομένῳ δραμεῖν· νῦν δέ, τὰ σὰ γὰρ οὐχ ὕστερα τῶν ἐμαυτοῦ ποιοῦμαι, καλὴν ἡγοῦμαι τὴν μονὴν καὶ χάριν ἐμοὶ φέρειν οὐχ ἥττω τῆς σῆς θέας, ὅτι σε κακῶν ἐξείλετο μυρίων.
τοῦ δὲ ἦρος ὑπολάμποντος ἢν ἴδῃς τὴν γῆν δι- ηλλαγμένην πρὸς ἡμᾶς καὶ τὴν πρὸ τοῦ θέρους ὥραν χρη- στόν τι περὶ τοῦ θέρους δηλοῦσαν, εἰς ἔργον ἄγε τὴν ἐπιθυ- μίαν. ὄψει γὰρ ποθῶν ποθοῦντα.
ποθεινὸς δέ μοι γέγο- νας ἀπὸ τῆς νίκης ἣν ἐνίκησας λέγων, διπλῇ τὸν πατέρα κοσμήσας, τῷ τε κρείττων γενέσθαι τῶν ἑλεῖν πειρωμένων τῷ τε μὴ διὰ φίλων, ἀλλὰ τῇ σαυτοῦ γλώττῃ.
τοῦ τροπαίου δὲ ἄγγελοι πολλοὶ μέν, ἐμοὶ δὲ ἀμείνους οἱ σὺν ἡδονῇ μηνύ- ονιες, Σουλπίκιός τε καὶ οὓς ἔπεμψας ἀδελφούς, οἷς τ’ εὐδο- κίμησας οἷς τε παρῄνεις, οἱ μισθὸν ὧν ἀπήγγειλαν εἰλήφασι τὸ προθυμοτέρῳ μοι χρῆσθαι περὶ τοὺς λόγους. οὕτως οὐ σὲ μόνον εὖ ποιεῖν οἶμαι δεῖν, ἀλλὰ καὶ οἷς ἐνορῶ πρὸς σέ τι φίλτρον.
ἀλλ’ ὅ γε ἔχω θαυμάσας, τί μαθών, ὦ χρηστέ, γράμματα οὐκ ἔδωκας νεανίσκοις οὕτω φίλοι,; οὔτι γὰρ ὡς ἀμαθῶς ἔχεις τῆς περὶ ταῦτα τέχνης εἴποις ἂν οὔθ᾿ ὡς ἡμῖν οὐχ ἡδεῖαν ἔσεσθαι τὴν ἐπιστολὴν οὔθ’ ὡς οὐκ ᾔτησαι οὔθ᾿ ὡς οὐκ ἦν καλὸν καὶ πρὶν αἰτηθῆναι δοῦναι.
βούλει σοι βοηθήσω καὶ τὸν κατήγορον τὴν κατηγορίαν λίσαι; δει- νὸν ἐνόμιζες, εἰ δίκαιος ὢν συνεῖναι τὸν δεύτερον δόξεις ᾑρῆσθαι πλοῦν. εἶτα τοῦτον ἀφῆκας ὡς ἀποδώσων τὸ βέλτιον.
Ἠχθόμην, ὅτι σε ἀπαίροντα οὐκ εἶδον σὺ δὲ τοῦτο καλῶς εἶδες καἰ ὅπως ἂν λυθείη. τὸ γράμμα γοῦν ὡς ἧκεν, εὐθύς τε ἡδόμην καὶ ᾤμην ἐκεῖνό μοι σεσῶσθαι. ποίει τοί νυν βελτίους, οὓς μὲν ὁρᾷς, τῇ συνουσίᾳ. τοὺς ἀπόντας δὲ ἐπιστολαῖς. οὗτος γὰρ δὴ σὸς ἆθλος, ὥσπερ ἐκείνων οἷς ἔπη.
ἐγὼ δὲ πάλαι μὲν ἀρρωστῶν σοῦ βοηθοῦντος ἀνέ- στῆν καὶ ἦν μοι τῆς ὑγείας ἥδιον τὸ σοῦ φροντίζοντος ἐκεί- νης τετυχηκέναι· νῦν δὲ ἐπαινούμενος ὑπὸ τῆς σῆς φωνῆς πλέον τοῦτο τίθεμαι ἢ εἴ με πάντες ἄνθρωποι πάντωv ἄρι- στον ἦγον.
ἴν’ οὖν αὐτός τε ἀγαθὸς γίγνωμαι καὶ σὺ περὶ τοιούτου τοὺς ἐπαίνους ποιῇ, πυκνά τε ἴστω τὰ γράμματα καὶ παραινέσεις κομίζοντα.
Πάντα σου καλὰ ἀπὸ τῆς μορφῆς αὐτῆς, μᾶλλον δὲ ἀπ αὐτῆς ἀρξάμενα τῆς ψυχῆς. νῦν γοῦν ἀκούοντας ἡμᾶς περὶ κάλλους κάλλος γραμμάτων καταλαμβάνει πολὺ λαμπρότερον τοῦ πολλάκις ἐλθόντος ἀπὸ τῆς Ἀρμενίας.
ὁ μὲν οὖν κο- μίζων ἦν, ὃν διεδέξω, γενναῖος γενναίῳ παραδοὺς τὰς πό- λεις. ἔδωκε δὲ ἐν τοῖς βασιλείοις ποιητοῦ τινος συνάγοντος τοὺς βοησομένους. ἐγὼ δὲ ἀναγνοὺς καὶ θαυμάσας φθάσας τὸν ποιητὴν ἐχρησάμην εἰς τὰ γράμματα τῷ συλλόγῳ καὶ ἦν οὐδεὶς ὃς ἤνη ἀκοῦσαι σιγῇ.
ὥσπερ οὖν ἐπιστολαῖς δευτέραις προτέρας νενίκηκας, ταῖς πόρρωθεν τὰς ἐγγύθεν, οὕτως ἀρχὴν ἀρχὴ νικησάτω, καὶ ποίησον Ἀρμενίων Γαλάτας εὐδαιμονεστέρους, αὐτῶν δέ μοι Γαλατῶν εὐδαιμονεστάτην ποίει τὴν· οἰκίαν Μαξίμου γυναικός τε τιμῶν ἀρετὴν καὶ δρὸς ἐπιείκειαν παῖδά τε τὸν αὐτῶν πρὸ αὐτῶν πάντων ὄντα ἐμοὶ φίλτατον.
καὶ διῆλθον ἂν τὰς αἰτίας, εἰ μὴ παρόντα διδάξας ἦν· νῦν δ’ Ἀκακίῳ μὲν ἴδει πέμπειν ἐν γράμμασι διδαχὴν καὶ μηκύνειν, ἠγνόει γάρ· σὺ δ’ ἀκηκοὼς ἐξῆλθες, καὶ λέγειν ὀχληρὸν εἰδότι.
πρὸς μὲν οὖν ἐκεῖνον οὐκ οὖσά μοι πρότερον ἐγένετο φιλία διὰ τὴν εἰς τοῦτον προθυμίαν, καὶ νῦν οὐκ ἔστιν ὅ τι προστάξας Ἀκάκιος οὐ πλείω με ποι- οῦντα εὑρήσει, μεγάλα γὰρ ὀφείλειν ἡγοῦμαι· σὺ δ’, ὦ δαιμό- νιε, τῆς οὔσης ἡμὶν ἄξια πρᾶττε φιλίας καὶ μέγαν καὶ λομ- πρὸν καὶ ἀπόβλεπτον τὸν Ὑπερέχιον δείκνυ νομίζων ἐμὲ πρὸς ὕψος αἴρειν, ἢν ἐκεῖνον αὐξήσῃς.
Φοίνικες μὲν ἀπολαύουσι τῶν ἀγαθῶν, ἐγὼ δὲ ὀνειρο- πολῶ τὰ Φοινίκων ἀγαθά, βουλευτὰς τιμωμένους, δήμους εὐ- θυμουμένους, ἐμπόρους οὐκ ἀδικουμένους, γεωργοὺς οὐ καταφρονουμένους, ῥήτορας ῥέοντας ὡς οὔπω πρότερον κοὶ τῷ Δημοσθένει συγγινομένους εἰδότας ὅτι παρ’ ἀνδρὶ γέ- μοντι τοῦ Δημοσθένους αἱ δίκαι.
ταῦτα ὁρᾶ καἰ τὰ τοιαῦτα δοκῶν ὁρῶμαι φαιδρότερος καὶ πρὸς τοὺς ἐρωτῶν τὰς, ὅτῳ γέγηθα, Φοίνικες εὖ πράττουσιν ἀποκρί- νομαι. καὶ τί τοῦτο πρὸς τὸν οὐ Θοίνικα; φασί. μάλι- στά γε φημί. τοῦ μὲν γὰρ εὖ πάσχειν τὸ εὖ ποιεῖν οὐ χεῖρον εὶς ἡδο νήν. ἔστι δὲ τρόπον τινὰ ἐκείνοις, ἃ νῦν ἔχουδι, καὶ παρ᾿ ἐμοῦ· τὰ γὰρ τοῦ ἄρχοντος καὶ ἐμά.
ταῦθ’ ὅταν εἴπω, πολλοὺς ἀνίστημί σοι πολλαχόθεν τοὺς κατηγόρους, οἳ οὐκ ἄλλους ἀνθ’ ἑαυτῶν εὐδαιμονεῖν ἤθελον. εἶτα ἀπολογεῖσθαι μὲν ἐπιχειρῶ, κραυγὴ δὲ καὶ θό- ρυβος ἀντικρούει καὶ κινδυνεύω πληγὰς λαμβάνων ἀπιέναι.
καὶ ταύτην τὴν λύπην ἔτεκεν εὐφροσύνη. σωθέντες γὰρ ὑπὸ σοῦ παρεδρεύοντος οἱ περὶ τὸν Ὀρόντην ἐνθυμούμενοι, τίς ἂν ἦσθα τὸ ἅρμα αὐτὸς ἐλαύνων, ὅσην τότε ἥδοντο ἡδο- νήν, τοσαύτῃ νῦν ἀθυμίᾳ συζῶσι. 5 τοιαῦτά σοι πράγματα πεφύτευται παρ’ ἡμῖν, ὦ μέλιτος γλυκίων τὴν αὐδήν, προσ- θείην δ’ ἂν καὶ τρόπον, ἃ οὐδὲν ἐκκόψει τῶν πάντων, ἴως ἂν ὕδωρ ᾖ καὶ δένδρα.
Οἶδα ὃ καλεῖς τὴν περὶ ἐμοῦ φήμην· οὐκ ἀνθρώπους χιλίους ἢ μυρίους ἢ δὶς τοσούτους, ἀλλ’ Ἀκάκιον τὸν ῥήτορα καὶ τὸ Ἀκακίου στόμα πολλῷ μὲν ἐμοὶ κάλλιον δισμυρίων στομάτων, οὐκ ἔξω δὲ ὑποψίας διὰ τὴν ἄγαν φιλίαν.
οὐ μὴν ἀλλ’ ὧν ἔχομεν ὁ Γάϊος ἀπολαύσεται καὶ τοσαύτης γε προθυμίας ὅσης ὁ παῖς ἐκείνου τοῦ τὴν φήμην πεποιηκότος. ὑμεῖς τε γὰρ ἄξιοι τιμῆς ἐκεῖνός τε ταῦτα κελεύει παῖδα μὲν αὑτοῦ τὸν ὑμέτερον καλῶν, διηγούμενος δὲ καὶ τἄλλα, ὡς εἴη τε ὑμῖν ἀγαπητὸς καὶ μόλις ἡ μήτηρ ἀπ᾿ αὐτοῦ διαλυθείη μέχρι τῶν ὅρων εἰλημμένη.
ταῦτ᾿ οὖν ἀεί τε μεμνησό- μεθα καὶ φήσεις οὐκ ἂν αὐτῷ γίγνεσθαι παρὰ τοῦ πατρὸς πλέον, εἴπερ ἐτύγχανε ζῶν ᾖπερ ἐγὼ τέχνῃ.
Τριῶν ἔοικα πατέρων παῖδα τὸν Γάϊον δεδέχθαι, τοῦ τε γεγεννηκότος καὶ σοῦ τοῦ θείου τε καὶ ὁμωνύμου καὶ ἔτι τοῦ τῶν γενναίων δημιουργοῦ λόγων, Ἀκακίου τοῦ καλοῦ, ὃς ἀφ᾿ οὖπερ ἦκεν αὐτός, ἕως ἦλθεν ὁ νέος, οὐδὲν ἐπαύσατο λέγων ὡς ἥξει παῖς χρηστὸς ἐξ ἀγαθῶν, φίλος ἐκ φίλων, ἕτερος Τι- τιανός.
ἐνθυμοῦ οὖν τίς ἂν εἴην μέλλων χαριεῖσθαι τοσού- τοις, ὃς οὐδ᾿ ἂν ἑνὸς ἐπιτάττοντος ἠμέλουν. ὅ τε γὰρ σὸς ἀδελφός, σός τε ὢν ἀδελφὸς καὶ ἐπιεικείας ἑταῖρος, αἰδοῦς ἡμῖν ἄξιος σύ τε ταΐς Μούσαις σύνει καὶ δύνασαι παρ᾿ αὑ- ταῖς οὓς ἂν ἐθέλῃς ἐπαινεῖν. οὔκουν ἀκίνδυνον μὴ πάντα σοι πείθεσθαι;
τὴν δὲ Ἀκακίου ῥώμην, μεθ᾿ ἧς μεγάλα μὲν ὠφελεῖ, θάτερον δὲ ἄλλος εἰδείη, τίς οὐκ ἂν ἐννοῶν πρὸ τῶν ἄλλων θεῖτο ὃν ἐκεῖνος ἐν τάξει Τιτιανοῦ;
ἐγὼ μὲν οὖν, γίγνομαι τῷ Γαΐῳ πατήρ· μακαρίζω δὲ ἐκεῖνον τῶν ὀλίγων ἡμερῶν ἐν αἶς ἐγεύσατο τῶν Ἀκακίου μυστηρίων. οὑ γὰρ ἄδηλός ἐστι μετασχὼν ἱερῶν.
Τοιαύτας ἴδει σε παρ’ ἄλλων ἐπιστολὰς ὑπὲρ τοιούτων δέχεσθαι, σὺ δ’ ἀποδρὰς τὴν τῶν παιδευτῶν τάξιν εἰς τὴν τῶν ἀρχόντων εἰσῆλθες.
εἶτ’ ἐκεῖνο μὲν δὺν ἐπιστήμῃ πράττεις, ὡς οὐκ ἂν ἡμεῖς, εἴ τις ἐκεῖσε ἦγεν· εἰ δ’ ἐνταῦθα ἐτύγχανες ὤν, κἀνταῦθα ἂν ἐκράτεις. οὕτως εὐτράπελόν τι χρῆμα τὴν σὴν φύσιν ὁ θεὸς ἐτεκτήνατο. καὶ μόνος ὧν ἴσμεν οὐχ ὅτι ῥᾳθυμεῖς, ἀλλ’ ὅτι μὴ δάκνεις, ἐγκαλῇ.
σὲ δὲ μη- δὲν μεταβαλλέτω μηδὲ λυπείτω μᾶλλον ἀνὴρ μεθύων ἢ Ὅμη- ρος ἐπαινῶν εὐφραινέτω καὶ μετὰ τοῦ ποιητοῦ πάντες Κίλι- κες καὶ πρὸ τῶν ἄλλων Κιλίκων Ἀντικλῆς ὁ ῥήτωρ, οὗ τὴν ψῆφον ἰσχυροτέραν νομιστέον ἀμφοτέρων τῶν ἠπείρων.
σὲ μὲν οὕτω δεῖ φρονεῖν, ὁ δὲ νέος οὐδὲν ἐλαττόνων ἢ σὺ πρό- τερον τεύξεται.
Τύραννος οὑτοσὶ καὶ ἀνὴρ χρηστὸς καὶ ἰατρὸς ἀγαθὸς καὶ ἡμῖν φίλος καὶ τῶν διὰ τὴν τέχνην ἐν βασιλείοις οὐκ ὀλί- γον δὴ χρόνον βεβιωκότων. ἠδίκησε δὲ ἄλλον μὲν οὐδένα οὐδεπώποτε ἀνθρώπων, αὑτὸν δὲ νῦν πιστεύσας ἀνθρώπῳ δεινῷ γοητεῦσαι λόγοις καὶ πεῖσαι τὸν ἀκούοντα δοῦναι χάριν ἐκείνῳ μὲν συμφέρουσαν, αὑτῷ δὲ βλαβεράν.
νῦν οὖν ἥκει διορθωσόμενος ἃ μὴ καλῶς πέπρακται κοὶ λύσων τὸ ἡμαρτη- μένον. λύσει δὲ οὐκ ἄνευ τῆς Ἀθηνᾶς ἡ δὲ Ἀθηνᾶ συλλή- ψεται καὶ τοῦ δικαίου καὶ ἐμὴν χάριν
ἐνθυμοῦ δέ, ὦ ἄριστε, τὴν περιεστηκυῖαν ἀνάγκην εἴς τε τὸ σῶμα τοῦ Τύραν νοῦ καὶ τὸν χειμῶνα βλέπων. οὐ γὰρ ἂν νῦν τε καὶ οὕτως ἔχων ἔφερε τὸ μεῖζον φεύγων κακόν.
ὅπως οὖν αὐτὸν ἡμὶν ἀποπέμψῃς χαίροντα τὴν λύπην ἀποθίμενον περὶ τὸν Εὐφρά- τὴν, ἣν τῆς ἀφελείας ἱκανὴν ἔτισε δίκην· ὡς, εἰ περιοφθείη, τὴν μὲν λύπην ἀποθήσεται, τρόπον δὲ οὔθ’ ἡμῖν οὔτε σοὶ πρέποντα. κείσεται γὰρ αἰτοῦ που κουφοτέραν τοῦ ζῶντα περιέλκεσθαι τὴν τελευτὴν ἡγησάμενος.
Δευτέρων φασὶν ἀμεινόνων ἤ, εἰ βούλει γε, εὐτυχε- στέρων· ταύτῃ γὰρ κατῆρεν, οἷπερ ἐπέμπετο, καὶ οὐκ Πάφος ἀντὶ παρθένου. διάγομεν δὲ τὰ μὲν χαίροντες, τὰ δὲ οὐχ οὕτω διὰ τὴν τῆς ἀγορᾶς πενίαν.
λόγος δὲ ὁ μὶν εἰς τὴν πανήγυριν ἔτι μέλλει κρύπτεσθαι μὲν ἐθέλων, ἑλκόμενος δὲ εἰς μέσον παρὰ τοῦ βασιλέως καὶ ἴσως φανεῖται, δεῖ γὰρ ἐκεῖνον κρατεῖν· ἃ δ’ ἐπὶ τῷ πυρὶ καὶ οἷς ἴδρασεν ἅμα δάλρυ- σιν ἐφθεγξάμην, ἀπέσταλκά σοι
τέχνης δὲ γέμων καὶ τῶν τοῖς πρεσβυτέροις πεποιημένων οὐ δήπου καταγνώσῃ τοῦ τὰ τοιαῦτα θρηνοῦντος.
Αὐτὸς ἔφθης εἰπὼν τὴν παραμυθίαν, ἣν εἰκότως ἂν προσείποις καὶ ἑορτήν, γυναῖκα ἀγαθήν τε καὶ καλὴν καὶ με- γάλην· ἄλλος δ’ ἂν καὶ τὸν πλοῦτον προσέθηκε.
τῆς δ’ ἐμῆς σιγῆς τὴν αἰτίαν πρόσθεν ἀληθείας ἄγων ὀρθῶς ἂν ποι- οἶς. εἰ μὲν γὰρ αἰτηθεὶς ἐπιστολὴν ὤκνουν, αὐτὸς ἂν ἠδίκουν· οὐδενὸς δὲ αἰτοῦντος ἠδίκημαι μετὰ σοῦ τοῦ μὴ λαβόντος ὁ μὴ γράψας ἐγώ.
θαυμάζω δὲ ὅτι γεωργήσας καλῶς καὶ σπείρας καὶ προσδοκῶν τὸν στάχυν ἄλλοις μὲν ἐπέστειλας τὰ περὶ τὴν ἄρουρα ἐμοὶ δὲ οὔ. ὃν δεήσει πλείω τῶν ἄλλων περὶ τὸν ἐσόμενον πονεῖν.
ἀλλ’ ἴσως ᾐδέσθης. ἐγὼ δέ σε ἠξίουν, εἰ μὴ ταῦτα ἐπέπρακτό σοι, τοὺς πρεσβυτέρους ἡμᾶς αἰδεῖσθαι. νῦν δέ σοι συγχαίρομεν ἐγγὺς ὄντι τῆς τῶν πατέ- ρων προσηγορίας.
φάνηθι τοίνυν ἡμῖν μετὰ τοῦ παιδίου. παρακολουθείτω δὲ καὶ ὁ τῷ γάμῳ τὸ ᾆσμα πεποιηκώς, ἱν ἐπὶ τῷ προτέρῳ μισθῷ καὶ τὸν μείζω λάβῃ, λόγους μετὰ τὸν χιτῶνα. πάντως οὐκ ἀντερεῖ σοι Θεοδώρα χάριν οὕτως αἰ- τοῦντι δικαίαν τε καὶ αὐτῇ κατὰ νοῦν.
Ἴδου καὶ κηδεστής ἐστί μοι τοῖν Ἰουστινιανοῦ παίδοιν ὁ πρεσβύτερος. ἔστι γάρ μοι καὶ θυγάτηρ ἐπειδήπερ ἐστὶ Κυνηγίῳ, ὅς τὸν ἀδελφὸν τὸν αὑτοῦ μιμησάμενος οὐ χείρων εἰς ἐμὲ τῶν ἐμῶν ἀδελφῶν ἀνεφάνη.
ἵν’ οὖν κὰκεῖνος κοὶ Λητόϊος ἴδωσιν ὡς οὐ ῥᾴθυμον ὄρα φιλοῦσι, τὸν δαὶ σοῦ τὴν παῖδα ληψόμενον βουλοίμην ἂν εὖ παθεῖν. ἔστι γὰρ τοῖς νέοις ἐν Κιλικίᾳ καὶ γῆ καὶ τἄλλα ἃ τῶν εὐδαιμόνων ἐστί. περὶ τούτων καὶ ζήτει καὶ ἐρώτα καὶ μάνθανε καὶ ποίει δῆ- λον ὡς, εἰ βιάζοιτό τις, οὐκ έπιτρέφεις.
ἀλλὰ τοῦτο μὶν κοινὸν Κιλικίας καὶ τοῦ τῆς άρχῆς νόμου· προσίστω δὲ τῷ νόμῳ φροντὶς ἑτέρα συγγενείᾳ πρέπουσα. καὶ ὧν ἂν ἠξίωσας Μάρκον, εἰ παρ’ ὑμῖν ἐτύγχανε γεωργῶν, τούτοις νῦν χρῶ περὶ τὰ τῶνδε κτήματα.
Ἀνήρ τις τῶν ἐπιεικῶν ἐδεήθη μου δεηθῆναί σου καὶ χάριν αἰτῆσαι τοῦ πρέποντος οὐκ ἔξω, ταμίαν τινὰ κοινῶν χρημάτων, Παπιριανὸν ὅπως βλέποις ἡδέως· ἐγὼ δὲ ἐκεῖνον μὲν οὐκ εἶδον· εἰ δ’ ἔοικε τούτῳ καὶ ἡ τῶν τρόπων ὁμοιότης εἴργασται τὴν φιλίαν, χρηστὸς ἂν εἴη.
εἰ οὖν μὴ φαῦλος ὁ ταμίας, ὅπερ εἰκάζω, τυγχανέτω τινὸς ἀγαθοῦ.
Εὐστόχιον οἶσθά που τὸν ἐκ Παλαιστίνης τὸν νόμων τε πλήρη καὶ τῇ τῶν λόγων ῥώμῃ βοηθοῦντα τοῖς νόμοις, ὃς πολλοῦ μὲν ἄξιος Ἀπελλίωνι γεγένηται, πλείονος δὲ Μακεδο- νίῳ τῷ γέροντι, δραμὼν μὲν ὑπὲρ τοῦδε πρὸς τὴν Μεγάλην πόλιν, πανταχοῦ δὲ ἐκείνῳ συμπονῶν.
πεπόνηται δὲ αὐτῷ καὶ ὑπὲρ ἡμῶν πολλά τε καὶ οὐ σμικρά, κἂν κελεύσῃ τι, δεῖ με εὐθὺς ὑπουργεῖν ἢ κακὸν εἶναι δοκεῖν. νῦν τοίνυν βούλε- ται Γερόντιον τὴν βουλὴν διαφυγεῖν, εἴ τι φαίνοιτο φησὶ δὲ αὐτὸν ἐρρῶσθαι πρὸς τὸν ἀγῶνα, καὶ ἐγὼ πείθομαι.
σαυτὸν οὖν παρασχὼν εὔνουν ποίησόν με μὴ πάντα ὁφεί- λειν Εὐστοχίῳ τῷ καλῷ.
Ἔγγραφε τῷ καταλόγῳ τῶν ἡμετέρων φίλων καὶ τὸν χρηστὸν Πομπηιανὸν ὄντα μὲν ἐμοὶ πάλαι συνήθη, νῦν δ ἔχοντα καὶ νεανίσκους παρ’ ἐμοὶ τά τε ἄλλα καὶ φιλοπάτορας.
αὐτῶν νῦν ἔργον γέγονε καὶ ταυτὶ τὰ γράμματα κινούντων τε καὶ παρακαλούντων δεδιότων μὴ ταύτῃ γε αὐτοῖς ὁ πατὴρ ἔλαττον ἑτέρων ἔχῃ. 3, ἀμφοτέρους οὔ· ἐπαινέσας, κοὶ τοὺς ἐπεγείραντας καὶ τὸν ὑπακούσαντα, μᾶλλον ἢ πρότερον ἐν τιμῇ τὸν ἄνδρα ποιοῦ.
Εἴ σε καλοίην τοῦ καλοῦ Μοδέστου μαθητήν, ιὐδέτερον ἆν αἰσχύνοιμι· σύ τε γὰρ τῷ κρατίστῳ δόξεις ἀκολουθεῖν ἐκεῖ- νός τε γενναῖον τὸν μιμησάμενον ἀπειργάσθαι.
ἐμοὶ δὲ καὶ ταῦτα μὲν ἡδέα, πολλῷ δὲ ἥδιον τὸ τὸν βασιλέα τῇ τῶν αἱρι- θέντων φύσει κοσμεῖσθαι. καίτοι πολλοὶ μὲν οἱ πειρώμενοι πείθειν ὡς εἴη δίκης ὁ Μόδεστος ἄξιος· ὁ δὲ τῶν μὲν ἀκού- σας, εἰς δὲ τὰ πράγματα βλέψας, καὶ νομίζων μὲν πρὶν ἴν δεῦρο κακόν, εὑρὼν δὲ ἥκων ἀγαθὸν πρὸς ὃν εἶχε χαλεπῶς, τοῦτον ὕπαρχον ἀποφαίνει βραχὺ φροντίσας τῶν ἀθυμησόν- των καὶ ἅμα παιδεύων τοὺς αὑτῷ πάλαι συνόντας ἀσκεῖν ἀρε- τὴν δεικνὺς ὅτι κἂν τούτων τινὰς ἐκβάλοι πονηρευομένους, εἰ δὲ ἴδοι τὸν τῷ πολεμίῳ διακονοῦντα χρηστὸν ὄντα, καὶ νῦν εἰς σχῆμα κατέστησεν.
ὁ δὲ Ἀτρέως ἐκεῖνος ὁ μέγας, ὁ τῶν ἡμιθέων ἡγούμενος καὶ τῆς Ὁμήρου τυχὼν φωνῆς, ἀσθενέ- στερα λόγου ποιήσας ἔργα τὸν Παλαμήδην ἀπέκτεινεν. ἀλλὰ νῦν τῆς ἀληθείας τὸ κράτος καὶ μετὰ τοῦ βασιλέως καὶ αὐτὴ βασιλεύει τὰ μὲν λογισμοῖς τὰ δὲ μαντείαις εὑρισκομένη.
παράπεμπε δὴ τὸν ἄρχοντα χοροὺς ἱστὰς καὶ μακάριζε τὴν δεξομένην πόλιν. ὁ δὲ πορεύσεται τοὺς σοὺς Γαλάτας μακα- ρίζων πανταχόθεν σοι μακρᾶς ἐγειρομένης εὐφημίας. Δῖός δὲ ὄμμα τούτῳ καὶ τὰ λοιπὰ προσθείη καὶ σὲ δι’ ἀρχῶν ἐπὶ τὸν τοῦδε θρόνον κομίσειεν.
Ἕνα σε τίθεμαι τῶν νῦν ἑορταζόντων ἐπὶ τῷ τὸν γε ναῖον Μόδεστον ὅστις ἐστὶ καὶ νομίζεσθαι· πρότερόν τε γὰρ αὐτοῦ τῆς δυνάμεως ἀπήλαυσας ἐγγραφεὶς εἰς οὕσπερ ἐβούλου νῦν τε οἶμαί σε τοὺς ἐν τῇ βουλῇ βαρεῖς οὐ φοβήσεσθαι τού- του τοὺς μὲν πείθοντος, τοὺς δὲ ἀναγκάζοντος τοῖς δικαίοις ἐμμένειν.
ὥστ’ οὐκ ἂν θαυμάσαιμι εἰ καὶ κοινωνεῖν αὐτῷ τῆς πορείας ἕλοιο καὶ καταστῆσαι σαυτὸν εἰς τὸ γνωρίζεσθαι τοῖς ἐκεῖ. οὓς γὰρ ἂν ἐν ἄλλῳ καιρῷ θεραπεύειν εἶχες ἀνάγ- κη τούτοις ἐξέσται σοι νῦν ἐλευθέρως ὁμιλῆσαι. πρᾶγμα δὲ ἀπὸ καλῆς ἀρξάμενον τῆς ἀρχῆς εἴωθεν αὔξεσθαι ῥᾳδίως καθάπερ τὰ τῶν δένδρων ἰσχυρῶς ἐρριζωμένα.
ὄντων δὲ οὐδὲ τούτων μικρῶν ἔτι μείζω προσδόκα παρὰ τῆς Μοδέστου καὶ φιλίας καὶ τύχης. ἐπιμελήσεται γὰρ τοῦ κοὶ σὲ μείζω γε- νέσθαι τὰ μὲν αὑτὸν παρακαλῶν τὰ δὲ ὑπ’ ἐμοῦ κινούμενος.
δώσει δέ μοι καὶ τεθνεῶτι χάριν τῷ σοί τι χαρίζεσθαι ποῖ λοῖς μὲν ἔργοις, πολλοῖς δὲ λόγοις, οὐκ ὀλίγοις δὲ ὅρκοις με- μαθηκὼς ὅτι μοι τὰ σὰ τῶν ἐμῶν οὐ δεύτερα.
Οὔτε Σπεκτάτον ὡς ἠδικηκότα με εἶδον, οὐδὲν γὰρ ἂν περὶ σοῦ γράψαιμι τοιοῦτον, ὃ κεκρύφθαι βουλοίμην ἄν, εἰ τέ τι καὶ ἥμαρτον, οὐ τοσαύτην γε ὤφειλον δίκην, ὁπόσην ἔλαβες γράφων. διδάσκεις γάρ με περὶ τῶν σαυτοῦ τρόπων ὡς οὐ δυνηθέντα μαθεῖν ἐν οὕτω πολλῷ χρόνῳ, δώδεκα ἔτε- σιν οἷμαι.
καίτοι τοῦτό γε μὴ ὅτι τῶν παρὰ σοί τις τρα- φέντων οἰκετῶν, ἀλλ’ οὐδ’ ἂν Ἴστρος ἐκεὶνος ὁ παρὰ τῶν βαρβάρων ἔπαθεν, ἀλλ’ ἐσπούδασας, ὡς ἔοικε, τὸν εἰ μηδὲν ἄλλο μετὰ σοῦ πολλὰ δὴ λελουμένον Μελιrίδου δεῖξαι φαυ- λότερον.
ἐγὼ δέ σε καὶ νῦν καὶ πάλαι φιλοσοφεῖν ἡγοῦμαι καὶ νῦν μὲν ἴσως πλείω συγγράφειν, τὰ δὲ τῷ βίῳ προσή- κοντα καὶ πρόσθεν τετηρηκέναι καὶ γενέσθαι γε μείζω βάσα- νον τῆς παρούσης ἐκείνην. οὐ γὰρ ἴσον ἔξω πραγμάτων ὄντα τοῖς νόμοις Πλάτωνος ἐμμένειν καὶ πολλῶν ἐνοχλούντων μη- δαμοῦ βιασθῆναι.
μαθητὰς δὲ πολλοὺς ἀριθμῶν πολλοὺς εὐδαίμονας λέγεις, οἷς ἔστι μὲν τὴν ἀλήθειαν λαβεῖν, λαβεῖν, δὲ μετ’ ἐκείνης εἰς εὐγλωττίαν ἐπιδοῦναι. ἄμφω γὰρ δὴ παρὰ σοὶ τὰ Πλάτωνος, γενναῖά τε διδάξαι καὶ γλώττῃ καλῇ. ταῦτ οὔτ’ ἀγνοοῦμεν οὔτε σιγῶμεν, ἀλλ’ ὅσοιπερ ἡμῖν εἰς λόγους ἦλθον, καὶ τοιούτων λόγων ἀκούσαντες ἀπῆλθον.
παῦσαι δὴ τοιούτων ἐπιστολῶν καὶ νόμιζέ με γεγηρακέναι μέν, παρα- φρονεῖν δὲ οὔπω.
Καὶ τοῖς γράμμασί σου χαίρω καὶ πολὺ πρότερον οἷς ποιεῖς ἀκούω γάρ σε καὶ τὴν οὐσίαν συνέχειν καὶ λειτουργεῖν ἡδέως καὶ τὴν τοῦ δύνασθαι λέγειν δόξαν συλλέγειν.
μὴ τοίνυν ἀποκάμῃς σαυτόν τε ὠφελῶν καὶ ἐμέ· τὸ γὰρ αὐτὸ σὲ μὲν ἐν τοῖς πολίταις καταστήσει δυνατόν, ἄζει δὲ ὡς ἐμὲ τοὺς ἐκείνων υἱεῖς.
Οὐ μόνον τῷ πρὸς ἑκάτερον ἕλκεσθαι τῶν κομισθέντων ἔδειξας τὸν ἐραστὴν ἀπορῶν, ὁποτέρῳ δεῖ προτὲρῳ δοῦναι τοὺς ψαλμούς, ἀλλὰ καὶ ἡ <περὶ> τοῦ λόγου ψῆφος πάθος ἦν ἐρωτικόν
τῷ μέν γε κάλλος οὐκ ἔπεστι, σὺ δ᾿ αὐτὸν τῶν ἀμφὶ Πέλοπα καὶ Γανυμήδην ποιεῖς καὶ γέγονας ἐκείνων δὴ τῶν τοὺς σιμοὺς καὶ γρυποὺς καὶ μέλανας ἐπαινούντων ἐξ αὐτῶν ὧν ἂν ψεχθεῖεν ὑπ’ ἀνδρὸς οὐκ ἐρῶντος.
ἀλλ’ ἐκείνοις τε συγγνώμη καὶ σοί, τοιαῦτα γὰρ ὁ θεὸς ἐργάζεται, οὐ μέντοι πείσαις ἂν ὅτι ταῦτα οὕτως ἔχει, πρὶν ὂν ἐρῶν παύσῃ τοῦτο δὲ οὐδέποτε ποιήσεις, ὥστε οὐδέποτε πείσεις.
Ἐθαύμασα, ὅπως τὸ μὲν μὴ ἐπιστεῖλαί με πρὸς σὲ κατη- γορίας ἄξιον ἡγήσω, τοῦ δ’ ἐλθεῖν σοι τὴν βασιλέως ἐπιστο- λὴν οὐδὲν ἄγεις.
καίτοι δεικνὺς ἐγὼ τὰ πρὸς σοι γεγραμμένα καὶ τοῦτο πεποιηκὼς τετράκις καὶ βοῶν ὡς δεινὰ μὲν ἂν ἡ Τρῶάς, δεινὰ δὲ Ἀλέξανδρος πάθοι καὶ μετὰ τούτων γε ὁ θεός, εἰ μὴ Ἱέρακα τοῖς ἐκ τοῦ νόμου κοσμήσαιμεν, τοιαῦτα νῦν μὲν πρὸς Ἐλπίδιον λέγων, νῦν δὲ πρὸς τὸν πάντα ἄριστοι βασιλέα τὰ σοὶ πρέποντα συμπαρεσκεύασα γράμματα έλθεῖν.
λέγω δὲ οὐχ ὡς ἐμοὶ ταύτην δόντος τοῦ βασιλέως τὴν χάριν, ἀλλὰ σὲ μὲν καὶ εὖ οἶδε καὶ τιμᾷ καὶ ἰδεῖν ἤθελεν· ἐν δ’ αὖ πλήθει πραγμάτων καὶ ἐραστὴς ἀμβλύτερος εἰς ἐρώμενον ἂν εἴη. δεῖ δὴ τοῦ γε κινοῦντος καὶ οὐκ ἐῶντος ἀμνημονεῖν, ὃ καὶ ἐμοὶ πέπρακται.
συνέβη δέ πως τὸν σὲ καλοῦντα πρὸς ἡμᾶς ὕστερον ὅτι κέκληκεν εἰπεῖν, ἡνίκα τὸ μὲν ἔργον ἐπῃνοῦμεν, ἐπιστέλλειν δὲ οὐκ εἴχομεν. ἐπιτιμᾶν δὲ οὐκ ἦν, εἴ τις ὑπὲρ γῆς ἁπάσης καὶ θαλάττης βουλευόμενος ὑπερέβη τι σμικρὸν ἄκων.
δὸς δὴ Λαὶ αὐτός μοι συγγνώμην τῷ μὴ παραχρῆμα ἀκούσαντι καὶ μὴ νόμιζε οὕτω σφόδρα παρ’ ἡμῖν τιμᾶσθαι τὰς μελέτας, ὥσθ’ ἕνεκα αὐτῶν αἱρεῖσθαι τοὺς φίλους ἀδικεῖν. εἰ γὰρ ἐλάττους ἦμεν ἢ ἀρκεῖν ἀμφοτέροις, ἀλλ’ οὐκ ἂν ἠμε- λήσαμεν Ἱέρακος τοῦ καλοῦ περὶ Μιλτιάδην ἢ Θεμιστοκλέα ληροῦντες.
Ἔοικας ἀνδρὸς πονηροῦ γραμμάτων ἐπιθυμεῖν, εἴτε διὰ χρόνου μῆκος ἐπιλέλησμαι φίλου εἴθ᾿ ὑπό τινος εὐπραξίας αὐτὸ τοῦτο ἔπαθον, καὶ θαυμάζω γε ὅπως οὐ κέρδος ἡγήσω τοῦ τὰ τοιαῦτα νοσοῦντος ἀπηλλάχθαι.
ἐγὼ οἱ τῆς μὲν κοινῆς εὐτυχίας ἰχῶ τὸ μέρος ἀρχόμενος ὑπὸ βασιλέως ἀρίστου. τοῖς δὲ ἰδίοις οὐδένα παρελήλυθα τῶν γειτόνων. οὔτε γὰρ οἰκοδομῶ λαμπρῶς οὔτε γῆν ἐώνημαι πολλὴν οὔθ᾿ ῥα βδούχων παραπέμπομαι παιόντων καὶ φοβούντων οὐδ᾿ ὑπ- ισχνοῦμαι μεγάλα οὐδ’ ἐχθρὸν ἠμυνάμην.
τίνα τοίνυν ὄΠ· ἑωρακὼς ὑβρίζεις; τίς μηνυτὴς ἢ τίς μάντεων τοῦτον ἔφρασέ σοι τὸν ὄγκον; εἴσειμι παρὰ τὸν βασιλέα καλούμενος, ἄλλως δὲ οὐδαμῶς, τοῦτο δὲ οὐ συνεχῶς. εἰσελθὼν ἀκούω λέγοντος, καὶ γάρ ἐστι Σειρήν, καὶ ὅ τι φθέγξαιτο, συγγράμματος τοῦτο οὐ χεῖρον ἀμείνων γενόμενος τὴν γνώμην ἄπειμι παρακλη- θεὶς εἰς λόγους τοῖς τοῦ βασιλέως λόγοις
οὗτοι τῶν εἰσό- δων οἱ καρποί. τὸ δὲ τὸν δεῖνα μέν, ὦ βασιλεῦ, παῦ- δον ἄρχοντα, ὁ δεῖνα δὲ ἀρξάτω, καὶ τῷ μὲν γενέσθω τιμὴ, τὸν δὲ ἔκβαλε τῶν ὄντων, ταῦτα δὴ τὰ ἐπὶ τοῦ Πραξίλλης Ἀδώνιδος οἴχεται καὶ νῦν ἲς ἀληθῶς εἰς ἔργον ἥκει τὸ τοῦ κρατοῦντος ὄνομα.
οὐ μὴν ἀλλ’, εἰ καὶ σφό- δρα τις ἦν τῶν γε τοιούτων ἐξουσία, τῶν φευγόντων ἂν ἐγε- νόμην τὸν ὄγκον ὥσπερ τι φορτίον οὐ φορητόν. πιστεύοις δ’ ἄν μοι δικαίως, εἰ μὴ ὅπερ αἰτιᾷ πέπονθας καὶ ἐπιλέλησαί μου τοῦ τρόπου.
καὶ μὴν κἀκεῖνό γε ἄτοπον εὔχεσθαι μὲν ζῆν ἐν τοῖς αὐτοῖς πράγμασι, καινὰ δὲ ποιεῖν καὶ οἵα οὔπω πρότερον. ἀνάμνησον γάρ με, τί σου γράμμα πρὸ τοῦδε πρὸς ἡμ.ᾶς ἧκεν εἰς Συρίαν, ἀλλ’ οὐκ ἂν ἔχοις. οὐκοῦν ἕτερος γέ- γονας καὶ αἰτῶν παρὰ τῶν θεῶν ὁ αὐτὸς εἶναι τέμνεις ἄλλην ὁδὸν ἑκὼν ἡδίω μὲν ἐμοί, ταῖς δὲ σαῖς εὐχαῖς μαχομένην.
ἀλλὰ ταύτην μὲν ἰὼν καὶ γράφων μὴ παύσαιο, βουλοίμην δ’ ἄν σε καὶ περὶ ἡμῶν ἐπιεικεστέραν ζητεῖν αἰτίαν καὶ ὅταν γράμματα μὴ λάβῃς, μᾶλλον τοῖς διακόνοις ὡς ἠμεληκόσιν ἐγκαλεῖν ἢ τὸν φίλον νομίζειν εὐθὺς γεγονέναι κακόν, ὃς ἐβουλήθη μὲν σοὶ τὴν ἱερωσύνην γενέσθαι, τοῦ φθάσαντος δὲ ἡττήθη τοῦτ’ αὐτὸ δίκαιον ἔχοντος τὸ προειληφέναι.
Τῇ μὲν μνήμῃ τετίμηκάς με, τῆς δὲ τῶν ὀφθαλμῶν ἀσθενείας οὐ μάλα ἐστοχάσω. ἔρρωται μὲν γὰρ οὐδέν μοι μέρος τοῦ σώματος, οἱ δὲ πλέον ἢ τἄλλα ἀπειρήκασι, κὰν μὴ μεγάλων λάβωνται γραμμάτων, ζητοῦσι τὸν ἀναγνωσόμενον.
σοὶ δ’ ἔστι μὶν βιβλία πολλὰ καὶ καλὰ κοὶ οἷα βοηθεῖν τοῖς οὅτω διακειμένοις, ἐγὼ δὲ οὔπω τῶν τοιούτων ἄξιος κοὶ οἶδα ἐνοχλήσας καὶ συγγνώμην αἰτῶ· ὡς ὅ γε ἔπεμφας, ἓν μόνον εἶχε καλὸν τὸ παρὰ σοῦ τε καὶ μετὰ σῶν κεκομίσθαι γραμμά- των, ὡς τῇ γε ἄλλῃ τὸ δῶρον οὐ σόν.
ἥκει οὖν αὖθις εὶς ταὐτὸ ταμιεῖον μετὰ τῶν καλῶν κεισόμενον, ὅπως βασκανίαν ἀπελαύνῃ τῶν καλῶν.
Καὶ γὰρ ἐγὼ κτῆμα σόν· ὥστ’ οὐδὲν θαυμαστὸν εἰ καὶ σὺ κτῆμα ἐμόν. ἐκεῖνο μέντοι οὐκέτι πείθομαι τὴν τὴν τὸ ἄρχειν ἀρετὴν παρ’ ἡμῶν γεγενῆσθαί σοι.
κομίζων γὰρ αὐτὴν ἐκ Φοινίκης ἀφῖξο καὶ διὰ τοῦτο ἑτέρῳ παρεδρεύων μεῖζον ἴυγγος ἴσχυσας τῷ τρόπῳ. καὶ νῦν Φοινίκη μισθοὺς ὧν ἐδίδαξε κομίζεται ποιήσασά τε γενναῖον καὶ παρὰ τοῦ μα- θητοῦ σωζομένη τε καὶ θεραπευομένη.
σωτηρίαν δὲ καλῶ καὶ θεραπείαν οὐ τὸ ἐξεῖναι πάντα ποιεῖν ὡς ὂν ἑταίρου καὶ Φοίνικος ἄρχοντος, ἀλλ’ ὅτι σε ἀκούω καὶ τιμᾶν οὓς δεῖ καὶ κολάζειν οὓς χρή, καὶ τοῦτο πρῶτον ἀπαιτοῦντα τοὺς φί- λους τὸ μὴ ἀπειθεῖν τοῖς νόμοις.
ὡς ὅστις ἐν ἀρχῇ τοῖς πάλαι συνήθεσι δίδωσι παρανομεῖν, βλαβερὰν ἀμφοτέροις χα- ρίζεται χάριν καὶ δοκῶν αἰδεῖσθαι φιλίαν αὑτόν τε κἀκείνους μισῶν οὐκ οἶδε.
πολλὴν δὲ ἄρα βραδυτῆτα κατέγνως τῆς φήμης. εἰ ἀγνοοῦσι ταῦτα ᾠήθης γράφειν. ἡ δὲ πάλαι σου τὴν ἐπιστολὴν ἔφθη θεοῦ τε πρᾶγμα ποιοῦσα καὶ ὑποπτέρου καὶ οὐ τὴν ἀγοράν γε μόνον ἐνέπλησεν αὑτῆς, ἀλλ’ ἤδη καὶ εἰς τὸ βασίλειον εἰσῆλθεν ἡδονὴν φέρουσα τῷ βασιλεῖ καὶ μάντει.
ὁ δὲ χαίρων ἐφθέγξατό τε οἷα τὸν ἡδόμενον εἰκός, καί τί που καὶ ἡμεῖς παρόντες ἠκούσαμεν καὶ συνήσθημέν τε καὶ συνεισηνέγκαμεν κρότον, ὃν ἐκεῖνός τε οἶδε καὶ σὺ δήπου τεκμαίρῃ.
Ὤιμην σὲ ὑπὸ τῆς ἀρχῆς καὶ τῶν περικεχυμένων πραγ- μάτων οὐκέθ’ ὁμοίως ἀγαθὸν ἐπιστέλλειν εἶναι· σὺ δὲ ἄρα καὶ τοῦτο πράττεις κἀκεῖνο ἐφύλαξας. ἐμὲ γοῦν τὸν οὐδὲν ἄλλο ἢ γράφοντα νενίκηκας τῷ πλήθει.
τὸ δέ γε κάλλος ἴσον, καὶ μικρός μοι σῖτος ἅπας καὶ χρυσὸς πρὸς τὴν ὥραν τῶν γραμ- μάτων, ἐν οἷς ἡμᾶς ἀναγκάζεις μὴ σιγᾶν ὡς δόξοντας χρὴ μάτων ἕνεκα ἐπεσταλκέναι, εἰ ἅμα τῷ τὰ χρήματα ἔχειν ἀπο- στησόμεθα τοῦ γράφειν.
αἰσθάνομαι δὲ ὅτι γελᾷς ὑπὸ σαυτῷ με λαβὼν καὶ γεγονὼς κύριος παίζειν τι καὶ τιμὰς τάττειν πυρῶν καὶ κριθῶν ἀλλ’, εὖ ἴσθι, μᾶλλον ἴσῃ μου κύ- ριος αὐτίκα καὶ δώσεις τι μεῖζον ὁ τὰ παρόντα θαυμάσας. τότε σύ τε ἐμοῦ λέγοντος ἀκούση καθήμενος, οὗ σοι πρέπει, καἰ ἐγὼ σοῦ τὰς ἴριδας τῶν ἐν ταῖς δίκαις ῥεούσῃ φωνῇ δια- λύοντος, καὶ ἐπαινεσόμεθα, σὺ μὲν εὐνοίᾳ τἀμά, ἐγὼ δὲ ἀλη- θεία τὰ σά.
Ὁ παῖς ᾔτει με γράμματα προσελθών, ἐγὼ δὲ ὤκνησα μέν, ἔδωκα δέ. ἐποίει δὲ τὸν μὲν ὄκνον, ὅτι σὺ τῶν Ἐρε- χθειδῶν εἰλημμένος καὶ ἀκροπόλεως ἐκείνης καὶ ἀνδρῶν καὶ τόπων καὶ θεῶν ἐδόκεις μοι τῶν προτέρων παιδικῶν ὑπὸ τῶν δευτέρων καταφρονεῖν· δοῦναι δὲ ἔπειθε, μᾶλλον δὲ ἠνάγκαζε τὸ ἐρᾶν. κωλύει γὰρ οὐδὲν ἐρᾶν τοῦ πρὸς ἕτερον ὡρμηκότος ἐγὼ δὲ κἂν ὑβριζόμενος ἤλεγξα τὴν παροιμίαν οὐ οὐδ᾿ λύων τὸν ἔρωτα.
δεόμεθα δή σου τὸ σὸν γένος ἀναμεῖναι τὸν Βοηδρομιῶνα καὶ μετασχεῖν τοῖν θεοῖν, ἀλλὰ κἂν ἄλλη τις τελετὴ καλῇ, τρέχειν καὶ γίνεσθαι τοῖς δαίμοσι διὰ μυστηρίων ἑταῖρον, νομίσαι δὲ καὶ τοῦτο ἱερόν, τὸ τὸν πατρῷον οἶκον ἐπανελθόντα συνέχειν καὶ συνεῖναι μὲν τοῖς ζῶσι τῶν οἰκείων, τιμᾶν δὲ τοὺς οἰχομένους.
εἰ δὲ δεινὴ κατέχειν ἡ τῆς Παλ- λάδος γῆ, πάλιν δεόμεθά σου σπεῖραι παῖδας Ἀθήνησι καὶ τὸ γένος ἡμῖν ἐκτεῖναι. πάντως δὲ ἡ πόλις γέμει τῶν ἀπὸ Κόδρου, τὸ δὲ αὐτό σοι καὶ υἱεῖς οἴσει καὶ βάσανον φίλων· οἱ μὲν γὰρ ὄντως ἀγαπῶντες μενοῦσι φιλοῦντες, τοὺς δὲ ἀπο- πετομένους ὄψει.
ἀλλ’, ὦ γενναῖε καὶ ἐκ τοιούτων, μάλιστα μὲν τὰ πρότερον ποίει, δίκαιον γάρ· εἰ δὲ θάτερα νενίκηκε, κἀνταῦθά τι προσέστω τάχους.
Ὅσα κατηγόρησα τῆς ὁδοῦ, καὶ γὰρ ἦν χαλεπή, τοσαῦτα ἐμαυτοῦ καὶ ἔτι πλείω ταχέως ἀναστρέψας, ἀλλ’ οὐκ ἐπ’ αὐτὸν ἐλθὼν τὸν σταθμὸν καὶ δοὺς ἐμαυτῷ τὸ καὶ τῆς ὑστεραίας ἅμα τῷ ἡλίῳ τὴν θείαν ἰδεῖν κεφαλήν.
καὶ γὰρ οὐδ’ ἡ πόλις με εἶχε παραμυθεῖσθαι πράττουσ κακῶς. λέγω δὲ κα κοπραγίαν οὐ τὴν τῶν ὠνίων σπάνιν, ἀλλ’ ὅτι πονηρὰ κοὶ κακὴ καὶ ἀχάριστος κέκριται καὶ δοκεῖ τῷ τηλικαύτην μὶν ἂρ χήν, πλείω δὲ φρόνησιν κεκτημένῳ.
ἴως μὶν οὖν Ἄλκιμος μοι παρῆν, εἶχον τὸν δεχόμενον τοὺς λόγους, ἐν οἷς ἐμαυτόν τε ᾐτιώμην καὶ περὶ τῆς εἰς ἐμαυτὸν παρὰ σοῦ διεξηῄειν τιμῆς ὡς δὲ ἐκεῖνος ἀπῆρε, τὴν ὀροφὴν ἐποιούμην ἀντὶ τοῦ φίλου.
πρὸς ἣν ἀναβλέπων κείμενος ἐπὶ τῆς κλίνης νῦν, ἔλεγον, ὁ βασιλεὺς ἐκάλει· νῦν εἰσὼν ἐκαθήμην, καὶ γὰρ τοῦτο ἐδίδου, νῦν ὑπὲρ τῆς πόλεως ἠγωνιζόμην, καὶ γὰρ τοῦτο ἐξῆν ὑπὲρ τῶν βασιλέα λελυπηκότων πρὸς βασιλέα λέγειν· ὁ δὲ ἐκράτει μὲν δίκαιά τε ἐγκαλῶν καὶ δυνάμενος εἰπεῖν, ἐγὼ δὲ φιλονεικῶν οὔτε ἐμι- σούμην οὔτε ἐξεβαλλόμην.
τοιούτοις ἐμαυτὸν εὐωχῶ καὶ αἰτῶ παρὰ τῶν θεῶν πρῶτον μὲν σὲ ποιῆσαι κρείττω τῶν πολεμίων· ἔπειθ’ ἡμῖν ἐνταῦθα δεῖξαι καθάπερ ἔμπροσθεν.
ἔστι τι καὶ τρίτον ἐν ταῖς εὐχαῖς, ὃ ἐκεῖνοι μὲν ἀκηκόασι, πρὸς σὲ δὲ οὐκ ἐρῶ· ἴδει δὲ ἄρα μηδ’ αὐτὸ τοῦτ’ εἰπεῖν, τὸ ὡς οὐκ ἐρῶ. δεινὸς γὰρ σύ γε τὸ τρίτον τοῦθ’ εὑρεῖν ἀπὸ τοῦ τὸν εὐχόμενον ἐμὲ κρύπτειν ὅπερ ηὐξάμην, καὶ δέδοικα δὴ μὴ τοὐναντίον αἰτήσῃς.
ἀλλὰ νῦν μὲν διάβαινε τοὺς ποταμοὺς καὶ ποταμοῦ φοβερώτερος ἔμπιπτε τοῖς τοξόταις, μετὰ ταῦτα δὲ βουλεύσῃ περὶ ὧν βεβουλεύσεσθαι φής. ἐμὲ δὲ εὐφραίνων μὴ κάμῃς οἷς ἔξεστι τὸν ἀπόντα· ὡς ἔγωγε ἐπιστελῶ προκαλούμενος γράμματα τὰ σὰ ἀπὸ μέσης μάχης πιστεύων ὅτι καὶ ταῦτ’ ἂν εἴη τῆς σῆς φύσεως τάττειν τε ὁμοῦ στρατὸν καὶ τιτρώσκειν καὶ ἐπιστέλλειν.
οὕτως ὑπὸ τοῦ σώματος ἀδικοῦμαι μέλλων ἀκούειν ἃ χρῆν ὁρᾶν· Σέλευ- κος δὲ ὁ μακάριος ὄψεται καλῶς προθεὶς καὶ γυναικὸς ἀγα- θῆς καὶ παιδὸς ἀγαπητῆς τὴν ἀπὸ τοῦ τοιούτῳ βασιλεῖ δια- κονεῖν εὔκλειαν
Σὺ μὲν ἀγαθὸς ἐπιστείλας, ἐγὼ δὲ ἀτυχὴς οὐ λαβών, προδόται δὲ ἀμφοῖν οἱ κακοὶ περὶ τὸ δῶρον. ἀλλ’ ἔμοιγε οὐ μικρὸν εἰς εὐθυμίαν τὸ πλῆθος τῶν γενομένων γραμμάτων, εἰ καὶ μὴ μέχρι τῶν ἐμῶν προῆλθε χειρῶν
πράττεις δὲ οὐδὲν καινόν, εἰ ᾧ παρὼν ἔχαιρες, τούτῳ γράφεις ἀπών. ἀναμιμνήσκου γάρ, ὅπως ἑσπέρας ἡδίων ἐγίγνου προσιόντος ἐμοῦ καὶ προῆγες τοὺς λόγους εἰς μέσας νύκτας, ἐν οἷς ἐθαύ- μαζον οὐχ ἧττον τῶν φρενῶν τὴν εὐγλωττίαν ἓν αἰτιώμενος μόνου, ὅτι δὴ φύσιν Ἑρμῇ προσήκουσαν ἐνεβίβασας εἰς στρα- τιώτου βίον.
καλῶν δὲ ὄντων κοὶ τούτων καὶ ὧν ἐφρόν- τίσας, ἐν οἷ; προὔκειτο βουλή, πῶς ἂν 'Υπερέχιος τὸ δίκτυον, ἔτι μεῖζον ἦν τὸ φερόμενον ἀγνοίᾳ ἀγνοίᾳ πρὸς ὄρυγμα χαλεπώτατον μονονοὺ τὴν χεῖρα ἐρείσαντα πρὸς τὸ στῆθος ἀνασχεῖν.
ἦν δὲ τὸ ὄρυγμα γόητας ἡγεῖτο τοὺς ἐν τοῖς τρίβωσιν ἐκεῖνος ὃς καὶ τοὺς θεοὺς ἡγεῖτο εἶναι φλήνα- φον. εἶδες οὖν ὡς, εἰ με ἴδοι, χαλεπὸς εὐθὺ; ἔσται, καἰ ἔδεισας μὴ γένηταί τι τῶν ἀπ’ ὀργῆς.
καὶ τοῦτο μὶν οὐ θαυμαστόν, εἰ τὸν ἄνθρωπον εἰδὼς ταῦτα οὐκ ἠγνόησας· ἐκεῖνο δὲ τὸ κελεῦσαί με ἀπελθεῖν καὶ πιστεῦσαί τι τῶν ἀπορ- ῥήτων. ὃ διατελῶ μεμνημένος καὶ δι’ σωτῆρά σε γράφομαι τούς τε ἄλλους Λάσκων οἷα εὐεργέτημαι καὶ οὐδὲ τὸν βασι- λέα τῆς χάριτος ταύτης ἀφιεὶς ἀνήκοον.
Ἥσθην ὅτι με παρακαλεῖς ἐφ’ ἅπερ ἐγὼ σέ· δῆλον γὰρ ὅτι σὲ πέπεικα βοηθεῖν, εἰ τὴν ἐμὴν τάξιν λαβὼν ἐμὲ προ- τρέπεις Ὑπερεχίῳ βοηθεῖν.
ἐγὼ μὲν οὖν οὔτε τῶν δυνα- τῶν τι παρήσω τοῖς τ’ ἀδυνάτοις ἐπιχειρήσω. καὶ γὰρ εἰ μά- ταιον, ἀλλὰ τῷ φιλοῦντι πρέπον, καὶ ἤδη γ’ ἂν ἐπέπρακτό τι περὶ τὸν νεανίσκον, εἰ μὴ τὸ βραδέως ἐλθεῖν ἐκώλυσε τὸ ἔργον. οὐ μὴν τάς γε ἐλπίδας ἀνεῖλεν, ἀλλ’ εἰσὶ καὶ λαμπραί. πτύω δὲ εἰς κόλπον τῇ παροιμίᾳ πειθόμενος.
ἔοικε δέ τις δαίμων τὸ πρᾶγμα καλῶς διῳκηκέναι βουλόμενος αὐτὸν ἀμφοτέρων τυχεῖν, ὧν τε σὺ δοῦναι κύριος ὧν τε ὁ πάντων, ὡς ἐκείνων γε προτέρων τυχών, τῶν δ’ ἂν ἐστέρητο.
νῦν δὲ σὺ μὲν αὐτὸν παιδεύσεις καὶ ποιήσεις ῥήτορά τε καὶ τἄλλα μέγαν γάμῳ τε καὶ δόξη καὶ τοῖς ἐν τῷ συνεδρίῳ δρω- μένοις, ἥξει δὲ τὰ δεύτερα διδόμενα δέξασθαι δυναμένῳ.
ἀλλά, πρὸς τῶν θεῶν, οὓς πάλαι θαυμάζων νῦν ὡμολόγη- σας, πάρελθε πάρελθε μὲν τὴν τοῦ πατρὸς Ὑπερέχιον εὔνοιαν, μησαι δὲ τὴν ἐμήν· ὃ ποιήσας τὴν τοῦ πατρὸς νικήσεις.
Ἀρκῶν ἐμοὶ μισθὸς Ὑπερέχιος τοιοῦτος ὤν, ὥσθ᾿ ὑμῶν ἔτι ζώντων ἀποδειχθῆναι δεσπότης οὗπερ ἦν δίκαιον τῶν ὄντων μέρους. ἔστι γὰρ ὑμῖν τε κόσμος τοῖς τε ἀδελφοῖς καταφυγὴ φέρων μὲν τὴν θρασύτητα πρᾴως, τιμῇ δὲ τῆς φύ- σεως βοηθῶν.
τὸν γοῦν νεώτατον στρατείας καὶ πόνων ἐξελόμενος ἐπανήκει. δεῖ γὰρ αὐτὸν πρὸς τὴν Μεγάλην πόλιν δραμεῖν καὶ πρὸς μέγεθος ἀπολαῦσαι τοῦ καιροῦ. τὰ δὲ ἐν- τεῦθεν εἶχε μὲν ἄν, εἰ θᾶττον ἀφῖκτο· ἔζει δὲ μετὰ τὴν νίκην δοῦναι δὲ ἄμφω θεοῦ.
γάμον δὲ εἰ μὲν αὐτὸς φεύγει, πειθέσθω παρ’ ὑμῶν μὴ φεύγειν· εἰ ὁ ὁ μὲν διώκει, τὸ δ᾿ ὑμέτερον οὐ συμπνεῖ, μετάθεσθε.
Οὐδὲν θαυμαστὸν μαθητὰς ὑπὸ διδασκάλων φιλεῖσθαι ὥσπερ οὐδ’ υἱεῖς ὑπὸ πατέρων, ἄλλως θ’ ὅταν οἱ μαθηταὶ μὴ κακοὶ περὶ τὸν παιδεύσαντα γένωνται. γίγνονται γὰρ δὴ καὶ κακοὶ καὶ γεγένηνταί γε. καὶ τοῦτο μᾶλλον ἑτέρων οἶδα πολλὰ μὲν περὶ πολλοὺς καμών, πολλὰ δὲ ὑπὸ πολλῶν παθών.
ἀλλ’ ὑμεῖς γε χρηστοὶ καὶ τὸ τῶν πελαργῶν μᾶλλον ἢ τὸ τῶν κριῶν ἐπαινοῦντες. διόπερ ὑμῖν καὶ συμβούλομαι καὶ συνεύχομαι τὰ βελτίω. βέλτιστον δὲ ἐν τοῖς παροῦσιν ἃ δια- νενόησθε πρᾶξαι.
τοῦτο δὲ εἶπον εἰδὼς τὸν ὄκνον πολλά- κὶς ἐμποδίζοντα τὸ συμφέρον. ὑμῖν δὲ ἥ τε πατρὶς μεγάλη ὅ τε οἶκος τοιοῦτος. δέος οὖν μὴ τούτοις κατασχεθῆτε τοῖς φαρμάκοις.
Ἐπὶ τὰς ὑποσχέσεις ἥκουσιν οἱ νέοι, σὺ δὲ τῇ τε ἄλλῃ γενναῖος καὶ ψεύδεσθαι οὐκ εἰδώς. ἀλλὰ καὶ αὐτὸς ἀπὼν ἀπαιτῶ τὰς ὑποσχέσεις. πάντως δὲ τὸ αἰδὼς ἐν ὀφθαλμοῖς οὐ παρὰ σοὶ κρατεῖ, ἀλλ’ ὁμοίως αἰδέσιμος ὁρώμενός τε καὶ ἐπιστέλλων φίλοις.
ἄγε οὖν, ποίει τούτω δικὼν ἐπιστήμονε, κἂν ἐπ’ ἄλλο τι προβῇς, ἄγε καὶ τούτω ταὐτὸ δράσοντε πάλιν. ἴσως δέ τις ὄψεται τοὺς ἀγωνιστὰς ἀθλοθέτας σοῦ προξενοῦν. τος καὶ ἐπαινοῦντος
Υπὲρ ἀδελφοῦ τὴν ὁδὸν Ὑπερέχιος ἴφη ταυτηνὶ πεποιῇ- σθαι, ἐφωράθη δὲ ὑπὲρ σοῦ μᾶλλον ἢ ὃν ἴφη πεποιημένος· εἰς μὲν γὰρ ἐκεῖνον μικρά τις ἦν ἡ σπουδή, περιέτρεχε δὲ σβεννύων φήμην ἀκμάζουσαν οὐκ ἀληθῆ μίν, ὡς ἔγωγε ἐπε- πείσμην, ἦσαν δὲ οἱ βουλόμενοι τὰ χείρω κρατεῖν, πἳ τιμῆς μὶν οὐκ ἂν τύχοιεν διὰ τὸ μὴ ἀσκεῖν ἀρετήν, τοῖς δὲ ἀπ ἀρετῆς τιμωμένοις φθονοῦντες, ἂν ἐκεὶνοί τι δόξωσιν ἀδικεῖν, ἀναπνέουσι.
πρὸς οὓς ἐγὼ μὲν ἐμαχόμην τῷ εἰκότι συμ- μάχῳ χρώμενος, ἔδει δέ τινος ἐγγύθεν μάρτυρος, ὃς ἕμελλε ποιήσειν μοι τὸ εἰκὸς ἰσχυρόν.
τῶν μὲν οὖν ἄλλων οἱ μὲν ἐσίγων μετὰ τῶν κατηγόρων τῇ σιγῇ γιγνόμενοι, οἱ δ’ ἀκοῦ- σαι μὲν ταῦτα ἔφασκον, τἀκριβὲς δὲ ἀγνοεῖν, οὐδὲν ἢ μικρὸν ἐκείνων οἵδε διαφέροντες· ἀλλ’ ὁ χρηστὸς οὑτοσὶ καὶ σοί τε καὶ ἐμοὶ καὶ Ἀληθείᾳ φίλος ἀνθ’ ὅπλων ὑπὲρ σοῦ τὴν γλῶτ- ταν ἔθετο καταβοῶν μὲν τῶν λεγόντων ὡς ψευδομένων, κατα- βοῶν δὲ τῶν πειθομένων ὡς ἐξαπατωμένων.
καὶ τοσοῦτον ἴσχυσε τῇ συνεχείᾳ τῶν ἀγώνων, ὥστε καθήρας ἡμῖν τὴν πό- λιν τῆς ἀπάτης ἔρχεται· καὶ νῦν οὔτε βουλευτὴς ἰς τὰς πλευ- ῥᾶς ὕβρισται κέρδος τε οὐδὲν κεκράτηκε τῆς ψυχῆς δοκεῖ τε ὁ γενναῖος Μάξιμος εἶναι τοιοῦτος οἷός ἐστιν.
ἐγὼ οὖν ἀμφοτέροις συνήσθην τῶν ἐπαίνων, εἰ σὺ μὲν ἐν ἀρχῇ δίκαιος, ὁ δὲ ἐν ἀρχομένοις, καὶ ἅμα ἐδόκεις μοι μηδὲν εἰς αὐτὸν εὐ- νοίας ἐλλελοιπέναι.
τοῦτο δὲ οὐκ ἠρόμην· ὑπὸ γὰρ ὧν ἔπραττεν εὐθὺς ἐδιδασκόμην. τοσαύτη τις ἦν ἡ περὶ τὴν ἀπο- λογίαν προθυμία δεικνῦσα μὲν τὸν ἀληθεύοντα, δεικνῦσα δὲ τὸν ἀμειβόμενοι χάριτας. τοιούτους ἐγὼ τρέφω τε καὶ συνί- στημι τοῖς φίλοις.
Ἐγὼ σοῦ πρεσβύτερος μέν εἰμι, τὴν φύσιν δὲ οὐκ οἶμαι εἶναι βελτίων διὰ δὲ πόνων ἐγὼ μὲν ἦλθον, σὺ δὲ ἔρχῃ. τοῦ δὴ εἰκότος νικῶντος ποιήσεις οἷα ποιῶ. σοφὸς οὖν ὢν ἤδη σαυτὸν ἐπαινεῖς ἐν οἷς ἐμέ.
ἀλλ’, εὖ ἴσθι, καὶ ὧν ποιῶ καὶ ὧν ποιήσω μείζω τὸν ἔπαινον ᾄδεις κείσθω μὲν γάρ, εἰ δοκεῖ, τἀμὰ μετὰ τῶν Δημοσθένους, νεμεσήσει γὰρ οὐδεὶς εἰδὼς ὅτι καὶ ῥάκια καὶ τὴν καλλίστην ἐσθῆτα πολλάκις ‘ὲν δέχεται κιβώτιον· τίμα δὲ μήθ’ ὁμοίως ἐκείνοις μήτ’ εὐθὺς μετ’ ἐΜ μὴ τὸ τοῦ Δημοσθένους αὐτό τις λαβών — ἀλλ᾿ ἐκεῖνο μὲν οὐ ἐρῶ —, δέδοικα μέντοι μὴ τῷ ἄγαν ἐμὲ θαυ- μάζειν τὰ σὰ χεῖρον διάθῃ
Οὐκ ἄδηλον ὅτι δι’ ὅσων ἦλθες πολίων, πάσας ἐνέπλη- σας τῶν ὑπὲρ ἡμῶν λόγων καὶ γὰρ ἐνταῦθα, ὡς ἤρξω τοῦτο ποιεῖν, πάντα ὦτα ἐνέπλησας τῶν τε βουλομένων τῶν τε οὐκ ἐθελόντων, τοῖς μὲν χαριζόμενος, τοὺς δὲ ἀνιῶν ὥστε θαυ- μάσαιμ’ ἂν εἰ μὴ παραπλήσια καἰ πρὸς τοὺς γεωργοὺς ἐβόας, ὅσοι μέχρι τῆς λεωφόρου τὰς αὔλακας ἔτεμνον.
ἐμοὶ δὲ μείζω μὲν ταῦτα τῆς Συρακουσίων δεκάτης, μικρῷ δὲ ἐλάττω τῶν εἰς τὸν ὑμέτερον νομοθέτην ὑπὸ τοῦ θεοῦ λεχθέντων. ὃς γὰρ οὔτ᾿ ἂν κολακεύσαις, οὐδὲ γὰρ βασιλέως σύ γε τύχην, μὴ ὅτι γε σοφιστήν, οὔτ’ ἂν ἀγνοήσαις λόγου κάλλος ἢ αἶσχος, πῶς οὐκ ἐπαινῶν τόν γε ἐπαινούμενον μέγαν ποιεῖς καὶ λαμ- πρὸν ἐν Ἑλλήνων χοροῖς;
ἡμεῖς δὲ σὲ ἐπαινοῦντες ν οὐ παυόμεθα, ποιοῦμεν δὲ παραπλήσιον ὥσπερ ἂν εἴ τις πυ- ροὺς χρησάμενος ἀποδοίη κριθὰς αὐτῷ τῷ μέτρῳ τὸ μὶν γὰρ μέτρον οὗτος ἐτήρησεν, ἀπέδωκε δὲ οὐκ εἰς ἅπαν.
οὐδὲ γὰρ ἐκεῖνος, οὗ νῦν ἐμνήσθην, ὁ Λακωνικὸς τιμηθεὶς ὑπὸ τοῦ χρησμοῦ εἰ τὸν Πύθιον αὐτὸς ἀντεκόσμησεν ἔπεσιν, ἴσον ἂν ἦν, οὐδ’ εἰ πάνυ πολλὰ ἦν τὰ ἔπη.
ἐνταῦθα μὲν οὖν λειπόμεθα, φιλοῦντες δὲ ἡ νικῶμεν ἢ πάντως γε οὐ νικώμεθα. πρὸς τοσοῦτον δὲ ἥκω τοῦ θαρρεῖν σοι καὶ οἴεσθαι παντὸς ἂν τυχεῖν, ὥστε καὶ τῶν ἡμετέρων φίλων τοὺς ἐκεῖσε ἰόντας καὶ δεομένους φίλων ἐπὶ τὰς δὰς πέμπω θύρας ὡς σοῦ γνώμην μὲν τὴν ἐμὴν εἰς αὐτοὺς μιμησομένου, ῥώμῃ δὲ μείζονι χρη- σομένου.
δι’ οὗ δὲ ταύτην λαμβάνεις τὴν ἐπιστολήν, μὴ ἴνα νόμιζε τῶν πολλῶν, ἀλλ’ υἱέος μοι διαφέρειν οὐδέν. αἰ· τίον δὲ <ἡ> ἐπιείκεια καὶ τὸ αἰδεῖσθαί τε καὶ δόξης καὶ λαβεῖν ἐπαινέτας τοὺς γέροντας, ὧν καὶ πρῶτον καὶ μάλι- στα τὸν θεῖον τὸν ἐμόν, ὃν εἰδὼς εἰδείης ἂν καὶ τοῦτον· οὐ γὰρ ἂν ἐκεῖνος τὸν οὐκ ἀγαθὸν ἐθαύμασε.
μέλει δὲ καὶ Μοδέστῳ τοῦ νεανίσκου τὸ μὲν πρῶτον ὑπ’ ἐμοῦ παρακλη- θέντι, μετὰ δὲ τὴν πεῖραν ὑφ’ ἑαυτοῦ. ὄψει δὲ αὐτὸν τὰ πα- τρὸς εἰς Ὑπερέχιον τουτονὶ σπουδάζοντα, ἀλλ’ οὐδὲν οἷον εἰς προστασίαν ὁ δαιμόνιος Νικοκλῆς· οὕτω γὰρ κἀκεῖνος αὐτὸν ἐπαινέσεται σπουδάζων, εἰ ὅτι καὶ σοὶ χαριεῖται γνοίη. 8, μα- θέτω τοίνυν οὗτος ἀκούσας διαρρήδην ἐκ τοῦ σοῦ στόματος ὡς προσιὼν οὐκ ἐνοχλήσει, μᾶλλον δὲ ὡς, εἰ δι᾿ ἄλλου τῶν αὑτοῦ τι θήσεται, σύ γε ἠδίκησαι καἰ λήνη παρὰ τοῦδε δίκην
Ἐγὼ τὴν ἀρχὴν τὴν Ἀλεξάνδρου τὸ πρῶτον ἐδυδχέραινον, ὁμολογῶ, καὶ τὸ τοὺς ἀτιμοτάτου, τῶι παρ’ ἡμῖν ἐπιμελεῖσθαι τούτων δὴ τὸ πρὶν οὐ τῶν ἐνδόξων ὕβριν ἡγούμην κὼ οὐκ ἄρχοντος ἔργον, ἀλλὰ καὶ τὴν εἰς χρήματα ζημίαν πυκνήν τινα οὖσαν ἀσθενεστέραν ᾤμην ποιήσειν τὴν πόλιν, πλέον δὲ οὐ
νῦν δὲ ὁ καρπός τε ἀνεδόθη τῆς τραχύτητος καὶ ᾄδω πα λινῳδίαν. οἱ γὰρ δὴ πρὸ μεσημβρίας ἐκεῖνοι λελουμένοι καὶ κοιμώμενοι Λακωνικοί τινες γεγένηνται τοὺς τρόπους καὶ καρ- τερικοί, καὶ πρὸς τῇ ἡμέρᾳ τυ νυκτὸς οὐκ ὀλίγον πονοῦσιν ὡσπερ προσηλωμένοι ταῖς Ἀλεξάνδρου θύραις.
ὁ δ’ εἰ βοήσειεν ἔνδοθεν, σείεται πάντα, ὥστ’ οὐδὲ σιδήρου μοι δε- ήσεσθαι δοκεῖν τοῦ ἀπειλεῖν ἀποχρῶντος ἐνεργούς τε ὁμοῦ καὶ σώφρονας ποιεῖν τοὺς ἀργούς τε καὶ θρασεῖς.
τειερά πευται δὲ καὶ ἡ Καλλιόπη τῆς σῆς γνώμης ἀξίως οὐ μόνον ἱπποδρομίαις, ἀλλὰ καὶ ταῖς ἐπὶ σκηνῆς χάρισι καὶ τέθυται ἐν θεάτρῳ τῇ θεῷ καὶ μετετάξατο παρ’ ἡμᾶς οὐ μικρὸν μέρος, ὥσθ’ ἥ τε βοὴ λαμπρὰ θεοί τε ἐν τῇ βοῆ καλοῦνται. δηλῶν δὲ ὁ ἄρχων ὡς χαίρει τῇ τοιαύτῃ βοῇ μείζω ταύτην ἀπὸ πλειόνων προκαλεῖται.
τοσοῦτόν ἐστιν, ὦ βασιλεῦ, μαντικὴ τοῖς ἀνθρώποις διδάσκουσα, τί ποιῶν ἄν τις ἄριστα διοικοίη καὶ οἶκον καὶ Πόλιν καὶ ἔθνος καὶ βασιλείαν.
Ἀλλ’ ἔδει μέν σε ἐκ τῶν ἐμῶν χειρῶν δεδέχθαι τὸν ἑταῖ- ρον· ἐπεὶ δὲ σὺ μὲν ἠπείγου πρὸς τὰς πύλας, ὁ δ’ οὐ παρῆν, ἃ μὲν ὑπὲρ αὐτοῦ διείλεγμαι, μέμνησο· τίμησον δέ μοι τὴν ἐπιστολὴν δείξας ὡς ἠδυνήθη τοσοῦτον ὅσον ἂν ἐγὼ τὸν χρηστὸν Ὑπερέχιον εἰς τὴν σὴν φιλίαν εἰσάγων τῇ δεξιᾷ.
Ταυτὶ γὰρ ἀγαθῶν γειτόνων ἐπικουρεῖν ἐν ταῖς ἀτυχίαις τοῖς πλησίον οἰκοῦσι. σὺ δ’ ἀμφότερα τὴν παροιμίαν πεπλή- ρωκας εὐφημίαις ἔργα προστιθείς.
ἡμῖν δὲ ὁ λιμὸς διπλοῦν γἐγο ἑ κακόν, αὐτός τε καὶ ἡ δι’ οὐτὸν κατὰ τῆς πόλιας ὀρ- γή· ἣν εἰ μή τις λύσει θεῶν, δέδοικα μὴ τὸν λιμὸν διαφυ- γόντες ἐν ἀφθονίᾳ τῶν ὠνίων πληγῶμεν.
ἀλλὰ σύ τι εὔχου καὶ τῶν ἄλλων οὓς οἶσθα θεοῖς φίλους, πεῖθε τὸ αὐτὸ ποιεῖν.
Ἀρκαδίην δε αἰτῶ, μέγα αἰτῶ. τὸ δὲ ἀκροτελεύτιον μεταθεὶς ἐρῶ ὅτι δώσεις πολλὰ γὰρ δὴ καὶ ἕτερα δέδωκας μείζω τῆς Ἀρκαδίας, ἡνίκα Ἀρμενίων τόσους καὶ τόσους ἀγο- μένους ὑπὸ ζυγὸν χρόνον οὐκ ὀλίγον ἀφῆκας ἐλευθέρους.
καὶ νῦν τοίνυν ὅπως οὑτοσὶ Λεόντιος μὴ λάβῃ πεῖραν ζυγοῦ, σπουδαστέον τε ἐμοὶ καὶ σοὶ συμβυλευτέον. γέγονε δέ μοι πάλαι συνήθης ὁ Λεόντιος οὗτος καὶ θαυμαστὸν οὐδὲν εἶναί τινα Γαλατῶν ἐμοὶ φίλον.
οὔτ᾿ οὖν μὴ προθυμεῖσθαι βοηθεῖν εἶχε καλῶς κἂν μὴ τύχω δεηθείς δόξαν οἴσομαι κου- φότητος, εἰ καὶ τοιούτων ἤλπισα τεύξεσθαι παρὰ σοῦ μήπω τηλικοῦτος ὤν.
ἵν’ οὖν τὸ μέγεθος τῆς ἡμετέρας γνῶσι φιλίας καὶ ὧν ἄρχεις καὶ παρ’ οἷς οἰκεῖς, τήρησον ἡμῖν τὸν ἄνθρωπον ἐφ’ οὗπερ νῦν ἐστι σχήματος. τοῦτο δὲ ποιῶν οὐ τῶν αὑτῆς στερήσεις τὴν ὑπὸ σοὶ στρατείαν, ἀλλὰ κωλύσεις ἀδικοῦσαν προσλαβεῖν.
ἐγὼ δὲ αὐτὴν γίγνεσθαι μὲν ὑπὸ σοῦ μεγάλην βουλοίμην ἄν, ὁρῶ δὲ ὅτι πᾶν, ὃ μὴ δίκαιον, οὔτε καλὸν οὔτε μόνιμον. ἀκούω δὲ τοὺς ἕλκοντας αὐτὸν εἰς ἐκεῖνον τὸν πόνον οὐδὲν ἔχειν εἰπεῖν, δι’ ὃ δεῖ τοῦτο ποιεῖν, ἢ ὅτι βούλονται. ἀλλὰ σύ γε αὐτοὺς δίδασκε μὴ πάντων ἅπτεσθαι, καὶ μὴ πείθων ἀνάγκαζε.
γένοιτο δ’ ἂν ἀπαλλαγὴ τῷ Λεοντίῳ βεβαίως, εἰ λέγοντος ἀκούσας γνοίης αὐτὸν μηδαμόθεν τοῖς ἕλκουσι προσήκειν· ὡς μὴ τοῦτο ποιήσας οὐ λύσιν τῶν φόβωι, ἀλλ’ ἀναβολὰς εἰργάσω, τοῦτο δέ ἐστιν ὁ Τάνταλος δεδοικὼς τὸν λίθον.
Ἡ πόλις ἐκείνη ἡ λαμπρὰ καὶ μεγάλη, ᾗ καὶ σαυτὸν ἔδει- ξας καὶ παρ’ ᾗ τετίμησαι, πολλοῖς κακοῖς διασέσεισται λιμῷ τε μεμαχημένη καὶ βασιλεῖ δόξασα εἶναι κακοῦργος, καὶ διε- τελέσαμεν ἱκετεύοντες μέν, ἐκφυγεῖν δὲ τὴν δόξαν οὐ δυνη- θέντες.
σὺ δὲ ἄρα εὐδαίμων εὖ πραττούσης μὲν ἀπολαύ- σὰς, τῶν ἑτέρων δὲ οὐ κοινωνήσας πλὴν εἰ ταύτῃ σέ τις κεκοινωνηκέναι φαίη, ὅτι ἃ φερομένης καλῶς ἐπέπρακτο ἄν σοι, ταῦτα τῇ τοῦ καιροῦ χαλεπότητι διεκω/ύθη.
ὅπῃ γὰρ ἔλθοιμεν, ἀθυμία πανταχοῦ, καὶ οἱ λόγοι μάτην ἀναλοῦντο· προσιόντων δὲ οἱ δοῦναι κύριοι τὰς θύρας ἀπέκλειον, ὅπως ἡμῶν μὴ ἀκούοιεν τῆς φωνῆς· εἰς τοσοῦτον δυνάμεως ἥκο- με ἀλλ’ ἢν θεῶν τις λύση τὸν ζόφον, ἔργου τε αὖθις ἑξό- μέθᾳ καὶ ἴσως οὐκ ἀτυχήσομεν.
Ποιητὴν δὲ ἄνδρα καὶ Μουσῶν ἑταῖρον παρὰ τίνα πέμ- ψειν ἔμελλον ἢ παρὰ τὸν ταῖς Μούσαις φίλον; τὰ μὲν οὑν ποιήματα αὐτὸς κρινεῖς καὶ οἶμαι ὅτι θαυμάσῃ· σκόπει 81 ὅπως καὶ οὗτος ὑμῶν τὸ εἰδέναι διδόναι θαυμάσῃ δοκεῖ γάρ μοι σόφισμά τι τοῦτο εἶναι τῶν Μουσῶν τὸ μὴ πλουτεῖν τοὺς δυναμένους εἰπεῖν, ὅπως ἀγείροντες ἀργύριον λέγωσι.
σὺ οὖν αὐτός τε δίδου μεμνημένος, ὡς ἡδέως μοι διηγοῦ προτί ῥᾶς δόσεις, καὶ τοὺς ἄλλους ἐργάζου φιλοτιμοτέρους.
Τοὺς ποιητὰς εὖ ποίει· καλὸς γὰρ θησαυρὸς παρ’ ἀνδρὶ ποιητῇ χάρις ὀφειλομένη. μᾶλλον δέ, οὗτος μὲν ἄρξει χάριτος ἐκ λόγων· σὺ δὲ μὴ ἀνάσχῃ γενέσθαι τῶν ὀφειλόντων, ἀλλ’ εὐθὺς ἀπόδος τὴν χάριν, χρυσίον ἀντὶ χρυσῶν ἐπῶν.
ἀλλ’ ὅπως ὧν παρ’ ἡμῶν λήψεται μετὰ τὸ ὑμέτερον μὴ ἔλαττον γένηται τὸ ὑμέτερον. δεῖ γὰρ εἶναι μείζω τὰ δῶρα τῶν μει- ζόνων.
Ὤιμην ἀφεῖσθαι πάσης αἰτίας μετ’ ἐκείνην τὴν ἐπιστο- Λὴν καὶ γνώμην εἶναι σοὶ πρὸς ἐμὲ τὴν πρὸ τῶν ἐγκλημάτων. σὺ δ’ ἄρα ἐχθρόν τέ με ἡγοῦ καὶ δίκην ἐπιθήσειν ἔμελλες.
καίτοι ὅ γε θαυμαστὸς Ἁρποκρατίων μένειν ἔφασκε τὴν παλαιὰν φιλίαν θαρρεῖν τε ἐκέλευεν ὡς σοῦ γε οὐ μεταβεβλη- μένου. ἐξηπατώμεθα δέ, ὡς ἔοικεν, ἐγώ τε κἀκεῖνος οὐ μι- κρόν τινα χρόνον, καὶ ἴσως ἐκέρδαινον ἀπατώμενος, εἰ τὸ μὴ λυπεῖσθαι κέρδος ἦν.
ὡς δὲ ἦλθεν ὁ λόγος καὶ διεδόθη μετὰ τῶν γραμμάτων καὶ ἤκουον τοῦ δεῖνος ἐμοὶ πέπομφε βιβλίον Θεμίστιος λέγοντος καὶ τοὐ ταὺτὸ κοὶ τρί- του καὶ τετάρτου καὶ μόνος ἦν Ἀργείων ἀγέραστος, τοτ’ ἔφην πρὸς ἐμαυτὸν ὡς οὔπω διαλλαγαί, κρατεῖ δὲ ὁ θυμὸς ἔτι καὶ παρόν μοι λαβεῖν τὸν λόγον οὐκ ἔλαβον, ὅπως μὴ γνοίην ἃ μὴ ἐθέλεις, καὶ ὠδυνώμην μὶν ἀπεχόμενος θοίνης οὕτω καλῆς, ἠνειχόμην δέ, ὅπως μὴ γένηταί τι ὧν οὐκ ἐβού- λου.
εἰ μὲν οὖν ἔτι χαλεπαίνειν οἴει δεῖν, μὴ ἐπίστελλε μηδ’ εἰρωνεύου τῆς ὀργῆς δὲ πέπαυσαι, πρόσθες ἐπιστολῇ τὸν λόγον. ἥδιον γὰρ ἀναγνώσομαι πέμποντος αὐτοῦ τοῦ δη- μιουργοῦ τὸ τέχνημα.
Ἐγένετό μοι φίλος Ὠρίων, ὅτε εὐτύχει· νῦν δὲ πράττει μὲν ἐκεῖνος κακῶς, τηρῶ δὲ ἐγὼ τὴν γνώμην· αἰσχύνομαι γὰρ εἰ καὶ αὐτὸς ὑπὸ τῇ παροιμίᾳ γενήσομαι καὶ δόξω φεύγειν ἠτυχηκότα φίλον.
ταῦτα δὲ τρὶς ἤδη πρὸς σὲ βοῶ τὸ μὲν πρῶτον ἐν γράμμασιν, ἔπειτα πρὸς παρόντα, νῦν δὲ ὥσπερ τὸ πρῶτον. καὶ γὰρ εἰ διέστηκεν ἡμῶν τῇ περὶ τὸ θεῖον δόξῃ, βλάπτοι μὲν ἂν αὑτόν, εἴπερ ἐξηπάτηται, παρὰ δὲ τῶν συν- ήθων οὐκ ἂν εἰκότως πολεμοῖτο.
ἠξίουν δὲ ἔγωγε καὶ τοὺς νῦν ἐγκειμένους αὐτῷ μεμνῆσθαι ὧν αὐτοῖς ἐβοήθησε πολλά- κὶς καὶ μᾶλλον ἀποδοῦναι χάριν ἢ ζητεῖν κατορύξαι ζῶντα τὸν εὐεργέτην· οὗ τὴν συγγένειαν ἐλαύνοντες πάλαι καὶ Μυ- σῶν λείαν πεποιημένοι τἀκείνων τελευτῶντες ἥκουσιν ἐπὶ τὸ τοῦδε σῶμα ὡς ταύτῃ γε χαριούμενοι τοῖς θεοῖς, πλεῖστον ἀπέχοντες τοῦ περὶ τὰς τῶν θεῶν τιμὰς νόμου.
ἀλλὰ τοὺς μὲν πολλοὺς οὐδὲν θαυμαστὸν ἄνευ λογισμοῦ φέρεσθαι καὶ ποιεῖν ἀντὶ τῶν καλῶν τὰ ἡδέα· σὲ δὲ τὸν ἀπὸ τοῦ παιδεύ- ντος θρόνου θρόνου πρὸς τὸν ψήφου κύριον ἥκοντα κατέχειν τοιούτους εἰκὸς καὶ πείθειν ἢ ἔργῳ κωλύειν.
εἰ μὲν οὖν ἔχει χρήματα τῶν ἱερῶν Ὠρίων καὶ δύναιτ’ ἂν ἐκτῖσαι, παι- έσθω, κεντείσθω, τὰ τοῦ Μαρσύου πασχέτω, δίκαιος γάρ, εἰ παρὸν ἀποδόντα ἀπηλλάχθαι χρημάτων ἐστὶν ἥττων καὶ πάντ᾿ ὂν ὑπομείνειεν, ὅπως ἔχοι χρυσίον· εἰ δ’ ἐστὶν ἱρος καὶ πει- νῶν ἐκοιμήθη πολλάκις, οὐκ οἶδα, τί ἂν κερδαίνοιμεν ἀπὸ τυ αἰκίας, δι’ ἣν εὐδοκιμήσει παρὰ τοῖς ἡμῖν ἐναντίοις.
εἰ δὲ δὴ καὶ ἀποθανεῖν αὐτῷ δεδεμένῳ συμβαίη σκόπει ποῖ τὸ πρᾶγμα ἥξει, καὶ ὅρα μὴ πολλοὺς Μάρκους ἀποφήνῃς. Μάρκος ἐΜ κρεμάμενος καὶ μαστιγούμενος κοὶ τοῦ πώ- γωνος αὐτῷ τιλλομένου πάντα ἐνεγκὼν ἀνδρείως νῦν ἰσόθεός ἐστι ταῖς τιμαῖς, κἂν φανῇ που, περιμάχητος εὐθύς. κοὶ ταῦτα εἰδὼς βασιλεὺς ἀλγεῖ μὲν ὑπὲρ τοῦ νεώ, τὸν δὲ ἄνδρα οὐκ ἀπέκτεινε.
νόμισον δὴ νόμον τὴν Μάρκου σωτηρίαν καὶ τὸν Ὠρίωνα σώσας ἔκπεμπε μὴ θαυμαζόμενον. φησὶ μὶν γὰρ οὐδὲν ἡρπακέναι, κείσθω δὲ εἰληφώς τί οὖν; εἰ πάντα ἀνήλωται. μέταλλα χρυσίου προσδοκᾷς εὑρήσειν ἐν τῷ δέρ- ματι;
μή, πρὸς Δῖός, ἑπαῖρε κοὶ δικαστά, μὴ σύ τι πάθῃς ἀβέλτερον, ἀλλ’, εἰ δεῖ δίκην αὐτὸν ὑποσχεῖν, ἄτρωτος περι- νοστείτω μηδεμίαν ἔχων εἰς φιλοτιμίαν ἀφορμήν.
Τῶν Μουσῶν νόμισον ταύτην εἶναι τὴν πρεσβείαν βου- λομένων αὑταῖς Ἀστεῖον, ἕνα τῶν χορευτῶν, ἔτι πλείω προσ- διατρίψαι χρόνον. ὁ δὲ Ἀστεῖος οὗτος ἧκε μὲν ὡς οὐχ ἁψό- μενος λόγων, ὁρῶν δὲ ἄλλους κτωμένους ἐπεθύμησε τοῦ κτή- ματος καὶ μέρος λαβὼν πένθος ποιεῖται τὸ μὴ καὶ ἄλλα λαβεῖν.
ἀλλ’ ἢν μὲν ὁ πατὴρ αὐτῷ Μαρκιανὸς ἀπηλλαγμέ- νος ᾖ πραγμάτων, ὑπάρξει τούτῳ μένειν ἐφ’ ὧν ἐστι καὶ νῦν· ἢν δὲ ἐκεῖνόν τις ἕλκη, καὶ τοῦτον ἐκεῖνος εὐθέως οὐκ ἀγνοῶν μὲν τὴν βλάβην, τοῦ γήρως δὲ ἀναγκάζοντος.
σὸν οὖν, ὦ γενναῖε, γενέσθω τὸν μὲν ἐν ἡσυχίᾳ διατηρῆσαι, τῷ δὲ συν- αγωνίσασθαι πρὸς τὴν τέχνην· ὡς ὧν νῦν εὖ ποιεῖς τοὺς ἀρχομένους οὐχ ἧττον, εἰ διὰ σὲ ῥήτωρ ἔσται τις αὐτῶν.
εἴσονται δὲ πάντες, ὃ δώσεις, ἐμοῦ τε οὐ σιγῶντος καὶ τούτου περὶ τῆς χάριτος γράφοντος.
Γῆς στρατείας εἷς ἐστιν ἐκείνης Βραχῖνος, δι᾿ ἧς τὰ πολλὰ καὶ μεγάλα πέπρακταί σοι παρ’ ἡμῖν, ἐμοὶ δὲ γέγονε συνήθης ὕστερον, καὶ τὸν ἄνδρα ἐπαινῶ
βουλοίμην ἂν οὖν Βασιλείδην, ἔστι οἱ αὐτῷ γυναικὸς ἀδελφός, ἀγγεῖλαι ἡμῖν ὡς ἡδέως αὐτὸν ἴδοις ἀφῖκται δὲ οἰκίας τι ἃς ἔχουσιν ὀψόμενος καὶ τἄλλα εὖ θησόμενος
ἢν οὖν τι καὶ τοῦ δικαστηρίου δεηθῇ, μετὰ τῆς σῆς εὐνοίας ἀγωνιζέσθω.
Καὶ ἡνίκα τοῖς πολλοῖς ἐκείνοις Ἀβυδηνοῖς περιεπε- πτώκεις, ἤλγουν καὶ νῦν εἰλημμένου σου τῆς Κορίνθου καὶ τῶν πατρῴων ἀγαθῶν χαίρω.
χαίρω δὲ καὶ τῷ χρηστῷ Πρόκλῳ κεχωρηκότων τῶν πολλῶν κατὰ νοῦν ἐφ’ ἃ τοσαῦτα αὐτῷ συμβεβλήμεθα ὁπόσα σύ. σύ τε γὰρ εὔχου δήπου τοῖς θεοῖς ῥέξαντα αὐτὸν ἐπανελθεῖν ἐγώ τε ὁ παρὼν οὐ πλέο εἶχον ποιεῖν. οὕτως οὐδὲ τὴν ἐμὴν διαφεύγει δύναμιν.
Ἥσθην καὶ τῷ γραμματείῳ καὶ τοῖς ἐγγεγραμμένοις καὶ ὡς ὑπ’ ἀνάγκης ἁρπασθεὶς ἐπὶ τὸν δεύτερον ἦλθες πλοῦν τὸν δι’ ἐπιστολῆς.
Ἀριστοφάνης δέ σε ἠδίκηκεν οὐδέν, εἰ γνώμης ἐστὶ τὸ ἀδικεὶν· ἀλλ’ ὁ μὲν ἔλεγεν ἃ ἦν ὑπεσχημένος, ἐγὼ δὲ αὐτὸν ἐβιαζόμην εἰδὼς ὅτι σοὶ μὲν ἀντ’ ἐκείνου Δω- ρίων ἔσται ἤ τις ἕτερος — ὃ δὴ γέγονε —, τῷ νέῳ δέ, ὃν εἰς Ἄγκυραν ἐβουλόμην ἐλθεῖν, μία ἐστ’ ἐλπὶς Ἀριστοφάνης καὶ τὸ Ἀριστοφάνους σχῆμα.
εἰ μὲν οὖν ἐμοῦ κατηγορεῖς, ἕτοι- μος ὅ τι ἂν κελεύῃς παθεῖν· ἐκεῖνον δὲ αἰτιώμενος ὅρα μὴ δόξῃς ἀσυγγνώμων εἶναι καὶ ταῦτα Ἕλλην τε ὢν καὶ Ἑλλή- νων ὅτιπερ κεφάλαιον.
Ὁ μὲν βασιλεὺς τοῦ βασιλέως οὐ χείρων, φαίην δ’ ἂν ὅτι καὶ βελτίων, εἴ τις τὴν ὅλην ἀρετὴν πρὸ τῆς ἀλογίστου τόλμης ἄγοι· τὸν σύμβουλον δὲ τῷ συμβούλῳ παραβάλλων ὄρα μὴ δόξῃς ἀγνοεῖν, ὅσον ὄνου καὶ ἵππου τὸ μέσον.
ἐγὼ δὲ λιμοῦ μὲν τὴν πόλιν ἱκετεύων ἐξειλόμην, ὃ καὶ μηδενὸς ἱκετεύοντος ἴσως ἂν ὑπῆρξεν ἀπὸ τῆς ἐκείνου γνώμης· πεῖσαι δὲ ὡς οὐκ ἠδίκηται παρ’ ἡμῶν ἐπεχείρησα μέν, ἀπῆλθον δὲ οὐ δυνηθείς· τοιούτῳ ῥήτορι προσεπάλαισα.
λείπεται δὴ πρὸς διαλλαγάς, ἐφ’ ὃ ἡμεῖς τετράμμεθα, καὶ σὲ παρακαλοῦμεν.
Ἀμφότερα εὑ ᾔδειν, καὶ ὅτι μεμνήσῃ κοινῆς δεήσεως καὶ ὅτι ἔργου ἅψῃ γενναῖός τε ὢν κοὶ ἐκ τοιούτων καὶ ὅθεν ἥκεις ἐννοῶν. τιμῇ δὲ ἄρα τιμὴν προσέθηκας, τοῖς ἐκεῖ δι ἡμᾶς πεπραγμένοις τὰ πρὸς ἡμᾶς ἐπεσταλμένα.
φημὶ δή σε πολλὰ τοιαῦτα ποιήσειν τῇ τῶν ῥητόρων μαντικῇ χρώμε- νος. αὕτη δέ ἐστιν οὐκ εἰς οἰωνοὺς ἰδεῖν ἢ ἄρνας θῦσαι ἢ φήμαις προσσχεῖν, ἀλλὰ τὸ εἰκάζειν καλῶς ἐγγὺς αὐτοὺς Ἀμ- φιαράου καθίστησιν.
ἐγὼ τοίνυν ἐνθυμούμενος, ὡς ἡδέως μοι διηγοῦ περὶ τῆς εἰκόνος ἥ σε ἐδίδαξεν ὡς ὁ σὸς πρόγονος ἄρξειεν ἡμῶν — θύειν γὰρ ἔφησθα τὸν ἄνδρα ἐκεῖνον τῇ ἡμᾶς ἐχούσῃ Καλλιόπῃ — ἀπὸ δὴ τῶν λόγων ἐκείνων καὶ τῆς ἡδονῆς πιστεύω σε πολλὰ μὲν ἐρεῖν, πολιὰ δὲ πράξειν τὰ μὲν σώζοντα, τὰ δὲ αὔξοντα τὴν πόλιν.
ἔχων δὲ ἀντὶ τού- των ἄπει τοῦτο ὃ Ῥωμαίοις ἤρκεσε, δόξαν ἀγαθήν, πολλοὺς ἐπαίνους, τὸ τοὺς μετὰ ταῦτα ἄρχοντας εὔχεσθαι μὴ λειφθῆ- νᾶι τῶν σῶν.
Τὸ ποίημά ἐστιν ἔπαινος δεξιοῦ ῥήτορος, ἐγὼ δὲ τῶν πολλῶν ἐκείνων καὶ μεγάλων ἐν ἐμαυτῷ ζητῶν εὗρον οὐδέν. ἀλλ’ ὤνημαι μὲν μαθών, ἃ ποιῶν ἄν τις ἀγαθὸς εἴη συγγρα- φεύς, εἰμὶ δὲ τῶν τὰ φαῦλα γεννώντων.
εἰ δὲ σοὶ μὴ δο- κῶ, θαυμαστὸν οὐδέν· τὸ γὰρ φιλεῖν ἐξαπατᾶν πέφυκε. διὸ καὶ σφόδρα ἠγάσθην τῶν ἀνδρῶν, οἷς ἔδειξα τὸ ἐγκώμιον· ἀπῆλθον γὰρ πολὺ φήσαντες ἑωρακέναι τοῦ ποιητοῦ τὸ φίλ- τρον εἰς τὸν ῥήτορα.
καὶ ἔγωγε οὐκ ἔχω ὅ τι ποιῶ. εἰ μὲν γὰρ κρύψαιμι οὕτω καλὰ ἔπη, τὸν ποιήσαντα ἀδικήσω· δεικνὺς δὲ γέλωτα ὀφλήσω οἰόμενος αὐτὸς ἐν τοῖς ἔπεσιν εἶ νᾶι.
ἀλλ’ ὅπως μὲν μήτε σὲ μήτε ἐμαυτὸν ἀδικήσω, σκέ- ψομαι· τὸν στέφανον δὲ Εὐδαίμονι προτέρῳ περιθεὶς πρᾶγμα ἐποίησας, ὅ κἂν αὐτὸς ἐγώ, ποιητὴς εἴπερ ἦν. ὁ γὰρ ἀνὴρ ἔμελλεν αὐτῷ τῷ εἴδει τὴν ἀμοιβὴν ἀποδώσειν, ποίημα ἀντὶ ποιήματος. καὶ ὅλως τοὺς μᾶλλον ὁμοίους πρὸ τῶν ἧττον αὑτοῖς ἐοικότων εἰώθασιν ἄνθρωποι ποιεῖσθαι.
τοῦ οὖν τετιμῆσθαι μᾶλλον οἶδα χάριν ἢ λογίζομαι πότερος πρότερος.
Ἐλπίδιος οὑτοσὶ παῖς μέν ἐστι Ξιφιδίου τοῦ πάνυ, τοῦ πατρὸς δὲ οὐ λειπόμενος κατὰ τὴν τέχνην πάντων ἀνθρώπων πρᾳότατος καὶ τὸ αἰδεῖσθαι μελετήσας ἐκ νὲου μέχρι γήρως αὐτὸ τετήρηκε πολλοὺς ἐντεῦθεν κτησάμενος φίλους, ὦί εἷς ἐγώ.
τοῦτον ὅτι μὶν ἔμελλες ἡδέως ὄφεσθαι βοηθὸν ἥκοντα τῇ πόλει οἰκεῖον ἦν, ἐπεὶ καὶ δημοσίᾳ τιμήσαιτ’ ἂν εἰκόνι τὸν ἄνδρα, τοῦ Ποσειδῶ διδόντος ποιήσειεν ὑμᾶς καταρ- ρύτους.
ἀλλ’ ἤλπισέ τι πλέον ἕξειν ἀπὸ τοῦ μὴ τὴν οὖσάν μοι πρὸς σαυτὸν ἀγνοεῖσθαι φιλίαι. καὶ ἴσως εἰκότως. κεκή- ρυκται γάρ, ὅστις σὺ πρὸς ἐμὲ καὶ ὡς ὅστις ἐπιτήδειος ἐμοί, παρὰ σοὶ τίμιος.
ἄγε οὖν, βεβαίου τὰς ἐλπίδας καὶ περὶ πολλοῦ τὸν ἄνδρα ποιοῦ τὰ μὲν ὑπὲρ ὧι ἥκει τιμῶν, τὰ δὲ ὡς ἔταφον ἡμέτερον.
Ἅπασι μὲν τοῖς τῶν ἐμῶν μετεσχηκόσι διατριβῶν ὅσα οἷός τε ἦν συνεπηνώρθωσα τῶν πραγμάτων· Ἑρκουλιανὸν δὲ τὸν Ἑρμογένους οὕτω δὴ βέλτιστον ἡγησάμην, ὥστε αὐτῷ καὶ ᾆσμα ἐποίησα γαμοῦντι φυγὼν ἀεὶ δήποτε τὸ τὰ τοιαῦτα ᾄδειν. πῶς οὖν ἔμελλον τὸν τοιοῦτον ἀπώσεσθαι δεόμενον βοηθεῖν αὑτῶ, καὶ ταῦτα ἐν τούτοις, ἃ σὺ κύριος θεῖναι καλῶ,
λέγει τοίνυν οὗτος ὁ Ἑρμογένους ὑπὸ τῆς τῶν Τυρίων ἀδικεῖσθαι πόλεως οἰκίαν αὐτὸν ἀφαιρουμένων, ἣν ὁ πατὴρ αὐτῷ κατέλιπεν ἆθλον τῶν κινδύνων λαβὼν βασιλέως οὖ- σαν, οὐ Τυροῦ.
κελεύει δέ, ὡς ἴσμεν, ὁ βασιλεὺς τὰς μὲν πόλεις τὰ αὑτῶν κομίζεσθαι, τὰ δ’ ἐκείνῳ δοθέντα μένειν. ταῦτα δέ φησιν οὐκ ἀγνοεῖν μὲν τοὺς Τυρίους, ἐπιθέσθαι δὲ αὑτῷ συκοφαντουμένῳ πιστεύοντας οὐ τοῖς δικαίοις, ἀλλὰ τῷ καιρῷ.
ἐγὼ δὲ πόλιν πόλιν οὕτω οὐκ ἂν ἀξιοίην κερδαίνειν κακῶς, οὔτε γὰρ καλὸν οὔτ’ ἀσφα- λές. ἔτι δὲ σοῦ δικαίως πρὸς αὐτοὺς προσφερομένου πῶς οὐκ ἄτοπον μὴ νῦν, εἴπερ ποτέ, καὶ αὐτοὺς δικαιοσύνην ἀσκεῖν καὶ τὸν ἐφεστηκότα μιμεῖσθαι;
εἰ δὲ ταῦτα μὲν ὕθλον ἡγοῦνται, δεινὸν δέ, εἰ μὴ τῆς τοῦ νεανίσκου ταραχῆς εἰς πλεονεξίαν ἀπολαύσουσι, παυσάσθων βιαζόμενοι· καὶ γὰρ τού· τῳ πέπαυται τὰ φοβερὰ κρίσει καὶ ψήφῳ.
Εὐτόκιον εἰ μὲν οἶσθα, καὶ ὅτι χρηστός ἐστιν οἶσθα· εἰ δ’ ἀγνοεῖς, ἀλλ’ ἐμοῦ μαρτυροῦντος οὕτω περὶ αὐτοῦ φρόνει. χρηστὸν δὲ ἄνθρωπον ἄρχων δίκαιος ὡς εὖ ποιήσει δῆλον.
ἔστι δὲ αὐτῷ καὶ φιλία πρὸς ἡμᾶς οὐκ ἀπὸ σμικρῶν οὐδ’ ὀλίγων. οὐκοῦν αὕτη σοι δευτέρα τοῦ τὸν Εὐτόκιον εὖ ποιεῖν ἀνάγκη, ἐπεὶ καὶ τοῖν νέοιν τὸν μὲν ἡμῖν ἀπέπεμψας ῥήτορα, τὸν δὲ ἔχεις καὶ αὐτὸν ἔμπειρον καταστήσας δικῶν.
Οὐ τῶν ῥητορικῶι οὐδὲ τῶν εὐπόρων οὐ τῶν ἄλλην ἐχόντων δύναμίν ἐστιν Αὶνείας οἶτος, πλὴν εἴ τις λέγοι δύ- ναμιν τὴν ἐπιείκειαν καὶ τὸ εἶναι χρηστόν· ὡς ταῦτά γε αὐτῷ πρὸς ὑπερβολὴν μεμελέτηται.
μαρτυρῶ δὲ αὐτὸς πειθόμενος τοῖς μαρτυροῦσιν αὐτῷ φίλοις γε οὖσιν ἐμοί τι καἰ Ἀληθείᾳ. καὶ πιστεύω γε τὸν Αἰνείαν τεύξεσθαι βοηθείας παρὰ τῷ τὸ πράγματα πρὸ τῆς τῶν ἀγωνιζομένων ὁρῶντι τύχης.
Θεόδωρος οὗτος ἔφυ μὲν παρ᾿ ἡμὶν, ἐγγέγραπται δὲ παρ’ ὑμῖν πολιτείας πατρικῆς κληρονομήσας. γενόμενος δὲ φοιτη- τῆς ἐμός, ὅτε ἄρτι τοῦ πράγματος ἡπτόμην, τοὺς μὶν ἐμοὺς περὶ λόγους ἐμιμήσατο πόνους. τὴν δὲ τῶν ἀδελφῶν εὔνοταν εἰς ἐμέ.
αἱ μὲν οὖν διατριβαὶ παρεῖχον ἡμῖν ἐλπίδας, ὡς μέγα ἐν δικαστηρίοις ἰσχύσει καὶ πλοῦτον ἀπὸ τῆς φωνῆς ἐρ- γάσεται· προιὼν δὲ χρυσὶ ἀντὶ χαλκῶν ἐθαύμασε καὶ ἐγένετο καλλίων τοῦ τὴν ἐκεῖ δύναμιν ἡγεῖσθαι μέγα σωφροσύνῃ τε διενεγκὼν καὶ δικαιοσύνην ἀσκῶν καὶ φεύγων ὄχλους καὶ ἡσυχίας ἐρῶν.
νῦν δὲ ἥκει παρ’ ὑμᾶς ὑπ’ ἀνάγκης, ἧς ἡττᾶσθαι καὶ θεοὺς λόγος. δέχου δὴ τὸν ἄνδρα ἡμέρως καὶ ὡς εἰκὸς ἐμὸν πολίτην καὶ μαθητήν, καὶ ταχείας αὐτῷ ποίει τὰς ἐν τοῖς πράγμασιν ἀπαλλαγάς, κἂν ἐπιχειρῇ τις ἀδικεῖν, ἀπάντα μετὰ τῶν νόμων· ὡς ἔσται τῶν ἀτοπωτάτων, εἰ μηδὲν αὐτὸν ὀνήσομεν μήθ’ ὁ πατὴρ μήτ’ ἐγώ, καὶ ταῦτα ἄμφω παρὰ σοὶ πάλαι δὴ τιμωμένω.
Οὐ συνίστημί σοι Θεόδωρον, ὃν αὐτὸς ἐξέθρεψας, ἀξιῶ φιλεῖν, πάλαι γὰρ φιλεῖς τὸν ἑταῖρον, ἀλλ’ ἴν’ ὅτι καὶ ἐμοὶ χαριῇ ταῖς εἰς αὐτὸν σπουδαῖς εἰδείης, ἐπέσταλκα.
ἂν μὲν οὖν ἐπηρεάζῃ μηδείς, τοῖς ἄλλοις αὐτὸν εὐφρανεῖς· ἂν δ’ ὦσιν οἱ τοῦτο ποιοῦντες, διδάξεις αὐτοὺς ὡς οὗ Νικοκλῆς ὁ γενναῖος, ἐντεῦθεν ἀδικία φεύγει.
Τί τοῦτο; χρήματα ἡμῖν ἔπεμψας οὐ λειτουργοῦσι λει- τουργῶν αὐτός, ὥσπερ οὐ πολλὰ μὲν τετελεκὼς ἔτι ζῶντος τοῦ πατρός, οὐκ ὀλίγα δὲ μεθεστηκότος ἤδη, ξενίσας δὲ ἡμᾶς ἄνω καὶ κάτω θέοντας οὺκ εἴκοσιν ἡμέρας ὥσπερ Οὶνεὺς Βελλε- ροφόντην, ἀλλὰ νῦν μὶν μῆνα ὅλον, νῦν δὲ τρεῖς· ὑπὲρ ὧν καὶ μάλα σοι εἰκότως ἄν ὑπῆρχε προῖκα τῶν ἐμῶν λαμβά- νειν.
πρὸς τί δὴ βλέπων ἐπέσταλκας; εἴτε γὰρ ὅτι λέγων κρατεῖς, ἐγώ σοι τούτου μισθὸν ὀφείλω, εἴθ᾿ ὅτι σου Μάξι- μος ὁ δίκαιος ὑπερέσχε χεῖπα, Μαξίμῳ μὶν ἐγὼ πάλιν ὀφείλω μισθόν, σὺ δὲ οὐδ’ οὕτως ἐμοὶ τὰ ὀφειλόμενά σοι κεκομι- σμένος οἶσθα δέ, ὅστις ἐμοὶ πρὸς τοὺς ἑταίρους ὁ νόμος· τὰ πατέρων εἰς αὐτοὺς μιμεῖσθαι.
σοφὸν δέ σου τὸ μὴ ἐγ- γράψαι τῇ ἐπιστολῇ τὰ χρήματα εὖ γὰρ ᾔδεις ὅτι βοήσομαι καὶ διώσομαι. νῦν δ’ ὁ συνεργὸς τοῦ μηχανήματος Οὐλπια- νὸς τὰ μὲν ἔδωκε τοῖς ἐμοῖς πρὶν ὡς ἐμὲ εἰσελθεὶν, τὰ γράμ- μάτα δὲ ἐμοί· εἶθ᾿ ὁ μὲν διηγησάμενος, ἐν οἷς εἴης δὲ ἦν λαμπρὰ καὶ ἄξια τῶν ἐλπίδων,’ ἐγὼ δὲ ἅμα τῷ βιβλίῳ πανταχῆ τῆς οἰκίας ἰὼν εὑρίσκω τὴν τέχνην καὶ διενοήθην μὲν ἀποπέμψαι πάλιν, γνοὺς δὲ ὅτι σε ἀνιάσω καὶ δείσας μὴ ἀγροικότερον ᾖ, τὰ μὲν εἴασα κεῖσθαι, βουλεύ- ομαι δέ, ὅπως ἂν ἡ ἀπόδοσις γένοιτο τερπνή τε καὶ ἐν καλῷ τῷ σχήματι καὶ δυναμένη λαθεῖν, ὡς ἔστιν ἀπόδοσις.
Ἐλπίσιν ἔργα προστίθης, ὦ γενναῖε Μάξιμε, μᾶλλον δὲ παρῆλθες τοῖς ἔργοις τὰς ἐλπίδας, ὃς πρὸς τῷ τὰ ὄντα τοῖς ἑταίροις σεσωκέναι τῇ περὶ ταῦτα φρουρᾷ καὶ τὴν ἐκ λόγων αὐτοῖς δόξαν εἰργάσω.
τὸν γοῦν Ἀλβάνιον ὁμοῦ ῥήτορά τε καὶ πλούσιον ἔδειξας οὔτε σιγᾶν ἀφιεὶς καὶ λέγοντι βοηθῶν καὶ πανταχῆ κοσμῶν· ὥστε μοι δύ’ ἥδιστοι λόγοι κομίζονται διὰ τῶν ἀφικνουμένων, ὁ μὲν τῆς σῆς ἀρχῆς τὴν ἀκρίβειαν μηνύω, ὁ δὲ τὴν ἐκείνου δύναμιν, τὴν μὲν οὖσαν. τὴν δὲ προσδοκωμένην, καὶ ταῦτα οὐκ ἄλλοθεν ἢ παρὰ τῆς σῆς εἰς τὸ ἄρχειν ἀρετῆς.
ταῦτά μοι μείζω τῶν Ταντάλου ταλάν- των καὶ οὐδ’ ἂν τὸ μέσον πρὸς τοῖς ταλάντοις Κορίνθου καὶ Σικυῶνος ἐδεξάμην πρὸ τοῦ τὰ τοιαῦτα ἀκούειν ἔχειν.
γί- γνου δή μοι παραπλήσιος κἀν τοῖς ἄλλοις πρᾴως προσφερό- μενος Ἀλβανίῳ· περὶ δὲ λόγους εἰ ῥᾳθυμοῦντα λάβοις, χαλε- πὸς ἴσθι καὶ δίκην ἀπαίτει· κἂν δήσῃς ἐπὶ τούτῳ, τὸν δεσμὸν ἐπαινέσομαι.
δέομαι δέ δου καὶ τοὺς ἄλλους ἐπὶ τὰ αὐτὰ προτρέπειν, ὡς ἂν μή τις ἡμᾶς τῇ ἀπὸ τῆς μιᾶς χελιδόνος παροιμίᾳ βάλλῃ. πολλοὺς δὲ ἔχεις δυναμένους, εἰ δέξαιντο μάστιγα, δραμεῖν· οὓς εἰ κινήσεις, πυργώσεις ἡμῖν τὴν τέ- χνην ἀφελὼν οἷς νῦν ἡμᾶς ἐπιχειροῦσι δάκνειν αἱ μυῖαι.
Ἐπ’ ἄλλοις ἐχρῆν ἐπανιέναι τὸν φίλτατόν μοι Ἰουλιανὸν ὀψόμενόν τε τὴν μητέρα καὶ ποιήσοντα αὐτῇ γῆρας ἥδιστον τῇ τοῦ παιδὸς ἀρετῇ.
νῦν δὲ ἔρχεται δάκρυά τε ἐπαφήσων τῷ τάφῳ καὶ διπλῇ τὴν τεκοῦσαν πενθήσων, ὅτι τε ἀπῆλθε καὶ ὅτι οὕτως. καὶ τρίτον κακὸν τὸ ἠναγκάσθαι αὐτὸν πρὸς οὓς ἥκιστα ἐβούλετο περὶ τοιούτων ἀγωνίζεσθαι, ἐν ᾧ πᾶσα ἀνάγκη καὶ παλαιάν τινα τραγῳδίαν ἀποκαλυφθῆναι.
πρὸς δὴ ταῦτα πάντα παραμυθία μία, ἡ σὴ γνώμη τε καὶ ἀρχὴ καὶ φιλία. δι’ ἃ πάντα θαρρεῖν αὐτῷ παρεκελευσάμην ὡς οὐ μόνον τῆς μητρός, ἀλλὰ καὶ τοῦ πατρὸς περιόντος
τὰ μὲν γὰρ περὶ τὸν φόνον κρινεῖς, ᾗ ἄν ὁ ἔλεγχος ἄγῃ· ἐπειδὰν δὲ ταῦτα πέρας ἔχῃ, ποίει μοι μέγαν τὸν Ἰουλιανὸν ἱν τι τῇ πόλει καὶ τῷ ἔθνει καὶ μιμοῦ τὴν τῆς Ἀθηνᾶς εὶς τὸν Ὀδυσ- σέα πρόνοιαν. πάντως δὲ οὐκ αἰσχυνῇ νεανίσκοι ὗς ἄμ· εἰσάγων νοῦν τε ἔχοντα καὶ σώφρονα καὶ δεινὸν εὶπεῖν κοὶ οἷον Μευ· ἄν τις αὑτῷ γενέσθαι παῖδα.
λέγω δὲ ταῦτα οὐχ ἡγούμενος σὲ δεῖσθαι παρακλήσεως, ὅς γε καὶ ἀπόντος αὐτοῦ τὸν οἶκον συνέχεις ἀλλ’ οὐκ ἂν δυναίμην Ἰουλιανοῦ μεμνημένος ἢ μικρὰ εἰπεῖν ἢ ταχέως σιγῆσαι μεγάλα αὐτῷ καὶ πολλὰ συνειδώς· δι’ ὃ καὶ κορυφαῖον οὐκ ἂν ὀκνήσαιμι τοῦ παρ’ ἡμῖν προσειπεῖν χοροῦ.
μὴ τοίνυν εἰ μηκύνοιμι, θαύμαζε. κἂν πυκνά σοι γράμματα ἔρχηται, καὶ τούτου συγ- γνώμην δίδου. περὶ μὲν γὰρ τῆς παρὰ σοῦ βοηθείας μαντευσαίμην. τὸ δὲ ἄγαν φιλεῖν οὐκ ἐᾷ με μὴ φροντίζειν.
εἰ οὖν σοι μέλει τοῦ ὡς ἥδιστά με διάγειν, ἐπὶ τοῖς πρώ- τοις εὐθὺς ἐπίστελλε, καὶ πάλιν ἐπὶ τοῖς δευτέροις. καὶ προσ- έστω τῶν πραττομένων ἑκάστῳ γράμμα μηνῦον τὰς βοηθείας, ὥστε τὸν μὲν ἐκεῖ μακαρίζεσθαι, κοινωνεῖν δὲ καὶ ἐμὲ τῆς εὐ- θυμίας.
Ἐγὼ φιλίας ἀρχὴν ἡμῖν τὴν ἡμέραν ἐκείνην γεγενῆσθαι νομίζω, ἐν ᾗ σε ἐκάλουν ἐπὶ φαύλην θοίνην, σοὶ δὲ ἐδόκει καὶ τὰ μικρὰ μεγάλα καὶ ἀπῄεις ἡδίων γενόμενος.
πράττω δὴ τὸ τῇ φιλίᾳ πρέπον καὶ ἐπιστέλλω πιστεύων ὅτι με μιμού- μενος ἀντεπιστελεῖς. παρ’ οὗ δὲ λήψῃ τὰ γράμματα, τῶι ἡμῖν ἐστιν ὡμιληκότων μετὰ κόσμου τι καἰ προθυμίας. ᾧ κεχάρισμαι τὸ ἐντυχεὶν σοι, σὺ δὲ ἐμοὶ χαριῇ τὸ τοῦτον ἡμέ- ρως ἰδεῖν.
Καὶ τῶν Τρωὸς καἰ τῶν Ἀχιλλέως ἵππων κοὶ αὐτοῦ γε τοῦ τὰ πτερὰ ἔχοντος Πηγάσου μεὶζον ἐμοί, Διονύσιε, τὸ σὲ κάλλους οὕτω γέμουσαν ἐπιστολὴν ἐπεσταλκέναι.
φασί δέ σε καὶ τὸν ἄρχοντα ἐγκεκωμιακέναι μετὰ τεχνης ἀπάσης καἰ ἐγὼ πείθομαι μαρτυρεῖ μαρτυρεῖ ἡ ἐπιστολή. καὶ μὴν καὶ κρατῆσαί σε 10 τῶν ἀντιδίκων λόγος οἷς ἐκτήσω λόγοις ἐν ᾧ σε ἠδίκουν χρό- νῷ.
σὺ μὲν οὖν γῆν τε ἐκομίσω καὶ ὅσα ἄλλα ἡρπάκεσαν· ἐμοὶ δὲ δόξα γεγένηται τῷ σὲ τὰ σαυτοῦ διὰ σαυτοῦ πάλιν ἔχειν. εἴτ᾿ οὖν ἔχειν ἐθέλοις τὸν ἵππον, ἀναβαίνων ἔλαυνε, εἴτ’ οὐκ ἂν δύναιο μὴ πέμψαι μοι τὸν ἵππον, λήψομαι χαίρων. 15 ὅτι νικῶν πέπομφας.
Εἰ δὲ Μίδας ἦν νῦν καὶ ἦρχε Φρύγων καὶ ἦν τῷ Μίη τούτῳ χρυσὸς ὅσον φησὶν ὁ μῦθος, ἆρ᾿ ἄν με δοκεῖς ἐκεῖνον ἑλέσθαι μᾶλλον ἡ τὰς παρὰ σοῦ τιμὰς οὕτω μὲν οὔσας πολλάς, οὕτω δὲ μείζους ἢ πλείους, ἡδονὴν δὲ τῷ τιμῶντι μᾶλλον ἡ τῷ τιμωμένῳ φερούσας;
οἶσθα γὰρ ὡς ἐγὼ μὲν πολλάκις ὤκνησα ἐπαγγεῖλαι χάριν ἐνθυμούμενος, ὁπόσας λάβοιμι σὺ δὲ τῷ προσώπῳ μου τὸ τῆς ψυχῆς πάθος εὑρὼν ἐπετίμησας, εἰ σε ἡγοίμην ἀπερεῖν ποτε χαριζόμενον ἐμοί.
καὶ τούτων ὁ λόγος ἤδη πρὸς τὰ τῆς οἰκουμένης ἔσχατα ἐρρύηκε, καὶ πάντες ᾄδουσιν ὡς οὔτ᾿ ἂν εἰς πατέρα παῖς οὔτ᾿ ἂν εἰς παῖδα πατὴρ οὕτως ἐγένετο πρόθυμος.
φόβους μὲν δὴ καὶ κιν- δύνους ὁπόσους δι’ ἐμοῦ τοῖς ἐμοῖς πολίταις ἔλυσας ἐνδειξά- μενος ὡς, εἰ δι’ ἄλλου του δεήσονταί σου, ληροῦσι, καἰ ὡς εὶς τοῦτο τὴν βουλὴν ἡμῖν κατέστησας ὥστε ταῖς αὐταῖς εὐφημί- αις ἐμέ τε καὶ σὲ κοσμεῖν, μακρὸν ἂν εἴη λέγειν καὶ αὐλητοῦ φασιν Ἀραβίου.
ἀλλ’ εἰδὼς ὅτι καὶ σοφιστὴν οὐδὲν ἂν οὕτω λαμπρύνειεν ὡς εὶ πολλοῖς περιρρέοιτο φοιτηταῖς, οὐδὲν ὅ τι οὐ κινεῖς, δι’ οὖ νομίζεις γυμνώσειν μὲν τοὺς ἑτέρωθι καθημένους, δεῦρο δὲ ἄξειν τοὺς ἐν Συρίᾳ πάση διεσπαρμέ- νους.
ἐγὼ δή σοι πῶς ἂν τοῦτο γένοιτο, ῥᾳδίως ὑποθή- σομαι· τοὺς μὲν πολλοὺς ἴα κύκλους καὶ μήτε σοφιστὰς ψέγε μήτε πατέρων κατηγόρει, τοὺς νεανίσκους δὲ τούτους, οὓς ἄρτι τοῖς συνηγόροις ἐνέγραψας, ζήτει καὶ κάλει καὶ δείκνυε λέ- γοντας.
μέγα γὰρ τοῖς τοιούτοις τὸ ποῦ δὲ ὁ δεῖνα; τὸν δικαστὴν εἰπεῖν, καὶ τὰ μικρὰ ταῦτα ῥήατα πλῆθος ποιεῖ τῶν καταφευγόντων ἐπὶ τὸν τούτων ὴξιωμένον. ὄτου δὲ οἱ μαθηταὶ δοκοῦσι δύνασθαι βοηθεῖν, πάντες παρὰ τοῦτον θέ- οὖσι τῇ τῆς δυνάμεως ἐπιθυμίᾳ
ἀκούομεν δὲ πολλοὺς ἄρ- χοντας πολλοὺς τῶν οὐ· ἐνδόξωι ἐν δόξῃ καταστῇσαι σφίσιν αὐτοῖς ὄνομα κτωμένους. καὶ νῦν τοὺς ἀγαθοὺς ῥήτορας δει- κνύντες ἅμα λέγουσι· τοῦτον Ῥουφῖνος, τοῦτον Ἱμέριος, ἐκεῖνον ἄλλος
ἂν γὰρ ὁ λέγειν ἐπιστάμενος ἀφορμῆς ἀπορῇ λόγων. πῶς ὅτι λέγειν ἐπίσταται φανεῖται; ἀφορμαὶ ἀφορμαὶ τοῖς μὶν πρεσβυτέροις παρὰ τοῦ χρόνου, τοῖς δ’ ἄρτι γεγευμέ- νοῖς βήματος παρ’ ὑμῶν.
ταύτην ἐλθὲ τὴν ὁδόν, ὦ πάν- τῶν ὑψηλότατε καὶ πλείους ὧν ἐπιθυμεῖς ὄφει περὶ τὸ σὸν Ὀρφέα.
Καὶ Ἡρακλείδης τυχέτω τῆς παρὰ σοῦ συμμαχίας, ἀνὴρ Μεμφίτης, Ἀσκληπιῷ φίλος, ἐπιεικὴς τὸν τρόπον πατρῷα ταῦτα διαδεξάμενος καὶ γὰρ ἐκεῖνος ἦν ἑταῖρός τε τῷ θεῷ καὶ τἄλλα χρηστὸς καὶ δι’ αὐτό γε τοῦτο τῷ θεῷ φίλος, ὅτι χρηστός. ᾧ πολλὰ μὲν εἰς τὴν πόλιν χρήματα, πλείω δὲ εἰς ξένους ἀνάλωται.
βλέψας δὲ εἰς τὸν Ἡρακλείδην ὄψει διὰ τῆς μορφῆς τὴν γνώμην· οὕτω μηνύει τὴν καλοκἀγαθίαν τοῖς ὄμμασιν. εἰ δέ σοι σχολὴ καὶ ἐπῶν ἀκούειν, ᾄσεται καλὰ καὶ γενναῖα καὶ ἃ φήσαις ἂν Ὁμήρου.
τοῦτον ἡμῖν, πρὸς Ἀσκληπιοῦ, χαίροντα ἀπόπεμψον, ὅπως σε τῇδε μὲν παρ’ ἡμῖν, οἴκοι δὲ ἐπαινέσῃ παρὰ τῷ θεῷ. ἔρρωσό μοι πανοικεσίᾳ. δικαιότατε.
Lysis
Pythagorean philosopher of the 5th–4th c. BCE; the letter to Hipparchus rebukes the public divulgation of Pythagorean doctrine.
Epistula ad Hipparchum
6 letters·511 words·urn:cts:greekLit:tlg0633.tlg001.1st1K-grc1
Read on Scaife Source TEI XML Hercher (Epistolographi Graeci)
Show Greek text (6 letters) — click any Greek word for Logeion + Morpheus
γ′. Λύσις Ἱππάρχῳ. Μετὰ τὸ Πυθαγόραν ἐξ ἀνθρώπων γενέσθαι οὐδέποκα διασκεδασθήσεσθαι τὸ τῶν ὁμιλητᾶν ἄθροισμα ἐς τὸν ἐμαυτοῦ θυμὸν ἐβαλόμαν· ἐπεὶ δὲ παρ’ ἐλπίδας ὥσπερ ἀπὸ ναὸς φορτίδος ἐν ἐρήμῳ πελάγει λυθείσας ἄλλος ἄλλοσε φορεύμενοι διεσπάρημες, ὅσιον κἀμὲ μεμνᾶσθαι τῶν τήνῳ θείων καὶ σεπτῶν παραγγελμάτων, μηδὲ κοινὰ ποιῆσθαι τὰ σοφίας ἀγαθὰ τοῖς μηδ’ ὄναρ τὰν ψυχὰν κεκαθαρμένοις. οὐ γὰρ θέμις ὀρέγεν τοῖς ἀπαντῶσι τὰ μετὰ τοσούτων ἀγώνων ποριχθέντα, οὐδὲ μὰν βεβάλοις τὰ ταῖν Ἐλευσινίαιν θεαῖν μύστήρια διαγέεσθαι· κατ’ ἰσότατα γὰρ ἄδικοι καὶ ἀσεβέες ἑκάτεροι τοὶ ταῦτα πράττοντες.
(2) καλὸν δὲ ἀναλογίζεσθαι, ὅσον χρόνω μᾶκος διαγάγομες ἐκμετρήσαντες, ἀπορρυπτόμενοι σπίλως τὼς ἐν τοῖς στάθεσιν ἁμῶν ἐγκεκολαμμένως, ἕως ποκὰ διελθόντων ἐτέων ἐγενόμεθα δεκτικοὶ τῶν τήνω λόγων. καθάπερ γὰρ οἱ βαφεῖς προεκκαθάραντες ἔστυψαν τὰ βάψιμα τῶν ἱματίων, ὅπως ἀνέκπλυτον τὰν βαφὰν ἀναπίωντι καὶ μηδέποκα γενησουμέναν ἐξίταλον, τὸν αὐτὸν τρόπον ὁ δαιμόνιος ἀνὴρ παρεσκεύαζε τὼς φιλοσοφίας ἐρασθέντας, ὅπως μὴ διαψευσθῇ περί τινα τῶν ἐλπιζομένων ἐσεῖσθαι καλῶν τε κἀγαθῶν.
(3) οὐ γὰρ κιβδήλως ἐνεπορεύετο λόγως, οὐδὲ πάγας ταῖς τοὶ πολλοὶ τῶν σοφιστᾶν τὼς νέως ἐμπλέκοντι ποι’ οὐδὲν κράγυον σχολά ζοντες, ἀλλὰ θείων τε καὶ ἀνθρωπίνων πραγμάτων ἦς ἐπιστάμων. τοὶ δὲ πρόσχημα ποιησάμενοι τὰν τήνω διδασκαλίαν πολλὰ καὶ δεινὰ δρῶντι, σαγανεύοντες οὐ κατὰ κόσμον τὼς νέως. τοιγαροῦν χαλεπώς τε καὶ προαλεῖς ἀπεργάζονται τὼς ἀκούοντας· ἐγκίρναντι γὰρ ἤθεσι τεταραγμένοις τε καὶ θολεροῖς θεωρήματα καὶ λόγως ἐλευθέρως, καθάπερ εἴ τις εἰς φρέαρ βαθὺ βορβόρω πλῆρες ἐγχέας καθαρὸν καὶ διειδὲς ὕδωρ τόν τε βόρβορον ἀνετάραξε καὶ τὸ ὕδωρ ἀφάνιξεν. ὁ αὐτὸς δὴ τρόπος τῶν οὕτω διδασκόντων τε καὶ διδασκομένων·
(4) πυκναὶ γὰρ καὶ δασεῖαι λόχμαι περὶ τὰς φρένας καὶ τὰν καρδίαν πεφύκαντι τῶν μὴ καθαρῶς ὀργιασθέντων, πᾶν τὸ ἅμερον καὶ πρᾷον καὶ λογιστικὸν ἐπισκιάζουσαι καὶ κωλύουσαι προφανῆμεν αὐξηθέν. ἐγκαταδεδύκαντι δὲ τῷ δάσει τούτῳ παντοῖαι κακότατες ἐκβοσκόμεναι καὶ μηδαμῶς ἐῶσαι προκύψαι τὸν λόγον. ὀνομάξαιμι δ’ ἂν αὐτῶν πρᾶτον ἐπελθὼν τὰς ματέρας, ἀκρασίαν τε καὶ πλεονεξίαν· ἄμφω δὲ πολύγονοι πεφύκαντι.
(5) τὰς μὲν ὦν ἀκρασίας ἐξεβλάστασαν ἄθεσμοι γάμοι καὶμέθαι καὶ φθοραὶ καὶ παρὰ φύσιν ἁδοναὶ καὶ σφοδραί τινες ὁρμαὶ μέχρι βαράθρων καὶ κρημνῶν ἐκδιώκουσαι· ἤδη γάρ τινας ἀνάγκαξαν ἐπιθυμίαι μήτε ματέρων μήτε θυγατέρων ἀποσχέσθαι, καὶ δὴ παρωσάμεναι πόλιν καὶ νόμως κατὰ τύραννον περιαγαγῶσαι τὼς ἀγκῶνας, ὡς αἰχμαλώτω; ἐπὶ τὸν ἔσχατον ὄλεθρον μετὰ βίας ἄγουσαι κατέστασαν. τᾶς δὲ πλεονεξίας ἐκπεφύκαντι ἁρπαγαί τε καὶ λᾳστεῖαι, τροκτονίαι ἱεροσυλίαι φαρμακεῖαι, καὶ ὅσα τούτων ἀδελφά.
(6) δεῖ ὦν τόγε πρᾶτον τὰς ὕλας, ταῖς ἐνδιαιτῆται ταῦτα τὰ πάθη, πυρὶ καὶ σιδάρῳ καὶ πάσαις μαχαναῖς ἐκκαθάραντα καὶ ῥυσάμενον τὸν λογισμὸν ἐλεύθερον τῶν τοσούτων παθέων τὸ τηνικάδε ἐμφυτεύοντά τι χρηστὸν αὐτῷ παραδιδόμεν. τάπερ ἔμαθες μέν, Ἵππαρχε, μετὰ σπουδᾶς, οὐκ ἐτήρησας δ’, ὦ γενναῖε, γευσάμενος Σικελικᾶς πολυτελείας, ἇς οὐκ ἐχρῆν τυ γενέσθαι δεύτερον. (7) λέγοντι δὲ πολλοί τυ καὶ δαμοσίᾳ φιλοσοφέν, τόπερ ἀπαξίωσε Πυθαγόρας, ὅς γε Δαμοῖ τᾷ ἑαυτοῦ θυγατρὶ τὰ ὑπομνάματα παρακαταθέμενος ἐπέσκαψε μηδενὶ τῶν ἐκτὸς τᾶς οἰκίας παραδιδόμεν. ἃ δὲ δυναμένα πολλῶν χρημάτων ἀποδόσθαι τὼς λόγως οὐκ ἐβουλάθη, πενίαν δὲ καὶ τὰς τῶ πατρὸς ἐπισκάψιας ἐνόμιξε χρυσῶ τιμιωτέρας ἦμεν. φαντὶ δὲ ὅτι καὶ Δαμὼ θνάσκοισα Βιστάλᾳ τᾷ ἑαυτᾶς θυγατρὶ τὰν αὐτὰν ἐπιστολὰν ἐπέστειλεν. ἁμὲς δὲ ἄνδρες ἐόντες οὐ γνασίως αὐτῷ ποτιφερόμεθα, ἀλλὰ παραβάται τᾶν ὁμολογιᾶν γινόμεθα. εἰ μὲν ὦν μεταβάλοιο, χαρησοῦμαι, εἰ δὲ μή, τέθνακάς μοι.
Mithridates
Letters under the name of Mithridates VI of Pontus, preserved in late antique compilations.
Epistula
4 letters·346 words·urn:cts:greekLit:tlg0039.tlg001.1st1K-grc1
Read on Scaife Source TEI XML Hercher (Epistolographi Graeci)
Show Greek text (4 letters) — click any Greek word for Logeion + Morpheus
Τὰς Βρούτου ἐθαύμασα πολλάκις ἐπιστολάς, οὐ μόνον δεινότητος καὶ συντομίας χάριν, ἀλλὰ καὶ ὡς ἡγεμονικοῦ φρονήματος ἐχούσας χαρακτῆρα· ἐοίκασι γὰρ οὐδὲν νομίζειν καλόν, εἰ μὴ καὶ μεγαλοψυχίας ἔχοιτο. ἐγὼ δ’ ἃ μὲν περὶ τῶν τοιούτων φρονῶ λόγων οὐδ’ ἐν τῷδε ἀξιῶ διαμφισβητεῖν· ἀποφαίνοντος δὲ σοῦ δυσαποκρίτως αὐτὰς ἔχειν, ᾠήθην δεῖν πεῖραν ποιήσασθαι τῆς ἀντιγραφῆς καὶ πορίσασθαι λόγους, οἵους εἰκὸς ἦν ἕκαστον ἀποκρίνασθαι τῶν ἐπεσταλκότων. ἦν δὲ δυσεύρετος ἡ ἐπιβολὴ κατ’ ἄγνοιαν τῆς τότε περὶ τὰς πόλεις τύχης τε καὶ γνώμης· οὐ μὴν ταύτῃ γε ἀνῆκα τὴν ὁρμήν, ἀλλὰ τὰ μὲν ἐξ ἱστοριῶν ἐπιλεξάμενος, τὰ δὲ ταῖς δευτέραις καὶ τρίταις ἐπιστολαῖς ὑποσημαίνεσθαι περὶ τῶν προτέρων συνεὶς οὐχ ἥκιστα παρέζευξα καὶ τὸν ἐξ ἐπινοίας κατάλογον.
(2) φύσει δέ πως δυσχερὲς ἀποβαίνει τὸ εἰς ἀλλοτρίαν συνδραμεῖν εὐστοχίαν, ὁπότε καὶ ἰδίαν χαλεπὸν ἀναλογῆσαι. ὁ γοῦν Βροῦτος μυρίας ὡς εἰκὸς ἄνδρα πολλοῖς ἔθνεσι πολεμοῦντα διαπρεσβευσάμενος ἐπιστολάς, εἴτε ἰδίας εἴτε τινὸς τῶν εἰς ταῦτα μισθοῦ δοκίμων, μόνας ἐξέδωκε τὰς εὐφόρως γραφείσας διὰ τὸ ἀρκέσαι ταῖς ὀλίγαις μόλις τὴν διόρθωσιν. ὁπότε οὖν ἐκεῖνος ἠσθένησεν ἑαυτὸν ἐν πᾶσι μιμήσασθαι, πῶς οἷόν τε ἡμᾶς ἑτέρῳ ἐξομοιωθῆναι καὶ τῇ κατὰ σφᾶς ὁμοτονῆσαι προθέσει;
(3) ἀλλά πως γλυκὺ πάθος ἐλπίς, οὐ τῇ ἐπιτυχίᾳ δελεάζουσα μόνον, κολακεύουσα δὲ καὶ τὸ ἀπότευγμα, δι’ ἣν οὐδενὸς ἄλλου λείπεσθαι δικαιῶ μάλιστά σοι χαριεῖσθαι. ἐπεὶ κἀκεῖνό με οὐ λέληθεν, ὅτι ὃ μὲν πολλοῖς ἀνδράσι καὶ δήμοις γράφων εἰκότως ἑνὸς ἐξείχετο χαρακτῆρος, ὃ δὲ ὑπὲρ πολλῶν διαλεγόμενος, ἐὰν μὲν ἀλλάσσῃ τὸν τύπον, ἀποπεπλανῆσθαι δόξει τοῦ σκοποῦ, τῇ δὲ αὐτῇ προσέχων ἰδέᾳ καὶ ἀπίθανος φανήσεται καὶ ἕωλος.
(4) ἔτι πρὸς τούτοις ἐνθυμητέον, ὡς ἡγεμόνος μὲν ἴδιον οἴονταί τινες τὰ γέμοντα ὑπεροψίας ἐπιστέλλειν τοῖς ὑπηκόοις, ἡμῖν δ’ ἡ αὐθάδης ἀντιγραφὴ κατάγνωσιν ὡς ἠλιθίοις φέρει, τὸ δὲ ταπεινὸν οὐκέτ’ ἀναλογεῖ πρὸς τὴν ὁμοίαν ἀπόκρισιν. ὅμως δ’ οὖν τὰ δυσχερῆ καίπερ τοσαῦτα ὄντα προεκλογισάμενος οὐδὲν ἧττον ὑπέστην τὸ ἔργον, βραχὺ μὲν ἐμαυτῷ γύμνασμα συντάξας, σοὶ δὲ οὐ μέγα κτῆμα, ἀλλὰ τοῖς πολλοῖς τάχα καὶ εὐκαταφρόνητον· φιλεῖ γὰρ τὰ πρὸ τῆς πείρας θαυμαστὰ μετὰ τὴν ἐκ τοῦ συντελέσματος γνῶσιν ῥᾴδια εἶναι παραθεωρεῖσθαι.
Musonius Rufus
The Stoic philosopher of the 1st c. CE; the letters preserved here are spurious (epistulae spuriae), but transmit Musonian themes.
Epistulae spuriae
38 letters·1,326 words·urn:cts:greekLit:tlg0628.tlg003.1st1K-grc1
Read on Scaife Source TEI XML Hercher (Epistolographi Graeci)
Show Greek text (38 letters) — click any Greek word for Logeion + Morpheus
Καὶ ἐκ τῶν ἀπαγγελλομένων ἡμῖν περὶ σοῦ καὶ ἐξ ὧν αὐτὸς ἀπέστειλας τοῖς υἱοῖς σου τεκμαιρόμενος μὴ τὰ αὐτὰ τοῖς λαώδεσιν, ἀλλ᾽ ἅπερ οἰκεῖόν ἐστι σὲ φρονεῖν περὶ φιλοσοφίας, προεθυμήθην κατὰ μὲν τὸ παρὸν συνησθῆναί σοι ἐπ᾽ αὐτοῖς, εἰς δὲ τὸ ἐπιὸν συνεύξασθαι, μὴ ἐφ᾽ ἕτερόν τι αὐτοὺς ἀποκλῖναι, τηροῦντας δὲ ἢν ἔχουσι νῦν πρόθεσιν ἄχρι τέλους φιλοσοφῆσαι, ἴν᾽ αὐτοί τε εὖ ἀπαλλάττωσι καὶ σὲ ἀνθ᾽ ὧν ἐκ σοῦ ἔπαθον ἀμείψασθαι δυνηθῶσι. δυοῖν γὰρ ὡς καθόλου εἰπεῖν οὐσῶν αἰτιῶν, παρ᾽ ἅς ἄνθρωποι εὐτάκτως καὶ ὁδῷ ζῶσιν, ἐμπειρίας τε καὶ ἐγκρατείας, πῶς ἂν δυναίμεθα ἢ πρὸς ἑαυτοὺς ἢ πρὸς ἑτέρους ποιεῖν τὰ δέοντα ὑπ᾽ ἀγνοίας ἄμα καὶ ἀκρασίας κατεχόμενοι;
ἡ μὲν οὖν τούτων ἀπόλυσις ἀναγκαίως πάνυ ἔοικε παρ᾽ ἡμῶν ἀπαιτεῖσθαι· πρὸς γὰρ τὸ τεταγμένως καὶ εὐσχημόνως ζῆν γεγόναμεν, τοῦ λόγου εἰς τοῦτο ἡμῖν καθάπερ ἐπισκόπου καὶ ἄρχοντος ὑπὸ τῆς φύσεως δεδομένου. ἀπολυθῆναι μέντοι ἀγνοίας καὶ ἀκρασίας οὐχ οἷόν τε ἡμᾶς ἄνευ τοῦ ἐπιτρέψαι αὐτοὺς τῇ διὰ τοῦ λόγου ἰατρείᾳ· προσελθοῦσα γὰρ αὕτη καὶ τὸ προεστηκὸς ἐν ἡμῖν ἐκ τοῦ παρὰ φύσιν εἰς τὸ κατὰ φύσιν αἰεὶ τρέπουσα τὰς μὲν μοχθηρὰς τῶν κρίσεων καὶ ἐκ τῆς διαστροφῆς ἐγκειμένας ἐπικόπτειν καὶ ἐξάγειν ἐκ τῆς ψυχῆς ἀεὶ πειρᾶται, τὰς δ᾽ ὑγιεῖς καὶ ἀκολούθους τῇ φύσει ἀντεισάγειν ἢ ἀσθενούσας ἀνακτᾶσθαι.
ἰσχὺν δὲ αὗται καὶ εὐστάθειαν προσλαβοῦσαι ὡς χρὴ ἡμᾶς ἐν ἅπασι τοῖς κατὰ τὸν βίον ὁδηγοῦσιν, ὥστε καὶ ὁρᾶν ἀεὶ τὰ ἐπιβάλλονθ᾽ ἡμῖν καὶ σύμφωνα οἷς ἐδοκιμάσαμεν πράττειν. τοιαῦτα οὐκ ἐπαγγελλομένης μόνον ἀλλὰ καὶ παρεχούσης τῆς κατὰ τὴν ψυχὴν ἰατρείας τίνα ἄν τις δικαιότερον ἐπὶ τὸ βοηθεῖν τοῖς σοῖς παισὶν ἢ σὲ καλέσειεν; ἢ οὐκ εὐδαιμονεῖν μὲν αὐτοὺς προαιρῇ πατὴρ ὤν, ἑτοίμως δ᾽ ἔχεις πᾶν ὁτιοῦν ὑποστῆναι, ἵνα αὐτοὺς ὁρᾷς ἐν ἀγαθοῖς ὄντας; ἢ οὐκ ἐπὶ ταῦτα καὶ ἐγέννησας αὐτοὺς καὶ ἀνεθρέψω; οὐ τοιαῦτα δὲ διηνεκῶς σὺ περὶ αὐτῶν εὔχῃ τοῖς θεοῖς;
ἀρετῆς δὲ καὶ εὐσχημοσύνης βίου ἀντιποιούμενος οὐκ ἂν ἐθελήσειας ὁρᾶν τοὺς σεαυτοῦ παῖδας εὐτάκτους μὲν ἐν ἐδωδαῖς καὶ πόσεσι, κρατοῦντας δὲ τῶν ὑπὸ γαστέρα, ὡς πρὸς σπορὰν μόνον τέκνων, ὅταν εὔκαιρον ᾖ, τοῖς γεννητικοῖς μέρεσι χρῆσθαι, καὶ ὀλίγῳ μὲν ὕπνῳ πρὸς ἀνάπαυσιν ἀρκουμένους, ἐσθῆτι δὲ ἀπράγμονι καὶ μὴ ἐψευσμένῃ, ἀλλὰ καθαρᾷ καὶ πρὸς τὸ ἐκ τῆς φύσεως εἰς τὸ σκέπειν ἀπαιτούμενον ἡρμοσμένῃ ἠμφιεσμένους, βλέμμα δ᾽ εἶναι καὶ βάδισμα αὐτῶν αἰδοῖ καὶ φρονήσει κεχαρακτηρισμένον, ὡς μὴ ἄν τινα θαρσῆσαι ἐπ᾽ αὐτῶν ἢ ποιῆσαί τι ἢ εἰπεῖν ἄκοσμον, ἐν ἑτοίμῳ δ᾽ εἶναι αὐτοῖς ὁπότε βουληθεῖεν καὶ δεήσειεν ὅλῳ τε τῷ σώματι καὶ παντὶ μέρει αὐτοῦ εἰς ὃ πέφυκε χρῆσθαι;
οὐκ ἂν δὲ ἐθελήσειας αὐτοὺς ἐπεσκεμμένους τὰ θεῖα καὶ τὰ ἀνθρώπινα πρὸς μὲν θεοὺς εὐσεβείᾳ καὶ ὁσιότητι κοσμεῖσθαι, πρὸς ἀνθρώπους δὲ δικαιοσύνῃ καὶ ὁσιότητι, καὶ πατρίδα μὲν γονέων προτιμᾶν, καὶ αὐτῶν τοῦτο βουλησομένων τῶν γονέων εἴπερ σωφρονοῖεν, γονεῖς δὲ τῶν οἰκείων καὶ συγγενῶν, αὐτῶν δὲ τῶν γονέων τῷ πατρὶ τὸ πρεσβεῖον ἀπονέμοντας, τὸ μὲν αἰτεῖν ἢ μέμφεσθαι θάτερον αὐτῶν ἀσεβὲς ἡγεῖσθαι, τὸ δ᾽ ἀμείβεσθαι ὑπὲρ τῶν προηγησαμένων εὐχαρίστῳ καὶ μνημονευούσῃ διαθέσει ἀναγκαῖον, ὡς ἂν μόνως οὕτως ἐκτίνειν δυναμένους παλαιὰς χάριτας ἐπὶ νέαις δανεισθείσας, ἑτοίμως δ᾽ ἔχοντας ὑπερμαχεῖν αὐτῶν καὶ δι᾽ αὐτοὺς εἰ δεήσειεν ἀποθνῄσκειν, ὁπότε δὲ χαλεπήνειαν, μὴ ῥήματα μόνον, ἀλλὰ καὶ πληγὰς καὶ τραύματα ἀπ᾽ ὀργῆς οὐ διαθέσεως φερόμενα πρᾴως ἐκδέχεσθαι, οὐχ ὑπὲρ ἑαυτῶν τότε, ἀλλ᾽ ὑπὲρ τῶν γονέων εὐλαβῶς ἔχοντας, μὴ ἐκ τοῦ διατιθέναι αὐτοί τι κακὸν πάθωσι;
τί δ᾽ οὐκ ἂν ὑπομείνειας, ὥστε πεισθῆναι περὶ αὐτῶν, ὅτι τὸν αὐτὸν μὲν οἰκήσουσι διὰ βίου οἶκον, ἑαυτοὺς δὲ καὶ τὰ ἑαυτῶν ἐν κοινῷ θέμενοι διατελέσουσιν ὁμονοοῦντες, ὡς καὶ σπουδαῖς καὶ ἀνέσεσι ταῖς αὐταῖς χρῆσθαι; ἢ ταῦτα μὲν ἐθέλῃ σειας ἂν αὐτοῖς ὑπάρξαι, θανάτου δὲ καὶ πόνου καὶ δόξης οὐκ ἂν βούλοιο αὐτοὺς ὑπεράνω εἶναι, οἷς ὁ πολὺς καταδεδουλωμένος, ὅποι ἂν ἀπίῃ, τῷ δι᾽ αὐτῶν κατισχύοντι ὥσπερ τι ἄτιμον ἀνδράποδον ἄγεταί τε καὶ φέρεται, τὸ δὲ τῇ φύσει μὲν πολὺ ῥᾳδιώτερον τῶν προτέρων, ἐν δὲ τοῖς καθ᾽ ἡμᾶς χρόνοις ὑπὸ τῆς ἐπὶ τοσαῦτα κατεχούσης διαστροφῆς γεγονὸς δυσχερέστερον οὐκ ἂν εὔξαιο αὐτοῖς ὑπάρξαι, ὥστε μὴ ἀργυρίῳ αὐτοὺς πάντα μετρεῖν καὶ αὐτοὺς μᾶλλον καὶ γονεῖς καὶ τέκνα ἢ χρήματα προΐεσθαι, ἀλλὰ κτήσεως μὲν ἀντιποιεῖσθαι ἐφ᾽ ὅσον ἀναγκαῖον διὰ τὰς εἰς αὐτοὺς καὶ τοὺς οἰκείους αὐτῶν χρείας, θησαυρισμοῦ δὲ καὶ τοῦ πλείονος παρὰ τὸ ἀρκοῦν ὑπερφρονεῖν, ὑφ᾽ ὧν ἰδίᾳ τε καὶ κοινῇ εἰς κακὰ ἐπάλληλα καὶ ἀνήκεστα ἄνθρωποι ἐκτρέπονται;
ἀλλὰ ταῦτα μὲν εὐκτά, οὐκ ἐπίσης δ᾽ εὐκτὸν τό τε ἄρχειν αὐτοὺς καὶ δικάζειν δύνασθαι κατὰ νόμους καὶ τὸ δίκαιον, καὶ τὸ συμφωνοῦντας ἑαυτοῖς τε καὶ ἀλλήλοις καὶ ἐν οἷς πράττουσι καὶ ἐν οἷς λέγουσι τὸν μὲν βίον ἔχειν ἀεὶ προαιρησόμενον τοὺς λόγους, τὸν δὲ λόγον νῷ καὶ τῷ φρονεῖν τὰ ἄριστα βεβαιούμενον καὶ εἰς προφορὰν ὅταν ᾖ καιρὸς ἐντεινόμενον, καὶ τόνδ᾽ ἡγεῖσθαι, ἐπειδὰν ὑπερμαχεῖν μέλλωσιν ἱερῶν, πατρίδος, γονέων, φίλων, ἀληθείας, νόμων, καὶ συλλαβόντι εἰπεῖν τῶν ἀδικουμένων; οὔτε γὰρ σὲ οὔτε ἕτερόν τινα οἴομαι, εἴπερ εὖ φρονοίη, ὡς πολιτικὸν δοκιμάζειν λόγον τὸν μὴ εἰς ταῦτα ἀλλ᾽ εἰς τἀναντία ἐντεινόμενον.
εἰ τοίνυν καὶ εὐκτὰ ταῦτα καὶ αἱρετά, πῶς οὐ καὶ τὸ φιλοσοφεῖν θείη ἄν τις καὶ εὐκτὸν καὶ αἱρετόν, δι᾽ οὗ μόνου περιγίνεται ταῦτα; φιλοσοφεῖ μὲν γὰρ ὁ τῆς ἐκκαθάρσεως τοῦ λόγου ἐπιμελούμενος καὶ ἐπιτηδεύων λόγον ὀρθόν, ὁ δ᾽ ἐπιμελούμενος λόγου ἑαυτοῦ τε ἅμα ἐπιμελεῖται καὶ πατρίδος καὶ πατρὸς καὶ ἀδελφῶν καὶ φίλων καὶ συλλαβόντι εἰπεῖν πάντων. θεωροὺς γὰρ ἡ φύσις κόσμου καὶ τῶν ἐν αὐτῷ κατασκευάσασα, διὰ τοῦ μεταδοῦναι ἡμῖν λόγου, κοινοῦ μὲν ὄντος πρὸς τούτους, ἰδίου δὲ παρὰ τὰ ἄλλα ζῷα, ἀξιοῖ ἡμᾶς τοὺς μὲν θεοὺς καθάπερ τινὰς ἀρίστους καὶ πρώτους ἡγεμόνας καὶ κοινούς εὐεργέτας τε ἡμῶν καὶ γονεῖς ζηλοῦν τε καὶ ἀμείβεσθαι διὰ τῆς πρὸς αὐτοὺς εὐπειθείας, ἀνθρώπων δὲ καὶ κατὰ τὸ κοινὸν καὶ κατὰ τὰς ἰδιαίτερον γινομένας ἐπιπλοκὰς καὶ κηδεμονικῶς καὶ εὐποιητικῶς προΐστασθαι.
ἐπειδὰν δὲ νόμῳ καὶ δίκῃ συγκεράσωμεν τὰ ἀνθρώπινα καὶ τὰ θεῖα, φησὶν ἄκρως μὲν κατὰ φύσιν ἡμᾶς διατεθήσεσθαι ἄτε τελείους γεγονότας καὶ ἐπὶ τὰ ἀνωτάτω προελθόντας, νόμον καὶ δίκην, οἷς καὶ τὰ θεῖα οἰακίζεταί τε καὶ μακάρια γίνεται, τοιούτους δ᾽ ὄντας διὰ τὴν τοῦ λόγου καὶ τοῦ κατ᾽ αὐτὸν σχηματιζομένου ἤθους ὀρθότητα καὶ βιώσεσθαι εὐδαιμόνως καὶ καταστρέψειν τὸν βίον εὐδαιμόνως, ὥσπερ τι δρᾶμα εὐ συντεταγμένον ἀπ᾽ ἀρχῆς μέχρι τέλους ἀστείως ὑποκριναμένους καὶ ἀπαρτίσαντας.
θαρρῶν οὖν, ὦ Παγκρατίδη, μὴ ἐπίτρεπε μόνον ἀλλὰ καὶ παρακάλει τοὺς παῖδας φιλοσοφεῖν, καὶ συναγωνιστὴν παρέχων σεαυτὸν διέγειρε αὐτούς, καὶ πασῶν ἁρμοδιωτάτην παρρησίαν παρασκεύαζε. ἐξέσται γάρ σοι τοιαῦτα προελομένῳ καὶ πρὸς τοὺς ἐξ αἵματος ὑμῖν δικαίους ὄντας λέγειν, ὅτι οὐ τέκνα μόνον εἰς τὸ γένος ἀλλὰ καὶ τοιάδε τέκνα εἰσήγαγες, καὶ πρὸς τὴν πατρίδα, ὅτι οὐχ οἵους ἔτυχε μόνον ἀνθρώπους αὐτῇ ἀλλὰ καὶ οἵους δεῖ πολίτας παρέστησας.
εἰ δὲ θαρρήσετε κοινῇ καὶ πρὸς τὴν ἑαυτῶν τε καὶ ἀλλήλων θεραπείαν ὡς ἄξιόν ἐστι διαναστήσετε τὰς ψυχάς, εὐθὺς μὲν ἐν τῇ ἀγωνοθεσίᾳ τοῦ θεοῦ συμφιλοσοφήσετε ἀλλήλοις, οὐ μόνον τὰ νομιζόμενα παρασκευάζοντες αὐτῇ, ἅπερ ἐκ βαλαντίου ψιλοῦ γίνεται, ἀλλὰ καί, οὖ ἕνεκεν νενόμισται, ἀκολουθοῦντες τῇ ἱερᾷ καὶ ἀρχαίᾳ παραδόσει, ὅπερ ἐκ μόνης τῆς εὐσεβοῦς καὶ φιλοσόφου περιγίνεται διαθέσεως, καὶ ἀπὸ τῆς ἐν τῷ ἀγῶνι εὐταξίας ἐπὶ τὸν κοινὸν ὑμῖν τε καὶ πᾶσιν ἡμῖν ἀγῶνα τραπήσεσθε, οὐδὲν μὲν τῶν κατὰ φύσιν ἀφαιρησόμενον, μόνα δὲ τὰ λύπης καὶ θορύβου αἴτια ἡμῶν περισπάσοντα.
ἐν ᾧ ἀγῶνι ἡττηθῆναι μὲν ἀνάγκη τὸν ἀπαράσκευον, ἡττηθέντα δὲ ἐκπεσεῖν χρὴ εἰς δουλείαν καὶ κακοδαιμονίαν, ἣν οὐδ᾽ ἐξομόσασθαί τινι ἡμῶν συγκεχώρηται. κρατούμεθα γὰρ ἐν αὐτῇ ὑπό τε τῶν ἀιδίων καὶ τῶν τῆς φύσεως καὶ ὑπὸ τῶν θέσει νόμων, εὐτακτεῖν ἑκάστῳ καὶ ζῆν δικαίως ἅμα καὶ ὁσίως προστασσόντων. ταῦτα οἶμαί σε ὡς παρὰ πατρὸς παίδων πατέρα προσδεξάμενον αὐτόν τε ἄμεινον ἕξειν καὶ τοῖς υἱοῖς εἰς τὰ ἄριστα συλλήψεσθαι. ἀσπάζομαί σε καὶ διὰ τἄλλα καὶ διὰ τὴν εἰς ἡμᾶς εὔνοιαν. ἴσθι ὑπ᾽ ἐμοῦ στεργόμενος. τοιούτων δὲ καὶ ἑτέρων φιλοσοφοῦντες εὐπορήσετε
Βούλομαι παρὰ σὲ ἀφικόμενος κοινωνῆσαί σοι λόγου καὶ στέγης, ὥς τι ὀνήσαιμί σε, εἴ γε μὴ ἀπιστεῖς, ὡς Ἡρακλῆς ποτὲ Θησέα ἐξ Ἅιδου ἔλυσε. γράφε τί βούλει.
Ὧν μὲν ἐνενοήθης, ἀποκείσεταί σοι ἔπαινος· ἀνὴρ δὲ ὁ ὑπομείνας ἀπολογίαν καὶ ὡς οὐδὲν ἀδικεῖ δείξας ἑαυτὸν λύει.
Σωκράτης ὁ Ἀθηναῖος ὑπὸ τῶν ἑαυτοῦ φίλων λυθῆναι μὴ βουληθεὶς παρῆλθε μὲν ἐς τὸ δικαστήριον, ἀπέθανε δέ.
Σωκράτης ἀπέθανεν, ἐπεὶ μὴ παρεσκεύασεν ἑαυτὸν εἰς ἀπολογίαν, ἐγὼ δὲ ἀπολογήσομαι. ἔρρωσο.
1 Epistologr. gr. p. 401 ss. Herch.; A = codex Mazarineus 611 A, a = ed. Aldina || 2 ἐπαγγελλομένων A || 9 δυνηθῶσιν A | δυει(οι)ν A: corr. Hercher || 13 ἀγνοίας A ἀγνείας α ||
17 δεδομένου A διδομένου α || 18 opto ἐπιτρέψαι ἑαυτοὺς cf. v. 12 1 τὸ (ante προεστηκὸς) om. A || 2 ἀεὶ scr. Hercher ||
5 δ᾽ A || 9 τοιαῦτα A τοιαῦτα δὲ α || 11 καλέσει in ras. A ||
17 ἑαυτοῦ codd.: corr. Hercher || 18 κρατοῦντες A | ὑπὸ A ὑπὸ τὴν α | σπορὰς A 1 φρονήματι A || 2 αὐτοῖς A || 3 δεήθειεν (sic) A ||
5 οὐκ ἂν] οὐ καὶ A || 8 μὲν om. A || 10 τῶν om. A || 13 εὐχαρίστῃ A || 14 μόνους A || 16 δὲ] τὸν A || 20 διατιθέναι] ῾ malim κακῶς διατιθέναιʼ Hercher, poterat lenius μὴ ἐκ τοῦ 〈μὴ εὖ〉 διατιθέναι | πάθωσιν A.
2 ὁ πολὺς] ὄχλος videtur excidisse Herchero vel ὅμιλος vel ἄνθρωπος. at certe Phrynichus bis dicit ὁ πολύς (pro οἱ πολλοί) p. 280 et 481 Rutherf. servavi igitur indicium scriptae vix ante Commodi aetatem epistulae || 5 ῥᾳδιέστερον scr. Hercher, tu vide Croenert mem. gr. Herc. p. 196 adn. 8 || 6 κατεχούσης sic Aa || 11 θησαυρισμῶν A ||
17 λέγουσιν A
10 τε om. A si recte intellego Hercherum || 12 κηδαιμονικῶς A ||
16 οἷς A: οἵαν a ||
23. 24 καὶ συναγωνιστὴν — διέγειρε αὐτοὺς acc. ex A || 25 ἁρμονιωτάτην A ||
30 πρὸς om. A. τε om. A | διαναστήσετε Hercher: διαναστῆτε libri || 2 τὰς ψυχὰς Hercher: ταῖς ψυχαῖς libri || 4 γίνεται A γίγνεται a || 7 διαθέσει A || 10 περισπάσονται A ||
12 δ᾽
22 iteravimus has ineptias fere ex epistolographis Hercheri p. 127 s., qui adnotavit diversitates quae inter Kayseri recensionem (κ) et Laurentianum LVII 12 (L) sive Aldinam (α) intercedunt 1 ὀνήσαιμί σε. εἴ γε et mox ἔλυσε, γράφε distinguit
4 διενοήθης La | δὲ ὁ δὲ La || 6 λύει abest a
8 ὁ abest a k || 9 τὸ non legitur
12 ἐς ἀπολογίαν ἑαυτόν k
1 ipsius Musonii hanc epistulam non esse sed eius qui sermonibus Musonianis large usus sit docti consentiunt. cf. Wendland quaest. Muson. p. 45 ubi haud pauca ille eaque epistulae plus minus cognata ex Clemente Al. composuit. alia id genus addidit C. Praechter Hierokles passim. adscribo potiora 11 ὀδῷ ζ.] cf. supra p. 89, 1
16 εὐσχημ.] cf. Musonius p. 100, 3 17 cf. Clemens Al. paed. ΙΙ 90 p. 224 P. χρὴ . . . κρατεῖν τε ἡδονῶν, γαστρός τε ἔτι καὶ τῶν ὑπὸ γαστέρα δεσπόζειν ἀρχικώτατον (ἀρχικώτατα Wendland quaest. Mus. p. 44) . . . πῶς οὐχὶ πολὺ πλέον τοῦ συνουσιαστικοῦ ἐπικρατητέον μορίου τοῖς σοφίαν διώκουσιν; 21 ut simplici vestitu utamur πᾶν ὅσον ἀπατηλὸν καὶ τῆς ἀληθείας καταψευδόμενον παρωσάμενοι hortatur etiam Clemens Al. paed. ΙΙΙ 53 p. 285 P. 23 Clemens Al. paed. ΙΙ 60 p. 204 P. καθεστὼς δὲ καὶ τὸ βλέμμα ἔστω ibid. ΙΙΙ 59 p. 288 P. καὶ στάσιν καὶ κίνησιν καὶ βάδισμα . . . ὅτι μάλιστα ἐλευθεριώτατον ἐπαναιρετέον
cf. Cicero de off. Ι 17, 58 (i. e. Panaetius) sed si cοπteπtίο quaedam et comparatio fiat, quibus plurimum tribuendum sit officii, principes sint patria et parentes. quorum beneficiis πιπrίπιίε obligati sumus, proximi liberi totaque domus . . ., deinceps bene convenientes propinqui comparavit C. Praechter Hierokles p. 12 11 cf. Hierocles Stob. flor. 79, 54 ΙΙΙ p. 98, 17 M. 15 δανεισθείσας] cf. Hierocles Stob. 1. c. ΙΙΙ p. 96, 23 M.
23 ὁμονοοῦντες] cf. Musonius p. 81, 8 cf. Stobaeus flor. 86, 19 M. Διογένης πυνθανομένου τινὸς τίνες τῶν ἀνθρώπων εὐγενέστατοι ῾οἱ καταφρονοῦντες᾽ εἶπε πλούτου δόξης ἡδονῆς ζωῆς, τῶν δὲ ἐναντίων ὑπεράνω ὄντες πενίας ἀδοξίας πόνου θανάτου
19 ss. de imagine cf. Teles p. 11, 5 et quae composui prol. in Tel. p. XCVIII s.
22 Philostratus Apollon. vit. IV c. 46 p. 85, 13 Kays. ἐτύχχανε δὲ περὶ τὸν χρόνον τοῦτον καὶ Μουσώνιος κατειλημμένος ἐν τοῖς δεσμωτηρίοις τοῦ Νέρωνος, ὅν φασι τελεώτατα ἀνθρώπων φιλοσοφῆσαι, καὶ φανερῶς μὲν οὐ διελέγοντο ἀλλήλοις παραιτησαμένου τοῦ Μουσωνίου τοῦτο, ὡς μὴ ἄμφω κινδυνεύ1 σειαν, ἐπιστολιμαίους δὲ τὰς ξυνουσίας ἐποιοῦντο φοιτῶντος ἐς τὸ δεσμωτήριον τοῦ Μενίππου καὶ τοῦ Δάμιδος. τὰς δὲ οὐχ ὑπὲρ μεγάλων ἐπιστολὰς ἐάσαντες τὰς ἀναγκαίας παραθησόμεθα κἀξ ὡν ὑπάρχει κατιδεῖν τι μέγα. Ἀπολλώνιος Μουσωνίῳ (c. 47 p. 85, 28) ἀπολογήσομαι. ἔρρωσο᾽. cf. Suidas s. v. 3ουσώνιος: πρὸς ὃν (sc. Μουσώνιον) καὶ ἐπιστολαὶ φέρονται Ἀπολλωνίου, κἀκείνου πρὸς Ἀπολλώνιον
Myia
Pythagorean woman writer; her letter to Phyllis on the nursing of infants is a rare surviving female-voiced Pythagorean text.
Epistula ad Phyllidem
4 letters·288 words·urn:cts:greekLit:tlg0509.tlg001.1st1K-grc1
Read on Scaife Source TEI XML Hercher (Epistolographi Graeci)
Show Greek text (4 letters) — click any Greek word for Logeion + Morpheus
Γενομένᾳ τοι ματρὶ παίδων τάδε παραινέω. τίτθαν μὲν ἐκλέξασθαι τὰν ἐπιταδειοτάταν καὶ καθάριον, ἔτι δὲ καὶ αἰδήμονα καὶ μὴ ὕπνῳ προσοικειουμέναν μηδὲ μὰν μέθᾳ· ἁ τοιάδε γὰρ ἂν κρίνοιτο κρατίστα ποττὸ ἐκτρέφειν ἐλευθέρως παῖδας, ἐάν γε δὴ γάλα τρόφιμον ἔχῃ καὶ μὴ ταῖς πρὸς ἄνδρα κοίταις εὐνίκατος πέλῃ. μεγάλα γὰρ μερὶς ἐν τῷδε καὶ πρώτα καὶ προκαταρκτικωτέρα ἐς ὅλαν τὰν βιοτὰν πέλει ἐν τᾷ τρεφοίσᾳ ποττὸ καλῶς τραφῆμεν· ποιήσει γὰρ πάντα καλὰ ἐν τῷ ποτεοικότι καιρῷ.
(2) τὸν τιτθόν τε καὶ μαζὸν καὶ τροφὰν δόμεν μὴ καττὸ ἐπενθόν, ἀλλὰ μετά τινος προνοίας· οὕτω γὰρ ἐς ὑγίειαν ἄξει τὸ βρέφος. μὴ ὅτε αὐτὰ θέλει καθεῦδεν νικῆται, ἀλλ’ ὁπόταν τὸ νεογνὸν ἀναπαύσιος ἔρον ἔχῃ· οὐ μικκὸν γὰρ ἄκος τῷ παιδὶ προσοίσει. ἔστω δὲ μήτ’ ὀργίλα τιθάνα μήτε πρόγλωσσος μήτε ἐν ταῖς τῶν σιτίων λήψεσιν ἀδιάφορος, ἀλλὰ τεταγμένα καὶ σώφρων, δυνατὸν δὲ ὂν μὴ βάρβαρος ἀλλὰ Ἑλληνίς.
(3) ἄριστον, ἐὰν καὶ τοῦ γάλακτος χρηστῶς πιμπλάμενον τὸ νεογνὸν οὕτως ἐς ὕπνον τρέπηται, ἁδεῖα γὰρ νέοις ἂν εἴη καὶ εὐκατέργαστος ἁ τοιάδε σίτασις· αἰ δέ κα ἁτέραν, δόμεν χρὴ ἁπλουστάταν. οἴνω δὲ τὸ παράπαν ἀπέχεσθαι τῷ δύναμιν ἰσχυρὰν ἔχεν, ἢ καττὸ σπάνιον μεταδιδόμεν τᾷ κράσει δείκελον γαλακτῶδες. τὰ δὲ λουτρὰ μὴ ποιὲν συνεχῆ· ἁ γὰρ τῶν σπανίων καὶ εὐκράτων χρᾶσις ἀμείνων.
(4) κατταυτὰ δὲ καὶ ἀὴρ ἐπιτάδειος θάλπους καὶ ῥίγους ἔχων τὰν συμμετρίαν, καὶ οἴκησις δὲ μήτε ἄγαν περιπνεομένα μήτε ἄγαν κατάστεγνος. οὐ μὰν ἀλλὰ καὶ ὕδωρ μήτε ἀπόσκληρον μήτε εὐπαράγωγον, καὶ στρωμνὰ δὲ οὐ τραχεῖα, ἀλλὰ προσπίπτουσα τῷ χρωτὶ εὐαρμόστως· ἐν πᾶσι γὰρ τούτοις τὸ οἰκεῖον ἁ φύσις ἐπιποθεῖ, ἀλλ’ οὐ τὸ πολυτελές. ταύτας μὲν ὦν ἐπὶ τῶ παρόντος οὐκ ἀχρεῖον ὑπογράψαι τοι τὰς ἐλπίδας ἐκ τροφᾶς καττὸ ὑφαγεόμενον γινομένας, θεῶ δὲ συλλαμβάνοντος ὑπὲρ τᾶς ἀγωγᾶς τῶ παιδὸς αὖθις τὰς ἐνδεχομένας καὶ ποτεοικυίας κομιοῦμες ὑπομνάσεις.
Nicias
The Athenian general's dispatch from Sicily, as preserved in the epistolary tradition.
Epistula
1 letter·786 words·urn:cts:greekLit:tlg0046.tlg001.1st1K-grc1
Read on Scaife Source TEI XML Hercher (Epistolographi Graeci)
Show Greek text (1 letter) — click any Greek word for Logeion + Morpheus
Τὰ μὲν πρότερον πραχθέντα, ὦ Ἀθηναῖοι, ἐν ἄλλαις [πολλαῖς] ἐπιστολαῖς ἴστε, νῦν δὲ καιρὸς οὐχ ἧσσον μαθόντας ὑμᾶς ἐν ᾧ ἐσμὲν βουλεύσασθαι. κρατησάντων γὰρ ἡμῶν μάχαις ταῖς πλείοσι Συρακοσίους, ἐφ’ οὓς ἐπέμφθημεν, καὶ τὰ τείχη οἰκοδομησαμένων ἐν οἷσπερ νῦν ἐσμὲν ἦλθε Γύλιππος Λακεδαιμόνιος στρατιὰν ἔχων ἔκ τε Πελοποννήσου καὶ τῶν ἐν Σικελίᾳ πόλεων ἔστιν ὧν. καὶ μάχῃ τῇ μὲν πρώτῃ νικᾶται ὑφ’ ἡμῶν, τῇ δ’ ὑστεραίᾳ ἱππεῦσί τε πολλοῖς καὶ ἀκοντισταῖς βιασθέντες ἀνεχωρήσαμεν ἐς τὰ τείχη. νῦν οὖν ἡμεῖς μὲν παυσάμενοι τοῦ περιτειχισμοῦ διὰ τὸ πλῆθος τῶν ἐναντίων ἡσυχάζομεν (οὐδὲ γὰρ ξυμπάσῃ τῇ στρατιᾷ δυναίμεθ’ ἂν χρήσασθαι ἀπαναλωκυίας τῆς φυλακῆς τῶν τειχῶν μέρος τι τοῦ ὁπλιτικοῦ), οἱ δὲ παρῳκοδομήκασιν ἡμῖν τεῖχος ἁπλοῦν, ὥστε μὴ εἶναι ἔτι περιτειχίσαι αὐτούς, ἢν μή τις τὸ παρατείχισμα τοῦτο πολλῇ στρατιᾷ ἐπελθὼν ἕλῃ. ξυμβέβηκέ τε πολιορκεῖν δοκοῦντας ἡμᾶς ἄλλους αὐτοὺς μᾶλλον, ὅσα γε κατὰ γῆν, τοῦτο πάσχειν· οὐδὲ γὰρ τῆς χώρας ἐπὶ πολὺ διὰ τοὺς ἱππέας ἐξερχόμεθα. πεπόμφασι δὲ καὶ ἐς Πελοπόννησον πρέσβεις ἐπ’ ἄλλην στρατιὰν καὶ ἐς τὰς ἐν Σικελίᾳ πόλεις Γύλιππος οἴχεται, τὰς μὲν καὶ πείσων ξυμπολεμεῖν ὅσαι νῦν ἡσυχάζουσιν, ἀπὸ δὲ τῶν ἔτι καὶ στρατιὰν πεζὴν καὶ ναυτικοῦ παρασκευήν, ἢν δύνηται, ἄξων. διανοοῦνται γάρ, ὡς ἐγὼ πυνθάνομαι, τῷ τε πεζῷ ἅμα τῶν τειχῶν ἡμῶν πειρᾶν καὶ ταῖς ναυσὶ κατὰ θάλασσαν. καὶ δεινὸν μηδενὶ ὑμῶν δόξη εἶναι ὅτι καὶ κατὰ θάλασσαν· τὸ γὰρ ναυτικὸν ἡμῶν, ὅπερ κἀκεῖνοι πυνθάνονται, τὸ μὲν πρῶτον ἤκμαζε καὶ τῶν νεῶν τῇ ξηρότητι καὶ τῶν πληρωμάτων τῇ σωτηρίᾳ· νῦν δὲ αἵ τε νῆες διάβροχοι τοσοῦτον χρόνον ἤδη θαλασσεύουσαι καὶ τὰ πληρώματα ἔφθαρται. τὰς μὲν γὰρ ναῦς οὐκ ἔστιν ἀνελκύσαντας διαψῦξαι διὰ τὸ ἀντιπάλους τῷ πλήθει καὶ ἔτι πλείους τὰς τῶν πολεμίων οὔσας ἀεὶ προσδοκίαν παρέχειν ὡς ἐπιπλεύσονται· φανεραὶ δ’ εἰσὶν ἀναπειρώμεναι καὶ αἱ ἐπιχειρήσεις ἐπ’ ἐκείνοις καὶ ἀποξηρᾶναι τὰς σφετέρας μᾶλλον ἐξουσία· οὐ γὰρ ἐφορμοῦσιν ἄλλοις. ἡμῖν δ’ ἐκ πολλῆς ἂν περιουσίας νεῶν μόλις τοῦτο ὑπῆρχε καὶ μὴ ἀναγκαζομένοις, ὥσπερ νῦν, τάσαις φυλάσσειν· εἰ γὰρ ἀφαιρήσομέν τι καὶ βραχὺ τῆς τηρήσεως, τὰ ἐπιτήδεια οὐχ ἕξομεν, παρὰ τὴν ἐκείνων πόλιν χαλεπῶς καὶ νῦν ἐσκομιζόμενοι. τὰ δὲ πληρώματα διὰ τόδε ἐφθάρη τε ἡμῖν καὶ ἔτι νῦν φθείρεται, τῶν ναυτῶν τῶν μὲν διὰ φρυγανισμὸν καὶ ἁρπαγὴν καὶ ὑδρείαν μακρὰν ὑπὸ τῶν ἱππέων ἀπολλυμένων· οἱ δὲ θεράποντες, ἐπειδὴ ἐς ἀντίπαλα καθεστήκαμεν, αὐτομολοῦσι, καὶ οἱ ξένοι οἳ μὲν ἀναγκαστοὶ ἐσβάντες εὐθὺς κατὰ τὰς πόλεις ἀποχωροῦσιν, οἳ δ’ ὑπὸ μεγάλου μισθοῦ τὸ πρῶτον ἐπαρθέντες καὶ οἰόμενοι χρηματιεῖσθαι μᾶλλον ἢ μαχεῖσθαι, ἐπειδὴ παρὰ γνώμην ναυτικόν τε δὴ καὶ τἄλλα ἀπὸ τῶν πολεμίων ἀνθεστῶτα ὁρῶσιν, οἳ μὲν ἐπ’ αὐτομολίας προφάσει ἀπέρχονται, οἳ δ’ ὡς ἕκαστοι δύνανται· πολλὴ δ’ ἡ Σικελία· εἰσὶ δ’ οἳ καὶ αὐτοὶ ἐμπορευόμενοι ἀνδράποδα Ὑκκαρικὰ ἀντεμβιβάσαι ὑπὲρ σφῶν πείσαντες τοὺς τριηράρχους τὴν ἀκρίβειαν τοῦ ναυτικοῦ ἀφῄρηνται. ἐπισταμένοις δ’ ὑμῖν γράφω, ὅτι βραχεῖα ἀκμὴ πληρώματος καὶ ὀλίγοι τῶν ναυτῶν οἱ ἐξορμῶντές τε ναῦν καὶ ξυνέχοντες τὴν ἐρεσίαν. τούτων δὲ πάντων ἀπορώτατον τό τε μὴ οἷόν τε εἶναι ταῦτα ἐμοὶ κωλῦσαι τῷ στρατηγῷ (χαλεπαὶ γὰρ αἱ ὑμέτεραι φύσεις ἄρξαι) καὶ ὅτι οὐδ’ ὁπόθεν ἐπιπληρωσόμεθα τὰς ναῦς ἔχομεν, ὃ τοῖς πολεμίοις πολλαχόθεν ὑπάρχει, ἀλλ’ ἀνάγκη ἀφ’ ὧν ἔχοντες ἤλθομεν τά τε ὄντα καὶ ἀπαναλισκόμενα γίγνεσθαι· αἱ γὰρ νῦν οὖσαι πόλεις ξύμμαχοι ἀδύνατοι, Νάξος καὶ Κατάνη. εἰ δὲ προσγενήσεται ἓν ἔτι τοῖς πολεμίοις, ὥστε τὰ τρέφοντα ἡμᾶς χωρία τῆς Ἰταλίας, ὁρῶντα ἐν ᾧ τ’ ἐσμὲν καὶ ὑμῶν μὴ ἐπιβοηθούντων, πρὸς ἐκείνους χωρῆσαι, διαπεπολεμήσεται αὐτοῖς ἀμαχεὶ ἐκπολιορκηθέντων ἡμῶν [ὁ πόλεμος]. τούτων ἐγὼ ἡδίω μὲν ἂν εἶχον ὑμῖν ἕτερα ἐπιστέλλειν, οὐ μέντοι χρησιμώτερά γε, εἰ δεῖ σαφῶς εἰδότας τὰ ἐνθάδε βουλεύσασθαι. καὶ ἅμα τὰς φύσεις ἐπιστάμενος ὑμῶν, βουλομένων μὲν τὰ ἥδιστα ἀκούειν, αἰτιωμένων δὲ ὕστερον, ἤν τι ὑμῖν ἀπ’ αὐτῶν μὴ ὁμοῖον ἐκβῇ, ἀσφαλέστερον ἡγησάμην τὸ ἀληθὲς δηλῶσαι. καὶ νῦν ὡς ἐφ’ ἃ μὲν ἤλθομεν τὸ πρῶτον καὶ τῶν στρατιωτῶν καὶ τῶν ἡγεμόνων ὑμῖν μὴ μεμπτῶν γεγενημένων, οὕτω τὴν γνώμην ἔχετε· ἐπειδὴ δὲ Σικελία τε ἅπασα ξυνίσταται καὶ ἐκ Πελοποννήσου ἄλλη στρατιὰ προσδόκιμος, αὐτοὶ βουλεύεσθε ἤδη ὡς τῶν γ’ ἐνθάδε μηδὲ τοῖς παροῦσιν ἀνταρκούντων, ἀλλ’ ἢ τούτους μεταπέμπειν δέον ἢ ἄλλην στρατιὰν μὴ ἐλάσσω ἐπιπέμπειν καὶ πεζὴν καὶ ναυτικήν, καὶ χρήματα μὴ ὀλίγα, ἐμοὶ δὲ διάδοχόν τινα, ὡς ἀδύνατός εἰμι διὰ νόσον νεφρῖτιν παραμένειν. ἀξιῶ δ’ ὑμῶν ξυγγνώμης τυγχάνειν· καὶ γὰρ ὅτ’ ἐρρώμην πολλὰ ἐν ἡγεμονίαις ὑμᾶς εὖ ἐποίησα. ὅ τι δὲ μέλλετε, ἅμα τῷ ἦρι εὐθὺς καὶ μὴ ἐς ἀναβολὰς πράσσετε, ὡς τῶν πολεμίων τὰ μὲν ἐν Σικελίᾳ δι’ ὀλίγου ποριουμένων, τὰ δ’ ἐκ Πελοποννήσου σχολαίτερον μέν, ὅμως δ’, ἢν μὴ προσέχητε τὴν γνώμην, τὰ μὲν λήσουσιν ὑμᾶς ὥσπερ καὶ πρότερον. τὰ δὲ φθήσονται.
Periander
Letters of the Corinthian tyrant, one of the Seven Sages.
Epistulae
2 letters·109 words·urn:cts:greekLit:tlg0629.tlg001.1st1K-grc1
Read on Scaife Source TEI XML Hercher (Epistolographi Graeci)
Show Greek text (2 letters) — click any Greek word for Logeion + Morpheus
α′. Τοῖς σοφοῖς. Πολλὰ χάρις τῷ Πυθοῖ Ἀπόλλωνι τοῦ εἰς ἓν ἐλθόντας εὑρεῖν, ἀξοῦντί τε καὶ ἐς Κόρινθον ταὶ ἐμαὶ ἐπιστολαί. ἐγὼν δὲ ὑμᾶς ἀποδέχομαι, ὡς ἴστε αὐτοί, ὅτι δαμοτικώτατα. πεύθομαι ὡς πέρυτι ἐγένετο ὑμῶν ἁλία παρὰ τὸν Λυδὸν ἐς Σάρδεις. ἤδη ὦν μὴ ὀκνεῖτε καὶ παρ’ ἐμὲ φοιτᾶν τὸν Κορίνθου τύραννον. ὑμᾶς γὰρ καὶ ἄσμενοι ὄψονται Κορίνθιοι, φοιτεῦντας ἐς οἶκον τὸν Περιάνδρου.
β′. Προκλεῖ. Ἐμὶν μὲν ἀκούσιον τᾶς δάμαρτος τὸ ἄγος, τὸ δὲ ἑκὼν τῷ παιδί με ἄπο θυμοῦ ποιήσαις ἀδικεῖς. ἢ ὦν παῦσον τὰν ἀπήνειαν τῶ παιδός, ἢ ἐγὼν τὸ ἀμυνοῦμαι. καὶ γὰρ δὴν καὶ αὐτὸς ποινὰς ἔτισα τὶν τᾷ θυγατρί, συγκατακαύσας αὐτᾷ τὰ πασᾶν Κορινθιᾶν εἵματα.
Phalaris
The 6th-c. BCE tyrant of Acragas; the 148 letters under his name are a brilliant rhetorical fiction (likely 2nd c. CE), exposed as forgeries by Richard Bentley in 1697.
Epistulae
201 letters·18,567 words·urn:cts:greekLit:tlg0053.tlg001.1st1K-grc1
Read on Scaife Source TEI XML Hercher (Epistolographi Graeci)
Show Greek text (201 letters) — click any Greek word for Logeion + Morpheus
α′. Λυκίνῳ. Πολύκλειτος ὁ Μεσσήνιος, οὗ κατηγορεῖς παρὰ τοῖς πολίταις προδοσίαν, ἰάσατό μου νόσον ἀνήκεστον, οὐκ ἀγνοῶ δὲ λύπας εὐαγγελιζόμενός σοι καὶ δάκρυα σὲ δ᾽ οὐκ ἂν οὐδ᾽ αὐτὸς δ τῆς τέχνης ἡγεμὼν Ἀσκληπιὸς πιὸς μετὰ πάντων ἰάσαιτο τῶν θεῶν. σώματος μὲν γὰρ ἀρρωστίαν θεραπεύει τέχνη, ψυχῆς δὲ νόσον ἰατρὸς ἶᾶται θάνατος, ὃν ἐπαχθέστατον ἀντὶ πολλῶν καὶ μεγάλων ἀδικημάτων, οὐκ ἀκουσίων, ὧν ἐμοὶ προστρίβεις ἀλλ ἑκουσίων, ὧν αὐτὸς εἴργασαι, προσδέχου.
β′. Μεγαρεῦσι. Οὐ μέμφομαι τὴν ἀχαριστίαν ὁμῶν πολλάκις εὐηργετημένων, ὅτι μου κρινομένου περὶ τῶν ὅρων πρὸς τοὺς ἀστυγείτονας κατεψευδομαρτυρήκατε, κατηγορῶ δὲ ἐμαυτοῦ τῆς ἀναλγησίας, ὅτι προπηλακιζόμενος ὑπὸ τῶν αὐτῶν πολλάκις οὐ σωφρονίζομαι. ὑμεῖς μὲν γὰρ οὐδέποτε χάριτος ἐμοὶ μνημονεύετε, ἐγὼ δ᾽ ὡς μηδέποτε ἐπιλελησμένοις χαρίζομαι.
γ′. Τυρσηνῷ. Εἰ τοὺς μετ᾽ ἀνάγκης τι πράξαντας τῶν μὴ νομίμων χαλεπὰς ἔχειν δεῖ περὶ τοῦ μέλλοντος βίου τὰς προσδοκίας, ὡς ὑπέφαινες Αἰγεσταίοις, εἰς τὴν τοῦ δαιμονίου πρόνοιαν ἀναφέρων τὰ περὶ ἐμοῦ, τίνας ἐχρῆν ἐλπίδας ἔχειν σὲ περὶ σεαυτοῦ, τὸν μὴ μετ᾽ ἀνάγκης μηδὲν ὢν παρανενόμηκας, μετὰ γνώμης δὲ ἅπαντα ἠσεβηκότα;
δ′. Λυκίνῳ. Οὐκ ὀρθῶς ἠρώτησας ἐν Δεοντίνοις ὡς παρόντα με καὶ δυνάμενον ἀποκρίνασθαί σοι, τίς εἰμὶ καὶ τίνων καὶ πόθεν. ἐγὼ γὰρ ὥσπερ ἐμαυτὸν οἶδα Φάλαριν Λεωδάμαντος υἱόν, Ἀστυπαλαιέα τὸ γένος, πατρίδος ἀπεστερημένον, τύραννον Ἀκραγαντίνων, ἔμπειρον πολέμων, ἀπτῶτα μέχρι τοῦ παρόντος, οὕτως οἶδα καὶ Δυκῖνον πόρνον μὲν ἐν παισί, λάγνον δ᾽ ἐν νέοις, μοιχὸν δ᾽ ἐν γυναιξίν, ἀκόλαστον δ᾽ ἐν νόμοις, ἀσελγῆ δ᾽ ἐν ἡδοναῖς, ἀργὸν δ᾽ ἐν εἰρήνη, λιποτάκτην δ᾽ ἐν τολέμῳ, δώσοντά μοι καὶ τῶν δημηγοριῶν καὶ τούτων ὧν ἐλέγχω σε δίκην, ἐὰν μὴ θᾶττον ἁλῷς, ἀλλ’ οὖν ὅταν ἔκδοτόν σε παραδῶσι Λεοντῖνοι, βουλόμενοι τοῦ πρὸς ἡμᾶς ἀπαλλαγῆναι πολέμου.
ε′. Λεοντίνοις. Εἰ καταλῦσαί με τὸν πρὸς ὑμᾶς ὀρέγεσθε πόλεμον, μηδὲν αἰδεσθέντες ἔκδοτέ μοι Λυκῖνον, ἵνα τὴν ὀργὴν ἅπασαν εἰς τοῦτον ἀφεὶς παύσωμαι τοῦ πρὸς τὴν πόλιν θυμοῦ. χρήσομαι δ’ οὐδὲν αὐτῷ χαλεπώτερον ἢ πάντας ὑμᾶς ἐπίσταμαι βουλομένους.
ϛ′. Ζευξίππῳ. Τῷ μὲν υἱῷ σου διὰ τὴν νεότητα συγγινώσκω, σοὶ δὲ διὰ τὸ γῆρας, καίπερ ἀσύγγνωστα πεποιηκόσιν. ἂν μέντοι μὴ παύσησθε τῆς αὐθαδείας, οὔτ’ ἐκεῖνον ἡ νεότης οὔτε σὲ τὸ γῆρας ἐξαιρήσεται, δι’ αὐτὰ δὲ ταῦτα καὶ μᾶλλον κολασθήσεσθε, δι’ ἃ νῦν συγγνώμης ἀξιοῦσθε.
ζ′. Ευήνῳ. Γνώμης γενόμενος τὸ πρῶτον ἁλόντα αἰχμάλωτον ἀποκτεῖναί σου τὸν υἱὸν ἀνθ’ ὧν ἠδίκηκέ μου τοὺς ναυάρχους, μετέγνων ὕστερον καὶ σέσωκα. μᾶλλον γὰρ βούλομαι διὰ τῆς ἐκείνου ζωῆς σὲ λυπεῖν ἢ διὰ τῆς ἀναιρέσεως τὸν ἀποθανόντα.
η′. Σαμέᾳ. Εἰδώς σου τὴν χρηστότητα τοῦ τρόπου καὶ τὴν ὑπερφυᾶ πρὸς ἅπαντας φιλανθρωπίαν, καὶ ὅτι τὰς τῶν πλησίον εὐτυχίας ἡμέρως καὶ συμπαθῶς ἰδίας ἀλγηδόνας καὶ συμφορὰς ἡγῇ, γέγραφά σοι συντόμως, ὅτι καὶ τὴν δίκην καὶ τὴν ναυμαχίαν καὶ τὴν παράταξιν καὶ τὸ τελευταῖον τὸν ἱππικὸν ἀγῶνα νενικήκαμεν, ἵν’ ἀκούσας, ὡς προσήκει καλῷ κἀγαθῷ, στένῃς ἀδιαλείπτως, λαμβάνων παρὰ τῆς σεαυτοῦ φύσεως τὰς ἀξίας καὶ πρεπούσας τοσαύτῃ κακοηθείᾳ βασάνους.
θ′. Κλεοστράτῳ. Πάνυ μοι δοκεῖ μετὰ γέλωτος ἄξιον εἶναι θαυμάσαι τὸ σωφρονίζεσθαί τινας ὑπὸ σοῦ· τὸν γὰρ ἄλλοις ἐπιτιμᾶν ἐπιβαλλόμενον καὶ αὐτὸν ἀπηλλάχθαι χρὴ πάσης πονηρίας. σὺ δὲ ταῖς τῶν ὑπὸ σοῦ νουθετουμένων κακίαις ἔνοχος ὢν καὶ ταῖς ἄλλαις ἁπάσαις ὡς ἀνεπίληπτος εἰς πονηρίαν οὕτω νουθετεῖς.
ι′. Λακρίτῳ. Ἀχθομένῳ σοι βαρέως ἐπὶ τῇ τοῦ παιδὸς τελευτῇ πᾶσα συγγνώμη, κἀγὼ δὲ σφόδρα συμπαθῶν, ὡσεὶ τῶν οἰκείων τὸ συμβεβηκὸς ἡγούμενος, μεῖζον ἄχθομαι, καίτοι στερροτέρᾳ φύσει πρὸς τὰ τοιαῦτα χρώμενος διὰ τὸ μηδὲν ὄφελος ὁρᾶν μηδὲ τοῖς ἀμέτρως ἀνιωμένοις. παραμυθία δέ σοι ἔστω μεγάλη τῆς ἐπ’ αὐτῷ συμφορᾶς πρῶτον μέν, ὅτι ὑπὲρ πατρίδος ἀγωνιζόμενος ἐν πολέμῳ σὺν ἀριστείᾳ τέθνηκεν, εἶθ’ ὅτι νικῶν καλλίστου τέλους ὑπὸ τῆς εἱμαρμένης ἠξίωται, τὸ δὲ τελευταῖον ὅτι μηδὲν ἁμαρτὼν παρὰ τὸν βίον ἐπεσφράγισται τὴν ἰδίαν ἀρετὴν θανάτῳ. ὁ μὲν γὰρ ἐν τῷ ζῆν ἀγαθὸς ἄδηλον εἰ μὴ μεταβαλεῖ πρὸς τὸ χεῖρον· αἱ τύχαι γὰρ ἀνθρώπων τὸ πλεῖστον, οὐχ αἱ γνῶμαι κρατοῦσιν· ὁ δὲ τελευτήσας ἀκατηγόρητος ἐν τῷ καλλίστῳ σχήματι τῆς δόξης καθίδρυται. μίσας οὖν ἀξίας παρ’ αὐτοῦ χάριτας ἀπειληφέναι γενέσεως καὶ ἀνατροφῆς τὸ καλὸν κἀγαθὸν μέχρι τέλους αὐτὸν γεγονέναι, ταύτην αὐτῷ τὴν ἀμοιβὴν ἀντίδος, τὸ πράως καὶ μετρίως τὴν ἐπ’ αὐτῷ λύπην ἐνεγκεῖν.
ια′. Μεγακλεῖ. Καὶ τοὺς ἵππους ἐκπέπομφά σοι κεκοσμημένους ἐπὶ τὸν ἀγῶνα καὶ τὰ χρήματα δοῦναι Τεύκρῳ προστέταχα. κἂν ἄλλου του δέῃ, μὴ κατόκνει γράφειν· οὐδὲν γὰρ οὕτως ἔσται μέγα τῶν αἰτημάτων, ὃ μὴ πάντως αἰτησαμένῳ χαριούμεθα.
ιβ′. Ἀγλάῳ. Τεθησαυρίκαμεν τοῦ πλούτου ὅσον παρέσχεν ὁ θεὸς εἰς μεταβολὰς τῆς τύχης οὐκ ἐν τοῖς κόλποις τῆς γῆς, ὡς παρῄνεις, ἀλλ’ εἰς τοὺς βουληθέντας τῶν φίλων τὰς δωρεὰς λαμβάνειν. σὺ δ’ οὐδ’ εἰς τοῦτο πρόθυμον ἡμῖν σεαυτὸν ἐχαρίσω, τὸ κατά γε ὑμᾶς τοὺς φίλους, κἂν ἀποσφαλῶμεν τῆς ἀρχῆς, ἔχεσθαι τῶν ἐλπίδων. οὐ μὴν ἀλλ’ εἰ καὶ μὴ πρότερον, νῦν γε λαβὼν ὡς παρακαταθήκην ἐμοὶ φυλαχθησομένην φίλου τι ποίησον ἔργον· πιστὸν γὰρ οὐδὲν ἡγησόμεθα γῆς μέρος παρελθόντες ὡς κόνεως ἀπιστοτέρους τοὺς ἐξ ὑμῶν τῶν ἑταίρων κρατίστους. ὧν εὐτυχούντων, κἂν αὐτὸς ἑτέρῳ συμπλακῶ δαίμονι, ἡσθεὶς οὐδὲν ἧττον εὐτυχεῖν δόξω.
ιγ′. Ἡροδίκῳ. Ἄλλου μὲν ἦν κακῶς πεπονθότος μηδὲν ὁμολογῆσαι πρὸς τὸν δεδρακότα περὶ ἀμύνης, ἵν’ ὡς ἥκιστα πρὸς αὐτὸν ὕποπτος ἁλῴη, ἐγὼ δὲ τοῦτο μὲν ἀγεννοῦς ἀνδρὸς ἔργον ἡγοῦμαι τὸ τὸν ἀγνοοῦντα χειρώσασθαι. προηδικημένος δ’ ὑπὸ σοῦ μεγάλα μηνύω σοι φυλάτ- τεσθαι τὴν ἐπιοῦσαν ἐξ ἡμῶν ἄμυναν, ἵνα πρὸ τοῦ μὲν παθεῖν ἡ προσδοκία κολάζῃ σε, μετὰ δὲ τὴν προσδοκίαν αὐτὸ τὸ παθεῖν.
ιδ′. Εὐμήλῳ. Οὔτε δοκοῦντος οὔτε ὄντος ἀδίκου τὸν ἄρξαντα πλημμελεῖν ἀμύνεσθαι, τοῦ πρώτου γεγονότος ὑπὸ τοῦ τὸ δεύτερον παρ’ ἡμῶν ἔσεσθαι προσδέχου.
ιε′. Τεύκρῳ. Ταυρομενείταις τὰ λύτρα τῶν αἰχμαλώτων, ἅπερ ἔλαβον ἀπόδος, μὴ ποιούμενος ἐμὴν τὴν χάριν ἀλλὰ Στησιχόρου. ζῇ γὰρ ἐκεῖνος εἰς τὴν τῶν ληψομένων εὐεργεσίαν ὁ παρ’ ἐμοῦ ταύτην ᾐτημένος, τέθνηκε μέντοι ἡ περὶ τούτων αὐτῷ χάρις εἰς ἀμνήμονας ἀνθρώπους δεδομένη.
ϛ′. Ἀριστοφῶντι. Τὰ μὲν σὰ καὶ τούτων ὧν πεπόμφαμεν καὶ πλειόνων ἔτι καὶ μειζόνων ἀγαθῶν ἄξια, τὰ δ’ ἐμὰ μὴ βούλου μαθεῖν· οὐδὲν γὰρ ἐπ’ αὐτοῖς ἔχομεν σιγῆς κρεῖττον.
ιζ′. Ἀμφινόμῳ. Οὐ διδόναι χάριτας οἶμαι δωρούμενος ἀγαθοῖς ἀνδράσιν, ἀλλὰ πολὺ μᾶλλον παρ’ αὐτῶν λαμβάνειν. ὅθεν, ἀξιῶ, μὴ ὡς πρὸς δεδωκότα με χάριν, ἀλλ’ ὡς πρὸς ὀφείλοντά σοι διὰ τὸ βουληθῆναί σε λαβεῖν ἃ ἐπέμψαμεν γράφε.
ιη′. Ἐρυθείᾳ. Καί περ ἐμαυτοῦ πλείστην οἶδά σοι χάριν καὶ περὶ τοῦ κοινοῦ παιδός, ὃν ἐπὶ σοὶ κατέλιπον, Ἐρύθεια· περὶ μὲν ἐμαυτοῦ, ὅτι φεύγοντός μου χηρεύειν ὑπέμεινας μᾶλλον ἢ γήμασθαί τινι, πλείστων ἀγαγέσθαι σε βουλομένων, περὶ δὲ τοῦ παιδός, ὅτι σὺ ἀμφότερα καὶ πατὴρ αὐτῷ καὶ μήτηρ ἐγένου, οὔτ’ ἄνδρ’ ἕτερον ἀντὶ Φαλάριδος, οὔθ’ υἱὸν ἀντὶ Παυρόλα προτμήσασα, ἀλλ’ ἀντὶ μὲν ἀνδρὸς δευτέρου τὴν ἐπὶ τῷ πρώτῳ μονὴν ἑλομένη, ἀντὶ δὲ παιδὸς ἄλλου τὸν ὑπὸ τοῦ πρώτου σπαρέντα σώζουσα. τελείωσον οὖν ἀνδρὶ καὶ υἱῷ τὴν ὑπὸ σεαυτῆς αὐτῷ δεδομένην χάριν, ἄχρις ἂν φρονήσας τὰ ἁρμόζοντα τοῖς χρόνοις μήτε πατρὸς ἔτι μήτε μητρὸς προσδέηται. λιπαρῶ δέ σε μετὰ τοσαύτης δεήσεως, οὐχ ὡς ἀπιστῶν μητρὶ περὶ τέκνου καὶ ταῦτα τοιαύτῃ, ἀλλ’ ὡς πατὴρ ὑπὲρ ἑνὸς υἱοῦ φοβούμενος. δύναιο δ’ ἂν ἀπὸ τῶν σεαυτῆς παθῶν καὶ τὸ παρὰ πατέρων ἐπὶ τέκνοις ἐνθυμηθεῖσα δέος συγγνώμης ἀξιοῦν τὸν οὕτως ἐπιστέλλοντά με.
ιθ′. Παυρόλᾳ. Μάλιστα μὲν ἀμφοτέρους τοὺς γονέας, ὦ παῖ, στέργειν σοι προσήκει καὶ περὶ πλείστου ποιεῖσθαι· τοῦτο γὰρ καὶ σεμνὸν καὶ ἄλλως εὐσεβὲς υἱῷ, μεμνῆσθαι τῆς τῶν γεγεννηκότων καὶ τοσαῦτ’ εὐηργετηκότων χάριτος. ἐπεί τοι πατρὸς ἀμέλησον μᾶλλον ἢ μητρός· οὐ γὰρ ἀπὸ τῶν ἴσων καὶ ὁμοίων τὰ πατρὸς ἂν εἴη δίκαια πρὸς τέκνων αὔξησιν καὶ τὰ μητρός, ἀλλ’ ἣ μὲν γὰρ σὺν τῷ κυῆσαι καὶ γεννῆσαι καὶ τιθηνῆσαι μυρίους ἄλλους ἀνήντλησε πόνους, ὃ δ’ ἐκτραφέντος ὑπὸ τῆς τεκούσης καὶ τελειωθέντος ἀπολαύσεως μετέχειν ἀξιοῖ, δυσκόλου πειραθεὶς οὐδενός.
(2) ἰδιαίτερον δὲ τῶν ἄλλων ἡ σὴ μήτηρ διὰ τὰς ἐμὰς φυγὰς περὶ τῆς σῆς κεκοπίακε τελειώσεως, τὰς ὑπὲρ ἀμφοῖν μόνη φροντίδας ὑποστᾶσα, ὥστε καὶ σὺ τὰς εἰς ἑκατέρους τοὺς γονέας εὐχαριστίας μιᾷ μητρὶ τῇ πάντα πονησάσῃ ἀπόδος. πεπληρώσεται γάρ σοι καὶ τὰ πρὸς τὸν πατέρα δίκαια διὰ τῶν εἰς τὴν μητέρα φιλανθρώπων· οὐδὲν γὰρ ἀπαιτήσω πλεῖον εἰς ἐμαυτόν, ἂν εἰς ταύτην εὐσεβήσῃς, μᾶλλον δὲ καὶ προσειληφέναι παρὰ σοῦ πολὺ μέρος εὐεργεσίας ὁμολογήσω. πρέποι δ’ ἄν σοι μητρὶ περὶ πολλῶν χάριν ἀποδόντι μεγάλης εὐεργεσίας ἀρχὴν ποιήσασθαι πρὸς πατέρα.
κ′. Τῷ αὐτῷ. Τὰ μὲν παρὰ πατρὸς εἰς υἱὸν ἔσχηκας δίκαια, Παυρόλα, τὰ δ’ ἐκ σοῦ πατρὶ δυνάμενος οὐκ ἀντιπαρέχων ἁμαρτάνεις· πυνθάνομαι γάρ σε παιδείας, ὃ πολλάκις ἐμεμψάμην, οὐκ ἐπιμελεῖσθαι. ἄλλην δὲ χάριν οὐκ ἐπιζητῶ λαβεῖν παρὰ σοῦ ταύτης ὑστερήσας. ἴσθι δέ, ὅτι καὶ τὸ παιδείας συμφέρον ἂν χαρίσασθαι βουληθῇς, οὐχ ὁ ληψόμενος τὴν χάριν ἀλλ’ ὁ δώσων μᾶλλον καθέξει.
κα′. Μεσσηνίοις. Πολύκλειτον, ὡς πυνθάνομαι, τὸν ἰατρὸν ὑμεῖς μέμφεσθε ὡς προδότην Ἀκραγαντίνων γεγονότα, ὅτι με κάμνοντα παραλαβών, δυνάμενος ἀποκτεῖναι, χαλεπωτάτης ἐξήρπασε νόσου, καὶ τὸν ἔπαινον αὐτοῦ τῆς δικαιοσύνης κατηγορίαν ἀδικίας ποιεῖσθε, καὶ τοῦθ’ ὁμολογοῦντες οὐκ αἰσχύνεσθε. ἐγὼ δὲ θαυμάζω τῆς τέχνης αὐτοῦ τὸν τρόπον μᾶλλον, ὅτι με θνήσκοντα πιστευθεὶς οὐχ ὡς τύραννον ἀνῄρηκεν, ἀλλ’ ὡς νοσοῦντα εὐνοήσας σέσωκεν. καὶ διὰ μὲν τὴν ὑμετέραν μέμψιν οὐδ’ ὁτιοῦν πέπονθε κακόν, διὰ δὲ τὴν ἐμὴν εὐχαριστίαν ὅμοια τοῖς πρώτοις Σικελιωτῶν πεπλούτηκεν. οἶδα γοῦν, ὅτι διὰ τὴν δόσιν τῶν χαριστηρίων πάντες εὔχεσθε προδόται μᾶλλον Ἀκραγαντίνων ἢ τυραννοκτόνοι Φαλάριδος ἀκουσθῆναι.
κβ′. Ἀνδροκλεῖ. Κἀγὼ μὲν ἐσπουδασμένως ἐπέσταλκα Στησιχόρῳ μηδὲν ἀχθεσθῆναι περὶ τῆς διαβολῆς, ἣν κατ’ αὐτοῦ πεποίηνται πρός με οἱ περὶ Εὔβουλον, καὶ σὺ δὲ δός μοι ταύτην τὴν χάριν, ἀνάδοχος αὐτῷ γενόμενος περὶ τοῦ μηδὲν ἐμὲ κατ’ αὐτοῦ πονηρὸν πεπιστευκέναι. μᾶλλον γὰρ ἂν πεισθείην, ὡς τὴν ἀρχὴν νὴ Δία οὐδὲ ἐπεβουλεύθην ὑπ’ αὐτῶν, ὅπερ ὡμολογήκασιν, ἢ ὡς διὰ τὰς ἐκείνου ποιήσεις, ἀλλ’ οὐ διὰ τὰς ἰδίας κακουργίας εἴησαν ἐπιβεβουλευκότες.
κγ′. Πυθαγόρᾳ. Ἡ Φαλάριδος τυραννὶς τῆς Πυθαγόρου φιλοσοφίας πλεῖστον ὅσον δοκεῖ κεχωρίσθαι, κωλύει δὲ ὅμως οὐδὲν καὶ τούτων οὕτως ἐχόντων συγγενομένους ἡμᾶς τὴν ἀτρεκῆ διάπειραν ἀλλήλων λαβεῖν· δύναιτο γᾶρ ἂν καὶ τὰ πόρρωθεν διεστῶτα συναγαγεῖν εἰς ταῦτὸν ὁμιλία. ἐγὼ μὲν οὖν ἀκοῇ τὰ περὶ σοῦ πυνθανόμενος ἄριστον ἄνδρα πέπεισμαί σε εἶναι, σὺ δὲ περὶ ἐμοῦ μὴ κρῖνε· ψευδὴς γάρ με δόξα λυπεῖ. οὐ μὴν ἀλλ᾽ ἐμοὶ μὲν οὐκ ἔστιν ἀσφαλὲς ἀφικέσθαι πρὸς σὲ δι᾽ ἥν κατηγοροῦμαι τυραννίδα· ἄνευ μὲν γὰρ ὅπλων καὶ δορυφόρων ἐρχόμενος εὐεπιχείρητος ἔσομαι μεθ᾽ ὅπλων δὲ καὶ φρουρᾶς ὕποπτος, σοὶ δὲ πᾶσα ἀσφάλεια κινδύνων ἀπηλλαγμένῳ καὶ παραγενέσθαι πρός με καὶ μεθ᾽ ἡσυχίας συμβιῶναι.
(2) λαμβάνων δέ μου διάπειραν, ἐὰν μὲν ὡς τύραννον ἐξετάζῃς, ἰδιώτην εὑρήσεις με μᾶλλον ἢ τύραννον· ἐὰν δὲ ὡς ἰδιώτην, ἔχοντά τι διὰ τὴν ἀνάγκην καὶ τυράννου. κρατεῖν γὰρ οὐχ οἷόν τε τοιαύτης ἀρχῆς ὠμότητι μὴ χρώμενον, οὐδ ᾽ ἔστιν ἐν τυραννίδι χρηστότης ἀκίνδυνον. διά τε οὖν τἄλλα καὶ διὰ τοῦτό σοι ποθῶ συγγενέσθαι· πείσομαι γάρ σοι τὴν ἡμερωτέραν ὁδὸν πορευθῆναι, ἐὰν τὸ πιστὸν εἰς σωτηρίαν τῷ πεισθησομένῳ μετὰ τῶν Πυθαγόρου λόγων ἡ ἀλήθεια προσβεβαιώσῃ.
κδ′. Θώρακι. Πότερον ἐμαυτὸν ὡς ἀσαφῶς γράφοντα μέμψωμαι ἢ σὲ ὡς ἑκουσίως μαθεῖν μὴ βουλόμενον αἰτιάσωμαι ἁγνοῶ· δύο γάρ σοι μυριάδες ἐκλογισμῶν λελοίπασιν. εἰ δὲ σαφέστερον ἐπιζητεῖς διδαχθῆναι, τοὺς ἄλλῳ σε τρόπῳ διδάξοντας ἢ σὺ μαθεῖν ἂν ἠθελήσας ἐν τάχει παρ᾽ ἡμῶν προσδέχου.
κε′. Λέοντι. Οὐ νῦν ἀλλὰ πολλάκις ἤδη σοι γέγραφα, μηδεμίαν ἄλλην εὐχαριστίαν ἡμῖν ἀποδοῦναι περὶ τῆς γυναικός, εἰ ἄμα νομίζεις ὑφ᾽ ἡμῶν εὖ πεπονθέναι διὰ τὸν γάμον, ἢ τὸ στέργειν ἐκείνην, δι᾽ ἣν ἡμῖν οἴει δεῖν χάριτας ἀπονέμειν, ἐξ ἧς ἡ συνάφεια τοῦ πρὸς ἡμᾶς γένους ἀρχὴν εἰληφέναι σοι φαίνεται.
κϛ′. Ἀριστοφῶντι. Αὐθάδεὶα καὶ νεότητος ἀβουλία πολλοὺς ἀνθρώπων ἀπώλεσεν, οἷς ἀμφοτέροις τοῖς πάθεσιν ἴσθι σου τὸν υἱὸν κεχρημένον. ἀδικούμενος δ᾽ ὑπ αὐτοῦ μεγάλα δι᾽ ἃς προείρηκα αἰτίας τὴν ἄμυναν ἐπέσχηκα, σοὶ μᾶλλον βουλόμενος καὶ οὐκ ἐκείνῳ χαρίζεσθαι· μαρτυρῇ γὰρ ὑπὸ πολλῶν ἀρίστην ἐπιείκειαν ἔχων παρὰ σεαυτῷ, διόπερ οὐκ ἐδοκίμαζον δι’ υἱοῦ πονηρίαν λυπεῖν γῆρας πατρὸς οὐδὲν ἀδικήσαντος. ἕνα γὰρ ἔχων παῖδα τοῦτον, εἰ καὶ πάντως φαῦλός ἐστι, δι ᾽ ἐρημίαν ἄλλου διαδόχου στέργεις κακίαν γὰρ υἱοῦ πατρὸς εὔνοια νικᾷ. ἂν μέντοι μὴ παύσηται πλεονάζων, ἀπειθῇ δὲ καὶ τοῖς σοῖς παραγγέλμασι καὶ τοῖς ἐμοῖς λόγοις, μὴ ἀγνοήσῃς ὅτι καὶ περὶ ἐμαυτοῦ καὶ περὶ σοῦ τὰς πρεπούσας λήψομαι παρ’ αὐτοῦ δίκας. ἵνα δὲ ὅταν ἐπ’ αὐτῷ γἑνηται τῷ κακῷ, μὴ προσποιηθῇ ἠγνοηκέναι τὰ ὑπ’ ἐμοῦ γεγραμμένα πρὸς σέ, καὶ πρὸς αὐτὸν ἐκεῖνον περὶ τῶν αὐτῶν ἐπέσταλκα.
κζ′. Ἀντιμάχῳ. Εἰ μὲν ἔχων οὐκ ἀποδίδως τὸ δάνειον, ἑκὼν εἶ πονηρός· εἰ δ’ οὐκ ἔχων, ἀδικεῖς μέν, τὸ δ’ ἀκούσιον παρὰ τοῖς ἀνθρωπίνως λογιζομένοις συγγνώμης ἀξιοῦται. ἡ δὲ συγγνώμη γίνωσκε ὅτι μέλλησίς ἐστιν ἀπολήψεως, οὐ παντελὴς χρημάτων ἀπόγνωσις.
κη′. Ἀριστομένει. Μὴ συνάχθου μοι περὶ τῶν τραυμάτων ὧν τέτρωμαι κατὰ τὸν πόλεμον· τὸ μὲν γὰρ εὔνουν καὶ συμπαθές σου ἄγαμαι, τοσοῦτον δ’ ἀπέχω τοῦ βαρέως φέρειν ἐπὶ τοῖς τοιούτοις, εἰ καὶ παρ’ ὀλίγον ἦλθον ἐξ αὐτῶν ἀποθανεῖν, ὥστε, ἀπευκτοῦ τοῦ θανάτου ὄντος πᾶσιν ἀνθρώποις, εὐξαίμην ἂν καὶ τῆς εἱμαρμένης θᾶττον, εἰ καὶ πλείονά μοι χρόνον ἐπιτρέποι ζῆν, ἐν πολέμῳ τελευτῆσαι. τί γὰρ ἀνδρὶ γενναίῳ μεῖζον ἀγαθὸν ἢ περὶ ἀρετῆς καὶ νίκης ἀγωνιζομένῳ ἀπερεύξασθαι τὸν βίον;
κθ′. Ξενοπείθει. Οὐκ ἄχθομαι ταῖς διαβολαῖς οὐδὲ ταῖς δόξαις αἷς ἔχουσιν ἐφ’ ἡμῖν οἱ μὴ δικαίως κατηγοροῦντες, καὶ τοῦτο δι’ οὐδὲν ἕτερον πέπονθα ἢ διὰ τὸ γινώσκειν, ὅτι τοῖς μὲν ἄλλοις φύσει κακοῖς, ἐμοὶ δὲ διὰ τὴν καὶ θεῶν πλεῖον ἰσχύουσαν ἀνάγκην τοιούτῳ γενέσθαι συνέβη. διαφέρει δέ, καθ’ ὅσον ἐγὼ μὲν τύραννος ὢν ἐξουσίαν διὰ τὴν ἀρχὴν ἔχων ὁμολογῶ, ὑμεῖς δʼ ἰδιῶται γεγονότες παρʼ ὅσον δεδοίκατε τοὺς νόμους ὁμολογεῖν δέον ἀρνεῖσθε.
λ′. Καταναίοις. Ἀχθέντας αἰχμαλώτους ἐπ’ ἐμὲ τῶν ὑμετέρων πολιτῶν τινάς, οὐδεμίαν ἐκ τῶν μυρίων ἔχοντας ἐλπίδα τοῦ σωθήσεσθαι διὰ τὸ μὴ σφόδρα ἀνιᾶσθαι ὑμᾶς ἀναιρεθέντων αὐτῶν, σέσωκα, οὐκ ἐπιλελησμένος τῆς πρὸς ὑμᾶς ἔχθρας· πάντων γὰρ ἂν εἴην ἐπιλησμονέστατος, εἰ τοῦ θυμοῦ μικροτέραν δίκην παρ’ ὑμῶν λαβεῖν καταφρονήσαιμι. ὅταν δὲ τὴν κατ’ ἀξίαν ὑπόσχητέ μοι, τόθ’ ὑμᾶς τὸ μέγεθος τῆς συμφορᾶς ὧν ἐδράσατε κακῶν ἀναμνήσει.
λα′. Ταῖς Στησιχόρου θυγατράσι. Ταυρομενεῖται μέν, ὑπὲρ ὧν γράφετε πρός με, ἐντολὴν ἔχειν λέγουσαι παρὰ τοῦ πατρός, ὅτε μετήλλαττε τὸν βίον, οὐδεμιᾶς ἦσαν ἐπιτήδειοι τυχεῖν ἐπιει κείας· οὐδὲν γὰρ ὑπ’ ἐμοῦ πώποτε πλημμεληθέντες οὔτε μεῖζον οὔτ’ ἔλαττον ἀδίκως ἐξήνεγκαν τὸν κατ’ ἐμοῦ πόλεμον. Στησίχορος δ’ οὐ μόνον ταύτης τῆς χάριτος ἄξιός ἐστι παρ’ ἐμοῦ τυχεῖν, ἧς αἰτεῖται δι’ ὑμῶν, τὰ λύτρα τῶν αἰχμαλώτων αὐτοῖς ἅπερ εἰσεπραξάμην ἀποδοθῆναι, ἀλλ’ εἰ καί τι τῶν δυνατῶν ἐστὶ μεῖζον. καὶ γὰρ εἰ τεθνάναι δοκεῖ τισίν, ὅπερ οὐδεὶς ἂν εὖ φρονῶν εἴποι, ἐμοὶ γοῦν ὁ τοιοῦτος οὐ τέθνηκεν. μὴ γὰρ τοσοῦτον ἰσχύσειε τὸ κατὰ Ταυρομενειτῶν μῖσος, ὥστε Στησίχορον αἰτησάμενόν τι μὴ λαβεῖν ὧν Φάλαρις ἔχει τὴν ἐξουσίαν. πάντας μὲν γὰρ ἀνθρώπους ὑπ’ ἐκείνου πρέπει νικᾶσθαι, περιττότερον δὲ πάντων ἐμὲ τὸν ἐν τοσαύταις μυριάσιν ἀνθρώπων, ὧν ἐπειράθην, ἀνδρὸς ἀρετὴν ἐπιφανεστέραν οὐκ εἰδότα. διὸ τά τε χρήματα αὐτοῖς ἀποδοῦναι προστέταχα, καὶ τὴν χάριν ταύτην οὐ δεδωκέναι τῷ πατρὶ ὑμῶν, μὰ τοὺς θεούς, ἀλλ’ αὐτὸς παρ’ ἐκείνου μᾶλλον εἰληφέναι νομίζω.
λβ′. Κριτοδήμῳ. Ἀγαθοῦ μὲν ἔργον φίλου καὶ σὺ ποιεῖς καὶ πάντες, ὅσοι πλεῖόν τί μου τοῦ μετρίου περὶ ἀνδρείας μαρτυρεῖτε, πεπεισμένοι ταῖς ἐμαῖς βουλαῖς καὶ πράξεσιν ἡττῆσθαι Λεοντίνους. ἐγὼ δὲ σαφῶς οἶδα τὴν μὲν ἀναγκαίαν ἄμυναν ὑπ’ ἐμοῦ πεπραγμένην, τὴν δ’ εὐκταιοτάτην νίκην ὑπὸ τῆς τύχης κατωρθωμένην· οὐδὲν γάρ ἐστιν, ὦ φίλτατε, τῶν ἐν ἀνθρώποις οὔτε μεῖζον οὔτε ἔλαττον, ὃ μὴ ταῖς ἐκείνης ῥοπαῖς βεβαιοῦται.
λγ′. Κτησίππῳ. Οὔτε πρότερον, ὁπηνίκα Ταυρομενεῖται ἀδίκως ἐξήνεγκαν τὸν κατ’ ἐμοῦ πόλεμον, ἀπολυτρώσας τοὺς αἰχμαλώτους ἐκείνοις ἐχαρισάμην, τῷ κοινῷ δὲ νόμῳ τῶν Ἑλλήνων οὐκ ἠναντιώθην, οὔθ’ ὕστερον ἀποδιδοὺς ἃ τότε ἔλαβον, εὐεργετῶν τοὺς ἀποληψομένους, ὅπερ ὠνείδιζες, αὐτοῖς ἀπέδωκα, Στησιχόρῳ δὲ πρεσβευσαμένῳ διὰ τῶν θυγατέρων περὶ αὐτῶν ἐπείσθην. Ταυρομενεῖται μὲν οὖν καὶ τεθνηκότι Στησιχόρῳ χάριν ἴστωσαν ὧν ἔτυχον, Στησίχορος δὲ τοῖς ἑαυτοῦ τρόποις, ἐγὼ δὲ περὶ πολλῶν καὶ μεγάλων ἐκείνῳ χάριτας εἰδὼς οὐδὲ περὶ τῆς πρεσβείας ἀμνημονήσω· γινώσκω γάρ ὅτι δι’ αὐτῆς αἰτησάμενός τι παρ’ ἐμοῦ καὶ τυχὼν Ταυρομενείτας μὲν εἰς χρήματα εὐηργέτησεν, ἐμὲ δ’ εἰς ἐπίδειξιν ἧς ἔχειν ὑπ’ ἀνθρώπων ἀπιστοῦμαι χρηστότητος.
λδ′. Πολυδεύκει. Θαυμάζειν διὰ τῆς ἐπιστολῆς ἔοικας τὴν παρὰ πολύ μου μεταβολὴν τοῦ βίου, ὅτι τὸν ἄλλον χρόνον θρασυτέρως ἢ κατὰ τύραννον ἐμφανὴς ὢν τὰ νῦν οὐδὲ τοῖς ἀναγκαιοτάτοις ὁρῶμαι. ἐγὼ δὲ ἐνδεέστερον ἢ δεῖ φεύγω πάντας ἀνθρώπους· πίστιν γὰρ οὔτε παρ’ ἄλλοις τισὶν οὔτ’ ἐν φίλοις βεβαίαν εὗρον. διὸ πάντα πολυπόνως ἐπιγνοὺς τὴν ἀοίκητον ἐρημίαν ἐν Λιβύῃ τοῦ μετ’ ἀνθρώπων βίου αἱρετωτέραν ὑπολαμβάνω καὶ τὰ θηρόβοτα Νομάδων ἐνδιαιτήματα. μᾶλλον γὰρ ἐμπελασθεὶς λέουσιν ἀκινδύνως συναυλισαίμην ἂν καὶ συνευνηθείην ἑρπετοῖς πᾶσιν ἢ τοῖς νῦν οὖσιν ἀνθρώποις. τοσοῦτον ἡμῖν αἱ πολλαὶ καὶ ποικίλαι καὶ συνεχεῖς τύχαι ἐμπειρίας [καὶ πονηρίας] μεταδεδώκασιν.
λε′. Πολυγνώτῳ. Καὶ τοῦ δωρεῖσθαί τί σοι πρὸς τὸ μέλλον καὶ τοῦ γράφειν πεπαύσομαι, Πολύγνωτε, πέπαυσο δὲ καὶ σὺ τῶν ὑπὲρ ἐμοῦ πολλῶν ἐπαίνων. τοῖς γὰρ ἔργοις μου κατηγορῶν, δι’ ὧν οὐδὲν ἀποδέχῃ τῶν πεμπομένων ὑπ’ ἐμοῦ, τοῖς λόγοις με ἐγκωμιάζεις, οὐδὲ τοῦτο συνείς, ὅτι λόγος ἔργου σκιὰ παρὰ τοῖς σοφωτέροις δεδόξασται.
λϛ′. Κλεομενίδῃ. Τῶν δώρων ὅσα μέν σοι πρὸς τὴν γυμνασιαρχίαν ἥκει, πεπόμφαμεν, ἐλαίου μετρητὰς διακοσίους καὶ πυρῶν μεδίμνους τετρακοσίους, ὅσα δὲ νεότητός ἐστι, τῷ υἱῷ σου, τόν τε οἶνον καὶ τοὺς γραμματεῖς καὶ τὰ Στησιχόρου ποιήματα, εἰ μὴ καὶ ταῦτά τις τὰ δῶρα Συρακουσίων ὑποπτεύσειε νεωτέρων ἕνεκα πραγμάτων ὑπὸ τυράννου πεπέμφθαι.
λζ′. Γοργίᾳ. Τὰ μὲν ἄλλα τῆ ἐπιστολῆς σου πάντα καλῶς ἡγοῦμαι γεγράφθαι, τὴν δὲ παράκλησιν τὴν ἐπὶ τοῖς μέλλουσι περιττεύειν νυνὶ μάλιστα λογίζομαι. ἐγὼ γὰρ οὔτε τελευτὴν οὔτε τελευτῆς εἶδος φεύγω σωφρονεῖν ὑπολαμβανόμενος· εἱμαρμένη γὰρ οὐχ ὑπ’ ἀνθρώπων νομοθετεῖται. καθόλου δὲ τὸν ἐξετάζοντα περὶ τῶν ἐσομένων καλῶν ἢ κακῶν λίαν εὐήθη νομίζω, εἴ τις ἢ προγνῶναι τὸ μέλλον δύνασθαι πέπεισται ἢ προγνοὺς φυλάξασθαι. εἰ δέ τις τὸ μὲν προγνῶναι δυνατὸν ἡγεῖται, τὸ δὲ φυλάξασθαι ἀδύνατον, τοῦ χάριν ἐσπούδακεν εἰδέναι τὸ γενησόμενον, ὅπερ καὶ ἀγνοοῦντος καὶ γινώσκοντος ἔσται;
(2) οὐ μὴν ἀλλ’ εἰ σὺν τῷ γνῶναι καὶ τὸ φυλάξασθαι τοὐπιὸν ἀνυστὸν εἶναι φήσει τις, οἷός τε ἔσται καὶ διατάξαι καὶ μεταθεῖναι ἄλλον ἀντὶ τοῦ προγνωσθέντος χείρονος ἐπιεικέστερον τρόπον, ᾧ τελευτῆσαι δύναιτ’ ἆν; ἐγὼ μὲν οὐκ οἶμαι· θεοῦ γὰρ ἔργον τὸ τοιοῦτον, οὐκ ἀνθρώπου. ἐνθυμηθεὶς δέ τις τοὺς λεγομένους ἀπὸ τοῦ Διός, Αιακὸν καὶ Μίνω καὶ Ῥαδάμανθυν, καὶ τοὺς ἄλλους ἡμιθέους οὔτε ἀθανάτους γενομένους οὔτε ἄλλως ἀποθανόντας ἢ κατὰ τὴν ἰδίαν ἑκάστου εἱμαρμένην ἢ περὶ μοίρας ἢ θανάτου δυσανασχετῶν ἢ φοβούμενος ἐμπεδόφρων εἶναί σοι δοκεῖ; μάλιστα μὲν οὖν πειρῶ καὶ σὺ τοιαύτην διάνοιαν ἐν τοῖς ἰδίοις περὶ τῶν ἀφανῶν ἔχειν, ὠς μηδὲν περὶ αὐτῶν φροντιζεῖν, ἐπεί τοι περὶ ἡμῶν ὡς μηδὲν μεριμνώντων ἐπίστασο.
λη′. Δημοτέλει. Συγγνώμην ἔχω σοι τῶν παραινέσεων· τύραννος γὰρ οὐ γεγονὼς τυράννῳ συμβουλεύεις καταθέσθαι τὴν τυραννίδα, θεῶν μὲν οὐδένα μοι διδοὺς ἐγγυητὴν τῆς ἀσφαλείας, ᾧ τάχα ἄν καὶ ἐπείσθην, ἀξιόπιστον δὲ σαυτὸν ἡγούμενος ἀνάδοχον ὑπὲρ τηλικούτου πράγματος, σχεδὸν οὐκ εἰδώς, ὅτι τοῦ κτήσασθαι τὴν τοιαύτην ἀρχὴν ἐπισφαλέστερόν ἐστι τὸ καταθέσθαι. ὥσπερ γὰρ ἰδιώτῃ τοῦ τυραννῆσαι πολλῷ λυσιτελέστερόν ἐστι τὸ μὴ τυραννῆσαι, οὕτω τυράννῳ τοῦ καταθέσθαι τὸ μὴ καταθέσθαι τὴν ἀρχὴν τῆς τυραννίδος. καθόλου δὲ τὸ περὶ τυραννίδος οὕτως ὡς περὶ γενέσεως καὶ ζωῆς ἀνθρώπου φρονητέον· οὔτε γὰρ ἄνθρωπος ἀκούσας πρὸ τῆς ἑαυτοῦ γενέσεως, εἴ πως γένοιτο δυνατόν, ὅσοις μέλλει δυσκόλοις ἐγκυρήσειν παρὰ τὸν βίον, γεννηθῆναι βουληθείη ποτ’ ἄν, οὔτ’ ἰδιώτης ἐσπουδακὼς τυραννῆσαι, προπυθόμενος τὰς ἐν τυραννίδι κακοδαιμονίας, τύραννος ἄν, ἀλλ’ οὐκ ἰδιώτης ἐθελήσειε καταβιῶναι.
(2) οὕτω, Δημότελες, ἀνθρώπῳ τοῦ μὲν γενέσθαι συμφορώτερον ὁρῶ τὸ μὴ γενέσθαι, τοῦ τυραννῆσαι δὲ τὸ μεῖναι μέχρι ζωῆς ἰδιώτην. εἰ μὲν οὖν πρὸ τῆς τυραννίδος τὰ περὶ αὐτῆς μοι διηγησάμενος κακὰ συνεβούλευες, πάντως ἂν ἐπείσθην μὴ τυραννῆσαι, τύραννος δ’ ὢν καὶ διὰ τὴν ἀνάγκην τῆς ἀρχῆς εἰς πολλὰ προπεπτωκὼς οὐχ οἷον ἀνθρώπῳ τινὶ πεισθείην ἂν καταθέσθαι τὴν ταύτης ἐξουσίαν, ἀλλ’ οὐδὲ θεῶν τῷ δυναστεύοντι. καταθέμενον γὰρ τὴν ἀρχὴν οἶδ’ ὅτι δεῖ πολλὰ καὶ δεινὰ παθόντα πρὸς τῶν τυραννηθέντων οὕτω καταστρέψαι τὸν βίον.
λθ′. Πολυστράτῳ. Καὶ τοῖς ἄλλοις ἅπασι φίλοις ἐπέσταλκα διὰ ταχέων ἐλθεῖν εἰς Ἀκράγαντα, καὶ σοῦ δέομαι παραγενέσθαι πρὸ Ὀλυμπίων. βούλομαι γὰρ τῶν μάλιστα εὐνουστάτων σύλλογον ἀγαγὼν τὴν πρέπουσαν ἐπιμέλειαν ὥσπερ ἄλλοτε καὶ νῦν ποιήσασθαι καὶ περὶ πραγμάτων ἐπισφαλῶν καὶ μεγάλων γνώμην λαβεῖν, ἀτόπου μὲν ἢ δυσκόλου μεταδώσων οὐδενός (ἀρκέσω γὰρ ἐγὼ τοῖς ἐμαυτοῦ), πεισθησόμενος δὲ οἷς ἂν εἴποιτε, ἵνα μενούσης μὲν τῆς ἀρχῆς ἐν οἷς ἐστὶ πολλάκις ὑμᾶς δεξιώσωμαι, πιπτούσης δὲ ταύτης, ἂν δοκῇ τῷ δαίμονι, τὴν ὑστάτην λαβόντες προσαγόρευσιν μνήμονες εὐσεβεῖς ὧν ἐφιλοτιμήθημεν εἰς ὑμᾶς γένησθε. ἥκετε οὗν ἀνυπερθέτως τῇ προτέρᾳ προθυμίᾳ κεχρημένοι πρὸς Φάλαριν, ὃν μάλιστα ὑμεῖς γινώσκετε.
μ′. Παυρόλᾳ. Ἐδεξάμην τὸν ὑπὸ σοῦ πεμφθέντα μοι στέφανον ὁλκῆς χρυσῶν ἑξακοσίων. ὃν τέχνης μὲν ἕνεκα καὶ τῆς τοῦ πέμψαντος φιλοτιμίας εἴληφα, στεφανωσάμενος δ’ αὐτὸν ἡμέραν μίαν, ἐν ᾗ τοῖς πατρῴοις θεοῖς ἐπινίκια τῆς πρὸς Λεοντίνους μάχης ἐβουθύτουν, τὸν αὐτὸν ἀπέσταλκα δῶρον Ἐρυθείᾳ τῇ μητρί σου. οὐδένα γὰρ εὗρον ἀξιώτερον τοιαύτῃ κοσμηθῆναι πολυτελείᾳ ἢ μητέρα. γένοιο δ’ ἂν ἡμῖν καλλίων σὺ καὶ πρεπωδέστερος στέφανος, εἰ τῆς τῶν γονέων εὐχῆς ἄξια φρονῶν εὑρεθείης.
μα′. Ἰππολυτίωνι. Ἐπιτρέπω σοι πρός με παραγενέσθαι, καθὼς ἀξιοῖς, ὅρκον δ’ οὐδένα σοι δίδωμι τοῦ μηδέν σε πείσεσθαι κακόν, ἀλλὰ πίστιν. εἰ δέ μου τῇ τῶν λόγων ἀπιστεῖς ὑποσχέσει, νῦν με ταῖς ἀληθείαις ἀδικεῖς, οὐχ ὅτε κατηγορήθης· εἰδὼς γάρ με μηδενὶ πώποτε παραβεβηκότα πίστιν ὡς κατεγνωκὼς ὅρκῳ μετέρχῃ. καίτοι τί διαφέρει πρὸς εὐσέβειαν, ὅρκον ἢ πίστιν συγχέαι; ἀμφότερα γὰρ ἡ γνώμη βεβαιοῖ.
μβ′. Τῷ αὐτῷ. Εἰ μὲν ἀπὸ τῶν σεαυτοῦ τρόπων στοχαζόμενος ἀπιστεῖς ἐμοί, σύνεσιν ἐμοῦ καταδικάζεις, οὐ πονηρίαν· εἰ δ’ ἀπὸ τῶν ἐμῶν, ἀγνοίᾳ μου πολὺ διημάρτηκας. τοσοῦτον γὰρ ἀπέχω τοῦ παραβῆναι πίστιν, ὥστ’ ἀπ’ ἐμαυτοῦ καὶ τοῖς ἄλλοις πέρα τοῦ δέοντος προσέχων ὡς βεβαιοτέραν πίστεως ἔχουσιν εὐσέβειαν πολλάκις ἐσφάλην. ἧκε οὖν ἐμοὶ πεισθεὶς ἄνευ δόλου καὶ ἀπάτης, πεισόμενος μὲν ἄτοπον οὐδέν, μαρτυρήσων δὲ πρὸς ἅπαντας, ὅτι Φάλαρις οὐ ψεύδεται πίστιν.
μγ′. Τεύκρῳ. Ἀριστομένει τῷ σῷ τὸ χωρίον παρεδόθη καὶ Ἱππολυτίων ἀφείθη τῶν ἐγκλημάτων. σὲ δ’, ὡς ἐπαγγελλῃ, προσδοκῶμεν. ἐγὼ δ’ ἔρρωμαι, εἰ τοῦτ’ ἐστὶν ἐρρῶσθαι, τὸ πολλοῖς ἐπιχειρήσαντα καὶ τῶν πλείστων περιγενόμενον διὰ τὰ χείρω μεταμέλεσθαι καὶ τῶν βελτιόνων.
μδ′. Νικίᾳ. Ἐφ’ οἷς μισεῖς σου τὸν υἱόν, ὅτι τοὺς σοὺς οὐ μιμεῖται τρόπους, ἐπὶ τούτοις ὑπὸ τῶν ἄλλων ἁπάντων φιλεῖται. σύνες οὖν, ὅτι πάντες οἱ τοῦτον φιλούντων σὲ μισοῦσιν.
με′. Ἀδειμάντῳ. Ἀκούω σε διαφέρεσθαι πρὸς τὸν ἀδελφόν, ὁπότερος ὑμῶν ἐστὶ χείρων, σοῦ μὲν ἐκεῖνον λέγοντος, ἐκείνου δὲ τοὔμπαλιν σέ. ἐγὼ δ’ οἴομαι, μᾶλλον δὲ καλῶς πέπεισμαι, τῶν μὲν ἄλλων ἁπάντων ἐκεῖνον εἶναι κακίω, σοῦ δὲ οὔτε ἐκεῖνον οὔτε ἄλλον ἀνθρώπων οὐδένα.
μϛ′. Ἐγεσταίοις. Παύσασθέ μου τοὺς φυγάδας ὑποδοχόμενοι· Φάλαριν γὰρ οὔτ’ εὖ ποιῶν τις οὔτε κακῶς ἐνίκησε. μάθοιτε δ’ ἂν τὸ τοιοῦτον, εἰ τὰ Μελιταίων καὶ Λεοντίνων ἴδοιτε. τοῖς μὲν γὰρ ἐλευθερίας, Λεοντίνοις δὲ δουλείας παραίτιος ἐγενόμην· τοῖς μέν, ὅτι τριήρη μου κατέδυσαν, Μελιταίοις δέ, ὅτι καταδυομένην ἐβούλοντο σῶσαι.
μζ′. Τῶν ὑπ’ ἐμοῦ πεμφθεισῶν δωρεῶν Ἀντισθένης μὲν τὸ μέρος ἐδέξατο, Θεότιμος δ’ οὔ. διὸ τῷ μὲν οἶδα χάριν, τὸν δ’ οὐ μέμφομαι· ὃ μὲν γὰρ οὐδὲν ἠλάττωσέ με λαβών, ὃ δ’ οὐδὲν ἐζημίωσεν.
μη′. Μενεμάχῳ. Μὴ μεταμέλου χρηστὸς γενόμενος, εἰ βούλει τῆς τοῦ πατρὸς πονηρίας ἀπολιμπανόμενος νομισθῆναι, ἐπεὶ καὶ τοῦ πρώτου χρόνου τὴν πρὸς Καμαριναίους ὑπόληψιν προσαπολεῖς· δόξεις γὰρ ὑποκρίσει καιροῦ καὶ οὐκ ἀληθείᾳ χρηστὸς γεγονέναι.
μθ′. Ἐπιστράτῳ. Ὡς πρὸς εὐτυχῆ τινὰ ἔοικας γράφειν, ἐγὼ δέ σοι ἃ οἶδα περὶ ἐμαυτοῦ συνελὼν ἐν βραχεῖ δηλώσω. εἰ τοῦτ’ ἔστιν εὐτυχεῖν, τὸ γεννηθέντα μὲν ὀρφανίας πειραθῆναι, νεάζοντα δὲ κατὰ περίστασιν ἐκπεσεῖν τῆς πατρίδος, ἀπολέσαι δὲ τὰ πλεῖστα τῆς οὐσίας, φθαρῆναι δὲ εἰς βάρβαρα ἔθνη, φεύγειν δὲ ἐξ ἁπάσης γῆς ἀδικούμενον, ἐπιβουλεύεσθαι δὲ μὴ μόνον ὑπ’ ἐχθρῶν, ἀλλὰ καὶ τῶν εὐεργετουμένων, τυραννήσαντα δὲ ἀπεύχεσθαι καὶ τὸν ἐν τυραννίδι βίον, εὐτυχοῦμεν.
ν′. Ὀνήτορι. Καὶ σὺ καὶ πάντες οἱ φίλοι τοῦτ’ ἄν μοι χαρίζοισθε, μήτε ἐξετάζοντες περὶ ἐμοῦ μηδὲν μήτε πολυπραγμονοῦντες, εἰ μή τι βουλοίμην· τοιαῦτα γάρ ἐστι τὰ κατὰ τύχην περὶ ἡμᾶς, ὡς μᾶλλον ἡσθῆναι τοὺς ἐχθροὺς ἀκούσαντας ἢ λυπηθῆναι τοὺς φίλους μὴ συνυπακούσαντας.
να′. Ἐτεονίκῳ. Τῆς μὲν τῶν ἄλλων ἔχθρας, ὅσοι τι κακόν με δεδράκασιν, ὡς παρακαλεῖς, κἂν ἐπιλαθοίμην· θνητοὺς γὰρ ὄντας ἀθάνατον ὀργὴν ἔχειν, ὥς φασιν, οὔτοι προσήκει· τῆς μέντοι Πύθωνος εἰς ἐμαυτὸν δυσμενείας οὐ μόνον ζῶν, ἀλλ’ οὐδ’ ἀποθανών, ὃ πᾶσι συμβαίνει τοῖς τελευτήσασιν, ἐπιλαθοίμεν ἄν. ὁ γὰρ τὰ μέγιστά με τῶν κακῶν ἐργάσάμενος οὑτός ἐστιν ὁ μετὰ τὴν ἐμὴν φυγὴν Ἐρύθειαν τὴν γυναῖκα, βουλομένην ἐμὲ διώκειν, ἀναινομένην δὲ τούτῳ γήμασθαι, φαρμάκῳ διαφθείρας.
νβ′. Μεγαρεῦσι. Οὐκ ἐλπίζων παρ’ ὑμῶν ἀπολήψεσθαι χάριν τὰς τριήρεις ὑμῶν ἁλούσας μεθῆκα προφανῶς κατ’ ἐμοῦ πλεούσας. εἰ γὰρ ἐμνημονεύετε χάριτος, οὐκ ἂν ἐπελάθεσθε ὅτι πρότερον τρὶς ὑμᾶς ἀποθνήσκοντας ἐν σιτοδείᾳ σέσωκα.
νγ′. Λεοντίνοις. Λεωνίδαν, ὃν ἐξεπέμψατε κατάσκοπον τῶν ἐμῶν πραγμάτων, ἁλόντα δυνάμενος ἀποκτεῖναι σέσωκα, οὐχ ὑμῖν χαριζόμενος, ἀλλ’ ἵνα μὴ ζητῶ τίς ὑμῖν σαφῶς ἀπαγγείλῃ τὴν παρασκευὴν τοῦ καθ’ ὑμῶν πολέμου. καὶ γὰρ ἐμοὶ πάνυ πιστῶς ἄνευ βασάνου τὰ παρ’ ὑμῖν ἐδήλωσεν, ὅτι πάντων ἐνδεεῖς ἐστὲ πλὴν λιμοῦ καὶ φόβου· τούτων δ’ ὑμᾶς φησὶ καὶ λίαν εὐπορεῖν.
νδ′. Ἱμεραίοις. Ἐγὼ πάντα μὲν ὑπὲρ Στησιχόρου πράττειν ἕτοιμός εἰμι, κἂν εἰ πρὸς αὐτὴν ἔδει με τὴν Μοῖραν ὅπλα ἀράμενον περὶ τοῦ θανάτου διαγωνίσασθαι, οὐκ ἂν ὤκνησα, ἐφ’ ᾧ τε θεῖον ἄνδρα περὶ κάλλους ὑμνῳδίας ἐπαινούμενον ὑμῖν τε καὶ τοῖς ἄλλοις ἀνθρώποις περισώσασθαι, ὃν ἐξ ἁπάντων αἱ καθαρώταται θεαὶ Μοῦσαι προυτίμησαν ὑμνοπόλων, δι’ ὧν μέλη καὶ χοροὺς ἀνθρώποις ἐξήνεγκαν. λογίσασθε δὲ ὡς, ὅπου ποτ’ ἂν ταφῇ Στησίχορος, Ἱμεραῖός ἐστι, καὶ πάσης μὲν πατρίδος κληθήσεται διὰ τὴν ἀρετήν, μενεῖ δὲ ὑμέτερος. ἅμα δὲ μηδὲ οἴεσθε ἕνα τῶν νεκρῶν Στησίχορον, ἀλλ’ ἐν τοῖς ποιήμασιν εἶναι, ἃ κοινὰ πάντων ἀνθρώπων πεποίηται.
(2) δέξασθε δέ, ὦ Ἱμεραῖοι, παρὰ μὲν ὑμῖν γεννηθέντα τραφῆναι τὸν ἥρωα καὶ παιδευθέντα καταβιῶναι, γηράσκοντα ἐν ὕμνοις καὶ μέλεσι, παρὰ δὲ Καταναίοις τοῦτο βουληθεῖσιν, εἰς ἄλλο τι τῆς φύσεως μεταβαλούσης, τελευτῆσαι. καὶ ἐν μὲν Ἱμέρᾳ νεὼς ἱστάσθω, Στησιχόρου μνημεῖον ἀρετῆς ἀθάνατον, ἐν δὲ Κατάνῃ τὸ σπουδαζόμενον ὑπ’ αὐτῶν, τάφος. περὶ μὲν οὖν τούτου ὅπως ἂν ἄμεινον δόξῃ ὑμῖν αὐτοῖς πράσσετε, μήτε χρημάτων τὸ ἐπ’ ἐμοὶ μήθ’ ὅπλων ἐνδεεῖς εἶναι νομίζοντες μήτ’ ἀνδρῶν, ἓν δὲ προνοεῖσθε, ὡς οὔτε ἑλοῦσιν ὑμῖν πόλιν ἐν Σικελίᾳ Σικελιώταις οὖσιν εὐπρεπές, οὔτε μὴ ἑλοῦσιν ἀσφαλές.
(3) τὸν δ’ ἄνδρα μὴ στένετε μηδ’ ὀλοφύρεσθε, κινοῦντές τι τῆς ἐπ’ αὐτῷ τύχης· τέθνηκε μὲν γὰρ τὸ σῶμα τὸ Στησιχόρου, τοὔνομα δὲ παραλαβὼν ὁ ἀνήνυτος αἰὼν εὐκλεὲς μὲν ἐν βίῳ, μακάριον δ’ ἐν μνήμαις ἀναθήσει. τὰ μέντοι μέλη καὶ ἔπη καὶ παντοῖα ἄλλα ποιήματα παραινῶ καὶ δημοσίᾳ ἐν ἅπασι τοῖς ἱεροῖς ἀναγράψασθαι καὶ ἰδίᾳ ἕκαστον ἐν τῷ σφετέρῳ οἴκῳ· τότε γὰρ ἂν ἀφανίζοιτο Στησίχορος, ὅταν τούτων τι μὴ φυλάττηται. εἴς τε τοὺς ἄλλους ἀνθρώπους διαπέμψασθε ἐπιμελῶς, εἰδότες ὅτι μᾶλλον τοῦ γράψαντος ἀνδρὸς ἡ θρέψασα πόλις τὸν τοιοῦτον ὑπὸ πάντων θαυμασθήσεται.
νε′. Τιμοσθένει. Τὸ φρούριον, ὃ σὺ πορθῶν ἐγκατέλιπες, ὑπὸ τῶν περὶ Τεῦκρον ἐξ ἐπιδρομῆς ᾑρέθη, τοῦ δὲ περὶ τὴν ἐπιστολὴν τάχους συντομώτερον ἴσθι ληφθὲν τὸ χωρίον.
νς′. Ἀβάριδι. Πυνθάνομαί σε χάριν ὁμιλίας ἀνδρῶν ἐπιφανῶν ἐξ Ὑπερβορέων εἰς τοὺς καθ’ ἡμᾶς ἀφῖχθαι τόπους. Πυθαγόρᾳ μὲν οὖν τῷ φιλοσόφῳ καὶ Στησιχόρῳ τῷ ποιητῇ καί τισιν ἄλλοις τῶν ἐλλογίμων Ἑλλήνων συμμεμιχέναι καὶ πολλὰ παρ’ αὐτῶν προσμεμαθηκέναι, ζητεῖν δὲ καὶ πλείοσιν ἱστορίας χάριν ὧν οὐκ οἶσθα ἐντυχεῖν. εἰ μὲν οὖν προκατέσχησαι ταῖς ἐμαῖς διαβολαῖς καὶ πέπεισαι τοιοῦτον εἶναί με, ὁποῖον οἱ διαβάλλοντες εἰσάγουσι, μεταπείθειν οὐ ῥᾴδιον· εἰ δὲ τὸ ἀληθὲς ἐξετάζεσθαι δικαιοῖς παρὰ πᾶσι μὲν ἀνθρώποις, μάλιστα δὲ παρὰ σοφοῖς ἀνδράσιν, ἐλθὲ πρός με συγγενησόμενος, ὥσπερ ἄλλοι πολλοὶ τῶν ἀξίων λόγου. γνώσῃ γὰρ ἐκ πείρας τά τε ἄλλα πάντα παρ’ ἐμοὶ κάλλιον καὶ σεμνότερον, εἰ δὲ δεῖ εἰπεῖν μηδὲν ὀκνήσαντα, καὶ φιλανθρωπότερον ἢ πρὸς τὴν κατέχουσαν φήμην ἐσχηματισμένα καὶ τὸν ταῦτα διέποντα καὶ κοσμοῦντα Φάλαριν οὐδενὸς τῶν σφόδρα ἐπὶ τούτοις θαυμαζομένων δεύτερον.
νζ′. Ἄβαρις Φαλάριδι τυράννῳ. Ἐδειξας φύσιν σὴν οἰκείαν ὕβρεως καὶ ὠμότητος, καί σε ἔτεκεν οὐ γυνὴ καὶ ἀνήρ, ἀλλὰ λέαινα καὶ σῦς ἄγριος· ποιεῖς γὰρ πάντα βίᾳ καὶ προσέτι δόξῃ κακῇ καὶ ἀγριότητι. μὴ σύ γε κάλει Ἄβαριν, εὐσεβῆ ἄνδρα, εἰς πόλιν Ἀκράγαντα· ἀλλότρια γὰρ ἐμοὶ φόνος καὶ χαλεπότης καὶ κακὴ ἄγνοια. εἰ δὲ προθύμως με θέλεις ἐλθεῖν εἰς τὸν οἶκον, νόμοις Ἑλληνικοῖς χρώμενος προσκαλοῦ με εἰς τὴν συνήθειαν, καθαρεύων χερσὶ καὶ ψυχῇ πρὸς πάντα πολίτην σὸν καὶ ξένον· εἰ δὲ μή, χαίρειν σοι Ἄβαρις λέγει.
νη′. Πολυστράτῳ καὶ Δαίσκῳ. Ἐγχειρεῖτε καὶ μὴ μέλλετε διὰ τάχους ἐμοὶ πολεμεῖν· ἐπὶ τοιούτοις γὰρ ἄθλοις οἷς δημηγοροῦντες ἐλέγετε, διαβάλλοντές με πρὸς Λεοντίνους, οὔτε φθονοῦμεν ὑμῖν οὔτε ἀποσυμβουλεύομεν φιλοτιμεῖσθαι.
νθ′. Ναυσικλει. Ἐγὼ μέν, ὅπερ ἤδη πολλάκις ἐπεσταλκώς σοι τυγχάνω, κἂν Ἑρμοκράτης ἤ τις ἄλλος εἴρξῃ τὰς παρ’ ἐμοῦ δωρεὰς λαβεῖν τὴν Φιλοδήμου θυγατέρα γαμουμένην, ἃ πέμπω δέδωκα, καὶ τὸν ἔπαινον ἴσον, μᾶλλον δὲ εὐκλεέστερον ἔχω, παρ’ ὅσον τοιούτοις συγγενέσιν ὁ τύραννος καὶ μηδὲν προσήκων ἀντεξετάζομαι. πρὸς δὲ τοὺς ὀνειδίζοντας, ὅτι χαριζόμενοι πείθομεν, ταύτην ἔχω τὴν ἀπολογίαν, τὸ μὴ δύνασθαι τοὺς εὐεργετουμένους ἀντὶ φιλοφροσύνης βίᾳ χρήσασθαι.
ξ′. Ἀριστολόχῳ. Ἐπιλαθόμενος ἧς ἔχειν ἠρνοῦ πονηρίας καὶ γενόμενος ἄλλος τις πρὸς ἡμᾶς ἢ οἷος εἶ, χαλεπὸν ὑπόλαβε μὴ τοῦτο μόνον, εἰ πολλάκις ὑπ’ ἐμοῦ καὶ καθ’ ἑκάστην γε κατηγορίαν εὖ παθὼν οὐ τοῖς ὁμοίοις ἡμᾶς ἀμείβῃ (ἐγὼ μὲν γὰρ οὐκ ἐάσω χρηστότητα τὴν δοκοῦσαν εἶναί τισι τῆς κατ’ ἐμαυτοῦ πονηρίας ἐνέγκασθαι δευτέραν αἰτίαν), ἀλλ’ εἰ μηδὲ σὺ σεαυτοῦ πρός με εὐεργετεῖν βεβουλημένον φείδῃ. ἡμῶν γοῦν οὕτως ἐχόντων ἐπὶ τὸ πλεῖστον τάχ’ ἂν ἐπιεικέστερος ὀφθείης.
ξα′. Ἐπιχάρμῳ. Περὶ τῶν αὐτῶν σὺ καὶ Δημοτέλης ἡμῖν συνεβουλεύετε, ἀποστῆναι τῆς τυραννίδος· ταῦτα δ’ οὐ δυσνοοῦντες, ἀλλ’ ἀγνοοῦντες δι’ ἀπειρίαν οὕτω συνεβουλεύετε· τὸ μὲν γὰρ ἄρξασθαι ῥᾷόν ἐστι τυραννίδος ὀρεγομένῳ, τὸ παύσασθαι δ’ οὐκέτι διὰ τὸ πολλὰ μὴ δεόντως πρᾶξαι, ὥσπερ οὐδὲ τοξότῃ μεθέντι τὸν οἰστὸν ἀναλαβεῖν τὸ βεβλημένον. ἀλλ’ εἰ μὲν δυνατὸν ὑμῖν ἐστὶν ἀνελεῖν τὴν ἀρχὴν τῆς τυραννίδος, καὶ δὴ ποιεῖτε· εἰ δὲ τοῦτό ἐστιν ἀδύνατον, ἀδυνατωτέραν ἴστε τὴν ὑμετέραν παραίνεσιν ἐμοὶ δόξαι συμφέρειν.
ξβ′. Τιμοσθένει. Τῶν στρατιωτῶν οἱ μὲν ἡμίσεις τὸ φρούριον ἐπιμείναντες ἐκκοψάτωσαν, οἱ δ’ ἄλλοι τὰς ἐπιδρομὰς τῆς θαλάσσης διαχωσάτωσαν, ἵνα τῆς πλημμυρίδος διαψυγείσης ἐνεργὸν ἀντὶ ἀργοῦ γένηται τὸ πεδίον. ἀνακείσθω δ’ ἡ περὶ ἑκατέρων αὐτῶν χάρις τοῖς πρώτοις τὸ καθ’ ἑαυτοὺς ἔργον ἀποτελέσασιν.
ξγ′. Ἀριστολόχῳ. Εἰ τὸ Στησίχορον ἀδείας ἀξιωθῆναι παρ’ ἡμῖν αἰχμάλωτόν ποτε γενόμενον ἐπαίρει σε κατ’ ἐμοῦ γράφειν τραγῳδίας, ὡς πᾶσι τοῖς ποιηταῖς ἡμέρως προσενεχθησομένου μου, πολὺ τῆς ἀληθείας διαμαρτάνεις. οὐ γὰρ ἀποδέχομαι κοινότητι ποιητάς, ἀλλὰ τοὺς ἀγαθοὺς τῶν ποιητῶν, οὐδὲ τοὺς εἰς ἔχθραν ἐμοὶ καταστάντας, ἀλλὰ τοὺς γενναίους τῶν ἐχθρῶν. σὺ δὲ κακὸς μὲν ποιητὴς ἄναλκις δ’ ἐχθρὸς ὢν καὶ κατ’ ἀνδρείαν καὶ κατὰ δύναμιν ποιητικὴν Στησιχόρῳ σεαυτὸν προσεικάζεις. γνώσῃ δὲ τὴν τῶν λεγομένων διαίρεσιν οὐκ εἰς μακράν, οὐ παρ’ ὅ τι εἰς ἡμᾶς γράφεις (πάντων γὰρ ἂν εἴην ἀψυχότατος, εἰ καὶ τῶν σῶν ἐπιστραφείην δραμάτων), ἀλλ’ ὅτι τοιοῦτος ὢν ἐχθρὸς καὶ ποιητὴς τῶν αὐτῶν σεαυτὸν καὶ Στησίχορον ἀξιοῖς.
ξδ′. Ἀμφιδάμαντι καὶ Θρασυβούλῳ. Ὑμεῖς μὲν ἀποδεδωκέναι τὰ χρήματα, ἃ ἐδανείσασθε, Τεύκρῳ λέγετε, ὃ δ’ οὔ φησιν ἀπειληφέναι. οὐκ ἔχω δὲ μὰ τὸν Ἡρακλέα οὔθ’ ὑμῖν ἀπιστεῖν οὔτ’ ἐκείνῳ μὴ πιστεύειν· ὃ μὲν γὰρ ἐπιζητεῖ βεβαίωσιν ὑμᾶς ἔχειν τῆς ἀποδόσεως, ὑμεῖς δὲ ὡς φίλῳ πεπιστευκέναι λέγετε. δι’ ἅς γ’ αἰτίας οὐκ ἀπειληφώς, ἵνα μὴ δόξω ὑμῶν ἀπιστεῖν τοῖς λόγοις, ὡς κεκομισμένος προσδέδεγμαι. εἴη μέντοι μέχρι παντὸς ἀγνοηθῆναι τἀληθὲς ἢ τὸν ἕτερον ὑμῶν, ὅστις ἐστί, πονηρὸν εὔρεθῆναι. κρεῖττον γὰρ ἡγοῦμαι πολλῶν χρημάτων ἐνεγκεῖν ζημίαν ἢ φίλων. ἀνάγκη δὲ τῆς ἀληθείας εὑρεθείσης ἀντὶ φίλων τοὺς ἀδικοῦντας καὶ ψευδομένους ἐχθροὺς γενέσθαι.
ξε′. Πελοπίδῃ. Οὔτ’ ἂν ἐγὼ γράψαιμι πρὸς Στησίχορον περὶ ὧν ἀξιοῖς, οὔτ’ ἂν ἐκεῖνος ἐπινεύσειεν εἴς τινα τῶν οὐκέτι ζώντων ἐξενεγκεῖν μέλος, εἰ καὶ γράψαιμεν ἡμεῖς. ἀπόχρη δέ μοι χάριν εἰληφέναι παρ’ αὐτοῦ τὴν ἐπὶ τῇ Νικοκλέους γυναικὶ ποίησιν. εἰ δέ τι βούλει παρ’ ἡμῶν αἰτεῖν, οὗτινος ἡ ἐξουσία οὐκ ἐπ’ ἀλλοτρίαν ἀλλ’ ἐπὶ τὴν ἐμὴν ἄνεισι γνώμην, ἐπίστελλε.
ξς′. Τηλεκλείδῃ. Ἰδίᾳ τινὶ χρώμενος γνώμῃ πρὸς πολλοὺς ἤδη τῶν ἐμῶν ἑταίρων διείλεξαι, τοῦτ’ ἴσως διαπραττόμενος ὃ καὶ γέγονεν, εἰς ἐμὲ κομισθῆναι τοὺς λόγους, ὡς οὐκ ἐχρῆν με μετὰ τὸν δημιουργὸν τοῦ ταύρου Περίλαον ἄλλους κατεργάσασθαι τῷ τρόπῳ τῆς αὐτῆς αἰκίας· τὸν γὰρ ἴδιον λύειν ἔπαινον. ἐγὼ δ’ οὔτε τῆς ἐπὶ Περιλάῳ τιμωρίας ἐπαινούμενος ἐπιστρέφομαι (τιμωρὸς γὰρ οὐκ ἐγενόμην ἐπαίνου χάριν ), οὔτε τῆς ἐπὶ τοῖς ἄλλοις κολάσεως διαβαλλόμενος ἄχθομαι. δόξης γὰρ αἰσχρᾶς ἢ καλῆς ἄμυνα κεχώρισται.
(2) εὖ μέντοι καὶ τοῦτο ἴσθι, ὅτι τοῦ μέλλειν καὶ ἄλλους τινὰς ἐν τῷ ταύρῳ διαφθείρεσθαι χάριν ἐκολασάμην αὐτόν, ἐπεὶ τῆς τοῦ χαλκοῦ κατασκευῆς ἕνεκα δωρεᾶς οὐκ ἀπωλείας ἦν ἄξιος. δίκαιον μὲν οὖν ἐκείνῳ τὰς περὶ τούτων αἰτίας καὶ τοῖς εἰς τοῦτο τύχης ἥκειν βιαζομένοις ἀνακεῖσθαι· εἰ δὲ καὶ εἰς ἡμᾶς ἀναφέροιντο ὑπὸ τῶν ἀγνωμόνως κρινόντων, οὐκ ἀχθόμεθα, ἕως ἔχομεν ἀξίους ἀποδεικνύναι τῆς κολάσεως τοὺς ἀναιρουμένους. ἀρξάμενοι γὰρ ἀπὸ τοῦ πρώτου κολασθέντος, ὅν ὑπὲρ ἁπάντων ἀνθρώπων, μᾶλλον δ’ αὐτῆς τῆς ἀνθρωπίνης φύσεως ἐπυρπόλησα, τὸν αὐτὸν τρόπον τῆς ἐξετάσεως ἐπὶ πάντων ποιήσασθε.
(3) εἰ γὰρ τὴν ἐπὶ Περιλάῳ κόλασιν ὡς δικαίαν ἐπαινεῖτε, καὶ τῶν ἄλλων, ὅσους ὑπὲρ ἀλλοτρίων ἐκολασάμην ἀδικημάτων, οὐ δήπου μέμφοισθ’ ἂν προσηκόντως, οὐδὲ ὅσων ἀνῃρήκαμεν ἐκσπόνδων ἐμοὶ γεγενημένων δι’ οὓς ἐμηχανήσαντο ὀλέθρους. ἦπου σφόδρα γε ἂν ἄβουλος εἴην, εἰ τοὺς ὑπὲρ ἄλλων κακούργους, ἐάν με καὶ εὖ ποιῶσι, τι- μωρούμενος τοὺς εἰς ἐμαυτὸν ἐπιβουλεύοντας ἀζημίους ἐάσαιμι καὶ τὴν δύσκλειαν ὑπὲρ τῶν μὴ προσηκόντων ἐπὶ τῷ φοβερὸς δοκεῖν εἶναι τοῖς ἐπιβουλεύουσιν ἀναδεχόμενος ὑπὲρ τῶν ἰδίων κινδύνων ὀκνήσαιμι. πέπαυσο δὴ καὶ σεαυτῷ κἀμοὶ πράγματα παρέχων.
ξζ′. Παυρόλᾳ. Ἀφικόμενος εἰς Ἱμέραν ἀναγκαίας ἕνεκα πραγματείας ἤκουσα τῶν Στησιχόρου θυγατέρων ποιήματα λυριζουσῶν, ἃ μὲν αὐτοῦ Στησιχόρου γεγραφότος, ἃ δὲ τῶν παρθένων ἴδια. ἦν δὲ τῶν μὲν Στησιχόρου τὰ τῶν θυγατέρων ἥττονα, τῶν δὲ ἄλλων εἴ τινα κατὰ σύγκρισιν ἐξετασθείη, κατὰ πολὺ βελτίονα. ὥστε με τρισόλβιον ἡγήσασθαι τὸν διδάξαντα, τρισολβίους δὲ καὶ τὰς παρὰ φύσιν εἰς τοσοῦτον βάθος παιδείας ἀχθείσας. εἶεν δή, Παυρόλα (σφόδρα γὰρ καὶ διὰ ταῦτα ἐπιζητῶ μαθεῖν), τίνα δή ποτε γνώμην ἔχων τὸ μὲν σῶμα γυμνάζεις ὅπλοις τε καὶ κυνηγεσίοις καὶ ταῖς ἄλλαις κακοπαθείαις, τὴν δὲ ψυχὴν ἀγύ- μναστον ἐᾷς λόγου τε καὶ παιδείας Ἑλληνικῆς, ἣν ἐχρῆν πρώτην ἐπὶ τὰ τοιαῦτα συνησκῆσθαι καὶ μόνην;
(2) σώ- ματος μὲν γὰρ ἐπιμελητέον ὑγιείας χάριν, οὐκ ἰσχύος, εἰ μή τις τῶν ἱερῶν ἀγώνων ἕνεκα ἀθλοίη· ψυχῆς δὲ πάντας τρόπους προνοεῖσθαι χρὴ τὸν μέλλοντα μετὰ ἀρίστης τιμῆς ἐν δημοκρατουμένῃ ζήσεσθαι πόλει, εἴ γε μὴ σύ, τοῦθ’ ὃ κατηγοροῦσί τινες, ὥρμηκας ἐπὶ τὸ ζηλοῦν καὶ μιμεῖσθαι τὸν ἐν τυραννίδι βίον ὡς προσή- κοντά σοι κατὰ νόμους, καὶ διὰ τοῦτο σωματικὴν ἐπα- σκεῖς ῥώμην, οἰόμενος ἁρμόζουσαν εἶναί σοι τὴν ἰσχὺν εἰς τοιαύτης δυναστείας κατάκτησιν. ὅπερ ἐὰν εὖ φρονῶν τυγχάνῃς, παρὰ τοῦ μεταμελομένου περὶ ναρχίας, οὐχ ἑκουσίως, ἀλλ’ ἐξ ἀνάγκης τοῦτον ἐπα- νελομένου τὸν βίον, γνώμην λάβε. ὁ γὰρ ἀμφοτέρων πεπειραμένος τυραννηθῆναι μᾶλλον εὔξαιτο ἂν ἢ ραννῆσαι.
(3) ὃ μὲν γὰρ ἕνα φοβεῖται τῶν ἄλλων χαλεπῶν ἀπηλλαγμένος, τὸν τύραννον, ὁ τύραννος δὲ καὶ τοὺς ἔξωθεν ἐπιβουλεύοντας καὶ δι’ οὓς σώζεται· ἀνάγκη γὰρ αὐτῷ μετὰ τῶν πολλῶν φόβων καὶ λαιπωριῶν προσευλαβεῖσθαι τοὺς φυλάττοντας. ὥστε ἐμφρονέστερον δεξάμενος τὴν τοῦ συμβουλεύοντος πατρὸς εὔνοιαν ἴσος ἀξίου πᾶσιν εἶναι, τὸ δὲ ἐκ φόβων διηνεκῶν καὶ κινδύνων ἀδιαπαύστων αὐτεξούσιον ἐχθροῖς καὶ παισὶν ἐχθρῶν πάρες. εἰ δὲ ἀπειρίᾳ καὶ νεότητι τὸν ἐν τυραννίδι βίον οἴει τι τερπνὸν καὶ προσ- φιλὲς ἔχειν, ἀλλ’ οὐ τὰς ἀνωτάτω συμφορὰς καὶ κοδαιμονίας, πάντως μὲν ἁμαρτάνεις, καὶ τοῦτο πάσχεις δι’ ἄγνοιαν, εὔχου δέ σοι τὸν θεὸν μηδέποτε τυραννικῆς πείραν παραστῆσαι τύχης.
ξη′. Τῷ αὐτῷ. Οὐχ ὑπὸ σοῦ πολλὰ νομίζω χρήματα αἰτεῖσθαι, μὰ τοὺς θεούς, ἀλλ’ ἐμαυτὸν ἐνδεέστερον εὑρίσκω ἢ δεῖ χρηστότητι παιδὸς ὑπηρετεῖν. εἴη μέντοι σε εἰς ὅσα φῂς ἀναλίσκειν, καὶ οὕτω διδοὺς τῶν ληψομένων φίλων ἀπορήσεις θᾶττον ἢ παρὰ τοῦ πατρὸς αἰτούμενος. ὅτῳ γὰρ ἂν προηγῆται τὸ λαμπρῶς χαρίζεσθαι, ἕπεται τὸ μετὰ μεγαλοφροσύνης ἀξίως κτᾶσθαι· ὅταν δὲ ἅπαξ τὸ δρᾶν πρόθυμον παρῇ τισί, τὸ κατορθοῦν ἕτοιμον αἱ τύχαι παρέχονται. μὴ δὴ καταιδούμενός με τοιούτοις παρρησιάζου λόγοις ὡς οὐκ ἀσμένως ὀλίγα διδόντα υἱῷ, δι’ ὃν τὰ πάντα περιεποιησάμην. τοσοῦτον γὰρ ἀπέχω τοῦ μέμφεσθαί σε τῆς πρὸς τοὺς ἑταίρους ἐκτενείας, ὥσθ’ ὑπερφυῶς ἡδόμενος ἄξια παραινῶ σοι διανοεῖσθαι τῆς τοσαύτης φιλανθρω- πίας, ἵνα μὴ μόνον πρὸς τὸ παρὸν ᾖς μεγαλόφρων, συμπαραμενούσης δέ σοι τῆς αὐτῆς τύχης ἐσαεὶ φυ- λάττῃς τὸ βούλημα. καὶ δίδομεν οὖν ἀσμένως, ὦ γενναῖε Παυρόλα, καὶ λαμβάνομεν χάριν παρὰ σοῦ τὸν τρόπον τῆς δαπάνης οὕτως εὔελπιν καὶ χρηστὸν ὄντα.
ξθ′. Ἐρυθείᾳ. Εἰ μὲν εὐλαβουμένη τὸν ἐν τυραννίδι βίον οὐ τολμᾷς εἰς Ἀκράγαντα πέμψαι Παυρόλαν, συγγνώμην ἔχω σοι καὶ ὡς γυναικὶ καὶ ὡς μητρὶ δεδοικυίᾳ περὶ ἀγαπητοῦ παιδός· εἰ δὲ ὡς μόνη καὶ οὐ μετ’ ἐμοῦ γεγεννηκυῖα μόνη καὶ ἔχειν δικαιοῖ; αὐτόν, ἀγνωμόνως κρίνεις τὰ περὶ γονέων. κατὰ μὲν γὰρ τὸν ἀποτομώ- τατον λόγον πατρὸς ἂν εἴη παῖς μᾶλλον ἢ μητρός, κατὰ δὲ τὸν εὐγνωμονέστερον ἑκατέρων ἴσως. εἰ δὲ τὸ μεταδοῦναί ποτε καὶ τῷ γεγεννηκότι τοῦ υἱοῦ σεαυτῆς ἐλάττωσιν ἡγῇ, τί δοκεῖς τὸν μηδὲ μέρους ἀξιούμενον; κοινωνικώτερον δὴ ποιοῦσα πέμψον αὐτὸν ὡς ἐμέ, οὐ διὰ μακρᾶς ἥξοντα πρὸς σέ, ἀλλὰ θᾶττον καὶ μεθ’ ὅσων δεῖ Φαλάριδος καὶ Ἐρυθείας παῖδα, ἵνα, εἰ καὶ μὴ μετ’ ἐμοῦ, μετ’ ἀλλήλων γοῦν ἐν ἀφθονίᾳ πλούτου βιοτεύητε.
(2) εἰς τίνας γὰρ ἄν τις ἀναγ- καιοτέρους εὔξαιτο περιουσιάζειν, γυναικὸς καὶ παιδὸς οὐκ ἐπιμεληθείς; ἐγὼ δὲ περὶ ὑμᾶς ἐσπουδακώς, ὡς εἰκὸς ἄνδρα καὶ πατέρα, βούλομαι τῶν παρ’ ἐμοὶ χρημάτων μοῖραν οὐκ ὀλίγην ἐν ὑμῖν τοῖς φιλτάτοις ἐναπερείσασθαι καὶ τοῦτο σὺν τάχει πρᾶξαι, καὶ διὰ τἄλλα μέν, οὐχ ἥκιστα δὲ καὶ διὰ τὸ ἐπιὸν γῆρας καὶ διὰ τὴν πρόσφατον συμβεβηκυῖάν μοι χαλεπὴν νόσον. ὑπομιμνήσκει γάρ με τελευταίαν ἡγεῖσθαι τοῦ ζῆν ἀνθρώπῳ προθεσμίαν τὴν ἐνεστῶσαν ἡμέραν. τῆς δὲ παρουσίας τῆς Κρήτηθεν εἰς Ἀκράγαντα καὶ τῆς ἐνθένθε πάλιν ἀφόδου τὸ πιστὸν αὐτῷ πρὸς ἀσφάλειαν ἡ τοῦ πατρὸς εὔνοια παρέξεται μᾶλλον ἢ ὁ τῆς μητρὸς φόβος.
ο′. Πολυκλείτῳ. Οὐκ οἶδα τί σου μᾶλλον ἄν τις θαυμάσειεν, ὦ λύκλειτε, τὴν ἰσχὺν τῆς ἰατρικῆς ἢ τὴν τοῦ τρόπου πίστιν· ἡ μὲν γὰρ ἰσχὺς τυραννοκτόνον νενίκηκε πάθος, ὁ δὲ τρόπος τιμὰς τυραννοκτόνους. δι’ ἀμφοτέρων δὲ τούτων ἡ σὴ δικαιοσύνη δραμοῦσα τὸν δυσὶ κινδύνοις ἀναιρούμενον, ἀφύκτου τε νόσου προσβολῇ καὶ τιμαῖς πολεμίων, περιεσώσατο. μόνῳ γὰρ σοὶ παρῆν κτείναντός με τοῦ πάθους μηδὲν ἀπὸ τῆς τέχνης ἀντι- πράξαντι τετυραννοκτονηκέναι δοκεῖν, καὶ μὴ κτείναν- τος πᾶν τὸ δοθὲν ἑτοίμως ὡς ἐπὶ σωτηρίᾳ μου βόντος ἂν διαφθεῖραι. ἦν δὲ καὶ τὸ δόξαι διαφθεῖραι πρὸς τὸ τυχεῖν τῶν ὁμοίων τιμῶν. ἀλλ’ οὐ γὰρ ἐβουλήθης κέρδος ἄδικον ἀντὶ δόξης δικαίας ἑλέσθαι· ἴσως γὰρ οὐδ’ εἶχεν ὁ παραδούς σοι καιρὸς ἐμὲ διὰ τὴν νόσον τυραννοκτονίας εὐσεβοῦς τύπον.
(2) ἐγὼ μὲν οὖν, ἐπὶ σοὶ γενόμενον ὅ τι βούλοιό μοι χρῆσθαι, τὰς ἀξίας χάριτας οὐκ ἔχων τοσαύτης ἀρετῆς ἀποδοῦναι τοῦθ’ ἒν οἶδα, ὅτι τοῦ κτίσαντος θεοῦ τὴν τέχνην ἄξια φρονεῖν ἐπαιδεύθης· ὅμως δὲ σὺν τοῖς τῆς ἰατρικῆς καὶ τοῖς τῆς πίστεως ἐπαίνοις ἀπέσταλκά σοι τῆς ἐμαυτοῦ ψυχῆς χαριστήρια, φιάλας ἀπέφθου χρυσοῦ τέσσαρας καὶ κρατῆρας ἀργυροῦς οὐ τῆς καθ’ ἡμᾶς τέχνης δύο καὶ ποτηρίων Θηρικλείων ζεύγη δέκα καὶ παῖδας ἀφθόρους εἴκοσι καὶ ἀργυρίου μυριάδας Ἀττι- κὰς πέντε. γέγραφα δὲ καὶ Τεύκρῳ τῷ ἐπὶ τῆς διοι- κήσεως διδόναι σοι σύνταξιν, ὅσην λαμβάνουσιν οἵ τε ναύαρχοι καὶ οἱ ταξίαρχοι καὶ δὴ καὶ οἱ σωματοφύλακες, φύλακες, μικρὰν ἀμοιβὴν ἀντὶ μεγάλης εὐεργεσίας. προσκείσθω δὲ τῷ καταδεεστέρῳ τῆς εὐχαριστίας τὸ προσομολογεῖν, ἴσην ἀμοιβὴν οὐκ ἔχειν ἀποδοῦναι τὸν εὐεργετηθέντα.
οα′. Τῷ αὐτῷ. Ἀπέλυσα διὰ σὲ Κάλλαισχρον οὕτως ἐπιβουλεύ- σαντά μοι περιφανῶς, ὡς μὴ μόνον ὁμολογῆσαι τὴν ἐπίθεσιν, ἀλλὰ καὶ τοὺς συνωμότας μηνῦσαι, προσ- θεῖναι δὲ τῇ μηνύσει καὶ τὸν τόπον ἐν ᾧ καὶ πότε καὶ πῶς ἔμελλον ἐπιχειρήσειν. ἀλλ’ ἦν ἀμνήμονος ὡς ἀληθῶς ἀνδρὸς μὴ χαρίσασθαι σωτηρίαν ἀνθρώπῳ τῷ ταύτην δεδωρημένῳ. ἅμα δὲ ἐλογιζόμην, ὅτι κἀμοῦ μὲν ἦν τὸ δοῦναι τὴν τοιαύτην χάριν ἰατρῷ σεσωκότι, πρὸ πολλοῦ δὲ σοὶ τὸ λαβεῖν πρεπωδέστερον τῷ τῆς ἰατρικῆς προστατοῦντι καὶ πάντας σώζοντι τοὺς δεηθέντας. ἴστω μέντοι τὸ παράλογον Κάλλαισχρος, ὅτι ζωῆς παρὰ σοῦ χάριν εἴληφεν ἑτέρου ζωὴν οὐ δικαίως ἀφελόμενος. ἀφῄρηται μὲν γὰρ οὐ μελλήσας, ἄλλως δὲ ἠτύχηκεν.
οβ′. Περισθένει. Τὴν Εὐβούλου καὶ τὴν Ἀριστοφῶντος γυναῖκα, τῶν ἐπιβουλευσάντων μοι, Περίσθενες, ἃς ἑλὼν αἰχμαλώ- τους ἔπεμψας ὡς ἀπολουμένας πρός με, σφόδρα σπου- δάσας τὸ πρῶτον ἀνελεῖν σέσωκα. καὶ πάντως που θαυμάζεις ὅτι ὑφῆκα τῆς ὀργῆς· εἰ δὲ καὶ πύθοιο τὴν αἰτίαν, ὅτι δι’ εὐγενείας ὑπερβάλλουσαν ἀπόδειξιν, οὐδὲν πρὸς ἐμοῦ πεπόνθασι μᾶλλον ἂν ἔτι θαυμάσειας. ἐρωτώμεναι γὰρ ὑπ’ ἐμοῦ τὴν ἐπιβουλὴν εἰ συνῄδεσαν τοῖς ἀνδράσιν, οὐ μόνον ἔφασαν συνειδέναι, ἀλλὰ καὶ συνορμῆσαι τυραννοκτονεῖν. « ἀντὶ ποίας » δὲ « ἀδι- κίας » εἰπόντος μου « μείζονος ἢ ἐλάττονος εἰς ὑμᾶς ἐξ ἐμοῦ γενομένης; » « ἰδίας μὲν οὐδεμιᾶς, τῆς δὲ κοινῆς » ἀπεκρίναντο· κοινὴν γὰρ ἀδικίαν εἶναι τὸ καταδουλοῦσθαι πόλεις ἐλευθέρας. « τί παθοῦσαι τοιγάρτοι » πάλιν ἐπανερομένου μου « δίκην ἀποτίσαιτ’ ἄν μοι τοῦ μίσους τὴν κατ’ ἀξίαν; » « ἀποθανοῦσαι » προσέθηκαν. ζῆν δή, οὐ τεθνάναι κρίνας τὰς μετὰ τοιαύτης ἀρετῆς ἀποθνησκούσας φρονήματός τε τοσούτου, Περίσθενες, ἐγὼ δικαίως ἐφεισάμην, σύ τε πάνθ’ ὅσα μετὰ τούτων ἔλαβες, ὅτε ἡλίσκοντο, μεταπεμψάμενος αὐτῶν τοὺς ἀναγκαίους ἀπόδος, ἵνα περὶ μηδενὸς ὡς ἠδικη- μέναι μέμψωνται.
ογ′. Εὐάνδρῳ. Καὶ σὲ καὶ πάντας Ἱμεραίους, μᾶλλον δὲ τοὺς πλείστους Σικελιωτῶν οἴομαι γινώσκειν τοῦτο, ὅτι τῆς ἐν Ἱμέρᾳ συντεθείσης κατ’ ἐμοῦ ἐπιβουλῆς δικαιότερος ὢν τῶν ἐγχειρούντων περιεγενόμην. οὐ γὰρ δήπου φαῦλος ἂν κριτὴς τῶν ἐν τῷ σφετέρῳ τεμένει τολμωμένων ὁ Ζεὺς ἐγένετο, ὥστε τοὺς δίκαιόν τι πράξαντας ἐν ἱερῷ ὡς ἀδικοῦντας ὑποχειρίους παραδοῦναι τῷ προσηκόντως ἂν ὑπ’ αὐτῶν ἀπολομένῳ. ταῦτα μὲν οὖν οὐδεὶς ἂν ἄλλως ὑπολάβοι, Στησίχορον δὲ πυνθανόμενος ἀνιᾶσθαι, διότι τῆς ἐπιβουλῆς τὴν αἰτίαν εἰς τὰς ἐκείνου ποιήσεις οἱ περὶ Εὔβουλον ἀνέφερον, οὐκ ἂν βουλοίμην ὡς ἐμοῦ ταῦτα πεπεισμένου δυσ- χεραίνειν. εἰ γὰρ τοῖς τούτου ποιήμασι προσεῖχον, ὥς φασιν αὐτοί, οὐ πονηρίας ἂν ἀπεγνωσμένης, ἀλλὰ χρηστότητος ὑπερβαλλούσης ἔπαθλον ἤραντο.
οδ′. Ὀρσιλόχῳ. Εἰ τὸ μὴ βουληθῆναί ποτε Πυθαγόραν τὸν φιλόσοφον ἀφικέσθαι πρός με πολλάκις ὑπ’ ἐμοῦ καλούμενον διαβολὴν ἔφερέ μοι, καθὼς ἐγκωμιάζων αὐτὸν ἔλεγες ἐπὶ τῷ φεύγειν αὐτὸν τὴν μετ’ ἐμοῦ συμβίωσιν, τὸ παραγεγονέναι καὶ πέμπτον ἤδη μῆνα συνεῖναι μεθ’ ἡδονῆς πάντως ἔπαινός ἐστιν ἐμός. δῆλον γὰρ ὡς οὐκ ἂν ἔμεινεν οὐδὲ βραχὺ μόριον ἡμέρας, εἰ μὴ τοῖς ἑαυτοῦ τρόποις εὑρήκει κἀμὲ παραπλήσιον.
οε′. Λεοντίδῃ. Ἀμέτροις κέχρησαι λόγοις πρὸς Καμαριναίους, ἐγείρων αὐτοὺς εἰς τὸν κατ’ ἐμοῦ πόλεμον. εὖ μέντοι καὶ τόδε ἀφ’ ἡμῶν ἴσθι μὴ καλῶς πεπεικὼς αὐτούς, ὅτι οὐ λόγοις ἀπράκτοις ἀμυνούμεθά σε, οἷς εἰς ἡμᾶς ἄρχειν δοκεῖς, ἀλλ’ ἔργοις, ὧν οἱ πειραθέντες αὖθις οὐκ ἐπεβούλευσαν. τοῦτ’ εἰδότες Καμαριναῖοι πεῖραν οὐ βούλονται λαβεῖν ὀργιζομένου Φαλάριδος· χαριζό- μενος γὰρ αὐτοῖς ἡδίων ἔδοξα.
οϛ′. Δημαράτῳ. Μὴ θαύμαζε τὸν Ἀλκίνου καὶ Δορυμένους θάνατον ὡς μετὰ πικρᾶς καὶ τυραννικῆς ὠμότητος πεπραγ- μένον· πολλῷ γάρ ἐστι θαυμαστότερον τὸν δὶς καὶ τρὶς ἀδείας ἀξιωθέντα ὑπὸ τυράννου τότε κολασθῆναι.
οζ′. Ἡγησίππῳ. Σὺ μὲν ἴσως καὶ ἄλλοι συγγενεῖς, ὅσοις μάλιστα ἀχθομένοις ἐστὶ τὸ φεύγειν Κλεισθένην, νῦν ἔγνωτε κῶς βεβουλευμένον ἐπὶ τούτοις, ἐφ’ οἷς ἀπεστέρηται τῆς πατρίδος, ὅτ’ οὐδενὸς ἑτέρου καιρὸς ἢ μεταμελείας. ἐγὼ δέ, ὅτε μάλιστα πολὺς ἐν ταῖς τοῦ πολιτεύεσθαι κενοδοξίαις ἦν, τότε τὰ μέγιστα ᾤκτειρον αὐτὸν καὶ ἐπέστελλόν γε περὶ τούτων μαρτυρόμενος οἷ τελευτή- σοι. ὁ δ’ ὑπὸ τῆς ἡδονῆς τοῦ τιμᾶσθαι γαυριῶν ἐκπαθὴς ἧν, λήρους ἡμᾶς ὑποπτεύων γράφειν οὐκ ὄντας ἐμπείρους δημοκρατουμένης πόλεως, μᾶλλον δ’ οὐδὲ βουλομένους εἰδέναι τὸν ὑπὲρ τῆς πόλεως τὰ ἄριστα πράξαντα διὰ τὴν τυραννίδα, ἕως οὗ λαμπρότερον πνεύσας ἢ συνέφερε τοῖς ἰδίοις φυσήμασιν ἀνετράπη καὶ μετὰ ζημίας ἔγνω μεγάλης οὐ Φάλαριν ἀμαθῆ πόλεως εὐνομουμένης διὰ τὴν ἀρχήν, ἀλλ’ ἑαυτὸν ἀγνῶτα δήμου διὰ τὴν πρόσκαιρον εὐπραγίαν.
(2) ἐπα- γωγὸν γὰρ ὄχλος εἰς ἀτυχίας καὶ τὰς ἀρχὰς πρὸς τὰ τέλη διαφωνούσας ἔχων. ἐγὼ γοῦν καὶ πᾶς ὁ μὴ παραφρονῶν συρίττεσθαι μᾶλλον ὑπὸ πλήθους ἀκρίτου βουλοίμην ἂν ἢ τιμᾶσθαι· τὸ μὲν γὰρ ἔχθος αὐτοῦ τάχιον τοῦ ἁφθῆναι σβέννυται καὶ οὐδ’ ἐν οἷς ἀκμάζει καιροῖς ἐπιζήμιόν ἐστιν, ἡ δὲ τῆς εὐνοίας δόκησις φυγὰς ἢ θανάτους ἢ δημεύσεις ἢ τούτων γε μετριώτερον οὐδὲν φέρει. νὴ τὸν Δία τὸν μέγιστον, Ἡγήσιππε, ὡς ἴσμεν, οὕτως ἂν εἴποιμεν πρὸς σέ· δῆμος ἅπας ἄτακτος, ἄνους, ἄπρακτος, ἑτοιμότατος ἐφ’ ὅ τι ἂν τύχῃ μεταχθῆναι, ἄπιστος, ἀβέβαιος, ὀξύς, προδοτικός, ἐψευσμένος, φωνὴ μόνον ἀνωφελής, καὶ πρὸς ἔπαινον καὶ πρὸς ὀργὴν εὐχερής. τοῦτ’ ἔστι τὸ μετ’ ἐνδόξου προπηλακισμοῦ φθείρεσθαι, τὸ δήμῳ πολιτευόμενον ζητεῖν ἀρέσκειν. μεμήνασι δ’ ὅμως τινὲς εἰς τοῦτο ἀνοήτῳ καὶ δυσκαθέκτῳ ὁρμῇ, μᾶλλον δὲ λύσσῃ χρώμενοι.
(3) καὶ πολλοὶ παίδων ὄντες ἐρασταὶ τοσού- τους πόθους οὐκ ἔσχον εἰς τέκνα, καὶ χαίροντες γάμοις οὐχ οὕτως εἶδον ἀσμένως γυναῖκας, καὶ φιλόπλουτοι φύντες οὐ παραπλησίως ἔστερξαν χρήματα, καὶ φίλοπλοι καὶ μαχηταὶ καὶ φιλιππότροφοι νίκης ἕνεκα τῶν ἐν Ὀλυμπίασιν ἀγώνων οὐκ ἐπὶ τοσοῦτον ἥσθησαν ἑκάστοις τούτων, ὡς οἱ ἀθλίαν δόξαν καὶ τιμὴν ἀνόνητον καὶ κρότον ἐπὶ ζημίᾳ τῇ ἑαυτῶν ἀγρεύοντες. τοῖς δὲ τῶν τοιούτων ἐρασταῖς οἱ μὲν οἰκεῖοι συναχθεσθεῖεν ἂν ὡς ἔνι μάλιστα, οἱ δ’ ἐχθροὶ τὰ μέγιστα πάντων ἐφησθεῖεν. ὑμεῖς δὲ παραμυθεῖσθε μὲν Κλεισθένη συγγενεῖς ὄντες, εἰ ἄρα δυσθύμως ἔχει, ὡς ἀνθρώπινόν τι πεπονθότα, ἀποτρέπετε δ’ ἐπὶ τοῖς αὐτοῖς φιλοτιμεῖσθαι ὡς ἀνήκεστα ἡμαρτηκότα.
οη′. Στησιχόρῳ. Νικοκλῆς ὁ Συρακούσιος (οὐκ ἀγνοεῖς δ’ ἴσως ὃν λέγω, διὰ γὰρ ἐπιφάνειαν οἰκείαν οὐκ ἔστι τῶν ἀγνοηθῆναι δυναμένων ὑπὸ Στησιχόρου) γυναικὸς ἀποθανούσης αὐτῷ μέγα προσφάτως καὶ περιττὸν περιτέθειται πένθος. εἰκότως· ἔτυχε γὰρ τὴν αὐτὴν ταύτην ἀδελφιδῆν ἔχων καὶ γυναῖκα. οὗτος ὁ Νικοκλῆς (ᾒδει γάρ, ὡς ἔοικεν, ὅσοις πρὸς ἀλλήλους κεχρήμεθα πόθοις) πέμψας πρός με Kλεόνικον τὸν ἀδελφὸν αὑτοῦ ἠξίου ὅπως σου δεηθείην ἔπαινον ἐν ποιήσει διαθέσθαι περὶ τῆς ἀνθρώπου. καὶ γάρ, ὡς πυνθάνομαι Συρακουσίων, πᾶσάν τε τὴν ἄλλην ἀρετήν, πρὸς δὲ καὶ τὴν ἀνωτάτω σωφροσύνην αὐτῇ μαρτυρούντων, οὐκ ἔστιν ἀνάξιος ὑπὸ τοῦ σοῦ στόματος ὑμνηθῆναι.
(2) πεφύλαξαι μὲν οὖν γράφειν εἰς τοὺς κατὰ σεαυτὸν ἀνθρώπους, ἵνα μὴ δόξῃ σού τις ὠνίαν εἶναι τὴν ποίησιν· ἔστι δὲ Κλεαρίστη, φιλότης, οὐδὲ αὐτὴ καθ’ ἡμᾶς, εἰς τὸ χρεὼν ἀπηλλαγμένη. μὴ δὴ τὸ σύνηθές σου τῆς γνώμης προβαλλόμενος ἀποστραφῇς μου τὴν δέησιν· οὐδὲ γὰρ εἰκὸς ἀτυχῆσαι παρὰ Στησιχόρου Φάλαριν αἰτησάμενον, οὐχ ὅτι χάριτας ὀφείλεις ὑπέρ ἀλλ’ ὅτι τὴν πεπιστευμένην δόξαν ἀξιοῦμεν ὑπὸ σοῦ βεβαιωθῆναι. δὸς δή μοι προφανῶς χάριν τῆς σαυτοῦ φύσεως ἀφθόνως, αἰτουμένῳ μὲν ἃ δώσεις εἰς ἐμαυτόν, ληψομένῳ δὲ εἰς φίλον.
(3) λοιπόν, εἴγε νένευκας ἐπὶ τὴν χάριν, Κλεαρίστην γράφε Συρακουσίαν τὸ γένος, Ἐχεκρατίδου πατρός, ἀδελφιδῆν οὗ γεγράφαμεν καὶ γυναῖκα, ἑκκαίδεκα συνεζηκυῖαν ἔτη, τριακοστὸν δὲ ζήσασαν, δυοῖν παίδων μητέρα, τεθνηκυῖαν δὲ ἐκ διαφθορᾶς. τὰ μὲν κεφάλαια τῶν ὑποθηκῶν ταῦτα, ἐπιπνευσθείης δὲ εἰς τὰ κατὰ μέρος τῆς γραφῆς ὑφ’ ὧν κατέχῃ θεῶν, καί σου τὴν ἱερὰν καὶ ὑμνοπόλον κεφαλὴν ἡ Μουσῶν συγγένεια κοσμήσειεν ἄλλαις τε ὑμνῳδίαις καὶ τῇ νῦν ὑφ’ ἡμῶν εἰς Κλεαρίστην ἐπεσταλμένῃ.
οθ′. Τῷ αὐτῷ. Τῶν μὲν ἐπὶ Κλεαρίστῃ μελῶν πολλή σοι καὶ μεγάλη χάρις ἀποκείσεται. καὶ γὰρ ἐπέδωκας σαυτὸν εἰς ἃ παρεκάλουν, καὶ ταῖς κατὰ μέρος οἰκονομίαις ὑπερφυῶς συνηνέχθης, καὶ τὸ σχῆμα τῆς γραφῆς θαυμαστῶς ηὐδοκίμησεν, οὐ παρ’ ἐμοὶ μόνον (ἐγὼ μὲν γὰρ ἐπὶ πᾶσιν ὁμοίως ἄγαμαι τοῖς Στησιχόρου) ἀλλὰ καὶ τοῖς συνακούσασιν Ἀκραγαντίνοις πολλοῖς γενομένοις. εἴσονται δὲ οὐχ οἱ τὸ παρὸν ἀκηκοότες, οὐδ’ ὅσοι νῦν εἰσίν, ἀλλ᾽ ὅσους ὁ μεθ᾽ ὑμᾶς οἴσει βίος. ἡ μὲν οὖν εἰσίν, ἀλλ’ ὅσους ὁ μεθ’ ἡμᾶς οἴσει βίος. ἡ μὲν οὖν ὑπλρ ταύτης σου τῆς ποιήσεως χάρις, ὡς ἔφην, ὄφει ὑπ’ ἐμοῦ, κεχάρισαι δὲ διὰ τῆς ἐμῆς ἀξιώσεως τοῖς τε νῦν οὖσι καὶ τοῖς ἐσομένοις ἀνθρώποις καὶ ταύτην τὴν μελῳδίαν. περὶ δ’ ἐμοῦ καὶ τῶν ἐμῶν (τοιοῦτο γάρ τι διὰ τῆς ἐπιστολῆς ἐδήλους) πρὸς ἑταιρείου Διὸς καὶ κοινῆς ἑστίας μηδὲ ἓν ἐν ποιήσει, μήθ’ ὡς κακὸς ἐγενόμην μήθ’ ὡς ἀγαθός, ἐπιμνησθῇς· ἐκμελὲς γάρ ἐστί μου τοὔνομα διὰ τὰς τύχας. γεγράφθω δὲ Φάλαρις ἐν αὐτῷ Στησιχόρῳ, εἴτε βελτίων τῆς κατεχούσης ἐν ἀνθρώποις δόξης, εἴτε καὶ τοὐναντίον ὑπείληπται.
π′. Κλεαινέτῃ καὶ Θεανοῖ. Τὴν μὲν φιλοφροσύνην ὑμῶν ἀσμένως ἀποδέχομαι τοσαύτῃ σπουδῇ βουλομένων ὀνομάσαι Φάλαριν, παραιτοῦνται δὲ αἱ τύχαι, κἂν ἡμεῖς συνηγορῶμεν· εὑρήσετε γὰρ ἀνεπίληπτον καὶ ἀκατηγόρητον ἐκ τοῦ γένους ὄνομα αὐτῷ γεγενημένον. ἐγὼ δὲ πολλὰ καὶ μεγάλα διὰ πικρᾶς εἱμαρμένης ἀνάγκην ἀκουσίως πραχθέντα μοι κατέγνωσμαι, καὶ τοὐμὸν ὄνομα δι’ οὐδὲν ἕτερόν ἐστιν ἐκμελὲς ἢ ὅτι νόμοις οὐ πείθομαι, νόμος δέ εἰμι τοῖς ὑπηκόοις. ἣν δέ μοι χάριτος ἀμοιβὴν προσφέρεσθε Φάλαριν ὀνομάζουσαι, ταύτην εὐεργεσίαν ποιήσασθε, μὴ τοῦτο τιθέναι τὸ ὄνομα.
πα′. Ἐνναίοις. Οὐ μεταμελόμενος ἐπὶ τῇ παρέσει τῶν χρημάτων, ὦ ἄνδρες Ἐνναῖοι, τὴν ἐπιστολὴν ὑμῖν ταύτην ἐπέσταλκα, ἀλλ’ ἵνα βεβαίαν ἔχητε τὴν χάριν ἐπεξελθόντες τῇ δίκῃ Περίανδρον· τοῦ γὰρ ἀληθῶς ἔχειν τὴν πόλιν, ἀλλὰ μὴ προφάσει ψευδεῖ καταχρωμένην ἀποστερεῖν τοὺς δεδανεικότας ἀπόδειξις ἔσται μοι τὸ τούτου τῆς κλοπῆς ὑμᾶς καταψεύσασθαι. οὐ γὰρ ἔχει λόγον ὑγιᾶ, τοὺς αὐτοὺς τοτὲ μὲν ὡς πενομένους πάρεσιν αἰτεῖσθαι χρημάτων, τοτὲ δὲ ὡς πλουτοῦντας πολλὰ τῶν κοινῶν εἰς τοὺς ἁρπάζοντας προΐεσθαι, ἀλλ’ ἢ καὶ πρὸς τοὺς δανειστὰς πλουσίους ὑμᾶς εἶναι δέον, ἢ καὶ πρὸς τοὺς κλέπτοντας πένητας.
(2) ἐὰν δὲ τὰ μὲν τῆς πόλεως χαρίζησθε τοῖς νοσφιζομένοις ὡς περιουσιάζοντες, τὰ δὲ τῶν δεδανεικότων ἀποστερῆτε διὰ τοὺς δημαγωγοὺς ὡς ἀπορούμενοι, πρῶτον μέν, ὃ καὶ μεῖζόν ἐστιν, ἀδικήσετε μηδενὸς ὑμῖν ἀδικεῖν ἐπιτρέψοντος, ἔπειτα πολλῷ δικαιότερόν ἐστιν ἃ παρίησιν ὁ δεδανεικὼς ὑμῶν ἔχειν οὐ δυναμένων διὰ τοὺς ἀφαιρουμένους, κομίσασθαι τὸν δεδανεικότα, ἢ Φαλάριδος ἐπ’ ὀνόματι δωρεᾶς χρεωκοπηθέντος Περίανδρον ἀδεῶς κεκερδακέναι τὰ τοῦ παρεικότος. ὥσθ’ ὑμῖν πάρεστιν ἢ σὺν τῷ σῶσαι τὰ σφέτερα κυρίαν ἔχειν καὶ τὴν ἀπ’ ἐμοῦ χάριν, ἢ μετὰ τῆς τῶν ἰδίων χρημάτων ἀπωλείας πραχθῆναι καὶ τὰ παρειμένα.
πβ′. Τιμάνδρῳ. Τῆς ἐν Καμαρίνῃ πολιτείας κατ’ ἐμοῦ, μὴ πεπεισμένων Καμαριναίων μέγαν ὑπὲρ μικρᾶς αἰτίας ἐπάρασθαι πόλεμον, νῦν μὲν ἴσως παραμυθίαν ἔχεις τὸ κατ’ ἐμοῦ στρατιὰν ἀγείρειν· ὅταν δὲ τὸ κοῦφον ἐπιλίπῃ σε τῆς τεθείσης ἐλπίδος, τότε κατὰ τὴν ἀξίαν οὐχ ὧν δέδρακας ἀλλ’ ὧν πέπονθας ἀνιάσῃ. καίτοι τί σοι ὄφελος εἰς παραμυθίαν; εἰ μὲν γὰρ ἐμελλήσαμεν δεῖσαι ὥσπερ ἐκπέπληξαι σύ, τάχ’ ἄν τινος εἴχου λόγου διὰ τὸν ἐμὸν φόβον· νῦν δ’ εἰς τἄλλα μὲν οὐδ’ ὅσον ἡμᾶς ἐλύπησας, σὲ δὲ τῷ μηδ’ ἐναρμόσαι σεαυτὸν τῷ παρ’ ἡμῖν ἀπολέσθαι βασανιστηρίῳ. οὐδεμιᾶς γάρ σοι δεῖ τελευτῆς ἐπὶ τοιαύταις κολαζομένῳ συμφοραῖς ἀλλὰ καὶ τῆς κατὰ φύσιν ζωῆς, εἰ οἷόν τε, μακροτέρου βίου.
πγ′. Μελιταίοις. Συμπέπεισμαι πρεσβευσαμένοις ὑμῖν δανεῖσαι χρήματα, καίπερ πρὸς τὸ παρὸν οὐκ εὐπόρως ἔχων διὰ τὸ συνεχῶς εἰς πολέμους ἀνηλωκέναι. ἀλλὰ προφάσεως οὔ φασι δεῖν πρὸς φίλους. πάθοιτε δὲ μηδὲν ὅμοιον τοῖς πολλοῖς, οἳ δανειζόμενοι μὲν τοῖς εὐφημοτάτοις ὀνόμασιν ἀποχρῶνται, ἀπαιτούμενοι δὲ τοῖς χαλεπωτάτοις, ἔργον οὔτε δίκαιον οὔτε εὐχάριστον ποιοῦντες. δεῖ γὰρ λαβόντα μεμνῆσθαι τῶν δεδωκότων καὶ μέχρι τῆς ἀποδόσεως ὁμοίους ἡγεῖσθαι τοὺς δεδανεικότας, καὶ εἴτε χρηστὸς εἴη, ὡς χρηστῷ διαλύεσθαι, εἴτε καὶ φαῦλος, ὡς φαύλῳ. καὶ γὰρ ἐπιεικεῖ καὶ μὴ τοιούτῳ δίκαιον ἀποδοῦναι τὸ πεπιστευμένον.
(2) ἐγὼ μὲν οὖν, ὦ Μελιταῖοι, καὶ ὅταν δανείζω καὶ ὅταν ἀπαιτῶ, εἷς εἰμὶ καὶ ἐμαυτῷ παραπλήσιος, οἱ δανειζόμενοι δὲ πρὸς τοὺς καιροὺς τὸν τρόπον ὥσπερ φασὶ τοὺς χαμαιλέοντας τὰ χρώματα πρὸς τοὺς τόπους ἀλλάττουσι καὶ λαμβάνοντες μὲν ὡς εὐεργέτην καὶ θεὸν ἐπαινοῦσιν, ἀπαιτούμενοι δὲ τύραννον καὶ οὐ καθαρὸν ἀποκαλοῦσιν. οἶδα δὲ καὶ τοῦτο, ὅτι πολλῷ κρεῖττόν ἐστιν ἰδιώτῃ δανείσαντα χρεωκοπεῖσθαι ἢ πόλει· ὑπὸ ἰδιώτου μὲν γάρ τις ἀποστερόμενος ἐχθρὸν ἕνα προσκέκτηται, καὶ τοῦτον ἀσθενῆ· ὑπὸ δὲ πόλεως ζημιοῦται μὲν οὐδὲν ἧττον, ἐχθροὺς δὲ πολλοὺς ἔχει καὶ οὐχ ἕνα. οὐ μὴν καταγνοίην ἂν ὑμῶν τοιόνδε τι, ἀλλ’ ἀνυπόπτως δίδωμι τὰ χρήματα· τά τε γὰρ ἄλλα μνήμονας ὑμᾶς ἐπίσταμαι καὶ περὶ τὰ συμβόλαια δικαιοτάτους καὶ πρὸς τοῖς ἄλλοις οὐδὲ τοῦτο ἀγνοοῦντας, ὅτι κατηγορία μᾶλλόν ἐστι πολλῶν ἀδικεῖν ἕνα ἢ ἑνὸς ὑπὸ πολλῶν ἀδικεῖσθαι. οὐ γὰρ εἰκὸς ἕνα πολλῶν, πολλοὺς δ’ ἑνὸς καταφρονεῖν εὐλογώτερον.
πδ′. Μεσσηνίοις. Οὐκ ἠγνόουν, ὅτι πέμψαντός μου τοῖς παρ’ ὑμῖν θεοῖς ἀναθήματα, τρίποδάς τε Δελφικοὺς καὶ στεφάνους χρυσοῦς καὶ ἄλλα πολλὰ καὶ πολυτελῆ χαριστήρια τῆς σωτηρίας, δυοῖν θάτερον ποιήσετε, ἢ τοῖς θεοῖς εὐσεβοῦντες ἀναθήσετε, ἢ τούτους ἀποστερήσαντες αὐτοὶ διανεμεῖσθε, ὅπερ δὴ καὶ δεδράκατε. προσποιησάμενοι γὰρ ἐμοὶ λοιδορεῖσθαι, ὡς τῶν ἀναθημάτων διὰ τὸν κτησάμενον οὐ καθαρῶν ὄντων, τοὺς θεοὺς ἱεροσυλήκατε. τί γὰρ διαφέρει τὰ καθωσιωμένα περισπάσαντας ἀπενεγκεῖν ἢ τὰ κατωνομασμένα τοῖς θεοῖς; ἐκείνων γὰρ ἀμφότερα ἦν καὶ οὐ τῶν πεπομφότων.
(2) ἡ μὲν οὖν παρ’ ἐμοῦ χάρις εἰς τοὺς θεοὺς καὶ ἡ παρ’ ὑμῶν ἀσέβεια παντελής ἐστι· καὶ γὰρ ἐμὲ τὸν δεδωκότα καὶ τοὺς ἁρπάσαντας ὑμᾶς ἴσασιν. ἀρκεῖ δέ μοι τοὺς τὰ τῶν θεῶν λαβόντας ἐναγεῖς ὑμᾶς ὁρᾶν γεγονότας τῇ τῶν ἱεροσυληθέντων ὀργῇ· σὺν γὰρ τοῖς ἄλλοις, δι’ ὧν αὐτὰ κέρδος ἡγήσασθε, προσωμολογήκατε μηδὲν εἶναι μυσαρὸν τῶν ἀπεσταλμένων εἰ μὴ τὰ αὐτὰ κειμήλια διττὰς ἔχει τύχας, ἂν μὲν ὑμεῖς αὐτὰ διανέμησθε, τὰς ἀμείνους, ἂν δὲ τοῖς θεοῖς κομισθῇ, τὰς χείρους.
(3) πρὸς δὲ τούτοις ἑαυτοὺς ἐλέγχετε περιφανῶς ἠσεβηκότας· οἱ μὲν γὰρ ἄρχοντες τοῦ ψηφίσασθαι πολέμια εἶναι τὰ χρήματα τὴν αἰτίαν ἐπὶ τὸν δῆμον ἀναφέρουσιν, ὑμεῖς δὲ ὁ δῆμος ἐπὶ τοὺς ἄρχοντας, καὶ τὸ πάντων δεινότατον τοὺς μὲν θεοὺς ὡς κακοὺς ἀνθρώπους προδότας ἂν γενέσθαι λέγετε, εἰ δῶρα παρὰ τυράννου λάβοιεν, τοὺς δὲ πολιτευομένους παρ’ ὑμῖν, οἳ τρὶς οὐχ ἅπαξ Μεσσήνην ὡς Ἀκράγαντά μοι ὑπὸ χεῖρα πεποιήκεσαν ἄν, εἰ χρήματα αὐτοῖς αἰτοῦσι προείμην, οὐ κολάζετε. τὸ δ’ αἴτιον, ὅτι κοινωνεῖτε τῆς αὐτῆς προαιρέσεως καὶ οὐ δύνασθε τοῖς αἰτίοις ἐλευθέρως ἐπεξελθεῖν· πάντες γὰρ ἔνοχοι δωροδοκίας εὑρεθήσεσθε. οὐ μὴν ἀλλ’ ἐγὼ μέν, ἵνα μὴ δοκῶ περὶ τῶν ἀναθημάτων λέγειν μήτε παρ’ ἐμοὶ μεμενηκότων μήτε τοῖς θεοῖς ἀνατεθειμένων, οὐδεμίαν ποιήσομαι φροντίδα, μετελεύσονται δὲ ὑμᾶς ἀξίως τῶν τετολμημένων οἱ σεσυλημένοι καὶ περὶ ἐμοῦ καὶ περὶ ὧν εἰς αὐτοὺς ἠσεβήκατε. ἔρρωσθε· τὸ δὲ ἔρρωσθε διπλῆν παρέμφασιν ἔχον, ἀγαθοῦ καὶ κακοῦ, μὴ ἀγνοεῖτε ὅτι πρὸς τὸ χεῖρον γέγραπται.
πε′. Τιμώνακτι. Νενίκηκα τῷ πολέμῳ Λεοντίνους. ἵνα δὲ τῇ λύπῃ διαρκέσῃς καὶ μὴ πάντων ἀθρόως ἀκούσας ἀποκαρτερήσῃς, οὐκ ἔγραψά σοι περὶ τῶν ὅλων, ὅτι καὶ Ταυρομενείτας καὶ Ζαγκλαίους συμμαχήσαντας αὐτοῖς καὶ αὐτοὺς εἰς τέλος νενίκηκα, οὐδ’ ὅτι λαβὼν ὑπὲρ τῆς ἀφέσεως τῶν ἑαλωκότων τάλαντα ἑκατὸν ἀπελύτρωσα τοὺς αἰχμαλώτους. οὐ γὰρ ἐβουλόμην διὰ τὴν ὑπερβάλλουσαν τῶν εὐτυχημένων μοι προσαγγελίαν ἀπολουμένου σου τὸν οὐκ ὀρθῶς ὄντα δοκεῖν ἄνθρωπον ἀνῃρηκέναι.
πϛ′. Ἰέρωνι. Πολλὰ λέγειν ἔχων καὶ κατὰ σοῦ καὶ περὶ ἧς κατ’ ἐμοῦ πεφλυάρηκας ἐν Λεοντίνοις δημοκοπίας οὐδὲν ἐρῶ περισσότερον πλὴν ὅτι κώνωπος ἐλέφας Ἰνδὸς οὐκ ἀλεγίζει.
πζ′. Ἀρισταινέτῳ. Οὐ λυπεῖ με τὸ γῆρας· οὐ γὰρ ἡ τῆς τυραννίδος ἰσχὺς γεγήρακεν, ἀλλὰ Φάλαρις· λυπεῖς δέ με σὺ λίαν ὑπερφοβούμενός μου. τὸ γὰρ εἱμαρμένον ἥξει, κἂν Ἀρισταίνετος μᾶλλον ἢ δεῖ φοβηθῇ. πολλῷ δὲ κρεῖττόν ἐστι μὴ δεδοικότα παθεῖν τὸ μέλλον δεινὸν ἢ δεδοικότα, ἴνα σοι καὶ μετὰ παραδειγμάτων ποιητικῶν ἐπιστέλλω.
πη′. Ἱμεραίοις. Ἡμῖν μέν, ὦ Ἱμεραῖοι, τὴν γνώμην τὴν ἑαυτῶν καὶ σφόδρα δήλην ἐποιήσατε, ὅτι ὑμῖν οὐδὲν διαφέρει Φάλαριν ἐχθρὸν ἢ φίλον εἶναι. τὸ θεῖον δὲ καλῶς ἐποίησε, καὶ πείθομαι ὅτι ἔχω ἰσχυρὸν παρ’ αὐτοῦ σύμβολον τοῦ ὅτι καὶ τἄλλα χωρήσει μοι κατὰ νοῦν. ἐγὼ δὲ Κόνωνα μέν, ὥσπερ καὶ πρότερον ὑμῖν ἐπέστειλα, ἀποσφάξαι εὐθέως ἐκέλευσα, εἰδὼς πονηρὸν ὄντα καὶ οὔτε γονέας αὐτῷ οὔτε συγγενεῖς ἐν τῇ πόλει ὄντας. Δρωπίδαν δ’ ὑμῖν ἀπέπεμψα τιμήσας ὡς ἐνῆν· οὔτε γὰρ πονηρὸς ὑμῖν, οὔτε ἠδικηκὼς ἡμᾶς οὐδέν. περὶ δὲ Στησιχόρου βουλευσόμεθα.
πθ′. Νεολαΐδᾳ. Οὐδὲν ἄχαρι βούλομαί σε παθεῖν ὑπ’ ἐμοῦ· πλείω γὰρ εὑρίσκω σοι τὰ ἀγαθὰ πεπραγμένα τῶν χειρόνων. διὸ καὶ τοῦτό σου τῶν βελτιόνων ἕν γενέσθω, τὸ μὴ προσαναγκάσαι με τῷ χαλεπωτέρῳ τῆς ψυχῆς κατὰ σοῦ χρήσασθαι πάθει.
Ϟ′. Μνησικλεῖ. Τῆς μὲν εὐτυχίας ὡς μάλιστα συνήσθημεν ἀκούσαντες, εἰ καὶ σφόδρα σοι βουλομένῳ υἱὸν ποιήσασθαι θυγάτηρ ἐγένετο. καὶ νομίζομεν αὐτὴν τοσοῦτον ποθεινοτέραν γενέσθαι σοι, καθ’ ὅσον ἀνθ’ υἱοῦ γέγονε· πέφυκε γὰρ θυγάτηρ μᾶλλον ἀρρένων παίδων περὶ πλείστου ποιεῖσθαι γονέας. τὰς δὲ δωρεὰς τὰς παρ’ ἡμῶν τότε ἂν ἀσμένως δόξειας λαμβάνειν, ὅταν μὴ μόνον ἃ πέμπομεν προθύμως ἀποδέχῃ, ἀλλὰ καὶ ὧν δεῖ σοι ἀγνοούντων ἡμῶν ἐπιστέλλῃς. δεῖ δέ σοι καὶ πλειόνων ἤδη νυνὶ καὶ πολυτελεστέρων διὰ τὴν θυγατέρα.
Ϟα′. Ἀλκάνδρῳ. Μήτε σὺ μήτ’ ἄλλος ἀνθρώπων μηδεὶς ἐμὲ καταδείσειν λόγοις οἰέσθω, κἂν μηδὲν εἴπω, ἀλλὰ μηδ’ ἔργοις ἐλπιζέτω· πολέμων γὰρ ἔμπειρος ὢν καὶ οὔτ’ ἐπ’ ἀδίκοις οὔτε παρὰ δύναμιν θρασυνόμενος, καὶ τοὺς καιροὺς ῥοπὰς ἀγχιστρόφους καὶ ἑτεροκλινεῖς εἰδὼς ἔχοντας, ἔτι δὲ τὰς τύχας ἀβεβαίους εἰπεῖν μᾶλλον ἱκανώτερος πεφυκὼς ἢ ἀκοῦσαι, θαρρῶ μὲν ἐπ’ ἐμαυτῷ ὅσον οὐδεὶς τῶν ὄντων, πιστεύω δὲ τῷ δαίμονι πρὸς μηδένα τῶν ἀδικησάντων ἔλαττον σχήσειν. ἔχω γὰρ παρ’ αὐτοῦ πίστιν ἰσχυρὰν τὸ πάντας ἐφ’ ἡμῖν ποιῆσαι τοὺς ἐπιβουλεύοντας.
ϟβ′. Στησιχόρω. Ἀκούω σε καὶ εἰς Ἀλούντιον παρεληλυθέναι καὶ εἰς Ἄλαισαν καὶ χρήματα ἀγείρειν καὶ στρατιώτας παραλαμβάνειν πέμποντα κατὰ τὰς πόλεις, καὶ ταῦτα συντάττειν ἐφ’ ἡμᾶς. οὐκ ἄρ’, ὦ Στησίχορε, παύσῃ τῆς ἀκρασίας τοῦ πολιτεύεσθαι τηλικοῦτος ὤν; οὐδὲ αἰσχύνῃ τὰς θεάς, ὧν ζηλωτὴς μὲν εἶναι καλλωπίζῃ, λυμαίνῃ δ’ αὐτὰς ἐν οἷς πολιτεύῃ πρὸς ἄνδρας ἀμείνους; οὐδ’ ἐλεεῖς τοὺς παῖδας οὐ πολὺ ἀποδέοντας ἄνδρας εἶναι ἤδη, ἀλλὰ προπετὴς εἶ ἀκμήν, μέλλων αὐτοῖς ἐχθρὸν ἐπιτειχίσειν οὕτω βαρύν, ὃς αὐτοὺς ἐκτρίψει πίτυος δίκην; καὶ τοὺς μὲν τῶν Ἀχαιῶν νόστους πυνθάνομαί σε συγγράφειν καί τισι τῶν ἡρώων ἐκείνων ἀβουλίαν ἐπιτιμᾶν ἱκανῶς· ὅπως δ’ αὐτὸς ἀπονοστήσεις ἀπαθὴς ἐξ Ἀλαίσης εἰς Ἱμέραν οὐδὲν φροντίζεις. ἀλλ’ εὖ ἴσθι, ὅτι μένουσί σε καὶ Καφηρίδες πέτραι καὶ Πλαγκταὶ καὶ Χάρυβδις [καὶ ὁ ναύπλιος στόλος], καὶ οὐκ ἂν ἐκφύγοις ὅλως τὰς ἐμὰς χεῖρας, οὐδ’ ἂν εἰ θεῶν σέ τις καθ’ ὑμᾶς τοὺς ποιητὰς ἀιστώσειεν.
ϟγ′. Ἱμεραίοις. Ἀπελύσαμεν Στησίχορον, ὦ Ἱμεραῖοι, παρέντες αὐτῷ τῶν πεπολιτευμένων πρὸς ἡμᾶς τὰς αἰτίας, οὐ δι’ ὑμᾶς ἀξιοῦντας, ὡς ὑμῶν γε ἕνεκα κἂν ἀπωλώλει πολλάκις οὐχ ἅπαξ, ἀλλὰ ταῖς θεαῖς αὐτὸν ἀφήκαμεν, αἷς ἐστὶ κατάσχετος, καὶ ὅσοι ἔχουσι τὴν Ἱμερίδα γῆν θεοί τε καὶ ἥρωες· οὐδὲν γὰρ ἔχω ἐκείνοις ἐγκαλεῖν, εἰ καὶ ὑμῖν πάνυ πολλά. καὶ αὐτοὶ δὲ ὑμεῖς ἴστε, οἷα ἐπεχείρησε ποιῆσαι κακά. ἀλλ’ ᾐδέσθην ἱερὸν ἄνδρα καὶ κατὰ σοφίαν εὐκλεᾶ καὶ ταῖς Μούσαις ὡς ἀληθῶς καταπεπιστευμένον συγκατατάξαι τῷ πόρνῳ καὶ βδελυρῷ Κόνωνι καὶ βιάσασθαι ἀποθανεῖν, ὡς εἴθε γε καὶ τὴν μοῖραν ἐπέχειν τῶν τοιούτων ἐνῆν. καὶ ὑμῖν δὲ ἐπισκήπτω λιπαρῶς ὡς οἷόν τε, ὦ Ἱμεραῖοι, μὴ κατασύρειν αὐτόν εἰς ἐκμελῆ ἐσχάτων αὐτοῦ πολιτευμάτων.
(2) καὶ γὰρ οὐδὲ αὐτὸς ἑκὼν εἶναι παραδίδωσιν ἑαυτόν, ὡς πυνθάνομαι παρὰ τῶν εἰς Ἄλαισαν ἀφικνουμένων, ἀλλ’ ἥττων ὢν τῆς ὑμετέρας ἀγνωμοσύνης καὶ βίας. παύσασθε οὖν βιαζόμενοι αὐτὸν καὶ χρῆσθε τοῖς ἐπιτηδειοτέροις, Στησίχορον δὲ ἄνετον εἶναι καὶ σχολάζειν τῇ λύρᾳ τῇ ἑαυτοῦ ἄφετε καὶ μὴ ὁμοίους ἐμοὶ ἐχθροὺς αὐτῷ κατασκευάζετε, οὐχ ὁμοίως ἴσως αὐτῷ προσοισομένους. εἰ δὲ δεῖσθε πάντως τῶν πρὸς ἡμᾶς πολιτευομένων, προχειρίσασθε τοιούτους ἑτέρους ἐξ ὑμῶν τινάς, οὓς ἐγὼ λαβὼν, ὡς ἂν ἐμοὶ φίλον ᾖ καὶ ἐμῇ ψυχῇ κεχαρισμένον, μετ’ οὐδεμιᾶς δεισιδαιμονίας καταχρήσομαι.
ϟδ′. Στησιχόρῳ. Τυραννοῦμεν, ὦ Στησίχορε, καὶ οὐχ Ἱμεραίων, ἀλλὰ Ἀκραγαντίνων, ὥστε σοι πολλὴν εἰδέναι χάριν, ὅτι ἀφελόμενος ἡμᾶς ἐλάσσω ἀρχὴν τὴν μείζω ἔδωκας. εὖ μέντοι ἴσθι, ὅτι καὶ οἱ ἐν Ἀκράγαντι ἄρχοντες τοὺς ἐν Ἱμέρᾳ ἐχθροὺς ἀμύνεσθαι δυνησόμεθα.
ϟε′. Αὐτονόῃ. Ἔπεμψά σοι τὸ ἀργύριον οὐδ’ ὅσον ἐπαναβαλόμενος μετὰ τὸ λαβεῖν τὰ γράμματα, νομίζων οὐ χάριτος εἶναι τὸν καιρὸν μόνον, ἀλλὰ καὶ τάχους. τρία μὲν οὖν τάλαντα, ὡς ἠξίους, ἐπεδώκαμεν, ὅπως καταθεμένη τὴν ὑπὲρ τοῦ παιδὸς ζημίαν λύσῃς τὰς φυγὰς αὐτοῦ, καὶ μὴ ἐπὶ πλέον ἀλητεύῃ· πείρᾳ γὰρ οἴδαμεν τὴν τοῦ φεύγειν ἀτυχίαν ὅσον ἐστὶ κακόν. τρία δὲ παρ’ ἑαυτῶν ἀπεστείλαμεν, ἵνα τὰ δημιόπρατα τῆς οὐσίας ἀναλάβῃς. παραινῶ δὲ τοῦ λοιποῦ τῷ Κλεισθένει πολιτείας ἀπέχεσθαι καὶ μὴ τοιαύτας αἱρεῖσθαι πραγματείας ἐξ ὧν αἱ μὲν ὠφέλειαι πάσης γίνονται τῆς πόλεως, αἱ βλάβαι δὲ ἴδιαι τῶν προεστηκότων.
(2) καὶ εἰ τὰ οἰκεῖα μὴ οἷά τε σωφρονίζειν αὐτόν, τοῖς ἐμοῖς παραδείγμασιν ἀνεψιαδοῦ πρὸς μητρὸς ὄντος χρήσθω, ὅτι κἀγὼ διὰ πολιτείας ἄγνοιαν ἐκπεσὼν τῆς πατρίδος οὐδὲ τύραννος ὢν ἴσχυκα κατελθεῖν. οὐδὲν δὲ τερπνὸν οὕτως ἡγοῦμαι τῆς ἀρχῆς ὡς ἀνιαρὸν τὸ φεύγειν τὴν πατρίδα. ταῦτα δ’ ὑμῖν ἐπιστέλλω μὰ τοὺς θεοὺς οὐκ ἐφ’ οἷς δέδωκα ἀλγῶν, ἀλλ’ ἐφ’ οἷς πεπόνθατε ἀνιώμενος, οὐδ’ ὅπως μὴ πάλιν ποτὲ δῶ, ἀλλ’ ἵνα ὑμεῖς μὲν εἰς μηδὲν κακὸν ἀξιώσητε λαβεῖν, ἐγὼ δ’ εἰς εὐτυχίας αἰτούμενος ὑπὸ τῶν οἰκειοτάτων καὶ προθυμότερον καὶ πολυτελέστερον χαρίζωμαι.
ϟϛ′. Νικοφήμῳ. Οὓς ἐν Λεοντίνοις κατελέγου δημηγορῶν καταικισθέντας ἀπολέσθαι οἰκτίστως, ἐπιβουλεύσαντας ἀπωλέσαμεν. καὶ οὐδὲ τοῦτ’ αἰσθάνῃ, ὅτι τοὺς ὑπ’ ἐμοῦ τιμωρηθέντας παραφέρων οὐ μόνον αὐτὸς ἐπιβουλεύεις ἐμοὶ τοιαῦτα ἔχων παραδείγματα, ἀλλὰ καὶ Λεοντίνους πολεμεῖν ἀναγκάζων ὀκνηροτέρους ποιεῖς, ὅτι πρὸς τοιοῦτον ἐχθρὸν ἀδικοῦντες πολέμου ἄρξουσιν· ἀμήχανον γὰρ τὸν αὐτὸν καὶ μισεῖσθαι διὰ χαλεπότητα καὶ καταφρονεῖσθαι ἐπὶ μαλακίᾳ, εἴπερ ἀπέβη τὸ δόξαν. ἐπὶ τοιούτοις γὰρ ἄθλοις οὔτε φθονοῦμεν ὑμῖν οὔτε ἀποσυμβουλεύομεν φιλοτιμεῖσθαι.
ϟζ′. Λυσίνῳ. Οὐ παύσῃ τῆς ἀβουλίας, ἀμαθέστατε Λυσῖνε, οὐδὲ φείσῃ σεαυτοῦ τριάκοντα ἔτη γεγονώς, βαρυτέρους ἐχθροὺς ἢ δυνήσῃ μετὰ πολλῶν ἄλλων τοιούτων φέρειν ποιούμενος, ἀλλ’ ἔπη καὶ τραγῳδίας εἰς ἐμὲ γράφεις ὡς ἀνιασόμενον; τὰ δ’ ἀποτελέσματά σοι δεινότερα πάσης τραγῳδίας φυλάξῃ μὴ γενέσθαι.
ϟη′. Ἐπιχάρμῳ. Ἀρκεῖς μόνος δικαίους ἡμᾶς νομίζων, κἂν μηδεὶς ἄλλος λέγοντί σοι πείθηται· εἷς γὰρ ἀνὴρ ἐμοὶ τοιοῦτος ἁπάσης ἐστὶ Σικελίας μέτρον, τὸ δ’ ἀνεξέταστον πλῆθος ἐρημίας ὑπειλήφαμεν ἀναπλήρωμα, ὑφ’ οὗ καὶ τὸ ἀγνοεῖσθαι καὶ μὴ χρηστοτέρους δοκεῖν οὗ ἐσμὲν τάχα οὐκ ἀνωφελές. σὺ δὲ πολλοὺς μὲν ἔχεις ὁμοίους σεαυτῷ (τὴν γὰρ ἀρετὴν τῶν ἀνθρώπων, οὐ τὸν ἀριθμὸν σκοπούμεθα) μεθ’ ὧν ἔγνωκας ἡμᾶς καλοὺς κἀγαθούς· εἰ μέντοι καὶ μόνος ἦσθα, ἐπλουτοῦμεν ἀνθρώπων μαρτύρων καὶ πλειόνων οὐ προσεδεόμεθα ἐπαίνων.
ϟθ′. Κέβρωνι. Τί δήποτε θαυμάζοντές με τῶν τρόπων ὡς δειναῖς χρώμενον αἰκίαις πρὸς τοὺς ἐπιχειροῦντας ἐξ ὑμῶν κατ’ ἐμοῦ τῷ τοιούτῳ οὐκ ἐκπέπληχθε, ἀλλὰ τὰς μὲν τύχας ὀλοφύρεσθε τῶν τιμωρηθέντων, συμβούλους δ’ αὐτοὺς οὐ ποιεῖσθε μὴ ἀδικεῖν Φάλαριν; ἄμεινον μὲν οὖν κἀμοὶ ἦν μὴ καθίστασθαι εἰς τοιαύτης ἀμύνης ἀνάγκην, λυσιτελέστερον δὲ ὑμῖν τὸ μὴ χρῆσθαι τῇ προπετείᾳ κατὰ πάντα, ἔπειτά τε ἐμοὶ ὁ τρόπος εὐνοουμένῳ, τί ποτ’ ἂν ἐπράξατε, εἰ μὴ τοιοῦτος ἐγενόμην ἔγωγε περὶ τὰς τιμωρίας, ὁπότε μηδὲν ἐλπίζοντες πείσεσθαι μέτριον παραβάλλεσθε, ἔστιν οὖν ἐμὲ παῦσαι τῆς ὠμότητος, ἐὰν αὐτοὶ πρότερον παύσησθε ἀδικίας.
ρ′. Εὐκτήμονι. Οὐδὲν ἔψευσαι τῶν ἐπ’ ἐμοὶ διαβολῶν· καὶ γὰρ αὐτὸς πάνθ’ ὅσα κατηγορεῖς ἐν Συρακουσίοις ὁμολογῶ. ἀλλ’ εἰ τὸν αὐτὸν τρόπον ἐγώ τε τοῦ τιμωρεῖσθαι τοὺς εἰς ἐμαυτὸν ἁμαρτάνοντας ἐφειδόμην, καὶ ὑμεῖς τοῦ προπετῶς οὕτως κἀμοὶ καὶ ἑαυτοῖς ἐπιβουλεύειν, οὐδεὶς ἂν οὔτε ἐμοῦ κατηγόρησεν ὡς ἔκθεσμα δρῶντος, οὔθ’ ὑμᾶς ὡς ἀνίατα πάσχοντας ᾠκτίζετο.
ρα′. Κλεοβούλῳ. Οὐ πείθονταί σοι Καμαριναῖοι τὸν πρὸς ἐμὲ πόλεμον ἐξενεγκεῖν σφόδρα πολλὰ ἑκάστης ἐκκλησίας πείθοντι· καλῶς γὰρ ἴσασι πόλεμον ἔργοις οὐ λόγοις δημηγόρων κατορθούμενον. ὥστε, εἰ βούλει πολεμεῖν αὐτούς, τὰ ἀποτελέσματα δεῖξον τῇ γνώμῃ συνοίσοντα. ἂν μέντοι μηδ’ οὕτως ὑπακούσωσι, μεταβαλλόμενος τἀναντία παραίνει, καὶ τάχ’ ἂν τούτῳ περιγένοιο τῷ τρόπῳ ὧν βεβούλησαι. δυοῖν γὰρ θάτερον ἐν τῷ παρόντι, ἢ τὴν γνώμην ἀσύμφορον ἢ τὸν συμβουλεύοντα οὐδενὸς ἄξιον ἡγοῦνται. ἐγὼ μὲν γὰρ οἴομαι ἑκάτερα. εὖ μέντοι ἴσθι καὶ τόδε, ὡς οὐ λόγοις ἀπράκτοις ἀμυνούμεθά σε, οἷς εἰς ἡμᾶς ἄρχειν δοκεῖς ἀδικίας, ἀλλὰ ἔργοις, ὧν οἱ πειραθέντες οὐκ εἰσαῦθις ἐπεβούλευσαν. ταῦτ’ εἰδότες Καμαριναῖοι οὐ βούλονται πεῖραν λαβεῖν ὀργιζομένου Φαλάριδος· χαριζόμενος γὰρ αὐτοῖς ἡδίων ἔδοξα.
ρβ′. Κλεοδίκῳ. Πολλὰ καὶ δεινὰ βεβούλευσαι κατ’ ἐμοῦ, Κλεόδικε, παρὰ τὴν ὑπάρχουσαν δύναμιν. πόθεν γὰρ σοὶ τὸ ἐλπίσαι κακῶς ποιήσειν Φάλαριν, χαριουμένῳ τῇ τοῦ Θρᾳκὸς τοῦ βυρσοδέψου θυγατριδῇ, Αὐτάνδρου δὲ γυναικί, τοῦ τὸν δεσπότην ἑαυτοῦ κτείναντος, ἐξ ὧν οὕτω πλουτῆσαι, αὐτῷ συνέβη, καίπερ τοῖς τῆς φύσεως νόμοις ἐνυβρικότι; οὐ μὴν εἰς τοῦτό γε προαχθήσομαι τῆς ὀργῆς, ὥστε τὰ σοὶ πεπραγμένα λόγῳ διεξελθεῖν. ἐὰν γάρ σε ἄξιον ἀμύνης ἡγησώμεθα, οὐκ ἐν λόγοις βουλησόμεθα μόνον, ἀλλ’ ἐν ἔργοις δυνησόμεθα, ἅπερ εἰς ἡμᾶς ὠρέχθης ἐξαμαρτάνειν, εἰς κεφαλὴν σοί τε καὶ τῷ σῷ γένει τρέψαι.
ργ′. Τοῖς Στησιχόρου παισίν. Τοῦ πένθους τίνα ἄν τις ἄλλην ἱκανωτέραν ὑμῖν παράκλησιν εἰσενέγκοιτο, ὦ παῖδες, ἢ τὴν ἀρετὴν τοῦ γονέως, ἐφ’ ᾧ γε τὸ πένθος φέρεσθε; οὐ γὰρ δακρύεσθαι τὰ Στησιχόρου πρέπον, ἀλλ’ ὑμνεῖσθαι. καὶ καθόλου μὲν οὐκ ἂν ἐβουλόμην ὑμᾶς οὔτε θρήνους οὔτε αἰκισμοὺς προσέσθαι σωμάτων, οὐχ ὅτι οὐ κοινὰ ταῦτα πάθη καὶ κατηναγκασμένα παρέπεται πᾶσιν, ἀλλ’ ὅτι τὰ τοιαῦτα ἀνθρώποις ἐστὶν ἁρμοστὰ δυστήνοις, ὧν οὐχ ἡ τελευτὴ τὰς ὀλοφύρσεις προσηκούσας ἀλλ’ ὁ βίος ἔχει, οὐ Στησιχόρῳ, ζήσαντι μὲν ἔτη τοσαῦτα σὺν ταῖς ἁγιωτάταις θεαῖς [ἐν χοροῖς καὶ μέλεσι Μουσῶν,] ὀνομασθησομένῳ δὲ ἐπὶ τιμαῖς καὶ στεφάνοις.
(2) ὁμολογουμένως γὰρ οὔτε παρ’ ἡμῖν οὔτε παρὰ τοῖς ἄλλοις ἀνθρώποις μείζων **· ἡ γὰρ ἀθάνατος τοῦ θεοῦ μοῖρα ἡ πρὸς τὸ πᾶν ἰοῦσα αὕτη καὶ οὐχ ἑτέρα τις ἔμοιγε εἶναι δοκεῖ. ὥστε, ὦ παῖδες μεγάλου καὶ ὑπερφυοῦς πατρός, φρονεῖτε μὲν ἄξια τοῦ τεκνώσαντο; (οὐ γὰρ μικρὸς ὑμῖν ἀγὼν μὴ πολὺ καταδεεστέρους ἐκείνου ὑμᾶς γενέσθαι), πενθεῖτε δὲ μηδαμῶς εὐτυχῆ μοῖραν ἥρωος οὐχ ἑνὶ μακαρισθησομένην χρόνῳ, παντὶ δὲ αἰῶνι, μηδὲ τῶν τιμῶν, ἃς ψηφίζονται ὡς ἐπὶ θεῷ Ἱμεραῖοι, τὸ λαμπρότατον ὑφαιρεῖσθε, τὴν δόξαν. οὐ γὰρ ἐκεῖνός γε, ὃν ἡμεῖς ἴσμεν, ἠχθέσθη θανάτου προθεσμίᾳ συναιρούμενος, οὐδὲ τῶν ἡρώων τοὺς γενναιοτάτους, ἐπεὶ ὑπὲρ δόξης ἔθνησκον, ἐν τοῖς καλλίστοις ποιήμασιν ὑμνήσας, ἅπερ ὑμῖν κτήματα μὲν τοῦ παντός ἐστιν ἄξια, παραδείγματα δὲ βίου σωφρονέστατα, αὐτός, ὁπόθ’ ἧκεν ἡ μοῖρα πρὸς τὸ πέρας, ἀπτοήτως ἔθνησκεν.
(3) εὖ γὰρ ἴστε, ὦ παῖδες, οὐ γὰρ ὑφ’ ἡμῖν γενόμενος ἐχθροῖς οὖσιν ἔδεισεν, οὐδὲ ὡς δεινόν τι πείσεσθαι μέλλων ἐπεκλάσθη. πολὺ δὲ γενναιότερος αἰχμάλωτος ἡμῖν ἦν ἢ ἀντίπαλος. ἡττήθη γοῦν τὰ πικρὰ τῆς τυραννίδος ὑπὸ σοφίας, οὐδ’ ὁτιοῦν ἔχοντός μου δρᾶσαι κατ’ αὐτοῦ δεινόν· ὃ γὰρ ἔδρων, ἐχαριζόμην. ἐγὼ δὲ μυρίοις πόνοις προθυμηθεὶς ἑλεῖν, ἀφ’ οὗ περιεγενόμην αὐτοῦ, οὐδὲν ἔσχον ἕτερον αἱρεθεὶς ὑπὸ τούτου μᾶλλον ἢ χάριν εἰδέναι, κἂν εὐεργεσίας παρ’ ἡμῶν ἐθελήσῃ λαμβάνειν. ἐφ’ ᾧ οὐδ’ ὀφείλεσθαι χάριν ἐμαυτῷ νομίζω, περιποιησάμενος εἰς δώδεκα μάλιστα αὐτὸν ἔτη (τοσαῦτα γάρ ἐστιν ἃ προσβεβίωκεν), ἐγὼ δὲ ὀφείλειν, ὅτι καὶ τὰ ἄλλα προσεπέρρωσεν ἡμᾶς καὶ θανάτου καταφρονῆσαι μόνος ἀνθρώπων ἔπεισεν.
ρδ′. Καταναίοις. Ὑμεῖς μὲν ἴσως ἐμαυτῷ πλεοναζούσας δοκεῖτε ποινὰς τετικέναι ὧν εἰς ἐμὲ καὶ τοὺς ἐμοὺς παρηνομήσατε, ἀντὶ μὲν ἀνδρῶν τριάκοντα ὧν ἀσεβῶς κατεπυρπολήσατε πεντακοσίους ὁπλίτας ἀπολωλεκότες, ἀντὶ δὲ ταλάντων ἑπτὰ ὧν διηρπάσατε πλείστας ἀπεστερημένοι προσόδους· ἐγὼ δὲ προοίμιον ὑμῖν ὧν μέλλετε πάσχειν ὑπ’ ἐμοῦ τὰ νῦν γεγονότα καταγγέλλω, ἵν’ ἃ δι’ ἐμαυτὸν συμμαχήσαντα τοῖς ἐχθροῖς ὑμῶν πεπόνθατε ὁμολογεῖν αἰσχύνησθε. οὐ μὴν ἀνήσω γε τὴν πρὸς ὑμᾶς δυσμένειαν, ἕως ἂν ἡ διοικούσα πρόνοια τὴν αὐτὴν ἁρμονίαν τοῦ κόσμου φυλάττῃ. ἐξοίσω δὲ τὸν πρὸς ὑμᾶς πόλεμον οὐχ ὑπὲρ ἐμαυτοῦ τοσοῦτον ὅσον ὑπὲρ θεῶν τῶν πάντα καὶ σώζειν καὶ φθείρειν δυναμένων, εἴ γε θείας ψυχῆς, ὥσπερ τὰ λοιπὰ τῆς φύσεως στοιχεῖα, καὶ τὸ κατὰ τὴν Αἴτνην πῦρ μεμοίραται, εἰς ὃ τοὺς ἱκέτας ἀθέως βαλόντες οὐ Φάλαριν ἐχθρόν, ἀλλὰ τὸν πάντων ἐπόπτην ἥλιον ἐπικέκτησθε.
ρε′. Νικαινέτῳ. Τὸ πολλάκις ἴσως ἡμᾶς ἐπεσταλκέναι τῷ σῷ πατρὶ παῦσαί σε τῆς ἀφροσύνης ἐπῆρκεν, ὡς οὐκ ἄν, εἰ μὴ ἐδεδοίκειμεν τὴν ἔχθραν, ἀποτρέπειν παρεκελευόμεθα. ἐγὼ δὲ περὶ μὲν τούτου τὸ μὴ οὕτως ἔχειν οὐδὲ γράφειν ἀξιῶ, πυνθανόμενος δ’ ἐπιεικῆ τὸν γέροντα εἶναι καὶ μηδὲ ἑτέρους αὐτῷ γεγονέναι παῖδας, ἐκεῖνον μὲν ἐλεῶν, σοῦ δὲ παρ’ ἡλικίαν θρασυνομένου φειδόμενος, ἕως τοῦ παρόντος ἀνέσχηκα. σὺ δ’ οὔτε πατέρα πρεσβύτην οἰκτείρεις ἐφ’ ἑνὶ κινδυνεύοντα παιδί, οὔτε σεαυτοῦ φροντίζεις, ἐπιμένεις δὲ τῇ προπετείᾳ, πρῶτον μὲν τάχα, παρ’ ὅσον οὐδὲν ὑφ’ ἡμῶν πέπονθας, εἶτ’ οἰόμενος ἐξεῖναί σοι, ὁπόταν βούλῃ, πεπαῦσθαι. τοῦτο δ’ οὐδὲ τοῖς πολὺ σοῦ δυνατωτέροις ἐνεγένετο. ἕως οὖν σοι παρὸν ἑκατέρων ἑλέσθαι τὸ λυσιτελέστερον, μὴ μιμοῦ Τίμανδρον, ἐχθρῷ δὲ μᾶλλον ὠφελίμῳ ἢ λίαν ἐπιζημίῳ συμβούλῳ χρῆσαι.
ρϛ′. Πολυδεύκει. Ἐρρωμενέστερον ἀδικοῦμαι τῷ παντὶ ἢ τιμωροῦμαι. Πολύδευκες, οὐχ ὥσπερ ἔφησθα καὶ πάσχειν με δεινὰ καὶ δρᾶν. ἐγὼ μὲν γὰρ καὶ δὶς καὶ τρὶς ἀδείας τοὺς αὐτοὺς τῶν ἐπιβουλευσάντων ἠξίωσα, τῶν δ’ ἀδικούντων οὐδείς ἐστιν, ὅστις ἐπὶ τοῖς πρώτοις ἁλοὺς κακοῖς ἔπειτα τὸ δεύτερον πονηρὸς ὀφθῆναι ᾐδέσθη.
ρζ′. Ἐγγυίνοις. Οὔτε προφάσεως ἐνδεῖν μοι δοκῶ, δι’ ἣν ἂν δικαίως ὑμᾶς ἀμυναίμην, οὔτε βουλομένῳ ἐπεξιέναι δυνάμεως. βουλήσομαι δέ, ἂν μὴ νῦν γέ ποτε αἰδεσθέντες ἡμᾶς ἀπολύσητε τοὺς ἄνδρας, οὓς οὐδενὶ δικαίῳ, διότι δὲ τῷ κακῶς ἀπολουμένῳ Πασίωνι παρατριβομένῳ πρὸς ἡμᾶς ἔδοξε, τρίτον ἤδη μῆνα τοῦτον ἐν τῷ δεσμωτηρίῳ κατέχετε.
ρη′. Ἱμεραίοις. Στησίχορον ἴστε καὶ Κόνωνα καὶ Δρωπίδαν περαιουμένους ἀπὸ Παχύνου εἰς Πελοπόννησον ἀντὶ Κορινθίων, πρὸς οὕς γ’ ἐπέμφθησαν ὑφ’ ὑμῶν, πρὸς ἐμὲ ἀχθέντας. καὶ Δρωπίδαν μὲν ἴσως ἀποδώσομεν ὑμῖν, Κόνωνα δ’ εὐθὺς ἀπεσφάξαμεν· Στησίχορος δὲ σῶός ἐστιν, ἕως ἂν τὸν τρόπον λογισώμεθα, ὃν χρὴ αὐτὸν τιμωρηθέντα ἀποθανεῖν.
ρθ′. Στησιχόρῳ. Πυνθάνομαί σε περιδεῆ σφόδρα εἶναι ἐννοοῦντα τὴν δύναμιν ἡμῶν καὶ συνειδότα ἅμα τοῖς πρὸς ἐμὲ σοὶ πεπολιτευμένοις. θαυμάζω δέ σε, εἰ νῦν ἤρξω περιδεὴς εἶναι, ἀλλ’ οὐ τότε εὐθέως, ὅτε ἐπολιτεύου πρός με ἀρχῆς παρανόμου [ὥσπερ σὺ προύλεγες] Ἱμεραίοις συλλαβέσθαι βουλόμενος, διελογίζου, ὅτι γένοιτ’ ἂν τάχα ἃ σὺ λέγεις Ἱμεραίοις. εἰ μὲν οὖν ὑπερεφρόνεις θανάτου, ὥσπερ καὶ ἐχρῆν σοφὸν ὄντα, τί νῦν, ὦ μάταιε, ἰλιγγιᾷς, ἐξόν, ἃ προσδοκῶν τότε οὐδὲν ἧττον θρασὺς ἦσθα, ταῦτα καὶ πελάζοντα γενναίως ὑπομένειν; εἰ δέ, ὥσπερ δῆλος εἶ, περιτρόμως ἔχεις πρὸς τὴν ἀφ’ ἡμῶν δίκην ἐσομένην, τί, ὦ προπετέστατε, ἐβόας τότε καὶ τοσοῦτον σεαυτῷ παρεσκεύαζες ἐχθρόν, ἐναγῆ καὶ αὐθάδη καλῶν καὶ τὰς ἐκ τῶν ἐπῶν σου ῥήσεις εἰσφέρων εἰς τὰς ἐκκλησίας; τί δὲ μουσικὸς καὶ μελοποιὸς ὢν καθιστᾷς σεαυτὸν εἰς ἐναντίον σχῆμα καὶ προαίρεσιν βίου τοῖς ἐπιτηδεύμασιν, ἐξὸν σχολὴν ἄγειν καθεζόμενον καὶ μὴ θερμοτέρων ἅπτεσθαι πραγμάτων ἢ ποιηταῖς πρέπει; ἐπεὶ δ’ ἀντὶ ποιητοῦ δημαγωγὸς ὠρέχθης γενέσθαι, μένει σε οἷα φημὶ οὐ ποιητὰς οὐδὲ μουσικοὺς ἄνδρας, ἀλλὰ δημαγωγοὺς ὑπὲρ δύναμιν θρασυνομένους κρατούντων ἐχθρῶν.
ρι′. Κλεισθένει. Οὐ τὸ τοῖς πολλοῖς εἰθισμένον, ὅταν ἐπὶ τοῦ λόγου βλαφθέντες ἐν τοῖς ἀποτελέσμασι τῶν ἔργων εὐδοκιμήσωσι, πρᾶξαι βουλόμενος ἐπιστεῖλαί σοι δεῖν ᾠήθην, ἵν’ ἐν ᾧ παρὰ γνώμην ἐσφάλης, οὐ πεισθεὶς ἐμοὶ τὰ βέλτιστα εἰπόντι, μέρος συμφορᾶς γενόμενος ἐπιτιμῴην (οὐδὲν γὰρ ἕτερόν μοι δοκοῦσιν οἱ τοῦθ’ αἱρούμενοι ποιεῖν ἢ πολὺν ἑαυτῶν ἔπαινον εὐβουλίας διατιθέμενοι κατηγορεῖν τῶν ἐπταικότων, ὅτι οὔτε προέγνωσαν τὸ συμφέρον, οὔτε τοῖς προειποῦσιν ἐπείσθησαν), ἀλλ’ ὥσπερ αἰσθανόμενος περὶ σοῦ τὰ μέλλοντα ἔσεσθαι, ἵνα μὴ πάθῃς, οἰκειότατος ἐγενόμην, οὕτω πεπονθότος ἃ μήποτ’ ὤφελες, αὐτὸς οἶμαι καὶ συναμαρτεῖν καὶ συνταλαιπωρεῖν.
(2) προύλεγον μὲν γάρ, ἵνα μὴ γένηται· γεγονότων δὲ διὰ τὴν τύχην συνατυχῶ καὶ τῇ τύχῃ οὐκ ὀνειδίζω, ἀλλ’ ἵνα μὴ μείνῃ τοιαῦτα, ὡς ἔνεστι πεφιλοτίμημαι. ταῦτα μὲν οὖν παρὰ τῆς σεαυτοῦ μητρὸς ἥκων ἄμεινον ἂν μάθοις· σὺ δὲ σχέτλιος, ὃς οὐδ’ ἐκπεσὼν τῆς πατρίδος παρ’ ἡμῖν ἐβουλήθης ὡς εὐνουστάτοις τὰς φυγὰς ἀναπαῦσαι. τοῦτο δὲ εἰ μὲν ἄλλου του χάριν εἵλου, δίκαιος οὐκ ἂν εἴης περὶ ἡμᾶς· εἰ δ’ ὡς ὀνειδισθησόμενος ᾐδέσθης τοὺς προειπόντας καὶ οὐ πείσαντας, μικροῦ δέω λέγειν ὅτι καὶ ἥδομαι οὕτω σου σωφρονοῦντος, αἰσχυνόμενος γὰρ ἐπὶ τοῖς προειρημένοις οὐκ ἂν ἐπὶ τοῖς αὐτοῖς ἁλίσκοιο ἁμαρτάνων.
ρια′. Νικίππῳ. Τοῦ μὲν εἰληφέναι σε τὰς παρ’ ἐμοῦ δωρεὰς πλείστη σοι χάρις, ἐγὼ δέ, ὅπερ ἔλεγες φοβεῖσθαι Συρακουσίους, μή τί σοι χαλεπὸν ἐξ αὐτῶν ἀνάσχῃ δεξαμένῳ τὰ παρ’ ἡμῶν χρήματα μηνύσεως αὐτοῖς ἀποδοθείσης, τοῦτ’ ἔμελλον ποιήσειν, μὴ λαβόντος σου κατηγορήσειν ὡς εἰληφότος, ἵν’ ᾖ σοι τὸ αὐτὸ δεξαμένῳ καὶ μή, μᾶλλον δὲ τὸ μὲν ἧττον, τὸ δὲ τῷ παντὶ χεῖρον. μὴ λαβὼν μὲν γὰρ ἐμοῦ κατηγοροῦντος τὸ δεδωκέναι πάντως ἂν αἰτίαν εἶχες εἰληφέναι· λαβὼν δὲ ταῖς ἀληθείαις ἐμοῦ τὸ μὴ δεδωκέναι λέγοντος, οὐκ ἴσως ἀλλ’ ὄντως ἀπήλλαξαι τῆς αἰτίας.
ριβ′. Ἱερωνύμῳ. Ἐπυνθάνου, τίσιν ἀντεξήτακα τὸ δύνασθαι Λεοντίνων μοι ἐπεξιόντων κατὰ τῆς χώρας, ἣν ἐμὴν οὖσαν ἀποτέμνονται, περιγενέσθαι. τὸ μὲν οὖν ὅτι δικαιοτέρων ἐχόμενος καὶ οὐκ ἄρχων πολέμου ἀλλ’ ἀμυνόμενος, οὐκ ἂν ἐπιστείλαιμι· τούτων γὰρ παρ’ ὑμῖν οὐκ ἔστι λόγος· ὃ δέ, κἂν μὴ προσποιῆσθε, ὑμᾶς εἰδέναι ἀνάγκη, τοῦτ’ ἂν εἴποιμι, ὅπλοις πολλοῖς καὶ ἀνδράσι δυνατοῖς καὶ χρήμασι καὶ ναυσὶ καὶ ἵπποις, ὧν ἁπάντων ἐνδεεῖς ὄντες αὐτοὶ μαχοῦνται πολεμίῳ καὶ περὶ ταῦτα καὶ περὶ τὰς τύχας πεπλουτηκότι.
ριγ′. Λαμάχῳ. Τοὺς ἑπτὰ καὶ τριάκοντα τούσδε, ὅταν τοῦ πλήθους λάβῃ τῶν Καμαριναίων, χαλκευθῆναι κατὰ φύσεως ἀπανθρωπίαν ἀποφαίνεις. βούλομαι μὲν ἐν τούτῳ μεῖναι τῷ ἀριθμῷ καὶ νὴ τὸν Δία τὸν μέγιστον εὔχομαι, οὐχ ὁρῶ δὲ ἐώμενον τοῦτο ὑπό τινων μέχρι τούτων ὡρίσθαι. σὺ γοῦν αὐτὸς ἐννέα καὶ τριάκοντα βιάζῃ τούτους γενέσθαι, προσνέμων σεαυτὸν καὶ τὸν ἀναίσθητον Ἐπιθέρσην. καὶ οὐχ ὅμοιόν ἐστιν ἢ ἐμὲ διαβάλλεσθαι ὑφ’ ὑμῶν ἀπολλυμένων ἢ ὑμᾶς πονηροτάτους ὄντας ὑπ’ ἐμοῦ ἀμυνομένου ἀπόλλυσθαι.
ριδ′. Νικάρχῳ. Οὐκ ἀναγκάζεις Καμαριναίους ἐμοὶ πολεμεῖν, ἀλλ’ ὑπ’ ἐμοῦ πολεμεῖσθαι, οἳ δὲ σωφρόνων ἀνδρῶν ποιοῦντες πρᾶγμα καὶ τοῦτο σαφῶς εἰδότες καὶ πρὸ τῶν λόγων τὰ ἔργα σκοπούμενοι καὶ πρὸ τῶν ἔργων ἔτι τάχιον τὰ ἀποτελέσματα, πολὺν ἤδη χρόνον παραπέμπουσί σου τὰς δημαγωγίας, σὺ δ’ οὐκ αἰσχύνῃ βαρύτερος ὢν ἐκείνοις ἀπὸ τοῦ βήματος [καὶ τῶν λόγων] ἢ ἐμοί, καθ’ οὗ πολιτεύῃ.
ριε′. Νικαίῳ. Οὐ δοκεῖ σοι πικρὸν βασανιστήριον ὁ ταῦρος οὐδὲ τῶν παρ’ ἡμῖν μηχανημάτων οὐδέν, ἐπεὶ τὸν εἰς ἐκεῖνα ἔλεον οὐκ ἂν μέλλων ἡμῖν μάχεσθαι προανήλισκες.
ρις′. Κλεομέδοντι. Σὺ μέν, ὡς πυνθάνομαι, κατηγορῶν ἐμοῦ τὰς περὶ τὸν Κλεόμβροτον τύχας οἰκτρὰς ὀδύρεσθαι ἐπιχειρεῖς, ἐγὼ δὲ σέ, Κλεόμεδον, πολὺ μὲν ἐκείνου τολμῶντα ἀδικώτερα, τῷ παντὶ δὲ ὄντα ἀσθενέστερον ἐμοὶ ὑποχείριον γενέσθαι.
ριζ′. Μελιταίοις. Οὐκ ἐκφαυλίζων, ὦ Μελιταῖοι, τὰς τιμὰς ὑμῶν ἀπέπεμψα τὸν πρεσβευτὴν κατασεσημασμένας φέροντα αὐτάς, οὐκ ἐᾷ δέ με ἐπαινεῖσθαι τὰ πεπραγμένα. ὑμεῖς μὲν οὖν ἴσως, οἷον αὐτοί με εἶναι δοκεῖν ἐθέλετε, τοιοῦτον οἴεσθε ὑπολαμβάνεσθαι καὶ παρ’ ἑτέροις· ἐγὼ δὲ οἶδα παρὰ μὲν τοῖς ἄλλοις ἅπασι κακὸς ὑπολαμβανόμενος, παρὰ δ’ ὑμῖν κἂν νομίζωμαι ἀγαθός, οὐδὲν ἐκτεῖναι δυνάμενος ἐντεῦθεν ἐπὶ τοὺς ἄλλους τὴν φήμην, πολὺ δὲ μᾶλλον εἰς τὰς ψευδοδοξίας τῶν ἀνθρώπων βλάψων ὑμᾶς, ὅτι τὸν κάκιστον οὐκ ἄν, εἰ μὴ τοιοῦτοι καθειστήκειτε, ἐπῃνεῖτε. ἐξ ὧν τοίνυν ὑμεῖς μὲν ἂν ἀδίκως πονηροί, ἐγὼ δ’ οὐδὲν ἐπιεικέστερος [ἐμαυτοῦ] ὑπελαμβανόμην, οὐκ ᾤμην δεῖν ἐμαυτὸν τιμᾶσθαι.
ριη′. Καμαριναίοις. Καὶ εἰς Γέλαν ἔπεμψα καὶ εἰς Λεοντίνους, καὶ πρὸς ὑμᾶς πέμψαι δεῖν ᾠήθην, ὅπως μοι συλλάβησθε εἰς τὰ παρὸντα, οὐχ ὅπλων οὐδὲ ἵππων δεομένῳ οὐδὲ ἀνδρῶν, ὧν κενὴν εἶναι λέγετε τὴν πόλιν, ἀλλ’ ἀργυρίου. καὶ Λεοντῖνοι μὲν ἡμῖν ἔπεμψαν πέντε τάλαντα εὐθέως, Γελῶοι δὲ ὑπέσχηνται δέκα δώσειν. ὑμᾶς δ’ οὔτε βραδυτέρους Λεοντίνων οὔτε μικροπρεπεστέρους ἔσεσθαι Γελώων ὑπολαμβάνω.
ιθ′. Ἀστυπαλαιεῦσιν. Οὔτε μᾶλλον ἀνιαθεὶς ἐν τῷ ζῆν ἐμαυτῷ σύνοιδα, μὰ τοὺς θεούς, ἄνδρες πολῖται, καίτοι πολλαῖς καὶ παραδόξοις χρησάμενος μεταβολαῖς, οὔτε πλέον ἡσθείς, ἄμοιρος γὰρ οὐδὲ τῶν τερπνῶν ἐγενόμην. ἠνιάθην μὲν οὖν ἐκείνην τὴν ἡμέραν, ἐν ᾗ τῆς πατρίδος ἐξέπιπτον ἀδίκως, ὅπερ ἀλγεινότατόν ἐστι καὶ τοῖς δικαίως τοῦτο πάσχουσιν, ἥσθην δέ, ὅτι δημοσίᾳ μου μνησθέντες ἐγράψατέ μοι περὶ ὧν ὁ καιρὸς ὑμᾶς ἤπειγεν. ὡς γὰρ παρ’ ἑνὸς τῶν μάλιστα εὐνοουμένων καὶ περὶ ὑμᾶς ἐσπουδακότων ᾐτήσασθε, οὐ τοσοῦτον, ὡς ἔοικε, τοῦ λαβεῖν τι τῶν ἐψηφισμένων, ὅσον τοῦ μαρτυρῆσαι μὲν ἐμοὶ δημοσίᾳ τὸ μὴ δικαίως ἐξεληλάσθαι, καταγνῶναι δὲ τῶν τοῦτο δρασάντων. οὔτε γὰρ αἰτῆσαι χάριτας παρὰ τοῦ μὴ στεργομένου τις ἂν οὔτε λαβεῖν παρὰ τοῦ μὴ στέργοντος ὑπομείνειεν.
(2) νῦν δὲ παρέδωκεν ὁ καιρὸς μέμψασθαι μὲν ὑμᾶς ὡς τοὺς πρώτους χρόνους μηδὲν αἰτησαμένους, εὐχαριστῆσαι δὲ τοῦ παρόντος, ἡνίκα αἰτεῖσθε ἅπερ ὑμεῖς μὲν οἱ λαβόντες δώσετε ταῖς ἀληθείαις (δέδεγμαι γὰρ ὑμῶν χάριν τὴν αἴτησιν), ἐγὼ δὲ ὁ μετὰ τοσαύτης ἡδονῆς διδοὺς λήψομαι μᾶλλον ἢ δώσω. τί γὰρ ἀνδρὶ φιλοπάτριδι κάλλιον καὶ μεγαλοπρεπέστερον ἢ δοκεῖν τοὺς ἑαυτοῦ πολίτας εὖ ποιεῖν; ὃ διὰ τῆς ἐπιστολῆς μοι τῆς ὑμετέρας πεπλήρωται. τοῦ μὲν οὖν βραδύτερον ἀφῖχθαι τὰς δωρεὰς ἢ παρ’ ὃν ἐβούλεσθε χρόνον μήτε ἐμὲ μήτε τοὺς πρέσβεις ὑμῶν αἰτιᾶσθε, τὸν δὲ χειμῶνα καὶ τὴν ὥραν τοῦ καθεστῶτος ἔτους. τὸ μὲν γὰρ ἐξ ἡμῶν προθυμίας οὐδ’ ἧστινος ἀπελείπετο, πλεῖν δὲ διὰ τὴν ὑπερβολὴν τοῦ χειμῶνος οὐδὲ μετὰ τῶν ἐσχάτων τολμημάτων ἦν.
(3) τοῦ μέντοι σεσῶσθαι τὰ πεμφθέντα, καίτοι πελαγίῳ παραβληθέντα κινδύνῳ, τῇ τύχῃ χάριν εἰδότες οὐκ ἂν ἁμαρτάνοιτε. οὐ μὴν ἀλλὰ καὶ ** τῶν κομιζομένων ἀποδώσουσι μὲν ὑμῖν ὡμολογημένως οἱ πρέσβεις, δηλώσει δὲ καθέκαστα καὶ ὁ συναπεσταλμένος αὐτοῖς ἀνὴρ ὁ καὶ τὴν ἐπιστολὴν φέρων, Εὔβουλος, παρ’ οὗ τά τε εἴδη καὶ τὸν ἀριθμὸν λαβόντες τὰ μὲν ἄλλα διανείμασθε καθ’ ὃν ἂν προῄρησθε τρόπον, τοῖς χρήμασι δὲ πρὸς ἐπισκευὴν καὶ κόσμον τῆς πόλεως χρησάμενοι καλῶς ἂν εἴητε πεφρονηκότες, οὐ διὰ τὴν ἐμὴν παραίνεσιν, διὰ δὲ τὴν ὑμετέραν αὐτῶν εὐβουλίαν· οὐδεὶς γὰρ ἀλλοτρίᾳ προαιρέσει ἀλλὰ τῇ οἰκείᾳ χρηστὸς πέφυκεν. εἰ δ’, ὅπερ οὐδὲ λέγειν ἐφ’ ὑμῶν ἄξιον, τοῖς εἰς ἕτερον εἶδος δεδωρημένοις εἰς ἄλλο τι καταχρήσεσθε τῶν οὐκ ἀναγκαίων, εὖ ἴστε, ὅτι ὑμεῖς μᾶλλον ἂν μεμφθείητε τοῦ μὴ δεόντως προσενηνέχθαι τοῖς δωρηθεῖσιν ἢ ὁ δοὺς εὐλογηθείη τοῦ δεδωκέναι.
(4) ὡς γὰρ ἄτοπον, τὸν ἐκπεπτωκότα τῆς πατρίδος οὐδέν με τῶν αὐτῆς ἀνακτήσασθαι ζητεῖν τὰ κατερριμμένα, οὕτω τοὺς ἐνοικοῦντας τὰ πίπτοντα μέρη περιιδεῖν καὶ μηδὲ ἐξ ὧν ἄλλος δίδωσι φιλοτιμεῖσθαι. ἐὰν μέντοι δικαιώσητε μὴ μόνοις ὑμῖν πεπέμφθαι τὰς δωρεάς, ἀλλὰ καὶ τοῖς μεθ’ ὑμᾶς καὶ μετ’ ἐκείνων τῇ πόλει καὶ τοῖς θεοῖς, τότ’ ἂν ὑμεῖς θαυμασθείητε πλέον τῆς εὐβουλίας ἢ τοῦ δεδωρῆσθαί τι τῶν ἰδίων ὁ δεδωρημένος. τίς γὰρ ἂν ἀγνοήσειεν, ὅτι τὸ μὲν χαρίσασθαι τῆς τοῦ διδόντος ἐπιμελείας ἔπαινός ἐστι, τὸ δὲ χρήσασθαι τοῖς δοθεῖσιν ὡς προσῆκε τῆς τοῦ λαβόντος εὐλογιστίας; βουλοίμην δ’ ἂν ὑμᾶς μαρτυρηθῆναι περὶ ἀρετῆς μᾶλλον ἢ περὶ πλούτου δαψιλείας ἐμαυτόν· τὸ μὲν γὰρ ψυχῆς ἀγαθῆς, τὸ δὲ τύχης περιουσιαζούσης ἐγκώμιον δόξει.
ρκ′. Ἀξιόχῳ. Σεμνύνεσθαι μέν, ὥσπερ καὶ ἐπ’ ἄλλῳ τινὶ τῶν καλῶν, ἐπ’ εὐγενείᾳ εἰκός ἐστιν, ἐγὼ δὲ μίαν εὐγένειαν ἀρετὴν οἶδα, τὰ δ’ ἄλλα πάντα τύχην. καὶ γένοιτ’ ἂν ὁ μὲν ἐκ φαύλων ἀγαθὸς καὶ βασιλέων ἀπάντων εὐγενέστερος, ὁ δ’ ἐξ ἀγαθῶν φαῦλος αὐτός τε ἑαυτοῦ καὶ τῶν ταπεινοτάτων δυσγενέστερος. ὥστε ψυχῆς ἔπαινον αὔχει πρὸς Συρακουσίους, μὴ προγὀνων τεθνηκυῖαν εἰς ἀδοξοτέρους διαδόχους εὐγένειαν.
ρκα′. Ἱμεραίοις. Ἐκέλευσα ὑμῖν Στησίχορόν μοι ἀποστεῖλαι καὶ Κόνωνα καὶ Ἑρμοκράτην διὰ τάχους, ὑμεῖς δὲ ἀντὶ Ἑρμοκράτους καὶ Κόνωνος καὶ Στησιχόρου Σαμέαν καὶ Νίκαρχον ἐπέμψατε. ἐγὼ δὲ εἰ μέν, οἷον ὑμεῖς με ὑπετοπάσατε εἶναι, τοιοῦτος ἤμην, οὐκ ἂν ἠγνόουν, ὅτι δι’ ἐκείνους ἐμὲ ἀποδοῦναι ὑμῖν τι τῶν ἀνηκέστων ἐχρῆν, καὶ ἧκεν ἂν καὶ Στησίχορος καὶ Κόνων πρός με καὶ Ἑρμοκράτης εὐθέως. καὶ γὰρ Κόνωνος μὲν ὑμῖν πεπορνευκότος ἀνθρώπου ἐστί τις πρόνοια, Σαμέα δὲ καὶ Νικάρχου, ἐπιφανεστάτων ἀνδρῶν καὶ κάλλιστα ἐξ ἁπάντων ὑμῶν βεβιωκότων, οὐκ ἔστιν. ἀλλ’ οὔτε ἐπιεικεῖς ἄνδρας καὶ μηδέν με ἠδικηκότας μηδὲ τὴν πατρίδα τὴν ἑαυτῶν ἀδικεῖν ἐβουλόμην, οὔτε νόμον κοινὸν Ἑλλήνων καταλύειν. καίτοι ὑμεῖς γε πολλοὺς νόμους Ἑλλήνων κοινοὺς κατελύσατε, οὐχ ἅπαξ ἀλλὰ καὶ πολλάκις, ἐν οἷς πρός με ἐπολιτεύεσθε· λόγῳ δ’ οὐδὲν δέομαι λέγειν αὐτός τε εἰδὼς καὶ πρὸς εἰδότας γράφων.
(2) ἀλλ’ οὐκ ἐμιμησάμην γε ὑμᾶς οὐδὲ μιμήσομαι ἐγὼ ὁ ἀνδροφόνος καὶ ἐναγὴς τοσούτοις ἄγεσιν, ἀλλ’ ἔπεμψα ὑμῖν τοὺς πρέσβεις, παρὸν δυοῖν θάτερον ἀμογητὶ ἔχειν, ἢ ἐκείνους ὑμᾶς ἀναγκάσαι ἀντὶ τούτων πέμψαι, ἢ εἰς τοὺς ἐν χερσὶν ὄντας ἀφεῖναι τὴν πρὸς ἐκείνους ὀργήν. καὶ μὴν εἰς τοῦτό γε ἤδη κατέστησε τὰ πράγματα ἡμᾶς καὶ αἱ ἀνάγκαι τοῦ μὴ δικαίως βιοῦν, ὥστε μηδὲν παρὰ τοῦτο χείρους ἡμᾶς νομισθῆναι ἀποκτείναντας τοὺς πρέσβεις ὑμῶν, μηδὲ ἀμείνους σώσαντας. πέφυρται γὰρ ἤδη τἀμὰ καὶ μεμίανται, καὶ οἶδα ὅτι μικρὰ ῥοπὴ ἔτι ἡμῖν εἰς εὔνοιάν τε καὶ μῖσος ἀνθρώπων δίκαιον ἢ μὴ δίκαιόν τι πράσσειν. καὶ εἰς τοῦτο οὐχ ἥκιστά με ὑμεῖς γ’, ὦ Ἱμεραῖοι, τὸ σχῆμα κατεστήσατε καὶ οἱ ἄνδρες ὑμῶν ἐκεῖνοι.
(3) καὶ τῶν μὲν ἄλλων, ὅσα ἔπαθον δι’ αὐτοὺς κακά, ἔστι καὶ συγγνῶναι τοῖς αἰτίοις καὶ καταχέαι λήθην τῶν γεγονότων· τοῦ δὲ μὴ ἐξεῖναι δίκαιόν τι πράσσειν τίνα ἄν τις αὐτάρκη δίκην εἰσπράξαιτο παρὰ τῶν αἰτίων; ἐπεὶ τίνας ἦν δικαιότερον ἀπολαῦσαι τῆς ἡμετέρας ἀδικίας ἢ δι’ οὓς ἀνάγκη ἀδικεῖν ἡμᾶς ἐστίν; ἀλλ’ ὅμως, ὦ Ἱμεραῖοι, ταῦτά γε ἅπαντα σκοπῶν καὶ ὀργιζόμενος καὶ τύραννος ὢν καὶ ἔχων, εἰ καὶ πάνυ οὓς οὐκ ἐβουλόμην, ἀλλ’ ὧν γ’ ἀναιρεθέντων ἐμέλλομεν ὑμᾶς οὐδὲν ἧττον ἀνιάσειν, ἐφεισάμην αὐτῶν καὶ ἀπέπεμψα ἑστιάσας. εἰ μὲν οὖν καὶ αὐτοὶ τὰ δίκαια ἐν μέρει ποιεῖν ἐθελήσετε, λογισάμενοι ὅτι οὐχ ἅπασαν ὀργὴν * *, ἐὰν εἰς δύο ἄνδρας ἢ τρεῖς ἅπαντα ἀποστρέψητε τὰ τῇ πόλει ἐπικρεμάμενα δεινά· εἰ δὲ Κόνων ὁ τέως ὑφ’ ἑκάστου ὑμῶν εἰς τὸ σῶμα παροινούμενος σώζεται, αὐτοῖς βάθροις ὑπομενεῖτε ἀνάστατον ἅπασαν γενέσθαι τὴν πόλιν. πειράσομαι γὰρ ὑμῖν μηδὲν ἐπιεικέστερος φανῆναι ἢ ὑμεῖς νομίζετε.
ρκβ′. Ἀθηναίοις. Ἀφίκετο ὡς ἡμᾶς Περίλαος ὁ πλάστης ὑμῶν, ὦ Ἀθηναῖοι, δημιουργήματα πάνυ τὴν κατασκευὴν ἀποχρῶντα κομίζων, ἐφ’ οἷς ἄσμενοί τε αὐτὸν ἐδεξάμεθα καὶ δώροις ἀξίοις διά τε τὴν τέχνην καὶ οὐχ ἥκιστα διὰ τὴν πατρίδα ἠμειψάμεθα. ὃ δ’ ἐντὸς οὐ πολλοῦ χρόνου χαλκευσάμενος ταῦρον μεγέθει πλείω τοῦ κατὰ φύσιν εἰς Ἀκράγαντα ἤνεγκεν. ἥσθημεν οὖν ζῷον ἐργατικὸν ἀνθρώπῳ σύντροφον εἰσδεξάμενοι, καὶ σφόδρα ἡμῖν τὸ θέαμα τυραννικὸν κατεφάνη· οὐ γάρ πω τὸ ἐν αὐτῷ λελοχημένον ἐπεδέδεικτο· ἐπεὶ δ’ ἀναπτύξας τὸ πλευρὸν ἐγύμνωσε μὲν ὠμότητος ἀνάπλεων φόνον, δὲ θανάτου δυσποτμώτερον μόρον, τότε δὴ τῆς τέχνης αὐτὸν ἐπαινέσαντες τῶν τρόπων ἐτιμωρούμεθα, καὶ τῆς ἰδίας ἐπινοίας τὴν ἀπόδειξιν αὐτὸν πρὸ τῶν ἄλλων, ἐπεὶ κακουργότερον οὐδένα τοῦ δημιουργήσαντος ἐξεύρομεν, δοῦναι ἠξιώσαμεν.
(2) ἐνεβιβάσαμεν οὖν αὐτὸν καὶ τὸ πῦρ ἥψαμεν ὡς αὐτὸς ὑπέθετο, πιμπράμενος δὲ τῆς ἐπιστήμης ἀληθεῖς οὔσας τὰς ἀποδείξεις ἔδωκεν· οὔτε γὰρ εἴδομεν τίς ὁ τιμωρούμενος, οὔτε ἠκούσαμεν γόων οὐδ’ ὀλοφυρμῶν· τὰς γὰρ ἔνδοθεν ἐμβοωμένας ὀλοφύρσεις ὁ χαλκὸς εἰς τοὺς ἀκουσομένους κολαστὰς ἐξεμυκᾶτο. ὑμᾶς δέ, ὦ Ἀθηναῖοι, πυνθανόμενος ἄχθεσθαι περὶ τῆς ἀναιρέσεως τοῦ δημιουργοῦ καὶ δι’ ὀργῆς ἔχειν ἡμᾶς ἐθαύμαζον καὶ τέως ἀπιστῶ. εἰ μὲν γάρ, ὅτι μὴ χαλεπωτέρῳ ὀλέθρῳ ᾐκισάμεθα αὐτόν, μέμφεσθε, ἀπολογοῦμαι πρὸς ὑμᾶς τὸ μὴ δυσποτμώτερον ἐπινοῆσαι μόρον· εἰ δ’ αὖ διὰ τὸ ὁπωσοῦν τετιμωρῆσθαι, κινδυνεύετε πανδημεὶ οἱ ἐπὶ χρηστότητι ὑπεραυχοῦντες πικροτάτην ὀφλῆσαι ὠμότητα. ἢ γὰρ ἑνὸς ἀνδρὸς τοὔργον ἢ ἁπάσης ὑμῶν τῆς πόλεως εἶναι ἀνάγκη· τοῦτο δὲ διαγινώσκεται μόνῃ τῇ ὑμετέρᾳ πρός με διαθέσει.
(3) εἰ μὲν γὰρ δικαίως ἁνὴρ ἀπώλετο καὶ προσήκει τοὺς τρόπους καὶ τὴν φύσιν οὐδεὶς Ἀθηναίων ἐκείνῳ, τοῦ χάριν ἡμᾶς μέμφοισθ’ ἄν; εἰ δὲ ἀδίκως, ὑμεῖς μὲν ἐντεῦθεν ὁμολογεῖτε οὐδὲν ἀμείνους εἶναι Περιλάου, ἐγὼ δὲ οὔπω δίδωμι τὴν τιμωρίαν πεπρᾶχθαι ἄδικον, πρὶν ἂν ἐμαυτῷ δόξω παρὰ τὴν δίκην εἰργάσθαι. καίτοι παρὰ τυράννου τὰ δίκαια οὐδὲ εἷς ἐπιζητεῖ, τὸ γὰρ σῶζον αὐτὸν τοῦτο ἔοικεν εἶναι· ἀλλὰ τοὐμὸν ἀσφαλὲς καὶ τὸ τῆς ἀρχῆς ἐχυρώτατον ὑπεξελεῖν τότ’ ἂν δόξαιμι, ὅταν κατ’ εὐθεῖαν μὴ τετιμωρῆσθαι δοκῶ. πέποιθα δὲ μήθ’ ὑμῶν τῷ μήτε τῶν ἄλλῶν Ἑλλήνων τὴν λώβην ἄδικον φανεῖσθαι, ἥν τις ἑτέροις ἐτεκτήνατο, αὐτὸν ἐμφορήσασθαι τὸν μηχανησάμενον, τεκμαιρόμενος ἔκ τε τῶν λοιπῶν ἁπάντων, οὐχ ἥκιστα μέντοι καὶ δι’ ἐμαυτόν, ὅτι μοι ταύτῃ μάλιστα προσήκειν τιμωρηθῆναι ἔδοξε. καίτοι γ’ ὑπὲρ ἐμοῦ τὸν ὄλεθρον εὗρε κατὰ τῶν ἐπιβουλευόντων ἀχθεινότατον· ἀλλὰ τοὐμὸν ἀσφαλές, ἐν οἷς τοῦ φύσει δικαίου κριτὴς ἀπεδείχθην, ἀφῆκα, ἁπλοῦν δὲ αὐτὸ ἐφ’ ἑαυτοῦ τὸ δίκαιον ἐλογισάμην.
(4) καὶ μὴν καὶ τὸ πικροτέρους ἐᾶν πολλοὺς ὑπάρχειν ᾔδειν ἐμοὶ συναγορεῦσον, καὶ τὸ ἡμερώτερος φανεὶς τῆς δόξης μᾶλλον ἐπιβουλευθήσεσθαι, καὶ ὅτι παύσω πάντα τινὰ προθυμούμενον εἰς ἐμὲ διὰ τῆς τούτου κολάσεως, καὶ ὡς βέλτιον ἴσως τῇ βίᾳ χρῆσθαι διὰ τὴν ἀνάγκην τῶν ἐπιχειρούντων. ἀλλ’ ὅμως ταῦτα εἰδὼς ἅπαντα καὶ τῆς ὕστερον εὐφημίας οὐδὲν δεόμενος δεινὸν ἡγησάμην ἄνθρωπον ἀνθρώποις τοιούτου μόρου ἄρξαντα εἶναι ἀτιμώρητον. διὰ τοῦτο αἷς τοὺς ἄλλους μηδὲν ἀδικήσαντας αὐτὸν ἠπείχθη τέχναις ἐγκαταπρῆσαι, ταύταις ἐνδίκως ὑφ’ ἡμῶν τῶν ἀξιωθέντων χάριτος τοιαύτης ἐνεφρουρήθη. τάχα τις ὑμῶν, ὦ Ἀθηναῖοι, ἀκούων τὸ παράλογον, ὡς, εἰ δέοι τούτοις αὐτὸν τοῖς ὀλέθροις οἷς ἐπενόησε καθ’ ἑτέρων περιπεσεῖν τὸν ἐξευρόντα, πολλαῖς πάνυ με Ἐριννύσιν ὀφείλεσθαι νομίζει, μᾶλλον δ’ οὐδ’ ἐξαρκέσειν ὅλαις τῇ αὑτοῦ μιᾷ ψυχῇ, καθ’ ἑαυτοῦ δὲ τοὺς μόρους ὑπογράφειν.
(5) ἀλλ’ εἰ χωρὶς δυσμενείας σκέπτεσθαι ἐθελήσετε, εὕροιτε ἂν οὔτε δρῶντας ἑκόντας ἡμᾶς, οὔτε εἰ πάσχομεν, δόξαν τῷ δαίμονι, δικαίων ἀπολαύοντας. καὶ γὰρ ἐξουσίαν ἔχοντες δρᾶν διὰ τὴν τυραννίδα τὰ πρὸς ὠμότητα, ὅμως ἴσμεν ἔκτοπα ὄντα, καὶ μηδὲν τῶν πεπραγμένων ἑαυτοῖς ἀναλαβεῖν δυνάμενοι τὸ μὲν ὅτι δεινὰ ταῦτ’ ἐστὶν ὁμολογοῦμεν. εἴθε μέντοι μηδὲ δρᾶσαι αὐτὰ πικρᾷ ἀνάγκῃ ἐβιάσθημεν, καὶ οὐδεὶς ἕτερος ἦν ἂν ὡς χρηστὸς ἐπαινούμενος ἡμῶν παρόντων. τίς γὰρ ὑμῶν, ὦ Ἀθηναῖοι, ἢ τῶν ἄλλων ἀνθρώπων τὸν ἐπιβουλεύσαντα ἑαυτῷ ἐχθρὸν οὐ διὰ πάσης ἀμύνης παρασχὸν ἐτιμωρήσατο; τοιοῦτον εὑρὼν Περίλαον ἐτιμωρησάμην. καὶ σύνοιδα μὲν ἐμαυτῷ ἔκθεσμα δρῶν, παραμυθίαν δ’ ἔχω τὸ μὴ μετὰ γνώμης ἐθελουσίου, ὃ τοῖς ὑπ’ ἐμοῦ τιμωρουμένοις οὐ πρόσεστιν.
(6) ἐγὼ μὲν οὖν, ὦ σοφώτατοι γηγενεῖς Ἀθηναῖοι, καὶ ἐν τούτῳ τὰ ὑμέτερα ἤθη ἐμιμησάμην, ἐκεῖνος δὲ ἃ δέον ἔχειν ἡμᾶς τοὺς τυράννους μετεδίωξε, καὶ δικαίως οὐχ οἷοι φύσει ἦμεν, ἀλλ’ οἵους ἡμᾶς αὐτὸς ἔπλαττεν, εἰς αὐτὸν ἐγενόμεθα. εὖ μέντοι καὶ νῦν ἴστε, ὅτι οὔτε ἐγὼ ἰδιωτεύων Περίλαος ἂν ἦν, οὔτε ἐκεῖνος μοναρχῶν Φάλαρις. ὑμῖν μέντοι οὐχ ὅτι ὄνειδος, ἐὰν χαλεπήνητε περὶ τῆς τούτου κολάσεως, ἀλλ’ ἐὰν καὶ μὴ κολάζητε τοὺς τοιούτους. κοινῇ μὲν γὰρ ἅπαντας ἀνθρώπους ἠδίκει, καθ’ ὃ τοιούτους ἐπενόει μόρους, ἰδίᾳ δ’ ὑμᾶς διαβάλλων εἰς ὠμότητα καὶ τὸ τῆς πόλεως ἔμφυτον ἦθος λυμαινόμενος. ἅπαντας μὲν οὖν οἶμαι τὸν τρόπον τῆς τιμωρίας ἐπαινεῖν, ἄξιοι γὰρ οἱ τοιοῦτοι πολῖται· εἰ δέ τίς ἐστιν, ᾧ ὁ μόρος οὐκ ἤρεσεν, ἴστω ὡς οὐδὲ Περιλάῳ ἀρεστὰ ἐπράξαμεν.
ρκγ′. Λυσικλεῖ. Οὐ θαυμάζω τὴν αἰτίαν, δι’ ἣν οὐδὲν ἔχεις ἐμφερὲς οὔτε τῷ πατρί σου οὔτε τῷ παιδί, ὦ Λυσίκλεις· οὔτε γὰρ εἶ Λυσικράτους υἱὸς οὔτε Νεοπτολέμου πατήρ. ταῦτα δέ φασι τὴν μητέρα σου καὶ τὴν γυναῖκα πρὸς πολλοὺς Σικελιωτῶν διαβεβαιοῦσθαι καὶ διὰ τοῦτο τῶν μεγάλων τυγχάνειν ἐπαίνων. ἕν γάρ τι καὶ τοῦτο τῶν θαυμαζομένων ἐστί, τὸ πρὸς πάντας μέν, μάλιστα δὲ πρὸς εἰδότας ἀψευστεῖν.
ρκδ′. Πολυδεύκει. Τοὺς ἐμοὶ περὶ τῶν κατὰ δίκην ἀναιρουμένων πολεμεῖν παρασκευαζομένους, Πολύδευκες, ἀκούσαντας καὶ σαφῶς εἰδότας περὶ ὅτου τοῦτο ποιήσουσι, τιμωροὺς ὁμολογεῖν δέον, σὺ μέντοι κατηγορῶν ἐν Συρακουσίοις ἐμοῦ, τὸ μὲν τιμωρὸς ὡς δεινὸς λέγεις, τὰς δ’ αἰτίας, ἃς μάλιστα ἔδει, ἐφ’ αἷς ταῦτα ἔπαθον ὡς ἀνήκεστοι, οὐδέποτε ἠξίωσας προσθεῖναι. ἐχρῆν γάρ, ὦ δημαγωγὲ Πολύδευκες, λέγειν μὲν τὸν θάνατον, ἐπιδείκνυσθαι δὲ τὴν πρόφασιν, ἵνα καὶ παρὰ τὴν αἰτίαν μᾶλλον ἐπαίρῃς τὰ πάθη καθ’ ὧν ἂν πολιτεύῃ. εἰ δὲ αἰσχύνεσθε γυμνῶσαι τὰς αἰτίας, ἐφ’ αἷς κατηγορεῖτε, τίνι δικαίῳ πολεμήσετε ἐπ’ αὐταῖς μὰ τοὺς θεοὺς οὐκ οἶδα.
ρκε′. Λακρίτῳ. Ὡς μὲν οὐκ ἐχρῆν εἰς κινδύνους καθίστασθαι περὶ τοιαύτης ἐλπίδος τοὺς οὕτω δεδιότας, οὐδ’ ἐβουλόμην ἂν θερμοτέρων ἀποτελεσμάτων λαβεῖν ἐπὶ σοὶ πεῖραν. ἐπεὶ δὲ τὸν ἡμέτερον φόβον ἡ σὴ νενίκηκε ῥώμη, ἀγαθῷ μὲν οἰωνῷ τοιούτῳ κέχρησαι, ὅτι καὶ τἄλλα σοι κατὰ νοῦν γενήσεται, τεθαρρήκαμεν δ’ οὐδέν τι μᾶλλον ἀπηλλαγμένου σου, ἀλλὰ καὶ ἐπετάθημεν ταῖς ἐλπίσι, καὶ μέχρις ἂν ἥκῃς ἡμῖν σῶος, πρὸς τὰς ἀπὸ σοῦ πεύσεις ἀνακρεμάμεθα. ἅπερ οὖν καὶ αποστέλλοντές σε παρῃνέσαμεν, ταῦτ’ ἂν ἀξιώσαιμεν ἀπηρκότα, πρὸ τοῦ χωρίου ζητεῖν ἡμῖν περιποιεῖσθαι Λάκριτον, ὃν ἀντὶ πολλῶν τόπων καὶ πόλεων καὶ τυραννίδων καὶ αὐτῆς γε νὴ τοὺς θεοὺς τῆς ψυχῆς ἑαυτοῖς εἶναι νενομίκαμεν.
ρκϛ′. Τῷ αὐτῷ. Καὶ τῶν σῶν ὑποσχέσεων μέμνησο, Λάκριτε, καὶ τῆς Φαλάριδος ἐρημίας φρόντιζε· ἐν ὅσῃ γὰρ ἀπορίᾳ λείπομαι φίλων οὐκ ἀγνοεῖς. ἐπιστέλλω δὲ περιφόβως οὕτως ἔχων, οὔτε τὴν τῶν πολεμίων ἰσχὺν πεφρικὼς ἔγωγε (πολὺ γὰρ ἡμῶν εἰσὶ καταδεέστεροι) οὔτε τὴν τῶν συμμάχων ἀσθένειαν (τῷ παντὶ γὰρ μᾶλλον τῶν ἀντιπάλων ἔρρωνται), ἀλλὰ τὴν σὴν περὶ τὰς μάχας προθυμίαν, μὴ μᾶλλον ἢ δεῖ σπουδῇ μεταποιήσῃ ἀγαθὸς φανῆναι τὰ πολέμια, ἀχθόμενος εἰ μὴ πᾶσι τοῖς ἔργοις ἑνὶ χρόνῳ πρασσομένοις παρέσῃ. μέμνησο δέ, ὅτι παρακαταθήκην σοι σεαυτὸν ἐδώκαμεν ἐξιόντι, ἣν ὑπέσχου σώαν ἡμῖν ἀποδώσειν. καὶ νῦν τοῦθ’ ἱκετεύομεν, οὐχ ἵνα τῆς σαυτοῦ φύσεως ἀνάξιόν τι φρονήσῃς (τοῦτο μὲν γὰρ ἀδύνατον), ἀλλ’ ἵνα εἰς πολλοὺς ἀγῶνας ἑτέρους ἔχῃς ἐπιδεῖξαι σαυτὸν μαχητὴν φιλόμοχθον. τανῦν δὲ κἂν αὐτὸς σαυτοῦ γένῃ μαλακώτερος, ἐν ἄλλοις ἡμῖν σεαυτὸν ἐκπεπληρωμένον ἀποδώσεις.
ρκζ′. Ἐπιστράτῳ. Μὴ βιάζου με δίκας παρὰ σοῦ λαβεῖν τρὶς ἤδη παρεικότα, μηδὲ ἐμβάλλου τῇ σαυτοῦ ψυχῇ ὡς οὐκ ἀλλότριος Φαλάριδος ἔλεος, ἐπεὶ καὶ πάνυ τοῦτον σέβεσθαι παραιτησάμενοι τῇ τοῦ τυράννου χρησόμεθα ὀργῇ
ρκη′. Ἀριστοφῶντι. Μὴ λογίζου τὸν ἀριθμὸν τῶν εἰς τὸν ταῦρον ἀνηλωμένων· πλείους γάρ εἰσιν, ἐὰν τὰς πράξεις αὐτῶν ἐξετάσῃς, ἢ τὰ ὀνόματα. ἀλλ’ ὅμως καὶ τοιοῦτοι ὂντες ὑφ’ ἡμῖν ἐγένοντο. σὲ δ’ οὐκ ἠξιοῦμεν οὕτω νεώτερον ὄντα πρεσβυτέρας ἐπαναιρεῖσθαι φροντίδας· δυστήνους γὰρ ἀποδείκνυμεν τοὺς ἡμῖν ἀντιπράξαντας. ἐπεὶ δ’ ὀρέγῃ μεταβολὴν ἰδεῖν τοῦ βίου, παύσασθαι μὲν ἔτι παραινῶ, μὰ τοὺς θεοὺς οὐχ ὡς δεδιὼς ὑπὸ σοῦ κακόν τι παθεῖν (οὐ γὰρ ἐκ γυναικείας χειρὸς τυραννοκτονηθήσεται Φάλαρις), ἀλλ’ ἵνα μὴ καὶ σὺ συνάριθμος τῶν εἰς τὸν ταῦρον ἐμβληθέντων γένῃ καὶ διαβολῆς ἀδίκου μέρος ἡμῖν εἰς ὠμότητα τιμωρηθεὶς ὑπ’ ἐμοῦ. ἐὰν δὲ μὴ πείθῃ, τάχα σὺ σφόδρα προδέχου περὶ ταύτης ἡμῖν τῆς παραινέσεως ἐκτίσειν δίκας.
ρκθ′. Τιμολάῳ. Τὸ μὲν μηδὲν ἁμαρτάνειν εἰκότως ἴσως καὶ δικαίως θεοῦ νομίζεται, τὸ δ’ ἁμαρτόντα τούτῳ αὐτῷ πρὸς τὸ μέλλον σεσωφρονίσθαι ἀνθρώπου, τὸ μέντοι μηδὲν πταίσαντα καὶ ἀτυχήσαντα πεφυλάχθαι οὐκ οἶδα ἄλλου τινὸς ὑποληφθῆναι δυνάμενον ἢ κακοῦ. αἰσχρὸν οὖν (ἔτι γὰρ ἔγγιον προσελευσόμεθα) ἑτέροις παράδειγμα τῆς ἀβουλίας γενόμενον αὐτὸν ἑαυτῷ μηδ’ ἐκ τῆς οἰκείας συμφορᾶς χρήσιμον γενέσθαι.
ρλ′. Φαιδίμω. Πεπείσμεθα τὸ τρίτον ἤδη μηδὲν ἀδικεῖσθαι ὑπὸ σοῦ, καίτοι χαλεπωτέραις αἰτίαις ἐφ’ ἑκάστῃ κατηγορίᾳ περιεσχημένου, ἀλλ’ οἷον ἐβουλόμεθά σε καὶ δίκαιον ἦν περὶ ἡμᾶς εἶναι, τοιοῦτον ᾠήθημεν γεγονέναι. τοὺς δὲ τῶν κατηγορούντων λόγους ψευδεῖς ἐνομίσαμεν, παρ’ ὅσον ἐδείσαμεν ἐλέγξαι περὶ σοῦ τὴν ἀλήθειαν. εὖ μέντοι ἴσθι, ὅτι καὶ τὸ μηδὲν ἀδικεῖν ἐν αἰτίᾳ πολλάκις ἐνεχθὲν ἀσφαλὲς αὐτοῦ τοῦ δαίμονος ἔδοξαν οἱ περὶ αὐτῶν δεδιότες κεκολάσθαι. φρόντιζε οὖν, ὅπως μήτε τὸν τρόπον ἡμῖν τὸν σεαυτοῦ ἐχθρὸν παρέξῃ μήτε τὴν τύχην. χαλεπὸν δέ σοι δοξάτω μὴ τοῦτο μόνον, εἰ πολλάκις ὑπ’ ἐμοῦ καὶ ἐφ’ ἑκάστῃ γ’ ἀδικίᾳ εὖ παθὼν οὐ τοῖς ὁμοίοις ἡμᾶς, ὥσπερ δίκαιον, ἀμείβῃ (ἐγὼ μὲν γὰρ οὐκ ἐάσω πονηρίας χρηστότητα ἐνέγκασθαι δευτερεῖα), ἀλλ’ εἰ μηδὲ σὺ σεαθτοῦ πρός με εὐεργετεῖν βεβουλημένον ἐπιεικέστερος ὀφθήσῃ.
ρλα′. Φιλοδήμῳ. Ἐν μεγάλῃ μοι δοκεῖς εὐηθείᾳ καθεστάναι, Φιλόδημε, εἰ τοσαύτας εὐχὰς οἴει καὶ σπονδὰς ἡμῖν ὑπὲρ σοῦ, ὡς οἴκαδε ἀπονοστήσῃς, γενέσθαι περὶ τῶν πέντε ταλάντων, ὅπως ταῦθ’ ἡμῖν σωθείη, ἃ μετὰ τοῦ μηδὲν ἐλπίζειν παρὰ σοῦ χρηστὸν ἐπεδώκαμεν, ἀλλ’ οὐκ αὐτοῦ σοῦ τῆς ἑταιρείας, τοῦτο δὲ μὰ τοὺς θεοὺς οὐδενὸς πλήθους ἐστὶν ἀντάξιον. εἰ δὲ πάντως θέλεις παρὰ σαυτοῦ δοκεῖν ἐκπεπροικίσθαι τὴν παῖδα, ἔστι μὲν οὐδὲν ἧττον καὶ ταῦτα ἐκ τῶν σῶν· εἰ δὲ οὐ δοκεῖς, προσθεὶς ἐκείνοις τοῖς πέντε ταλάντοις τὰ παρὰ σαυτοῦ τοσαῦτα τὴν προῖκα δέκα ταλάντων ἀνάγραψον, ἵν’ εἰ βούλει, τῆς προικὸς ὃ μέν τι τῆς Φαλάριδος εἴη χάριτος, ὃ δὲ τῆς Φιλοδήμου περιουσίας. μαρτυροῦσα δ’ ἡμῖν πρὸς σὲ πολλὰ καὶ μεγάλα Θεανὼ χαρᾶς ἡμᾶς ἀναπίμπλησιν· ἃ γὰρ ἔτι παῖς οὖσα ἔπασχε, μήτηρ γενομένη μαρτυρεῖ.
ρλβ′. Ἀγησιλάῳ. Ἡ Τελεσίππη χαλεπῶς ἔοικέ σου φέρειν τὴν ἐν Συρακούσαις μονήν, εἰς τοσοῦτον δὲ παρέχουσα φιλάνδρου καὶ σώφρονος ἔργον γυναικὸς ἐμαρτύρατο ἡμᾶς ὡς κατὰ σοῦ τὴν ἀρχὴν πικρὰν ἔχοντας, οὐκ ἀνέξεσθαι φάσκουσα ἐπὶ πλέον σε ἀπόντα, ἀλλ’ ἐπιβοησαμένη τὸν ἑαυτῆς πατέρα, γινώσκεις ἴσως, ὃ βούλεται πράττειν. ἀλλ’ εὖ ἴσθι, καὶ ποιήσειεν ἄν· οὐ γὰρ οἵα τέ ἐστι περιορᾶν ἑαυτῆς τὸν ἄνδρα νενοσφισμένον. κἀκείνη μὲν ἐμὲ ἠξίου δύνασθαι ἐπανήκειν σε ἀναγκάσας, ἐγὼ δ’ ἐκείνην· οὐ γὰρ οὕτως οἴομαί σε Φάλαριν αἰδεῖσθαι ὡς Τελεσίππην. ἐπάνηκε οὖν καὶ τοῖς ποθοῦσιν ἀποδίδου σαυτόν, εἴθ’ ἡμᾶς αἰσχύνῃ μᾶλλον, εἴτ’ ἐκείνην, ἀξίαν οὖσαν νὴ τοὺς θεοὺς ἀγαπᾶσθαι πλέον.
ρλγ′. Πολυμνήστορι. Πολλά σοι καὶ μεγάλα πρὸς ἡμᾶς ἐμαρτύρει Λάκριτος, καὶ περὶ τἄλλα μὲν ἅπαντα, μάλιστα δὲ περὶ τῆς συμμαχίας τῶν πελτοφόρων. τῇ γάρ σῇ σπουδῇ καὶ τῇ τῶν ἀγωνισαμένων ἀνδρῶν τὸ χωρίον ἁλῶναι ἀποφαίνει καὶ τοὺς ἰδίους ἐπαίνους, ὡς ἔοικε, σοὶ παραχωρεῖν ἀνακεῖσθαι. ἐγὼ δέ, εἰ μὲν ἐλάμβανες τὰς παρ’ ἐμοῦ δωρεὰς πάσας, ἐδεδοίκειν ἂν καὶ οὕτω μὰ τοὺς θεούς, μὴ ἡττῶμαι τῆς φιλοφροσύνης τῆς παρὰ σοῦ· νῦν δέ σου καὶ τὰς χάριτας οὐ καθ’ ὃ πέμπονται ἀποδεχομένου νικᾶσθαι ὁ τύραννος ὁμολογῶ ἰδιώτου ἑνός. εἰ μέντοι τὸ παρὸν μὴ δέξῃ τὰ τρίτα τῆς λείας διανεῖμαι τοῖς στρατιώταις, ἃ καὶ Λακρίτου διδόντος παραυτίκα οὐχ οἷός τε ἐγένου λαβεῖν, εὖ ἴσθι ὀκνηρο- τέρους ἡμᾶς γενέσθαι οὐκ εὖ ποιεῖν (τοῦτο μὲν γὰρ οὐκ ἦν ἡμῖν ἐπὶ σοῦ) ἀλλ’ εὖ πάσχειν ὑπὸ σοῦ πρὸς τὸ ἐπιὸν ἀναγκάσεις.
ρλδ′. Πολυμνήστορι. Ἔδεισας ἡμῶν τὰς ἀπειλὰς τοῦ μηδὲν αὖθις δεήσεσθαι. παρ’ ὅ τι καὶ τὴν λείαν διένειμας, ὡς ἠξιοῦμεν, ἀποδοὺς τοῖς πονήσασι τῶν κινδύνων τὰ ἔπαθλα· καὶ καλῶς. ηὔφρανάς τε γὰρ καὶ ἐπέρρωσας μηδὲν ὀκνεῖν αἰτεῖσθαι παρὰ σοῦ, καὶ τοὺς ἄνδρας, ὁπότε δέοι ἀγω- νίζεσθαι, προθυμοτέρους ἐποίησας. τίς γὰρ ἂν ἕλοιτο σήκωμα τῶν πόνων χωρίς; οὐδεὶς ὅστις ἂν ὑποσταίη τοὺς καμάτους. ἄλλοις μὲν οὖν καὶ ταῦτα ἐκομίσω, οὐ μὴν ἀλλὰ καὶ λαμβάνων, εἰς τὸ ἐπιτηδείους ἡμῖν κατασκευάσαι τοὺς στρατιώτας, ἐὰν εἰς τὰ μέλλοντα δεηθῶμεν, καὶ ταῦτα λαμβάνειν ἔοικας.
ρλε′. Τεύκρῳ. Τοὺς μὲν γάμους ἦχθαι τῆς Φιλοδήμου θυγατρὸς θᾶττον ἢ σὺ ἐπέστειλας ἔτυχες ἡμῖν ἠκούσαμεν· φθάνει γὰρ ἡ φήμη καὶ τοὺς πάνυ πολλῇ σπουδῇ περὶ τὰς μηνύσεις κεχρημένους, ἐπεὶ ταχεῖα τῶν γινομένων, κἂν διὰ μακρᾶς τὸ πραχθὲν κομίζῃ, ἄγγελος ἡ θεός. καὶ ἡμεῖς τάχα ἂν εἰκότως ἐμεμψάμεθα αὐτὴν τὸ τοιοίδε παραδεδόσθαι καὶ διὰ τἄλλα μὲν ἀδίκως εἰς τοσαύτην ὠμότητα διαβαλλόμενοι, οὐχ ἥκιστα δὲ καὶ διὰ ταύτην κατεγνωσμένοι. φέρει γὰρ ἡμᾶς κακοὺς πανταχόθεν περιβοῶσα τοῖς ἀκουσομένοις, καὶ διὰ ταύτην οὐδ’ ἰδόντες ἐμέ πω τῶν νῦν ὄντων τινὲς οὔτε πειραθέντες ὡς ἐπ’ ἀνθρώπων γεγονότα ὀλέθρῳ προβέβληνται.
(2) ταῦτα μὲν οὖν ἐμὰ ταλαιπωρήματα καὶ οὐδενὸς ἑτέρου· τὴν δ’ οἰκίαν, εἰς ἣν ἐτελέσθησαν αἱ πρῶται σύνοδοι Λέοντί τε καὶ Θεανοῖ, κρατεῖν αὐτοῖς, ὡς ἔχουσιν, ἐπίτρεπε, μηδὲ ἀνίστα τὸν Ὑμέναιον ἀπὸ τῆς ἑστίας, ἔνθα ᾔσθη. ἄξιον τὸ δώρημα τοῖς κομι- σομένοις ἀποδοχῆς νενομίκαμεν· φίλτατα γὰρ τὰ χωρία τοῖς νυμφαγωγηθεῖσιν, ἔνθα ἂν τὰ πρῶτα δεσμὰ ἀπόθωνται παρθενίας. φθόνου δὲ Συρακουσίοις μᾶλλον ἄξιος Φιλόδημος ἢ ἐλέου κριθήτω, καὶ μηδεὶς εὐτυχὴς οὕτως ἐν εὐδαιμονίας μοίρᾳ ὡς ἐκεῖνος ἐν κακοπραγίᾳ τύχης τοῖς φθονοῦσι νομισθήτω. Φάλαριν δὲ μισεί- τωσαν ἅπαντες (οὐ γὰρ παραιτοῦμαι μῖσος ἀζήμιον), εὐχέσθωσαν δὲ καλῶς κατὰ σφᾶς, κἂν μὴ προσποιῶνται, τοιούτων καὶ αὐτοὶ λαβέσθαι φίλων.
ρλϛ′. Τιμάνδρῳ. Τὰ πολιτεύματά σου τὰ ἐν Καμαρίνῃ, Τίμανδρε, καὶ ὁ πολὺς οἰκτισμὸς ἐπὶ τοῖς ὑφ’ ἡμῶν ἀπολουμένοις ἐπέρρωσε μὰ τὸν Δία οὐδὲ βουλομένους τοὺς περὶ Κλεόμβροτον ἐνεῖρξαι τῷ ταύρῳ. ἐδεδοίκειν γὰρ ἄδειαν αὐτοῖς ἐπιχορηγήσας παῦσαί σε κατ’ ἐμοῦ τὴν πόλιν ἀνιστάντα· ἡδέως γὰρ ἐμαυτὸν πολίτευμα παρέχω τῷ δήμῳ, ἕως οὐκ αἰσχύνονται Καμαριναῖοι τῶν σῶν ἀνεχόμενοι λόγων, οὗ τὰ πολιτεύματα οὐχ ὅπως ἐπὶ Φάλαριν ἀμήχανα ἀλλ’ οὐδ’ ἐπὶ οἰκέτην Φαλάριδος ἂν θείην. καὶ χαλεπὸν μέν, εἰ καὶ πάνυ συνέφερεν αὐτοῖς πολεμεῖν Ἀκραγαντίνοις, τὸ πεισθέντας ἅψασθαι τῶν ἔργων· νῦν δ’ ὁ πόλεμος αὐτοῖς τῷ παντὶ βαρύτερος τοῦ συμβούλου, μᾶλλον δ’ ὁ δημηγόρος οὐδὲ μικρὰ ῥοπὴ τῆς τούτου ταλαιπωρίας.
(2) ἐγείρειν μέντοι τὰ πλήθη λέγοντα τὰς αἰτίας ἥρμοζεν, ἵν’ ἡ πόλις πεισθεῖσα ὑπὸ σοῦ στρατεύεσθαι, πολεμικοῦ σφόδρα ἀνδρός, ἀναγράφηται ὑπὲρ οἷα πεπραχότων τιμωρὸς ἀνίσταται. ἀλλ’ οὐκ ἐθέλετε· καθ’ ἕνα γὰρ ὑμῶν ὀνομαζόντων πολλὰς αἰτίας, ἀπηρ- τημένας ἔξω δείκνυτε. ἀλλὰ μὴν εἴ τις ἀφεὶς τοὺς ἐν τέλει διὰ τὸ μὴ δοκεῖν ὅσιον αὐτόν σε σκέπτοιτο, τοῦ πάντων χαλεπωτέρου τυχεῖν ὀλέθρου νομίσειεν ἂν ἄξιον εἶναι, ὃς ἀποδόμενος τὴν οἰκίαν καὶ τὰ χωρία καὶ εἴ τί σοι πατρῷον ἦν ἀνδράποδον, στρατιὰν ἐπ’ ἐμὲ μισθοφορεῖς καὶ Καμαριναίους νεώτερα ἀναγκάζεις φρονεῖν. ταῦτα δὲ ποιῶν οὐδὲν ἀλλ’ ἢ σαυτὸν μὲν ἀπέ- γνωκας ἄξιον ἴσως ὄντα (πολλὰ γάρ σοι καὶ δεινὰ πέπρακται), βιάζῃ δὲ τὴν πόλιν τῆς σῆς ἀφροσύνης οὐκ ἐπαΐουσαν ἀπολαῦσαι.
ρλζ′. Ἐνναίοις. Ἐκ πολλῶν πάνυ χρημάτων ὧν ἐδανείσασθε παρ’ ἐμοῦ ὀκτὼ τάλαντα μόνον ἀποδοῦναι πείσαντες, καὶ ταῦτα ἐν οἷς μάλιστα καιροῖς χρημάτων ἐδεόμην ἐπικουφισθέντες, οὐδὲ περὶ ταῦτα εὐτακτήκατε, ἀλλὰ τέσσαρα μόλις ἀχθόμενοι καὶ στένοντες διελύσασθε. τέσσαρα δ’ ἀκμὴν κατέχετε. καὶ μὰ τοὺς θεοὺς οὐχ οὕτω περὶ τούτων ἄχθομαι ὡς περὶ τῆς ἐπὶ τοῖς ἀφε θεῖσι χάριτος· ἡ μὲν γὰρ χρεωκοπία ὑμῶν, ἐὰν ἐπιτρέπωμεν καὶ τοῦτο, τεσσάρων μόνον ταλάντων ἔχει τὴν ζημίαν, ἡ δ’ ἀχαριστία ὑπερδεκατάλαντον τὴν βλάβην. ὁμοίως γὰρ καὶ ταῦτα ἀποδώσειν ὑπισχνεῖσθε καὶ τὰς περὶ ἐκείνων εἰδέναι χάριτας ὡμολογεῖτε. ὥστε οὐδεμία περὶ τῆς ἐν ὑμῖν οὔσης ἀχαριστίας χρηστὴ ἐλπίς, εἰ τὴν ἐφ’ ὑμῖν οὖσαν κομιδὴν οὐχ οἷοί τε ἐγένεσθε ἐκτίνειν.
(2) οὐ μὴν ἀλλ’ εἰ καὶ ταύτης ἐστὲ τῆς γνώμης, ἐγὼ πυνθανόμενος ὑμᾶς παρὰ τῶν πρέ- σβεων ἐνδεῶς ἔχειν καὶ ἐκ τῶν ἰδίων οἴκων εἰσφέρειν, ἀφίημι καὶ τούτων τὴν πόλιν, μᾶλλον δέ, εἰ καὶ τὰ ἀποδοθέντα βούλεσθε λαμβάνειν, ἀποπέμπειν ἕτοιμός εἰμι, εἰ μέλλετε ἐπωφελεῖσθαι καὶ μὴ οἱ τὰ τοῦ δήμου κλέψαντες, ἐξ ὧν ὑμεῖς κοινῇ πένεσθε, καὶ ταῦτα οἴσονται. τὰς δ’ ἀναστάσεις τῶν εἰκόνων, ἃς εὐεργεσίας ἀμοιβὴν εἰς ἐμὲ πρεσβεύοντες ἐπαγγέλλεσθε, μὴ φιλοτιμεῖσθε. μετὰ γὰρ τὴν ἐμαυτοῦ καὶ τὴν εἰς ταῦτα ὑμῖν χαρίζομαι δαπάνην.
ρλη′. Λυσάνδρῳ. Ἐφθάκαμεν τὴν παρὰ σοῦ πεμπομένην συμμαχίαν· πρὶν γὰρ ἐλθεῖν τοὺς παρ’ Εὐκλείδου στρατιώτας, εἴδομεν τοὺς πολεμίους, ὥσθ’ ἡμᾶς εἰς μὲν τὴν μάχην ὑπὸ τῶν μισθοφόρων ὑστερησάντων μηδ’ ὁτιοῦν ὀνη- θῆναι, εἰς δὲ τὴν δόξαν καὶ τοὺς ἐπαίνους πλεῖστον. εἰς ὀλίγους γὰρ ἡμῶν τοὺς ἀγωνισαμένους, οὐκ εἰς ἅπαντας ἡ νίκη ἀνάκειται, κινδύνων δὲ μειζόνων μετασχόντες ἐπάθλων λαμπροτέρων ἐτύχομεν.
ρλ′. Ἀριμάχῳ. Οὐκ ἀχθόμεθα τῆς διαβολῆς οὐδὲ τῆς δόξης ἧς ἔχουσιν ἐπ’ ἐμοὶ οἱ νῦν ἄνθρωποι. ἰδὼν γὰρ ἐν ἴσῳ τὸ ἀδικεῖν, μᾶλλον δὲ πολλῷ δικαιότερον ἤδη τοῦ δικαίου νενομισμένου τὸ ἄδικον, τοσοῦτον ἀπέχω τοῦ ἐπικρύπτεσθαι, ὥστ’ ἐπ’ αὐτοῖς παρρησιάζεσθαι, ὅτι τοῖς μὲν ἄλλοις φύσει τοιούτοις, ἐμοὶ δ’ ἀνάγκῃ γενέσθαι συμβέβηκε. φημὶ γὰρ καὶ ἡμῖν τὰ παράνομα προσγεγενῆσθαι πάθη καὶ τοῖς ἄλλοις ἅπασι τὸ αὐτὸ ἔμφυτον εἶναι. διαφέρει δὲ ἑνὶ τούτῳ, ὅτι ἡμεῖς μὲν τύραννοι δοξασθέντες ἔχοντες ἐξουσίαν ὁμολογοῦμεν, ἐκεῖνοι δ’ ἰδιῶται ὄντες παρ’ ὅσον δεδίασι δίκην δοῦναι ἀρνοῦνται.
ρμ′. Πολυστράτῳ. Ἐγὼ τῶν μὲν εὖ πεπονθότων ὑπ’ ἐμοῦ οὐδένα ἂν εἴποιμι οὔτε πρὸς σὲ οὔτε πρὸς ἄλλον ἀνθρώπων οὐδένα· οὐ γὰρ δήπου, ἵνα σὺ δέξαιο τὰς παρ’ ἡμῶν δωρεάς, ἃς πεμπομένας παρορᾷς, τὸ καὶ ἑτέρους πολλοὺς ἐπιδείκνυσθαι λαβόντας πρέπον ἐστίν. προσ- έτι καὶ ἀνυπόπτως τοῖς λαβοῦσιν ὀνειδιοῦμεν· οὐ γὰρ οἰόμεθα ὀνείδους ἀπηλλάχθαι, οὔτε ἂν αὐτός τις ἕκαστος ἰδίας εὐεργεσίας διεξίη, οὔτε ἂν ἑτέρων λε γόντων ἀκούειν ἐθέλῃ. ὅσοι μέντοι παρὰ τὴν ἡμετέραν γνώμην βίᾳ καὶ ἀδικίᾳ πολλὰ τῶν ἐμῶν ἀπώ- λεσαν, ἔξεστί σοι λογίσασθαι. καίτοι πολλοὺς ἂν σφόδρα εὕροις περὶ πλείστου ποιησαμένους τὰ δίκαια κατασχεῖν, ἔπειτα ἀποτίσαντας οὐχ ἑκουσίως, ἀλλ’ ἀνάγκῃ καὶ φόβῳ πολέμου καὶ ὅπλων.
(2) τινὲς δὲ ὁσιώτατα, ἀλλὰ καὶ πάντων εὐσεβέστατα κατέσχον ἐφ’ ὅσον ῥώμης μετεποιοῦντο· οὐ γὰρ δήπου προστρό- παια χρήματα καὶ ἐναγῆ μετὰ κινδύνων τοσούτων κατασχεῖν ὑπέμειναν ἄν, ἃ καὶ ἀναγκαζομένους λαβεῖν ἐχρῆν ἀπώσασθαι. τίνα οὖν σὺ πρὸς Διὸς ὑποτυπούμενος οὐκ ἤθελες τὴν δωρεὰν λαμβάνειν, ἐπεὶ καὶ αἱ προφάσεις, ἃς σὺ προσποιούμενος ἔλεγες προβεβλῆσθαι, καὶ τούτῳ τῷ τρόπῳ καὶ μυρίοις ἑτέροις λύονται; μαρτυρεῖται γὰρ ὑπ’ αὐτῶν τῶν ἐχθρῶν τὰ χρήματα καθαρὰ εἶναι, εἰ μὴ τούτῳ διοίσει, ὅτι ἐκεῖνοι μὲν δι’ ἀδίκου ὀνόματος τῆς ἁρπαγῆς ἔχειν ἐβιάζοντο, καὶ τοῦτο προστιθέντες τῷ ἀσεβεῖν, σὺ δὲ μετὰ τοῦ δικαιοτάτου λήψῃ, φίλου πιστοῦ διδόντος ἑκουσίως.
ρμα′. Ἀγεμόρτῳ. ᾘσθόμην ποτέ, ὦ Ἀγέμορτε, ὅπως περὶ τῶν κατ’ ἐμαυτὸν ἐβουλευσάμην. πολλὰ μὲν γὰρ καὶ ἄλλα ἠνίασεν ἡμᾶς ἡ περίβλεπτος αὕτη μοναρχία, περὶ ἧς ὁ ἄβουλος ἐγὼ τοὺς πολλοὺς πόνους καὶ κινδύνους ὑπέστην ἑκών, μεγίστου δ’ ἐν αὐτῇ τούτου κακοῦ ἐπειράθην, εἰ μηδ’ εὖ παθεῖν τις ὑφ’ ἡμῶν ἐπιεικὴς ἀνὴρ βούλεται, ἀλλ’ ἀνάγκη πᾶσα, ἂν δεήσῃ χαρίσασθαί τινι τῶν δεομένων, τοῖς ἐξωλεστάτοις χαρίζεσθαι. οἱ γὰρ ἀγνώμονες ὑμεῖς οὐκ οἶδ’ ὅπως ἀπεστραμμένοι· τί γὰρ ἄλλο ἢ δέδιτε εὖ παθεῖν ὑπ’ ἐμοῦ; ἐπεὶ τίνος ἕνεκεν, τοσούτων ἐμοὶ καὶ συμφοιτητῶν γενομένων καὶ συνεφήβων καὶ φίλων, οὐδὲ εἷς ἀφῖκται τέως ὑμῶν, ἀλλ’ οὐδὲ ὑπέσχηταί τις ἀφίξεσθαι πρὸς ἐμὲ πλὴν Καλλισθένους; καί, εὖ οἶδα γάρ, οὐδ’ ἐκεῖνος ἀφίξεται.
(2) καὶ τοῖς μὲν ἄλλοις ἴσως εἰσί τινες ἀποφυγαὶ τοῦ μὴ δοκεῖν ἀναφανδὸν βδελύττεσθαί μου τὰς δωρεάς, ὅσους ἐλθεῖν γε κατ’ ἀρχὰς ὡς ἐμὲ τοὺς μὲν νόσοι, τοὺς δὲ πατέρες, πολλοὺς δὲ κωλύει τὰ πολιτικά· σὲ δ’ ἐγὼ εὖ εἰδὼς οὐδ’ ἐπεχείρησά πω καλέσαι μέλλων γε μὴ τυγχάνειν, οὐδὲ καλέσαιμ’ ἂν ἔτι τὰ μάλιστα νῦν τήν τε ἀρρωστίαν ἀκούων σου καὶ τοὺς παῖδας, οὓς μετὰ τὸν ἔκπλουν τὸν ἡμέτερον οἴκοθεν ἐπυθόμην ἐκ Πραΰ- λης σοι γεγενῆσθαι. καὶ συνήσθην γε νὴ Δία τοῦ πρὸς πλεῖστον ἀνακείσεσθαι κήδους ἕνεκα καὶ τῆς πολυπαιδίας. τίς οὖν ἀπολείπεταί σοι πρόφασις τοῦ μὴ οὐ δεδιέναι σε δοκεῖν, ὅστις, ὦ θεοί, πέμψαντος ἔναγχος ἐμοῦ σοι οὐ μὰ Δία φόρτον ἐπίφθονον, οἷον ἔμελλεν ὄψεσθαι παραπεμπόμενον μετ’ αὐλῶν καὶ παιάνων πᾶσα ἡ πόλις, ἀλλὰ χρυσίδιον, καὶ τοῦτο νύκτωρ ἀωρὶ παντάπασιν, ὥσπερ τι ἄγος ἢ μίασμα ἰδὼν ἀπότροπον, αὐτόθεν ἀπεστράφης; ἀλλ’ εἰκός· κακοῦ γὰρ ἀνδρὸς ἦν δῶρα καὶ πεφυρμένου φόνῳ ἀνθρώπων.
(3) ναὶ μεγάλως σχέτλιος εἶ τις καὶ ἀγνώμων τὸν τρόπον, ὦ Ἀγέμορτε, καὶ μέντοι πρὸς ἡμᾶς καὶ ἀνηλεής, ὃς οὐκ οἰκτείρεις με κακοδαίμονα ὄντα καὶ διακείμενον οὕτως, ὥσπερ διάκειμαι νῦν, ἀθλίως· ὅς, οὑπερ ἕνεκα ὠρέχθην μάλιστα μοναρχίας, ἵν’ ἔχοιμι λαμπρὸς εἶναι πρὸς τοὺς φίλους, ἐπειδὴ τάχιστα τούτου κατ’ εὐχὴν παρὰ τῶν θεῶν ἔτυχον, οὐκ ἔχω πρὸς οὓς ἐλλαμπρύνωμαι ταῖς χάρισιν, ἀλλ’, ὃ μόνον ἦν μοι πάντων παραμύθιον τῶν κακῶν, καὶ τούτου με ἀπεστερήκατε οἱ φίλοι, μηδ’ εὖ ποιεῖν μηδένα ὑμῶν ἐπιτρέποντες ἐκ τῶν περιόντων, ἀλλ’ εἰς ἀνάγ- κην καθεστήκαμεν, ὦ θεοί, μὴ προσιεμένων ὑμῶν τὰς δωρεάς, οἷς βούλομαι διδόναι, τισὶ τῶν κολάκων καὶ τῶν βωμολόχων τῆς τυραννίδος διδόναι, οἷς οὐ βούλομαι.
ρμβ′. Τεύκρῳ. Τὴν Φιλοδήμου γυναῖκα Κλεαινέτην (οἶσθα δήπου ἣν λέγω, ὦ Τεῦκρε) βουλόμενος ὑπὲρ θυγατρὸς γάμων ἰδεῖν τοῖς ἐν ποσὶν ἐκωλύθην, ἐφ’ ἃ καὶ σὲ παρεκάλουν ἥκειν ἄν, εἴπερ μὴ περὶ τοιαύτης κηδεμονίας ἐγνώκειν ἐν Συρακούσαις καταλιπεῖν. ἔνθεν καὶ περισσότερον αἴσθοιο ἄν, ὡς οὐκ εἰκῆ σοι περὶ αὐτῶν ἐπιστέλλομεν. μέτελθε ταύτην αὐτὸς καὶ πέντε τάλαντα ἀνάδεξαι προικὸς τῷ κηδεστῇ γαμουμένης τῆς παιδός, μὴ μᾶλλον ὡς δωρεᾶς διδομένης ἢ χρέος ὀφειλόμενον ὑπ’ ἐμοῦ διορθούμενος. ἐὰν μέντοι πυνθάνηται, πόθεν ἔχομεν Φιλοδήμου τοσαῦτα χρήματα, μὴ φάσκε· εἰδέναι, ἀλλ’ εἰς ἐμὲ τὸν λαβόντα καὶ Φιλόδημον τὸν δόντα τὸ γινώσκειν ἀνάφερε.
(2) καὶ διὰ σπουδῆς μὲν ἔχε Λέοντα κηδεστὴν ποιήσασθαι· ἀφίκετο γὰρ ὡς ἡμᾶς μετιὼν τὸν γάμον, κἀγὼ διὰ τάχους πάνθ’ ὑποσχόμενος ἀπέσταλκα αὐτὸν ὡς σέ. κἂν δὲ ἄλλον τινὰ ἀμείνω εὕρηται νυμφίον ἡ μήτηρ τῆς παιδός, ἐκείνῳ τὴν προῖκα ἀναδέχου καὶ μηκέτι προσφιλοτιμοῦ. οὐ γὰρ ἐφ’ ἑνὶ κηδεστῇ Φιλοδήμου μεμνῆσθαι ὡμολογή- σαμεν, οὐδὲ δωρούμενοι χρήματα χαριούμεθα τὸν γάμον, ἀλλὰ πρὸς θεῶν μὴ οὕτως ἀμελῶς χρῶ ἐγγύῃ ὡς ἄν τι διδούς, ἀλλ’ ὡς λαμβάνων πέντε τάλαντα, εἴ- περ ἀνδρί τινι ταύτην ζεῦξαι ἐφίεται. αἰσχρὸν γὰρ ἀτυχῆσαι διδόντας ἔνθα πρόκειται δοκεῖν τούτου μὴ δοῦναι χάριν ἃ προσεποιήθημεν χρήματα ἑκοντὶ ἀποτῖσαι.
(3) οὐ μὴν καταγνοίην γ’ ἂν ἐμοῦ τοιόνδε τι, ὡς ἔγωγε νὴ τὸν Ἥλιον δόξω ζημίαν μείναντα παρ’ ἐμοὶ τὰ χρήματα καὶ μέγα ὄφελος λαβούσης εἰς τὸν γάμον τῆς παιδός· οὐ γὰρ ὅμοια φρονεῖν δύναιντ’ ἂν μηδὲν εἰδότες περὶ ἐμοῦ. εἴθε δὲ μὴ δεινότερον ἁπανταχοῦ Φάλαριν τὸν τρόπον περιεβόων. πέμπε δὲ τοῖς γάμοις τῇ παιδὶ θυγατέρας τέτταρας ὁμήλικας καὶ γυναικείας ἀμπεχόνας, ἃς ὑφ’ ἡμῶν σταλείσας ἔχεις, καὶ χρυσοῦς ἐξήκοντα, καὶ ταχέως μὲν ἀχθῆναι παραίνει τοὺς γάμους ὡς καὶ νῦν βραδέως ἀχθησομένους, προθύμως δὲ πέμπε τὰς δωρεὰς ὡς ἐπὶ τοῖς Φαλάριδος ἰδίας καρπούμενος χάριτας. καὶ ταῦτα μὲν οὕτως ἔχοι, Τεῦκρε, τὰ δ’ ἄλλα ὡς καὶ πατρὸς δεομένῃ τῇ παιδὶ καὶ ἀνδρὸς χηρευούσῃ τῇ γυναικὶ ταμίας γενοῦ, καὶ προστὰς αὐτῶν τῆς χρείας μετὰ τῆς ἰδικοῦ θῦε τοὺς γάμους ὡς μάλιστα πολυτελέστατα, μή τις Συρακουσίων τῶν προσηκόντων τῇ παιδὶ ἐν τῇ καλλίστῃ ἡμέρᾳ ἄθλιον ἀντὶ μακαρίου εἴπῃ Φιλόδημον, ἀλλὰ νικήσωμεν αὐτοῦ τὴν τύχην.
ρμγ′. Κλεαινέτῃ. Ὁ Φιλοδήμου πλοῦς ἐπὶ τὴν ξένην, τοῦ σοῦ μὲν ἀνδρός, ἡμετέρου δὲ ἀμέμπτου φίλου, σοὶ μὲν εὐκλεῶς ἔοικε παραγίνεσθαι, τῇ θυγατρὶ δ’ ὑμῶν εἰκοστὸν ἤδη ἔτος οἰκουρούσῃ οὐκ εὐτυχῶς. ἡ μὲν γὰρ ἐπ’ ἀνδρὶ χηρεία χρόνους προσλαμβάνουσα πλείω ἀρετήν, ἡ δ’ ἐπὶ παιδὶ παρ’ ὥραν μηκυνομένη παρθενία διαβολὴν κτᾶται. πᾶσι γὰρ ἀνθρώποις αἴσχιστον δέδοκται καὶ νὴ Δία ἐστὶ παρὰ τοὺς τῆς φύσεως χρόνους θυγάτηρ οἰκουροῦσα. πάλαι γὰρ ἐχρῆν καὶ τὸν ἐκείνης βίον, ὥσπερ τὸν σόν, πρὸς ἄνδρα ἐπαινεῖσθαι.
(2) ἴσως μὲν οὖν ἀντὶ Φιλοδήμου παραμυθίαν ἡγῇ παῖδα ἔχειν, ἣν ἐκεῖνος καὶ σὺ ἐγείνασθε, σχέτλιον δὲ διὰ πόθον γαμέτου θυγατέρα ἀποστερεῖν γάμων, καὶ οὐχ ὅμοιον τοῦ μετ’ ὀλίγον ἥξοντος ἀφαιρεῖσθαι ἀνδρὸς καὶ οὗ μήπω πεῖράν τις ἔσχηκε καὶ συνήθειαν τοῖς τῆς φύσεως ἀναγκαζομένη νόμοις· ὅταν δὲ μηδὲ κεκμηκότων γονέων, μηδὲ δι’ ἔνδειαν χρημάτων, ὥσπερ νῦν, μεγάλης ἀτυχίας τεκμήριον τοῦτο. ὃ μηδαμῶς κατοιωνίζου, Κλεαινέτη· πεντατάλαντον γὰρ προῖκα κατέλιπεν αὐτῇ Φιλόδημος ἐκπλέων παρ’ ἡμῖν, καὶ οὐχὶ ταῦτα μόνον· ἔστι γὰρ αὐτῷ κοινὰ καὶ τὰ Φαλάριδος χρήματα. ὥστε οὐκ οἶδα, Κλεαινέτη, τί ἂν μέλλοις· οὐ γὰρ οἶμαι δεῖν μηδενὸς ὑστερίζουσαν εἰς τὸν γάμον τὴν Φιλοδήμου περιμένειν ἄφιξιν.
(3) ὅσα μὲν γὰρ εἰκὸς εἰς τὴν ἐκείνου παρουσίαν ἀναβαλέσθαι, μὴ φθάνωμεν· ὅσα δὲ αὐτὴ κατεπείγει ἡ φύσις ἀκόντων ἡμῶν, ἂν οἷόν τε, μὴ περιμένωμεν, ἐπεὶ τοὺς ἡμετέρους οὐκ ἀναδέχεται καιροὺς ἡ τῆς παιδὸς ὥρα. τάχα δὲ Φιλόδημος μὲν εἴργεται τοσούτοις ὅσοις πατέρα εἰκὸς εἴργεσθαι ἐξώρου θυγατρὸς οὔσης εἰς γάμον, σοὶ δὲ τοῦ κατέχειν οἴκαδε παρὰ τὸν νόμον τὴν παῖδα οὐδεμία πρόφασις· οὐ γὰρ οὕτως αὐτῇ πατρὸς εἰς τὸ παρὸν δεῖ ὡς ἀνδρός. σὺ δὲ κατὰ πολλὰς ἀνάγκας καὶ μεγίστην τῆς τύχης ἀπόντι τῷ πατρὶ προσνέμειν οἴει δεῖν καὶ παροῦσαν τὴν μητέρα. οὔκ, ἐάν γ’ ἐμοὶ πεισθεῖσα καὶ περὶ ἀνδρὸς εὐτυχῶς καὶ περὶ θυγατρὸς εὐπρεπῶς βουλεύσῃ.
(4) πολλὰ γὰρ καὶ ἕτερα καλῶς δίχα Φιλοδήμου δρῶσα πράγματα ἓν τοῦτ’ ἀντὶ πάντων κοινὸν ἐργάσῃ ἀγαθὸν καὶ γυναικὶ σωφρονούσῃ κόσμον οἶσον, κηδεύσασα κατὰ νόμους τὴν παῖδα. τὰ μὲν οὖν χρήματα Τεῦκρος οὑμός, ὁπόταν ἐθέλῃς, ἀπαριθμήσει· εἰ δέ του καὶ ἑτέρου δεῖ σοι πρὸς τὸν γάμον, ἐκεῖνος ὑπουργήσει. σὺ μόνον ἃ βούλει πρόσταττε. καὶ Φιλόδημον εὔχου μὲν ἐλθεῖν εἰς τὸν γάμον, ὑπερβάλλου δὲ μηδαμῶς εἰς ἐκεῖνον ἥξοντα τοὺς τῆς παιδὸς χρόνους· καὶ τοῦ σῶον ἐκεῖνον εἶναι καὶ παρέσεσθαι καὶ τἄλλα μὲν ἔστω σοι μαρτύρια, μηδὲν δ’ ἧττον ἡ πρὸς αὐτὸν φιλοφροσύνη.
ρμδ′. Νικοκλει. Ἐπεστείλαμεν Στησιχόρῳ, ὡς ἠξίους, περὶ τοῦ ἐλεγείου, καὶ τὸν τρόπον ὑπεθέμεθα ὡς χρὴ γράφειν, ὃ δ’ ἄσμενος ἡμῖν τῆς ἑαυτοῦ φύσεως ἐπιδώσειν ὑπέσχετο, παραμυθίαν ἴσως ἡγούμενος ἔσεσθαί σοι τοῦ πένθους τὴν σοφίαν. ἡ μὲν οὖν συμφορὰ δυσπαρηγόρητος καὶ βαρυτέρα ἢ ὥστε λόγοις ἐπικουφισθῆναι, ἐπεὶ διττοῖς ᾠκειωμένος ὀνόμασιν ἑνὶ χρόνῳ περὶ ἑκατέρου ἀνιᾷ. ἀδελφιδῆς τε γὰρ ὁμομητρίας καὶ γυναικὸς ἀγαθῆς ἀπενοσφίσθης, κάλλει μὲν ἐξοχωτάτης, σωφροσύνῃ δὲ οὐδὲ εἰς δευτερεῖον γυναικὶ μεθ’ ἑαυτὴν ἐώσης τόπον. ὡς ἐκπέπληγας καὶ πανταχόθεν ἀπέγνωκας σεαυτοῦ, καὶ τὰς ὀλοφύρσεις οὐ μεταποιούμενος καὶ τοῦ σώζεσθαι προσποιῇ. χρὴ δὲ μὴ βαρύτερον φέρειν τὴν τύχην· οὐ γὰρ ἀρετῆς τοῦτό γʼ ἄξιον, εἰ πρὸς τὸ πένθος ἀπαλλάξεις σαυτὸν καὶ χρήσῃ ἀνηκέστῳ συμφορᾷ.
(2) ἀλλ’ ἄγε, ὦ Νικόκλεις, μικρὸν ἀπὸ τῆς ἀνίας μεταστραφεὶς σκέψαι τὸν ταλαίπωρον ἀνθρώπων βίον, οἵᾳ καθήρμοσται τάξει. γεννᾶται ἕκαστος ἡμῶν ἐπὶ μυρίοις κακοῖς, καὶ ταῦθ’ ὅταν ἀνύσῃ, τῆς τοῦ ταλαιπωρεῖν ἀνεπαύσατο ἐπιδημίας. τερπνὸν δὲ ἡγούμεθα τὸν βίον τοιοῦτον ὄντα, παρ’ ὅσον οὐδὲν θανάτου πείσεσθαι κάκιον ἠλπίκαμεν, καὶ τὸν τελευτήσαντα οἰκτιζόμενοι, ὅστις πρῶτος ἄπεισιν, οὐκ ἄπωθεν ἑπόμενοι τούτῳ λελήθαμεν ἑαυτοῖς ἐπιρριπτοῦντες τὰ δάκρυα. αὕτη δίκη ἀνθρώπων, Νικόκλεις, καὶ ἐπὶ τοιούτῳ τέλει ἅπαντες ἀνατρεφόμεθα, οὐδ’ ἐστὶν ὅντινα τῶν γενομένων ἕτερον ὑποδέξεται χρῆμα τυραννικώτερον, μοῖρα τοῦτο παντὸς ἀνθρώπου, ὑπ’ οὐδενὸς γοητευόμενον.
(3) ὁρᾷς ἐμὲ τὸν μόναρχον, ὃν πάντες ἄνθρωποι βιαιότατον ἀποφαίνονται; ταύτης, οὐδ’ ἄν με δεινότερον κηρύξωσιν οἱ νῦν ὄντες, οὐκ ἂν περιγενοίμην· οὐδὲν γὰρ τῶν παρ’ ἡμῖν χαλεπῶν ὑποστήσεται, ἀλλ’ ἄπιμεν, ὅταν ἔνι τὸ χρεὼν τελευτῆσαι. εἴθε δ’ ἐπὶ τοιούτῳ ἐτύχομεν μοναρχίας, οὐχ ὅπως ἑαυτῶν ἀπωσώμεθα τοὺς μόρους (ἡμᾶς μὲν γὰρ ἴσως καὶ πρὸ μοίρας ἀξίους φαίη τις ἂν εἶναι ἀπολέσθαι, καὶ πρὸς ταύτην τὴν ἀξίωσιν οὐδ’ αὐτοὶ ἐναντιούμεθα), ἀλλ’ ἵνα τῶν ἐπιεικεστάτων καὶ ὡς ἐπὶ μήκιστον ἀξίων ζῆν ἐπέχωμεν τὰ τέλη.
(4) ἐπεὶ δ’ ἐκείνη καθ’ ἡμῶν καὶ οὐχ ἡμεῖς κατ’ ἐκείνης τύραννοι ἀπεδείχθημεν, ἠπίως χρὴ φέρειν οὐ διὰ τοῦτο μόνον, ὅτι εἰς οὐδὲν περαίνονται οἱ γόοι, ἀλλ’ ὅτι καὶ τὸν ἐκείνης δαίμονα, εἴπερ αἴσθοιτό σε οὕτω κατασμυχόμενον, ἀνιᾶσθαι μὲν εἰκός, αὐτὴν δὲ τὴν πλεῖστα μὲν εὐφράνασαν τὸν ἄνδρα, ἡσθεῖσαν ’ ἐφ οἷς ἔχαιρεν ἐκεῖνος, ἄχθεσθαι καὶ ἐν τῷ θανατῳ, ωὐ μὰ τὸν αίᾳ μόνον ὅτι σὺ τοιαύτης ἀπεσφάλης γῳ ἀλλ’ ὅτι καὶ ἐκείνη τοιούτου ἐστερήθη ἀνδρός. ἐπεὶ τοίνυν οὔτε πρῶτος οὔτε μόνος τοιαύτῃ ἐχρήσω συμφορᾷ, λογίζου τὰ ἀνθρώπινα πράως φέρειν, εἰ καὶ μὴ δι’ ἐμὲ ἑτοίμως πρὸς θάνατον ὑπὸ ποικίλων ἔχοντα συμφορῶν, ἀλλὰ διὰ τὴν ἰσότητα τῆς φύσεως, ὅτι πᾶσι κοινὸν τοῦτο, κἂν σφόδρα περιφόβως ἔχωσί τινες, καὶ τοῖς μὴ λίαν ἀχθομένοις πλεῖστα συμβέβηκεν ἀπολαύειν τοῦ βίου.
ρμε′. Στησιχόρῳ. Τὸ ἔλαιον έπἐμψαμεν, εἴ τι νοοῦμεν, οὐ μὰ Δί’ οὐ σοὶ τὸ παρόν, ἀλλὰ θυγατριδῷ σου· καὶ γὰρ αὐτὸ τό μειράκιον ἄξιον ἡμῖν λόγου φαίνεται καὶ τὴν γυμνασιαρχίαν μηδὲν ἧσον Ἀγησιλάου. βουλοίμην δ’ ἂν αὐτὸν ἐκτελέσαι τὸ καθ’ ἡμᾶς μέρος. τὸ δ’ ἀργύριον τὸ παρ’ ἡμῶν, ὃ μὴ σὺ κομίζειν ἐβουλήθης τότε παρών, εἰ μὴ λαβὼν ἔσῃ νῦν γε, προδοσίας, εὖ ἴσθι, πρὸς Ἱμεραίους καταψεύσομαί σου, κἂν ἔτι παραστῇ. χαλεπώτερον δέ σοι οἶμαι καὶ τοῦθ,’ ὅπερ προπέμπειν εἱλόμην. πρόσμενε δή, Στησίχορε, καὶ πρὸς τοῖς ἔπεσι καί, δι’ ἃ σεβαστότερος εἶ πολλῶν καὶ θαυμασιώτερος, τὰ ἐπιτηδεύματα ταῦτα καὶ στέργε καὶ τίμα, τὰ ἄλλα προέμενος, ἐν οἷς ποτ’ ἂν κατ’ ἄκραν εὐδοκιμῇς, ὅμοιος τοῖς πονηροτάτοις ἔσῃ.
ρμϛ′. Στησιχόρῳ. Σὺ περὶ ἡμῶν, ὦ Στησίχορε, μηδὲν μήτε ἐν ᾠδαῖς μήτε ἄλλοθί που λέγε· οὐδὲν γὰρ βούλομαι μᾶλλον ἢ σιωπᾶσθαι τὰ ἡμέτερα. τῶν δ’ ἄλλων φθόνος οὐδείς, ὑπὲρ ὅσων ἂν αὐτός τε κατὰ σαυτὸν ἐθέλῃς κἀπὶ νοῦν ἄγῃ τὸ δαιμόνιον. πολιτείαν δὲ φεῦγε μάλιστα πάντων ἐμὲ ὁρῶν, ὅς, ἡνίκα μακαριστὸς εἶναι ἐδόκουν πᾶσιν, ἐπὶ τούτοις ἐμαυτῷ σύνοιδα μάλιστα ἀνιωμένῳ. εἰ δ’ ἐγώ σοι κατ’ ἐμαυτὸν εἰκότα πάσχειν φαίνομαι μοναρχίας ὀρεχθεὶς ἑκών, ὑπὲρ πατρίδος δέ σοι πολιτευμένῳ καὶ δημοκρατίας οὐδὲν ἀπαντήσεσθαι δυσχερὲς οἴει, τὸ μὲν καθ’ ἡμᾶς ἄφες νῦν, εἰς δὲ σαυτὸν ἀτενὲς βλέψον, ὦ Στησίχορε, καὶ κατανόησον· οὐ γὰρ ὑπὲρ βελτιόνων τις οὐδὲ καθαρωτέραν ὁδὸν σοῦ βαδίσας ἥψατο πολιτείας· ἀλλ’ ὅμως λόγισαι κατὰ σαυτόν, οἷα μὲν πρὸ τούτων ἔπαθες, οἷα δ’ ἐμέλλησας παθεῖν, εἰ μὴ τοιοῦτος ἐχθρὸς ἤμην ἐγώ.
(2) καίτοι καλόν γε, κἂν εὐροῇ τις καὶ κατ’ οὖρον φέρηται παρὰ τῆς τύχης, μὴ πάντα ποιεῖν αὐτὸν ἐπὶ τῇ τύχῃ. καὶ γὰρ σὺ νῦν αὐτὸς οὔτε τύραννο; Ἱμεραίων οὔτε ἐχθρὸς πᾶσιν, ὥσπερ ἡμεῖς, ἀλλ’ ἐν πολίταις καὶ φίλοις, ὡς ἐνόμιζες αὐτός, δι’ οὓς ἐχθροὺς ἔσχες ἡμᾶς, κἀγὼ μὲν οὐκ ἂν τυραννήσας, παρόν μοι νῦν αὐτῶν διὰ σὲ καὶ σοῦ στοχαζόμενος, ἀλλ’ ὅμως λόγισαι κατανοήσας, πόσα ἄττα πέπονθας ὑπ’ αὐτῶν. εἰ δὲ βούλει, τὸν ὑπὸ τῶν πολιτῶν ἀγαθὰ μὲν πλεῖστα πεπονθότα, κακὸν δὲ μηδέν, μηδὲ μὴν ἀχαριστηθέντα, καθάπερ σύ, σκέψαι καὶ μάθοις ἄν, ὡς ἀνὴρ ἐκεῖνος, ὅστις τῶν κοινῶν ἀφέμενος τῶν ἰδίων προέστηκε καὶ ὃς οὐκ ἄλλο τι οἴεται τὸ ἑαυτοῦ πράσσειν ἀλλ’ ἢ σκοπεῖν ὅπως μάλιστα ἠσθήσεται.
ρμζ′. Τῷ αὐτῷ. Μὴ φρόντιζε, ὦ Στησίχορε, τῆς Εὐβούλου καὶ Ἀριστοφῶντος πρός με κατηγορίας, μηδ’ ἀχθεσθῇς, εἰ τῆς καθ’ ἡμῶν ἐπιβουλῆς τὴν αἰτίαν εἰς σὲ ἀναφέρειν καὶ τὰ σὰ κάλλιστα ἔπη ἠξίουν. παρ’ ὅσον μὲν γὰρ ἤλθομεν ἐν Ἱμέρᾳ κινδύνου καὶ σὺ οἶσθα, μηδὲν δὲ ἡμῶν ἀνήκεστον παθόντων ἥδεσθαι προσήκει σοι κατά γε τὴν ἐκείνων αἰτίαν μᾶλλον ἢ ἀνιᾶσθαι τῆς τε ῥώμης ἕνεκα τῶν ποιημάτων, ἅ σοι ἐπιπνέουσιν αἱ θεαί, καὶ ἡμῶν περιόντων, εἴ σοι ἄρα τι μέλομεν. παρεξήτακας γὰρ καὶ τὰ μέλη πλέον ἢ κατὰ λύραν δυνάμεως ἔχειν, καὶ Φάλαριν μείζον’ ἢ κατὰ τυραννοκτόνους. ἡμεῖς δὲ παρακινδυνεύσαντες ἐσχάτως καὶ εἰς τύραννον ὡρμήσαμεν καὶ εἰς ἑταιρείαν μεμήναμεν, καὶ οὐ μεμφόμεθά μελλήσαντες ἀναιρεθῆναι, μᾶλλον δὲ ἀναιρεθέντες· οὐ γὰρ ἄν, εἰ καὶ ἐτελέσθη τὸ ἄδικον βούλημα, Στησίχορος ἡμᾶς παθεῖν ταῦτα ἐπῃνέσατο.
(2) σὺ μὲν γὰρ ἴσως ἐπῶν κόσμῳ θεοειδεστάτῳ τὸ τυραννοκτονεῖν ἐπαινεῖς (καὶ οὐκ ἀποτρέπομεν ἔι τις θαυμάσει τὸν λόγον), ἀλλ’ οὐ τὸ Φάλαριν· ἀνδροφονεῖν γάρ ἐστι τὸ τοιοῦτον, ἀλλ’ οὐ τυραννοκτονεῖν. οὐ γὰρ οἶσθα ἄρχομαι πείρᾳ μαθών. οὐδὲ Δρωπίδας οὐδ’ ἄλλος ἐπιεικὴς ἀνὴρ οὐδὲ εἷς, ἀλλ’ οὐδὲ ὁ σωτὴρ ἐν ἡμῖν Ζεὺς ἐνέμεινεν ἐν τῷ ἱερῷ καρτερός. Εὐβούλου καὶ Ἀριστοφῶντος δυοῖν ἀδίκοιν εἷς δίκαιος ἐγενόμην, τὸν τύραννόν με περιεσώσατο, Κόνων δ’ ὁ καταπορνευθεὶς καὶ Θεαγόρας ὁ τοὺς ὀλέθρους ἡμῖν μηχανησάμενος καὶ Ἀντιμήδης καὶ Περικλῆς καὶ ὅσοι δὴ τούτοις παραπλήσιοι ἀνῃρέθησαν ὑπ’ ἐμοῦ τῷ δικαιοτάτῳ τῆς ἀμύνῃς νόμῳ, οὕς, εἰ μὴ τοσαύτης ἐξουσίας εἰχόμην, ἀποθανεῖν ἂν εἱλόμην ἀντιτιμωρησάμενος.
(3) λεγέτωσάν με μιαιφόνον, ἄθεον, ἐναγῆ, τύραννον, πολλοῖς πεφυρμένον καὶ ἀνηκέστοις μιάσμασι, καὶ τούτων ἂν δεινότερόν τι εἰπεῖν καθ’ ἡμῶν ἔχωσι, μὴ φειδέσθωσαν. ἐπαινοῦντες γάρ με διαβάλλειν ἐοίκασι πρὸς τοὺς χρηστοὺς οἱ πονηρότατοι, ὧν οἳ μὲν ἐπυρώθησαν ὑφ’ ἡμῶν ἔμφρουροι τῷ ταύρῳ, οἳ δ’ ἀνεσκολοπίσθησαν, ἔνθα ἔμελλον ἐμπρόσωποι ἔσεσθαι τοῖς λοιποῖς μηδὲν καθ’ ἡμῶν τεκταίνειν κακόν, ἄλλοι δ’ ὄψεις ἐξῃρέθησαν, τινὲς δʼ ἄκρα περιεκόπησαν καὶ κατὰ τροχῶν ἐλυγίσθησαν, καὶ κεφαλὰς ἄλλοι περιεσκυθίσθησαν, οἳ δὲ ὡς ἔτυχον ἀδικίας προάρξαντες ὀλέθρον πικροῦ κατὰ δίκην ἐνεφορήσαντο. δι’ οὓς ὁμολογοῦμεν ἀνασταθῆναι τύραννοι, καὶ οὐκ ἀρνησόμεθα κατὰ πονηρῶν μοναρχίας ὀρεχθῆναι, οὐδὲ παυσόμεθά ποτε τῆς ὠμότητος καὶ ἀπανθρωπίας, πρὸς δὲ τοὺς χρηστοὺς ὅμοιοί γ’ ἐσμὲν ἄρχοντες, οἷοί περ ἐγενόμεθα πρὶν ἄρξαι.
(4) μὴ δὴ δόξῃς, ὦ Στησίχορε, κατ’ ἐμοῦ τι τῶν ἐπῶν, ὅταν κατὰ δυνάστου γράφης, ἐπιπνεῖσθαι, ὑποδέχου δ’ ἄσμενος τὰς θεὰς δι’ ἡμᾶς μηδὲν τῶν ἐπὶ νοῦν ἡκόντων ἀποδιοπομπούμενος, ἴσθι γὰρ ὡς μηδεὶς τυραννοκτονήσει Φάλαριν ἔξω τῆς ἰδίας μοίρας, ἣν ἀπὸ νεότητος ἔχομεν καθ’ ἑαυτῶν, ἐὰν καὶ τὰ τῶν ὑμνοπόλων σιγήσῃ μέλη· ὅθεν ἥκουσαν αὐτὴν ἀναγκαίως, ὁπόταν ἐθέλῃ, ὡς ὀφειλομένην ἑαυτοῖς ὁμοίως ὑποδεξόμεθα. τοῖς δὲ περὶ Εὔβουλον τυραννοκτόνοις, ἐπεὶ παρὰ ταύτην ἐπεχείρουν, ἆθλα ἀπεδώκαμεν, οὐχ ἃ παρὰ νόμων προσήκει ἀνδράσι κενὴν δόξαν θηρωμένοις ἐπὶ καθαιρέσει μονάρχου, ἀλλ’ ἃ παρὰ τυράννου πλέον ἰσχύοντος νόμων. καταπαρέντες γὰρ εἰς τὴν Ἱμεραίων θηρόβοτον ἄχρι τῶν στηθῶν μετὰ πολλοὺς ἄλλους αἰκίας τρόπους ἐν τῇ λώβῃ διενυκτέρευσαν. σὺ δ’ ὡς ἐπὶ μήκιστον εὐτυχοίης. ἔρρωσο. καὶ τὸ μὲν μηδὲν παθεῖν τοιοῦτον οὐκ ἂν συνευξαίμεθά σοι, παρὰ γὰρ τῆς ἰδίας δικαιοσύνης τοῦτ’ ἔχειν φαίης ἄν, ἀλλὰ μηδὲ δρᾶσαί ποτε ἀνάγκην γενέσθαι Φάλαριν παραπλήσιον. μέλοιεν δέ σοι Μουσῶν εὐκλεεῖς πόνοι, πέμπε δὲ καὶ εἰς ἡμᾶς τῶν ποιημάτων ἃ τὰς παρούσας ἐπανήσει φροντίδας.
ρμη′. Ἐνναῖοις. Ἐγὼ μὲν οἶμαι καὶ τῆς ἐλευθερίας ἐμαυτὸν αἴτιον ὑμῖν γεγονέναι. ἀλλὰ περὶ μὲν τῆς ἐλευθερίας οὐ μέμφομαι ὑμῖν ἀχαμίστοις οὖσι, τὸ μέντοι ἀργύριον, ὃ ἐδανείσασθε, ἀπόδοτε. καὶ γὰρ αὐτὸς ἐν χρείᾳ εἰμὶ οὐ μετρίᾳ καὶ περιπέμπω χρήματα δανειζόμενος εἰς ἅπασαν Σικελίαν. καὶ ὃ μὲν ἐχαρίσαντο ἡμῖν, ὥσπερ Λεοντῖνοι καὶ Γελῶοι, οἱ δὲ ὑπέσχηνται δανείσειν, ὡς Ὑβλαῖοι καὶ Φιντιεῖς. τί ἂν οὖν πρὸς Διὸς αὐτοὶ ὑπολάβοιτε περὶ αὑτῶν, τηλικαῦτα ἃ δεδάνεισθε μὴ ἀποδιδόντες, ὁπότε ἄλλοι χαρίζονται τὰ αὑτῶν, μηδὲν ὑφ’ ἡμῶν ἀγαθὸν πεπονθότες; εἰ δὲ πύθοιντο οἱ ὑπεσχημένοι χαριεῖσθαι, ὅτι ἀντὶ τοῦ κομίζεσθαι τὰ ὀφειλόμενα τοῖς μηδὲν ὀφείλουσι βαρεῖς ἐσμέν, ἆρ’ ἔτι δώσειν οἴεσθε αὐτούς; ἐγὼ μὲν γὰρ οἶμαι, μηδὲ τοὺς δανείσειν ὑπεσχημένους δανείσειν ἔτι, ἀλλ’ ἐνθυμηθήσεσθαι, ὅτι ὁ μὴ ἀναπρασσόμενος τὰ ἑαυτοῦ παρὰ τῶν ὀφειλόντων οὗτος τοῖς δανείσασιν ἀποτίνειν οὐ βουλήσεται. ταῦτα τοίνυν ἐνθυμηθέντες, εἰ μὴ ἀποτίσετε, αἰδέσθητε· εἰ δὲ μὴ ταῦτα ἀνύσειεν, εὖ ἴστε ὅτι ταχὺ σφόδρα καὶ λόγων κρεῖσσόν τι εὑρήσομεν, ὃ ἐπαναγκάσει ὑμᾶς, εἴπερ οἷόν τε ἐπαναγκαζομένους τὰ δίκαια ποιεῖν ἐστίν.
Philip II of Macedon
Letters of Philip II — including those to Athens and to Aristotle — embedded in later orators and historians.
Epistulae
31 letters·2,446 words·urn:cts:greekLit:tlg0048.tlg001.1st1K-grc1
Read on Scaife Source TEI XML Hercher (Epistolographi Graeci)
Show Greek text (31 letters) — click any Greek word for Logeion + Morpheus
α′. Βασιλεὺς Μακεδόνων Φίλιππος Ἀθηναίων τῇ βουλῇ καὶ τῷ δήμῳ χαίρειν. Ἴστε ἡμᾶς παρεληλυθότας εἴσω Πυλῶν καὶ τὰ κατὰ τὴν Φωκίδα ὑφ’ ἑαυτοὺς πεποιημένους, καὶ ὅσα μὲν ἑκουσίως προσετίθετο τῶν πολισμάτων, φρουρὰς εἰσαγηοχότας εἰς αὐτά, τὰ δὲ μὴ ὑπακούοντα κατὰ κράτος λαβόντες καὶ ἐξανδραποδισάμενοι κατεσκάψαμεν. ἀκούων δὲ καὶ ὑμᾶς παρασκευάζεσθαι βοηθεῖν αὐτοῖς γέγραφα ὑμῖν, ἵνα μὴ πλεῖον ἐνοχλῆσθε περὶ τούτων· τοῖς μὲν γὰρ ὅλοις οὐδὲ μέτριόν μοι δοκεῖτε ποιεῖν τὴν εἰρήνην συνθέμενοι καὶ ὁμοίως ἀντιπαρεξάγοντες, καὶ ταῦτα οὐδὲ συμπεριειλημμένων τῶν Φωκέων ἐν ταῖς κοιναῖς ἡμῶν συνθήκαις. ὥστε ἐὰν μὴ ἐμμένητε τοῖς ὡμολογημένοις, οὐδὲν προτερήσετε ἔξω τοῦ ἐφθακέναι ἀδικοῦντες. β'.
β′. Φίλιππος Ἀθηναίων τῇ βουλῇ καὶ τῷ δήμῳ χαίρειν. Ἐπειδὴ πολλάκις μου πρέσβεις ἀποστείλαντος, ἱν’ ἐμμείνωμεν τοῖς ὅρκοις καὶ ταῖς ὁμολογίαις, οὐδεμίαν ἐποιεῖσθε ἐπιστροφήν, ᾤμην δεῖν πέμψαι πρὸς ὑμᾶς ὑπὲρ ὧν ἀδικεῖσθαι νομίζω. μὴ θαυμάσητε δὲ τὸ μῆκος τῆς ἐπιστολῆς· πολλῶν γὰρ ὑπαρχόντων ἐγκλημάτων ἀναγκαῖόν ἐστιν ὑπὲρ ἁπάντων δηλῶσαι καθαρῶς.
(2) πρῶτον μὲν γὰρ Νικίου τοῦ κήρυκος ἁρπασθέντος ἐκ τῆς χώρας τῆς ἐμῆς οὐ τοῖς παρανομοῦσιν ἐπετιμήσατε, ἀλλὰ τὸν ἀδικούμενον εἴρξατε δέκα μῆνας· ἃς δ’ ἔφερε παρ’ ἡμῶν ἐπιστολάς, ἀνέγνωτε ἐπὶ τοῦ βήματος. ἔπειτα βασίων ὑποδεχομένων τὰς Βυζαντίων τριήρεις καὶ τῶν λῃστῶν τοὺς βουλομένους οὐδὲν ἐφροντίζετε, τῶν συνθηκῶν διαρρήδην λεγουσῶν, πολεμίους εἶναι τοὺς ταῦτα ποιοῦντας.
(3) ἔτι τοίνυν περὶ τοὺς αὐτοὺς χρόνους Διοπείθης ἐμβαλὼν εἰς τὴν χώραν Κρωβύλην μὲν καὶ τὴν Τιρίστασιν ἐξηνδραποδίσατο, τὴν δὲ προσεχῆ Θρᾴκην ἐπόρθησε, τέλος δὲ εἰς τοῦτο ἦλθε παρανομίας, ὥστε Ἀμφίλοχον ὑπὲρ τῶν αἰχμαλώτων ἐλθόντα πρεσβευτὴν συλλαβὼν καὶ τὰς ἐσχάτας ἀνάγκας ἐπιθεὶς ἀπελύτρωσε ταλάντων ἐννέα· καὶ ταῦτα τῷ δήμῳ εὐδοκοῦντα ἐποίησεν.
(4) καίτοι τὸ παρανομεῖν εἰς κήρυκας καὶ πρέσβεις τοῖς ἄλλοις τε πᾶσιν ἀσεβὲς εἶναι δοκεῖ, καὶ μάλιστα ὑμῖν. Μεγαρέων γοῦν Ἀνθεμόκριτον ἀνελοντων εἰς τοῦτο ἐλήλυθεν ὃ δῆμος, ὥστε μυστηρίων μὲν εἶργον αὐτούς, ὑπόμνημα δὲ τῆς ἀδικίας ἔστησαν ἀνδριάντα πρὸ τῶν πυλῶν. καίτοι πῶς οὐ δεινόν, ἐφ’ οἷς παθόντες οὕτως ἐμισήσατε τοὺς δράσαντας, νῦν αὐτοὺς φαίνεσθαι ποιοῦντας;
(5) Καλλίας τοίνυν ὁ παρ’ ὑμῶν στρατηγὸς τὰς μὲν πόλεις τὰς ἐν τῷ Παγασίτῃ κόλπῳ κατοικουμένας ἔλαβεν ἁπάσας, ὑμῖν μὲν ἐνόκους ἐμοὶ δὲ συμμαχίδας οὔσας, τοὺς δ’ εἰς Μακεδονἱαν πλέοντας ἐπώλει πάντας πολεμίους κρίνων· καὶ διὰ ταῦθ’ ὑμεῖς ἐπῃνεῖτ’ αὐτὸν ἐν τοῖς ψηφίσμασιν. ὥστε ἔγωγε ἀπορῶ τί ποτ’ ἔσται καινότερον, ἐὰν ὁμολογήσητέ μοι πολεμεῖν· καὶ γὰρ ὅτε φανερῶς διεφερόμεθα, λῃστὰς ἐξεπέμπετε, καὶ τοὺς πλέοντας ὡς ἡμᾶς ἐπωλεῖτε, τοῖς ἐναντίοις ἐβοηθεῖτε, τὴν χώραν μου κακῶς ἐποιεῖτε.
(6) χωρὶς τοίνυν εἰς τοῦτο παρανομίας ἀφῖχθε καὶ δυσμενείας, ὥστε καὶ πρὸς τὸν Πέρσην πρέσβεις ἀπεστάλκατε πείσοντας αὐτὸν ἐμοὶ πολεμεῖν· ὃ μάλιστα ἄν τις θαυμάσειεν. πρὸ μὲν γὰρ τοῦ λαβεῖν αὐτὸν Αἴγυπτον καὶ Φοινίκην ἐψηφίσασθε, ἂν ἐκεῖνός τι νεωτερίζῃ, παρακαλεῖν ὁμοίως ἐμὲ καὶ τοὺς ἄλλους Ἕλληνας ἅπαντας ἐπ' αὐτόν·
(7) νῦν δὲ τοσοῦτον ὑμῖν περίεστι τοῦ πρὸς ἐμὲ μίσους, ὥστε πρὸς ἐκεῖνον διαλέγεσθαι περὶ τῆς ἐπισυμμαχίας. καίτοι τὸ παλαιὸν οἱ πατέρες ὑμῶν, ὡς ἐγὼ πυνθάνομαι, τοῖς Πεισιστρατίδαις ἐπετίμων ὡς ἐπάγουσι τὸν Πέρσην ἐπὶ τοὺς Ἕλληνας· ὑμεῖς δ’ οὐκ αἰσχύνεσθε ταῦτα ποιοῦντες, ἃ διετελεῖτε τοῖς τυράννοις ἐγκαλοῦντες,
(8) ἀλλὰ πρὸς τοῖς ἄλλοις καὶ γράφετε ἐν τοῖς ψηφίσμασιν ἐμοὶ προστάττοντες Τήρην καὶ Κερσοβλέπτην ἐὰν Θρᾴκης ἄρχειν ὡς ὄντας Ἀθηναίους. ἐγὼ δὲ τούτους οὔτε τῶν περὶ τῆς εἰρήνης συνθηκῶν οἶδα μετασχόντας ὑμῖν οὔτ’ ἐν ταῖς στήλαις ἀναγεγραμμένους οὕτ’ Ἀθηναίους ὄντας, ἀλλὰ Τήρην μὲν μετ’ ἐμοῦ στρατευόμενον ἐφ’ ὑμᾶς, Κερσοβλέπτην δὲ τοῖς παρ’ ἐμοῦ πρεσβευταῖς ἰδίᾳ μὲν τοὺς ὅρκους ὀμόσαι προθυμούμενον, κωλυθέντα δ’ ὑπὸ τῶν ὑμετέρων στρατηγῶν, ἀποφαινόντων αὐτὸν Ἀθηναίων ἐχθρόν.
(9) καίτοι πῶς ἐστὶ τοῦτ’ ἴσον ἢ δίκαιον, ὅταν μὲν ὑμῖν συμφέρῃ, πολέμιον εἶναι φάσκειν αὐτὸν τῆς πόλεως, ὅταν δ’ ἐμὲ συκοφαντεῖν βούλησθε, πολίτην ἀποδείκνυσθαι τὸν αὐτὸν ὑφ’ ὑμῶν, καὶ Σιτάλκου μὲν ἀποθανόντος, ᾧ μετέδοτε τῆς πολιτείας, εὐθὺς ποιήσασθαι πρὸς τὸν ἀποκτείναντα φιλίαν, ὑπὲρ δὲ Κερσοβλέπτου πόλεμον αἴρεσθαι πρὸς ἡμᾶς, καὶ ταῦτα σαφῶς εἰδότας, ὅτι τῶν λαμβανόντων τὰς δωρεὰς τὰς τοιαύτας οὐδεὶς οὔτε τῶν νόμων οὔτε τῶν ψηφιπμάτων οὐδὲν φροντίζει τῶν ὑμετέρων;
(10) οὐ μὴν ἀλλ’ εἰ δεῖ πάντα τἄλλα παραλιπόντα συντόμως εἰπεῖν, ὑμεῖς ἔδοτε πολιτείαν Εὐαγόρᾳ τῷ Κυπρίῳ καὶ Διονυσίῳ τῷ Συρακοσίῳ καὶ τοῖς ἐκγόνοις τοῖς ἐκείνων. ἐὰν οὖν πείσητε τοὺς ἐκβαλόντας ἑκατέρους αὐτῶν ἀποδοῦναι πάλιν τὰς ἀρχὰς τοῖς ἐκπεσοῦσι, κομίζεσθε καὶ παρ’ ἐμοῦ τὴν Θρᾴκην, ὅσης Τήρης καὶ Κερσοβλέπτης ἦρχὸν. εἰ δὲ τοῖς μὲν ἐκείνων κρατήσασι μηδ’ ἐγκαλεῖν ἀξιοῦτε μηδέν, ἐμὲ δ’ ἐνοχλεῖτε, πῶς οὐ δικαίως ὑμᾶς ἀμυνοίμην ἄν;
(11) περὶ μὖν δὲν τούτων πολλὰ λέγειν ἔχων ἔτι δίκαια παραλιπεῖν προαιροῦμαι· Καρδιανοῖς δέ φημι βοηθεῖν γεγονὼς αὐτοῖς πρὸ τῆς εἰρήνσύμμαχος, οὐκ ἐθελόντων δ’ ὑμῶν ἐλθεῖν εἰς κρίσιν, πολλάκις μὲν ἐμοῦ δεηθέντος, οὐκ ὀλιγάκις δ’ ἐκείνων· ὥστε πῶς οὐκ ἂν εἴην πάντων φαυλότατος, εἰ καταλιπὼν τοὺς συμμάχους μᾶλλον ὑμῶν φροντίζοιμι τῶν πάντα μοι τρόπον ἐνοχλούντων ἢ τῶν βεβαίως μοι φίλων ἀεὶ μενόντων;
(12) εἰ τοίνυν δεῖ μηδὲ τοῦτο παραλιπεῖν, εἰς τοσοῦτο ἐληλύθατε πλεονεξίας, ὥστε πρότερον μὲν ἐνεκαλεῖτέ μοι τὰ προειρημένα μόνον, τὰ δ’ ὑπογυιότατα Πεπαρηθίων φασκόντων δεινὰ πεπονθέναι προσετάξατε τῷ στρατηγῷ δίκην παρ’ ἐμοῦ λαβεῖν ὑπὲρ ἐκείνων, οὓς ἐγὼ μὲν ἐτιμωρησάμην ἐνδεεστέρως ἢ προσῆκεν, ἐκεῖνοι δὲ εἰρήνης οὔσῃς καταλαβόντες Ἁλόννησον οὔτε τὸ χωρίον οὔτε τοὺς φρουροὺς ἀπεδίδοσαν πέμψαντος ὑπὲρ αὐτῶν ἐμοῦ πολλάκις.
(13) ὑμεῖς δ’, ὧν μὲν ἠδίκησαν ἐμὲ Πεπαρήθιοι, τούτων μὲν οὐδὲν ἐπεσκέψασθε, τὴν δὲ τιμωρίαν, ἀκριβῶς εἰδότες ὅτι τὴν νῆσον οὔτ’ ἐκείνους οὔτε ὑμᾶς ἀφειλόμην, ἀλλὰ τὸν λῃστὴν Σώστρατον. εἰ μὲν οὖν αὐτοί φατε παραδοῦναι Σωστράτῳ, λῃστὰς ὁμολογεῖτε καταπέμπειν· εἰ δὲ ἀκόντων ὑμῶν ἐκεῖνος κατεκράτει, τί δεινὸν πεπόνθατε λαβόντος ἐμοῦ καὶ τὸν τόπον τοῖς πλέουσιν ἀσφαλῆ παρέχοντος;
(14) τοσαύτην δέ μου ποιουμένου πρόνοιαν τῆς ὑμετέρας πόλεως, καὶ διδόντος αὐτῇ τὴν νῆσον, οἱ ῥήτορες λαμβάνειν μὲν οὐκ εἴων, ἀπολαβεῖν δὲ συνεβούλευον, ὅπως ὑπομείνας μὲν τὸ προστασσόμενον τὴν ἀλλοτρίαν ἔχειν ὁμολογῶ, μὴ προέμενος δὲ τὸ χωρίον ὕποπτος γένωμαι τῷ πλήθει. γνοὺς ἐγὼ ταῦτα προυκαλούμην κριθῆναι περὶ τούτων πρὸς ὑμᾶς, ἵν’ εἰ μὲν ἐμὴ γνωσθῇ, παρ’ ἐμοῦ δοθῇ τὸ χωρίον ὑμῖν, ἐὰν δὲ ὑμετέρα κριθῇ, τότε ἀποδῶ τῷ δήμῳ.
(15) ταῦτα δέ μου πολλάκις ἀξιοῦντος ὑμεῖς μὲν οὐ προσείχετε, Πεπαρήθιοι δὲ τὴν νῆσον κατέλαβον. τί οὖν ἐχρῆν με ποιεῖν; οὐ δίκην λαβεῖν παρὰ τῶν ὑπερβεβηκότων τοὺς ὅρκους; οὐ τιμωρήσασθαι τοὺς οὕτως ὑπερηφάνως ἀσελγαίνοντας; καὶ γὰρ εἰ Πεπαρηθίων ἦν ἡ νῆσος, τί προσἦκεν ἀπαιτεῖν Ἀθηναίους; εἰ δὲ ὑμετέρα, πῶς οὐκ ἐκείνοις ὀργίζεσθε καταλαβοῦσι τὴν ἀλλοτρίαν;
(16) εἰς τοῦτο δὲ προβεβήκαμεν ἔχθρας, ὥστε βουλόμενος ταῖς ναυσὶν εἰς τὸν Ἑλλήσποντον παραβαλεῖν ἠναγ κάσθην αὐτὰς παραπέμψαι διὰ Χερρονήσου τῇ στρατιᾷ, τῶν μὲν κληρούχων κατὰ τὸ Πολυκράτους δόγμα πολεμούντων ἡμῖν, ὑμῶν δὲ τοιαῦτα ψηφιζομένων, τοῦ δὲ στρατηγοῦ Βυζαντίους τε παρακαλοῦντος καὶ διαγγέλλοντος πρὸς ἅπαντας, ὅτι πολεμεῖν αὐτῶ προστάττετε, ἂν καιρὸν λάβῃ. τοιαῦτα δὲ πάσχων ὅμως τῆς πόλεως καὶ τῶν τριήρων καὶ τῆς χώρας ἀπεσχόμην, ἱκανὸς ὢν τὰ πλεῖστα λαβεῖν ἢ πάντα, καὶ διατετέλεκα προκαλούμενος ὑμᾶς εἰς κρίσιν ἐλθεῖν ὑπὲρ ὧν αἰτιώμεθα ἀλλήλους.
(17) καίτοι σκοπεῖσθε, πότερον κάλλιόν ἐστιν ὅπλοις ἢ λόγοις διακοίνεσθαι, καὶ πότερον αὐτοὺς εἶναι βραβευτὰς ἢ πεῖσαί τινας ἑτέρους· καὶ λογίζεσθ’ ὡς ἄλογόν ἐστιν Ἀθηναίους Θασίους μὲν καὶ Μαρωνείτας ἀναγκάσαι περὶ Στρύμης διακριθῆναι λόγοις, αὐτοὺς δὲ πρὸς ἐμὲ μὴ διαλύσασθαι περὶ ὧν ἀμφισβητοῦμεν τὸν τρόπον τοῦτον, ἄλλως τε καὶ γιγνώσκοντας ὅτι νικηθέντες μὲν οὐδὲν ἀποβαλεῖτε, κρατήσαντες δὲ λήψεσθε τὰ νῦν ὑφ’ ἡμῖν ὄντα.
(18) πάντων δέ μοι δοκεῖ παραλογώτατον εἶναι, διότι πέμψαντος ἐμοῦ πρέσβεις ἀπὸ τῆς συμμαχίας πάσης, ἵν’ ὦσι μάρτυρες, καὶ βουλομένου ποιήσασθαι πρὸς ὑμᾶς δικαίας ὁμολογίας ὑπὲρ τῶν Ἑλλήνων, οὐδὲ τοὺς περὶ τούτων λόγους ἐδέξασθε παρὰ τῶν πρεσβευόντων, ἐξὸν ὑμῖν ἢ τῶν κινδύνων ἀπαλλάξαι τοὺς δυσχερὲς ὑποπτεύοντάς τι καθ’ ἡμῶν, ἢ φανερῶς ἐξελέγξαι με φαυλότατον ὄντα τῶν ἁπάντων.
(19) τῷ μὲν οὖν δήμῳ ταῦτα συνέφερε, τοῖς δὲ λέγουσιν οὐκ ἐλυσιτέλει. φασὶ γὰρ οἱ τῆς πολιτείας τῆς παρ’ ὑμῖν ἔμπειροι τὴν μὲν εἰρήνην πόλεμον αὐτοῖς εἶναι, τὸν δὲ πόλεμον εἰρήνην· ἢ γὰρ συναγωνιζομένους τοῖς στρατηγοῖς ἢ συκοφαντοῦντας ἀεί τι λαμβάνειν παρ’ αὐτῶν, ἔτι δὲ τῶν πολιτῶν τοῖς γνωριμωτάτοις καὶ τῶν ἔξωθεν τοῖς ἐνδοξοτάτοις λοιδορουμένους ἐπὶ τοῦ βήματος περιποιεῖσθαι παρὰ τοῦ πλήθους δόξαν ὡς εἰσὶ δημοτικοί.
(20) ῥᾳδιον μὲν οὖν ἐστί μοι παῦσαι τῆς βλασφημίας αὐτοὺς μικρὰ πάνυ προεμένῳ, καὶ ποιῆσαι λέγειν ἐπαίνους ὑπὲρ ἡμῶν. ἀλλ’ αἰσχυνοίμην ἄν, εἰ τὴν πρὸς ἡμᾶς εὔνοιαν παρὰ τούτων φαινοίμην ὠνούμενος, οἳ πρὸς τοῖς ἄλλοις εἰς τοῦτο τόλμης ἥκουσιν, ὥστε καὶ περὶ Ἀμφιπόλεως πρὸς ἡμᾶς ἀμφισβητεῖν ἐπιχειροῦσιν, ὑπὲρ ἧς τῶν ἀντιποιουμένων αὐτῆς οἶμαι πολὺ δικαιότερα λέγειν αὐτός.
(21) εἴτε γὰρ τῶν ἐξ ἀρχῆς κρατησάντων γίγνεται, πῶς οὐ δικαίως ἡμεῖς αὐτὴν ἔχομεν, Ἀλεξάνδρου τοῦ προγόνου πρώτου κατασχόντος τὸν τόπον, ὅθεν καὶ τῶν αἰχμαλώτων Μήδων ἀπαρχὴν ἀνδριάντα χρυσοῦν ἀνέστησεν εἰς Δελφούς; εἴτε τούτων μὲν ἀμφισβητήσειέ τις, ἀξιοὶ δὲ γίγνεσθαι τῶν ὕστερον γενομένων κυρίων, ὑπάρχει μοι καὶ τοῦτο τὸ δίκαιον· ἐκπολιορκήσας γὰρ τοὺς ὑμᾶς μὲν ἐκβαλόντας ὑπὸ Λακεδαιμονίων δὲ κατοικισθέντας ἔλαβον τὸ χωρίον.
(22) καίτοι πάντες οἰκοῦμεν τὰς πόλεις ἢ τῶν προγόνων παραδόντων ἢ κατὰ πόλεμον κύριοι καταστάντες. ὑμεῖς δὲ οὔτε πρῶτοι λαβόντες οὔτε νῦν ἔχοντες, ἐλάχιστον δὲ χρόνον ἐν τοῖς τόποις ἐμμείναντες, ἀντιποιεῖσθε τῆς πόλεως, καὶ ταῦτα πίστιν ὑπὲρ ἡμῶν αὐτοὶ βεβαιοτάτην ἐπιθέντες· πολλάκις γὰρ ἐμοῦ γράφοντος ἐν ταῖς ἐπιστολαῖς ὑπὲρ αὐτῆς ἐγνώκατε δικαίως ἔχειν ἡμᾶς, τότε μὲν ποιησάμενοι τὴν εἰρήνην ἔχοντος ἐμοῦ τὴν πόλιν, κᾆτα συμμαχίαν ἐπὶ ταῖς αὐταῖς ὁμολογίαις.
(23) καίτοι πῶς ἂν ἐτέρα γένοιτο βεβαιοτέρα ταύτης κτῆσις, τῆς τὸ μὲν ἐξ ἀρχῆς καταλειφθείσῃς ἡμῖν ὑπὸ τῶν προγόνων, πάλιν δὲ κατὰ πόλεμον ἐμῆς γεγενημένης, τρίτον δὲ συγχωρηθείσης ὑφ’ ὑμῶν τῶν εἰθισμένων ἀμφισβητεῖν καὶ τῶν οὐδὲν ὑμῖν προσηκόντων;
(24) ἃ μὲν οὖν ἐγκαλῶ, ταῦτ’ ἐστίν· ὡς δὲ προῦπαρχόντων καὶ διὰ τὴν ἐμὴν εὐλάβειαν μᾶλλον ἤδη τοῖς πράγμασιν ἐπιτιθεμένων καὶ καθ’ ὅσον ἂν δύνησθε κακοποιούντων, ὑμᾶς ἀμυνοῦμαι μετὰ τοῦ δικαίου, καὶ μάρτυρας τοὺς θεοὺς ποιησάμενος διαλήψομαι περὶ τῶν καθ’ ὑμᾶς.
γ′. Βασιλεὺς Μακεδόνων Φίλιππος Ἀθηναίων τῇ βουλῇ καὶ τῷ δήμῳ χαίρειν. Παραγενόμενοι πρὸς ἐμὲ οἱ παρ’ ὑμῶν πρεσβευταί, Κηφισοφῶν καὶ Δημόκριτος καὶ Πολύκριτος, διελέγοντο περὶ τῆς τῶν πλοίων ἀφέσεως, ὧν ἐναυάρχει Λαομέδων. καθ’ ὅλου μὲν οὖν ἔμοιγε φαίνεσθε ἐν μεγάλῃ εὐηθείᾳ ἔσεσθαι, εἴ γ’ οἴεσθ’ ἐμὲ λανθάνειν ὅτι ἐξαπεστάλη ταῦτα τὰ πλοῖα πρόφασιν μὲν ὡς τὸν σῖτον παραπέμψοντα ἐκ τοῦ Ἑλλησπόντου εἰς Λῆμνον, βοηθήσοντα δὲ Σηλυμβριανοῖς τοῖς ὑπ’ ἐμοῦ μὲν πολιορκουμένοις, οὐ συμπεριειλημμένοις δὲ ἐν ταῖς τῆς φιλίας κοινῇ κειμέναις ἡμῖν συνθήκαις. καὶ ταῦτα συνετάχθη τῷ ναυάρχῳ ἄνευ μὲν τοῦ δήμου τοῦ Ἀθηναίων, ὑπὸ δέ τινων ἀρχόντων καὶ ἑτέρων ἰδιωτῶν μὲν νῦν ὄντων, ἐκ παντὸς δὲ τρόπου βουλομένων τὸν δῆμον ἀντὶ τῆς νῦν ὑπαρχούσης πρὸς ἐμὲ φιλίας τὸν πόλεμον ἀναλαβεῖν, καὶ πολλῶ μᾶλλον φιλοτιμουμένων τοῦτο συντετελέσθαι ἢ τοῖς Σηλυμβριανοῖς βοηθῆσαι. καὶ ὑπολαμβάνουσιν αὐτοῖς τὸ τοιοῦτο πρόσοδον ἔσεσθαι· οὐ μέντοι μοι δοκεῖ τοῦτο χρήσιμον ὑπάρχειν οὔθ’ ὑμῖν οὔτ’ ἐμοί. διόπερ τά τε νῦν καταχθέντα πλοῖα πρὸς ἡμᾶς ἀφίημι ὑμῖν, καὶ τοῦ λοιποῦ, ἐὰν βούλησθε μὴ ἐπιτρέπειν τοῖς προεστηκόσιν ὑμῶν κακοήθως πολιτεύεσθαι, ἀλλ’ ἐπιτιμᾶτε, πειράσομαι κἀγὼ διαφυλάττειν τὴν εἰρήνην. εὐτυχεῖτε.
δ′. Βασιλεὺς Μακεδόνων Φίλιππος Ἀθηναίων τῇ βουλῇ καὶ τῷ δήμῳ χαίρειν. Ἔν μὲν ἀπ’ ἀρχῆς εἴχετε πρὸς ἡμᾶς αἵρεσιν, οὐκ ἀγνοῶ, καὶ τίνα σπουδὴν ποιεῖσθε προσκαλέσασθαι βουλόμενοι Θετταλοὺς καὶ Θηβαίους, ἔτι δὲ καὶ Βοιωτούς· βέλτιον δ’ αὐτῶν φρονούντων καὶ μὴ βουλομένων ἐφ’ ὑμῖν ποιήσασθαι τὴν ἑαυτῶν αἵρεσιν, ἀλλὰ κατὰ τὸ συμφέρον ἱσταμένων, νῦν ἐξ ὑποστροφῆς ἀποστείλαντες ὑμεῖς πρός με πρέσβεις καὶ κήρυκα συνθηκῶν μνημονεύετε καὶ τὰς ἀνοχὰς αἰτεῖσθε, κατ’ οὐδὲν ὑφ’ ἡμῶν πεπλημμελημένοι. ἐγὼ μέντοι ἀκούσας τῶν πρεσβευτῶν συγκατατίθεμαι τοῖς παρακαλουμένοις καὶ ἕτοιμός εἰμι ποιεῖσθαι τὰς ἀνοχάς, ἄν περ τοὺς οὐκ ὀρθῶς συμβουλεύοντας ὑμῖν παραπέμψαντες τῆς προσηκούσης ἀτιμίας ἀξιώσητε. ἔρρωσθε.
ε′. Βασιλεὺς Μακεδόνων Φίλιππος Θηβαίων τῇ βουλῇ καὶ τῷ δήμῳ χαίρειν. Ἐκομισάμην τὴν παρ’ ὑμῶν ἐπιστολήν, δι’ ἧς μοι τὴν ὁμόνοιαν καὶ τὴν εἰρήνην ἀνανεοῦσθε. πυνθάνομαι μέντοι διότι πᾶσαν ὑμῖν Ἀθηναῖοι προσφέρονται φιλοτιμίαν, βουλόμενοι ὑμᾶς συγκαταίνους γενέσθαι τοῖς ὑπ’ αὐτῶν παρακαλουμένοις. πρότερον μὲν οὖν ὑμῶν κατεγίγνωσκον ἐπὶ τῷ μέλλειν πείθεσθαι ταῖς ἐκείνων ἐλπίσι καὶ ἐπακολουθεῖν αὐτῶν τῇ προαιρέσει, νῦν δ’ ἐπιγνοὺς ὑμᾶς τὰ πρὸς ἡμᾶς ἐζητηκότας ἔχειν εἰρήνην μᾶλλον ἢ ταῖς ἑτέρων ἐπακολουθεῖν γνώμαις, ἥσθην καὶ μᾶλλον ὑμᾶς ἐπαινῶ κατὰ πολλά, μάλιστα δ’ ἐπὶ τῷ βουλεύσασθαι περὶ τούτων ἀσφαλέστερον καὶ τὰ πρὸς ἡμᾶς ἔχειν ἐν εὐνοίᾳ· ὅπερ οὐ μικρὰν ὑμῖν οἴσειν ἐλπίζω ῥοπήν, ἐάν περ ἐπὶ ταύτης μένητε τῆς προθέσεως. ἔρρωσθε.
ϛ′. Βασιλεὺς Μακεδόνων Φίλιππος Πελοποννησίων τῶν ἐν τῇ συμμαχίᾳ τοῖς δημιουργοῖς καὶ τοῖς συνέδροις καὶ τοῖς ἄλλοις συμμάχοις πᾶσι χαίρειν. Ἐπειδὴ Λοκροὶ οἱ καλούμενοι Ὀζόλαι, κατοικοῦντες ἐν Ἀμφίσσῃ, πλημμελοῦσιν εἰς τὸ ἱερὸν τοῦ Ἀπόλλωνος τοῦ ἐν Δελφοῖς καὶ τὴν ἱερὰν χώραν ἐρχόμενοι μεθ’ ὅπλων λεηλατοῦσι, βούλομαι τῷ θεῷ μεθ’ ὑμῶν βοηθεῖν καὶ ἀμύνασθαι τοὺς παραβαίνοντάς τι τῶν ἐν ἀνθρώποις εὐσεβῶν. ὥστε συναντᾶτε μετὰ τῶν ὅπλων εἰς τὴν Φωκίδα, ἔχοντες ἐπισιτισμὸν ἡμερῶν τεσσαράκοντα, τοῦ ἐνεστῶτος μηνὸς λῴου, ὡς ἡμεῖς ἄγομεν, ὡς δὲ Ἀθηναῖοι; βοηδρομιῶνος, ὡς δὲ Κορίνθιοι, πανέμου. πρὸς δὲ τοὺς μὴ συναντήσαντας πανδημεὶ χρησόμεθα τοῖς διὰ συμβόλων ἡμῖν κειμένοις ἐπιζημίοις. εὐτυχεῖτε.
ζ′. Φίλιππος Ἀριστοτέλει χαίρειν. Ἴσθι μοι γεγονότα υἱὸν. πολλὴν οὖν τοῖς θεοῖς χάριν ἔχω, οὐχ οὕτως ἐπὶ τῇ γενέσει τοῦ παιδός, ὡς ἐπὶ τῷ κατὰ τὴν σὴν ἡλικίαν αὐτὸν γεγονέναι· ἐλπίζω γὰρ αὐτὸν ὑπὸ σοῦ τραφέντα καὶ παιδευθέντα ἄξιον ἔσεσθαι καὶ ἡμῶν καὶ τῆς τῶν πραγμάτων διαδοχῆς.
η′. Ὀλυμπιάδι. Ἀποδέχομαι τὴν σὴν φρόνησιν καὶ πρόνοιαν τοῦ συμφέροντος, ὅτι τὸ κατὰ φύσιν συγγενὲς οὐ φύσει φιλοστόργῳ ἀλλ’ ἀρετῇ κρίνασα δοκιμάζεις. οὕτω γὰρ οἶμαι καὶ ἡμᾶς ἀφροντιστοῦντας τοῦ καλοῦ καθ’ ὑπερβολὴν ἀναγκάσεις τὸν τῶν καλῶν ἀναλαμβάνειν ζῆλον. θησαύρισμα δ’ ἐστὶν ἀρετῆς τερπνόν τι κομιζούσης τῷ βίω διόλου, μὴ τῷ γένει χαρίζεσθαι τὸ φιλόστοργον, ἀλλὰ τῷ τοῦ γένους ἀξιώματι μεταδιδόναι τῆς φιλανθρωπίας. ὃ μὲν γὰρ πολλάκις κατὰ φύσιν ὑπάρχων εὐθὐς καὶ τὴν φύσιν τῶν γεγεννηκότων οὖσαν σπουδαίαν ὑβρίζειν εἴωθεν, ὃ δὲ μηδεμιᾶς συγγενείας κοινωνήσας ἐνίοτε διὰ τὸν παρὰ φύσιν νόμον τὴν φύσιν ηὔξησε. μηδὲν οὖν ἀνάξιον τοῦ γένους καὶ τῆς πρὸς ἡμᾶς εὐνοίας φρόνει. ἔτι δὲ καὶ τῆς περὶ τὸν βίον κοσμιότητος ἀντέχου, καὶ πρᾶττε πάντα Φιλίππου μὲν ἄξια, Ὀλυμπιάδος δ’ οὐκ ἀλλότρια. ὁ γὰρ τῆς διανοίας ὄκνος πρὸς τὸ μὴ βλέπειν τι· τῶν ἀναγκαίων ὄγκος μὲν κακῶν φθόνος δ’ ἀγαθῶν ὑπάρχει· ἄνευ γὰρ νοῦ καὶ συνέσεως οὐθ’ αἱ πράξεις ὄνησιν φέρουσιν, οὐθ’ αἱ δυνάμεις ὠφέλιμοι καθεστᾶσι. διὸ δεῖ πρότερον τὴν χρῆσιν ἢ τὴν κτῆσιν τῶν ἀγαθῶν σκοπεῖν, καὶ τότε πράττειν τοῖς μεγίστοις καὶ πλείστοις εὐκληρήμασι κεχρημένους. τὸ γὰρ μὴ κεκτῆσθαι πλοῦτον βλάβην οὐ κομίζει τηλικαύτην, τὸ δὲ τοῖς οὖσι κακῶς κεχρῆσθαι ἀπόλλυσι τὸν ὄντως πᾶσι κεχορηγημένον βίον. ἔχουσα τοίνυν ταῦτα κατὰ νοῦν καὶ νύκτωρ καὶ μεθ’ ἡμέραν σκόπει τὸ συμφέρον ταῖς τῆς ἡγεμονίας προσόδοις. οὕτω γὰρ ἀναγκαῖόν ἐστι τὴν ἀρχὴν πλείστην καὶ μεγίστην ἐπίδοσιν λήψεσθαι, ὅταν ὁ μὲν οἶκος ἀρετῆς οἰκεῖος ᾖ, ὁ δὲ τούτου δεσπόζων μὴ δέηται καλοκαγαθίας. τὰ δ’ ἄλλα προνοοῦ τοῦ συμφέροντος.
Pythagoras
Two letters preserved under the master's name, transmitting Pythagorean ethical themes.
Epistulae
2 letters·212 words·urn:cts:greekLit:tlg0632.tlg002.1st1K-grc1
Read on Scaife Source TEI XML Hercher (Epistolographi Graeci)
Show Greek text (2 letters) — click any Greek word for Logeion + Morpheus
α′. Πυθαγόρας Ἀναξιμένει. Καὶ σύ, ὦ λῷστε, εἰ μηδὲν ἀμείνων ἦς Πυθαγόρεω γενεήν τε καὶ κλέος, μεταναστὰς ἂν οἴχεο ἐκ Μιλήτου· νῦν δὲ κατερύκει σε ἡ πατρόθεν εὔκλεια, καὶ ἐμὲ δὲ ἂν κατείρυκεν Ἀναξιμένει ἐοικότα. εἰ δὲ ὑμεῖς οἱ ὀνήιστοι τὰς πόλιας ἐκλείψετε, ἀπὸ μὲν αὐτέων ὁ κόσμος αἱρεθήσεται, ἐπικινδυνότερα δ’ αὐτῇσι τὰ ἐκ Μήδων. οὔτε δὲ αἰεὶ καλὸν αἰθερολογεῖν, μελεδωνόν τε εἶναι τῇ πατρίδι κάλλιον. καὶ ἐγὼ δὲ οὐ πάντα περὶ τοὺς ἐμεωυτοῦ μύθους, ἀλλὰ καὶ ἐν πολέμοις, οὓς διαφέρουσι εἰς ἀλλήλους Ἰταλιῶται.
β′. Πυθαγόρας Ἱέρωνι. Ἀσφαλὴς ὁ ἐμὸς βίος καὶ ἡσύχιος, ὁ δὲ σὸς κατ’ οὐδὲν ἐμοὶ προσπελάζει. μέτριος ἀνὴρ καὶ λιποδεὴς Σικελικῆς τραπέζης οὐδὲν προσδεῖται. πάντ’ ἔχει Πυθαγόρας ἱκανὰ τὰ καθ’ ἡμέραν, οἷ ἂν ἔλθῃ· θεραπεία δὲ δυνάστου βαρὺ καὶ ἐπαχθὲς τῷ μὴ εἰθισμένῳ. μέγα καὶ ἀσφαλὲς αὐτάρκεια· οὔτε γὰρ ἔχει τὸν φθονήσοντα οὔτε τὸν ἐπιβουλεύσοντα. διὸ καὶ δοκεῖ εἶναι ἐγγυτάτω θεοῦ ἡ διαγωγή. διάθεσις ἀγαθὴ οὐ γεννᾶται ὑπὸ ἀφροδισίων οὐδὲ ὑπὸ ἐδεσμάτων, ἀλλ’ ὑπὸ ἐνδείας ἀγούσης πρὸς ἀνδρὸς ἀρετήν· ἡδοναὶ δὲ ποικίλαι καὶ ἀκρατεῖς δουλοῦνται ψυχὰς ἀσθενῶν ἀνθρώπων, πολὺ δὲ μάλιστα ὧν σὺ ἀπολαύεις. διὸ καὶ ἐπιδοὺς σεαυτὸν εἰς τὰ τοιαῦτα αἰωρῇ καὶ οὐ δύνασαι σώζεσθαι· λόγος γὰρ ὁ παρὰ σοῦ οὐκ ἐναντιοῦται τοῖς ἀσυμφόροις. μὴ οὖν κάλει Πυθαγόραν συμβιώσοντά σοι· οὐδὲ γὰρ ἰατροὶ αἱροῦνται τοῖς νοσοῦσι συγκάμνειν.
Socrates
The 'Letters of Socrates' — pseudepigraphic correspondence forming, with the Socratic Letters, a small Cynic-Stoic novel.
Epistulae
35 letters·2,974 words·urn:cts:greekLit:tlg0636.tlg001.1st1K-grc1
Read on Scaife Source TEI XML Hercher (Epistolographi Graeci)
Show Greek text (35 letters) — click any Greek word for Logeion + Morpheus
α′.> Σωκράτους. Οὔ μοι δοκεῖς καλῶς τὴν ἐμὴν συνιέναι γνώμην (οὐ γὰρ ἂν τὸ δεύτερον ἐπέστελλες καὶ πλείονα δώσειν ὑπισχνοῦ) ἀλλ’, ὥσπερ τοὺς σοφιστάς, καὶ Σωκράτην φαίνῃ ὑπονοεῖν παλιμπράτην τινὰ εἶναι παιδείας καὶ τὰ πρότερον γράψαι οὐχ ἁπλῶς ἀρνούμενον, ἀλλ’ ἐπὶ πλείοσι τῶν τότε διδομένων ὑπὸ σοῦ. νῦν δ’ οὖν ὑπερβολὰς ὑπισχνῇ καὶ τῷ πλήθει τῶν διδομένων οἴει με παραστήσεσθαι, καταλιπόντα τε τὴν Ἀθήνησι διατριβὴν παρὰ σὲ ἥξειν τὸν οὔθ’ ὅλως καλὸν νομίζοντα τοὺς ἐν φιλοσοφίᾳ πιπράσκειν λόγους, ἐμοί τε καὶ σφόδρα ἄηθες.
(2) ἀφ’ οὗ γὰρ προσῆλθον αὐτῇ τοῦ θεοῦ κελεύσαντος φιλοσοφεῖν, παρ’ οὐδενὸς οὐδὲν εἰληφὼς εὑρεθήσομαι, ἀλλὰ τὰς διατριβὰς ἐν κοινῷ ποιούμεθα, ἐπίσης ὁμοίως ἀκούειν τε ἀεὶ ὄντι τε καὶ μή, καὶ οὔτε ἐγκλεισάμενος φιλοσοφῶ, καθάπερ Πυθαγόρας ἱστορεῖται, οὔτε εἰς τὰ πλήθη παριὼν τοὺς βουλομένους ἀκούειν ἀργύριον εἰσπράττω, ὅπερ ἄλλοι τέ τινες πρότερον ἐποίησαν καὶ τῶν καθ’ ἡμᾶς ἔνιοι ποιοῦσιν. ὁρῶ γὰρ ὅτι τὰ μὲν ἀρκοῦντα καὶ παρ’ ἐμαυτοῦ ἔχω, τὰ δ’ εἰς περιουσίαν πραττόμενα οἷς ἂν λαβὼν παρακατάθωμαι οὐχ εὑρίσκω οὐδένα τῶν δωσόντων μοι πιστότερον.
(3) οὓς εἰ μὲν φαύλους ὑπολήψομαι, οὐδὲ παρακατατιθέμενος αὐτοῖς ὀρθῶς δόξω φρονεῖν, παρὰ χρηστῶν δέ μοι ἔξεστι καὶ μηδὲν δόντι λαμβάνειν· οὐ γὰρ ἀργυρίου μὲν φύλακες πιστοὶ ὑπάρξουσι, χάριτος δὲ ἄπιστοι, οὐδὲ τὸ μὲν δοθὲν οὐκ ἂν ἀξιώσειαν ἀποστερεῖν, ἐφ’ οἷς δὲ κἂν τὸ ἀργύριον ἐδίδοσαν, πρότερον προῖκα εἰληφότες παρ’ ἡμῶν, περιόψονται ἡμᾶς ἀπορουμένους. ἑνὶ δὲ κεφαλαίῳ εἰκὸς φίλους μὲν ὄντας πολλὰ καὶ τῶν ἰδίων ἡμῖν προήσεσθαι, φίλους δὲ μὴ ὑπάρχοντας ἔνια καὶ τῶν ἡμετέρων προσαποστερεῖν ζητήσειν. αὐτὸς δὲ ὥστε τηρεῖν ἀργύριον οὐκ ἄγω σχολήν.
(4) θαυμάζω δὲ καὶ τῶν λοιπῶν οἳ παρασκευάζεσθαι μέν φασιν αὑτῶν χάριν, φαίνονται δὲ καὶ αὑτοὺς διὰ τὰ κέρδη ἀποδόμενοι, καὶ παιδείας ὀλιγωροῦντες χρηματισμοῦ ἐπιμελοῦνται. τοιγαροῦν τῆς μὲν κτήσεως θαυμάζονται, τῆς δὲ ἀπαιδευσίας καταγελῶνται, καὶ τῶν ἄλλων πάντων μακαρίζονται πλὴν ἑαυτῶν. καίτοι πῶς οὐ δεινὸν ἐπὶ μὲν φίλῳ δοκεῖν εἶναι αἰσχρὸν ἡγεῖσθαι καὶ μηδ’ ἂν βιῶναι βούλεσθαι ἑτέροις ὄντα πρόσθεμα καὶ ἀλλοτρίων παράσιτον ὄντα ἀγαθῶν, ταὐτὸ δὲ τοῦτο πρὸς τὰ χρήματα πεπονθότα μὴ αἰδεῖσθαι; ἢ οὐκ ἴσμεν ὅτι καὶ τιμῶνται οὗτοι διὰ τὸν πλοῦτον καὶ μεταπεσούσης τῆς τύχης ἐν ἀτιμίᾳ διάγουσι τῇ πάση;
(5) ὥστε μήτε τιμωμένους αὐτοὺς χαίρειν (οὐ γὰρ ἐφ’ ἑαυτοῖς τιμῶνται), ἀτιμαζομένους τε πολὺ μᾶλλον ἄχθεσθαι, τὸ γὰρ ἀτιμαζόμενον καὶ δι’ ὃ παρορῶνται αὐτοί εἰσι. πρῶτον μὲν οὖν οὐκ ὀρθῶς ὑπέλαβες, εἰ Σωκράτην οἴει τι ἀργυρίου ποιήσειν, ὃ μὴ καὶ προῖκα αὐτῷ καλῶς εἶχε πρᾶξαι· καὶ πρὸς τούτῳ ἐκεῖνο οὐκ ἐλογίσω, ὅτι ἐνταῦθά με πολλὰ κατέχει, καὶ τὸ μέγιστον αἱ τῆς πατρίδος χρεῖαι. καὶ μὴ θαυμάσῃς, εἰ καὶ τῇ πατρίδι χρείας τινάς φαμεν ἐκτελεῖν, ὅτι οὔτε ἐν στρατηγίαις οὔτε ἐπὶ τοῦ βήματος ἐξετάζομαι.
(6) πρῶτον μὲν γὰρ οἶμαι καθ’ ὃ δύναται ἕκαστος ὠφελεῖν ἐξετάζεσθαι· τὸ δὲ μείζω ἢ ἐλάττω πράττειν οὐκ ἐπ’ αὐτῷ ἐστίν, ἀλλὰ τοῦ μὲν ἕτερα ἔχει τὴν αἰτίαν, τοῦ δὲ καθάπαξ αὐτός. ἔπειτα οὐ τῶν τοσαύτῃ πόλει συμβουλευσόντων δεῖ μόνον, οὐδὲ τῶν ἡγησομένων κατὰ γῆν ἢ κατὰ θάλατταν, ἀλλὰ καὶ τῶν ἐπιστησόντων τοὺς ἐπὶ τὰ τῇ πόλει συμφέροντα ἰόντας· οὐδὲν γὰρ θαυμαστὸν ὑπὸ μεγέθους τῶν ἐπικειμένων οἷον ἀποκοιμίζεσθαι ἐνίους αὐτῶν, οἷς τοῦ ἐπεγείροντος ὥσπερ μύωπος δεήσει.
(7) πρὸς ἃ δὴ καὶ ἐμὲ ἔταξεν ὁ θεός. ἐπιεικῶς μὲν οὖν ἀπεχθάνεσθαί μοι συμβαίνει ἀπ’ αὐτοῦ, ἀλλ’ ἐκεῖνος ἀφίστασθαι οὐκ ἐᾷ. ᾧ πειστέον μᾶλλον· εἰκὸς γὰρ τό γε ὑγιὲς ἐμοῦ κρεῖττον αὐτὸν εἰδέναι. ἐπεὶ καὶ πρὸς σὲ βουλομένῳ ἀπεῖπε μὴ ἰέναι καὶ τὸ δεύτερον πέμψαντός σου ἀπηγόρευσεν. ἀπειθεῖν δὲ αὐτῷ ὀκνῶ, καὶ τὸν Πίνδαρον ἡγούμενος εἰς τοῦτο εἶναι σοφόν, ὅς φησι θεοῦ δὲ δείξαντος ἀρχὰν ἕκαστον ἐν πρᾶγος εὐθεῖα δὴ κέλευθος ἀρετὰν ἑλεῖν, τελευταί τε καλλίονες· σχεδὸν γὰρ οὕτω που αὐτῷ ἔχει τὸ ὑπόρχημα.
(8) πολλὰ δὲ πολλοῖς καὶ τῶν ἄλλων εἴρηται ποιητῶν περὶ θεῶν, καὶ ὅτι τὰ μὲν κατὰ τὴν τούτων βούλησιν πραττόμενα ἐπὶ τὸ λῷον ἐκβαίνει, τὰ δὲ παρὰ θεὸν ἀλυσιτελῆ ὑπάρχει τοῖς πράξασιν. ὁρῶ δὲ καὶ τῶν πόλεων τῶν Ἑλληνίδων τὰς φρονιμωτάτας συμβούλῳ χρωμένας τῷ ἐν Δελφοῖς θεῷ, καὶ ὅσαι μὲν ἂν τούτῳ πειθόμεναι πράττωσι, πρὸς ὠφέλειαν αὑταῖς γιγνομένας, ὅσαι δ’ ἂν ἀπειθήσωσιν, ὡς τὸ πολὺ βλαπτομένας. οὐ θαυμάσαιμι δ’ ἄν, εἴ μοι περὶ τοῦ δαιμονίου ἀπιστήσειας λέγοντι· ἤδη γὰρ πρός με καὶ ἄλλοι οὕτω διετέθησαν οὐκ ὀλίγοι.
(9) πλεῖστοι δέ μοι ἠπίστησαν ἐν τῇ ἐπὶ Δηλίῳ μάχῃ· παρῆν γὰρ τότε τῇ στρατείᾳ καὶ συνεμαχόμην πανδημεὶ τῆς πόλεως ἐξεληλυθυίας. ἐν δὲ τῇ φυγῇ ἅμα πολλοὶ ὑπαπήειμεν, καὶ ὡς ἐπὶ διαβάσεώς τινος ἐγενόμεθα, πήειμεν, καὶ ὡς ἐπὶ διαβάσεως τινος ἐγενόμεθα, συνέβη μοι τὸ εἰωθὸς σημεῖον. ἐνέστην οὖν καὶ εἶπον ἄνδρες, οὔ μοι δοκεῖ ταύτην πορεύεσθαι· τοῦ γὰρ δαιμονίου μοι ἡ φωνὴ γέγονεν. οἱ μὲν οὖν πλείους πρὸς ὀργὴν ὡσπερεὶ παίζοντος ἐμοῦ ἐν οὐκ ἐπιτηδείῳ καιρῷ ὁρμήσαντες εὐθεῖαν ἐβάδιζον, ὀλίγοι δέ τινες ἐπείσθησαν καὶ τὴν ἐναντίαν ἐμοὶ συναπετράποντο. καὶ οἴκαδε πορευόμενοι διεσώθημεν, τοὺς δ’ ἄλλους ἥκων τις ἐξ αὐτῶν πάντας ἔφη ἀπολωλέναι· εἰς γὰρ τοὺς ἱππέας ἐμπεσεῖν τῶν πολεμίων ἐπανιόντας ἀπὸ τῆς διώξεως. πρὸς οὓς τὸ μὲν πρῶτον μάχεσθαι, ὕστερον δὲ περικλειομένους ὑπ’ αὐτῶν πλειόνων ὄντων ἐγκλίναντας καὶ περικαταλήπτους γενομένους πάντας ἀπολέσθαι. αὐτὸς δὲ ὁ ταῦτα ἀπαγγέλλων τραυματίας ἀφῖκτο, μόνην τὴν ἀσπίδα σώζων.
(10) πολλὰ δὲ καὶ ἰδίᾳ προηγόρευσα ἐνίοις τῶν ἀποβησομένων διδάσκοντος τοῦ θεοῦ. σὺ δὲ καὶ τῆς βασιλείας ἔφησας μέρος διδόναι καὶ παρακαλεῖς μὴ ὡς ἀρξόμενον βαδίζειν, ἀλλ’ ὡς τοὐναντίον ἄρξοντα καὶ τῶν ἄλλων καὶ σοῦ αὐτοῦ. ἐγὼ δὲ μεμαθηκέναι ἄρχειν οὔ φημι, μὴ εἰδὼς δὲ οὐκ ἂν δεξαίμην μᾶλλον βασιλεύειν ἢ κυβερνᾶν μὴ ἐπιστάμενος. οἶδα δὲ ὅτι, εἰ καὶ οἱ ἄλλοι ἄνθρωποι ὁμοίως διέκειντο, ἥττονα ἂν ἦν κακὰ ἐν τῷ βίῳ. νῦν δ’ ἡ τῶν μὴ ἐπισταμένων τόλμα ἐπιχειροῦσα οἷς μὴ ἴσασιν εἰς τοῦτο ταραχῆς αὐτοὺς προάγει. ὅθεν καὶ τὴν τύχην ἔτι μείζω πεποίηκε, τῇ ἐκείνων ἀνοίᾳ τὴν ταύτης ἐξουσίαν αὐξάνουσα.
(11) καὶ μέντοι οὐδὲ ἐκεῖνο ἀγνοῶ, ὅτι ἐνδοξότερον εἶναι καὶ περιβλέπεσθαι μᾶλλον εἰκὸς ἰδιώτου βασιλέα ὄντα. ἀλλ’ ὥσπερ οὐδὲ ἐφ’ ἵππον ἂν εἱλόμην καθίζεσθαι ἄπειρος ὢν ἱππικῆς, ἀλλ’ ἐλυσιτέλει μοι πεζῷ εἶναι, κἂν εἰ ταπεινότερος πολὺ τοῦ ἱππέως ἦν, οὕτω καὶ περὶ βασιλείας καὶ ἰδιωτείας φρονῶ, καὶ οὐκ ἂν ὑπὸ ἐπιθυμίας τῶν μειζόνων ἐξαρθεὶς ἐπιφανεστέρων ὀρεχθείην συμφορῶν. ἐοίκασι δὲ καὶ οἱ πρῶτοι μυθολογήσαντες τὰ περὶ τὸν Βελλεροφόντην τούτῳ τι παραπλήσιον αἰνίξασθαι.
(12) οὐ γὰρ ὅτι, οἶμαι, τόπου ὑψηλοτέρου ἐπεθύμησεν, ἀλλ’ ὅτι πραγμάτων μειζόνων ἢ καθ’ ἑαυτὸν ὠρέχθη, μετὰ ταῦτα αὐτῷ συμφοραὶ ἐγένοντο· καταπεσὼν γὰρ ἀπὸ τῆς ἐλπίδος αἰσχρῶς καὶ ἐπονειδίστως τὸν λοιπὸν ἔζη βίον, διὰ τοὺς ἐφυβρίζοντας ἐν τοῖς ἄστεσιν ἐπὶ τὴν ἐρημίαν ἐξεληλυθὼς καὶ τὰς βάσεις ἀπολωλεκώς, οὐχ ἅσπερ ἡμεῖς εἰθίσμεθα λέγειν, ἀλλὰ τὴν παρρησίαν, ἐφ’ ἧς ὀρθοῦται ὁ ἑκάστου βίος. ταῦτα μὲν οὖν ὅπῃ τοῖς ποιηταῖς φίλα, ταύτῃ ὑπονοείσθω· τὸ δ’ ἐμὸν δεύτερον ἤδη ἀκούεις, ὅτι οὐκ ἀλλάττομαι τῶν ἐκεῖ τἀνθάδε, ἀμείνω δοκῶν. ἀλλ’ οὐδὲ τῷ θεῷ συναρέσκει, ᾧ μέχρι νῦν συμβούλῳ τε καὶ ἐπιτρόπῳ ἐμαυτοῦ χρῶμαι.
β′.> Σωκράτης Ξενοφῶντι. Χαιρεφῶν ὃν τρόπον ὑφ’ ἡμῶν σπουδάζεται οὐκ ἀγνοεῖς, ᾑρημένος δὲ ὑπὸ τῆς πόλεως πρεσβευτὴς εἰς Πελοπόννησον τάχ’ ἂν καὶ πρὸς ὑμᾶς ἀφίκοιτο. τὰ μὲν οὖν τῶν ξενίων εὐπόριστα ἀνδρὶ φιλοσόφῳ, τὰ δὲ τῆς πορείας ἐπισφαλῆ καὶ μάλιστα διὰ τὰς αὐτόθι νῦν ταραχὰς ὑπαρχούσας. ὧν ἐπιμεληθεὶς ἐκεῖνόν τε σώσεις ἄνδρα φίλον καὶ ἡμῖν τὰ μάλιστα χαριῇ.
γ′.> Σωκράτους. Μνήσων ὁ Ἀμφιπολίτης ἐν Ποτιδαίᾳ μοι συνεστάθη. οὗτος νῦν Ἀθήναζε ἔρχεται πρὸς τὸν δῆμον, ἐκπεσὼν ὑπὸ τῶν οἴκοι τὰ γὰρ ἐκεῖ κεκίνηται μὲν ἤδη, οὕπω δ’ ἐστὶ φανερά, οἶμαι μέντοι οὐ πολλοῦ αὐτὰ δεήσειν χρόνου. τούτῳ συλλαβόμενος αὐτόν τε ἄξιον ὄντα ποιήσεις εὖ καὶ τὰς πόλεις ἀμφοτέρας ὠφελήσεις, τὴν μὲν τῶν Ἀμφιπολιτῶν, ἵνα μὴ ἀποστᾶσα ἀνήκεστόν τι κινδυνεύσῃ παθεῖν, τὴν δ’ ἡμετέραν, ὅπως μὴ καὶ περὶ ἐκείνης πράγματα ἔχῃ, ὡς νῦν γε περὶ Ποτιδαίας μικροῦ δέομεν ἀπειρηκέναι.
δ′.> Σωκράτους. Κριτοβούλῳ μὲν ἐντυχὼν παρεκάλουν πρὸς φιλοσοφίαν αὐτόν, ὃ δέ μοι δοκεῖ διανενοῆσθαι μᾶλλον ἐξορμήσεσθαι πρὸς τὰ πολιτικά. αἱρήσεται οὖν τὴν πρὸς ἐκεῖνα ἁρμόττουσαν παιδείαν καὶ τὸν ὑφηγησόμενον ἐκλέξεται τῶν ὄντων τὸν κράτιστον. σχεδὸν δὲ νῦν ἐπιδημοῦσιν οἱ δοκιμώτατοι Ἀθήνησι, καὶ πολλοὶ αὐτῶν καὶ πρὸς ἡμᾶς ἔχουσιν οἰκείως. τὰ μὲν οὖν ἐκείνου ταῦτα, τῶν δ’ ἐμῶν Ξανθίππη μὲν καὶ τὰ παιδάρια ἔρρωται, αὐτὸς δὲ ὥσπερ καὶ παρόντος σου πράττω.
ε′.> Σωκράτης Ξενοφῶντι. Σὲ μὲν ἐν Θήβαις ἡμῖν γενέσθαι ἀπηγγέλλετο, Πρόξενον δὲ καταλαβεῖν εἰς τὴν Ἀσίαν ὡς Κῦρον ὡρμηκότα. εἰ μὲν οὖν εὐτυχῶν ἐφίεσαι πραγμάτων, θεὸς οἶδεν, ὡς ἤδη γέ τινες τῶν ἐνταῦθα καταμέμφεσθαι αὐτὰ ἐπιχειροῦσιν· οὐ γὰρ ἄξιόν φασιν εἶναι Κύρῳ βοηθεῖν Ἀθηναίους, δι’ ὃν τὴν ἀρχὴν ὑπὸ Λακεδαιμονίων ἀφῃρέθησαν, οὐδ’ αὐτοὺς ὑπὲρ ἐκείνου πολεμεῖν καταπολεμηθέντας δι’ ἐκεῖνον. οὐκ ἂν οὖν θαυμάσαιμι εἰ μεταπεσούσης τῆς πολιτείας συκοφαντεῖν σέ ἀφ’ ἑαυτῶν ἐπιχειρήσουσιν, ἀλλ’ ὅσῳ λαμπρότερον τἀκεῖ χωρήσειν ὑπολαμβάνω, τοσούτῳ σφοδρότερον ἐπικεῖσθαι τούτους ἡγοῦμαι· τὰς γὰρ ἐνίων φύσεις οὐκ ἀγνοῶ.
(2) ἡμεῖς δ’ ἐπείπερ ἅπαξ εἰς τοῦτο ἑαυτοὺς ἔδομεν, ἄνδρες ἀγαθοὶ γενώμεθα, τῶν τε ἄλλων ἃ περὶ ἀρετῆς εἰώθειμεν λέγειν ἀναμιμνησκόμενοι καὶ τὸ μηδὲ γένος πατέρων αἰσχυνέμεν ἐν τοῖς ἄριστα τῷ ποιητῇ εἰρῆσθαι τιθέντες. ἴσθι δὲ ὡς δυοῖν τούτοιν μάλιστα προσδεῖται πόλεμος, καρτερίας τε καὶ ἀφιλοχρηματίας· διὰ ταύτην μὲν γὰρ τοῖς οἰκείοις φίλοι, διὰ καρτερίαν δὲ φοβεροὶ τοῖς ἀντιπάλοις γινόμεθα. ὧν ἀμφοτέρων οἰκεῖα ἔχεις τὰ παραδείγματα.
ϛ′.> Σωκράτους. Τοῖν μὲν ξένοιν ἐπεμελήθην ὡς παρεκάλεις, καὶ τὸν ἐν τῷ δήμῳ συναγορεύσοντα αὐτοῖν ἐσκεψάμην τῶν ἡμετέρων τινὰ ἑταίρων, ὃς ὑπηρετήσειν ἔφη προθυμότερον διὰ τὸ καὶ σοὶ χαρίζεσθαι ἐθέλειν. περὶ δὲ τοῦ χρηματισμοῦ καὶ περὶ ὧν προσπαίζων ἔγραφες τὸ μὲν ἐπιπλήττειν ἐνίους οὐδὲν ἴσως ἄτοπον, εἰ πρῶτον μὲν ἐσπουδακότων τῶν ἄλλων περὶ πλοῦτον ἐγὼ πένης αἱροῦμαι βιοῦν, ἔπειτα ἐξόν μοι παρὰ πολλῶν πολλὰ λαμβάνειν οὐ τὰς παρὰ ζώντων μόνον δωρεὰς τῶν φίλων ἀλλὰ καὶ ὅσα ἂν τελευτῶντές μοι ἀφῶσιν ἑκὼν παραιτοῦμαι · τὸν δ’ οὕτω διακείμενον οὐδὲν θαυμαστὸν μαινόμενον παρὰ τοῖς ἄλλοις νομίζεσθαι.
(2) χρὴ δὲ μὴ τοῦτο μόνον ἀλλὰ καὶ τὸν ἄλλον ἡμῶν προσεπιθεωρεῖν βίον, καὶ εἰ περὶ τὴν χρῆσιν τῶν χρημάτων διαφέροντες φανούμεθα, μὴ θαυμάζειν ὅτι καὶ περὶ τὸν πορισμὸν διεστήκαμεν. ἐμοὶ μὲν τοίνυν ἀπαρκεῖ τροφῇ τε χρῆσθαι τῇ λιτοτάτῃ καὶ ἐσθῆτι θέρους τε καὶ χειμῶνος τῇ αὐτῇ, ὑποδήμασι δὲ πάμπαν οὐ χρῶμαι, οὐδὲ πολιτικῆς ἐφίεμαι δόξης πλὴν ὅσον ἐκ τοῦ σώφρων εἶναι καὶ δίκαιος· οἳ δὲ πολυτελείας μὲν τῆς περὶ τὴν δίαιταν οὐδὲν ἀπολείπουσιν, ἐσθῆτας δὲ διαφόρους οὐχ ὅτι γε ἔτους τοῦ αὐτοῦ ἀλλὰ καὶ ἡμέρας τῆς αὐτῆς ἀμφιέννυσθαι ζητοῦσι, πολλὰ δὲ χαρίζονται καὶ ταῖς ἀπορρήτοις ἡδοναῖς.
(3) καὶ ὃν τρόπον οἱ τὴν κατὰ φύσιν χρόαν διεφθορότες ἐπακτοῖς χρώμασι κοσμοῦνται, κἀκεῖνοι τὴν ἐξ ἀρετῆς ἀληθινὴν δόξαν ἀπολωλεκότες, ἣν εἰκὸς περιγίνεσθαι ἑκάστῳ, εἰς τὴν ἐκ τῆς ἀρεσκείας καταφεύγουσι, διανομαῖς καὶ ἑστιάσεσι πανδήμοις τὴν παρὰ τῶν πληθῶν εὐφημίαν παρακαλούμενοι. ὅθεν εἰκότως οἶμαι πολλῶν αὐτοῖς δεῖσθαι συμβαίνει· οὔτε γὰρ αὐτοὶ ζῆν δύνανται ἀπ’ ὀλίγων, οἵ τε πλησίον ἀποδέχεσθαι αὐτοὺς οὐκ ἐθέλουσι, μὴ μισθὸν τῆς εὐλογίας φερόμενοι. ἐμοὶ μὲν πρὸς ἄμφω ταῦτα καλῶς ἔχει ὁ βίος. καὶ εἰ μέν τί με τῶν ἀληθῶν ἐκφεύγει, οὐκ ἂν ἰσχυρισαίμην· ὅτι μέντοι ταῦτα μὲν οἱ κρείττους φασὶν εἶναι βελτίω, ἐκεῖνα δὲ οἱ πολλοί, σαφῶς οἶδα.
(4) πολλάκις δὲ καὶ περὶ τοῦ θεοῦ κατ’ ἐμαυτὸν ἐννοούμενος καθ’ ὅ τι εὐδαίμων εἴη καὶ μακάριος, ὁρῶ τῷ μηδενὸς δεῖσθαι αὐτὸν ὑπερβάλλοντα ἡμᾶς· φύσεως γὰρ λαμπροτάτης ἐκεῖνο ἦν, οὐ τὸ πολλῶν δεόμενον ἑτοίμως ἔχειν ἀπολαύειν. καίτοι σοφώτερόν τε εἶναι εἰκὸς ὅστις ἑαυτὸν ἀπεικάζει τῷ σοφωτάτῳ, καὶ μακαριώτερον ὑπάρχειν ὃς ἂν ὅτι μάλιστα ἐξομοιωθῇ τῷ μακαριωτάτῳ. τοῦτο δὲ εἰ μὲν πλοῦτος ποιεῖν ἐδύνατο, πλοῦτόν γ’ ἂν ἐχρῆν αἱρεῖσθαι· ἐπεὶ δὲ ἀρετὴ μόνη φαίνεται παρασκευάζειν, εὔηθες ἀφέντας τὸ ὂν ἀγαθὸν τὸ δοκοῦν μεταδιώκειν.
(5) ὡς μὲν οὖν τἀμὰ οὐχ οὕτω βέλτιον ἔχει, οὐκ ἄν μέ τις ῥᾳδίως μεταπείσειε· περὶ δὲ τῶν παίδων ὅπερ ἔφησθα δεῖν προνοεῖσθαι, ᾗ διανοοῦμαι περὶ αὐτῶν, μαθεῖν ἔξεστι πᾶσιν ἀνθρώποις. μίαν ἀρχὴν εὐδαιμονίας ἐγὼ νομίζω φρονεῖν εὖ, τὸν δὲ νοῦ μὲν μὴ μετειληφότα, χρυσίῳ δὲ πιστεύοντα καὶ ἀργυρίῳ πρῶτον μὲν ὅπερ οἴεται κεκτῆσθαι ἀγαθὸν οὐκ ἔχειν, ἔπειτα τοσοῦτον ὑπάρχειν ἀθλιώτερον τῶν ἄλλων, ὅσον ὃ μὲν ἀναγκασθεὶς ὑπὸ πενίας, εἰ καὶ μὴ νῦν, αὖθίς ποτε φρονήσει, ὃ δὲ τὰ μὲν ὑπ’ οἰήσεως τοῦ εἶναι μακάριος τῆς ἀληθινῆς ὠφελείας ἀμελῶν, τὰ δὲ ὑπὸ χορηγίας διαφθειρόμενος, πρὸς οἷς ἠτύχει ἤδη καὶ τῶν ὄντως ἀνθρωπίνων ἀγαθῶν προσαπεστέρηται τὴν ὑπὲρ τῶν μελλόντων χρηστὴν ἐλπίδα.
(6) οὐδὲ γὰρ σωθῆναι οἷόν τέ ἐστι τῷ τοιούτῳ πρὸς ἀρετήν, κατεχομένῳ μὲν ὑπὸ κολακείας ἀνθρώπων ὁμιλῆσαι δεινῶν, κατεχομένῳ δὲ ὑπὸ γοητείας ἡδονῶν, αἳ κατὰ πᾶν αἰσθητήριον προσβάλλουσαι τῇ ψυχῇ πᾶν ὅ τι καλὸν ἢ σωφρονικὸν ἐν αὐτῇ ἠρέμα ἐξελαύνουσι. τίς οὖν ἀνάγκη παισὶν αἰτίαν καταλιπεῖν ἀφροσύνης μᾶλλον ἢ παιδεύσεως, οὐ λόγοις μόνον ἀλλὰ καὶ ἔργοις δηλώσαντας ὅτι ἐν σφίσιν αὐτοῖς τὰς ἀπ’ αὐτῶν ἔχουσιν ἐλπίδας καὶ μὴ γενομένοις ἀγαθοῖς οὐδὲ ζῆν καταλείπεται, ἀλλὰ λιμῷ φθαρέντες οἰκτρῶς τελευτήσουσι, πρέπουσαν ἀργίᾳ δίκην ἐκτίνοντες;
(7) καίτοιγε ὁ νόμος μέχρι ἥβης κελεύει παῖδα ἐκτρέφεσθαι ὑπὸ γονέων. ὑμεῖς δ’, ἴσως εἴποι τις ἂν ἀνὴρ πολιτικὸς ἀγανακτῶν πρὸς τοὺς ἑαυτοῦ υἱεῖς κληρονομεῖν ἐπιθυμοῦντας, οὐδὲ τελευτῶντος ἀφέξεσθαί μου διανοεῖσθε, ἀλλὰ καὶ τελευτῶντα τροφὰς οἱ ζῶντες αἰτήσετε καὶ οὐκ αἰσχυνεῖσθε θανάτου ζωὴν ἀπρακτοτέραν βιοῦντες; ἀλλὰ τὰ μὲν ἐμὰ περιττεύειν καὶ μετὰ θάνατον ἀξιοῦτε ἑτέροις, τὰ δ’ ὑμέτερα ὑμῖν οὐδ’ εἰς τὸ ζῆν ἐξαρκέσει.
(8) ἐκεῖνος μὲν οὖν σκαιοῖς ἴσως πρὸς τοὺς ἑαυτοῦ παῖδας χρήσεται τοῖς λόγοις, πατρικὴν ἅμα πολιτικῇ παρρησίαν ἄγων, τὰ δ’ ἐμὰ λόγου μὲν ἕνεκα ἐπιεικέστερα ὄντα τυγχάνει, ἔργῳ δὲ οὐ πόρρω φαίνεται πλουτούντων ἀποστατεῖν. ὅθεν ἐγὼ χρυσίον μὲν οὐ καταλείψω τοῖς ἐμαυτοῦ παισί, τοῦ δὲ χρυσοῦ κτῆμα τιμιώτερον φίλους ἐπιεικεῖς, οὓς φυλάττοντες μὲν οὐδενὸς ἐλλειφθήσονται τῶν ἀναγκαίων, κακῶς δὲ τὰ περὶ τοὺς φίλους μεταχειρίσαντες εὔδηλον ὡς τά γε χρήματα πολὺ κάκιον διοικήσουσιν.
(9) εἰ δέ σοι τὰς ἐνίων ὀλιγωρίας ὁρῶντι φαύλως δόξω βεβουλεῦσθαι, πρῶτον μὲν ἐκεῖνο ἐρῶ, ὅτι οὐ πάντες ἄνθρωποι ὁμοίως ἔχουσι πρὸς τοὺς φίλους (εἰσὶ δὲ οἳ καὶ τετελευτηκότων αὐτῶν προνοοῦσιν), ἔπειθ’ ὅτι τοὺς ἡμετέρους τοιούτους εἰκὸς εἶναι, οὐ φορτικῶς ἡμῖν συνεληλυθότας, οὐδὲ νῦν μόνον ἀλλὰ καὶ τότε τῆς παρ’ ἡμῶν οὐχ ἧττον ὠφελείας ἀπολαύοντας. τῆς μὲν οὖν ὀλιγοχρονίου χάριτος εἰκὸς καὶ τὰς ἀμοιβὰς εἶναι βραχείας, αἱ πολυχρόνιοι δὲ τῶν εὐεργεσιῶν ἴσην τῇ ὠφελείᾳ τίκτουσι τὴν ἀμοιβήν.
(10) τὰ δ’ ἐμὰ μαντεύομαι προκόπτουσι τοῖς ἑταίροις καλλίω φανεῖσθαι. διόπερ οὐδὲ μισθοὺς αὐτοὺς εἰσπράττομαι, ὅτι οὐδὲν ἔχω πρέπον ἀντικατάλλαγμα φιλοσοφίας ἄλλο πλὴν φιλίαν, καὶ ὅτι οὐχ ὥσπερ οἱ σοφισταὶ κἀγὼ δέδοικα περὶ τῶν ἰδίων· παλαιούμενα γὰρ νέα γίνεται καὶ πρὸς τὸ γῆρας μᾶλλον ἀναζωπυρεῖσθαι φιλεῖ, ὅθεν αὐτά τε μάλιστα ὑπὸ τῶν μαθόντων στέργεται τότε, καὶ ὁ γεννήσας αὐτὰ πατὴρ ἐπιποθεῖται. περιὼν μὲν οὖν τιμῆς τυγχάνει, τελευτήσας δὲ μνήμης ἀξιοῦται· κἂν τῶν οἰκείων τινὰ καταλελοιπὼς ᾖ, τοῦδε ὡς υἱέος ἢ ἀδελφοῦ κήδονται, πᾶσαν εὔνοιαν εἰς αὐτὸν ἐνδεικνύμενοι, τρόπον τινὰ ἕτερον συγγενείας τῆς κατὰ φύσιν συνανηρτημένοι αὐτῷ.
(11) οὔκουν δύνανται, οὐδ’ εἰ βούλοιντο, κακῶς πράττοντα αὐτὸν παρεξιέναι, ὥσπερ οὐδὲ τοὺς κατὰ γένος προσήκοντας ὑπερορᾶν οἷοί τέ ἐσμεν. τὸ γὰρ ἐν τῇ ψυχῇ συγγενὲς ἅτε ἐκ τοῦ αὐτοῦ πατρὸς ἀδελφὸν γεγενημένον ἀναγκάζει σφᾶς βοηθεῖν τῷ τοῦ τετελευτηκότος υἱεῖ, ὑπομιμνῆσκον τοῦ πατρὸς καὶ τὴν ἐκείνου ὀλιγωρίαν σφετέραν ἀτιμίαν τιθέμενον. ὅρα οὖν, εἴ σοι δόξω ἔτι ἢ τἀμαυτοῦ κακῶς οἰκονομεῖν ἢ τῶν παιδίων ὅπως μηδὲν ὑστερήσωσι τῶν ἀναγκαίων ἐμοῦ τελευτήσαντος ὀλιγωρεῖν, ὃς οὐδὲ χρήματα αὐτοῖς ἀλλὰ τοὺς τῶν χρημάτων καὶ αὐτῶν ἐκείνων ἐπιμελησομένους καταλείπω.
(12) καίτοι ὑπὸ μὲν ἀργυρίου οὐδεὶς βελτίων εἰς τὴν ἡμέραν ταύτην ἱστορεῖται γενόμενος, ὁ δὲ δόκιμος φίλος καὶ ταύτῃ αἱρετώτερος τυγχάνει τοῦ δοκίμου χρυσίου, ὅτι οὐ πᾶσι τοῖς ὀρεγομένοις ἀλλὰ τοῖς βελτίοσι τῶν φίλων ὑπηρετεῖ, οὐδὲ τὰς τοῦ βίου χρείας μόνον ἀλλὰ καὶ τὴν αὐτοῦ τοῦ κεκτημένου ψυχὴν θεραπεύει καὶ εἰς ἀρετῆς λόγον, ἧς χωρὶς οὐδὲν τῶν ἀνθρωπίνων ὀνίνησι, πλεῖστα συμβάλλεται. τὸ μὲν οὖν ἀκριβὲς τούτων πέρι καὶ κατ’ ὄψιν ἐντυχόντες ἀλλήλοις ἐπισκεψόμεθα· πρὸς ἃ δὲ ἐπιζητεῖς νῦν, ἀρκεῖ καὶ διὰ τῶν εἰρημένων ἀποκεκρίσθαι μετρίως.
ζ′.> Σωκράτους. Σὲ μὲν οὐ θαυμαστὸν ἐπιστέλλειν ὑπὲρ ὧν γράφεις, τὴν γὰρ αὐτὴν ὑπολαμβάνεις γνώμην ἣν παρόντος σου πρὸς ἡμᾶς εἶχον καὶ νῦν ἀπόντος φυλάττειν ἔτι τοὺς τριάκοντα· ἐμοὶ δὲ συνέβη μετὰ τὴν σὴν ἀποχώρησιν εὐθέως ὑποπτευθῆναι, καί τις λόγος ἐν αὐτοῖς διῆλθεν ὡς οὐ χωρὶς Σωκράτους ταῦτ’ εἴη πεπραγμένα. ἡμέραις δ’ οὐ πολλαῖς ὕστερον ἀνακαλεσάμενοί με εἰς τὴν θόλον ἦγον καὶ περὶ τούτων ἐμέμφοντο, καὶ ἐμοῦ ἀπολογουμένου ἰέναι με ἐκέλευον εἰς Πειραιᾶ καὶ Λέοντα συλλαμβάνειν. ἦν δὲ ἡ γνώμη αὐτῶν ἐκεῖνον μὲν ἀποκτιννύναι καὶ τὰ χρήματα αὐτοὺς ἔχειν, ἐμὲ δὲ κοινωνὸν ποιεῖσθαι τοῦ ἀδικήματος.
(2) παραιτουμένου δέ μου καί τι τοιοῦτον εἰπόντος, ὡς οὐκ ἂν ἑκών ποτε ἔργῳ ἐπιγραφείην ἀδίκῳ, παρὼν ὁ Χαρικλῆς καὶ ἰδίᾳ ἀγανακτήσας ἦπου οὐδέν, ὦ Σώκρατες, ἔφη ἡγῇ κακὸν δύνασθαι παθεῖν οὕτως αὐθαδῶς διαλεγόμενος; κἀγώ μυρία μὲν οὖν, νὴ Δί’ εἶπον, ὦ Χαρίκλεις, οὐ μέντοι τοσοῦτόν γε οὐδέν, ὁπηλίκον εἰ ἀδικήσω. ἀπεκρίνατο μὲν οὖν οὐκέτι οὐδὲ εἷς αὐτῶν, δοκοῦσι δέ μοι οὐχ ὁμοίως ἐξ ἐκείνου τοῦ χρόνου διακεῖσθαι.
(3) περὶ δὲ ὑμῶν οἱ παρόντες διήγγελλον κατὰ γνώμην ἄχρι νῦν χωρεῖν τὰ πράγματα· ἔλεγον γὰρ ὅτι οἱ Θηβαῖοι καταφυγόντας ὑμᾶς ἀσμένως ἀπεδέξαντο καὶ κατιοῦσι πάσῃ προθυμίᾳ συλλαμβάνειν οἷοί τέ εἰσιν. ἐταράττοντο δὲ καὶ τῶν ἐνθάδε τινὲς τοῖς λόγοις τούτοις καὶ ὅτι καὶ τὰ ἐκ τῆς Λακεδαίμονος δυσελπιστότερα ἠγγέλλετο. ἔλεγον γὰρ οἱ μετὰ τῶν πρέσβεων ἐκεῖθεν ἥκοντες πολέμους τε καταλαβεῖν τοὺς Λακεδαιμονίους συνεστηκότας μεγάλους, καὶ τοὺς ἐφόρους περὶ τῆς ἐνθάδε ταραχῆς ἀκούοντας ἀγανακτεῖν, οὐκ ἐπ’ ὀλέθρῳ λέγοντας αὐτοῖς παραδεδωκέναι τὴν πόλιν τοὺς Λακεδαιμονίους (τοῦτο μὲν γὰρ ἐξεῖναι σφίσι κρατήσασι πεποιηκέναι, εἰ ἐβούλοντο, τῶν συμμάχων Κορινθίων καὶ Θηβαίων τότε ἐναγόντων), ἀλλ’ ὅπως αὐτοὶ πολιτεύσωνται ἐπιτηδείως ὀλιγαρχούμενοι καὶ τὰ κοινὰ διοικοῦντες βέλτιον ἢ ἐπὶ τῆς δημοκρατίας.
(4) εἰ οὖν οὗτοι ἀληθῆ ταῦτα ἀπαγγέλλουσι καὶ τὰ ὑμέτερα οὕτως ὥς φασιν ἔχει, πολλὴ ἐλπὶς ὑμῶν μετὰ Θηβαίων ἀφικομένων, ἐκείνοις δὲ μὴ βοηθησάντων Λακεδαιμονίων ῥᾳδίως καταστήσεσθαι τὰ ἐνθάδε. ὁμοῦ δὲ καὶ τῶν ἐπιχωρίων πολλοὶ νῦν μὲν διὰ τὸ δεδοικέναι ἄγουσιν ἡσυχίαν· εἰ δὲ τῶν ὑμετέρων τι ἀλλαχόθεν παραφαίνεται βέβαιον, ἄσμενοι καταλείψουσι τὰ ἐνθάδε. ὅλως γὰρ οὐδὲν ὑγιὲς τῆς πολιτείας αὐτοῖς καταλείπεται, ἀλλ’ ὑπὸ πολλῶν καὶ συνεχῶν ἀδικημάτων πάντα διέφθαρται. καὶ τὸ μὲν ἤδη παράπαν τὸ καθ’ ὑμᾶς μέρος ἀπέρρηκται, τὸ δέ, εἰ μικρᾶς ἔξωθεν ἀφορμῆς ἐπιλάβοιτο, ταὐτὸ πείσεται τῷ ὑμετέρῳ, ὥστε, εἴπερ σοί ποτε ἄλλοτε, καὶ νῦν γέγονε δῆλον, ὅτι πάντων μέγιστον κακὸν ταῖς πόλεσίν ἐστιν ἡ τῶν ἀρχόντων πονηρία.
(5) οὗτοι γοῦν οὕτως ἐοίκασιν ἐξηπατῆσθαι περὶ τὸ συμφέρον, ὥστε οὐδὲ διαφθειρόμενα ὁρῶντες τὰ πράγματα παύσασθαι ἐθέλειν, ἀλλ’ οἷς ἐταράχθη πρότερον, τοῖς αὐτοῖς οἴονται καταστήσειν αὐτά, φυγὰς καὶ δημεύσεις οὐσιῶν καὶ θανάτους ἀκρίτους ποιούμενοι. καὶ οὐχ ὁρῶσιν ὅτι νοσημάτων πονηρὸς ἂν εἴη ἰατρὸς ὁ τὴν αὐτὴν τῷ συνεστηκότι αἰτίῳ ποιούμενος θεραπείαν. ἀλλὰ τὰ μὲν τούτων ἀνιάτως ἔχει, σὺ δὲ τῶν σαυτοῦ ἐπιμελόμενος ὀρθῶς ποιήσεις· μία γὰρ καὶ τοῖς ἐνθάδε ἐλπὶς ἦν, ἂν ὑμεῖς πράξητε κατὰ νοῦν, βαρείας πάνυ καὶ χαλεπῆς ἀπηλλάχθαι δεσποτείας.
ζ′*. Σωκράτης Πλάτωνι. Πολύς ἐστι Κρίτων παραινῶν ἡμῖν φυγῇ τὴν σωτηρίαν πορίσασθαι· οὕτω πολλοῦ ἄξιον τὸ ζῆν ὑπείληφεν εἶναι, ὃς ἕνεκα τοῦ ζῆν ἡμᾶς ἀξιοῖ κακῶς ζῆν, εἶτα δεδεμένον ὁρῶν με σχετλιάζει, ὡς τὸ δεδέσθαι ἡμᾶς ἡμῶν ἔργον ὄν, καὶ οὐκ ἐκείνων ἀδίκημα τῶν δεδεκότων. ἄμεινον μέντοι τοῖς ἀλλοτρίοις ἁμαρτήμασιν ἀποθανεῖν ἢ τοῖς ἰδίοις σωθῆναι.
Solon
Four letters of the Athenian lawgiver — to Periander, Croesus, Pisistratus, and Epimenides.
Epistulae
4 letters·447 words·urn:cts:greekLit:tlg1681.tlg001.1st1K-grc1
Read on Scaife Source TEI XML Hercher (Epistolographi Graeci)
Show Greek text (4 letters) — click any Greek word for Logeion + Morpheus
α′. Περιάνδρῳ. Ἀπαγγέλλεις μοι πολλούς τοι ἐπιβουλεύειν. σὺ δὲ εἰ μὲν μέλλεις ἐκποδὼν ἅπαντας ποιήσεσθαι, οὐκ ἂν φθάνοις, ἐπιβουλεύσειε δ’ ἄν τις καὶ τῶν ἀνυπόπτων, ὁ μὲν δεδιὼς περὶ αὑτῷ, ὃ δὲ σοῦ καταγνοὺς οὐκ ἐσθ’ ὅ τι οὐκ ὀρρωδοῦντος. κἂν τῇ πόλει χάριν κατάθοιτο ἐξευρών, ἢν μὴ ὕποπτος εἴης. ἄριστον μὲν οὖν ἀπέχεσθαι, ἵνα τῆς αἰτίας ἀπαλλαγῇς. εἰ δὲ πάντως τυραννητέον, φροντίζειν ὅπως τὴν ἀλλοδαπὴν δύναμιν μείζονα ἕξεις τῶν ἐν τῇ πόλει, καὶ οὐδεὶς ἔτι τοι δεινός, μηδὲ σὺ ἐκποδών τινα ποιοῦ.
β′. Ἐπιμενίδῃ. Οὔτε οἱ ἐμοὶ θεσμοὶ ἄρα Ἀθηναίους ἐπιπολὺ ὀνήσειν ἔμελλον, οὔτε σὺ καθήρας τὴν πόλιν ὤνησας. τό τε γὰρ θεῖον καὶ οἱ νομοθέται οὐ καθ’ ἑαυτὰ δύνανται ὀνῆσαι τὰς πόλεις, οἱ δὲ ἀεὶ τὸ πλῆθος ἄγοντες ὅπως ἂν γνώμης ἔχωσιν. οὕτω δὲ καὶ τὸ θεῖον καὶ οἱ νόμοι εὖ μὲν ἀγόντων εἰσὶν ὠφέλιμοι, κακῶς δὲ ἀγόντων οὐδὲν ὠφελοῦσιν. οὐδ’ οἱ ἐμοὶ ἀμείνους εἰσὶ καὶ ὅσα ἐγὼ ἐνομοθέτησα, οἱ δ’ ἐπιτρέποντες τὸ ξυνὸν ἔβλαπτον, οἳ οὐκ ἐγένοντο ἐμποδὼν Πεισιστράτῳ ἐπιθέσθαι τυραννίδι. οὐδ’ ἐγὼ προλέγων πιστὸς ἦν, ἐκεῖνος δὲ πιστότερος κολακεύων Ἀθηναίους ἐμοῦ ἀληθεύοντος. ἐγὼ δὴ θέμενος πρὸ τοῦ στρατηγείου τὰ ὅπλα εἶπον τῶν μὲν μὴ αἰσθανομένων Πεισίστρατον τυραννησείοντα εἶναι ξυνετώτερος, τῶν δὲ ὀκνούντων ἀμύνεσθαι ἀλκιμώτερος. οἳ δὲ μανίαν Σόλωνος κατεγίνωσκον. τελευτῶν δὲ ἐμαρτυράμην ὦ πατρίς, οὗτος μὲν Σόλων ἕτοιμός τοι καὶ λόγῳ καὶ ἔργῳ ἀμύνειν, τοῖς δ’ αὖ καὶ μαίνεσθαι δοκῶ, ὥστε ἄπειμί τοι ἐκ μέσου ὁ μόνος ἐχθρὸς Πεισιστράτου. οἳ δὲ καὶ δορυφορούντων αὐτόν, εἴ τι βούλονται. ἴσθι γὰρ τὸν ἄνδρα, ὦ ἑταῖρε, δεινότατα ἁψάμενον τῆς τυραννίδος. ἤρξατο μὲν δημαγωγεῖν, εἶτα δὲ ἑαυτῷ τραύματα ποιήσας, παρελθὼν ἐφ’ ἡλιαίαν ἐβόα φάμενος πεπονθέναι ταῦτα ὑπὸ τῶν ἐχθρῶν, καὶ φύλακας ἠξίου παρασχεῖν οἱ τετρακοσίους τοὺς νεωτάτους. οἳ δὲ ἀνηκουστήσαντές μου παρέσχον τοὺς ἄνδρας. οὗτοι δὲ ἦσαν κορυνηφόροι. καὶ μετὰ τοῦτο τὸν δῆμον κατέλυσεν. ἦ μάτην ἔσπευδον ἀπαλλάξαι τοὺς πένητας αὐτῶν τῆς θητείας, οἵ γε δὴ νῦν ξύμπαντες ἑνὶ δουλεύουσι Πεισιστράτῳ.
γ′. Πεισιστράτῳ. Πιστεύω μηδὲν κακὸν ἐκ σοῦ πείσεσθαι· καὶ γὰρ πρὸ τῆς τυραννίδος φίλος σοι ἦν, καὶ νῦν οὐ μᾶλλον διάφορος ἢ τῶν ἄλλων τις Ἀθηναίων ὅτῳ μὴ ἀρέσκει τυραννίς. εἴτε δὲ ὑφ’ ἑνὸς ἄρχεσθαι ἄμεινον αὐτοῖς εἴτε δημοκρατεῖσθαι, πεπείσθω ᾗ ἑκάτερος γιγνώσκει. καί σέ φημι πάντων τυράννων εἶναι βέλτιστον. ἐπανήκειν δέ μοι Ἀθήναζε οὐ καλῶς ἔχον ὁρῶ, μή μέ τις μέμψηται, εἰ διαθεὶς Ἀθηναίοις ἰσοπολιτείαν καὶ παρὸν τυραννεῖν αὐτὸς οὐκ ἀξιώσας νῦν ἐπανελθὼν ἀρεσκοίμην οἷς σὺ πράσσεις.
δ′. Κροίσῳ. Ἄγαμαί σε τῆς περὶ ἡμᾶς φιλοφροσύνης, καὶ νὴ τὴν Ἀθηνᾶν, εἰ μὴ περὶ παντός μοι ἦν οἰκεῖν ἐν δημοκρατίᾳ, ἐδεξάμην ἂν μᾶλλον τὴν δίαιταν ἔχειν ἐν τῇ παρὰ σοὶ βασιλείᾳ ἢ Ἀθήνησι τυραννοῦντος βιαίως Πεισιστράτου. ἀλλὰ καὶ ἡδίων ἡμῖν ἡ βιοτή, ἔνθα πᾶσι τὰ δίκαια καὶ ἴσα. ἀφίξομαι δ’ οὖν παρὰ σὲ σπεύδων τοι ξένος γενέσθαι.
Thales
Two short letters of the Milesian sage — to Pherecydes and Solon.
Epistulae
2 letters·199 words·urn:cts:greekLit:tlg1705.tlg001.1st1K-grc1
Read on Scaife Source TEI XML Hercher (Epistolographi Graeci)
Show Greek text (2 letters) — click any Greek word for Logeion + Morpheus
α′. Φερεκύδει. Πυνθάνομαί σε πρῶτον Ἰώνων μέλλειν λόγους ἀμφὶ τῶν θείων χρημάτων ἐς τοὺς Ἕλληνας φαίνειν. καὶ τάχα μὲν ἡ γνώμη του δικαίη ἐς τὸ ξυνὸν καταθέσθαι γραφὴν ἣ ἐφ’ ὁποιοισοῦν ἐπιτρέπειν χρῆμα ἐς οὐδὲν ὄφελος. εἰ δή τοι ἥδιον, ἐθέλω γενέσθαι λεσχηνευτὴς περὶ ὁτέων γράφεις, καὶ ἢν κελεύῃς, παρὰ σὲ ἀφίξομαι ἐς Σῦρον. ἦ γὰρ ἂν οὐ φρενήρεες εἴημεν ἐγώ τε καὶ Σόλων ὁ Ἀθηναῖος, εἰ πλώσαντες μὲν ἐς Κρήτην κατὰ τὴν τῶν κεῖθι ἱστορίην, πλώσαντες δὲ ἐς Αἴγυπτον ὁμιλήσοντες τοῖς ἐκεῖ ὅσοι ἱερέες τε καὶ ἀστρολόγοι, παρὰ σὲ δὲ μὴ πλώσαιμεν; ἥξει γὰρ καὶ ὁ Σόλων, ἢν ἐπιτρέπῃς. σὺ μέντοι χωροφιλέων ὀλίγα φοιτέεις ἐς Ἰωνίην, οὐδέ σε ποθὴ ἴσχει ἀνδρῶν ξείνων· ἀλλά, ὡς ἔλπομαι, ἑνὶ μούνῳ χρήματι πρόσκεαι τῇ γραφῇ. ἡμέες δὲ οἱ μηδὲν γράφοντες περιχωρέομεν τήν τε Ἑλλάδα καὶ τὴν Ἀσίην.
β′. Σόλωνι. Ὑπαποστὰς ἐξ Ἀθηνέων δοκέεις ἄν μοι ἀρμοδιώτατα ἐν Μιλήτῳ οἶκον ποιέεσθαι παρὰ τοῖς ἀποίκοις ὑμέων· καὶ γὰρ ἐνθαῦτά τοι δεινὸν οὐδέν. εἰ δὲ ἀσχαλήσεις ὅτι καὶ Μιλήσιοι τυραννευόμεθα (ἐχθαίρεις γὰρ πάντως αἰσυμνήτας), ἀλλὰ τέρποιο ἂν σὺν τοῖς ἑτάροις ἡμῖν καταβιούς. ἐπέστειλε δέ τοι καὶ Βίης ἥκειν ἐς Πριήνην· σὺ δὲ εἰ προσηνέστερόν τοι τὸ Πριηνέων ἄστυ κεῖθι οἰκέειν, καὶ αὐτοὶ παρὰ σὲ οἰκήσομεν.
The Socratics
Letters of the Socratic circle — Aeschines, Antisthenes, Aristippus, Phaedo, Plato, Speusippus, Xenophon — gathered as a corpus.
Epistulae
80 letters·7,624 words·urn:cts:greekLit:tlg0637.tlg001.1st1K-grc1
Read on Scaife Source TEI XML Hercher (Epistolographi Graeci)
Show Greek text (80 letters) — click any Greek word for Logeion + Morpheus
η′. Ἀντισθένης Ἀριστίππῳ. Οὐκ ἔστι τοῦτο φιλοσοφεῖν τὸ παρὰ τυράννοις ἀνδράσιν εἶναι καὶ Σικελικαῖς προσανέχειν τραπέζαις, ἀλλὰ μᾶλλον τὸ ἐν τῇ ἰδίᾳ τῶν αὐτάρκων ἐφίε σθαι. σὺ δ’ οἴει ταύτην εἶναι πλεονεξίαν τοῦ σπουδαίου, τὸ δύνασθαι κτᾶσθαι χρήματα μὲν πολλά, τοὺς δὲ δυνατωτάτους ἔχειν φίλους, οὔτε γὰρ τὰ χρήματα ἀναγκαῖά ἐστιν, οὔτ’, εἰ ἀναγκαῖα ἦν, οὕτω ποριζόμενα καλά· οὔτε φίλοι γένοιντο ἂν οἱ πολλοὶ ἀμαθεῖς ὄντες, καὶ ταῦτα τύραννοι. ὥστε σοι συμβουλεύσαιμ’ ἂν ἀπιέναι Συρακουσῶν τε καὶ Σικελίας. εἰ δ’, ὥς φασί τινες, ἡδονὴν θαυμάζεις καὶ τούτων ἀντέχῃ ὧν μὴ προσήκει τοὺς φρονίμους ἀνθρώπους, ἄπιθι εἰς Ἀντίκυραν καὶ ὠφελήσει σε ὁ ἐλλέβορος ποθεὶς πολύς· κρείττων γάρ ἐστιν οὗτος τοῦ παρὰ Διονυσίου οἴνου. ἐκεῖνος μὲν γὰρ μανίαν ποιεῖ πολλήν, οὗτος δὲ ἀποπαύει. ὁπόσον οὖν ὑγίειά τε καὶ φρόνησις νόσου τε καὶ ἀφροσύνης διαφέρει, τοσοῦτον ἂν καὶ σὺ διενέγκαις πρὸς τὰ νῦν σοὶ ὄντα. ἔρρωσο.
θ′. Ἀρίστιππος Ἀντισθένει. Κακοδαιμονοῦμεν, ὦ Ἀντίσθενες, οὐ μετρίως. πῶς γὰρ οὐ μέλλομεν κακοδαιμονεῖν, ὄντες παρὰ τυράννῳ καὶ ὁσημέραι ἐσθίοντες καὶ πίνοντες πολυτελέα καὶ ἀλειφόμενοί τινι τῶν εὐωδεστάτων μύρων καὶ σύροντες ἐσθῆτας μαλακὰς ἐκ Τάραντος; καὶ οὐδείς με ἐξαιρήσεται τῆς Διονυσίου ὠμότητος, ὅς μ’ ὥς τινα ἐνεχύριον οὐκ ἀγνῶτα, ἀλλὰ καὶ λόγων ἐπιμελητὰν τῶν Σωκρατικῶν κατέχει, οἷάπερ ἔφην σιτίζων καὶ ἀλείφων καὶ ἀμφιεννύς, καὶ οὔτε δίκαν φοβεῖται τὰν θεῶν, οὔτ’ ἄνθρωπον αἰδεῖται ὅστις με τοιαῦτα διατίθεται. νῦν δ’ αὖ καὶ τὸ κακὸν εἰς τὸ δεινότερον οἴχεται, ὅπου δεδώρηται γυναῖκας Σικελικὰς τρεῖς ἀναλέκτους τὸ κάλλος καὶ ἀργύρια πάμπολλα.
(2) καὶ πότε παύσεται ἄνθρωπος οὗτος τοιαῦτα ποιέων οὐκ οἶδα. εὖ οὖν ποιεῖς ἀχθόμενος ἐπὶ τᾷ κακοδαιμονίᾳ τῶν ἄλλων, κἀγὼ δὲ ἐπὶ τᾷ σᾷ εὐδαιμονίᾳ ἅδομαι, ἵνα σοι τὰ αὐτὰ δόξω ποιεῖν τε καὶ ἀποτίνειν τὰς χάριτας. ἔρρωσο. τῶν τε ἰσχάδων ἀποτίθεσο ἵν’ ἔχῃς εἰς τὸ χεῖμα, καὶ τῶν ἀλφίτων τῶν ἔχεις Κρητικῶν (ταῦτα γὰρ δοκέει ἀμείνω τοῦ χράματος εἶναὶ), καὶ ἀπὸ τᾶς Ἐννεακρούνω λούου τε καὶ πῖνε καὶ τὸν αὐτὸν τρίβωνα θέρους τε καὶ χειμῶνος ἔχε ῥυπόωντα, ὡς πρέπει ἐλεύθερον καὶ ζῶντα ἐν Ἀθήναις δαμοκρατικῶς.
(3) ἐγὼ μὲν γὰρ ἐξ οὗ εἰς τυραννουμένην ἧκον πόλιν τε καὶ νᾶσον, ᾔδειν ὅτι κακοδαιμονήσω ταῦτα πάσχων, καθάπερ σύ μοι γράφεις. νῦν δὲ ἐλεοῦντές με περιβλέποντι Συρακούσιοι καὶ Ἀκραγαντίνων οἱ ἐπιδημοῦντες καὶ Γελώων καὶ οἱ ἄλλοι Σικελιῶται. τᾶς δὲ μανίας ἇς ἐμάνην εἰς ταῦτα ἐλθὼν ἀβούλως τὰ ἀτοπήματα, ἐπαρῶμαι ἀρὰν κατ’ ἐμαυτοῦ, ἇς ἄξιός εἰμι, μὴ ἐκλιπεῖν με τὰ κακὰ ταῦτα, ὁπότε ἐγὼ γεγονὼς ἔτη τοσαῦτα καὶ φρονεῖν δοκέων πεινῆν καὶ ῥιγοῦν καὶ ἀδοξεῖν οὐκ ἠθέλησα, οὐδὲ πώγωνα τρέφειν μέγαν.
(4) πέμψω δέ σοι τῶν θέρμων τὼς μεγάλως τε καὶ λευκώς, ἵν’ ἔχῃς μετὰ τὸ ἐπιδείξασθαι τὸν Ἡρακλέα τοῖς νέοις ὑποτραγεῖν· αἰσχρὸν γὰρ οὔ φαντί σοι περὶ τοιούτων λέγειν ἢ γράφειν. Διονυσίω γὰρ ἐάν τις λέγῃ περὶ θέρμων, αἰσχρον γε οἶμαι διὰ τώς τῶν τυράννων νόμως. τὰ λοιπὰ δὲ παρὰ Σίμωνα τὸν σκυτοτόμον βάδιζε διαλεγόμενος, οὗ μεῖζον ἐν σοφίᾳ οὐδ’ ἔστιν οὐδ ἂν γένοιτο. ἐμοὶ μὲν γὰρ ἀπηγόρευται τοῖς χειροτέχναις προσιέναι, ἐπειδὴ ὑφ’ ἑτέρων ἐξουσίᾳ εἰμί.
ι′. Αἰσχίνης Ἀριστίππῳ. Ἔγραψα μὲν καὶ Πλάτωνι παρακαλῶν ὅπως πράξησθε σωθῆναι τοὺς Λοκροὺς νεανίσκους, καὶ σοὶ δὲ τὰ αὐτὰ ἐπιστέλλων οὐχ ἁμαρτάνειν οἶμαι· ποιήσεις γὰρ ἄσμενος. οἶσθα δὲ τὴν πρὸς αὐτούς μοι ἑταιρείαν, καὶ ὅτι Διονύσιος ἐξηπάτηται, ὡς ἀδικούντων αὐτῶν ἔχων δόξαν. ἤδη πειρῷ τοῦτο ποιῆσαι θᾶττον. ἔρρωσο.
ια′. Ἀρίστιππος Αἰσχίνῃ. Λυθήσονται τᾶς φυλακᾶς οἱ νεανίσκοι περὶ ὧν μοι γράφεις οἱ Λοκροί, καὶ οὐ τεθνάξονται οὐδὲ ἀπολοῦντί τι τῶν χρημάτων, ἥκοντές γε παραυτὰ τοῦ θανεῖν. ταῦτα δὲ Ἀντισθένει μὴ λέξῃς, εἰ σέσωκα τοὺς φίλους · οὐ γὰρ αὐτῷ ἀρέσκει τυράννοις φίλοις χρῆσθαι, ἀλλὰ τὼς ἀλφιτοπώλας καὶ τὼς καπήλως ἀναζητεῖν, οἵτινες δικαίως τὰ ἄλφιτα καὶ τὸν οἶνον πωλοῦσιν ἐν Ἀθήναις καὶ τὰς ἐξωμίδας μισθοῦσι τὰς παχείας, ὁπόταν οἱ σκίρωνες πνέωντι, καὶ τὸν Σίμωνα θεραπεύειν. τοῦτο γὰρ οὐκ ἔστι χρᾶμα.
ιβ′. Σίμων Ἀριστίππῳ. Ἀκούω σε τωθάζειν ἡμᾶς τῆς σοφίας παρὰ σίῳ. ἐγὼ δὲ ὁμολογῶ εἶναι σκυτοτόμος καὶ ἐργάζεσθαι τοιαῦτα, καὶ ἕτοιμος, εἰ δέοι, σκύτη τέμνειν αὖ πάλιν εἰς νουθεσίαν ἀνθρώπων ἀφρόνων καὶ οὕτω μετὰ πολλῆς χλιδῆς οἰομένων ζῆν παρὰ τὴν Σωκράτους βουλήν. ἔσται δὲ ὁ σωφρονιστὴς τῶν ἀφρόνων ὑμῶν παιδιῶν Ἀντισθένης· γράφεις γὰρ αὐτῷ κωμῳδῶν ἡμῶν τὰς διατριβάς. ἀλλὰ τούτων μέν, ὦ θεία φρήν, ἅλις πεπαίχθω πρὸς σέ μοι. μέμνησο μέντοι λιμοῦ καὶ δίψης· ταῦτα γὰρ δύναται μεγάλα τοῖς σωφροσύνην διώκουσιν.
ιγ′. Ἀρίστιππος Σίμωνι. Οὐκ ἐγώ σε κωμῳδῶ, ἀλλὰ Φαίδων, λέγων γεγονέναι σε κρείσσω καὶ σοφώτερον Προδίκω τῶ Κείω, ὃς ἔφα ἀπελέγξαι σε αὐτὸν περὶ τὸ ἐγκώμιον τὸ εἰς τὸν Ἡρακλέα γενόμενον αὐτῷ. θαυμάζω μέντοι σε καὶ ἐπαινῶ, εἰ σκυτικὸς ὤν σοφίας ἐμπλησθεὶς καὶ πάλαι μὲν Σωκράταν ἔπειθες καὶ τὼς καλλίστως τῶν νέων καὶ εὐγενεστάτως παρὰ σὲ καθέζεσθαι, οἷον Ἀλκιβιάδαν τε τὸν Κλεινίου καὶ Φαῖδρον τὸν Μυρρινούσιον καὶ Εὐθύδαμον τὸν Γλαύκωνος καὶ τῶν τὰ κοινὰ πραττόντων Ἐπικράτεα τὸν Σακεσφόρον καὶ Εὐρυπτόλεμον καὶ τὼς ἄλλως, ὡς εἰ καὶ Περικλεῖ γε τῷ Ξανθίππω μὴ αἰ στρατηγιαι ἦσαν καὶ ὁ πόλεμος τότε, κἂν οὗτος οἶμαι ἦν παρὰ σέ. καὶ νῦν ἴσμεν ὁποῖος εἶ· Ἀντισθένας γὰρ παρὰ σὲ φοιτᾷ. δύνῃ δὲ καὶ ἐν Συρακούσαις φιλοσοφεῖν· οἱ γὰρ ἱμάντες τίμιοί εἰσι καὶ τὰ σκύτη.
(2) καὶ οὐκ οἶσθα, ὡς ἐγὼ μὲν τῶν ὑποδημάτων χρώμενος παρ’ ἕκαστα τὰν τέχναν σου θαυμασίαν σίαν τινὰ ποιῶ, Ἀντισθένας δὲ γυμνοποδῶν τί γὰρ ἄλλο πράττει ἢ σοὶ ἀργίαν καὶ ἀμισθίαν εἰσάγει, πείθων τὼς νέως καὶ ἅπαντας Ἀθηναίως γυμνοποδεῖν; σκόπει οὖν ὁπόσον σοι ἐγὼ φίλος ὁ ῥᾳστώναν καὶ τὰν ἁδονὰν ἀποδεχόμενος. σὺ δὲ ὁμολογῶν εὐλόγως ἐρωτᾶν Πρόδικον, τὸ ἀκόλουθον οὐκ ἔγνως ἐπὶ σαυτοῦ· οὕτω γὰρ ἂν ἐμὲ μὲν ἐθαύμαζες, τὼς δὲ ἔχοντας βαθεῖς τὼς πώγωνας καὶ τὼς σκίπωνας ἐγέλασας τᾶς ἀλαζονείας, ῥυπῶντάς τε καὶ φθειριῶντας καὶ ὄνυχας ὥσπερ τὰ θηρία μακρὼς περικειμένως καὶ ἐναντίας σου τᾶς τέχνας ὑποτιθεμένως ὑποθήκας.
ιδ′. Αἰσχίνης Ξενοφῶντι. Ἤδη μὲν οἱ περὶ Γρύλλον τὸν παῖδά σου τὸν Γέταν παρὰ σὲ ἐπεπόμφεσαν ἅπαντα ἀπαγγελοῦντα τὰ περὶ Σωκράτην, ἃ ἐγένετο ἔν τε τῇ δίκῃ καὶ τῷ θανάτῳ αὐτοῦ. ἔδει μέντοι καὶ ὧδε τὴν τύχην κωλύμην τινὰ ποιήσασθαι, ὥστε μηδὲ σὲ τυχεῖν Ἀθήνησιν, εἶναι δὲ περὶ Λακεδαίμονα. πῶς ἂν οὖν, ὦ Ξενοφῶν, τὴν μιαρίαν τοῦ βυρσοδέψου Ἀνύτου γράφοιμι, τήν τε Μελήτου τόλμαν καὶ τὸ θράσος αὐτοῖν; τούτω γὰρ τὼ μιαρωτάτω ἄνδρε μέχρι τῆς τελευτῆς τῶν πραγμάτων παρεμεινάτην πονηρώ, καὶ ἡμῶν οἰομένων αὐτοὺς τὰς τέχνας αὐτοῖν αἰσχυνθέντας καταθέσθαι ἔτι μᾶλλον ἐχώρησαν τοῦ κακὰ ἡμῖν παρέχειν.
(2) καὶ εἴπερ Μέλητος ἐν τῷ δικαστηρίῳ οὐδὲν ἴδιον εἶχε **, κακοδαίμων ἦν ἄνθρωπος. ἦν μὲν γὰρ ἡ ῥίζα τῆς γραφῆς Ἄνυτος δι’ ὧν Σωκράτης ἔλεγεν αὐτὸς ἐν τοῖς νέοις ἄρρητα εἶναι τὰ περὶ βύρσας, ὁπότε διαλέγοιτο καὶ κατασκευάζοι περὶ τοῦ ἐπιστήμην ἔχοντας προσιέναι τούτοις τοῖς πράγμασιν οἷς προσίασιν. οὕτως οἱ ἐπαγγελλόμενοι ὁτιοῦν πράττειν * * ἀκούομεν τὸν μαθόντα τὰ ἰατρικὰ καὶ τὰ μουσικὰ Δάμωνά τε καὶ Κόννον τὸν Μητροβίου. οὐ γὰρ ᾐδεῖτο, οἶμαι, ὡς μὴ ἐργασάμενος αὐτά, ὁπόταν οἱ υἱεῖς αὐτοῦ ἀκροασάμενοι Σωκράτους * * ἄχρι νῦν οὔτε τὸ βῆμα αὐτὸν τρέφειν * * οὐ κατατετόλμηται * * καὶ δὴ ἐξηρτήσατο ἑαυτοῦ ἄλλην τέχνην * * κἂν πολλάκις περικρύπτηται περιθέμενος τὴν ᾍδου κυνῆν ἢ τὸν Γύγου δακτύλιον καὶ δίκας γράφηται τοῖς ἐν τῇ πόλει· ζῆ γὰρ ἀπὸ βυρσοδεψικῆς.
(3) τὸ μὲν οὖν ὄνομα, ὥσπερ ἔφην, ἦν Μελήτου τοῦ μαθητοῦ αὐτοῦ καὶ διακόνου ἅμα· οὗτος γὰρ ὥσπερ ἐν τραγῳδίᾳ ὑπεκρίνατο Μενοικέα τὸν φιλόσοφον, ἀφ’ οὗ ἠγανάκτει, ὡς ἡ πόλις ἀδικοῖτο ὑπὸ τούτων αὐτή. ὁ δὲ λόγος ὁ ἄθλιος ἤθελέ σε εἶναι ἐνθάδε, καὶ ἐγέλασας ἂν ἐν ταῖς συμφοραῖς. ἦν δὲ Πολυκράτους τοῦ λογογράφου, ὃν ἐκεῖνος, ὥσπερ ἐν διδασκάλου παῖδες τὰς ήῥσεις λέγοντες, ἀναβὰς ὁπότε κατηγόρει, ἐδεδίει τε καὶ ἀπεστρέφετο καὶ ἐπελανθάνετο, καὶ ἄλλοι αὐτῷ ὑπέβαλλον, καθότι καὶ Καλλιππίδῃ τῷ ὑποκριτῇ, καὶ κακὸν κακῶς ἄνω τε καὶ κάτω αὑτόν τε καὶ τὸ σύγγραμμα ἐπιτρίψας κατέβη .
(4) Σωκράτης δὲ πάντα μᾶλλον ἐνενοήθη τότε ἢ ἀγῶνα ὅτι ἀγωνίζοιτο τοσοῦτον, καί, ὁποῖον γὰρ αὐτὸς οἶδας, μειδιάσας βλοσυρόν τε καὶ μεμιγμένον γέλωτι ἐκεῖνα εἶπεν, ἅ σοι οἱ υἱεῖς γράψαντες ἔπεμψαν · οἵ τε δικασταὶ τότε μὲν κρατούμενοι ὑπὸ τοῦ ἐργαστηρίου παντὸς τοῦ ἔξωθεν περιεστῶτος ὅμως ὑποτιμήσασθαι ἔλεγον, ὃ δὲ μάλα θαρραλέως τῆς ἐν πρυτανείῳ σιτήσεως ὑποτιμῶμαι ταύτην τὴν δίκην φησίν. οἳ δὲ ἐπέφυσαν τότε δὴ μᾶλλον· καὶ γὰρ ἀπολογουμένου δέος ἐποιοῦντο μὴ ἀποφύγοι. κἂν ἀπέφυγε Σωκράτης. νῦν δὲ οὔτε κολακείαν οὔτε δέησιν ᾤετο δεῖν προσάγειν τινὰ αὐτοῖς, ἀλλὰ τἀληθῆ καὶ καια λέγειν· οὕτω γὰρ ἀπολογούμενος εἰ ἑάλω, μὴ αὐτὸς ᾤετο ἀδικήσειν, τοὺς μέντοι καταψηφισαμένους αὐτοῦ.
(5) εἰ μέντοιγε ποιήσας καὶ εἰπὼν ἀνάξια ἑαυτοῦ καὶ φιλοσοφίας ἀπολυθείη, ἀνδραπόδου βίον ἔφη βιώσειν ἐπαράτου, ἄλλως τε καὶ γῆρας αὐτῷ ἔφη ὑποκεῖσθαι καὶ τὸ ζῆν μὴ κρεῖττον αὐτῷ ἔσεσθαι τὸ ἔπειτα, ἀλλὰ κάκιον. κἂν εἰ ἀπολυθείη, οὔτε κρεῖττον ἰδεῖν ἢ ἀκοῦσαι ἔτι δύναιτο, ὥστε κατὰ θεὸν αὐτῷ ἐδόκει ἤδη παρεῖναι ὁ θάνατος, καὶ καταψηφισθεὶς γελῶν ἐξῄει καὶ τὸν χρόνον τὸν ἐν τῷ δεσμωτηρίῳ μᾶλλον ἥδετο ἡμῖν διαλεγόμενος ἢ ὁπότε οὐδέπω αὐτὸν ἐγέγραπτο Μέλητος, οὐδὲ ἐνεπεπτώκει εἰς τὸ δεσμωτήριον . ἔλεγε δὲ διότι τὸ οἴκημα, ἔνθα ἦν, καὶ τοὺς δεσμοὺς ἀναγκάζειν αὐτὸν φιλοσοφεῖν· ἀεὶ μὲν γάρ τοι πρός τινων ἔφασκεν ἐν ἀγορᾷ περιειλκόμην.
(6) καὶ τοιαῦτα καὶ τοσαῦτα καὶ οὕτως ἡμῖν διελέγετο, ὥστε ἐπιλανθάνεσθαι πολλάκις ὅτι ἐνεπεπτώκει, καὶ προσπίπτειν λόγοις καὶ φωναῖς τοιαύταις, αἳ οὐκ ἂν λεχθεῖεν ἐν συμφοραῖς, εἶτα ἀναμιμνησκομένους εἰς αὑτοὺς ἐπιτιμᾶν ἡμῖν αὐτοῖς τῆς ἀμνημοσύνης ἕκαστον ἑκάστῳ τῶν παρόντων, τὸν δὲ ὑποτοπάζοντα τὸ γινόμενον ἡμῖν πάθος διασκοπεῖν καὶ λέγειν, ὡς οὐ μέλει ἡμῖν εἰ αὐτίκα τεθνήξοιτο, ὅτι οὕτω γελῷμεν. καὶ ἐπιλαβόμενος αὖ Κρίτωνος ὦ μῶρε ἔφη, νῦν γὰρ θάνε Ὀλύμπια καὶ πᾶσα πανήγθρις, ἐπειδὴ ἀποδημεῖν μέλλομεν εἴς τι χωρίον κρεῖττον καὶ τούτου τεθανατωμένοι ὡς πρὸς τὴν ἀλήθειαν.
(7) ἑτέρους τε λόγους καὶ πολλοὺς καὶ καλοὺς πρὸς Κέβητα καὶ Σιμμίαν τὼ Θηβαίω διελέχθη, ὅτι εἴη ἡ ψυχὴ ἀθάνατος καὶ ὅτι οἱ τῆς φρονήσεως ἐπιμεληθέντες εἰς χῶρον τῶν θεῶν ἀπίασι καὶ οὐδὲν δεινὸν ἐν τῷ λεγομένῳ θανάτῳ πάσχουσιν, ὥσθ’ ἡμᾶς μὴ οἷον κλαίειν Σωκράτην ὅτι μέλλει ἀποθνήσκειν ἀλλὰ φθονεῖν αὐτῷ, ἡμᾶς δὲ αὐτοὺς κλαίειν ὅτι ζῶμεν τητώμενοι τοσούτου ἀγαθοῦ τῇ ἀληθείᾳ. ἀποδημίαν γὰρ ἔλεγε τὸ χρῆμα τοῦτο, καὶ Εὐηνὸν τὸν ποιητὴν παρεκάλει δι’ ἡμῶν, εἰ εὖ γινώσκοι, ἰέναι θᾶττον παρ’ αὐτόν, ἐπειδὴ φιλόσοφός ἐστι διὰ τὴν ποίησιν.
(8) τὸν γὰρ φιλόσοφον μηδὲν ἄλλο ποιεῖν ἢ θανατᾶν, ἐπειδὴ τῶν τοῦ σώματος αἰτημάτων καταφρονεῖ, μὴ δουλούμενος ταῖς τοῦ σώματος ἡδοναῖς, τοῦτο δὲ μηδὲν ἕτερον εἶναι ἢ ψυχῆς ἀπόστασιν ἀπὸ σώματος, τὸν δὲ θάνατον μηδὲν ἕτερον εἶναι ἢ ψυχῆς αὖ πάλιν ἀπὸ σώματος ἀπόστασιν. τούτῳ γὰρ δὴ καὶ μάλα τις πειθήνιος ἐγίνετο· ἐξηπάτα γὰρ ἡμᾶς τούτοις τοῖς λόγοις, οἶμαι, ἵνα μὴ κλαίωμεν ὡς ἐν κακῷ ἐσομένου αὐτοῦ, σχεδὸν δέ τι καὶ ἀληθεῖς ἦσαν οἱ λόγοι. εἶτα δὴ ἐτελεύτα ποιήσας ἡμέρας τριάκοντα διὰ τὸ πλοῖον τὸ εἰς Δῆλον πεμπόμενον κατ’ ἔτος· οὐ γὰρ ἀφῖκτο ἐπὶ πολλὰς ἡμέρας καὶ οὐκ ἦν τινὰ τελευτᾶν δημοσίᾳ, ὥσπερ οἶσθα· ἱεραὶ γὰρ ἦσαν.
(9) τῶν δὲ φίλων παρῆμεν αὐτῷ τελευτῶντι ἐγὼ καὶ Τερψίων καὶ Ἀπολλόδωρος καὶ Φαίδων καὶ Ἀντισθένης καὶ Ἑρμογένης καὶ Κτήσιππος, Πλάτων δὲ καὶ Κλέλομβροτος καὶ Ἀρίστιππος ὑστέρουν· ὁ μὲν γὰρ Πλάτων ἐνόσει, τὼ ἑτέρω δὲ περὶ Αἴγιναν ἤστην. ὡς δ’ ἔπιε τὸ φάρμακον, ἐπέστελλεν ἡμῖν τῷ Ἀσκληπιῷ θῦσαι ἀλεκτρυόνα· ὀφείλειν γὰρ αὐτῷ κατ’ εὐχήν τινα, ὁπότε ἠσθένει ἀφικόμενος ἀπὸ τῆς ἐπὶ Δηλίῳ μάχης. δακρύσαντες οὖν μετά τινος θαυμασμοῦ ἐκκομίζοντες αὐτὸν κατεθάπτομεν, ὡς τότε ὁ καιρὸς ἐδίδου καὶ αὐτὸς ἐβούλετο·
(10) οὐδὲ γὰρ πρόνοιάν τινα ἡμῖν ἐπέστειλε ποιήσασθαι τοῦ σώματος, εἶναι γὰρ αὐτὸ ἄτιμον καὶ μηκέτι χρήσιμον τῆς ψυχῆς αὐτὸ ἐγκαταλιπούσης . ὅμως δ’ οὖν ἡμεῖς εἰς τὸ δυνατὸν καὶ τῆς συμφορᾶς ὑπερείδομεν καὶ τῶν λόγων παρηκούσαμεν καὶ ὡς οἷόν τ’ ἦν ἐκαλλωπίσαμεν αὐτὸν λούσαντες καὶ τοῖς τριβωνίοις ἀμπίσχοντες καὶ πρεπόντως θάψαντες ἀπῇμεν. ταῦτ’ ἦν τὰ περὶ Σωκράτην καὶ ἡμᾶς, ὦ Ξενοφῶν. καὶ σοὶ δὲ ἡ στρατεία ἦν μέγα ἐμπόδιον , ἐπεὶ ἦσθα ἂν σὺν ἡμῖν θεραπεύων Σωκράτην ζῶντά τε καὶ τελευτῶντα.
ιε′. Ξενοφῶν τοῖς Σωκράτους ἑταίροις. Καὶ οἱ περὶ Γρύλλον τὸν υἱέα μου ἐποίουν ὅπερ ἦν εἰκὸς αὐτοὺς ποιεῖν, καὶ ὑμεῖς δὲ εὖ πράττετε γράψαντες ἡμῖν τὰ περὶ Σωκράτους. δεῖ μέντοι γε ἡμᾶς ἄνδρας ἀγαθοὺς γίνεσθαι κἀκεῖνον μὲν ἐπαινεῖν ὧν ἐβίωσε σωφρόνως καὶ ὁσίως καὶ εὐσεβῶς, αἰτιᾶσθαι δὲ καὶ ψέγειν τὴν τύχην καὶ τοὺς ἐπισυστάντας αὐτῷ, οἳ οὐκ εἰς μακρὰν τίσουσι δίκην. δεινὸν δὲ ποιοῦνται καὶ Λακεδαιμόνιοι (τὸ γὰρ πάθος ἤδη ἄχρι καὶ δεῦρο διῖκται) καὶ κακίζουσι τὸν δῆμον ἡμῶν, λέγοντες ὡς πάλιν ἀφραίνει, ἐπεὶ τὸν σοφώτατον καὶ παρὰ τῆς Πυθίας μαρτυρηθέντα σωφρονέστατον ἐπείσθησαν ἀποκτιννύναι .
(2) εἴ του δέοιντο οἱ Σωκράτους ἑταῖροι ὧν ἐπέμψαμεν, σημαίνετόν μοι· ἐπικουρήσομεν γάρ, ἐπειδὴ τοῦτο καλὸν καὶ ἀναγκαῖόν ἐστιν. εὖ ποιεῖτε τὸν Αἰσχίνην ἔχοντες ἐν αὑτοῖς, ὥστε γράφειν μοι· δοκεῖ μέντοι χρῆναι ἡμᾶς συγγράφειν ἅ ποτε εἶπεν ἁνὴρ καὶ ἔπραξε, καὶ αὕτη ἀπολογία γένοιτ’ ἂν αὐτοῦ βελτίστη εἰς τὸ νῦν τε καὶ εἰς τὸ ἔπειτα, οὐκ ἐν δικαστηρίῳ ἀγωνιζομένων ἡμῶν, ἀλλ’ εἰς ἅπαντα τὸν βίον παρατιθέντων τὴν ἀρετὴν τἀνδρός. καί φημι δὴ ἀδικήσειν τὴν κοινὴν ἑταιρείαν καί, ὡς ἐκεῖνος ἔλεγε, τὴν ἀλήθειαν, εἰ μὴ ἄσμενοι γράψαιμεν.
(3) ἤδη δέ μοι καὶ Πλάτωνος περιέπεσε σύγγραμμα τοιοῦτον, ὅπου τοὔνομα ἦν τὸ Σωκράτους καὶ διάλεξίς οὐ φαύλη πρός τινας. οἶμαι τοίνυν περὶ Μέγαρα ἀνέγνων ὡς λέγεταί τινα τῶν Μεγαρέων τῶν τοιούτων. ἡμεῖς μέντοι φαμέν, οὐχ ὅτι τοιαῦτα οὐκ ἀκηκόαμεν , ἀλλ’ ὅτι τοιαῦτα οὐ δυνάμεθα ἀπομνημονεύειν· οὐδὲ γὰρ ἐσμὲν ποιηταί, ὥσπερ καὶ αὐτός, κἂν πάνυ ἀπαρνῆται ποιητικήν. θρυπτόμενος γὰρ πρὸς τοὺς καλούς φησι μηδὲν εἶναι ποίημα αὐτοῦ, Σωκράτους μέντοι νέου καὶ καλοῦ ὄντος. ἔρρωσθόν μοι ὡς ἁρμονιωδεστάτω ἄνδρε.
ις′. Ἀριστίππου. Τὰ περὶ τᾶς τελευτᾶς Σωκράτους ἐμάθομεν ἐγώ τε καὶ Κλεόμβροτος, καὶ ὅτι οὐδὲ παρέμενος ὑπὸ τῶν ἕνδεκα διαδρᾶναι ὑπέμεινε, λέγων ὅτι οὐδὲ νῦν μέλλει διδράσκειν, εἰ μὴ καὶ πρότερον παρὰ τὼς νόμως ἐσώθη· οὕτω γὰρ ἂν ἁ πατρὶς αὐτῶ ὅσον ἐφ’ ἑαυτῷ καταπροδοθείη. ἐμοὶ δὲ ἐδόκει ἀδίκως αὐτὸν ἐμπεσόντα ὁτῳδήποτε τρόπῳ σώζεσθαι. δοκῶ μέντοι πάντα τὰ ἐκείνῳ πρασσόμενα καὶ κακὰ καὶ ἄφρονα δίκαια εἶναι, ὥστε ταῦτα πάλιν μὴ ἐπιμέμφεσθαι ἀμέτρως γεγονέναι. ἐπέστειλας δέ μοι πῶς ἀνεχωρήσατε πάντες ἀπ’ Ἀθηνῶν οἱ Σωκράτους ἐρασταί τε καὶ φιλόσοφοι, δεδιότες μή τι καὶ ἐφ’ ὑμᾶς ἔλθοι τῶν αὐτῶν, καὶ οὐκ ἐποιεῖτε φλαύρως. καὶ ἁμὲς οὖν, ὡς ἔχομεν, ἐν Αἰγίνᾳ διατελέομες ἐπὶ τοῦ παρόντος, εἶτα δὲ παρ’ ὑμᾶς ἀφιξόμεθα καὶ εἴ τι ἔχομες βέλτιον ποιέειν ποιήσομες.
ιζ′. Εἰδὼς ὅπως εἶχες πρὸς Σωκρατην ζῶντα καὶ πρὸς ἡμᾶς τοὺς ἐκείνου φίλους, καὶ ὅτι κατὰ τὸ εἰκὸς ἐθαύμασάς τε καὶ ἐσχετλίασας εἰ ὁ πρὸς σέ τε καὶ τὸν Κεῖον Πρόδικον καὶ Πρωταγόραν τὸν Ἀβδηρίτην διαμαχόμενος περὶ ἀρετῆς, ᾗ ἂν γένοιτο καὶ ὅπως ἂν γένοιτο καὶ ὅτι χρὴ ταύτης πάντας ἐφίεσθαι, οὗτος ὡς πονηρότατος καὶ ἀμαθέστατος τοῦ καλοῦ καὶ τοῦ δικαίου πρός τε θεοὺς καὶ πρὸς ἀνθρώπους τοῖς ἕνδεκα δόξαν ἀνῃρέθη, ἔγραψά σοι πυθόμενος ὅτι οἴκοι εἴης ἐν Χίῳ, περὶ τῶν ἔπειτα, ἵνα ἡσθείης.
(2) Ἀθηναῖοι γὰρ ἤδη ποτὲ ἀφυπνώσαντες Ἄνυτόν τε καὶ Μέλητον ὡς ἀνοσιουργοὺς προσκαλεσάμενοι ἀπέκτειναν ὅτι αἴτιοι τῇ πόλει ἐγένοντο τοσούτου κακοῦ. προφάσεις δὲ αὗται κατ’ αὐτοῖν εὑρέθησαν· κατηφεῖς μὲν γὰρ Ἀθηναῖοι περιῄεσαν μετὰ τὸν θάνατον αὐτοῦ παρὰ πάντων εὐθυνόμενοι τῶν γενομένων, ὅτι ἄρα οὐκ ἐχρῆν οὐκ ἀδικοῦντα αὐτὸν κατηγορηθῆναι, μὴ ὅτι ἀποκτιννύναι. τί γὰρ εἰ τὴν πλάτανον ἢ τὸν κύνα ὤμνυε; τί δὲ εἰ ἀνηρώτα ἰδίᾳ καὶ κοινῇ πάντας ἀνθρώπους, ὅτι οὐδὲν εἰδεῖεν οὔτε δίκαιον οὔτε καλόν; εἶτα δὲ οἱ νέοι πάντες εἰς ἀκρασίαν καὶ ἀκοσμίαν ἐτρέποντο ἐν τῇ πόλει· ἀεὶ γὰρ τοῦτον καθοσονοῦν ᾐσχύνοντο.
(3) ἐκίνησε δὲ αὐτοὺς μάλιστα καὶ τὸ τοῦ νεανίσκου τοῦ Λακεδαιμονίου πάθος. ἧκε γάρ τις κατ’ ἔρωτα Σωκράτους συγγενέσθαι αὐτῷ, μὴ προειδὼς Σωκράτην, ἀλλ’ ἀκούων περὶ αὐτοῦ. ὡς δὲ ἡδομένῳ αὐτῷ τῆς ἀφίξεως ὄντι ἤδη περὶ τὰς πύλας τοῦ ἄστεος προσηγγέλθη ὅτι Σωκράτης, πρὸς ὃν ἐληλύθοι, τεθνήκοι, ἐς μὲν τὴν πύλην οὐκέτι εἰσῆλθε, διαπυθόμενος δὲ ὅπου εἴη ὁ τάφος, προσελθὼν διελέγετο τῇ στήλῃ καὶ ἐδάκρυε, καὶ ἐπειδὴ νὺξ κατέλαβεν αὐτόν, κοιμηθεὶς ἐπὶ τοῦ τάφου, ὄρθρου πολλοῦ φιλήσας τὴν ἐπικειμένην αὐτῷ κόνιν, πολλὰ δὲ περιασπασάμενος πάσῃ φιλότητι ᾤχετο ἀπιὼν Μέγαράδε.
(4) ᾔσθοντο οὖν καὶ τοῦτο Ἀθηναῖοι καὶ ὅτι μέλλοιεν Λακεδαιμονίοις διαβάλλεσθαι ἐπὶ τοῖς δεινοτάτοις, εἰ ἐκείνων μὲν οἱ υἱεῖς τοὺς παρ’ αὐτοῖς σοφοὺς δι’ ἔρωτος ποιοῦνται, αὐτοὶ δὲ ἀποκτιννύασι, καὶ οἳ μὲν τοσοῦτον διάστημα ἀφικνοῦνται ἰδεῖν Σωκράτην, οἳ δὲ οὐχ ὑπομένουσι παρ’ αὑτοῖς ἔχοντες αὐτὸν φυλάξαι. χαλεπηνάμενοι οὖν μόνον οὐ διέφαγον τὼ πονηρὼ ἄνδρε ἐκείνω, ὥστε τὴν μὲν πόλιν ἀπολελογῆσθαι ὅτι αὐτὴ τούτων οὐδὲν δρᾷ, τοὺς δ’ αἰτίους τεθνάναι. ἐκριφέντες οὖν οἷόν κοινὸν ἄγος τῶν Ἑλλήνων, μᾶλλον δὲ πάντων ἀνθρώπων, ὤνησαν μὲν ἡμᾶς, ὤνησαν δὲ καὶ τοὺς ἄλλους ταῦτα παθόντες. πάλιν οὖν συνελευσόμεθα Ἀθήναζε οἱ ἀναξίως ἀνασεσοβημένοι ὡς τὸ πρόσθεν.
ιη′. Ξενοφῶν τοῖς Σωκράτους ἑταίροις. Ἄγοντες τὴν ἔτειον ἑορτὴν τῇ Ἀρτέμιδι τῇ ὑφ’ ἡμῶν καθιδρυμένῃ περὶ τὴν Λακωνικὴν ἐπέμψαμεν παρ’ ὑμᾶς ἵνα ἵκοισθε, καλὸν μέν, εἰ πάντες, εἰ δὲ μὴ οἷόν τε, συνθύτας τινὰς ἐξ ὑμῶν πέμψαιτε· τοῦτο γὰρ κεχαρισμένον ἡμῖν ἐστίν. ἐγένετο δὲ Ἀρίστιππος ἐνθάδε καὶ ἔτι πρότερον Φαίδων, καὶ ἐγανύσκοντο τοῦ τόπου καὶ τῆς ἄλλης δημιουργίας τῶν οἰκοδομιῶν καὶ τῶν φυτῶν, ἅτινα αὐτὸς ταῖς ἐμαυτοῦ χερσὶν ἐφυτευσάμην. ἔχει γὰρ ὁ τόπος καὶ θήραν, ὥστε ἔνι ἡμῖν καὶ κυνηγετεῖν ἵνα μετ’ ἀνδρείας, ὅπερ καὶ φίλον τῇ θεῷ, θαλίας ἄγωμεν καὶ χάριν εἰδῶμεν αὐτῇ ὅτι με ἀνεσώσατο ἄρα ἀπὸ βασιλέως τοῦ βαρβάρου καὶ τῶν ἔπειτα περί τε τὸν Πόντον καὶ τὴν Θρᾴκην κακῶν σχεδόν τι μειζόνων, ὅτε δὴ ἐδοκοῦμεν ἤδη σεσῶσθαι ἀπὸ τῆς τοσαύτης πολεμίας γῆς.
(2) εἰ δὲ μὴ ἴητε, ἡμῖν μὲν ἦν ἀναγκαῖον γράφειν ὑμῖν. πεποίημαι δέ τινα ἀπομνημονεύματα Σωκράτους. ὅταν οὖν μοι δόξῃ εὖ ἔχειν παντελῶς, διαπέμψομαι αὐτὰ καὶ ὑμῖν· Ἀριστίππῳ μὲν γὰρ καὶ Φαίδωνι ἐδόκει ἁρμόδιά τινα εἶναι. προσαγορεύσατε Σίμωνα τὸν σκυτοτόμον καὶ ἐπαινέσατε αὐτόν, ὅτι διατελεῖ προσέχων τοῖς Σωκράτους λόγοις καὶ οὔτε πενίαν οὔτε τὴν τέχνην πρόφασιν ποιεῖται τοῦ μὴ φιλοσοφεῖν, καθάπερ τινὲς τῶν ἄλλων μὴ βουλόμενοι λόγους καὶ τὰ ἐν λόγοις ἐξειδέναι τε καὶ θαυμάζειν.
ιθ′. Τοῦ αὐτοῦ. Ἧκε, θαυμασιώτατε, παρ’ ἡμᾶς· πεποίηται γὰρ ἡμῖν ἱερὸν τῆς Ἀρτέμιδος μάλα ἀριπρεπές, καὶ περίφυτος ὁ χῶρος καὶ ἀνεῖται ἱερὸς εἶναι. καὶ τὰ ὄντα ἡμᾶς διαβοσκήσει· ὡς γὰρ Σωκράτης ἔλεγεν, εἰ μὴ ἀρκέσει ἡμῖν ταῦτα, ἡμεῖς αὐτοῖς ἀρκέσομεν. ἔγραψα δὲ καὶ Γρύλλῳ τῷ υἱῷ καὶ τῷ ἑταίρῳ, εἴ του δέοιο, παρέχειν σοι. Γρύλλῳ δ’ ἔγραψα, ἐπειδὴ ἀπὸ νέου ἔτι κομιδὴν εἰς αὐτὸν ἐβάλλου καὶ φιλεῖν ἔλεγες. ἔρρωσο.
κ′. Τὴν μὲν σὴν καρτερίαν καὶ πάλαι ᾔδειν καὶ σφόδρα θαυμάζω, διότι διατελεῖς παντὸς ὢν ἐπάνω πλούτου καὶ δόξης καὶ ἐξ ὧν βιοῖς οἷον ἀπεικόνισμά τι Σωκράτους περίει Ἀθήνησιν. ἡμεῖς δὲ καὶ αὐτοὶ ἐπιμελούμέθα νέων ἐν Θήβαις, παραδιδόντες αὐτοῖς οὓς ἠκούσαμεν λόγους παρὰ Σωκράτους. ἔστι τε τοῦτο καὶ ἡμῖν καὶ τοῖς συνοῦσι κεχαρισμένον.
κα′. Ξενοφῶν Ξανθίππῃ. Εὔφρονι τῷ Μεγαρεῖ ἔδωκα ἀλφίτων χοίνικας ἓξ καὶ δραχμὰς ὀκτὼ καὶ ἐξωμίδα καινήν, τὸ χεῖμά σοι διαγαγεῖν. ταῦτα οὖν λάβε καὶ ἴσθι Εὐκλείδην καὶ Τερψίωνα πάνυ καλώ τε κἀγαθὼ ἄνδρε καὶ σοί τε καὶ Σωκράτει εὔνω. ἡνίκα δ’ ἂν οἱ παῖδες ἐθέλοιεν παρ’ ἡμᾶς ἰέναι, μὴ κώλυε· οὐ γὰρ πόρρω ἐστὶν ἰέναι εἰς Μέγαρα. τῶν δὲ πολλῶν σοι δακρύων, ὦ ’γαθή, ἅλις· ὀνήσει γὰρ οὐδέν, σχεδὸν δέ τι καὶ βλάψει. ἀναμιμνήσκου γὰρ ὧν ἔλεγε Σωκράτης, καὶ τοῖς ἤθεσιν αὐτοῦ καὶ τοῖς λόγοις πειρῶ ἀκολουθεῖν, ἐπεὶ λυπουμένη παρ’ ἕκαστα καὶ σεαυτὴν ἀδικήσεις ὅτι μάλιστα καὶ τοὺς παῖδας.
(2) οὗτοι γὰρ οἱονεὶ νεοττοί εἰσι Σωκράτους, οὓς δεῖ οὐ μόνον τρέφειν ἡμᾶς, ἀλλὰ καὶ ἡμᾶς αὐτοὺς αὐτοῖς πειρᾶσθαι παραμένειν. ὡς εἰ σὺ ἢ ἐγὼ ἢ ἄλλος τις, ὅτῳ μέλει τελευτήσαντος Σωκράτους τῶν παίδων, ἀποθάνοι, ἀδικήσονται οὗτοι ἔρημοι γενόμενοι τοῦ βοηθήσοντος καὶ θρέψοντος ὁμολογουμένως . ὅθεν πειρῶ ζῆν αὐτοῖς. τοῦτο δὲ οὐκ ἂν ἄλλως γένοιτο, εἰ μὴ τὰ πρὸς τὸ ζῆν αὑτῇ παρέχοις. λύπη δὲ δοκεῖ τῶν ἐναντίων ζωῇ εἶναι, ὅπου βλάπτονται ὑπ’ αὐτῆς οἱ ζῶντες.
(3) Ἀπολλόδωρος ὁ μαλακὸς ἐπικαλούμενος καὶ Δίων ἐπαινοῦσί σε, διότι παρ’ οὐδενὸς οὐδὲν λαμβάνεις, φῂς δὲ πλουτεῖν. καὶ εὖ ποιεῖς· εἰς ὅσον γὰρ ἐγώ τε καὶ οἱ ἄλλοι φίλοι ἰσχύομεν ἐπικουρεῖν σοι, δεήσει οὐδενός. θάρρει οὖν, ὦ Ξανθίππη, καὶ μηδὲν καταβάλῃς τῶν Σωκράτους καλῶν, εἰδυῖα ὡς μέγα τι ἡμῖν ἐγένετο οὗτος ὁ ἄνθρωπος, καὶ ἐπινόει αὐτὸν ὁποῖα ἔζησε καὶ ὁποῖα ἐτελεύτησεν. ἐγὼ μὲν γὰρ οἶμαι καὶ τὸν θάνατον αὐτοῦ μέγαν τε καὶ καλὸν γεγονέναι, εἰ δή τις, καθὸ χρὴ σκοπεῖν, σκοποίη. ἔρρωσο.
κβ′. Ξενοφῶν Κέβητι καὶ Σιμμίᾳ. Ἦν λόγος ὅτι πένητος πλουσιώτερον οὐδὲν εἴη. κινδυνεύω γάρ, ὡς ὁρῶ, μὴ πολλὰ ἔχων πολλὰ κεκτῆσθαι δι’ ὑμᾶς τοὺς φίλους, οἵτινες ἐπιμελεῖσθε ἡμῶν. ποιοῖτε δ’ ἂν εὖ, εἰ, ὅταν ὑμῖν περί του γράψω, πέμποιτέ μοι. τῶν δὲ συγγραμμάτων οὔπω τι εἶχον τοιοῦτον, ὥστε καὶ ἄλλοις θαρρεῖν δεικνύναι δίχα ἐμοῦ, ὡς παροῦσιν ὑμῖν ἔνδον ἐν τῷ οἴκῳ, ἔνθα Εὐκλείδης κατέκειτο, ἀσμένως ἐλέσχαινον. οἴδατον δὲ δή, ὦ φίλοι, ὡς οὐχ οἷόν τε ἀναλαβεῖν ἐστὶ τὸ ἅπαξ ἐλθὸν εἰς τοὺς πολλοὺς γράμμα.
(2) Πλάτων μὲν γὰρ δύναταί τι μέγα καὶ ἀπὼν τοῖς λόγοις, ὅθεν ἤδη καὶ περὶ Ἰταλίαν θαυμάζεται καὶ περὶ Σικελίαν πᾶσαν, ἡμεῖς δὲ μόλις οἶμαι ἑαυτοὺς πείθομεν ὡς ἄξια ταῦτα σπουδῆς τινός. καὶ οὐχ ὅτι ἐμοὶ μέλει μὴ διαπίπτειν περὶ τῆς δόξης τῆς περὶ τὴν σοφίαν, ἀλλὰ περὶ Σωκράτους φροντιστέον μὴ ἐν ἐμοὶ κινδυνευθῇ τὴν ἐκείνου ἀρετὴν κακῶς εἰπόντι ἐν τοῖς ἀπομνημονεύμασιν . οὐδέν τε οἶμαι διαφέρειν ἢ βλασφημεῖν τινὰ ἢ μὴ ἄξια δοκεῖν συγγράφειν τῆς ἀρετῆς, περὶ ὅτου συγγράφει τις. τὸ δέος οὖν τοῦτό ἐστιν, ὅγε νῦν ἡμᾶς ἔχει, ὦ Κέβης τε καὶ Σιμμία, εἰ μή τι ἕτερον δόξει ὑμῖν αὖ πάλιν περὶ τούτων. ἔρρωσθον.
κγ′. Αἰσχίνης Φαίδωνι. Ὁπότε ἐγενόμην ἐν Συρακούσαις, εὐθέως κατὰ τὴν ἀγορὰν Ἀριστίππῳ ἐνέτυχον, ὃ δὲ λαβόμενός μου τῆς δεξιᾶς παραχρῆμα μηδὲν μελλήσας εἰσάγει πρὸς Διονύσιον, καί φησιν αὐτῷ ὦ Διονύσιε, εἴ τις ἀφίκοιτο παρὰ σέ, ἵνα σε ἄφρονα ποιήσειεν, ἆρ’ οὗτος οὐχὶ κακά σε ἐργάζεται; εὐθέως ὡμολόγει ὁ Διονύσιος. τί οὖν ἔφη ὁ Ἀρίστιππος σὺ τοῦτον ἂν ἐργάσαιο; τὰ κάκιστά γε ἔφη. τί δ’ εἴ τις ἔφη ἀφίκοιτο φρόνιμόν σε ποιῆσαι, ἆρά γε οὐχὶ οὗτος ἂν ἀγαθά σε ἐργάζοιτο; πάλιν ὁμολογήσαντος τοῦ Διονυσίου καὶ μήν ἔφη οὗτος Αἰσχίνης τῶν Σωκράτους γνωρίμων ἤκει φρόνιμόν σε ποιῆσαι, ὥστε καὶ ἀγαθά σε ἐργάζοιτο ἄν εἰ δὲ ταῦτα δικαιοῖς, ἅτινα ὡμολόγησάς μοι ἐν τῷ λόγῳ, Αἰσχίνην εὖ ποιήσεις.
(2) καγὼ ὑπολαβὼν ἔφην ὦ Διονύσιε, ἑταιρικόν τι καὶ θαυμαστὸν ποιεῖ Ἀρίστιππος οὗτος συλλαμβάνων μοι· ἡμῖν δὲ οὐ τοσαυτη ἐστὶ σοφία, ἀλλ’ ὁπόση μὴ ἀδικῆσαί τινα ἐν τῇ συνουσίᾳ. ἀγάμενος δέ με τοῦ εἰρημένου ἔφη ὁ Διονύσιος καὶ Ἀρίστιππον ἐπαινεῖν [ τῶν εἰρημένων] καὶ ἐμὲ εὖ ποιήσειν ἅτινα ὡμολόγησεν ἐν τῷ πρὸς Ἀρίστιππον λόγῳ. οὗτος οὖν ἤκουσεν ἡμῶν τοῦ Ἀλκιβιάδου καὶ ἡσθείς, ὡς ἐφαίνετο, παρεκάλει καὶ εἴ τινες ἄλλοι εἰσὶν ἡμῖν τῶν διαλόγων ἀναπέμψαι. ὑπισχνούμεθα οὖν ταῦτα ἡμεῖς, ὦ ἄνδρε φίλω τε καὶ ἑταίρω, ἀφιξόμεθά τε διὰ ταχέων. ἀναγινώσκοντος δέ μου παρῆν Πλάτων (ὀλίγου δεῖν ἔλαθον γράψαι ὑμῖν ), καὶ ἐδόκει αὐτῷ ἰδίᾳ περὶ ἐμοῦ διαλέγεσθαι διὰ τὸν Ἀρίστιππον.
(3) ἔφη γάρ μοι, ὡς τοῦ Διονυσίου ἀπηλλάγη, ὦ Αἰσχίνη, τούτου παρόντος τοῦ ἀνθρώπου (ἔλεγε τὸν Ἀρίστιππον) οὐδὲν οὐδαμῆ ἔγωγε ῥᾳδίως ἐθέλω λαλεῖν, Διονύσιος μέντοι μαρτυρήσει μοι ἅτινα ἐγὼ εἶπον περὶ σοῦ. καὶ ὁ Διονύσιος τῇ ὑστεραίᾳ ἐν τῷ κήπῳ πόλλ’ ἄττα ἐμαρτύρει τῷ Πλάτωνι ὡς εἰρηκότι περὶ ἐμοῦ. τῆς μέντοι παιδιᾶς τῆς πρὸς ἀλλήλους ( παιδιὰν γὰρ αὐτὸ χρὴ λέγειν ) παρεκάλουν αὐτοὺς παύσασθαι, τόν τε Ἀρίστιππον καὶ τὸν Πλάτωνα, διὰ τὴν πρὸς τοὺς πολλοὺς δόξαν· οὐ γὰρ καταγελαστότερον ἔτι ἔχοιμεν ἂν ἄλλ’ ἄττα πράττοντες ἢ τοιαῦτα ἐπιδεικνύμενοι.
κδ′. Πλάτωνος. Οὔπω μὲν εἶχον τούτων τι πέμπειν εἰς Συρακούνσας, ὧν ἔφης Ἀρχύταν δεηθῆναι λαβεῖν παρὰ σοῦ, θᾶττον δὲ καὶ οὐ διὰ μακροῦ πέμψομέν σοι. ἐμοὶ δὲ φιλοσοφία οὐκ οἶδ’ ὅ τι ποτὲ χρῆμα γέγονεν, ἆρά γε φλαῦρον ἢ καλόν, ὁπότε ἐγὼ μισῶ νῦν συνεῖναι τοῖς πολλοῖς. οἶμαι μὲν οὖν ὡς δικαίως διάκειμαι, ἀμαθαίνουσι δὲ κατ’ ἰδέαν πᾶσαν ἀφροσύνης οἵ τε ἰδίᾳ τι πονοῦντες καὶ οἱ τὰ κοινὰ πράττοντες. εἰ δὲ ἀλόγως τοῦτο πάσχω, οὕτω γε ἴσθι, ὅτι μόλις ἂν οὕτως ἐγένετό μοι ζῆν, ἄλλως δὲ οὐκ ἔνι μοι ψυχῆς λαμβάνειν.
(2) διὸ δὴ ἐκ τοῦ ἄστεος ἀπηλλάγην ὥσπερ εἰρκτῆς θηρίων, διατρίβω μέντοι οὐ μακρὰν Ἰφιστιαδῶν· κἂκ τούτων τῶν χωρίων συνέγνων ὅτι Τίμων οὐκ ἦν ἄρα μισάνθρωπος, μὴ εὑρίσκων μέντοι ἀνθρώπους οὐκ ἠδύνατο θηρία φιλεῖν, ὅθεν καθ’ ἑαυτὸν καὶ μόνος διεβίου. κινδυνεύω δὲ τυχὸν ἴσως μηδὲ ἐκείνως εὖ λογίζεσθαι. σὺ δὲ ἐκδέχου ὅπως βούλει· ἐμοὶ γὰρ ὧδε τὰ τῆς γνώμης ἔχει, ἄποθεν εἶναι τοῦ ἄστεος εἴς τε νῦν καὶ τὸν ἄλλον ἅπαντα χρόνον, ὅντινα ἂν ζῆν ὁ θεὸς ἡμῖν διδῷ.
κε′. Τοῦ αὐτοῦ. Κρῖνις, ᾧ δέδωκα τὴν ἐπιστολήν, ἔστι μὲν πάλαι καὶ σοὶ φίλος, ἐπεὶ δὲ ἡ ἀρχὴ τῆς γνώσεως ἀφ’ ἡμῶν γέγονε, καλῶς ἔχειν οἶμαι καὶ νῦν, ὥσπερ ἑτέραν ἀρχὴν ποιούμενος συστάσεως, παρακαλέσαι σε πρὸς τὴν ἐπιμέλειαν αὐτοῦ. τυγχάνει γὰρ βουλόμενος στρατεύεσθαι καὶ πράττειν τι τῶν κατ’ ἀξίαν αὐτοῦ. σχεδὸν δὲ βραχὺς ὁ μετὰ ταῦτα λόγος· οὔτε γὰρ ἡμᾶς ἀγνοεῖς πῶς ἔχομεν πρὸς Παράμονον καὶ Κρῖνιν, οὔτε τὸν νεανίσκον ὅτι σώφρων καὶ μέτριος καὶ εἰς πᾶσαν ὁμιλίαν ὡς εἰπεῖν καὶ χρείαν ἀσφαλής. δεῖν γάρ φασι τεκμαίρεσθαι τὰ μέλλοντα τοῖς γεγονόσι, καὶ μάλιστα τῇ ἰδίᾳ φύσει καὶ προαιρέσει. τοῦτον δὲ πάντες ὁμολογουμένως ἐπαινοῦσιν. ὡς οὖν ὄντος καὶ τοιούτου καὶ ἡμετέρου καὶ σοῦ φίλου πειρῶ τὴν ἐνδεχομένην περὶ αὐτοῦ ποιεῖσθαι σπουδήν· ἄξιοι γὰρ οἱ τοιοῦτοι χάριτος.
κς′. Τοῦ αὐτοῦ. Πολλάκις ἀναγγέλλοντος τοῦ Ἀθηνοδώρου τὴν ὑμετέραν προαίρεσιν, ἐδοκίμαζον γράψας πρὸς ὑμᾶς ἀσπάσασθαί τε καὶ προσαγορεῦσαι καὶ διὰ τὴν πρὸς ἐμὲ συνήθειαν ἧς φαίνεσθε μνημονεύειν, καὶ διότι περὶ Διονύσιον ὅμοιοι διαμένετε ταῖς εὐνοίαις. ἤθους γὰρ κρίσιν οὐδεμίαν ἀκριβεστέραν ἡγοῦμαι τῆς ἐν φιλίᾳ βεβαιότητος, ἧς ὑμᾶς αἰσθάνομαι καὶ παρὰ τὴν ἡλικίαν ἐπιμελουμένους. ὡς οὖν καὶ διὰ ταῦτα καὶ διὰ τὴν ἄλλην ἐπιείκειαν ὑμῶν, ἣν πυνθάνομαι πολὺ μᾶλλον νῦν ἢ πρώην, ἀπερχομένου μου πειρᾶσθε καὶ τὸν ὑπόλοιπον χρόνον εἶναι τοιοῦτοι, νομίζοντες ἐλευθεριώτάτην ἐπικαρπίαν εἶναι τῆς τοιαύτης διαθέσεως τὴν παρὰ τῶν εὖ ζώντων εὐφημίαν.
κζ′. Φαῖδρος Πλάτωνι. Γράφεις μοι ὡς λυπεῖν με μὴ θέλων ἀπεκρύψω ὅτι μέλλεις ἄρα πορρωτέρω ἀποδημεῖν, καὶ αὐτὸς δὲ ἄρχομαι ποθεῖν σε νὴ τὸν Δία τὸν Ὀλύμπιον. ἀλλὰ πρὸς Διὸς φιλίου τε καὶ ἑταιρείου, ὦ Πλάτων, καὶ τοῦ εἴτε κατὰ γῆν ἐν εὐσεβῶν χώρῳ ὄντος εἴτε κατ’ ἄστρα (ὅπερ καὶ μάλα πείθομαι ) Σωκράτους, μὴ περιίδῃς ἡμᾶς ἀπαιδεύτους εἰς τέλεον γενομένους, ἀλλ’ ἴνα ἥντινα προκοπὴν ἔσχομεν ἐπ’ ἐκείνου τοῦ δαιμονίου ἀνθρώπου, ταύτην σὺ σώσας ἐπί τι ἀγάγῃς τέλος.
(2) ἐμοὶ γὰρ ἥδιον φιλοσοφίας οὐδὲν καὶ τῶν ἐν φιλοσοφίᾳ λόγων· ἐτιθηνήθην γὰρ ἐκ νέου ἔτι παιδὸς Σωκρατικοῖς ὡς ἄν τις εἴποι βαυκαλήμασιν ἐν παντὶ ἁρμοδίῳ καὶ ἱερῷ τόπῳ, τοῦτο μὲν ἐν τῇ ἀκαδημείᾳ, τοῦτο δὲ ἐν Λυκείῳ τε καὶ Ἰλισσῷ ὑπὸ τῇ θείᾳ πλατάνῳ ἱσταμένης μεσημβρίας, ἵνα Λυσίας ὁ Κεφάλου τὰ περὶ ἔρωτος διωρθοῦτο. ἐν οὖν τοῖς τοιούτοις χωρίοις περιάγων τε καὶ περιαγόμενος ἀρετῆς τῆς ἀφ’ ὑμῶν ἐπιμπλάμην καὶ ἦν ἐπίφθονος Ἀλκιβιάδῃ τε τῷ Κλεινίου καί τισιν ἄλλοις τῶν νέων, οἳ μᾶλλον ἐβούλοντο ἐμοῦ προεδρίας ἀξιοῦσθαι παρ’ ὑμῖν τοῖς σοφοῖς, καὶ οὐδέποτέ με καταπροέδοτε, τῷ ὄντι ἐνεθίσαντες φιλοσοφία, ἧς ἐδίψων εἰς τὸ πάμπαν.
κη′. Πλάτωνι. Οἱ ἀπ’ Αἰγύπτου ἀφικόμενοι ἀγαθοὶ ἄνδρες ἀπήγγελλον ἡμῖν ὅτι τὴν πᾶσαν Αἴγυπτον περισκεψάμενος νῦν διατρίβεις περὶ τὸν Σαϊτικὸν νομὸν λεγόμενον, ἐκπυνθανόμενος τῶν κεῖθι σοφῶν ὅ τι αὐτοῖς φαίνεται περὶ τοῦ σύμπαντος, ὅπως ἐγένετο καὶ ᾧ λόγῳ νῦν τὴν πᾶσαν κίνησιν ἔχει κατά μέρος καὶ κατὰ τὸ ὅλον. δυσκόλως δέ φασιν αὐτοὺς τοῖς Ἕλλησι διαλέγεσθαι, ὅτῳ δήποτε οὖν παθήματι χρωμένους, εἰ μὴ ὅσον Πυθαγόρᾳ ἐκοινώνησαν τοὺς λόγους τοὺς περὶ φύσεως καὶ γεωμετρίας καὶ τοῦ ἀριθμοῦ οἱ περὶ Ἡλιούπολιν. καὶ τούτῳ γε οἶμαι τερατευσαμένῳ αὐτούς, ὥς τινες ἱστοροῦσι (ἐμέμνηντο γὰρ τῶν μύθων τῶν περὶ Πυθαγόραν, ἡνίκα τὰ περὶ Αἴγυπτον διηγοῦντο ἡμῖν, Τίμαιός τε καὶ Θεόδωρος ὁ Κυρηναῖος), ἢ καὶ ἄλλως ἐπελθὸν αὐτοῖς οἰκειωθῆναι.
(2) εἰ δὲ καὶ σοὶ νῦν, καὶ τὰ οἴκοι Ἀθήνησι πάντα κατὰ θεὸν ἔχει. ἐπίστελλε δὲ ἡμῖν καὶ πάλιν σὺ ὅπως διάκεισαι τοῦ σώματος, ὡς τά γε τῆς ψυχῆς ἑκάστοτε ἴσμεν ὑγιᾶ διά τε φρόνησιν καὶ ἀρετήν. καὶ εἴ του δέοιο τῶν σῶν, γράφε ἡμῖν· τὰ γὰρ ἐμά. ὦ Πλάτων, σά φημι εἶναι δίκῃ ἁπάσῃ, ὥσπερ καὶ Σωκράτους ἦν. σημανεῖς δ’ ἡμῖν περὶ τῶν ἐγχωρίων θεαμάτων καὶ τῆς περὶ ταῦτα μεγαλουργίας, τομάς τε λίθων εἰς ἄπλετόν τι μέγεθος ἐγηγερμένας καὶ ἐργασίας αὐτῶν ἀνδρεικέλους τε καὶ εἰς τὰ ἄλλα ζῷα ἀπεσχηματισμένας τέχνῃ τε παλαιᾷ καὶ οὐκ εἰς τὸν τρόπον τὸν Ἑλληνικόν, καὶ ἃ τῶν ἄλλων πάλιν τεχνημάτων πολυμόρφων ζῳδίων ἐπιδείκνυται τὴν ἰδίαν φύσιν καὶ ἄσκησιν ἀκεκτονοίαν τῆς ἐπινοίας τῆς ἐν τοῖς γενομένοις.
(3) ἄσμενος δ’ ἂν καὶ αὐτὸς τῶν πυραμίδων κατεῖδον τὸ μέγεθος καὶ τὴν Μέμφιν, καὶ αὐτήκοος ἐγενόμην τοῦ ἱεροῦ λόγου καὶ τῆς παγκάλης τοῦ Νείλου θέας αἱ διερχομένου δὲ τὴν Αἴγυπτον καὶ ἐπισχόμενα τῇ πλημμυρίδι κατὰ τὴν ἑτέραν ὥραν καὶ τὴν εἰς τοὔμπαλιν ἀπόρροιαν αὐτοῦ, ταῦτα γὰρ πάντα εἰς τὸ ἄπιστον λεχθῆναι νομίζω, ἃ παρὰ τοῖς πολλοῖς οὕτω μεγάλα ἐστὶ καὶ ἀξιέραστα τῆς ὄψεως.
κθ′. Ἀρίστιππος τῇ * *. Ἐκομισάμην παρὰ σοῦ γράμματά μοι πεμφθέντα διὰ τέλους, ἐν οἷς ἐδέου με παραγενέσθαι ὡς τάχιστα εἰς Κυρήνην, λέγουσα οὐκ εὖ σοι ἀπαντᾶσθαι οὔτε παρὰ τῶν ἐπισκόπων, οὔτε ἱκανὸν εἶναι οἰκονομῆσαι τὸν ἄνδρα αἰδῶ τε ἔχοντα καὶ θορύβων πολιτικῶν ζῆν μακρὰν εἰθισμένον. ἐγὼ δὲ πειρώμενος ὡς ἂν ἀφεθείην ὑπὸ τοῦ Διονυσίου πλεῦσαι πρὸς σέ, ἐμποδών μοι τοῦ χρεὼν στάντος ἐν Λιπάραις μαλακῶς ἔσχον, ὅτε δὴ καὶ τοὺς περὶ Σώνικον ἄριστά μοι προσφερομένους τημελοῦντάς με γνησίως καὶ ὡς ἂν εἰ..... ἀρκεῖταί τις ζῆν τῶν διάθεσιν φιλικήν.
(2) περὶ ὧν δὲ ἔκρινας τίνα ἕξεις τιμὴν ὑπ’ ἐμοῦ ἠλευθερωμένοις, οἳ καὶ ἔλεγον Ἀριστίππου μὴ ἀποχωρήσειν, ἕως ἂν αὐτοῖς ᾖ δύναμις ἀρέσκειν ἐκείνῳ τε καὶ σοί, πάντ’ οὖν αὐτοῖς πίστευε· περιέσται γὰρ αὐτοῖς ἐκ τῆς ἐμῆς βιοτῆς μὴ εἶναι κακοῖς. ὑποτίθεμαι δέ σοι τὰ πρὸς ἄρχοντας οἰκονομεῖν, ὥστε τὸ ἐμὸν συμβούλευμα τοῦτο συμφέρον. τοῦτο δὲ ἦν μὴ τοῦ πλείονος ὀριγνᾶσθαι· ῥᾷστα γὰρ ἂν οὕτως ἐξάγοις τὰ κατὰ τὸν βίον, ὑπεροπτικὴ παντὸς οὖσα τοῦ πλέονος. οὐ γὰρ δὴ ἐκεῖνοι τοσοῦτόν σε ἀδικήσαιεν ἄν, ὥστε σε ἐνδεᾶ γενέσθαι. οἱ δύο μὲν γάρ σοι κῆποι μένουσιν ἱκανοὶ ὄντες καὶ πολυτελεῖ βίῳ, τὸ δ’ ἐν τῇ Βερενίκῃ κτῆμα καὶ μόνον καταλειφθὲν πρὸς ἀρίστην διαγωγὴν οὐχ ὑπολείψει.
(3) τῶν μικρῶν ὑμᾶς οὐ παρακελεύομαι καταφρονεῖν, ἀλλὰ μὴ ἐπὶ μικροῖς ταράττεσθαι ἔνθα οὐδὲ ἐπὶ μεγάλοις καλὸν ἡ ὀργή. εἰ δέ μου διαλυθέντος ὑπὸ τῆς φύσεως ποιῆσαι ἐμὸν βούλημα ζητεῖς, ὡς ὅτι κράτιστα παιδεύσασα τὸν Ἀρίστιππον Ἀθήναζε χώρει, Ξανθίππην τε καὶ Μυρτὼ πρὸ παντὸς ποιουμένη, αἵ με πολλάκις ἐλιπάρουν ἐπὶ μυστήριά σε ἄγειν. τὸ οὖν ἡδὺ βιότευμα μετὰ τούτων ἔχουσα κατάλιπε τοῖς ἐν Κυρήνῃ ἐπισκόποις ὅ τι ποτ’ ἂν ἐθέλωσιν ἀδικεῖν (σὲ γὰρ οὐκ εἰς τὸ φυσικὸν τέλος ἀδικήσουσι), πειρῶ δὲ μετὰ Ξανθίππης καὶ Μυρτοῦς ζῆν, ὡς ἐμοὶ φίλον μετὰ Σωκράτους, πλέον διὰ τὴν ἐκείνων φιλίαν σεαυτὴν στέλλουσα· κεῖθι γὰρ τὸ σοβαρὸν οὐκ ἐπιχώριον.
(4) εἰ δ’ ἔλθοι θᾶττον ἅμα Λαμπροκλῆς εἰς Κυρήνην ὁ Σωκράτους, ὃς ἐν Μεγάροις ὡμίλει μοι, ποιήσεις ἄριστα κοινουμένη τὸν βίον αὐτῷ καὶ μηδὲν διαφορώτερον τοῦ τέκνου τιμῶσα. θῆλυ δὲ τέκνον εἰ μηκέτι τρέφειν βούλει διὰ τὸ πολλάκις ἀνιᾶσθαι ἐπὶ παιδοτροφίᾳ τὸ τῆς Εὐβοΐδος θυγάτριον * *, ὃ δὴ ἐλευθέρως ἦγες, ἐμοί τε χαρίζεσθαι βουλομένης ἐπὶ τῷ τῆς ἐμῆς μητρὸς ὀνόματι· καὶ γὰρ ἐγὼ πολλάκις Μίκαν αὐτὸ προσηγόρευσα, πρὸ παντὸς δὲ ἐπισκήπνω σοι τοῦ μικροῦ Ἀριστίππου ἐπιμελεῖσθαι, ὅπως ἄξιος ἡμῶν καὶ φιλοσοφίας· ταύτην γὰρ αὐτῷ καταλείπω τὴν ὄντως κληρονομίαν· τἄλλα μὲν γὰρ τοῦ βίου καὶ τοὺς ἐν Κυρήνῃ ἄρχοντας ἔχει πολεμίους.
(5) περὶ φιλοσοφίας δὲ οὐδὲ ἕν μοι γέγραφας, ὅτι ταύτην σού τις ἀφῄρηται. μέγα οὖν, ὦ ἀγαθὴ γύναι, χαῖρε ἐπὶ τῷ πλουτεῖν πλοῦτον τὸν ὑπὸ σοὶ κείμενον καὶ κτηματίτην ποίει τούτου τὸν υἱόν, ὃν ἐβουλόμην μὲν αὐτὸς ἤδη ἐμὸν υἱὸν εἶναι· ἐπειδὴ δὲ ἀναλύω μὴ ἐμπλησθεὶς αὐτοῦ, πέποιθα καὶ σοί, διότι τὴν αὐτὴν ἄξεις πορείαν τὴν συνήθη ἀγαθοῖς ἀνδράσιν. ἔρρωσο καὶ περὶ ἡμῶν μὴ ἀγανάκτει.
λ′. Φιλίππῳ. Ἀντίπατρος ὁ φέρων τὴν ἐπιστολὴν τὸ μὲν γένος ἐστὶ Μάγνης, γράφει δὲ Ἀθήνησι πάλαι τὰς Ἑλληνικὰς πράξεις, ἀδικεῖσθαι δέ φησιν ὑπό τινος ἐν Μαγνησίᾳ. διάκουσον οὖν αὐτοῦ τὸ πρᾶγμα καὶ βοήθησον ὡς ἂν δύνῃ προθυμότατα. δικαίως δ’ ἂν αὐτῷ βοηθοίης διὰ πολλὰ καὶ διότι παρ’ ἡμῖν ἀναγνω σθέντος ἐν διατριβῇ τοῦ σοὶ πεμφθέντος ὑπὸ Ἰσοκράτους λόγου τότε τὴν μὲν ὑπόθεσιν ἐπῄνεσε, τὸ δὲ παραλιπεῖν τὰς εἰς τὴν Ἐλλάδα γενομένας εὐεργεσίας ὑμῶν ἐνεκάλεσε. πειράσομαι δ’ αὐτῶν εἰπεῖν ὀλίγας.
(2) Ἰσοκράτης μὲν γὰρ οὔτε τὰς εἰς τὴν Ἑλλάδα γενομένας εὐεργεσίας ὑπὸ σοῦ καὶ τῶν σῶν προγόνων δεδήλωκεν, οὔτε τὰς ὑπό τινων κατὰ σοῦ γεγενημένας διαβολὰς λέλυκεν, οὐτε Πλάτωνος ἐν τοῖς πρός σε πεμφθεῖσι λόγοις ἀπέσχηται. καίτοι χρῆν πρῶτον μὲν τὴν ὑπάρχουσαν οἰκειότητα πρὸς τὴν ἡμετέραν πόλιν αὐτὸν μὴ λαθεῖν, ἀλλὰ ποιῆσαι καὶ τοῖς ἀπὸ σοῦ γενμένοις φανεράν· Ἡρακλῆς γάρ, ὄντος νόμου τὸ παλαιὸν ἡμῖν μηδένα ξένον μυεῖσθαι, βουληθεὶς μυεῖσθαι γίνεται Πυλίου θετὸς υἱός.
(3) τούτου δὲ ὄντος τοιούτου τοὺς λόγους ἐξῆν Ἰσοκράτει λέγειν ὡς πρὸς πολίτην, ἐπειδὴ τὸ γένος ὑμῶν ἐστὶν ἀφ’ Ἡρακλέους, μετὰ δὲ ταῦτα τὰς Ἀλεξάνδρου τοῦ σοῦ προγόνου καὶ τῶν ἄλλων τὰς εἰς τὴν Ἐλλάδα γενομένας εὐεργεσίας ἐξαγγέλλειν. νυνὶ δὲ ὥσπερ ἀπορρήτους συμφορὰς κατασεσιώπηκεν· Ξέρξου γὰρ πρέσβεις ἐπὶ τὴν Ἐλλάδα πέμψαντος γῆν καὶ ὕδωρ αἰτήσοντας Ἀλέξανδρος τοὺς μὲν πρέσβεις ἀπέκτεινεν, ὕστερον δὲ στασιαζόντων τῶν βαρβάρων οἱ Ἕλληνες ἐπὶ τὸ ἡμέτερον Ἡράκλειον ἀπήντησαν, Ἀλεξάνδρου δὲ τὴν Ἀλεύου καὶ Θετταλῶν προδοσίαν τοῖς Ἕλλησι μηνύσαντος ἀναζεύξαντες οἱ Ἕλληνες δι’ Ἀλέξανδρον ἐσώθησαν.
(4) καίτοι τούτων χρὴ μὴ μόνον Ἡρόδοτον καὶ Δαμάστην μεμνῆσθαι τῶν εὐεργεσιῶν, ἀλλὰ καὶ τὸν ἐν ταῖς τέχναις ἀποφαινόμενον ἐκ τοῦ τῶν προγόνων ἐπαίνου εὔνους δεῖν ποιῆσαι τοὺς ἀκροατάς. προσῆκε δὲ καὶ τὴν Πλαταιᾶσιν ἐπὶ Μαρδονίου γενομένην δηλῶσαι καὶ τὰς ἑξῆς τοσαύτας τῶν σῶν προγόων εὐεργεσίας· οὕτω γὰρ ἂν ὁ περὶ σοῦ γραφεὶς λόγος τῆς παρὰ τῶν Ἑλλήνων εὐνοίας ἔτυχε μᾶλλον ἢ μηδὲν ἀγαθὸν περὶ τῆς ὑμετέρας βασιλείας εἰπόντος. ἦν δὲ καὶ τὰ παλαιὰ διαλεχθῆναι τῆς Ἰσοκράτους ἡλικίας, τὸ δὲ εὐθαλῶς, ὥς φησιν αὐτός, ἀνθούσης τῆς διανοίας. ἀλλὰ μὴν καὶ τὰς διαβολὰς ἐνῆν λῦσαι τὰς τὸ πλεῖστον ὑπ’ Ὀλυνθίων γινομένας.
(5) τίς γὰρ ἂν οὕτως εὐήθη σε νομίσειεν, ὥστε σοι πολεμούντων Ἰλλυριῶν καὶ Θρᾳκῶν, ἔτι δὲ Ἀθηναίων καὶ Λακεδαιμονίων καὶ ἄλλων Ἑλλήνων καὶ βαρβάρων, πόλεμον πρὸς Ὀλυνθίους ἐξενεγκεῖν; ἀλλὰ περὶ μὲν τούτων οὐκ ἐν ἐπιστολῇ πρὸς σὲ μηκυντέον, ἃ δέ ἐστιν οὐκ ἐμποδὼν τοῖς τυχοῦσιν εἰπεῖν, ἐκ πολλοῦ τε χρόνου τοῖς πᾶσι κατασεσιώπηται, συμφέρει δέ σοι πυθέσθαι, ταῦτά μοι δοκεῖ φράσειν καὶ τούτων ἀξιώσειν εὐαγγελίᾳ δικαίαν χάριν Ἀντιπάτρῳ παρὰ σοῦ δοθῆναι. περὶ γὰρ τῆς γινομένης Ὀλυνθίοις χώρας, ὡς ἔστι τὸ παλαιὸν Ἡρακλειδῶν ἀλλ’ οὐ Χαλκιδέων, ὁ φέρων τὴν ἐπιστολὴν μόνος καὶ πρῶτος ἀξιοπίστους μύθους εἴρηκε.
(6) τὸν αὐτὸν γάρ φησι τρόπον Νηλέα μὲν ἐν Μεσσήνῃ, Συλέα δὲ περί τὸν Ἀμφιπολιτικὸν τόπον ὑφ’ Ἡλρακλέους ὑβριστὰς ὄντας ἀπολέσθαι, καὶ δοθῆναι παρακαταθήκην φυλάττειν Νέστορι μὲν τῷ Νηλέως Μεσσήνην, Δικαίῳ δὲ τῷ Νηλέως ἀδελφῷ τὴν Φυλλίδα χώραν, καὶ Μεσσήνην μὲν ὕστερον πολλαῖς γενεαῖς Κρεσφόντην κομίσασθαι, τὴν ἐδ Ἀμφιπολῖτιν Ἡρακλειδῶν οὖσαν Ἀθηναίους καὶ Χαλκιδεῖς λαβεῖν. ὣς δ’ αὔτως ὑφ Ἡρακλέους ἀναιρεθῆναι κακούργους καὶ παρανόμους, Ἱπποκόωντα μὲν ἐν Σπάρτῃ τύρανον, Ἀλκυονέα δὲ ἐν Παλλήνῃ. καὶ Σπάρτην μὲν Τυνδάρεῳ, Ποτίδαιαν δὲ καὶ τὴν ἄλλην Παλλήνην Σιθῶνι τῷ Ποσειδῶνος παρακαταθέσθαι, καὶ την μὲν Λακωνικὴν τοὺς Ἀριστοδήμου παῖδας ἐν ταῖς Ἡρακελιδῶν καθόδοις ἀπολαβεῖν, Παλλήνην δὲ Ἐρετριεῖς καὶ Κορινθίους καὶ τοὺς ἀπὸ Τροίας Ἀχαιοὺς Ἡρακλειδῶν οὖσαν κατασχεῖν.
(7) τὸν αὐτὸν δὲ τρόπον ἐξαγγέλλει περὶ τὴν Τορωναίαν τοὺς Πρωτίδας τυράννους Τμῶλον καὶ Τηλέγονον ὡς Ἡρακλῆς ἀνέλοι καὶ περὶ Ἀμβρακίαν Κλείδην καὶ τοὺς Κλείδου παῖδας ἀποκτείνας Ἀριστομάχῳ μὲν τῷ Σιθῶνος τὴν Τορωναίαν τηρεῖν προστάξειεν, ἣν Χαλκιδεῖς ὑμετέραν οὖσαν κατῴκισαν, Λαδίκῃ δὲ καὶ Χαράττῃ τὴν Ἀμβρακικὴν χώραν ἐγχειρίσειεν, ἀξιῶν ἀποδοῦναι τὰς παρακαταθήκας τοῖς ἀπ’ αὐτοῦ γινομένοις. ἀλλὰ μὴν καὶ τὰς ὑπογυίους Ἀλεξάνδρου τῆς Ἠδωνῶν χώρας κτήσεις Μακεδόνες πάντες ἴσασι.
(8) καὶ ταῦτά ἐστιν οὐ πρόφασις Ἰσοκράτους, οὐδὲ ὀνομάτων ψόφος, ἀλλὰ λόγοι δυνάμενοι τὴν σὴν ἀρχὴν ὠφελεῖν. ἐπειδὴ δὲ καὶ περὶ τῶν Ἀμφικτυονικῶν πραγμάτων δῆλος εἶ σπουδάζων, ἐβουλήθην σοι φράσαι μῦθον παρὰ Ἀντιπάτρου, τίνα τρόπον πρῶτον οἱ Ἀμφικτύονες συνέστησαν καὶ πῶς ὄντες Ἀμφικτύονες Φλεγύαι μὲν ὑπὸ Ἀπόλλωνος, Δρύοπες δὲ ὑπὸ Ἡρακλέους, Κρισαῖοι δὲ ὑπὸ τῶν Ἀμφικτυόνων ἀνῃρέθησαν. οὗτοι γὰρ πάντες Ἀμφικτύονες γενόμενοι τῶν ψήφων ἀφῃρέθησαν, ἕτεροι δὲ τὰς τούτων ψήφους λαβόντες τῆς τῶν Ἀμφικτυόνων συντελείας μετέσχον, ὧν ἐνίους σέ φησι μεμιμῆσθαι καὶ λαβεῖν ἆθλον Πυθίοις τῆς εἰς Δελφοὺς στρατείας παρὰ τῶν Ἀμφικτυόνων τὰς δύο Φωκέων ψήφους.
(9) ὧν ὁ τὰ παλαιὰ καινῶς καὶ τὰ καινὰ παλαιῶς ἐπαγγελλόμενος διδάσκειν λέγει νῦν οὔτε τὰς ἀρχαίας πράξεις οὔτε τὰς ὑπὸ σοῦ νεωστὶ διαγωνισθείσας, οὔτε τὰς τοῖς χρόνοις μεταξὺ γενομένας μεμύθευκε. καίτοι δοκεῖ τὰς μὲν οὐκ ἀκηκοέναι, τὰς δὲ οὐκ εἰδέναι, τῶν δὲ ἐπιλελῆσθαι. πρὸς δὲ τούτοις ἐπὶ πράξεις σε δικαίας προκαλῶν ὁ σοφιστὴς τὴν μὲν Ἀλκιβιάδου φυγὴν καὶ κάθοδον ἐπαινῶν ἐν παραδείγματι δεδήλωκε, τὰ δὲ μείζω καὶ καλλίω πράγματα τῷ πατρί σου πραχθέντα παρέλιπεν.
(10) Ἀλκιβιάδης μὲν γὰρ ἐπ ἀσεβείᾳ φυγὼν καὶ πλεῖστα τὴν πατρίδα τὴν αὐτοῦ κακῶς ποιήσας εἰς αὐτὴν κατῆλθεν. Ἀμύντας δὲ ὑπὲρ βασιλείας στάσει νικηθεὶς βραχὺν χρόνον ὑπωχωρήσας μετὰ ταῦτα πάλιν Μακεδονίας ἦρξεν, εἶθ’ ὃ μὲν πάλιν φυγὼν αἰσχρῶς τὸν βίον ἐτελεύτησεν, ὁ δὲ σὸς πατὴρ βασιλεύων κατεγήρασεν. παρήνεγκε δέ σοι καὶ τὴν Διονυσίου μοναρχίαν, ὥσπερ προσῆκόν σοι τοὺς ἀσεβεστάτους ἀλλ’ οὐ τοὺς σπουδαιοτάτους μιμήσασθαι, καὶ ζηλωτὴν τῶν κακίστων ἀλλ’ οὐ τῶν δικαιοτάτων γενέσθαι. καί φησι μὲν ἐν ταῖς τέχναις προσήκειν οἰκεῖα καὶ γνώριμα τὰ παραδείγματα φέρειν, ὀλιγωρήσας δὲ τῆς τέχνης ἀλλοτρίοις καὶ τοῖς αἰσχίστοις καὶ τοῖς πρὸς τὸν λόγον ὡς ἐναντιωτάτοις παραδείγμασι χρῆται.
(11) καίτοι πάντων καταγελαστότατα τοιαῦτα γράφων χαριέντως ἀμύνασθαί φησι τῶν μαθητῶν τῶν αὐτῷ πλησιαζόντων τοὺς ἐπιτιμῶντας οἳ δὲ χειρωθέντες τῆς ῥητορικῆς τῇ δυνάμει καὶ παρὰ ταῦτα οὐδὲν ἔχοντες εἰπεῖν οὕτως ἐπῄνεσαν τὸν λόγον, ὥστε τὸ πρωτεῖον τῶν λόγων τῷ λόγῳ τούτῳ δεδώκασι. καταμάθοις δ’ ἂν ἐν βραχεῖ τὴν Ἰσοκράτους ἱτορίαν καὶ τὴν παιδείαν ἐξ ὧν Κυρηναίους μὲν ποιεῖ τοῦ Βάττου ὄντας ἀποίκους Λακεδαιμονίων, τὸν δὲ Ποντικὸν μαθητὴν ἀπέδειξε τῆς αὑτοῦ σοφίας διάδοχον, οὗ σὺ πολλοὺς τεθεαμένος σοφιστὰς βδελυρώτερον οὐχ ἑώρακας.
(12) πυνθάνομαι δὲ καὶ Θεόπομπον παρ’ ὑμῖν μὲν εἶναι πάνυ ψυχρόν, περὶ δὲ Πλάτωνος βλασφημεῖν, καὶ ταῦτα ὥσπερ οὐ Πλάτωνος τὴν ἀρχὴν τῆς ἀρχῆς ἐπὶ Περδίκκᾳ κατασκευάσαντος καὶ διὰ τέλους χαλεπῶς φέροντος, εἴ τι γίνοιτο παρ’ ὑμῖν ἀνήμερον ἢ μὴ φιλάδελφον. ἵνα οὖν Θεόπομπος παύσηται τραχὺς ὤν, κέλευσον Ἀντίπατρον παραναγνῶναι τῶν Ἑλληνικῶν πράξεων αὐτῷ, καὶ γνώσεται Θεόπομπος δικαίως μὲν ὑπὸ πάντων ἐξαλειφόμενος, ἀδίκως δὲ τῆς παρὰ σοῦ χορηγίας τυγχάνων.
(13) ὁμοίως δὲ καὶ Ἰσοκράτης, ἐπειδὴ νέος μὲν ὢν εἰς τὸν δῆμον μετὰ Τιμοθέου καθ’ ὑμῶν ἐπιστολὰς αἰσχρὰς ἔγραφε, νυνὶ δὲ πρεσβύτης ὢν ὥσπερ ἑκὼν ἢ φθονῶν τὰ πλεῖστα τῶν ὑμῖν ὑπαρχόντων ἀγαθῶν παραλέλοιπεν, ἀπέσταλκε δέ σοι λόγον, ὅν τὸ μὲν πρῶτον ἔγραψεν Ἀγησιλάῳ, μικρὰ δὲ διασκευάσας ὕστερον ἐπώλει τῷ Σικέιλίας τυράννῳ Διονυσίῳ, τὸ δὲ τρίτον τὰ μὲν ἀφελὼν τὰ δὲ προσθεὶς ἐμνήστευσεν Ἀλεξάνδρῳ τῷ Θετταλῷ, τὸ δὲ τελευταῖον νῦν πρὸς σὲ γλίσχρως αὐτὸν ἀπηκόντισεν. βουλοίμην δ’ ἂν χωρῆσαι τὸ βιβλίον ἀναμνῆσαι τὰς ἐν τῷ λόγῳ πρὸς σὲ πεμφθείσας ὑπ’ αὐτοῦ προφάσεις.
(14) ἐπὶ μὲν γὰρ Ἀμφιπόλεώς φησι κωλῦσαι τὴν γενομένην εἰρήνην γράψαι λόγον ὑπὲρ τῆς Ἡρακλέους ἀθανασίας, ὕστερον δὲ αὐτῷ σοι φράσειν, ὑπὲρ ἐνίων δὲ διὰ τὴν ἡλικίαν ὁμολογῶν μαλακώτερον γράφειν συγγνώμης ἀξιοῖ τυχεῖν, μὴ θαυμάζειν δέ, εἰ καί πως ἀναγνοὺς ὁ Ποντικὸς μωλύτερον καὶ φαυλότερον ποιεῖ φαίνεσθαι τὸν λόγον, τὸν Πέρσην δὲ ὡς καταστρατηγήσεις αὐτὸν εἰδέναι σέ φησιν. ἀλλὰ γὰρ τὰς λοιπὰς σκήψεις γράφοντα ἐπιλείπει με τὸ βυβλίον, τοσαύτην ἡμῖν σπάνιν βυβλίων βασιλεὺς Αἴγυπτον λαβὼν πεποίηκεν. ἔρρωσο καὶ Ἀντιπάτρου διὰ ταχέων ἐπιμεληθεὶς πρὸς ἡμᾶς αὐτὸν ἀπόστειλον.
λα′. Φιλίππῳ. Περδίκκας μὲν ἐνδεδεῖχθαί μοι δοκεῖ περὶ πολλοῦ ποιούμενος κατὰ τὸν Ἡσίοδον τὰ ἡμίσεα πάντων κτῆσθαι, νομίζων τὰ μὲν χρήματα καὶ διὰ τύχην ἄν πολλὰ κτήσασθαι, * * * * τῶν βελτίστων εἶναι. σοὶ δὲ ὅσιόν ἐστιν ἀδελφὰ τοῖς παρ’ ἐκείνου ὑπηργμένοις πράττειν, ὅπως ἂν δοκῇς καὶ τὸ ἦθος ἀδελφὸς εἶναι τοῦ περὶ σοῦ διανοηθέντος τοιαῦτα. νόμιζε δὲ πάντας προσέχειν σοι τὸν νοῦν καὶ σκοπεῖν ποῖός τις ἔσῃ πρὸς τὸν ἀδελφόν, καὶ τοὺς μὲν βελτίστους ἀγωνιᾶν βουλομένους καὶ ἐξισοῦσθαί σε τῇ τοῦ ἀδελφοῦ ἐπιεικείᾳ καὶ ὑπερβάλλειν, τοὺς δὲ φαύλους φθονοῦντας ἡδέως ἄν τι ἰδεῖν περὶ ὑμᾶς γινόμενον πλημμελές.
(2) οὓς δεῖ νομίσαντα πολεμίους εἶναι μετὰ τῶν βελτίστων ἀγωνίζεσθαι ὡς αὐτὸν ὄντα ἕνα τούτων. δοκεῖ γάρ μοι οὐ μόνον ἁμιλλητέον εἶναι πρὸς τὰ τοῦ ἀδελφοῦ ἔργα, ἃ ἐκείνῳ ὑπὲρ τοῦ κοινοῦ πέπρακται, ἀλλὰ καὶ πρὸς τὰς εὐεργεσίας, ὅπως μὴ καταδεέστεραι αἱ παρὰ σοῦ πρὸς ἐκεῖνον γίνωνται. περὶ πλείστου δὲ δεῖ σε ποιεῖσθαι σώφρονά τε εἶναι καὶ κατήκοον τοῦ ἀδελφοῦ, ὄντος περὶ σὲ οἷόσπερ νῦν ἐστίν. ἔρρωσο.
λβ′. Ἐνόμιζον ἐπιτήδειον εἶναί μοι μηδὲν τῶν καλῶς ἐχόντων παραλιπεῖν καὶ διὰ τὴν Πλάτωνος ἐντολὴν καὶ διὰ τὴν ὑπάρχουσαν ἐμοὶ καὶ σοὶ φιλίαν. καὶ ᾤμην δεῖν γράψαι πρὸς σέ, πῶς διακείμενος τυγχάνω τὸ σωμάτιον καὶ διότι νομίζω παραγενόμενόν σε εἰς ἀκαδήμειαν συνέχειν τὸν περίπατον. ταῦτα δὲ ὡς δίκαιά ἐστι καὶ καλῶς ἔχοντα πειράσομαί σοι φράζειν. Πλάτων καθάπερ καὶ σὺ οἶσθα, οὐκ ἐν τῇ τυχούσῃ τιμῇ τὴν ἐν τῇ ἀκαδημείᾳ διατριβὴν ἦγε, νομίζων εἶναί τι καὶ πρὸς δόξαν ὀρθὴν καὶ πρὸς τὸν αὐτοῦ βίον καὶ τὴν ὕστερον παρ’ ἀνθρώποις μνείαν ἐσομένην.
(2) καὶ τούτων οὕτως ἐχόντων, διότι σε περὶ πλείονος ποιούμένος ἐτύγχανε, τελευτῶν τὸν βίον ἐμαρτύρησεν· ἐπέσκηψε γὰρ πᾶσιν ἡμῖν τοῖς οἰκείοις ἄν τι πάθης πρὸς ἑαυτὸν θεῖναί σε, νομίσας οὐκ ἀπαλλαγήσεσθαί σε τὸ παράπαν τῆς ἀκαδημείας. διὸ δὴ καὶ μάλιστά μοι φαίνεταί σοι προσῆκον εἶναι καὶ ζῶντα καὶ τεθνηκότα Πλάτωνα τιμᾶν· θεῶν γὰρ δὴ καὶ γονέων καὶ εὐεργετῶν ποιητέον ἐπιμέλειαν τὸν χαρίεντα. οἰκειοτάτη δὲ τοῖς εἰρημένοις εὑρίσκοιτ’ ἂν οὖσα ἡ Πλάτωνος συνουσία πρὸς τοὺς συνόντας· τῶν μὲν γὰρ ὡς γεννήσας, τῶν δὲ ὡς εὐεργέτης ἐπεμελεῖτο, κοινῇ δὲ πρὸς ἅπαντας θεοῦ τάξιν εἶχεν.
(3) συμβουλεύω δὲ καλὸν ἡγούμενος καὶ δίκαιον εἶναι χάριν ἀποδιδόναι σε Πλάτωνι πασῶν μεγίστην κἀκείνῳ μάλιστα ἁρμόζουσαν, ἀποδῴης δ’ ἂν εἰ παραγενόμενος τὴν ἀκαδήμειαν καδηπεριπε * * * *. σοφία γὰρ ἀληθὴς λέγοιτ’ ἂν ἐνδίκως βεβαιότης καὶ πίστις. προσήκει δὲ ἡμᾶς ἐν τούτοις πολὺ τῶν ἀνθρώπων διαφέρειν, σὺ δὲ καὶ δοκεῖς μεῖον τοῦ προσήκοντος ἐπιμελὴς εἶναι.
λγ′. Ἔδοξέ μοι γράψαι πρὸς σὲ ἐπιστολὴν περὶ τῶν συμβεβηκότων μοι κατὰ τὸ σωμάτιον· οὐ γὰρ μετρίως ἐκλελοίπασιν αἱ δυνάμεις τῶν μερῶν ἁπάντων, ὥστε μηδὲν ἔτι ἐνεργεῖν δύνασθαι. κατὰ τύχην δέ τινα ἡ γλῶττα καὶ τὰ περὶ τὴν κεφαλὴν μεμένηκεν, εἰ μὴ καὶ διὰ τὸ κεχωρισμένον καὶ διὰ τὸ θειότατα εἶναι. πάλαι μὲν οὖν ἐβουλόμην παρεῖναί σε, εὖ δὲ ποιήσεις καὶ νῦν παραγινόμενος· καὶ γὰρ τῶν περὶ ἐμὲ προστήσῃ κατὰ τρόπον, ὡς ἐγὼ εὖ οἶδα, καὶ τῶν ἐν τῷ περιπάτῳ ἐπιμελήσῃ προσηκόντως.
λδ′. Οἶμαι φανερὰν εἶναι διὰ παντὸς τοῦ χρόνου τὴν ἐμὴν προθυμίαν καὶ ὅτι πολλὴν πρόνοιαν εἶχον περὶ ὑμῶν οὐκ ἄλλου τινὸς ἕνεκα μᾶλλον ἢ τῆς ἐπὶ τοῖς καλοῖς φιλοτιμίας· νομίζω γὰρ δίκαιον εἶναι τοὺς ὄντας τῇ ἀληθείᾳ ἐπιεικεῖς καὶ πράττοντας τοιαῦτα τυγχάνειν δόξης τῆς προσηκούσης· ὅτι δὲ τὰ καιριώτατα τοῦ σώματος κάμνοντι, ἡ κεφαλὴ καὶ τὰ ἐν αὐτῇ περίεστιν, εὖ ἔχει, τῶν δὲ λοιπῶν τὴν προσήκουσαν ἐπιμέλειαν ποιοῦ μετὰ τῶν ἰατρῶν καὶ αὐτὸς ἐπιβλέπων τὸ χρήσιμον· ἀνδρείᾳ γὰρ καὶ ῥώμῃ καὶ τάχει διενεγκεῖν δόξειεν ἂν χαρίεντος εἶναι.
(2) ἐγὼ δέ, καθάπερ καὶ σὺ οἶσθα, Πλάτωνα θαυμάσας, δι’ ἐκεῖνον καὶ τὴν πόλιν ὑμῶν καὶ τὴν ἐν ἀκαδημείᾳ διατριβὴν ᾑρούμην, καὶ διέμεινα πάντα τὸν χρόνον ἀνέγκλητον ἐμαυτόν, ἐφ’ ὅσον ἠδυνήθην, πρὸς τὸ ἐκείνου ἦθος διατηρήσας. ἐπεὶ δὲ κατὰ τὰ συμβαίνοντα ἐκεῖνος μὲν ἐχωρίσθη τῆς ἐν ταὐτῷ ἡμῖν συνουσίας, τὰ δὲ νομιζόμενα συνετελέσαμεν καὶ κοινῇ καὶ ἰδίᾳ τιμῶντες ἐκεῖνον, ἐχωριζόμεθα κατὰ τὰς αἱρέσεις, ἃς ἕκαστος ἡμῶν ἐδοκίμαζεν.
(3) ἐγὼ μὲν οὖν ἀεί ποτε καὶ τῇ φύσει παντελῶς οἰκεῖος ἡσυχίας καὶ σχολῆς ὑπῆρχον, ἀνυπεύθυνός τε ἀνθρώποις εἰς τὸ δυνατὸν ᾑρούμην διαγενέσθαι· καὶ γὰρ ἐφιλοσόφουν, ὅπως ἐμαυτοῦ τε, ὡς οἷόν τε ἦν, καὶ τῶν ἄλλων ἀνθρώπων διάφορος γένωμαι. δεῖ οὖν φανερὸν γενέσθαι διότι εἰμὶ οἷόσπερ φημί, ἄλλως τε καὶ ἐπεί γε, σὺν θεῷ εἰπεῖν, ρᾴδιόν ἐστιν. ἔρρωσο.
λε′. Ἔδοξέ μοι γράψαι ἐπιστολάς, τὴν μὲν ἑτέραν μᾶλλόν σεμνυνομένην, τὴν δὲ τῶν κατ’ οἶκον εἰθισμένων λέγεσθαι τρόπον· καὶ γὰρ ἐνεθυμήθην ὅτι δοκοῦσιν ἐνίοτε συμβαίνειν ἀκαιρίαι τοῦ λαμβάνειν τὰ ἐπεσταλμένα. ὁτὲ μὲν γὰρ τυγχάνει ἅτερος ἡμῶν σπουδάζων, ἔστι δ’ ὅτε πρὸς παιδιὰν ἀνειμένος καὶ ἱλαρώτερον ἔχων, τῷ τὲ παρρησίαν ἄγειν ἁπλῶς ἡδόμενος. πρῶτον μὲν οὖν συγχαίρω Συρακουσίοις ὅτι πέπαυνται τὸν χοῖρον ἴακχον καλοῦντες καὶ τὸν βοῦν γαρόταν καὶ βαλλάντια τὰ ἀκόντια, καρποτόκον τε μῆνα, ὅτι καρπὸς ἐν αὐτῷ γίνεται, καὶ τὰ εἰς Δελφοὺς πεμφθέντα ἀναγράψαι τὰ σοφά, ἐφ’ οἷς ἔοικεν ὁ Ἀπόλλων οὐχ ὡς πατὴρ διατεθῆναι ἀκούσας καὶ τὸ ἁμάξιον ἰδὼν τὸ ἐν τῷ ἰπποδρόμῳ περιτρέχον αὐτόματον, ἀλλά μοι δοκεῖ βουληθῆναι παῦσαι ἀφικνούμενον αὐτὸν τοιαῦτα θεωρήματα. ὀρθῶς οὖν ἔχει ἴσως τῶν καλῶν γενομένους θεοφιλήτους νομίζειν. ἐγὼ δὲ οὔπω σε μιμνήσκω τῆς ἐπιστολῆς ἣν ἔγραψας πρὸς ἐμέ, ὅτι αἴτιος εἴην ἐγὼ τοῦ ἐπιμεληθῆναι τὴν πρᾶξιν ταύτην καὶ μὴ ἀνεθῆναι, καὶ ἔφης καλῶς ποιεῖν, εἰ καὶ αὐτὸς ἀνεχοίμην ἀπορίας καὶ πραγματείας. ἕτερος μὲν οὖν ἄν τις εὐθέως μεμνημένος ἐπιστολὰς ἔπεμπε πρὸς σὲ νῦν, κελεύων ἐκείνων μεμνῆσθαι, ἐγὼ δὲ καιρὸν τηρήσας τότε ἐπιστελῶ. πάνυ δὲ πολλοῦ ἐτιμησάμην ἂν ἀπὸ μηχανῆς θεωρεῖν πότερον ἐκεῖνο τὸ σχῆμα διατελεῖς ἔχων ἢ γέγονας ἡμῖν σεμνός τε καὶ αὐθάδης, ὅτι διαλέγεται περὶ σοῦ τὰ παιδία ἐν ταῖς ὁδοῖς καὶ Πολύξενος ἐν τοῖς πορθμείοις καθήμενος καὶ οἱ ποιμένες ἐν τοῖς ὄρεσι. τουτὶ τὸ νεανικόν ἐστι καὶ ἀγητόν; οὐ δήπου. ἀλλὰ νῦν δείξεις οἷοι καὶ Δαναοῖσιν ἀριστῆες μετέασιν ἀδικίας ἀνέχοντες, ὅθεν δὴ γίνεται πάντα τὰ καλά. καὶ τὴν ἀκαδήμειαν κοσμήσεις, ὥστε κλέος αὐτῆς εἶναι ὅσον τ’ ἐπικίδναται ἠώς. ἐμοὶ δὲ χεῖρες μὲν καὶ πόδες φύσονται πλείονες ἢ τῷ Γηρυόνῃ· τόν τε γὰρ Φιλιστίωνα ἀποπέμψετε καὶ ἄλλον ὅντινα τρόπον δυνατόν ἐστι τὴν δύναμίν μου αὐξήσετε. ἀπότεμψον δέ μοι μίαν * * Μοίριδος καὶ Ἐχεκράτους πυθόμενος τὰς παρὰ Διονυσίῳ συνουσίας· πάνυ γὰρ ἀξιηκόους αὐτὰς οἴομαι εἶναι ἀνδρὸς Φοίβου κοινώμασι βλαστόντος. ἐπίστελλε δὲ καὶ εἴ που δεῖ ἐπιμελεῖσθαι τῶν ἐνθάδε ἢ ἰδίᾳ πρὸς τὴν πόλιν ἢ καὶ εἴ ποθεν ἄλλοθεν συμπαρασκευασάμενος, ὡς ἕτοιμοί εἰσιν οἵπερ συναπέστελλον ὑμᾶς. γίνωσκε δὲ ὅτι πολλοὺς οἶμαι φανεῖσθαι τοὺς ἑτοίμους ὄντας συνεπιμελεῖσθαι τῶν ὑπαρχόντων, ἐάν σοι φαίνηται τὰ παρ’ ἡμῶν κατὰ τὸ προσῆκον ὑφηγούμενα. τὰ δὲ παρ’ ἡμῖν ἔχει παραπλησίως ὥσπερ καὶ ὑμῶν ἐπιδημούντων. ἔρρωσο.
λς′. Βούλομαί σοι μετὰ παιδιᾶς παρρησιάσασθαι, ἐπειδὴ καὶ σὺ περὶ ἐμοῦ προεισβέβληκας τῷ τρόπῳ τούτῳ. λέγω δή σοι εὖ πράττειν, εἰ ἄρα τοῦτό ἐστι τοῦ χαίρειν ἄμεινον, ὡς οὐκ ἔστιν. ἀλλὰ τῷ μὲν ἥδεσθαι ὦ Λασθένεια καὶ Σπεύσιππος χρῆται, αἴτιος τοῦ ἐς Σικελίαν στόλου ὁμολογῶν εἶναι, καὶ πλείονας τοῦ Γηρυόνου χεῖρας καὶ πόδας ἕξων, μᾶλλον δὲ τοῦ Βριάρεω, ἐάν σοι Φιλιστίων ὁ ἰατρὸς ἀφίκηται. καὶ τἄλλα, ὅσα ἐπὶ τῷ Γαρότᾳ, περὶ οὗ σὺ εὐμαρῶς ἅτε σοφὸς ὢν ἐξηπατήθης ὡς ἔγωγε ὠνόμασα· ἅτε γὰρ οἶμαι ἐν τῷ ἥπατι τῆς Ἑλλάδος κατοικοῦντά σε οὐδὲν λέληθε. συνήδομαι δὲ τοῖς Ἀθηναίοις, εἰ μὴ ἀνάγκη αὐτοῖς ἔσται τὸν σοφιστὴν σοφὸν καλεῖν, μηδὲ τοὺς θεοῖσιν ἐχθρούς, νεκροῖσι δὲ φίλους τιμᾶν, μηδὲ τὰ περὶ τοῦ ἀγαθοῦ φενακίσματα θαυμάζειν, μηδὲ τὸ ἁμάξιον θεωρεῖν, ἐφ’ ᾧ σὺ ἐκπορεύῃ. καὶ εἰ μὴ ἀποπορεύῃ, ὅπως μὴ τὰς θύρας ἐμπίπρῃς τῶν γειτόνων, μηδὲ καταδείξῃς τὴν τῶν σατύρων σοφίαν, ἣν πρὸς ἐμέ ποτε συμπίνων ἐν Ἰταλίᾳ ἐπηγγέλλου, μηδὲ ὅτι δένδρα μὲν ἅπαντά ἐστιν, ἕτερον δὲ συκῆ καὶ μυρρίνη καὶ δάφνη, ἐφ’ οἷς μέγα φρονοῦσιν οἱ τρισάθλιοι. ἤδη γὰρ ἐνθουσιάζω τε καὶ ἐπισκοπῶ τὸ θεῖον ὡς δίκαιον κακὸν ἐπράξατο. κέλευσον δέ μοι Πολύξενόν τε καὶ τοὺς ἑταίρους καὶ τὰ γραΐδια καὶ τοὺς νομεῖς γράψαι τὰς παρ’ ὑμῖν συνουσίας· πάνυ γὰρ οἴομαι αὐτὰς ἀξιηκόους εἶναι ἀνδρὸς Κέκροπος κοινώμασι βλαστόντος, ᾧ σὺ οὐχ ὡς πάτριον ἐχαρίσω, ἀλλ’ ὡς μὴ χραίνοις τὰ ἱερεῖα, παναπόπληκτος ἐγένου, νόσων τε .............. ἵνα δὲ ἐπίσχῃς τὰ κατ’ οἶκον ἐπιστόλια εὐτραπέλως γράφων οὕνεκεν τοῦ εὐκαταφρονήτου ἀργυριδίου δι’ ὅπερ καὶ ὑμεῖς Ἑρμείαν κολακεύοντες τολμᾶτε θεραπεύειν. ἐπὶ δὲ ταῖς παροιμίαις τε καὶ παραβολαῖς, αἷς χαίρετε, τοιοῦτόν τι βούλομαι εἰπεῖν. φασὶ γὰρ Ἴωνάς τινας εἰς Λακεδαίμονα ἀφικομένους ἀσχημονῆσαί τι τῶν οὐκ ἐννόμων, τοὺς ἐφόρους δὲ καὶ γέροντας δεινῶς φιλοτιμηθῆναι καὶ ἐξευρεῖν αὐτούς. φοβεῖσθαι οὖν σφόδρα τοὺς ἁλόντας, ἐπεὶ ἤγοντο εἰς τὴν ἀγοράν, τοὺς δὲ Λακεδαιμονίους ἀνακηρῦξαι ὡδί πως αὐτοῦ κέλονται τοὶ ἔφοροι καὶ τοὺς μὲν ἰατροὺς ἔτι πονηροτέρους ἦμεν καὶ μέχρι μὲν τούτων ἴσασι τί ἴσον ἔχοιμεν. ἐὰν δὲ τὰ ἄλλα σωφρονήσῃς, κἀγώ σοι συσσωφρονήσω.
λζ′. Ταῦτά ἐστιν ἃ Ἄδραστος παρὰ Κλεινία ἔλαβεν. ὡς ἐμὶν δὲ δοκεῖ, ταῦτα οὐκ ἄξια εἰ μὲν ὑφαμεωνότους κατυχὼν ῥιπτεῖσθαι τοσοῦτον χρόνον φυλαχθέντα οὕτως ἐμῶν ἕνεκα. οὐδὲ τῷ ἀλαζόνι εἴκω, ἀλλ’ ἐμὶν δοκέει ἐν δέοντι τυχόντα μὲν ἀνδρὸς νέω καὶ φυλακτικῶ ὑπεροφθέντα κακὸν ῥάψαι ἐς τὸν ὑπεροπτεύσαντα, ὃς διὰ τὴν δύναμιν μὲν φιλοσοφοῦντα τῷ πάθει δὲ μηδὲ τῷ ἤθει. καὶ ὅστις ἄγαν φαμὲν καὶ ὀργανικῶν καὶ ἐνυπνίων τῶν πάντα πέπτη ἐν μεστὸς εἴη καὶ οὗτος πραγματωδέστερος καὶ γένοιτο αὐτὸς αὐτῶν. ὅστις δὲ ποτὶ πάντα φέρεται κοσμηθεὶς ὑποτάξιός τινος τῶν τοιούτων, ἐννοώτερος καὶ εἴη τῷ θείῳ. συνοπαδὸς δέ μοι ἐσσὶ κατὰ φιλοσοφίαν, ὡς οὐκ ἄλλο τι οὐδὲν δεῖ λέγειν, ὅτι ἀσπάζομαί τυ. ἀλλ’ ἔρρωσο.
Themistocles
Twenty-one letters in the voice of the Athenian victor of Salamis — a moral-political fiction of the early Imperial period.
Epistulae
21 letters·9,180 words·urn:cts:greekLit:tlg0055.tlg001.1st1K-grc1
Read on Scaife Source TEI XML Hercher (Epistolographi Graeci)
Show Greek text (21 letters) — click any Greek word for Logeion + Morpheus
α′. Αἰσχύλῳ. Ἀπερχόμενοι μὲν εἰς Δελφοὺς καταίρειν διεγνώκειμεν, ὡς ἐν Δελφοῖς, ἐφ’ ὅσον δοκεῖ Ἀθηναίοις, βιωσόμενοι· καθ’ ὁδὸν δὲ τῶν ἐξ Ἄργους μοι ξένων ἐντυγχάνουσι Νικίας καὶ Μελέαγρος, ὅ τε οὐ πρὸ πολλοῦ Ἀθήνησι διατρίψας Εὐκράτης. καὶ περιστάντες ὡς ᾔσθοντο πυνθανόμενοι τοῦ ἐξοστρακισμοῦ, ἠχθέσθησαν μὲν εὐθὺς καὶ πολλὰ Ἀθηναίοις ἐνεκάλουν· ἐπεὶ δὲ ἔγνωσαν ὅτι εἰς Δελφοὺς ὥρμημαι καταίρειν, παυσάμενοι τοῖς Ἀθηναίοις ἐγκαλεῖν ἐμὲ ἐκάκιζον, καὶ ἠτιμάσθαι μὲν ἑαυτοὺς ἔφασκον εἰ μὴ ἐπιτήδειοι ὑπελήφθησαν αὐτοὶ τὸ ἀτύχημα ἡμῶν ἐκδέξασθαι (ἐμαρτύροντο δὲ Νεοκλέα τὸν ἡμέτερον πατέρα ὡς ἐπὶ πλεῖστον βιώσειεν ἐν Ἄργει, ἐγὼ δὲ ἀμελοίην αὐτοῦ ἀγαπήσαντος Ἄργος τε καὶ τοὺς ἐν Ἄργει φίλους), οὐ μακρὰν δὲ ἦσαν καὶ ἐπαινεῖν Ἀθηναίους ὡς δίκαια τινόντων ἡμῶν. τελευτῶντες δὲ ἐδέοντο μὴ σφᾶς κατακρίνεσθαι τῆς ἐντυχίας μόνον τῆς ἡμετέρας αἰτίους γεγονέναι, μηδὲ ὑβρίσαι αὐτῶν τὸ εὐτύχημα τῆς ἀπαντήσεως, Νεοκλέα τε πάλιν προφέροντες καὶ ὡς ἄξιον εἴη πόλει τε τῇ αὐτῇ τῷ πατρὶ καὶ οἴκῳ ἐμβιῶναι. ὥστε ἀπῆγον ἡμᾶς ἔχοντες εἰς Ἄργος, Αἰσχύλε. καὶ νῦν ἐν Ἄργει τὴν φυγὴν ἀνεπαύσαμεν, καὶ πολλὰ πάσχομεν οὐδὲ ἄρχειν βουλόμενοι Ἀργείων · ἀγανακτοῦσι γὰρ ὡς ἀδικούμενοι, ἢν μὴ ἄρχωμεν. ἡμῖν δὲ ἀρέσκει μηδὲ μεγάλοις εἶναι δοκεῖν, οὐ μόνον ὅτι ἔβλαψεν ἡμᾶς ταῦτα, ἀλλὰ καὶ ὅτι ἀρκεῖ αὐτῶν ἐν δέοντι ἀπολελαυκέναι.
β′. Παυσανίᾳ. Ἐξωστρακίσμεθα, ὦ Παυσανία, ὑπ’ Ἀθηναίων, καὶ νῦν ἐν Ἄργει ἐσμέν, ὡς μή τι κακὸν ὑφ’ ἡμῶν Ἀθηναῖοι πάθοιεν· ἐδόξαζον γὰρ ὅτι πείσονται. καὶ οὐδέν τι μέλλων ἐγώ (ὥσπερ οὐδὲ ἐξῆν ἔτι μέλλειν ) μετέστην ἐξ Ἀθηνῶν καὶ ἀπέλυσα αὐτοὺς τοῦ φόβου. Ἀργεῖοι δὲ πλέον ἢ κατὰ φυγάδας προσάγονται ἡμῖν, καὶ ὧν Ἀθηναῖοι εὖ ἔπαθον, οὗτοι ἀμείβεσθαι θέλουσιν, ὥστε καὶ στρατηγίας ἀξιοῦσιν ἡμᾶς ἀναλαμβάνειν καὶ ἐπιστάτας ὅλου Ἄργους γενέσθαι, καὶ οὐ μικρὰ ἀδικοῦσιν οὐκ ἐῶντες ἡμᾶς εἶναι φυγάδας, ὡς ἠθέλησαν Ἀθηναῖοι. ἐγὼ δὲ καὶ ἀτιμάζειν αὐτῶν τὴν προθυμίαν αἰδοῦμαι καὶ ἔτι μᾶλλον λαβεῖν ἃ διδόασιν οὐχ ὑπομένω· ἦ γὰρ ἂν τὰ τοιαῦτα ἐγὼ διώκων εἰκότως ἂν ἐξωστρακίσθα δοκοίην. καταγνώσεώς τε ἐγγὺς εἶναι μετασταθέντα με ὑπὸ Ἀθηναίων ὡς ἄρχειν ὀρεγόμενον ἐξ Ἄργους φεύγειν ὅτι ἄρχειν ἀναγκάζομαι. ἀλλ’ ἐμοὶ μέν, ὦ Παυσανία, κουφότατον, εἰ κρείσσω παραιτήσεως τὴν σπουδὴν ποιοῖντο, μεταβάντι εἰς ἄλλην πόλιν διάγειν, ὡς ὅπῃ ἂν φύγω, πάντῃ μοι φυλάσσεται ἴσον τὸ μὴ ἐν Ἀθήναις εἶναι. σοὶ δὲ οὐκ οἶδα ἐπὶ μέγα προχωροῦντι εἰ μὴ νῦν μάλιστα συνάχθεσθαι δεῖ καὶ δεδιέναι περὶ σοῦ· τοῦ τε γὰρ Ἑλλησπόντου σε ἅπαντος ἄχρι Βοσπόρου σχεδὸν ἄρχειν ἀκούω, πειρᾶσθαί τέ σε καὶ τοῦ Ἰωνικοῦ καὶ ἤδη καὶ παρὰ βασιλεῖ τὸ σὸν ἀκούεσθαι ὄνομα, ὥστε οἱ τὰ βέλτιστα εὐχόμενοι περὶ σοῦ πολύ σε βουλοίμεθα ἂν τῶν νῦν ἐλάσσονα εἶναι. καὶ σὺ δέ, ὦ Παυσανία, ἄνες τῆς εὐτυχίας, καὶ μὴ ἀγνόει ὅτι ἀτεχνῶς τοῖς ἀνθρώποις τὰ ἀτυχήματα τρέφουσιν αἱ εὐπραγίαι, καὶ ὅτι τοῦτο ἐν πᾶσι μὲν ἀεὶ νενίκηκε ταύτῃ ἔχειν, μάλιστα δ’ ἐν τοῖς ἐπὶ νόμοις τε καὶ δήμοις κειμένοις· δοῦλοι γὰρ τοῦ πλήθους ὄντες, ὦ Παυσανία, ἀρχὴν λαμβάνομεν, ἄρχοντες δὲ τοῖς δοῦσιν ἐπίφθονοι γινόμεθα. ἔπειτα οὐκ ἐπὶ τὴν αὐτὴν ἡμᾶς ἀπολύουσι χώραν, ἐν ᾗ καὶ πρὶν ἄρχειν ἦμεν, ἀλλὰ δοκιμάζοντες ἄρα τὴν ἑαυτῶν ἐξουσίαν καὶ συλλαμβανόμενοι τῷ σάλῳ τῆς τύχης εἰς φυγὰς καὶ θανάτους καταλύουσι τοὺς ἄρχοντας. δεῖ ἄρα ἐν πόλει τοὺς εὖ πράσσειν θέλοντας τούτου αὐτοῦ φείδεσθαι μάλιστα. σκόπει οὖν, ὦ Παυσανία, ὅπως ἥκιστα ἐκ τῶν παρόντων μεγάλη σε δέξεται μεταβολή· ἡμεῖς μὲν γὰρ ὧδε ἔχοντες οὐκέτι τὴν εὐτυχίαν διώξομεν.
γ′. Πολυγνώτῳ. Φεύγομεν, ὥσπερ ἐγκελεύῃ, κατὰ τάχος, ὦ Πολύγνωτε, καὶ ἐξελθόντες ἐξ Ἄργους ἐν θαλάσσῃ ἐσμέν, ὅ τε πλοῦς ἐπὶ Κέρκυραν ἡμῖν τέταται, καὶ νεαλῆ ἔχοντες τὰ πλοῖα ἀπερχόμεθα. τὸν μὲν οὖν ἄγγελον τῆς σπουδῆς καὶ σὺ ἐπαινέσεις· ἀφεθεὶς γὰρ ᾗ τὴν ἐκκλησίαν ἔλυσαν Ἀθηναῖοι, οὐ πόρρω τῆς ἑσπέρας ὥς φασιν οὔσης, τῇ μετὰ τὴν νύκτα ἐκείνην ἡμέρᾳ ἦν ἐν Ἄργει, μηδὲ μεσημβρίας ἤδη ἐφισταμένης. δέος δέ ἐστι μὴ ἀνωφελῆ ἡμῶν τὴν σπουδὴν ἐπιμένων ὁ χειμὼν ποιήσῃ ἢ καὶ βραδύτεροι τῶν ἀγγέλων οἱ φεύγοντες γενώμεθα. ἢν δὲ καὶ Λακεδαιμόνιοι τῆς φυγῆς αἴσθωνται, διώξει χρώμενοι αὐτίκα αὐτοῖς ἀγαθὸς ἔσται ὁ Παυσανίας, ταὐτὰ καὶ ἡμᾶς ἐργασάμενοι. σοὶ μὲν οὖν, ὦ Πολύγνωτε, σωζόμεθα καὶ οὐδὲν ἡμᾶς οὔτε χειμὼν οὔτε Λακεδαιμόνιοι σοί γε χάριν εἰδέναι κωλύουσιν, ἀλλὰ σὲ ἀγάμεθα καὶ τοῦ ἀγγεῖλαι σπουδῇ τοσαύτῃ τὰ ἐκ Λακεδαιμονίων πραχθέντα καὶ τὴν Ἀριστείδου σπουδήν, ἣν μόνος περὶ ἡμῶν καίπερ ἐχθρὸς ὢν ἐπεδείξατο, καὶ τοῦ διαγορεῦσαι μὴ φεύγοντας ἡμᾶς ὑπ’ ἐχθροῦ καταληφθήσεσθαι καὶ διεγνωσμένου ἤδη θανάτου. θεὸς δ’ ἂν εἴη τὸ ἐκ τοῦδε αἴτιος, εἴ σοι ἄρα τούτων καὶ τὰς ἀμοιβάς, ὦ Πολύγνωτε, ἀποτίσομεν.
δ′. Ἁβρωνίχῳ. Οὐ τὸ παθεῖν Ἀθήνησιν ἀδίκως καὶ ἀναξίως, ὦ Ἁβρώνιχε, καινὸν εἶναί μοι φαίνεται (ἐπεὶ αὐτὸ μὲν τοῦτ’ ἐστὶ τὸ μὴ παθεῖν τι καινότερον), ἀλλ’ ὅτι τέως μὲν ὀλιγοχρόνιός τις ἦν ὁ φθόνος καὶ ταχὺν ἴσχων τὸν μετάμελον ἐν τῇ πόλει ἡμῶν, μᾶλλον δὲ ἐν τῇ ὑμετέρᾳ πόλει (ἐμοὶ μὲν γὰρ ὡς περὶ ἀλλοτρίας ἤδη οἱ λόγοι), τὰ νῦν δέ (ὁρᾷς γὰρ ὅσον ἐφ’ ἡμῶν τούτων ἐπιδίδωσι τοὐπιχώριον πάθος), ἐξωστρακισμένων ἡμῶν κατεψηφίσαντο, τὸ καινόν γε τοῦτο ποιοῦντες, ἐκ τῆς φυγῆς φυγαδεύοντες. μὰ Δί’ ἀλλ’ οὐδὲ φεύγειν ἐῶσιν, εὖ οἶδ’ ὅτι φήσεις. καὶ γὰρ ἔγωγε πέπυσμαι διότι ἡ φυγὴ μὲν ὀλίγον τι ἔδοξεν αὐτοῖς εἶναι τιμώρημα ἐπ’ ἄνδρα τοσαῦτα καὶ τηλικαῦτα κατειργασμένον αὐτῶν τοὺς πολεμίους, θανάτῳ μέντοι δεδόχθαι σφίσιν αὐτοῖς κολάζειν ἡμᾶς. αὐτοῦ γε τούτου ἕνεκα καὶ μαστῆρες Ἀθηναίων εἰς Ἄργος ἴασιν σκοποῦντες, ἕπονται δὲ αὐτοῖς καὶ Λακεδαιμόνιοι. ἐμὲ δ’ οὐκ Ἀθηναίοις ἐλύπουν, ὦ Ἁβρώνιχε, ἑπόμενοι Λακεδαιμόνιοι, Ἀθηναῖοι δέ με ἀνιῶσι Σπαρτιάταις ἑπόμενοι. καίτοι οὐκ Ἀθηναίοις διαβάλλουσι πιστεύοντες οἱ τῶν Λακεδαιμονίων ἔφοροι Παυσανίαν ἐκόλαζον, ἀλλ’ οὐδὲ τοῖς φίλοις τοῖς Παυσανίου καὶ συνειδόσιν ἐκείνῳ τοὔργον ἅπαν, μόλις δ’ αὐτῷ τῷ Παυσανίᾳ ὁμολογοῦντι. οἱ δ’ ὑμέτεροι οὐδενὶ τῶν ἀλλοτρίων, οὐδ’ εἰ πολέμιος εἴη, ἐπὶ τοῖς ἰδίοις ἀπιστοῦσιν. τὸ δ’ αἴτιον οἶμαι τούτου, διότι ἥδιον οὗτοι τοῖς φίλοις φθονοῦσιν ἤπερ ἄλλοι τοὺς ἐχθροὺς μισοῦσιν. ἀλλ’ οὐκ Ἀθηναίους γὰρ ἐλέγχειν ἐπιχειρῶν ἔγωγε λανθάνοντας τουτὶ γράφω (εἰ γὰρ, ὦ θεοὶ φίλοι, ἐλάνθανον μόνον· νῦν δὲ τοῖς ἐπαινοῦσιν αὐτοὺς μᾶλλον ἄπορος ἡ συνηγορία ἢ τοῖς ψέγουσιν ἀναγκαῖος ὁ ἔλεγχος), ἀλλὰ προσοδύρασθαί τί μοι ἔδοξεν ἀνδρὶ ἑταίρῳ ἐμαυτοῦ καὶ φίλῳ, ἔτι δὲ καὶ ὑπομνῆσαι τῶν οἰκείων, περὶ ὧν εὐλαβεῖσθαι ἔοικε μᾶλλον, ὅτι Λακεδαιμονίους ὁρῶμεν Ἀθηναίων ἄρχοντας καὶ ψηφιζομένους Ἀθήνησι κατὰ τῶν ἰδίων ἐχθρῶν ψηφίσματα. ἡ δὲ τῆς ὀργῆς αὐτῶν αἰτία οἶσθα, ὦ τᾶν, ὅτι ὁμοία μὲν ἐφ’ ὑμᾶς ὁμοία δὲ ἐπ’ ἐμέ, ἐπείπερ ἄμφω τὸ στρατήγημα τῆς περιτειχίσεως τοῦ ἄστεος παρ’ αὐτοὺς ἐπρεσβεύσαμεν. τῷ μὲν γὰρ συμπρεσβευτῇ ἡμῶν ἅτε ἀνδρὶ δικαίῳ καὶ δεόντως τοῦτο τοὔνομα εἰς τοὺς Ἕλληνας φερομένῳ ἁρπαγὴν ἔοικε διάλυσις εἶναι πρὸς Λακεδαιμονίους ἡ σὺν αὐτοῖς ἐφ’ ἡμᾶς ὁμοφροσύνη. ἀλλ’ ἐκεῖνος μὲν ἐρρώσθω ἐπίκοτος ὢν ἀεὶ καὶ δυσμενὴς καὶ φθονερὸς καί, ὥσπερ ποτὲ ἔφη Κάλλαισχρος ἐπ’ αὐτοῦ, μᾶλλον τῷ τρόπῳ Ἀλωπεκῆθεν ἢ τῷ δήμῳ· σὺ δ’ οὖν, Ἁβρώνιχε, τὰ παρόντα εὖ τίθεσο καὶ περὶ τῶν μελλόντων ἐκ τοῦ μηκίστου εὐλαβοῦ, καὶ δέδιθι Ἀθηναίοις πολλοῦ ἄξιος εἶναι. εἰ δὲ καὶ πεφύκοις, ὥσπερ πέφυκας, ἀλλ’ ἀποκρύπτου τὰ πλείω καὶ ἀγάπα λανθάνων. ταυτὶ μέν, ὦ βέλτιστε, περὶ σοῦ πρὸς σέ, τῶν δὲ ἐμῶν τὰ μὲν ἐνθάδε ἐμοὶ μελήσει δῆλον ὅτι, καὶ διαφευξόμεθα τούς τε οἴκοθεν ἐπὶ τὴν θήραν ἡμῶν ὡρμημένους κυνηγέτας καὶ τοὺς Λακωνικοὺς κύνας, οὐδὲ ἐπιχωρήσομεν Ἀθηναίοις μὲν ἐναγέσι γενέσθαι τοῦ ἡμετέρου μύσους καὶ παλαμναῖον ἢ ἀλιτήριον προστρῖψαι τῇ πόλει οὐκ ἀκεστὸν οὐδὲ χαλκοῖς ἀνδριάσιν ἀποδιοπομπησόμενον, οἷα περὶ Παυσανίου Σπαρτιάταις ὁ θεὸς ἔχρησεν, ἀλλ’ ἐνεργῆ τινὰ καὶ ἄφυκτον καὶ τοῦ Κυλωνείου πέρα, τοῖς γε μὴν Λακεδαιμονίοις διπλῇ, μᾶλλον δὲ τριπλῇ ἡσθῆναι ἡμᾶς μὲν ἀποτισαμένοις ἀνθ’ ὧν ὑπὲρ τῆς πρεσβείας τῆς μετὰ σοῦ δι’ ἔχθους ἡμῖν ἐγένοντο, ἀπάτην εἶναι λέγοντες ἡμετέραν τὴν κωλύμην αὐτῶν τῆς ἀδικίας, ἀλάστορα δὲ ἀκέραιον καὶ ποίνιμον εἰς τὰς κεφαλὰς τῶν Ἀθηναίων ἐξομορξαμένοις ἀνοσίως ἐμοῦ μιαιφονηθέντος ὑπ’ αὐτῶν, τὴν δὲ εἰς τοὺς Ἕλληνας αἰσχύνην, ἐπεὶ προυδίδω σφᾶς ὁ βασιλεὺς τῆς Λακεδαίμονος, ἐπικουφιεῖν οἰομένοις, εἰ καὶ πρὸς Ἀθηναίων ὁ στρατηγὸς αὐτῶν ἐγὼ προδότου δίκην ὁμοίως φαινοίμην κεκολασμένος. τούτων μὲν οὖν ἵνα μηδὲν γένηται ἐγὼ προμηθήσομαι, ὥσπερ ἔφην, κατὰ τὸ δυνατόν, καὶ τὰ δεινὰ ὡς ἐν ἀνθρωπίνῳ λογισμῷ ἐξευλαβησόμεθα, καὶ τὸ λοιπόν, ἐπειδὰν τελείως ἅπαντα ἐν ἀσφαλεῖ γένηται, πεύσῃ περὶ πάντων καὶ καθ’ ἕκαστα ἐπιστελοῦμέν σοι· τὰ δὲ αὐτόθι ἀντιβολοῦμέν σε καὶ ἱκετεύομεν, ὦ κράτιστε ἑταίρων, καὶ συλλαμβάνειν, ὡς ἂν οἷός τε ᾖς, καὶ βοηθεῖν ἡμῖν ἄντικρυς, τὰ μὲν χρήματα μὴ φυλάττοντα ἐμοὶ μηδὲ τοῖς ἐμοῖς παισίν, ἀλλὰ καιρίως ταῦτα καὶ δεξιῶς ὑπὲρ τῶν παίδων καὶ τῆς μητρὸς αὐτῶν ἀναλοῦντα, αὐτὸ δὲ τοῦτο σκοπούμενον ὁσημέραι, ὅπως τὸν Κλεόφαντον ἡμῖν καὶ τὰς ἀδελφὰς αὐτοῦ καὶ τὴν μητέρα περισώσεις· ὕπεισι δέ σοι ἡ πρὸς αὐτοὺς εὔνοια δι’ ἡμᾶς ἴσως, ᾗ σὺ θαρρεῖς, καὶ διὰ Λυσικλέα δὲ τὸν υἱόν σου σοί τε αὐτῷ στερκτέα καὶ ἐκείνῳ οὐκ ἀμελητέα, εἰ μὲν ἀξιωθησόμεθα κηδεσταὶ ὑμῶν γενέσθαι, ὅτι σοὶ μὲν υἱός ἐστιν, ἐκείνῳ δὲ γυνή, εἰ δὲ μή, ὅτι ἐμέλλησέ τε καὶ ἠλπίσθη ποτέ. καὶ οἶμαι μὲν οὔτε τοὺς Ἀθηναίους αὐτούς, εἰ καὶ πάνυ ἐπιδοίη καὶ μέγας γένοιτο ὁ τῶν μισούντων ἡμᾶς φθόνος, εἰς γύναιον ἢ εἰς παιδάρια παροινεῖν ἐπιχειρήσειν, οὔθ’ ἑτέροις ἐπιτρέψειν· εἰ δ’ αὖ λεπτὴ τις ἐλπὶς μόνον, μᾶλλον δ’ ἀμυδρὰ εἴη ὑποψία χεῖρον αὐτοῖς ἔσεσθαι μένουσι, καὶ δὴ γενέσθω αὐτίκα δὴ βοήθεια τὸ δέος. τὸ δὲ ὅπη πεμπτέον αὐτοὺς καὶ ὅπως τὴν ἀπάλλαξιν στελουμένους, τὸν παιδαγωγὸν οἶσθα τοῦ Κλεοφάντου, ὃς κἀμέ ποτε ἐθεράπευε· Σίκιννος αὐτῷ τοὔνομα. ἐκείνῳ μόνον τὸ χρῆναι μὴ μένειν ὑπόθου, τὰ δὲ ἄλλα ἐπίσταται καὶ δράσει αὐτός. ἀλλὰ γὰρ οὐχ οὕτως ἤδη μισητέον Ἀθηναίους ἡμῖν, ὥστε καὶ τοιαῦτά τινα περὶ αὐτῶν ὑπολαμβάνειν οἷα οὐδὲ ἐγένετο πώποθ’ ὑπ’ αὐτῶν, οἶμαι δὲ ὅτι οὔτε ἔστιν οὔτε ἂν γένοιτο οὐδὲν γὰρ περιττὸν πάλιν ἐν τοῖς οὕτως ἀναγκαίοις. δεδήλωκά σοι τὸ χρεὼν ὑπὸ σοῦ πραχθῆναι, καὶ σὺ ποιήσεις δῆλον ὅτι ὥσπερ ἐγὼ ἐπισκήπτω. ταῦτα μὲν νῦν ἐπείγουσιν ἡμῖν ἐδόκει γράφειν παρὰ σέ, μετὰ ταῦτα δέ, ὅταν τὰ μετὰ ταῦτα γένηται, γράψομεν.
ε′. Τημενίδᾳ. Τὰ ἐν Ἀδμήτου οὕτως ἡμῖν ἐπράττετο, ὅπως σὺ ἐδόξασας. ὅτε μὲν οὖν ἥκομεν εἰς αὐτοῦ, οὐκ ἔνδημος ἦν, ἀλλ’ ἀπεδήμει εἰς Χάονας· ἐπιτυχόντες δὲ Κρατησιπόλιδι καὶ Στρατολάῳ τοῖς σοῖς ἀπεδίδομεν ἐκείνῃ τὰ γράμματα. καὶ ὃ μὲν ἧκε δι’ οὐ πολλῶν ἀλλ’ ὀκτὼ ἢ ἐννέα ἴσως ἡμερῶν, ἡμεῖς δὲ ἐφέστιοι ἐκαθεζόμεθα (οὕτω γὰρ ἐκέλευεν ἡ Κρατησίπολις), Ἀρύββας δὲ ὁ μικρὸς ὑποχείριος ἦν ἐμοὶ καὶ ξίφος ἐν θατέρᾳ. ἰδὼν οὖν ἐμὲ καὶ τὸ παιδίον ὁ Ἄδμητος ἐμὲ μὲν ἐγνώρισεν, καὶ εὖ οἶδ’ ὅτι ἐμίσησε, τὸ δὲ παιδίον ᾤκτειρε, τὸ δὲ ἐγχειρίδιον ἔδεισεν. ἀναστήσας τέ με οἴκοι μὲν ἀπηρνεῖτο οἷός τε εἶναι περισώζεσθαι, Ἀθηναίους ὀρρωδῶν καὶ μᾶλλον ἔτι Λακεδαιμονίους, πέμψειν δ’ ὅπῃ σώσομαι ὑπέσχετο καὶ πέπομφεν· Ἀλεξάνδρου γὰρ τοῦ Μακεδόνος ἐπέβην ὁλκάδι. εἰς Πύδναν τὰ νῦν ὥρμητο ἡ ναῦς, ἐκεῖθεν δὲ ἐπίδοξος ἦν εἰς τὴν Ἀσίαν καταίρειν. ταῦτά σοι τὰ περὶ τῆς παρ’ Ἄδμητον ἦν ἀφίξεως. καὶ ἵνα γράφῃς Ἄργοθεν, οὐκ αὐτῷ δὲ Ἀδμήτῳ (ἐκεῖνος μὲν γὰρ οὐδὲ πάνυ τι ἐῴκει βουλομένῳ με σῶν ἀφεῖναι), ἀλλὰ τῇ Κρατησιπόλιδι παρά τε τῆς ἀδελφῆς καὶ παρὰ σοῦ μέντοι· οὐδὲ γὰρ σοῦ μεῖον ἢ ἐκείνης ἐδόκει μοι προμηθὴς εἶναι.
ϛ′. Φιλοστεφάνῳ. Ἀνιῶμαι μέν, ὦ Φιλοστέφανε, τῆς σῆς ἀχαριστίας καὶ καθόλου ἀδικίας εἰς ἐμαυτόν, ἄχθομαί γε μὴν οὐκ ἐπὶ μεῖον ἀλλὰ τῷ παντὶ πλέον τῆς ἐμαυτοῦ νωθείας καὶ ὅτι κινδυνεύω βλάξ τις βεβιωκέναι πάντα τοῦτον τὸν βίον, οὐδ’ ὑπὲρ ἑνὸς ἀνδρὸς ἐν τῇ τριόδῳ καθεζομένου τῆς Ἑλλάδος γυμνοῦ τὰ ἤθη διὰ τὴν τῆς ἐργασίας περιφάνειαν ἀληθές τι ἢ προσῆκον ἐρρωμένως εἰκάσαι καὶ ὑπολαβεῖν. καίτοι ἡγοῦμαι μέν σε καὶ δι’ ἐμαυτὸν εὐδαιμονέστερον καὶ λαμπρότερον γεγονέναι οὐ μόνον τῶν ἐν Κορίνθῳ ἀλλὰ καὶ τῶν ἄλλοθί που τῇ τοῦ τραπεζιτεύειν ἐργασίᾳ χρωμένων. ἦσθα δὲ καὶ πρὶν ἐμέ σοι συμβαλεῖν εἰ καὶ μὴ πλούσιος οὕτως, ἀλλὰ πιστὸς εὖ μάλα καὶ πιστότερός γε ἢ νῦν εἶναι κινδυνεύεις, ὅτε περ καὶ δι’ ἡμᾶς γέγονας πλούσιος. ὥστε οὐδὲ μεγάλη ἁμαρτία, εὐεξετάστῳ καὶ εὐθεωρήτῳ τὸν τρόπον ἀνδρὶ πιστεῦσαι, ἐμὴ δὲ ἴσως τὸν δυστυχῆ αὐτὸν μηδὲ ἀπὸ ὑφ’ ὧν οὐδὲν ἀγαθὸν πέπονθεν, πιστὸν εἰς τὰ πρὸς ἐμὲ μόνον ὑφ’ οὗ τὰ τηλικαῦτα ὤνηται, ἄδικον γεγονέναι. πόθεν δέ μοι ταῦτα τισιννέον; ἥκων εἰς Ἔφεσον Ἀθήνηθεν ὁ Τίβιος ἔφραζέ μοι πεμφθῆναι ὑπὸ τῶν ἀμφὶ Μείδωνα, δεῆσαν αὐτοῖς ἐκ τῶν ἐμῶν ὑπαργμάτων ἑβδομήκοντα μνῶν ἀργυρίου, ταῦτα ἀποληψόμενος παρὰ σοῦ, βραχυτάτην μοῖραν ἐκ τετταράκοντα ὅλων ταλάντων· τοσαῦτα γὰρ ὁ τελευταῖος λογισμός, ὃν ἐλογισάμεθα μετ’ ἀλλήλων ἐν Ἰσθμίοις, ἀπέφαινεν ἔτι παρὰ σοὶ περιεῖναι τῶν ἐμῶν. ἀναγνόντα τέ σε τὰς ἐπιστολὰς πυθόμενόν τε τὴν χρείαν ἔπειτα ἀποφήνασθαι τῇ μὲν ἤπια καὶ ἐπιεικῆ, τῇ δ’ αὖ ἀγνώμονά τε καὶ μοχθηρά, ἐῶ γὰρ εἰπεῖν ἀνόσια. τὸ μὲν γὰρ φάναι φιλότητός τε τῆς πρὸς ἡμᾶς ἕνεκα καὶ χρειῶν ὅσας ἐτυγχάνομεν ἀλλήλοις κεχρημένοι προῖκα βούλεσθαι προέσθαι τἀργύριον ἐκεῖνο ἢ δάνεισμα δανείζοντα χρήστην ὑπάρχειν εἰς ἐμέ, τοῦτο μὲν ἀστεῖόν τε ἐποίεις καὶ τῆς εὐνοίας τῆς πρὸς ἡμᾶς ἄξιον· ὁπότε μέντοι, ὥς φησιν ὁ Τίβιος, ἔξαρνος ἦσθα καὶ διετείνου πικρῶς μηδ’ ὁτιοῦν ὀφείλειν ἐμοί, τοῦτο δὲ πολὺ μεῖζον ἔπραττες κακὸν ἢ θάτερον ἀγαθόν. ἡ μὲν γὰρ χρηστότης σου ἑβδομήκοντα μνῶν ἐστὶν ἀξία, ἡ δὲ πονηρία τεσσαράκοντα ταλάντων. εἰ μὲν οὖν (γένοιτο γὰρ ἄν, κἀγὼ καὶ νῦν ἔτι, καίπερ οὕτως ὑπὸ τοῦ παρ’ ἐλπίδας ἰλιγγιῶν, ὅμως οὔπω ταχέως οὕτως ἀφίσταμαι χρηστόν τι καὶ δίκαιον περὶ σοῦ ὑπολαμβάνειν) περὶ τοῦ πιστοῦ ἄπιστος ἦσθα καὶ περὶ τοῦ δικαίου ἄδικος, οὐκ εἰς τὸ σαυτοῦ κέρδος θρασυνόμενος καὶ ἀναισχυντῶν, δὲ τοὐμὸν ὡς ἐδόκεις ὄφελος ἐξαρνούμενος, αὐτός τε ἂν εἴης οὐ κακός, κἀμὲ ἀποφήνειας οὐ μωρόν, ὅτι οὕτως ὑπὲρ σοῦ διετέθην· εἰ δ’ ἀληθῶς οἰόμεθα καὶ τοὐπὶ σοὶ εἶναι καὶ πανταχῆ πάντα ἀθηναίων γέμει, οὔτε τοὺς θεοὺς ἀσεβῶν λήσεις, ὦ Φιλοστέφανε, οὔτε ἐμὲ ἀδικῶν καταπροΐξῃ (οὐδ’ εἰ κἀμοῦ καταφρονήσεις καὶ τῶν θεῶν ἀμελήσεις), ἀλλὰ τελευτῶν Ἀθηναίους γε οὐκ ἐκφεύξῃ. ἐπεὶ κἀγὼ τῷ παντὶ μᾶλλον ἄσμενος ὑπὸ τῆς πατρίδος ἂν τῆς ἐμαυτοῦ καὶ ταῦτα ἀφαιρεθείην, ὥσπερ καὶ τὰ ἄλλα πάντα, ἢ ὑπὸ Φιλοστεφάνου τοῦ Κορινθίου χρυσαμοιβοῦ. τοιγάρτοι ἤδη μοι γράφε καὶ ἀντεπίστελλε ὅστις εἶ πρὸς ἐμὲ καὶ ὅπη σοι διέγνωσται τὰ ἄλλα πρὸς σέ, ἵνα, εἰ μὲν εἶ ἐκεῖνος ὁ εὔσημος φίλος καὶ διαμένεις ὃς ἦσθα, ὅπως μοι σωθήσεται εἰς ἐπανόρθωσιν τῆς ἐμῆς δυστυχίας τἀμὰ χρήματα βουλεύωμαι, εἰ δὲ μή, ὅπως μὴ παρὰ τὴν ὴν γνώμην ἀπολεῖται.
ζ′. Φιλοστεφάνῳ. Ἧκέ μοι τὰς ἐπιστολὰς παρὰ σοῦ κομίζων εἰς Ἔφεσον, ὡς μὲν Ἀθηναῖοι λογίζονται βοηδρομιῶνος ἕνῃ καὶ νέᾳ, ὡς δὲ ὑμεῖς, πανήμου δεκάτῃ (ἡ δὲ ἡμέρα ἡ αὐτή) Μένυλλος ὁ Χαλκιδεὺς κυβερνήτης, ὁ καὶ τὴν παρὰ Γέλωνός ποτε τοῦ Συρακοσίου τὴν μεγάλην ἐκείνην ὁλκάδα τοῦ σίτου καταγαγὼν εἰς Πειραιᾶ. καὶ αὐτὸς μὲν ἀπὸ γλώσσης ᾐνίξατο πρός με εἰδότα οὐκ εἰδὼς ἅττα ᾐνίττετο, ἐγὼ δὲ ἐγνώριζον τοὺς πρός με σοὶ ξυντεθέντας συμβόλους. καὶ μέντοιγε καὶ τὸ ἔγγραφον ἀπεδίδου, ἔνθα δυσφοροῦντι μὲν καὶ μεγάλως ἀσχάλλοντι ἐῴκεις, οὐκ ἀξιῶν ὅλως μὲν οὐδ’ εἰς ἄλλον ἀνθρώπων οὐδένα πρὸς ἡμῶν ὑποτιμηθῆναι ἄπιστος ἂν καὶ ἀπεχθὴς γενέσθαι, τῷ παντὶ μέντοι μᾶλλον ἢ εἰς ἐμέ. ἔπειτα δὲ καὶ περὶ τῶν ἐμῶν χρημάτων ὑπηγόρευες, ἔχειν τε οὐκ ἐξαρνούμενος καὶ ὁπηνίκα ἂν καὶ οἷστισιν ἂν προστάττοιμεν ἀποδώσειν ὑπισχνούμενος, τά τε περὶ τοῦ Μείδωνος καὶ τοῦ Παμφίλου διεδήλους ὅτι ἠγνόουν ἃ χρή, περί τε Τιβίου ὅτι ἠγνωμόνει οὑπίτριπτος. ἐγὼ δὲ αἰδοῦμαι μέν, ὦ Φιλοστέφανε, ὁμολογεῖν ὅτι τοιαῦτα σοῦ φρονοῦντος μὴ τοῖς τετταράκοντα μᾶλλον ταλάντοις ἢ τῷ μὴ διεσφάλθαι τῶν ὑπὲρ σοῦ ἐλπίδων ἡδόμεθα· εὖ μέντοι οὔπω ἴσθι τὰ τετταράκοντα ταῦτα τάλαντα ἀποδώσειν ἡμῖν ἔμελλες. οὐδὲ γὰρ εἰλήφεις πω αὐτά, καὶ τοῦ λαβεῖν οὐ ταῦτα μόνον ἀλλὰ καὶ πρὸς τούτοις ἄλλα τριάκοντα ἄξιος ἡμῖν ἐδόκεις εἶναι· ἑβδομήκοντα γὰρ τὰ πλεῖστα τῶν ἡμετέρων παρὰ σοὶ ἐγένετο. οἱ δὲ πολὺ πλειόνων ἢ τούτων σε προτιμῶντες οὐκ ἄν πως δεόντως, εἰ τούτων σε τῶν ἐλαττόνων φαίημεν προτιμᾶν, ἀπιστοίμεθα. ἀλλὰ μὴν καὶ περὶ μὲν τοῦ διαγανακτεῖν ἐμαυτὸν ἑτοιμότερον καὶ προχειρότερον, ἀπιστῆσαι δὲ ὡς ὑπὲρ ἀνδρὸς φίλου καὶ μὴ ταχέως οὕτως ἐπιδραμεῖν σου τῇ διαβολῇ, ἐκεῖνο λέξας τἀληθέστατον ἂν εἴποιμι, ὦ Φιλοστέφανε, διότι θορυβεῖσθαι μὲν ἡμᾶς ἐποίησε τοῖς ὑπὲρ σοῦ ὁ μαστιγίας Τίβιος, πιστεῦσαι δὲ ἐκείνῳ ἡμὴ τύχη. καὶ ὑπὲρ μὲν τούτων τοσαῦτα· τὸ δὲ ἀργύριον νῦν μὲν ἔστω σοι παρὰ σοί, ἐπειδὰν δὲ ὑπὲρ τῶν καθόλου διαφερόντων εἰς ἐμαυτὸν διαγνῶ καὶ βουλεύσωμαι βεβαιότερον, ἐπιστελῶ σοι τηνικαῦτα.
η′. Λεάγρῳ. Ἦπου Λεωβώτης ὁ Ἀγρυλεύς, ὦ Λέαγρε, καὶ Λύσανδρος ὁ Σκαμβωνίδης καὶ Προνάπης ὁ Πρασιεὺς νῦν μὲν ἀσπάζονται τὸν Ἀθηναίων δῆμον, ὃς οὔποτε ἄλλοτε οὕτως μὲν αὐτοὺς πιστοὺς ὑπέλαβεν εἶναι, οὕτω δὲ δικαίους καὶ εὐόρκους, ὥστε περὶ τοσούτου ἀδικήματος ἐπεχώρησεν ἐξομόσασθαι σφίσι, τῆς ξυμπάντων τῶν Ἑλλήνων προδοσίας· νῦν δ’ ἐφ’ αὑτοῖς φρονοῦσι πάμμεγα δή τι ἄρα καὶ ἡλίκον οὐκ ἂν ἄλλοι φρονοῖεν, οὐκ ἀπαλλαγέντες μόνον τῆς ὑποψίας καὶ τῆς βλασφημίας τῆς εἰς αὐτοὺς γενομένης καὶ λεχθείσης, ἀλλὰ μετὰ τοῦ εὐσεβεῖς καὶ ὅσιοι πεπιστεῦσθαι ἀπαλλαγέντες. ἀλλ’ οὐ γὰρ ὁ Γλαύκωνος μὲν υἱὸς Λέαγρος ἐμὸς δὲ ἡλικιώτης καὶ συνέφηβος οὔτ’ οὖν Ἀθηναίους τούτου γε ἕνεκα ἀγασθήσεται (τὰ δὲ ἄλλα ἀσπαζέσθω καὶ ἀγαπάτω αὐτούς), οὔτε ἐπ’ αὐτῷ σεμνυνεῖται ἀλλ’ αἰσχυνεῖται. ὑμεῖς μὲν γάρ, ὦ Λέαγρε, τῇ μὲν ὑμετέρᾳ σωτηρίᾳ μόνῃ, ἐμῇ δὲ δυστυχίᾳ χάριν ἐπιστάμενοι οὐχ ἁμαρτήσεσθε, ὅτι ὥσπερ μεγάλου καὶ πίονος θρέμματος καὶ ἀγρεύματος πεσόντος ἄδην ἔσχετε τοῖς Ἀθηναίοις τῆς ἐμῆς θοίνης. καί μοι τοῦτο γοῦν μόνον (ἀποθαρρήσω γὰρ εἰπεῖν) εὐτύχηται, τὰ ἄλλα πάντα οὕτως ἀρρήτως κακῶς πεπραγότι. ἀλλ’ ὑμᾶς γε τοὺς ἐμοὺς φίλους οὐ μετρίως ὤνησα ταῦτα παθὼν ἃ πέπονθα· ἐπιθαρρεῖν δὲ καὶ τὸ μεῖζον ἔτι ἀγάλλεσθαι ἐπὶ τῇ τοιαύτῃ σωτηρίᾳ τίς ἂν εὖ φρονῶν ὑπομείνειε; πρότερον οὐχ ὅτι καὶ οὗτοι καταβεβοῆσθαι καταβόησιν εἰς τοὺς Ἕλληνας οὕτω μὲν ἀνήκεστον καὶ δεινήν, οὕτω δὲ ἄδικον καὶ ψευδῆ, ἀλλ’ ὅτι οἱ μὲν ἐπιορκοῦντες Ἀριστείδης ἦν καὶ Φαιδρίας καὶ Τισίνικος καὶ Ἀλκμεωνίδης, οἱ δὲ ὀμνύντες ὑμεῖς; καὶ οὐ κατέπεσεν, ὦ θεοὶ καὶ δαίμονες οἱ τῆς ἀληθείας τῆς ἐν ἀνθρώποις ἵστορες, τὸ πρὸς ὑμῶν ὀμνυόμενον ἕδος τῆς θεοῦ, μᾶλλον δὲ αὐτὸς ὁ νεὼς ἐπὶ τὰ τῶν ἀλιτηρίων ἐκείνων βρέγματα τῶν τότε ὑμᾶς ὁρκούντων; ἀλλὰ νῦν μὲν ὑμῖν πιστεύουσιν ὅτι ὀμωμόκατε, πρὶν δ’ ἄρα οὐκ ἐπίστευον; διὰ τί οὖν οὐχὶ κἀμὲ ὥρκωσαν, ἵνα κἀμοὶ πεισθῶσιν; εἰ δ’ ἐμὲ μὲν πονηρὸν ἡγοῦντο, ὑμᾶς δὲ χρηστούς, διὰ τί οὐ καὶ ὑμᾶς ᾐτιῶντο τηνικαῦτα τοὺς χρηστούς, ὅτεπερ κἀμὲ τὸν πονηρόν; δεῖ γὰρ ἤτοι τὸν τρόπον τὸν ἐπὶ τῷ ἀνθρώπῳ ἢ τὸν ὅρκον τὸν ἐπὶ τῷ θεῷ πιστὸν εἶναι καὶ πιστοὺς μὲν ὑμῶν εἰδότες τοὺς τρόπους οὐκ ἂν ἐπὶ τὸν ὅρκον ἦγον, πιστὸν δὲ εἰδότες τὸν ὅρκον οὐκ ἂν ἐφλυάρουν οὐδ’ ᾐτιῶντο τὸν τρόπον. ἀλλ’ οὐδέν ἐστι τούτων ὑγιὲς οὐδ’ οὕτως ἔχον, ὦ Λέαγρε, ὥσπερ ἐκεῖνοί φασιν, ἀλλὰ τὰς μὲν παρούσας παροχάς, καθάπερ ἔλεγον, ὁ φθόνος αὐτῶν πεποίηται πρὸς ὑμᾶς, ὅτι οὔπω μετὰ Θεμιστοκλέα ἄλλου δέονται, ἀλλ’ ὅτι ἐμοῦ πλήρεις εἰσίν. εἰ δ’, οἷον εἰκός, ἔρρει τὰ κατ’ ἐμὲ ἤδη, τηνικαῦτα δὴ ὀρρωδῶ μὲν ἐγὼ περὶ ὑμῶν, δεδιττέον δὲ ὑμῖν αὐτοῖς ὑπὲρ ὑμῶν αὐτῶν μὴ κενὸς ὑμῶν ὁ ὅρκος γένηται πεπιστεῦσθαι μὲν οἰόμενοι, πιστεύσασι δὲ ἐξαπατώμενοι, κἀγὼ μὲν ὁ μὴ πιστευόμενος ὀμνὺς ἔξω βεβηκὼς ἁρκύων καὶ ἁρκυωρῶν τύχω, ὑμεῖς δὲ οἱ μαρτυρόμενοι ὅτι εὐσεβεῖς ἐστὲ καὶ εὔορκοι ἐς τάδε, ἐνασεβηθῆτε καὶ ἐνεπιορκηθῆτε ὑπὸ τῶν μαρτύρων. δεδίττει ἡμᾶς, ὦ Θεμιστόκλεις, καὶ δειματοῖς ταῦτα λέγων, φήσει τις ἴσως. σιωπῶν γὰρ ὑμᾶς οὐ δεδίττομαι, ἀλλ’ εἰ μὲν λέγοιμι, ἀκούσεσθέ μου· εἰ δὲ μηδὲ τοῦτο, οὐ μέμνησθέ μου ὅτι ἐγὼ μὲν ὁ πᾶσιν Ἀθηναίοις προστάξας ἐκλιπεῖν μὲν τὸ ἄστυ εἰς δὲ τὰς ναῦς ἐμβαίνειν καὶ πείσας, μᾶλλον δὲ ὑπακουσθεὶς οὐκ ἔπεισα τοὺς αὐτοὺς τούτους ἵνα μοι ἐπιχωρήσειαν οἰκῆσαι μετ’ αὐτῶν Ἀθήνησιν καὶ τί μετ’ αὐτῶν λέγω; οὐδὲ δίχα Ἀθηναίων ἐν τῆ Ἑλλάδι. ἀλλ’ ὁ Πύθιος αὐτοῖς (καὶ γὰρ τοῦτό με ἐκάλουν, ὅτεπερ τὸν χρησμὸν αὐτοῖς ἐξηγησάμην) οὔτε Δελφῶν οὔτε Δήλου, τὸ δ’ ἐπὶ τούτοις εἶναι οὐδὲ Ξάνθου μοῖραν ἔχω, εἰ μὴ τελευτῶν εἰς Ὑπερβορέους ἐκτοπίσαιμι· καὶ ᾧ ὑπανέστησαν οἱ Ἕλληνες Ὀλυμπίαζε παρελθόντι ἐπὶ τὴν θέαν τοῦ γυμνικοῦ ἀγῶνος, τούτῳ οὐχ ὅτι ἐν πανηγύρει καὶ θεάτρῳ τιμὴ καὶ προεδρία τὰ νῦν, ἀλλ’ οὐδ’ ἐν βεβήλῳ τῆς Ἑλλάδος οἴκησις, οὐδ’ ἐν ἱερῷ ἱκετεία καὶ κατάφευξις. ταῦτα οὐκ ὀρρωδεῖτε, ὦ Λέαγρε, οὐδ’ ὕπεισιν ὑμᾶς θάμβος, ἀλλὰ μετὰ τὸν ὅρκον πάντ’ ἔχειν ὑμῖν οἴεσθε καλῶς; καὶ ἔχοι γάρ, ὦ δέσποινα Ἀθηνᾶ· ἀλλ’ οὐδὲν οὕτως ἀνόητον ὡς ὅταν μὴ διαφέρωσιν εὐχαὶ καὶ ἐλπίδες. τί οὖν ποιητέον, ἐρήσῃ με. φεύγωμεν ἄρα μηδενὸς ἡμᾶς ἐλαύνοντος; οὐ λέγω τοῦτο, ἀλλὰ μὴ κοιμᾶσθε· ἀπιστεῖτε, φοβεῖσθε. ὑποθήσεται τὸ τηνικάδε ἢ ἀποχωρεῖν, ἂν τούτου δέῃ, καὶ ποιον τις αυτη ἢν τοῦ ἔργου μόνον φροντίζητε. ἢν δὲ ῥᾳθυμῆτε πάντ’ ἔχειν ἡγούμενοι κατὰ τρόπον, δέδοικα μήποτε ὁ δυστυχὴς ἐγὼ ὅλας τὰς Ἀθήνας ἄντικρυς ἀφῃρημένος ὦ. μέχρι γὰρ νῦν ἔχω τι αὐτῶν καὶ μὰ Δί’ οὐχὶ τὸ φαυλότατον, ἀλλὰ τὸ βέλτιστον περιόντων ἔτι καὶ ζώντων μοι τῶν φίλων. εἰ δ’ οὖν ἐγὼ μὲν φυγὰς ὅποι ποτὲ γῆς ἀλώμενος, οἱ δ’ ἐχθροὶ οὑμοὶ λαμπροὶ καὶ μέγα ἰσχύοντες, οἱ δὲ ἑταῖροι ὑμεῖς οὔτε αὐτόθι οὔθ’ ὁμοῦ, δουλεία δ’ ἐν τῷ μέσῳ παιδαρίων ὀρφανῶν πολλῶν, γυναικῶν ἐρήμων τῶν ὑμετέρων καὶ τῶν ἐμῶν, ἐνίων δὲ καὶ πρεσβυτῶν καὶ πρεσβυτίδων (ἐνίοις γὰρ αὐτῶν καὶ οἱ γονεῖς ἔτι εἰσίν), εἰ ταῦτα πάντα ἀθρόα ὥσπερ ἔφην καταλαμβάνοι, ἆρά γε οὐχὶ κἀμοὶ τῷ παντὶ ἄμεινον αὐτομολεῖν δεῦρο καὶ πάσχειν τὰ τοῖς ἐχθροῖς δοκοῦντα ἢ τούτων τι ὁρᾶν γιγνόμενον καὶ ἀκούειν λεγόμενον; τοιγάρτοι ταῦτά μοι οὕτως γε ὁσημέραι καὶ νυκτὸς ἐκφρόντιζε καὶ διακρίβου, ὦ Λέαγρε, καὶ τοῖς ἑταίροις ἡμῶν ἅπασιν ὑποτίθεσο καὶ παρηγόρει καὶ πρὸς ταῦτα προηγεῖσθαι διαπειρῶ μὴ μόνον τοῖς ὡρκωμένοις, ἀλλὰ καὶ τοῖς ἀνωμότοις, οἶσθα δὲ πάντας αὐτούς. καὶ ταύτης γε αὐτῆς τῆς ἐπιστολῆς ἄχρι τοῦδε τουτὶ πᾶν τὸ μέρος ἐπιδείκνυσο αὐτοῖς, εἰ βούλει, καὶ παραναγίγνωσκε, τὰ μέντοι μετὰ τοῦτο ἢ ἀπαλειψάμενος διάφθειρον ἢ ἀποτεμόμενος ἔχε, καὶ ἔξω μόνου σοῦ τοῖς ἄλλοις πᾶσιν ἀνθρώποις γενέσθω ἄγνωστον. ἐγὼ γὰρ οὐκ ἀγνοῶ μὲν ὅτι καὶ θερμὸν καὶ θρασὺν καὶ ἀποκεκινδυνευκότα μᾶλλον ἢ παρακεκινδυνευμένον ἀναρρίπτω κύβον, ἀλλ’ οὐδὲν ἧττον ἀναρρίπτω καὶ τολμῶ καὶ δέδοκταί μοι, κἀμὲ μήτε Λέαγρος οὑμὸς ἑταῖρος ἐπισχεῖν θελήσει τῆς ὁρμῆς (οὐ γὰρ ἐφεξει) μήτε Νεοκλῆς ὁ πατὴρ ἢ Θεμιστοκλῆς ὁ θεῖος ἀναβιώσαντες νῦν καὶ δεῦρο ἀφικόμενοι, ἀλλὰ μηδ’ ὄρνις μηδὲ φήμη μηδ’ αὐτὸς ὁ τὸ ξύλινον τεῖχος περιτειχίσασθαι τοῖς πολίταις σου θεσπίσας. ἀλλ’ εὐφήμει, ὦ κράτιστε, καὶ θεοῖς εὔχου σωτηρίαν καὶ νόστον ἡμῖν ἀπήμονα ὀπίσω πέμψαι καὶ τὸ τέλος τῶν ἐγχειρουμένων μὴ μόνον ὡς ἐλπίζομεν ἀλλὰ καὶ ὡς ἄξιοι ἐσμὲν οὕτως ἡμῖν ἐπιθέσθαι. διέγνωκα γὰρ ἀπαίρειν ἐκ τῆς Ἐφέσου αὐτίκα παρὰ βασιλέα τὸν ὡς σὺ μὲν οἶσθα πολέμιον, ὡς δὲ Ἀθηναῖοί φασι (καὶ μαντεύοιντο, ὦ Ζεῦ δέσποτα, καὶ τἀληθῆ λέγοιεν) φίλον. προπέμπεταί τέ μοι παρ’ αὐτὸν ἤδη, καὶ ἤπια τῷ ἀγγέλῳ ἀπεκρίνατο καὶ πρὸς ἐμὲ ἐπέστειλεν, ὥστε με παντάπασιν ἐκπεπλῆχθαι καὶ θαμβεῖν ἐσχάτως, εἰ μὴ τοσοῦτο μόνον, ὅτι οὐδὲ ἡμεῖς ἀληθὲς οὐδὲν πώποτε οὔτ’ εἴπομεν ἐκείνῳ οὔτ’ ἐπεστείλαμεν. ἀλλ’ οὐ γὰρ ἂν ἡμᾶς μιμούμενος τύχοι βασιλεὺς ὢν μέγας, καὶ οὐδὲν οὕτω ψευδομένῳ χρήσιμον κακῶς ἡμᾶς ποιεῖν, παρὸν εἰ ἐβούλετο καὶ τἀληθῆ λέγοντα. ἐγὼ μὲν οὖν εἶμι ὡς ἐκεῖνον, ὅ τι δὲ δράσων ἢν δύνωμαι, αἰσχύνομαι μὲν λέγειν, ἀλλʼ ὅτι βούλομαι πράττειν ἢν δύνωμαι· σὺ δὲ αὐτόθι ἐπιμέλου σῴην δύνωμαι, αἰσχύνομαι μὲν λέγειν, ἀλλ’ ὅτι βούλομαι πράττειν ἣν δύνωμαι· σὺ δὲ αὐτόθι ἐπιμέλου ’̔ τε τῶν ἡμετέρων ἥκιστα μὲν ἐπιφανῶς, ὅτι οὕτως ἀμφοῖν συμφέρει, μάλιστα μέντοι πεφροντισμένως, ὥσπερ καὶ ὅτι ποιήσεις εὖ οἶδα ἐγώ· καὶ μᾶλλον γένοιτο φανερῶς σε ἐπιμέλεσθαι τῶν ἐμῶν ἢ ἀμελῶς αὐτὰ διατίθεσθαι δεδοικότα. ἀλλὰ κἀκεῖνό γε, εἴ με στέργεις, εὐλαβοῦ, πρῶτον μὲν σαυτοῦ ἕνεκα, ὃς ἐμοὶ τῆς ἐμῆς ψυχῆς ἄξιος εἶ, εἶτα καὶ δι’ ἐμὲ καὶ τἀμά, ἵνα πολὺν ἡμῖν χρόνον ὠφέλιμος ᾖς καὶ χρήσιμος. ταυτὶ μὲν ὧδε ἐπέσταλται ἡμῖν ἣι ἐνόμιζον εἶναι παρὰ σέ, πειράσομαι δὲ καὶ τὰ λοιπὰ ὅπως ἂν ἡμῖν ἔχῃ, διαδηλοῦν σοι τάχιστα, ἵνα μηδὲν ἀγνοῇς τῶν ἐμῶν.
θ′. Καλλίᾳ. Μὴ ζήλου, ὦ Καλλία, Ἀριστείδην τοῦ φθόνου· οὐδὲ γὰρ ἐκεῖνος πολλά σε ἔφη ζηλῶσαι τοῦ πλούτου. καίτοι μακρῷ ἄμεινον ἦν, ἃ πάντες εὔχονται σφίσιν αὐτοῖς καὶ γενεαῖς σφετέραις, κἀκεῖνον ἀσπάζεσθαι, ἢ ἃ πάντες ἐχθαίρουσι καὶ ἐπάρατα ἡγοῦνται, ἐκεῖνά σε μιμεῖσθαι. μηδὲν οὖν αἰτιῶ μηδὲ σωφρόνιζε Ἀθηναίους ὅτι εἰκαίως χειροτονοῦσι καὶ ἐκ τῶν ἀναξίων αἱροῦνται προστάτας, εἰς ἐμὲ αἰνιττόμενος, ἀλλὰ πρῶτον ἐκεῖνο σκόπει, ὅτι ἐπιπλήττεις αὐτοῖς νενικηκότας προστάτας κεχειροτονηκόσιν, ἔπειτα ὅστις ὢν αὐτὸς ταῦτα ληρεῖς καὶ ὅτι οὐδὲ μετὰ πολλοὺς ἄλλους Θεμιστοκλέας στρατηγὸς ὧδε ἀποδειχθῆναι δεδυνημένος. οὐ γὰρ τῶν τυμβωρυχησάντων τοὺς ἐν τοῖς λάκκοις ἐν Μαραθῶνι κατασεσηπότας Πέρσας, ἀλλὰ τῶν καταναυμαχησάντων καὶ ἀποκτεινάντων τοὺς ἐν Σαλαμῖνι καὶ ἐν Εὐβοίᾳ παραταττομένους ἔδει στρατηγῶν τῇ πόλει, οὐδὲ καθόλου ἡγεμόνων πολλὰ μὲν χρήματα κεκτημένων, ὁπόθεν δὲ αὐτὰ κέκτηνται εἰπεῖν οὐ δυναμένων, ἀλλὰ μεγάλα καὶ καλὰ ἔργα διαπραξαμένων. σὺ δὲ ἐν οἷς μὲν δυνατώτατος ἦσθα αὐτὸς ἑαυτοῦ καὶ τῶν ἄλλων οὐδὲν ὀνήσας τὴν πόλιν, ἐν οἷς δὲ ἀχρηστότατος εἶ πάντων Ἀθηναίων, ἐν τούτοις περιεργάζεσθαι καὶ πολυπραγμονεῖν ἐπιχειρεῖς, καὶ πλοῦτον μὲν τοσοῦτον ὄντα, ὅσον οὐκ ὀλίγαι μυριάδες Περσῶν ἐπλούτουν, οὓς παντας σοι ἐκληρονομήσω, οὐκ οἶδ’ ὅπως ἀφελόμενος τους μαχεσαμένους αὐτοῖς καὶ τὴν πόλιν σύμπασαν τὰ λάφυρα, οὔτε μικρὸν οὔτε μέγα οὐδὲν ὤνησας οὐδέποτε τὴν πατρίδα, λόγοις δὲ ἄρα, ἐν οἷς σὺ ἀδυνατωτατος, σωφρονίζειν αὐτὴν ἐπιχειρεῖς καὶ περὶ πολεμικῶν ἔργων, ἐν οἷς ἀχρηστότατος εἶ καὶ ἀνανδρότατος, ἐπιτιμᾷς Ἀθηναίοις οὕτω καὶ μὴ οὕτω διαγνοῦσιν. ἀλλ’ ὧδε ἔχει, ὦ Καλλία. τοὺς λέοντας ζωοὺς μὲν ὄντας οὔτε οἱ ταῦροι ὑπομένουσιν οὔτε ἄλλο τι τῶν παμμεγάλων καὶ ἀλκίμων θηρίων, πεσόντων δὲ αὐτῶν καὶ κειμένων οὐδὲν θαυμαστὸν εἰ καὶ οἱ μύες ἐπ’ αὐτοὺς ἀναβαίνουσιν. ὥστε καὶ σὺ νῦν μὲν ἐφάλλῃ ἡμῖν ᾗ βούλει καὶ ἐμπηδᾷς, ὅτι πᾶσιν ἐσμὲν περίπατος· οὐδὲν μέντοι τῶν ἀδοκήτων, εἰ καὶ ἡμῖν ποτὲ ἔτι γοῦν ἐμπνέουσι καὶ τὴν ψυχὴν ἔχουσι δώσει θεὸς ὑπομνῆσαι ταύτης τῆς δημηγορίας. δώσει δ’, εὖ οἶδ’ ὅτι δώσει. οὐκ ἀρετᾷ κακὰ ἔργα, φασὶν οἱ ποιηταί.
ι′. Ἁβρωνίχῳ. Τεθάρρηταί μοι τὰ μεγάλα καὶ δεινὰ ἐκεῖνα, ὦ Ἁβρώνιχε. ἧκέ σοι παρ’ ἡμῶν Εὐξίθεος ἀπὸ γλώττης διαλεξόμενος καὶ δηλώσων ὅπως μοι διέγνωσται, σὺ δ’ ἐσιώπας, ὡς ἔφασκεν ἐκεῖνος, εἰς τὴν γῆν κύπτων, ἐπαινεῖν μὲν οὐκ ἔχων, ὡς ἐμὲ εἰκάσαι, κωλύειν δ’ οὐκ ἐθέλων. καὶ καλῶς ἐποίεις· οὐ γὰρ ἂν ἐκώλυσας, βλασφημεῖν δ’ οὐχ ἥρμοττεν. ἀλλ’ εἶμί γε, εἶμι, καὶ ἐπὶ τῆς ἀπήνης ἤδη καθεζόμενος ταυτὶ γέγραφα. εὖ πρᾶττε καὶ περὶ ἡμῶν εὐθύμει.
ια′. Ἀμεινίᾳ. Εἰ καὶ μὴ κεχρήμεθα ἀλλήλοις πολὺν χρόνον, ἀλλ’ ἐοίκαμεν ἀλλήλοις πάντα τὸν βίον, αἵ τε χρεῖαί μου κεκοινώνηνται, μεγάλαι δέ, ὥστε ἀποχρῆναι ἡμῖν τὴν ἡμέραν ᾗ ἐναυμαχοῦμεν ἐν ταὐτῷ, οὐ στρατιᾶς μέρος ὄντες, ἀλλ’ ἐγὼ μὲν ὃν σὺ οἶσθα καὶ οἱ πλείους τῶν νῦν ὄντων ἀνθρώπων, σὺ δὲ τριήραρχος ὢν τοῦ παντὸς ἀριστεύων ναυτικοῦ· ἥπερ μείζων καὶ βεβαιοτέρα φιλία ἢ συναριστῶσι καὶ συνδειπνοῦσιν ὁσημέραι ἀνθρώποις, εἰ καὶ δοίης τὸ Τιθωνοῦ δὴ λεγόμενον γῆρας, διὰ τὸν χρόνον ἂν γένοιτο. πρός γε μὴν οὕτως ἀνδρεῖον ὄντα σε καὶ δίκαιον οὐδὲ ἀμνήμονα εἶναι πείθομαι ὧν χρεὼν μεμνῆσθαι, ἀλλὰ τὸν καιρὸν ὁρᾶν ἐκεῖνον οἴεσθαι παρόντα, ἐν ᾧ σὺ μὲν ἐπιβόητος εἰς πάντας ἐγένου δι’ ἡμᾶς, ἡμεῖς μέντοι διὰ σὲ πολλοῖς καὶ δυνατοῖς οὐκ Ἀθηναίων μόνον ἀλλὰ καὶ τῶν ἄλλων Ἑλλήνων προσεκρούσαμεν. ἢ πῶς οὐ δεινὸν ἂν γένοιτο Ἀλκιβιάδην μὲν καὶ Στράτιππον καὶ Λακρατίδην καὶ Ἑρμοκλέα τοὺς Ἀθηναίους, τὸν Αἰγινήτην δὲ Ἀριστείδην καὶ Δόρκωνα τὸν Ἐπιδαύριον καὶ Μόλωνα τὸν Τροιζήνιον καὶ πολλοὺς ἄλλους τῶν Ἑλλήνων προδοσίαν τῆς ἐμῆς στρατηγίας καταδικάζειν, δι’ ἣν αὐτὸ τοῦτο ὧν ἕκαστος βούλεται τοῖς ἄρχουσιν ὑπάρχει τὰς οἰκείας οἰκεῖν πατρίδας, ἀρκουμένοις ὅτι περὶ σοῦ μοι δι’ ἀπεχθείας ἐγένοντο; καὶ ἐδικάσαντο ὀρθὴν τὴν ὑπὲρ τῶν ἀριστείων δίκην, ἐνεμέσησάν σε δὲ δι’ ὃν ὑπ’ ἐκείνων καὶ ἄλλων πολλῶν καὶ ἄγομαι καὶ φέρομαι, μὴ οὐχὶ τὸ ἑαυτοῦ τε καὶ τὸ ἀντὶ πάντων ἐκείνων εἶναί μοι φίλον. καὶ ἐρρωμενέστερον τῷ παντὶ τῆς εὐχαριστίας μετὰ τοῦ δικαίου ἡμῖν ὑπάρξει ἡ μετὰ τοῦ ἀδίκου μνησικακία, καὶ μεῖζον ἐκεῖνοι δυνήσονται κακοῦντες ἡμᾶς ἀδίκως ἢ σὺ δικαίως εὖ ποιῶν; ἀλλ’ οὐ γὰρ πείθομαι ταῦτα ὑπὲρ Ἀμεινίου τοῦ Εὐφορίωνος, ἀνδρὸς οὐ τὴν πατρῴαν μόνον εὐγένειαν γενναίου ἀλλὰ καὶ τὴν τῶν συγγενῶν, Κυνεγείρου μὲν ἐν τῷ Μαραθωνιακῷ πολέμῳ διενεγκόντος τὰ πολεμικά, Αἰσχύλου δὲ ἐν παντὶ τῷ βίῳ κατὰ παιδείαν καὶ σωφροσύνην διαφέροντος. ἀλλὰ καὶ μιμήσῃ αὐτὸς ἑαυτὸν καὶ τοῖς ἀδελφοῖς ὅμοιος ἔσῃ καὶ τῶ σεαυτοῦ ναυάρχῳ βοηθήσεις. ἡ δὲ βοήθεια ἀρίστη ἀντέχειν ἔν ταῖς ἐκκλησίαις ἑκάστοτε. καὶ ἐν μὲν τοῖς δημοσίοις συλλόγοις εἴ τι καινότερον ἐφ’ ἡμῖν ῥάπτοιτο καὶ μηχανῷτο ὑπὸ τῶν ἐξελασάντων ἡμᾶς ἢ κατὰ τῆς ἀθλίας μου γυναικός, εἰ καὶ σὺ τῶν ἡμετέρων ἐπαγγέλλοιο συλλαμβάνειν καὶ ὑπουργεῖν τὰ μετρία, εὖ ποιήσεις· εἰ δὲ ἐπαγγέλλοιο, οὐδέν σε ὀχλήσει πλὴν ἐπιμελείας καὶ ἐπαχθοῦς φροντίδος.
ιβ′. Ἀριστείδῃ. Ἤραμεν εἰς Πέρσας, ὦ Ἀριστείδη, ἤραμεν, καὶ οὐδὲν δεινὸν ἐπάθομεν ὑπ’ αὐτῶν. οἶδα δὲ ὅτι κατὰ σαυτὸν μὲν θαυμάσῃ, τοῖς δὲ ** προσποιήσῃ μὴ παρ’ ἐλπίδα σοι τοῦτον τὸν λόγον λελέχθαι, ἀλλὰ καὶ τεκμηρίῳ χρήσῃ πρὸς τὸ πλῆθος ὅτι βεβαιοῦταί μου ἡ διαβολὴ τῇ τ’ ἐμῇ εἰς ἐκείνους ἐλπίδι τῇ τε ἐκείνων φιλοφροσύνῃ εἰς ἐμέ. ἀλλ’ ὅταν ταῦτα ληρῇς ἔχων, ἐπιπεσέτω σοι τὸ ἐν Σαλαμῖνι τρόπαιον· ἔστι δὲ λίθινον, οἶσθα, καὶ νεανικῶς εὐμέγεθες. οὐκ ἂν ἔτι, ὡς ἐγὦμαι, τὸν δῆμον ταράττοις οὐδ’ ἄλλοις εὐεργέταις φθονοίης, εἴ τις ἄρα δαίμων, οὐ κατὰ τὴν σὴν ἀλαζονείαν δίκαιος ἀλλ’ ἀληθινῶς, ἐκείνην τὴν πέτραν εἰς τὴν ἐπάρατόν σου καὶ ἀχάριστον κεφαλὴν ἐμβάλοι. ἐμὲ δὲ οὐκ ἀντευποιῶν περισώζεται βασιλεὺς ὁ μέγας (ἦπου τὰ μέγιστα ἂν ἡμῖν χαρίζοιτο ἀμειβόμενος, παθῶν ἃ ἐπεπόνθει), ἀλλὰ τὰ μὲν ἄλλα ἐχθρὸν ᾔδει με αὑτοῦ, τῆς δ’ ἀρετῆς ἐθαύμαζεν καὶ τῆς τύχης ᾤκτειρε. τοιγάρτοι κινδυνεύειν αὐτοὶ περὶ ἐμοῦ ἐπιπρεσβεύεσθε παρ’ ἐκεῖνον, ηποιπερ αὐτοὶ ἠδικεῖτε, ἢν ἐκεῖνος βοηθοίη ἀδικουμένῳ, αὐτοί τε ἐλεεινὸν ἐποιεῖτε ἐκβάλλοντες, ὃ δὲ ἄρα ᾤκτειρεν εἰκότως ἐκβεβλημένον. ἀλλ’ οὐ γὰρ ἐλεεινοὶ τὰ νῦν ἔτι οἱ φυγάδες ἡμεῖς. ὥστε πνιγέσθω μὲν ὁ Λυσιμάχου υἱὸς Ἀριστείδης, πνιγέσθω δὲ πᾶς, ὅτῳ μὴ καθʼ ἡδονήν ἐστιν ὅτι δεξιώτερα ἡμῖν ἀπήντηκεν ὧν αὐτὸς ἤλπιζεν.
ιγ′. Πολυγνώτῳ. Ἦπου σύ γε, ὦ Πολύγνωτε, τὰς ναυμαχίας ἡμῶν καὶ τὰς στρατηγίας ἐννοούμενος ἐγκελεύῃ καὶ τὴν ἐκ τῆς πατρίδος μετάστασιν ἡμᾶς γενναίως φέρειν. ἡμεῖς δ’ ἀπιόντες μέν, ὅτε καὶ ἐν ὄψει εἴχομεν τὰ καταλειπόμενα, θρασύτερον αὑτοῖς ἐπηγγελλόμεθα καρτερήσειν τὴν ἀπουσίαν, καὶ αὐτοὶ τὰς ναυμαχίας ἐννοούμενοι καὶ ὅσα ἄλλα ὑπεμείναμεν ὅμοια ᾠόμεθα ὑπὸ γενναιότητος καὶ ταῦτα διενεγκεῖν, καὶ οἶσθα ὅτι οὐκ ἄγαν ὀδυρόμενοι μεθιστάμεθα. νῦν δ’ ἡμῖν ὁ χρόνος, ὦ Πολύγνωτε, οὐ λήθην ὧν ἀπελείπομεν παρέχει οὐδὲ συνήθειαν τῆς φυγῆς, ἀλλ’ ἡ μὲν φυγὴ κούφη ἂν ἦν μὴ μακρὰ οὖσα, τὰ δ’ ἀπολειφθέντα ἔτι ποθεινότερα ὑπὸ τοῦ χρόνου γίγνεται, καὶ οὐ παραμυθία τίς ἐστιν ὅτι πολλὰ καὶ ἄλλα γενναίως ὑπέμεινα ἐγὼ μαχόμενος τοῖς βαρβάροις καὶ κινδυνεύων, ἀλλ’ ὑπὸ τοῦ λογισμοῦ καὶ ταῦτα ἐναντία γίγνεται· δοκῶ γὰρ δὴ καρτερῆσαι καὶ ταῦτα, ὅπως μοι παρῇ ἀπολαύειν Ἀθηνῶν. καὶ ὑπὸ τούτου μᾶλλον, ὦ Πολύγνωτε, ἐπιδιδόασιν αἱ φροντίδες, εἰ πολλοῖς μὲν ἄλλοις μηδὲ θεαταῖς γενομένοις τῶν περὶ Εὔβοιαν ἢ ἐν Σαλαμῖνι ναυμαχιῶν ἔνεσται βιοῦν ἐν Ἀθήναις καὶ ἐκβάλλειν οὓς βούλονται καὶ μετακαλεῖν εἰ δόξειεν, ἡμῖν δὲ τοῖς εἰ καὶ βραχὺ συλλαβομένοις φυλαχθῆναι ταύτην Ἀθηναίσις τὴν ἐξουσίαν μόνοις οὔτε ταύτης οὔτ’ Ἀθηνῶν μέτεστιν, ἀλλὰ καλούμεθά τε ὃ τοῖς ἐχθίστοις ἥδιστον καλεῖν, φυγάδες, αὐτοί τε ὅτι τοῦτ’ ἐσμὲν αἰσθανόμεθα, ἔρημοι μὲν ὑμῶν τῶν φίλων, ἔρημοι δὲ οἴκων καὶ ἑστίας ἐφ’ ἧς τὰ κατὰ Μήδων ἐπινίκια ἐθύσαμεν, πάροικοι δ’ ἀλλοτρίας γῆς τε καὶ πόλεως, καὶ τάχα καὶ ἀποθανούμεθα φυγάδες ἀκμὴν μένοντες. ἦ μάλα γὰρ ἄψυχοι ἐμαχόμεθ’ ἂν τοῖς πολεμίοις, εἰ ταῦτά τις ἐλπὶς ἡμῖν προύφαινεν. ἢ μετεδιώκομεν ἂν ταῦτα φέρουσαν τὴν νίκην, εἰ μετὰ Μήδους παρὰ Λακεδαιμονίοις περὶ τῆς Ἀθηναίων πόλεως ἐκινδυνεύομεν; Ἀργεῖοι γὰρ ἀποδεινενειν καὶ Ἀργείοις τἀγαθὰ εὔχεσθαι καὶ ἄλλῃ τινί πως καὶ πάσῃ πόλει, ἐπείπερ πάσῃς ἡμῖν μέτεστιν ἔξω Ἀθηνῶν. ἀλλὰ σχέτλιά γε καὶ ταῦθ’ ὑπὸ τῆς φυγῆς ἠναγκάσμεθα εἰπεῖν ὥσπερ ὑπὸ μανίας. τί γὰρ ἡμᾶς Ἀθηναῖοι κακόν, ὦ Πολύγνωτε, τί δ’ οὐκ ἀγαθὸν εἰργάσαντο; ἢ πῶς οὐ ψευσόμεθα, καὶ οὗτοι οἱ λόγοι ἔργου ἐλθόντος ἀποδράσονται; οὐ γάρ, εἰ Μῆδοι πάλιν τῇ Ἀττικῇ ἐπιχειροῖεν, ἀκίνδυνος, ὅτι φυγάς εἰμι, δόξω εἶναι, οὐδὲ τῶν μὴ τοιαῦτα πεπονθότων τὸν ἀγῶνα ἡγήσομαι, ἀλλ’ εἰ καὶ μὴ ναύαρχος ἢ στρατηγός, ὦ Πολύγνωτε, φυγάς γε μαχοῦμαι, καὶ οὔθ’ ἱππάσασθαι παρὰ τοῦτο χεῖρον ἄν μοι γένοιτο οὔτε νηὶ χρήσασθαι, πολὺ δ’ ἂν καὶ εἰδείην νῦν ὑπ’ ἐμπειρίας ἄμεινον ἢ τότε μαχητὴς γενέσθαι. καὶ φυγάδας μὲν ἡμᾶς δύναιντ’ ἂν οἱ κάκιστοι Ἀθηναίων ποιεῖν, κακοὺς δὲ οὐδέποτε. ἔδει δὲ ἄρα ἡμᾶς καὶ ἐν ταῖς καθ’ ἡμῶν αὐτῶν κολάσεσιν αἰσθέσθαι ἧς Ἀθηναίοις ἐσώσαμεν ἐξουσίας. καὶ ταῦτα μὲν ἐνθυμεῖσθαί τε πολλάκις ἡμῖν ἔστι καὶ λόγων πληροῦσθαι μυρίων, καὶ ἀντιμάχεσθαι δοκῶ ταῖς φροντίσιν, ἡ δὲ παροῦσα ἐρημία δεινὴ ἀντίκειται μεθέλκουσα καὶ ἑαυτῆς ποιοῦσα τὸν νοῦν, καὶ δὴ καὶ ἀπάγει ἡμᾶς τῶν ἰσχυροτέρων λογισμῶν. καὶ οὐδὲ Ἀργείων οἱ πλεῖστοι παρόντες ἡμῖν ἀντεροῦσι μὴ ἐρημίαν εἶναι ταῦτα, ἀλλ’ ἅμα τῷ πλήθει τῷ τούτων καὶ ἡ τῶν φίλων τε καὶ οἰκείων ἀπουσία φαίνεται. ἀλλ’ εἰ μὲν ἔρρωται ἤδη σοι τὸ θυγάτριον, ἣν προυτείνου τῆς κατοχῆς αἰτίαν, ἀφικνοῦ πολλὰ τῶν λυπούντων ἡμᾶς ἀφαιρησόμενος· ὅ τι δ’ ἂν ᾖ τὸ κατέχον, ταῦτα μὲν λυθῆναι εὐχόμεθα, Μεγακλέα δὲ μᾶλλον ἔτι καὶ σὺ παρὼν αὐτῷ καὶ ἐγὼ γράφων ἀναπείθωμεν ἐκτελέσαι ποτὲ ἐλθόντα τὴν ἡμετέραν ἐλπίδα καὶ παύσασθαι ὑπισχνούμενον.
ιδ′. Παυσανίᾳ. Ἀπολελόγησαι ὑπὲρ τῆς τύχης, ὦ Παυσανία· δι’ ὧν γὰρ οὕτως ἠτύχηκας δικαίως ἀφῄρησαι καὶ ἡμᾶς τοῦ κατηγορεῖν ἔτι τῆς τύχης. σὺ γὰρ ἐπιχειρῶν Μῆδος γενέσθαι Λακεδαιμόνιος ὤν, καὶ Μήδοις προστιθεὶς τὴν Ἑλλάδα ἀρχῆς μὲν ἀπεστέρησαι ἧς ἐφ’ Ἑλλησπόντῳ εἶχες, καὶ ἐξουσίας δι’ ἧς ταῦτα ἔπρασσες, αὐτὸς δὲ περιειη καὶ κατὰ καιροῦ ποθεῖς, ἐν ᾧ τὰ διεγνωσμένα καὶ δρᾶσαι δυνήσῃ, ὥστε σὺ τὴν τύχην ἠδίκηκας, ἣν τότε εἶχες, οὐ σὲ ἐκείνη. καὶ νῦν ἔτι εὐτυχεῖς, ὅτι κινδυνεύσεις ἀκμὴν καὶ μέλλεις ἀποθανεῖσθαι ὑπὸ Λακεδαιμονίων· ἕξεις παραμυθίαν ὅτι καὶ οὐκ ἀδίκως ἀποθνήσκεις. Ἀρταβάζῳ ὑπερφυῶς ἔνσπονδος εἶ καὶ βασιλέως γαμβρὸς εἶναι ὀρέγῃ. καὶ πῶς ἴσα ἀντὶ ἴσων οἴει διδόναι τε καὶ λαμβάνειν, ὅς γε λαμβάνεις μὲν γυναῖκα βάρβαρον καὶ γῆν μετ’ αὐτῆς Καρῶν τάχα ἢ Φρυγῶν, δίδως δὲ γῆν τε τὴν Ἑλληνίδα καὶ πόλεις τὰς Ἑλλήνων, καὶ οὐδὲ Λακεδαίμονα ἐξαιρεῖς; καὶ τελέσειν ἃ διέγνωκας, ὦ μάταιε, ἐλπίζεις ἀποτυχών τε λήσειν, ὅτι σου τὸ φρόνημα μόνον ἦν προδότου, τὰ δὲ ἐργα ὑστέρησεν; οὐ τοσοῦτον ὦ Παυσανία διείργεται τῆς Πελοποννήσου ἥ τε Τρωὰς ἀκτὴ καὶ Κολωναί, ἔνθα σοι καταδύντι τὰ βασιλεῖ συμφέροντα μέλει, ὥστε τῶν σῶν ἔργων κωφὰ τἀνθάδε εἶναι, ἀλλά σοι τὰ πρὸς βασιλέα ὁ τολυπεύων ἐστὶ Γογγύλος ὁ κάκιστος Ἐρετριέων, εἴ γε τούτῳ ἀγαθῷ κέχρησαι ἀγγελιαφόρῳ, εἰς δὲ τὴν Ἑλλάδα φῆμαι ταῦτα ἀγγελιαφοροῦσι καὶ Μναστορίδας, ὃν σὺ Λακεδαιμόνιον ὄντα καὶ μένειν τοῦτο βουλόμενον καί σοι ῥῆσιν ἀεὶ ποιούμενον τὸν ἐν Σπάρτῃ νόμον ὑβρίσας ἔχεις καὶ μόνος τῆς προδοσίας ἀπολαύεις. ἀλλὰ σκόπει, ὦ σχέτλιε, εἴ τί σε Ἀρτάβαζος ὀνήσει Λακεδαιμονίων καλεσάντων ἢ ἡ βασιλέως θυγάτηρ ἤδη οὖσα ὡραία γάμου. καὶ σοὶ ταῦτα ὑφ’ ἡμῶν γραφόμενα πολὺ γενέσθω χαλεπώτερα καὶ δι’ ἡμᾶς, ὅτι σοὶ ταῦτα αὐτοὶ φυγάδες ὄντες ὀνειδίζομεν.
ιε′. Αὐτολύκῳ. Ἧσσον, ὦ Αὐτόλυκε, παρηγορεῖν ἄν σε βουλοίμην ἡμᾶς ἢ τἀληθῆ λέγειν, σὺ δὲ ἐπιστέλλων σφόδρα ἤδη μεταμέλειν Ἀθηναίοις τῆς ἡμετέρας φυγῆς παρηγορεῖν ἔμοιγε δοκεῖς μᾶλλον ἢ τἀληθῆ λέγειν. οἵ τε γὰρ τὸ πλῆθος δι’ ἡμὰς διαβάλλοντες ἔτι ἰσχύουσι, καὶ καιρὸς οὐδεὶς καταλαμβάνει, ἐν ᾧ ἀχρεῖοι ἂν ἐν τῇ πόλει οἱ κακοὶ εἶεν καὶ ἅμα αἴσθησιν παρέχοντες ὅτι κατειργάσαντο τοὺς ἀμείνους ἐκπεσεῖν, ἀλλὰ νῦν τῇ κοινῇ εὐπραγίᾳ ἐπικαλυπτόμενοι ἀφανέστερον ἔχουσι τὸ ἀχρεῖον. καὶ μενέτω τὰ ἀποκρύπτοντα αὐτούς, ἐφ’ ᾧ τε καὶ ἡ πόλις εὐπραγήσει. ἡ γὰρ ἂν ἡμᾶς ἐπιεικῶς τὰ ἐν Ἀθήναις ἀγαθὰ καὶ δι’ ἀκοῆς εὐφραίνοι, καὶ εἰ δοκεῖ μὴ ὑπὲρ ἡμῶν εἶναι ἐπιδεδωκέναι αὐτὰ ἐξ ὅτου ἐφύγομεν· ἴσως γὰρ ἤδη καὶ ταῦτα ταῖς ἡμετέραις ἕπεται ἀρχαῖς καὶ εὖ κατασταθέντα εὖ προχωρεῖ, καὶ ἡμεῖς ἴσως ἂν ἑαυτοὺς δικαίως αἰτιῴμεθα ἀνοίξαντας ὁδὸν τοῖς πράγμασιν εὐρεῖαν, δι’ ἧς ἂν οὐκέτι χρῄζοι τοῦ ἄγοντος· σὺ δ’, ὦ Αὐτόλυκε, μὴ ὡς αὐτὸς ἐθέλεις μεταμέλεσθαι Ἀθηναίους, ἀλλ’ ὡς αὐτοὶ ἔχουσιν ἐπίστελλε ἡμῖν, ἔχουσι δ’, οἶμαι, καθὰ ἂν αὐτοὺς τρέπωσιν οἱ ἀεὶ παρόντες, οἳ φανερώτεροι ἂν ἦσαν τῆς κακίας μὴ φυγόντων ἡμῶν.
ιϛ′. Ἀλκέτᾳ. Εἰώθεις, ὦ Ἀλκέτα, ἅμα τὴν ἐμὴν ὀδυρόμενος φυγὴν μακαρίσαι τὴν Παυσανίου τύχην, καὶ πολλάκις ἔγραψας σύ γε ὡς ἀποδρᾶσα ἡμῶν ἡ δαίμων ἑαυτὴν προσθείη Παυσανίᾳ. οἴχεταί σοι μετ’ αὐτῆς ἀνὴρ ἐκεῖνος, ὦ Ἀλκέτα· οἴχεται μὲν ἡ ἐφ’ Ἑλλησπόντῳ ἀρχὴ τοσαύτη οὖσα, οἴχεται δὲ ὁ πλοῦτος καὶ τὸ ἄχρι βασιλέως ὄνομα, καὶ οὐδὲ ταφῆναι αὐτῷ τελευτήσαντι ἕτοιμον γέγονεν. οἱ δὲ μάλιστα θαυμάσαντες Παυσανίαν νῦν καὶ τοῦ ὀνόματος αὐτοῦ ἀπέχονται πολλῶν τοὺς ἀκουσομένους κακῶν ἀναπλήσοντος. ὥστε σοι ὥρα μήτε μακαρίζειν ἔτι τοῦ μεγέθους Παυσανίαν, μήτε μὴν ὀδύρεσθαι τῆς νῦν καταστροφῆς· δίκαια γὰρ νῦν δὴ πέπονθε καὶ ἐπαινοῦμεν αὐτοῦ τὴν τιμωρίαν. καὶ εἰ σφόδρα ἐκπέπληξαι τὸ ἄμετρον τῆς μεταβολῆς ἐννοούμενος, ἀπολύσομέν σε τῆς ἐκπλήξεως φήσαντες οἵοις καὶ ἡμᾶς ἀπέλυσε θάμβους ἀνὴρ ἐλθὼν εἰλώτης. καὶ μεταβαλλόμενος θαύμαζε, ὅτι τοιοῦτος ὢν περιῆν ἐκεῖνος καὶ εὐτύχει ποτὲ καὶ χρόνου πολλοῦ τῆς προδοσίας ἀπέλαυεν. ἐπώλου Παυσανίας βασιλεῖ τὴν Ἐλλάδα καὶ Μήδους ἐφίλει καὶ ἐμιμεῖτο, καὶ ἤχθετο ὅτι Ἕλλην εἴη καὶ οὐ τῶν ἐπὶ τὴν Ἑλλάδα ἐλθόντων. καὶ ἐπεὶ ἐδόκει ἀπολελογῆσθαι τῷ ἐν Πλαταιαῖς ἔργῳ μὴ κακὸς εἶναι, πιστεύεται τὴν ἐφ’ Ἑλλησπόντῳ στρατηγίαν. καὶ αὐτίκα διὰ τῆς στρατηγίας ἀπελογεῖτο Μήδοις ὅτι οὐδ’ ἐν Πλαταιαῖς ἑκὼν ἀγαθὸς ἐγένετο· ποινὴν δὲ ἐκείνου τοῦ ἔργου ἀντεδίδου τὴν Ἑλλάδα αὐτοῖς καὶ Ἀρταβάζῳ συνετίθετο ὄντι σατράπῃ βασιλέως ἐπὶ τοῖς πρὸς θαλάσσῃ ἔθνεσιν, αὐτῷ τε βασιλεῖ ταῦτα ἤγγελλε καὶ αὐτὸς ἤδη Μῆδος ἦν καὶ γνώμη καὶ διαίταις, καὶ οὐδὲ ἡ ἐσθὴς αὐτὸν ἔτι Ἕλληνα ἐποίει. ταῦτα δ’, ὥς που καὶ αὐτὸς ἔγνωκας, ὀλίγη τὸ πρῶτον εἰς Λακεδαιμονίους ἐκόμισεν ἀγγελία, καὶ αὐτίκα ἐκίνησε μέν, καίπερ ὀλίγη οὖσα, πλέον δ’ οὐδέν· ἐπεὶ δὲ μετεκλήθη, ἀπέτισε Παυσανίας καὶ ἀφαιρεθεὶς τὴν ἀρχὴν ἰδιώτης ἀντὶ στρατηγοῦ γίνεται. εὐθὺς γὰρ εἰς τὴν Ἀσίαν κομισθεὶς καὶ ὀργῇ τε καὶ ἀμύνῃ φέρων τὴν ἀφαίρεσιν τῆς στρατηγίας θερμότερον ἥπτετο τῶν πραγμάτων. κρύφα δὲ ἀκμὴν ἔπρασσεν, οὐκ αἰσχυνόμενος ἐπ’ αὐτοῖς εἰ μὴ λανθάνοι, ἀλλὰ φοβούμενος εἰ ἐκπέσοι ἀποτυχεῖν. αὐτίκα γὰρ ἅπασαν συνθεὶς τὴν προδοσίαν ἔμελλεν ἀναφανδὸν μεταστήσεσθαι πρὸς βασιλέα. τὸ δ’ οὖν μηχάνημα τῆς κρυφίου διαπέμψεως τοιοῦτον αὐτῷ κατεσκεύαστο, ὑφ’ οὗ δὴ μάλιστα καὶ ἐσώθη χρόνον τινὰ καὶ αὖθις ἀπώλετο. ἄγγελον τὸν ἀεὶ πεμπόμενον ὑπὸ Παυσανίου θάνατος παρὰ Ἀρταβάζῳ ἐδέχετο· ἐπέστελλε γὰρ δὴ Παυσανίας οὐδενὸς ἀμελέστερον τῶν τῆς προδοσίας κατακτείνειν τὸν ἄγγελον, ὡς μηδαμῇ λόγος σωθείη τῶν ὑπ’ αὐτοῦ πρασσομένων. καὶ αὐτῷ ἄχρι μὲν τριῶν καὶ τεσσάρων ἀπωλείας ἀγγέλων τὸ μηχάνημα εὐτύχει, ἐν τῷ πέμπτῳ δε ἔστη λανθάνουσα ἡ ἐπιχείρησις· δέος γὰρ ἔλαβε τοὺς ὑπηρετοῦντας τοῦ Παυσανίου καὶ μᾶλλον τὸ μηδένα ἀπονοστῆσαι τῶν πεμπομένων φοβερωτέρα μήνυσις ἐγένετο τοῖς μήπω ἀπεσταλμένοις. καὶ ἐπεὶ τὸ δεύτερον κληθεὶς εἰς Λακεδαίμονα ἀφίκετο Παυσανίας, καὶ μᾶλλον, ὅτε ἐν αἰτίαις ὢν ἔπεμπε πρὸς βασιλέα ἀγγέλους, ἔδεισεν ὁ τελευταῖος τῶν πεμπομένων καὶ ἐν νῷ βάλλεται τὴν ἑαυτοῦ ἀπώλειαν, καὶ πρὶν μαθεῖν οὐκ ἀξιῶν αὐτῷ τῷ φόβῳ πιστεύειν, ἀπομάσσεται τὴν σφραγῖδα τοῦ Παυσανίου, ὅπως ἔχοι σημήνασθαι ψευσθείς. λύσας δὲ τὰς ἐπιστολὰς καὶ τὰ πολλὰ περὶ καταυδουλώσεως τῶν Ἑλλήνων καὶ ἔσχατον περὶ τῆς ἑαυτοῦ ἀπωλείας ἀναγνοὺς φέρων ἐπιδείκνυσι τοῖς ἐφόροις. οἱ δὲ τοῖς γράμμασι καὶ τοῖς ἄλλοις κατὰ Παυσανίου λόγοις ποιούμενοι τεκμήριον ἔτι καὶ γυμνὴν κατανοῆσαι τὴν ἀλήθειαν ἐξειργάσαντο. καὶ καθίζουσι τὸν ἄνθρωπον ὡς ἱκέτην ἄγοντες παρὰ Ταίναρον, ἄνδρας ἐξ αὑτῶν κρύφα ἀποστείλαντες. ὡς δ’ ἀφικόμενος ὁ Παυσανίας ἐξήταζεν ὑφ’ ἧς αἰτίας ἱκέτης γέγονεν ὃν αὐτὸς ἄγγελον εἰς τὴν Ἀσίαν ἐπεπόμφει, αὐτίκα ὁ ἄνθρωπος μάρτυρά τε αὐτὸν ποιεῖται Παυσανίαν οὐδὲν παρ’ αὐτῷ θανάτου ποτὲ ἄξιον ἐργάσασθαι, προύφερέ τε ὡς ἀπεστέλλετο ἀπολούμενος. καὶ τῆς μὲν τῶν Ἑλλήνων δουλώσεως ὀλίγον ἑαυτῷ μέλειν ἔφασκεν (οὐδὲ γὰρ νῦν ἀδεῶς ἐλεύθερον εἶναι), ἑαυτὸν δὲ πρότερον ἀπολελύσθαι ἠξίου. Παυσανίας δὲ πιστοῦταί τε αὐτὸν περὶ τῆς ἀπωλείας καὶ κατέσχειν ἅπερ ἔγνω δεηθεὶς ἀναστήσας εἰς Λακεδαίμονα ᾔει, καὶ εἴποντο οἱ ἄνδρες οὐδενὸς ἀνήκοοι γεγονότες. ὡς δὲ τάχιστα πάντες οἱ ἔφοροι ταῦτα μαθόντες ἐφάνησαν αὐτὸν συλληψόμενοι, φθάνει εἰσπεσὼν εἰς τὸ ἱερὸν τῆς Χαλκιοίκου Ἀθηνᾶς καὶ ἱκέτης ἔν τινι οἴκῳ τοῦ τεμένους ἐκαθέζετο, οἳ δὲ ἀνοικοδομήσαντες τὴν εἴσοδον καὶ ἀφελόντες τὴν ὀροφὴν τοῦ οἴκου ὑπὸ ἐνδείας αὐτῷ παρέσχον ἱκέτῃ μένοντι ἀπολέσθαι, καὶ ἐπεὶ ἀποψύχοντα ἔγνωσαν, ἐξεκόμισαν τοῦ τεμένους καὶ ἐν βουλῇ ᾖσαν εἴτε δοῖεν αὐτῷ ταφῆναι εἴτε μή. τοιαῦτα, ὦ Ἀλκέτα, τὰ τῆς εὐτυχίας πέρατα Παυσανίαν κατέλαβε, καί σοι ἀποδέδωκα πάντα τὸν λόγον τοῦ εἰλώτου ἀνδρός. καὶ μηκέτι ἡμᾶς ὀδύρου τῆς φυγῆς· τρισόλβιοι γὰρ ἡμεῖς ἄρα, οἳ φθόνω ἐμετρήθημεν καὶ οὐκ ἐλάσσονες φθόνου ἐγενόμεθα, ἀλλὰ τὴν ἀρετὴν τῶν παρόντων ἔχομεν αἰτιᾶσθαι καὶ τοῦ πέρατος οὗ ἐτύχομεν τῆς ἐν δημοκρατίᾳ εὐπραγίας. ἀλλ’ εἴ που ἄρα αὐτοῖς, ὅτι καὶ ταπεινοὶ ἤδη γεγόναμεν, ἔλεος καὶ μεταμέλεια τὸ πάθος ἀντὶ φθόνου γίγνεται, μανθάνων ἐπίστελλε, ὦ Ἀλκέτα, καὶ τάχα ἂν ἤδη καὶ Αὐτολύκῳ ταὐτὰ ἐπιστέλλοντι πειθοίμεθα.
ιζ′. Νικίᾳ καὶ Μελεάγρῳ. Ἀφίγμεθα εἰς τὴν Κέρκυραν, ὥσπερ καὶ ἀναγόμενοι διεγνώκειμεν, ὅ τε πλοῦς εὐπετὴς ἡμῖν ἐγένετο καὶ πολὺ ἀφεῖλεν οὗ ἐπὶ Κυλλήνης κατεσχέθημεν χρόνου, καὶ ἔτι τήν τε ναῦν εὐθὺς ὑμῖν ἀπέπεμψα καὶ τοὺς πλείους τῶν οἰκετῶν, ὡς ἂν μὴ βαρύτερόν που διάγωμεν ἢ φυγάσι πρέπειν οἰόμεθα. Κερκυραῖοι δὲ οὐκ οἶδ’ ὅπως ἔχοντες διαδύονται· μεμνῆσθαι μὲν γὰρ τῆς ἡμετέρας ὁμολογοῦσιν εὐεργεσίας καὶ ὀφείλειν χάριτας οὐδαμῶς ἀρνοῦνται, καιρῷ δὲ αὐτὰς οὐκ ἀγαθῷ ἀπαιτεῖσθαί φασιν· αὐτοὶ γὰρ ἀσθενέστεροι τῶν ἡμᾶς διωκόντων εἶναι. ἀξιοῦσι δὲ μὴ σφᾶς ἀντὶ τῆς εἰς ἕνα εὐχαριστίας ἅπαντας διαφθαρῆναι ἀναγκάσαι, μηδ’ ὀνήσαντα τῇ εὐεργεσίᾳ ἀπολέσαι τῇ ἀμοιβῇ. ὥστε εὐπρεπῶς ἡμᾶς ἀποπέμπονται, καὶ δέδια μὴ μακροτέρας ταῦτα ἀρχὴ γένηται φυγῆς.
ιη′. Ἀριστείδῃ. Τὴν μὲν ἔχθραν ἡμῶν τὸ ἀνόμοιον τῆς τύχης ἤδη λέλυκε καὶ ἀσθένεια ἣ ἐγχορεύει φυγάσι, σὺ δὲ τοῦτο καὶ ὑπερῆρας, ὦ Ἀριστείδη, καὶ εὐεργεσίας κατήρξω παρ’ ἐλπίδας εἰς ἀτυχοῦντας ἡμᾶς, καὶ οὐδὲ τοῦθ’ ἡμῖν ἐνέλιπεν εἰς τὸ μηδὲν ὦν προσεδοκήσαμεν γεγονέναι. καί σοι οὐδὲν ἀπόλωλε τῆς ἐπὶ τούτοις χάριτος· καὶ εἰ μὴ κατορθῶσαι ἴσχυσας, ἀλλὰ καὶ πλείονος ἀρετῆς ἐξ οὗ προθυμίας εισϋπερεδει αὐτὴν ἐσώθημεν ᾐσθήμεθα ὅτι καὶ πρὸς οὕτως ἔχοντας Ἀθηναίους ἐμαχέσω. περὶ δὲ τῆς φερούσης ἡμᾶς νῦν φυγῆς, ὡς ἀντὶ μειζόνων αὐτῆς κακῶν κακόν γε καὶ αὐτὴν οὖσαν ᾑρήμεθα, πῶς οὐχὶ καὶ σοὶ ταὐτὰ δόξει; αὖθις καὶ Πολύγνωτος ἐπέστειλεν ἡμῖν· καὶ αὐτὸς γὰρ τὸ φεύγειν κατὰ τάχος ὡς ἀπὸ τιμωρίας ἑτοίμης παρεκελεύετο. καὶ οὐκ ἐδόκει μοι τούτου οὐκ ἂν γενομένου εἰ μένοιμεν ἁμαρτάνειν. Ἀθηναῖοι γὰρ ἦγον ἐπὶ τὸ κοινὸν δικαστήριον τῶν Ἑλλήνων, ὅπου πολὺ πλέον γε τὸ Δωρικὸν τοῦ Ἰωνικοῦ. καὶ τὸ μὲν πλέον ἔμελλεν ἐναντίον γίγνεσθαι, τὸ δὲ ἔλασσον ἀνωφελές, καὶ αὐτὸ δὲ οὐ φίλον ἦν τὸ ὑπηργμένον. ὥστε εἰκότως ἂν ἡμᾶς τὸ ἄλλο ἅπαν δέξαιτο ἀνθρώπων γένος, εἴτε βαρβάρων εἶτε Ἑλλήνων τύχοι, παρ’ οἷς δυνήσεται ἡμᾶς καὶ ταῦτ’, ἐφ’ οἷς διωκόμεθα, ὠφελεῖν.
ιθ′. Ἀνταγόρᾳ. Ἐπηγγέλλεσθέ μοι πολλάκις, ὦ Ἀνταγόρα, σὺ καὶ Αὐτόλυκος, ῥᾳδίως ἡμᾶς τοῦ ἐξοστρακισμοῦ ἀπολύσειν· μαχεῖσθαι γὰρ τῷ ἐχθρῷ ἡμῶν Ἀριστείδῃ ἐλέγετε καὶ πρὸς τὰ ἐναντία τὸ πλῆθος ἢ ἐκεῖνος ἄξειν, καὶ ἤδη αὐτὸν ἔλασσον φέρεσθαι μὴ ἐθέλοντα ἀνεῖναι τῆς ἔχθρας. Ἀριστειδη δ’ ἡμῖν Ἀνταγόρας γέγονε καὶ Ἀριστείδης Αὐτόλυκος, καὶ οὐδενὸς ἂν τῶν κακῶν μετέσχομεν, ὧν ἐμέλλομέν τε καὶ ἤδη μετέχομεν, εἴπερ ἡμῖν τοιοῦτοι τρεῖς ἢ τέσσαρες ἐγένεσθε ἐν Ἀθήναις φίλοι ὁποῖος Ἀριστείδης ἐχθρὸς εἷς, μᾶλλον δὲ εἰ καὶ ἐπείσθητε ἡμῶν τῷ ἐχθρῷ. νῦν δὲ διὰ τίνας μᾶλλον, ὦ Ἀνταγόρα, φεύγομεν ἢ δι’ ὑμᾶς; οὐ γὰρ διὰ τοὺς ἐχθρούς γε ἀλλοτιηι κατερχόμεθα ἀγγεῖλαι. ἀλλὰ νικήσατε, ὦ φίλοι, καὶ φεύγομεν οὐδένα οὐδαμοῦ αἰτιασόμενοι, καὶ εἰ τὰ οἴκτιστα πεισόμεθα.
κ′. Πολυγνώτῳ. Ταῦτ’ ἔστιν, ὦ Πολύγνωτε, τὰ συμβάντα ἡμῖν μετὰ τὴν ἐξ Ἄργους φυγήν, ἃ παρεκάλεις γραφῆναί σοι καὶ ἐγὼ γέγραφα. τοῦ γὰρ ἀγγέλου κατὰ σπουδὴν ἐλθόντος, ὅνπερ ἔστειλας ἡμῖν τά τε ἄλλα καὶ φεύγειν ἀγγελοῦντα, ἄρας αὐτίκα ἀπ’ Ἄργους (συνήραντο δέ μοι καὶ τῶν ξένων Νικίας καὶ Μελέαγρος) κατῆλθον ἐπὶ Κυλλήνην τὸ Ἡλείων ἐπίνειον. ἐκεῖθι δὲ ἐκινδυνεύσαμεν ὑπὸ χειμῶνος ἀναμεῖναι τοὺς διώκοντας ἡμᾶς· πλεῖν γὰρ ἐπὶ Κέρκυραν ὡρμημένοι, χάριτος ἡμῖν ἐς Κερκυραίους προϋπηργμένης, τρεῖς ὅλας κατειχόμεθ’ ἡμέρας, καὶ οὐκ ἐδόκει ὅτι φεύγομεν ἔτι Λακεδαιμονίοις ἄδηλον εἶναι. τετάρτῃ δὲ ἡμέρᾳ πλοῦς σφόδρα ἀγαθὸς ἡμῖν γίγνεται, κἀγὼ τοὺς μὲν ξένους ἀπέλυσα ἐπαινέσας (ἔτι γὰρ ἡμῖν καὶ πορρωτέρω ἠξίουν συμφεύγειν), νῆα δέ, ἣν παρέσχοντό μοι, ἀφεὶς ἐπὶ Κέρκυραν εὐπετῶς διεκομίσθην. Κερκυραῖοι δὲ οὐκ εὐχάριστοι μᾶλλον ἢ ἀκίνδυνοι ἐβούλοντο εἶναι καὶ ἀμοιβὴν ὧν εὐεργετοῦντο ἀπαιτούμενοι εὐεργεσίαν ᾐτοῦντο μὴ ἐπὶ Κερκύρᾳ τὴν φυγὴν καταλύειν, ὥστε ἡμῖν ὅ τι δράσωμεν ἠπόρει ἡ γνώμη. ἤδη δὲ καὶ τὴν ναῦν τοῖς ξένοις ἀπεπεπόμφειν τοῖς Ἀργείοις, οἰκέται τέ μοι ἐλάσσονες ὧν ἀπέλυσα ἐλείποντο. ἐπεὶ δὲ Κερκυραῖοι καὶ τραχύτερα ἤδη ἐφθέγγοντο καὶ προδώσειν ἐῴκεσαν πολὺ μᾶλλον ἢ μαχεῖσθαι ὑπὲρ ἡμῶν, ἔγνων ἐπὶ Σικελίαν τε καὶ πρὸς Γέλωνα πλεῖν. Γέλων γὰρ δὴ τότε Συρακοσίων ἐμονάρχει καὶ ἤρτητο οὐ παρέργως ἡμῶν καὶ οὐκ ἔμελλεν Ἀθηναίοις πεισθήσεσθαι. νῆα δὴ σκέπτομαι ἀνδρῶν Λευκαδίων, οἳ τῇ ἐπιούσῃ ἡμέρᾳ ἔμελλον εἰς τὸ Αὐσόνιον ἐμβάλλειν. καί με ἀπέστρεψεν κομισθεῖσα ἀγγελία· ἐτεθνήκει γὰρ ἤδη Γελῶν καὶ πολλὴ περιειστήκει ταραχὴ Ἱέρωνα τὸν ἀδελφὸν αὐτοῦ ἄρτι εἰς τὴν μοναρχίαν καθιστάμενον, καὶ ἐγώ, ὥσπερ εἶχον, τῇ αὐτῇ νηὶ ἐπί τε Ἤπειρον πλέω, καὶ ἀποβὰς εἰς Μολοσσοὺς ἔρχομαι καὶ ἐπὶ τῇ ἑστίᾳ τῇ Ἀδμήτου ἐκαθεζόμην. Ἀδμήτῳ δὲ τότε ὑπήκουε τὸ Μολοσσῶν ἔθνος, καὶ ἐδόκει μάλιστα αὐτῷ δι’ εὐσέβειαν ἡ βασιλεία ηὐξῆσθαι, καὶ οὐκ ἐφαίνετο περιόψεσθαι ἡμᾶς ἱκέτας γενομένους. τῶν δ’ Ἀθηναίων καὶ Λακεδαιμονίων οἱ πεμφθέντες ὅπως βίᾳ πάντοθέν με ἀγάγωσι, τῇ ἐπιούσῃ ἡμέρᾳ καταπλεύσαντες ἐς Μολοσσοὺς ἀφικνοῦνται, καὶ καταλαβόντες με αὐτόθι ἐχάρησαν καὶ ἄξειν προύλεγον, καταστάντες τε Ἀδμήτῳ τοιαῦτα ἔλεγον. προδότην, ὦ Ἄδμητε, ἐλάνθανες οἴκῳ τε τῷ σῷ καὶ ἑστίᾳ δεξάμενος. οὗτος δὲ ἧσσον οὐδὲν ἢ σὲ καὶ Μολυσσοὺς προεδίδου, καὶ εἰ κατώρθωσεν, ἡμεῖς, ὦ Ἄδμητε, ἱκέται τῆς Μήδων ἐγενόμεθ’ ἂν ἑστίας, οὕτος δ’ ἂν ἴσως καὶ ἀντὶ σοῦ ἐβασίλευε Θεσπρωτῶν. νῦν δὲ ἄδικοι ἄρα ἐς Παυσανίαν ἐγενόμεθα· τῶν γὰρ αὐτῶν ἕνεκα βουλευμάτων ὃ μὲν τετιμώρηται ἤδη, ὃ δὲ σεσῶσθαι προσδοκᾷ καὶ σὲ τοῦ ἀδίκου βοηθὸν ποιεῖται, Παυσανίᾳ δὲ οὐδ’ ἡ Χαλκίοικος ἐπήρκεσεν. ἀλλὰ τοῦτον μὲν ἀνίστασθαι κέλευε καὶ παυσάσθω γε διαβάλλων καὶ τὴν σὴν μιαίνων ἑστίαν, φίλοι δέ σοι ἔστωσαν Ἀθηναῖοι καὶ Λακεδαιμόνιοι ἐνθ’ ἑνὸς προδότου καὶ φυγάδος. ταῦτα εἰποῦσιν αὐτοῖς ἐγὼ ἔμελλον ἀντιλέγειν ὑφ’ ὧν ᾤμην αἰσχυνθέντας αὐτοὺς ἀπελαθήσεσθαι, ἀλλὰ φθάνει Ἄδμητος εἰπών οὗτος μὲν ὁ καιρός, ὦ Ἀθηναῖοι καὶ Λακεδαιμόνιοι, τὴν ἱκετείαν μόνον τὴν Θεμιστοκλέους δικάσει· εἰ δὲ καὶ τὴν προδοσίαν ἐδίκαζον μήτε Ἀθηναίους μήτε Λακεδαιμονίους εὖ ποιῶν, ἀπέλυον ἂν Θεμιστοκλέα. καί μοι ταῦτ’ ἔδοξεν ἂν τήν τε ἐπ’ Ἀρτεμισίῳ ναυμαχίαν κελεύειν καὶ τὴν ἐν Σαλαμῖνι, τήν τε Παυσανίου προδοσίαν, ἥτις ὑμῖν, κἂν ἐπὶ Θεμιστοκλέα διαιρῆτε αὐτήν, ἀεὶ μόνου ἔσται Παυσανίου. καὶ ταῦθ’ ὑμεῖς τε ἐμὲ ἀγνοεῖν ἐδόξατε, ἐγώ τε ὡς ταῦτα ἀγνοῶν τὰ τῆς ἱκετείας δικάζω. ἄνδρα τῆς ἐμῆς ἁψάμενον ἑστίας καὶ δεδιότα μὲν ἀνθρώπους, τοῖς δ’ ἐν Ἠπείρῳ θεοῖς πιστεύοντα σῶν τε φυλάσσω καὶ ἱκέτην ἀπήμαντον καὶ ἀβλαβῆ, καὶ οὐκ ἀνθρώπων τίσιν ἀπεύχομαι, ἀλλὰ θεοὺς δεδιέναι οὐκ ἀρνοῦμαι, θυσιῶν τε ἡγοῦμαι ἁπασῶν χάριν ἀμείνῳ εἶναι θεῷ ἱκέτην φυλασσόμενον. οὕτω μὲν δὴ ἐκεῖνοι κατηφήσαντες ἐκ Μολοσσῶν ἐχώρουν, ἐγὼ δὲ εἰς Μακεδονίαν ὑπὸ Ἀδμήτου πεμφθεὶς καὶ εἰς Πύδναν ἐλθὼν πρὸς Ἀλέξανδρον Μακεδόνων ἄρχοντα, πέμπομαι ὑπ’ Ἀλεξάνδρου ἐπὶ τὴν ἐκεῖ θάλασσαν. καὶ ἐπιτυχὼν ὁλκάδος εἰς Ἰωνίαν πλεούσης ἐμβὰς ἐκομιζόμην· ταύτῃ γάρ τοι, βασιλέως δὴ μάλιστα ᾐσθημένου ὧν εἰργασάμεθα αὐτὸν κακῶν, ῥᾷστα ἐμέλλομεν εἰ δίκαια πεπόνθαμεν γνώσεσθαι. πλέοντας δ’ οὐκέθ’ ἡμᾶς εὔπλοια ἦγεν, ὑφ’ ἧς καὶ ἀναχθῆναι ἐπείσθημεν, ἀλλ’ ἤδη καὶ ἰσχυρῷ χειμῶνι ἐχρώμεθα. καὶ οὐκέθ’ ὁ χειμὼν ἐμὲ τοσοῦτον ἐλύπει, ἀλλ’ ὅτι ἐπὶ Μάξον κατεφερόμεθα· Βάξον δὲ Ἀθηναῖοι τότε ἐπόρθουν, καὶ ἐπὶ τὸ στρατόπεδον αὐτῶν κατε ἐγὼ δὲ ἐν πολλῇ ἀμηχανίᾳ ἐκείμην καὶ ἤδη ἐνόμιζον ἱκετείας τε ἀνωφελεῖς ἱκετεῦσαι καὶ ὀλεθρίου ἅψασθαι φυγῆς· ἀκμητὶ γὰρ ἔμελλον ἁλώσεσθαι Ἀθηναίοις πρὸς τοὺς διώκοντας ὁ φεύγων ἐληλυθώς. ἀλλ’ ἐπὶ τοῖς μὲν ἐν τῇ νηὶ ἁγνῶς ἅπασιν εἶναι ἐδόκουν, τοῖς δὲ ἐν τῷ στρατοπέδῳ ἐπιγνωσθῆναι δεδίειν, οὐκ ἐξέλειπον τὴν ναῦν, οἱ σύμπλοι δ’ ὕποπτοι ἐγίγνοντο, καί τι κακὸν αὐτοῖς γίγνεσθαι ἐδόκουν και οὐκ ἐπιτήδειος εἶναι ἐν τῷ πλεῖν, ὥστε καὶ ἐκβάλλειν με τῆς νεὼς ἐβούλοντο. ἐν τούτῳ δέ μοι κινδύνου ἑστῶτι Διοπείθης ἀνὴρ τῶν συμπλεόντων ἡμῖν, γένος Βαργυλιήτης, καὶ πρότερον ἐνορῶν τέ μοι πολλάκις καὶ θαυμάζοντι ἐοικὼς ἔτι μᾶλλον τότε ἐσκέπτετο, καὶ τούτῳ ἰσχυρῶς ὅνπερ ᾤετο αὐτὸς ὢν ἐφάνην. καί μοι μόνος ἔγγιστα ἐλθὼν ὀλίγῃ τῇ φωνῇ ἔλεγεν ἀκλεῶς ἐνυβρίζει σοι τὸ δαιμόνιον, ὦ Θεμιστόκλεις, εἴ σοι ἐν μόνῳ τῷ ἀγνοηθῆναι Θεμιστοκλεῖ ὄντι τὸ σώζεσθαι κεῖται. ἀλλ’ ἔγωγε καὶ ἔγνωκά σε καὶ τοῦτο μάλισθ’ ὡς ὀλέθριον δεδιότι σωτηρίαν ἴσως ἐργάσομαι. ἐγὼ γάρ τοι εἰμὶ ἐκεῖνος, ὃν σὺ ἐρρύσω ὅτε με εἰς Ἀρτεμίσιον ἔμπορον καταπλεύσαντα ἀνδρὸς Ἑστιαιέως ἐχθροῦ ἰδίου ἕνεκα ἀποθανεῖν ὡς παρὰ βασιλέως πλέοντα ἠξίουν. σὺ δέ, ὅπερ ἦν, ἀπιστήσας αὐτοῖς ἔτι καὶ ἐκάκισας τῆς ἐπιχειρήσεως, καὶ οὔτε εὖ ἐπεπόνθεις ὑφ’ ἡμῶν πρότερον, οὔτε πείσεσθαι προσεδόκας· ἡγεμὼν γὰρ ἦς βασιλεῖ ἀντίπαλος καὶ ἄλλοις εὐεργεσίας παρείχου. καὶ ἐγὼ ἀπεγνώκειν ἐκείνης τῆς χάριτος ἀμείψασθαι Θεμιστοκλέα καὶ οὐδὲ ἐβουλόμην· οὐ γάρ σε ὧδε πράξειν ὥστε καὶ ἡμῶν δηθῆναι ἠλπίσαμεν. ἀλλ’ ὦ φέριστε ἔφην ἐγώ, οὐδ’ ἐμοὶ τοῦτο νῦν ἀτύχημα γέγονεν, εἰ καὶ ἐπὶ τὸ παρὰ σοῦ λαχεῖν ἀμοιβῆς ἀφῖγμαι καὶ δύναταί με ταῦτ’ ὠφελεῖν. σὺ δὲ χαῖρέ τέ μοι καὶ εὐτύχημα ἔσται, εἴ σοι δύναμις ὧδε ἔχει ὥστε σῶσαι Θεμιστοκλέα. αὐτίκα οὖν ἄγει τε πρός με τὸν δεσπότην τῆς νεὼς ἑταῖρον ὄντα αὐτῷ, καὶ κοινωσάμενος ἐδεῖτο φεύγειν ἀπὸ τῆς Νάξου κατὰ τάχος· ὃ δὲ ἠγανάκτει καὶ ὥρμησεν ὡς εἶχεν ἐξελθὼν μηνύειν εἰς τὸ στρατόπεδον. καὶ ἐγὼ δεήσει μὲν οὐδεμιᾷ ἐχρησάμην, ἀπειλὴν δὲ αὐτῷ τίθεμαι ἐρεῖν εἰς Ἀθηναίους ὅτι με οὐκ ἀγνοῶν ἀλλὰ χρήμασι διαφθαρεὶς σώζει ἐκ τῆς Ἑλλάδος. καὶ ὅ τε ἄνθρωπος ἔδεισε καὶ μεταβαλόμενος δωρεὰν τοῦ ἔργου ᾐτεῖτο, ἐγώ θ’ ὑπεσχόμην, καὶ νύκτωρ ἀναχθέντες ἐκομίσθημεν εἰς Ἔφεσον. ἐκεῖ δὲ Περσῶν τινὰς καταλαμβάνω φύλακας Καρίας ὑπ’ Ἀρταβάζου καθεζομένους· καὶ Ξέρξῃ μὲν ἤδη ἀδεῶς εἶχον ὅστις εἴην λέγειν, καὶ τό τε ὄνομα ἔφραζον καὶ ὡς μέγα ὀνήσων τὸν βασιλέως τε ἔφραζον καὶ ὡς μέγα ὀνήσων τὸν βασιλέως οἶκον ἐλήλυθα, οἳ δὲ τήν τε ἐπαγγελίαν τοῦ λόγου πρὸς Ἀρτάβαζον ἐκόμιζον, ἐμέ τε ἦγον εἰς Φρύγας· ἦν γὰρ Ἀρτάβαζος ἐν Φρυγίᾳ. ὃ δὲ ἐπεὶ τά τε ἄλλα ἐξ ἐμοῦ καὶ ὡς διέγνωκα πρὸς βασιλέα βαδίζειν ἤσθετο, ἐπῄνει τε καὶ ἔπεμπεν εὐθύς, καί μοι ἵππους δύο καὶ τοὺς ἴσους οἰκέτας δωρεῖται, καὶ τρισκαίδεκα δὲ ἄλλους Περσῶν συνέπεμψεν, οἷς ἥ τε ὁδὸς καὶ τὰ ἐπιτήδεια ἔμελεν· αὐτοὶ δὲ καμήλοις ἐχρῶντο. ὁδεύων δὲ ὄρη μὲν ὀλίγα κοίλην δὲ διῆλθον οὐχ ὑψηλήν, πεδία δὲ ἐθεασάμην τε καὶ διώδευσα μεγάλα καὶ οὐδαμῇ ἀνώμαλα. ᾠκεῖτο δὲ καὶ εἰργάζετο κάλλιστ’ αὐτῶν τὰ πλεῖστα, ἡ δὲ ἔρημος θηρία τε καὶ ζώων ἄλλων ἔβοσκεν ἀγέλας. καὶ ποταμοὺς ἔπλευσα πολλοὺς καὶ ἔθνεσι παντοίοις ἐμίγην. ἤδη δὲ ἀπὸ τῶν συνόδων καὶ τῆς Περσίδος φωνῆς ἀντελαμβανόμην καί με οὐκέτι ἡ ὁδὸς χαλεπῶς ἔτριβεν ὑπὸ τοῦ ἔθους καὶ ἥ τε ὁδὸς ἡμῖν ἐτελεύτα, καὶ παρὰ βασιλεῖ, ὅποιπερ ὡρμώμεθα, ἦμεν. ἐπεὶ δὲ ἐκομίσθη πρὸς αὐτὸν ἀγγελία παρεῖναι ἐπὶ τὰς θύρας αὐτοῦ Θεμιστοκλέα τὸν Ἀθηναῖον, ἄγομαί τε ἐγγὺς αὐτοῦ καὶ ἀχθεὶς ἄντικρυς τοῦ θρόνου ἀδεῶς εἰστήκειν, ὁ δ’ ἠγανάκτει καὶ παραθεασάμενος ὧδ’ ἔλεγεν. ὦ ξένε Ἀθηναῖε, λόγος μὲν ἤδη περὶ σοῦ πολὺς ἐν ἡμετέρῳ ἐφέρετο οἴκῳ, καὶ σύ τε ἅμα καὶ Μήδων ἡ ἐν Σαλαμῖνι συμφορὰ παντὶ ἀνὰ στόμα ἦτε. σὺ δὲ λέγοις ἂν πρὸς ἡμᾶς, πῶς θράσος ἔσχες ὄψει τε ἐμῇ ὀφθῆναι καὶ φωνῆς ἀκοῦσαι. καὶ σὺ Θεμιστοκλῆς ἐκεῖνος ἐλήλυθας, ὃν Μῆδοι λέγουσιν αἴτιον ἐμοὶ γενέσθαι καὶ πατρὶ ἐμῷ μὴ ἄρχειν Ἑλληνων; ἀλλ’ ἄμεινον μὲν ἐμοὶ ἢν Ἕλληνας ἔχειν ἢ σὲ τιμωρεῖσθαι, σὺ δὲ τοῦτό γε ἀντ’ ἐκείνου παρέσχησαι ἡμῖν, ὥστε σε ἐπαινέσαντες κολάσομεν. ταῦτ’ εἰπόντος αὐτοῦ παρίσταταί μοι ὑπ’ ἀνάγκης ἐπαινέσαι τὴν ἀπάτην, ἣν καιρός τις ποιεῖ ἀγαθήν, χρῶμαί τε αὐτῇ καὶ ἔλεγον κόλασιν, ὦ βασιλεῦ, φεύγοντες ἐπὶ σὲ βοηθὸν ἀφίγμεθα· κολάζειν γὰρ ἔμελλον ἡμᾶς οἱ Ἕλληνες ἀντὶ τῆς εἰς πατέρα τὸν σὸν εὐεργεσίας, ὅτι ὑμῖν φίλα ἐνθυμούμενοι τόν τε ἐπὶ Σαλαμῖνα πλοῦν κατὰ τάχος ποιεῖσθαι ἠγγείλαμεν, διεστῶτος τότε καὶ τεταραγμένου τοῦ Ἑλληνικοῦ καὶ μέλλοντος ἐπὶ Πελοποννήσου φεύγειν καὶ καιρὸν χρηστὸν ἐπιχειρήσεως παρέχοντος, τό τε ζεῦγμα λύειν ἐθέλοντας ἐκωλύσαμεν. καὶ σοὶ Μῆδοι μὲν διὰ τοῦτο μάλιστα ἀπενόστησαν ἐκ τῆς Εὐρώπης, ἐγὼ δὲ διὰ ταῦτα ἐπὶ τιμωρίαν ἠγόμην. ἔφθην δὲ φυγὰς γενόμενος, ὡς ἂν σέ τι ὀνήσω καὶ ἐμαυτῷ δίκας εὕρωμαι. καὶ ταῦτα ποιήσειν ἐπαγγέλλεται Ἐρινύς, μεθ’ ἧς ἐγὼ πλείω κακὰ ἐργάσομαι τοὺς Ἕλληηνας ἢ ἐδόκουν μετ’ ἐκείνων ἐργάσασθαι. ὃ δ’ εἶπεν ἐπειδὴ ἀποδώσεις ἡμῖν τὴν Ἑλλάδα, ἣν διὰ σὲ ἀφῃρῆσθαι οἰόμεθα, χαῖρέ τε καὶ οὐδενὸς χρηστοῦ ἀτυχήσεις, καί σου τοὺς λόγους πείρᾳ τε καὶ ἔργῳ δώσομεν. ἐκ τούτου, ὦ Πολύγνωτε, ἐνέτριβον ἐν τοῖς βασιλείοις τιμῆς τε λαγχάνων καὶ ἀεὶ τὰ περὶ Ἑλλήνων ἐξεταζόμενος. καί μοι βασιλεὺς αὐτός, ἐπεὶ καὶ τῇ Περσῶν αὐτὸν ἤδη φωνῇ πολλὰ ἠμειβόμην, χρυσοῦν τε δωρεῖται ἀκινάκην καὶ Περσικὴν ἐσθῆτα χρυσῆν ὑφαντήν ἐδωροῦντο δ’ αὐτίκα καὶ οἱ περὶ αὐτόν, ἐπεὶ τάχιστα ἤρξατο ἐκεῖνος. καί μου ἤδη Ἀρτάβαζον ἧσσον ἐνόμιζε πιστὸν καὶ ἐπὶ θάλαττάν με κατέπεμπεν ἐπὶ τὴν ἐκείνου σπρατηγίαν, καὶ οὐκ ἐσθῆτας ἔτι ἡμῖν οὐδὲ χρυσόν, ἀλλὰ πόλεις τε ἤδη καὶ πολλὴν γῆν ἐχαρίζετο· ἀφελὼν γὰρ τῆς ἑαυτοῦ βασιλείας Μυοῦντα καὶ Λάμψακόν τε καὶ τὴν ἐπὶ Μαιάνδρῳ Μαγνησίαν ἐμοὶ δίδωσι. καὶ Λάμψακον μὲν ἠλευθέρωσα καὶ πολλῶ φόρῳ βαρυνομένην ἅπαντος ἀφῆκα, Μυοῦντα δὲ τὴν ἐν Μαγνησίᾳ καὶ αὐτὴν Μαγνησίαν καρποῦμαι. ἀλλ’ οὔτε τῆς ἐξουσίας οὔτε τῶν χρημάτων μετά τινος τέρψεως ἀσθανόμεθα, ἀλλὰ χρημάτων μὲν ἅλις εἶναί μοι καὶ ὅσα ἐνεργῆ τὴν φυγὴν μόνον ἡμῶν ἔσωζεν· (τῆς γὰρ νῦν παρούσης ἀφθονίας οὐδ’ οἱ φίλοι ὑμεῖς ἀπολαύετε), ἐξουσίαν δὲ τοιαύτην πῶς δυναίμεθ’ ἂν Ἕλληνες ὄντες ἀγαπᾶν; ὥστε περίστασιν ἐγὼ καὶ ἀνάγκην τὰ παρόντα μᾶλλον ἢ εὐτυχίαν ἡγοῦμαι. νῦν δὲ δὴ καὶ μᾶλλον ὑπὸ συμφορᾶς καταλαμβανόμεθα· μέμηνε γὰρ καὶ ἐγείρει τὴν ἐπὶ τοὺς Ἕλληνας στρατείαν βασιλεύς, καὶ ταῦτα ὑπὸ δευτέρας ἤδη κεκόμισται ἀγγελίας. καὶ ἡμᾶς ἄρα τοῦ στρατοῦ προβαλεῖται ἡγεμόνας καὶ Μήδους ὑποτάξει Θεμιστοκλεῖ, καὶ στατεύσομαι ἐπ’ Ἀθήνας ἐγὼ καὶ τῷ Ἀθηναίων ναυαρχήσοντι μαχοῦμαι; πολλὰ ἄλλα ἔσται, τοῦτο δὲ οὐδέποτε.
κα′. Τημενίδᾳ. Τῶν κρατήρων μοι τῶν ἀργυρῶν τοὺς μεγίστους τέσσαρας καὶ τῶν θυμιατηρίων τῶν χρυσῶν, ἐφ’ οἷς ἐπιγέγραπται τὰ Ἀσσύρια τὰ παλαιὰ γράμματα, οὐχ ἃ Δαρεῖος ὁ πατὴρ Ξέρξου Πέρσαις ἔναγχος ἔγραψε, θώρακάς τε σιδηροῦς ἐκείνων, ὧν ἔδειξάς μοι, τῶν παρὰ Ἀδμήτου τοὺς ἡμίσεις ἀπόπεμψον, μὴ βραδέως μέντοι μηδὲ εἰκαίως, μηδὲ ἐκ Κορίνθου ἐνθέμενος, ἀλλὰ τάχιστα ἀποστείλας καὶ κάλλιστα πιστεύσας καὶ πάντοθεν μᾶλλον ἢ Κεγχρέαθεν ἀναγομένῳ τοὺς κομίζοντας ἐπιβήσας σκάφει. ἔρρωσο.
Aeneas of Gaza
Christian Neoplatonist of the Gaza school (5th–6th c.); studied at Alexandria under Hierocles. His 25 surviving letters are short Atticising display pieces; he is also the author of the dialogue Theophrastus defending the resurrection of the body against pagan Platonism.
Epistulae
25 letters·~3,330 words (Hercher pp. 24–32)
Hercher (Epistolographi Graeci) pp. 24–32
Show Greek text (9 pages, OCR from Hercher 1873) — click any Greek word for Logeion + Morpheus
OCR note: Greek text below is extracted from the Internet Archive scan of Hercher's Epistolographi Graeci (1873). Recognition of the printed Greek is good but not perfect; verify any quotation against the linked page scan.
κως ΕΠΙΣΤΟΛΑΙ. α΄. Ἰωάννῃ. Εἰ σὸν ἐτύγχανε τὸ βιθλίον, ἤρων δὲ » παρ᾽ ἐμοὶ δι- τοιοῦτον ἢ φιλία. νῦν δὲ δεσπότης ἐγώ, σὺ δ᾽ οὐ δίδως. ἀλλὰ μὴ πρὸς φιλίου Διός, μὴ γάρ μοι τοῦτο ὅτι βιόλίον ἐμοὶ γὰρ οὐσία τοῦτο, χαί μοι τῶν Κροίσου χτηματῶν σεμνότερον εἶναι τὸ κτῆμα ἄλλος μὲν γὰρ σμινύης ἐρᾷ, ἑτέρῳ πρὸς χύνας ἔρως, ἄλλῳ τόξον ἐν ἡδονῇ, τῷ δὲ ἵππος τὰ παιδικά, ἐμοὶ δὲ βιύλία καὶ λόγοι. ἀλλ᾽ ὃ μᾶλλον τῶν ἄλλων τὸν χεχτημένον χαίρειν ποιεῖ, τοῦτο μᾶλλον τῶν ἂν δοχεῖ. , - ΕἸ ἄλλων τὸν ἀφηρημένον λυπεῖ. εἰ μὲν οὖν ἀποδώσεις, πείθομαίσου τῇ διανοίᾳ τὸ βιόλίον εἰ δὲ μή ; γγεγρᾶς μη) -ῸὉ , δόξεις τῶν γεγραμμένων ἐπιθυμεῖν ἀλλὰ τοῦ βιβλίον χεχτῆσθαι δοχεῖν. ἀλλὰ τί ταῦτά φημι; οὖχ ὅθεν πολλάχις εὐφράνθην, ἐντεῦθεν ἀνιάσομαι. β΄. Κάσσῳ. Λαέρτης ὃ γέρων οὐχέτ᾽ ἤθελεν εἶναι βασιλεὺς οὐδ᾽ ἀνθρώπων ἄρχειν, ἀλλὰ χηπουρός τε εἶναι χαὶ τῶν , τὰν ) δένδρων ἐπιμέλεσθαι. σὺ δέ δοχεῖς ἐζηλωχέναι τὸν ἄνθρώπον᾽ οὐ γὰρ ἂν τὴν πόλιν τοὺς σαυτοῦ ἀπο- - λιπὼν χρόνον οὕτω μαχρὸν ἐν ἀγρῷ προσχαθήμενος τοῖς φυτοῖς διῆγες λαλῶν. ἔδει δὲ οὐ τοῦ Λαέρτου με- μνῆσθαι ἀλλὰ Σωχράτους τῶν Σωχράτους δογμά- τῶν, ἐν οἷς ἐχεῖνος χαριέντως χαὶ σεμνῶς λέγων φιλο- Ὡς Ὁ ' σοφεῖ ὅτι τὰ χωρία τὰ δένδρα οὐδὲν ἐθέλει διδά-- σχειν, οἵ δ᾽ ἐν τῷ ἄστει ἄνθρωποι. τούτῳ μᾶλλον πειθόμενος μαχρὸν τῶν ἀγρῶν ὑπεριδών, ἐν οἷς ἄπορον σοφίας καρπὸν τοὺς γεωργοῦντας δρέπεσθαι, ἀναμνή- σθητι τῶν συνήθων ἐχείνων διατριδῶν, ἐν αἷς ἔνεστι , - , , , σοφόν τι μαθεῖν διδάξα! τὸ δὴ ικέγιστον, εὖ- φραίνειν τοὺς φίλους. γ΄. πρεσθυτέρῳ. Τοὐναντίον γέγονεν, ὃ μὲν ᾿Αναστάσιος ἡσυχίαν - , ΤΑΝ ἄγει, σὺ πολεμεῖς, ἀλλ᾽ οὔτε σοὶ πρέπον οὔτ᾽ ἄλλως χαλόν. βούλει σοι φράσω τοῦ πολέμου τὸν τρό- Κορνήλιος ᾿Αναστασίου χωρίον χατέλαδεν ὃν , , ον ἀκεῖνος ἐπολέμει χρόνον" ἐπειδὴ ἀφίκετο, ὃ μὲν ἠξίου τὸ πεδίον λαύεῖν δεσπότης, ὅ δὲ γεωργὸς ἠξίου χεχτῆσθαι, ἀλλ᾽ οὐ προῖκα. ἀλλὰ τιμὴν δρίζειν ἔδοξ ὶ περὶ τῆς ὠνῆς γράμματα γίγνεται, ἤδη δὲ ἔδοξε, καὶ περὶ τῆς ὠνῆς γράμματα γίγνεται, ἤδη δὲ , , , , ;
, δὶ τὸ χρυσίον φέρων Κορνήλιος ἕτοιμος ἦν χατα-- - , , θεῖναι τὴν τοῦ χωρίου τιμήν. » Ὁ - τ ἐξαίφνης ἐχέλευες μὴ τοῦτο ποιεῖν, σὸν εἶναι τὸ χτῆμα ᾿ φάσχων. ἐντεῦθεν ὀργὴ χαὶ πόλεμος. Ὁ Ἂς - - - ἀδιχεῖς, πρὶν εἰς ἡμᾶς ἐλθεῖν τὸ γεγονὸς διάλυσον" - , εἰ δὲ δοχεῖς, τὴν ταχίστην, ὡς παρὰ δικασταῖς ἀποδώσων εὐθύνας. βουλοίμην τοὺς φίλους. οι προσπεσὼν , ξει μὲν ουν Ν γὰρ ἀοίχειν δ΄. Ζωναίνῳ σοφιστῇ. Πολλὰ χἀγαθὰ γένοιτο ᾿Κπιφανίῳ τῷ καλῷ, ὅτιπερ " - », ; πο ἡμᾶς ἐνέπλησεν ἡδονῆς" ἀγαθὸν γάρ σε ῥήτορα χαλῶν , , , τι , υδλλόν τὸν τρόπον ἢ τὸν λόγον ἐθαύμαζε. τὸ ὃ , "" Ν , , " »" οὖν χεφάλαιον, φίλος ἐδόχει ἀληθινός, χαί με προσεῖπε πολλάχις παίζων ἅμα τῷ λόγῳ, ὑπὲρ σοῦ τοῦτο ποιῶν" σὺ γὰρ τοῦτο πράττειν ἐχέλευες. οἶσθα δ᾽ οἷος ἐχεῖνός ἔστι τῆς χάριτος ἐραστής. ἀμέλει χαὶ ὀχληρὸς ἦν θαυά μοι παρὰ σοῦ χαίρειν χελεύων. σὺ δὲ αἴτιὸς" , , εἰ γάρ μοι μιχρὰν πέπομφας ἐπιστολήν, ἀπέλαδον ἂν , ἡδέως μιχρὰ χαίρειν εἰπὼν ἀχούσας. Οὐλπίω. - "» , Καχοὶ χαχὼς ἀπόλοιντο οἰτινες ποτε ἡσᾶν οἱ τον , ὑμέτερον οὕτω πονήρως διαθέντες. Ἶ ' ' , ἡνιάθην ἐγὼ μὰ τοὺς θεοὺς οὐχ ἂν δυναίμην εἰπεῖν. , , ΄ ἀλλά μοί τις εὐτυχῶς ὀψέ ποτε παραπέπτωχε παρα- ; - ' ε»ο» , ΑΛ ε μυθία, ἧς χαλὸν χοινωνεῖν. ἐνεθυμήθην δὲ ὡς οὐ -Ὁ ». , παντελῶς ἄχρηστος ἣ συμφορά. νῦν γὰρ βεδαιότερον , » - γνώσεσθε ὅτι τρυσὸς ἄργυρος περιφανεῖς - ᾿ - ἐσθῆτες τοῖς μὲν πολλοῖς περιμάχητον, ἀδέδαιον δέ τι Ἂν Ὁ ξ ΕΞ ΄ θῶ χρῆμα καὶ οὖχ ἑστηχὸς οὐδὲ τοῦ ἔχοντος ὡς ἀληθῶς, τῷ βουλομένῳ διαρπάζειν ἔξεστι" τὰ δὲ μαθή!λατ εἴγε τῷ βουλομένῳ διαρπάζειν ἔξεστι" τὰ δὲ μαθήλατα - , , - χαὶ ἢ σοφία τοῖς μὲν ἀνοήτοις χαταγέλαστον, βέδαιον δέ , - τιχτῆυα πεπηγὸς καὶ ἀνάλωτον τὸ ὅλον χρεῖττον ληστείας. τούτου μᾶλλον ἀντέχεσθε, οὐχέτι πρὸς , , , , φυλαχὴν δεήσεσθε οὐ τείχους, οὐχ ὅπλων, οὐ. φυλατ- , , τόντων φάλαγγος. ς΄. Πάμπῳ γραμματιχῷ. ᾿Ἀφείλετό μου τῆς ἐπιστολὴς τὴν ἡδονὴν τ στείας ἡ λύπη, ἣν οὐχ ἧττον ἠνιάθην ἐγὼ ἢ εἴπερ , , αὐτὸς ἐτύγχανον πεπονθώς. καὶ οὐκ ἀπίθανος ὃ λόγος" εἰ γὰρ χοινὰ τὰ τῶν φίλων, χοινὴ δήπου χαὶ τούτων ἀφαίρεσις. ἀλλὰ τί ταῦτα συνάχθομαι:; πάντως ὃ τοῦ χέρδους χρείττων ζημίας ἐγκρατής. Ὁ , εἰ δ᾽ ὀρθῶς γιγνώσχω βουλοίμην ἐντεῦθεν ἡμῖν παραυυθία. , παρὰ σοῦ μανθάνειν. ζ΄. Διοδώρῳ σχολαστιχῷ. Δυάλλαξεν ἡυᾶς χαλὸς Ἡρόδοτος ἅτε μουσιχὸς , , ς ὑπὲρ τὸν ᾿Ορφέα Θάμυριν ἐχεῖνον νῦν γοῦν ἔγνωμεν ἀλλήλους τυγχάνων. τοῦ ἀνδρὸς μουσιχή. ὥσπεο ἐν νυχτομαχία πρότερον πολεμοῦντες, χαὶ εἰ- ρήνη συχνή. ἀλλὰ χρατῆρα στήσαντες οἷον ἐν εἰρήνη , Τὰ , ; , , , ,
, ει" σπονδὰς ποιησώμεθα θεῶν μὲν Ῥρμῇ, ἀνθρώπων δὲ , , , , Ἡροδότῳ, τὴν στάσιν ὑμῖν μόλις διέλυσαν. τού- " τοῖς ἄγοντες τὴν ἑορτὴν τὴν μὲν χωμῳϑίαν, ἀναιδῶς , - , ΩΣ περιτρέχουσα ἐχλαλεῖ τὰ τῶν φιλτάτων, αὐτῇ τῶν ἐπιστολῶν ἐξελάσομεν, εἰσχαλεσάμενοι ὃ πᾶσαν γ ὃ ) ν᾿ ῃ Δ ἷν δὲ «ἢ φιλίαν δορυφορεῖ, τὴν πειθώ, τὴν χάριν, τὴν ἡἧδονήν, , ΕΣ , τὸν χρότον, τὸν ἔπαινον. τούτοις χαθίσωμεν σεμνό- , τερον θέατρον, ἀπειπόντες χωμῳδίχ μηδὲν ἐνο-- γλεῖν. η΄. Σωσίμῳ πρωτεύοντι. Ὅτι πλέων διεσώθης εὖ οἴδα- οὐ γὰρ κατὰ ληστείαν τῆς νηὸς οἷον οἵ δυνατώτατοι τῶν παλαιῶν, οὐδ᾽ αὖ κατ᾽ ἐμπορίαν οἷον οἱ πολλοὶ τῶν νῦν θνητῶν, λ Ν᾽ ὦ , ἀλλὰ πόθῳ φιλτάτων ἀνδρῶν τε καὶ τόπων, ὥστε σοι τὸν Φίλιον μὴ οὐχὶ συμπλεῖν λέγειν οὐ θέμις. ἀλλά σοι γένοιτο πόλις εὐμενὴς μετὰ τὴν θάλατταν, χαὶ τυχὼν τοῦ ἔρωτος παρὰ φίλων πρὸς φίλους ἐπα-- γήχοις. θ΄. Σωπάτρῳ σοφιστῇ. ᾿Ιπήνεσα τοῦ καλοῦ Κωνσταντίνου τὸν τρόπον, τὴν τύχην μεμψάμενος ἔδει γάρ, εἰ μακάριος ἦν, μιᾶς ἀπολαύειν πόλεως τῆς πατρίδος. νῦν δέ (οὐ γὰρ ἐδόκει τῇ τύχη πολλῶν ἀνθρώπων ἴδεν ἄστεα, πλανᾶται δὲ χατὰ ζήτησιν βίου, τὴν ἀπορίαν ἀποσεωνύνειν ἀναγχάζεται, ποιητικὴν ἐπαγγελλόμενος οὐκ ἐκ τῆς Ἑλλάδος ἀλλ᾽ ἐξ ᾿Ιταλίας πεποιημένην. ψοφεῖ γοῦν βα τι ὑπέρογκον. μετὰ ταύτης προσελθὼν ἐδεῖτό συμμαχε ἐγὼ δὲ σοῦ. πάντως δὲ χαὶ σὺ διασώσεις πρὸς ἕτ Ζωσίμῳ συφιστῆ. ως .Ὁὦ " - ΤΑΣ , υὲν νέος ἦν χρηστὸς Παῦλος, ποιητὴς δέ, , ἄξιος ἦν" νῦν δὲ ποιητὴς καὶ γέρων, ἀμφότερα δὲ ταῦτα τούτων ἐθέλεις τιμῷς τοὺς θεραπεύειν εἰδότας ἐπιζητεῖ. εἶναι πρῶτος χαλῶς γε ποιῶν. ἔχεις οὖν ὃν εὖ ποιήσεις. ια΄. ἀπὸ ὑπάτων. » , , , ἐμῶν γυμνασίων ὃ χαλὸς Πόντων φιλοπονία , τοὺς ἄλλους παραδραμών (μέγα δὲ τοῦτο συμιάλλεται ἀμέλει ῥητεριχῇς ἔγνω παλαίσματα, καὶ νόμων προσέθηχε ποιχιλίαν οὕπω πρὸς μαθημάτων συλλογὴν) τῶν πόνων ἐμπίπλαται, ἀπῆρε δὲ πρὸς ὑμᾶς ὥσπερ ἀγαθὸς ἀθλητὴς εἰς Ὀλυμπίαν ἀποδημῶν, ἤδη μὲν εἰς ἀγῶνα παρεσχευασμένος χαλῶς. εἰ δὲ ὑμεῖς ἐμνπνεύσετε, ὀλυμπιονίχην εἶναι τὸν νέον μαντεύομαι, γένοιτο δὲ ὑμᾶς λαμπρῶς ἀγωνοθετεῖν χαὶ ἂθλα τι- θέναι οὐ πυγμῆς χαὶ πάλης σύνης. προσφθέγγομαι τὸν ἐ τὸν περίδλεπτον Σ Στέφανον χαὶ τὸν Ἀαριέστατον Ἴωαν- γὴν χαὶ τοὺς οἱ κείους χαὶ ους ἑταίρους. ἀλλὰ) λόγων καὶ σωφρο- , ἐνδοξότατον Βίχτορα , , , , , , , , — ,
ὙΠ Υ.Ψ Εν. ΨΗΝ μὰ, ΒΟ ΒΎΒΙΝΗ ι΄. ἱἘπιϑβνίῳ σοξιστῆ. Τοῖς μὲν ἄλλοις - φανὲν ἱκανὸν παραμυθεῖσθαι τὸν ἔρωτα, σὺ δὲ χαὶ Ψυχῆς χαὶ σώματος εἰχόνας ἐπιζητεῖς. λόγοι τὴν διάνοιαν σαφῶς ἑρμτηνεύοντες αὐτὴν ἀτεχνῶς , ὑπογράφουσι τὴν ψυχήν. ἐπ᾽ αὐτὸ γοῦν τοῦτο πρὸς ἐμοὶ δὲ ἣν δεδογμένο, μηκέτι τοῦ εἰ- δώλου τὸ εἴδωλον ἐγχαταγράφειν. ἀλλ᾽ ὅχλως αἰσχυνθεὶς , - τὸν ὑμέτερον ἔρωτα, προσχαλεσάμενος τὸν τὰ ζῷα , , , - γράφοντα ἐναντίον καθήμενος, ἀτρεμίζοντι τῷ , -ὉὉ , - προσώπῳ σεμνῶς πάνυ σιγῶν χαὶ ἐμαυτὸν περιστέλ- λων ἀφῆχα τὴν τέχνην τῇ φύσει συνάπτεσθαι. τῷ εἰ , ξρασταις ὑποοηυα του ἐρωμένου μὲν οὖν ὑμᾶς ἀπῆραν" τοὐμὸν εἶδος ἀναρπάσασα ἣ τοῦ ζωγράφου δεξιὰ χρώμασιν ἐγκατατίθεται φέρουσα, χαὶ νῦν ἐστι παρὰ ; σοί, ὡς ἐξεῖναι διαλέγεσθαι ὁρᾶν τῶν ἐμοὶ , Ν᾽ - - παρόντων μηδὲν ἔλαττον ἔχειν. διαχονεῖ δὲ ἡμῖν , χαλὸς ὑπὲρ τούτου θάλατταν ἡδέως , - - - ὑπομένει, ὃ τοῖς ἀντερασταῖς χαλεπὸν εἶναι δοχεῖ. ἀλλὰ θεραπεία τϑὺς πόνους αὐτῷ συγχαλύψομεν. . Ἐγχρατίῳ. Χρὲς παιδαγωγὸς σήμερον ὑπὸ παιδὸς ἀγέ- βένος, σεμνὸς ἑ ἐδόχει τοῖς νέοις ὃ νῦν ἐλεεινὸς οὕτω τοιοῦτον ἣ τύχη. θόμεθα μέν, οὐ δέ; σύ γε. εἶ στρ ; μὴ γξ- τιώτης ἦν, εἶτ᾽ φαινόμενος. τί οὖν : ἡμεῖς συνα- ΞΕ , ἐξαίφνης αὐτοῦ τὴν οι ἧς ἠρίστευσεν, τύχη παρείλετο, οὐχ οἴει τοὺς , γομένους τῶν στρατιωτῶν τῶν λαφύρων αὐτῷ εἰς ἡμεῖς ἀπὸ τῶν ἊΨ , ἐν , ἔρανον φέρειν τὸ μέρος; ἡ τοίνυν , , - , λόγων ὃ βίος, τῶν ἐν τοῖς ὅπλοις ζώντων φαυλότεροι πρὸς φιλίαν ὀφθείημεν. ιδ΄. ᾿Ιωάννῃ π’οεσθυτέσῳ. , «Ὁ ' λάχανα γυν όξεῶς ἢ παλᾶι τὸν ΄ , , μέλιτος ἀμυγδάλων συμπλαχέντα χύχλον. τότ μὲν γὰρ ἣ χατὰ τοῦ παιδὸς διαδολὴ ἀφηρεῖτο - , ΝΑ Ὁ , ἀέλιτος τὴν ἧἥδονήν, νῦν ὃξὲ τοῦ τρόπου πραότης ᾿ μοι δοχεῖν ἐποίει τὰ λάχανα. γὰρ πατὴρ ΩΝ , , οὐχ διαδολὴς ὠργισμένος ἀλλ᾽ ἐπ᾽ ἀρετὴν εὐνοίας εἶναι παραχαλῶν χαὶ ἐγείρων εἰς προθυμίαν αὐτῷ τὸν διδάσχαλον. . Στετάνῳ πρεσόυτέρῳ. Οὐ νῦν πρῶτον ὃ λόγος παρὰ τῷ Νείλῳ, οὗ παρὰ τὰς ὄχβας τότε - , - ἼΘΙ Διούσαις συνεπαίζουιεν" ἐχεχόμψευτο δὲ χαὶ γελᾶν ὄχει σπουδάζων ὃ λόγος. χάλλους ἦν ἀγών, χριταὶ ἀλλά σοι πάλαι διελέχθην. » ἦσαν “λληνες, ἀγωνισταὶ δὲ Νιρεύς, ὃς κάλλι- στος Ὑένετ᾽ ἐπιχθονίων ἀνθρώπων, Θερσίτης, ὃς » ἀνὴρ ὑπὸ ἴλιον ἦλθε. χαὶ τὸ Ξσσξθδς τὸ πλέον ἔχειν Θερσίτης. ἠξίου, παρ ἔσχεν αὐτῷ τὸ ἄθλον ὃ λόγος, οὐδὲν ἐχώλυσεν τοῦ Ὁμήρου χωμῳδία μέρος ἕκαστον τοῦ σώματος ἀπὸ τοῦ : — , , , , ,
ὀνομάζουσα χαὶ μέχρι τριχὸς γελῶσα τὸν ἄνθρωπον. τὰ μὲν οὖν τότε συνέπαιζες τοῖς ἀχροαταῖς, νῦν δέ σε σπουδάζειν ἀχούω τοῖς ἱεροῖς τὸ χαλὸν δόγμα χη- ρύττειν χαὶ λόγῳ μεταρρυθμίζειν τῶν πολιτῶν τὸν τρόπον. χαὶ νῦν οἰκοδόμος τέχτων ἔχουσί τι περὶ τῶν θείων εἰπεῖν, χαὶ περὶ ἀρετῆς μεταξὺ τῆς ἐργασίας διαλέγονται οἱ πρὸ τῶν σῶν λόγων λίθους ξύλα λαλοῦντες. ἀλλὰ πολλὰ χάἀγαθὰ γένοιτο Ἐὐστρατίῳ τῷ χαλῷ ὅτι πολλὰς πόλεις διαδραμὼν τοῦ σοὺ ὀνόματος πάσας ἐνέπλ: υἱηδεὶς γὰρ ἀγαθὸς λανθανέτω. οὗτος χαὶ ταύτην ἀνέπεισε τὴν ἐπιστολὴν ὡς ὑμᾶς ἰέναι, ἐλπίδι μετεωρίσας μείζον᾽ ὑποσγό- μενος, χρύσεα χαλχείων, ἀντὶ τῆς ἡμετέρας τὴν ὕμε- τέραν ἐπιστολήν. ἀλλὰ μὴ καλῆς ἐλπίδος διχμάρ-- τοιμεν. Σαραπίωνι. Τὸ ὑμῖν ἀχκήχοα δρᾶμα, χαὶ αὐτὴν ἐδά- χρυσὰ τὴν γν; εἰ τῶν ἱερέων ὃ ἄρχεται, παρ᾽ οἷς εἰρήνη τὸ χήρυγαα. σῶὥσθαι, ἐντεῦθεν ἀπολλύμεθα, τίς πόρος σωτηρίας ταῦτα μὲν οὖν εἴποι τις ἂν οἷναι θρηνῶν, ἐγὼ δὲ ἈΠ ΤῊΣ συνήδομαι" ὅθεν ἔδει σε- ἡμῖν καταλείπεται ; ἀνιχρὸν - ΣΙ ΘΕΟ τ δὲ μὲν γὰρ τῶν χινδύνων ἣ πεῖρα, ἀχριδεστάτη δὲ με- γαλοψυχίας βάσανος ἣ ἐν τοῖς χινδύνοις εὐψυχία. ποία - γὰρ ἀρετῆς κτῆσις, ἧς ἀγὼν μὴ προηγήσατο ; εἰ μὴ χαὶ στρατηγὸν φαίης ἀρῖστον τὸν μηδεπώποτε δόντα πολέμιον. φέρειν δὲ δεῖ μὴ ἀθυμεῖν: ἐχ , ' - δὲ πολέμου γὰρ εἰρήνη βεδαιοῦται" εἰ δὲ τὸν - πόλεμον διενέγχοιμεν. ἀλλ᾽ οἷα δρᾶτε τοὺς φίλους. ἐγὼ τῆς ῥητοριχῆὴς ἐρᾶν πρὸς ὑμᾶς ὡμολόγουν, ἐλ- πίσας παρ᾽ ὑμῶν εὑρήσειν τὸ φάρμαχον, ἀλλὰ τοὐναν- , τίον γέγονεν" ηὐξήσατε γὰρ μᾶλλον ἢ διελύσατε τὸν , ἔρωτα, θέατρον ΄ τῇ ἐπιστολῇ συλλέγοντες χαὶ χρότον διεγείροντες. πῶς οὖν ἂν τις ἀτιμάσειε τὸ παρ᾽ , ἐπαινούμενον ιζ΄. Διονυσίῳ σοφιστῇ. . τ: Πάλα: τὸ Πήλιον χοινὸν διδασχαλεῖον τῶν , , - ἡρώων ἐδόχει, νυνὶ δὲ ἢ ὑμετέρα τῶν Μουσῶν ὕ Η "Ἂν πόλις. χαὶ ἐπίστευσαν πατέρες τοὺς υἱεῖς αὐτοῖς Ξὸ , ὡς ὑμᾶς φοιτῶντας ἢ λόγους μανθάνειν ἢ λόγους εἰδέναι - - , δοχεῖν, χαὶ θαυμαστὸν οὐδέν᾽ ἣ γὰρ πόλις ἀρχαία λ , Ὡς παλαιὰς μυθολογίας γέμουσα, περὶ ἄδεται ἀλλὰ , , τε πολλὰ χαὶ ὅτι Καλλιόπη θαυμάζγυσα τὴν πόλιν παραχάθηται τὸν “Βλιχῶνα παραθέουσα " - διε τὰς ἀδελφὰς αὐτῇ πείθει συνοικεῖν. δὲ ρμῆς ; Ξ πάντως οὐχ ἀνέξεται μὴ οὐ συμπαίζειν ταῖς ἀδελφαῖς, κι ὦ ἀλλὰ Ἀπόλλων μουσιχὸς ὧν θεὸς ταύτης ἐρᾷ οἱ - μᾶλλον ἢ τοῦ Παρνασσοῦ. οὐ γὰρ παραπλ αὐτῷ δοχεῖ μάχαιρα Δελφῶν χαὶ τὸ χάλλος τῶν παιδι- χῶν οὐδὲ πέτρα Δελφῶν χαὶ τῆς δάφνης τὸ ἄλσος, ἔνθα ΕΝ τ , τὸ ὕδωρ Ἐπ τοῦ θεοῦ τι μουσιχὸν , ὑπηχεῖν λέγεται. τὸ δὲ χάλλιστον, ὃ Διόνυσος διδα- , , , οἵ — , , ,
σχὼν ὡς ἀληθῶς τὰς τῶν θεῶν τελετάς. ταῦτα διε- γείρει πρεσόύτας, ταῦτα συγχαλεῖ νέους, διὰ ταῦτα καλὴν ἐλπίζω τὴν εὐπορίαν γενέσθαι τῷ νέῳ, ἄλλως καὶ ὅτι προτετελεσμένος τῶν παρ᾽ ἡμῖν καλῶν παρασχευῇ γένόμενος ἀπῆρεν, ὡς ᾿Αθήνησιν τὰ μικρὰ αυστήρια προτελούμενοι τῶν μεγάλων. ἔχου τοίνυν εὐμενῶς τὸν νεανίσχον, δοχιμαάζων αὐτοῦ τὴν φύσιν - ΕῚ , ΓΙ Χ , - τῆς νῦν ἐπιθυμίας, ἣν θάλατταν πλεῖ τῷ , , ΕῚ , , πολλὴν ἤπειρον ἐλαύνει οὐ μάλα ἐρρωμένῳ τῷ σώ- ἐχέτω δέ τι μεῖζον διὰ τὴν ἐπιστολήν. δεῖ γὰρ ταύτην θαρρεῖν μηδαμῶς τε ἐρυθριᾶν νῦν πρῶτον ὡς ὑμᾶς φοιτῶσαν, ἐρωτιχῶς τε προσίεσθαι χαί τὸ «Ὁ - , τι πρὸς αὐτὴν ἡδέως λαλεῖν. οὕτω πολλάχις ὡς ὑμᾶς τὰ τ «η΄. Θεοδώρῳ σοφιστῇ. - Σμυρναῖος “Ὅμηρος. Ἀριστείδης χοινω- , -“ , ΄ τῆς φιλοτιμίας. ὃ ἐμὸς ῥήτωρ Θεόδωρος. πάντως ἐμὸν χαὶ τοῦτο, εἴγε τὰ τῶν παίδων χαλὰ τοῦ πατρὸς ἰζ ἀλλ᾽ -— , εἶναι νομίζεται. εὖγε τῆς ὑμετέρας εὐφωνίας, — , "- , ἣν τῶν ᾿Αθηναίων παῖδες οὐ παρὰ τῶν πατέρων - , » , παρὰ δὲ τῶν Σύρων ἀττιχίζειν ἀξιοῦσι μανθάνειν. οὐχέτι γοῦν εἰς τὸν Πειραιὰ χαταίρουσιν οἱ τῆς — - - , ϑημείας ἐρῶντες, οὐδὲ φοιτῶσι παρὰ τὸ Λύχειον, παρ - , ἡμῖν τὴν ἀκαδήμειαν καὶ τὸ εἶναι γομίζοντες. ' ΕΣ , -- , , ἐγὼ γοῦν ἱκανὰς ἔχω παρ᾽ ὑμῶν τὰς ἀμοιδάς, εἰ -» “- πρόγονον δι᾽ ὑμᾶς ἄσουσιν ἴωνες τῆς ἐμῆς Ψυχῆς τὰς εἰκόνας καθαρῶς θεωροῦντες ἤδη τοῦ ΚΟΥ ἐσὺ σώματος τὸ εἰδος ὑπογράψουσιν. δὲ παρ᾽ ὑμῶν στολὴ ἐμοὶ μὲν λαμπρότερον ἀποφαίνει τὸ σχῆμα, , ὩΣ σοὶ δὲ χαλλίω τὴν φήμην ἐργάζεται. ιθ΄. Γεσσίῳ ἰατροσοφιστῇ. ᾿Ἐμὸς Προχόπιος. γενέσϑω δὲ σὸς ᾿Ελπιδίου παῖς, ὃν ἠῤδουλόμην ἔτι ζῆν, δι’ ὃν ἤκμασε παρ᾽ ἡμῖν ἰα- τρική. ἀλλὰ γὰρ χαλεπὸν περὶ τοὺς λόγους φιλοπο- νεῖν τὸ σῶμα κχαλὸν διασώζειν. οἷα γοῦν - πέπονθα ἐγὼ μὲν ὑπέγραφον, ὑμεῖς δὲ ὥσπερ , »"Ἢ θεαταὶ τοῦ πάθους γεγόνατε. ἀλλὰ τί δράσω; βαρεῖαι - δὲ β - μὲν αἱ τῶν νεφρῶν ὀδύναι ὀξεῖαι, ὑμεῖς δὲ βραδεῖς ,ὕ " ὡς ἔοικε χάριν διδόναι. ἢ πόσον χρόνον ἐπιστέλ- λομεν; τῷ δὲ χάμνοντι ἡμέρα μία πολλῶν ἐτῶν , περίοδος. ἢ οὐ φιλοσοφοῦντι τὸ πάθος βαρύτατον ; Ὁ , τέχνη παρὰ σοί, οὐχ ἕτοιμος ἣ τοῦ φαρμάχου - , χατασχευή : τί οὖν ἐμποδών, πλὴν εἰ μὴ τῆς εὐνοίας , , ἐπιλέλησαι, εἴγε ἄμεινον ἀγνοίας μᾶλλον ἢ χαχίας -— , χρίνεσθαι; χαλεπαίνει γοῦν ὃ διχαστὴς οὐ πρὸς ἀγνοοῦντα ἀλλὰ πρὸς ἐθελοχαχοῦντα. ἀλλ᾽ ὡς τῆς τῶν , φιλτάτων προδοσίας. ἔτι μὲν ἢ νόσος παρ᾽ ἐμοί, ΚΣ αἰ "ἢ δεν τι ἔτι δὲ τὸ φάρμακον παρὰ ἀλλὰ μεταξὺ λόγου τῷ πάθει πληττόμενον. κ΄. Τῷ αὐτῷ. - “- ΩΝ , , Τὰ Ὁ χαλὸς Νεμεσίων ἀπὸ τῆς τῶν νόμων ἐπιστήμης : , : ὦ ,
-Ὁ » , ἐπαινούμενος ἀπὸ τοῦ τρόπου μᾶλλον ἔτι θαυμάζεται. ἢ τον" τοἷλους “εὐτιν τι χάλλιστον σημειον; φιλοὺς ἤρευξιν, δε ᾿ , χαὶ εὖ πράττουσι μὲν συνήδεται, πεπονθόσι δὲ οἷα- , περ οὐχ ἔδει συνάχθεται. βουλοίμην μὲν σὲ πρὸς - ὩΣ τῇ ἀλλὴ φιλοσοφίᾳ τοῦτο μελετᾶν μελετή- , σεις δὲ τῶν ἀπόντων φίλων ἢ τῶν παρόντων μεμνη- " μένος. ἕως μὲν γὰρ ἂν τὰ πάθη λανθάνῃ, τὰ , , φάρμαχα ἐν μέσῳ χείμενα λανθάνει, ἀχιάζε , , πεοὶ τὴν θεραπείαν ἣ πλάνη" ἣ δὲ τοῦ πάθους ἐξέλαμψε τῇ τέχνη, καὶ δια- διάγνωσις οἷον φῶς - , γοίγει τὴν τῶν φαρμάχων περιουσίαν, χαὶ οὐχέτ , , , , : ἀμφίδολην τὴν θεραπείαν συνεισφέρει. ὑπεγράψαμεν , τὸ παθος, εἴ τί που μέμνησαι, ὡς συχνὴ προηγήσατο χίνησις, πολλὴ συνηχολούθησεν ἀντὶ τῆς περιττῆς , οἷ , ὑγρότητος τοῦ αἵματος ῥύσις, ὡς ἥσυχία δίαιτα Ν , , τὸ πάθος συνεσχίαζε. πάλιν χίνησις πάλιν ( , δ ἌΝ ἜΝ δι ὃς: ματος ῥύσις, αὖθις ἡσυχία δίχιτα, χαὶ ὡς , , , οὐχέτι τὸ πάθος συνεχρύπτετο, ἀλλὰ στύψις ἐπέ- χειτο τὸ μὲν πρῶτον μετρία, εἶτ᾽ οὐχ ἀγεννής; , ; τ “ΜΝ θ τελευτῶσα δ᾽ ἀφόρητος, αἰχιζομένη χαὶ ἔνδοθεν , , , " ὑδροίζουσα ὅλως τὸν ὀμφαλὸν σπαράττουσα. τι , γὰρ τις πρὸς ὑμᾶς ἀποχρύπτοιτο, ἃ δημοσιεύειν - φύσις οὐχ αἰσχύνεται; μᾶλλον ἕν ἔτι χαταλείπεται - “ φάρμαχον τῷ πάθει μονομαχεῖν, πλὴν εἰ μὴ ὑμεῖς , ὑπὸ σοφίας ἕτερον ἐξεύροιτε, ὁ διὰ τῆς πόας συμπε- , πλεγμένος χύχλος ἣν φυσαλλίδα μάλα σεμνῶς ὀνο- υάζουσι τῶν ἰατρῶν οἱ παῖδες. - , ν᾿ ἱκανὸν τὰς τοῦ νοσήματος ἐνέδρας λόχους ἀυύνε- σθαι. τουτὶ γὰρ μόνον χα΄. Δωροθέῳ πρεσόυτέρῳ. Οἱ μὲν πολλοὶ τὸ δὴ λεγόμενον ἀνίπτοις ποσὶν ἐπι- - - - πηδῶσι τοῖς ἱεροῖς, καθάπερ ὃ τοῦ Πλάτωνος χαλχεὺς » - , Ν᾽ ἐχεῖνος ὃ φαλαχρός, ὃς ἔτι δυσωδίας ὄζων , , ἂν ἸῸΝ Ὁ δ ,ὔ ἐπανέστη τῇ δεσποίνη. σὺ δὲ ἐξ ἱεροῦ διαδαίνε!ς εἰς δ ἱερόν, φιλοσοφίας εἰς ἱερωσύνην, ὃ δὲ τὴν ἐπιστολὴν , χομίζων ἱερῶν ἐστιν ὑπηρέτης. οὐχοῦν σὸς οὗτος. ΦΊΛ γι Ὁ Τῇ ? ἥσυχιας) χαὶ οὐχ οἰδ᾽ ὅπως μαθὼν ὄρος εἶναι , Θεῷ χεχαρισμένον δι᾽ ἐρημίαν εἰς ἡσυχίαν ἐπιτήδειον , , ΕΣ , , , πρὸς ἐχεῖνο πορεύεται. ἀλλ᾽ ἣ ἐμποδὼν ἀπορία τῆς ἀπορίας αἱ μηχαναί, ἃς δύνασαι διαλύειν τοῖς . ΄ τῆς ἘΝ ἐν μέτῳ τῆς χώρας ἱερεῦσι , » διασώζειν τὸν ἄνθρωπον. , -— χελευὼν μξχρι τοὺ Διοδώρῳ σχολαστιχῷ. πύλεμος ἡμᾶς πρὸς ἀλλήλους πολλὰ χελεύει )αλεῖν, εἰρήνη δὲ συχνὴν ἐπάγει τὴν σιωπήν, μόνος οὗτος ὃ πόλεμος εἰρήνης χρείττων ἐστί. τί γὰρ χα- ριέστερον ἢ θαμὰ παιδιχοῖς ἀδολεσχεῖν; λύσωμεν τοίνυν ἢ τὴν εἰρήνην ἢ τὴν σιωπήν. μὴ γὰρ τοὺς φίλους, γὰρ τοὺς ῥήτορας σιωπῶντας ἅλιος χα- τίδοι. ἢ : , , , , ,
᾿ἀχολουθεῖ, ὅσον τὸ πεδίον βούλεται. ᾿Ἐπιφανίῳ σοφιστῇ. χάλλος ζὴν ἢ γράφειν ιεμελέτηχεν ᾧ δεδώχαμεν τὴν ἐπιστολήν. δύναται δὲ εὐδαιμονοῦσαν οἰχίαν τῷ χεχτημένῳ διασώζειν χαλῶς. πόσοι γοῦν τοῦ βίου χοινωνὸν ἔχειν ἐδούλοντο, ὃ δὲ τῆς πατρίδος ἄλλον ἢ περιουσίας ἐρᾷ. πολλὰς δὲ πόλεις χαταμαθὼν οἷά τις ᾿Οδυσσεὺς ὡς ὑμᾶς οἷα πρὸς ᾿Ἀλχίνουν ὃ μὲν ὑμῖν διηγήσεται τὴν πλάνην οἷον ἐχεῖνος ἐχείνῳ, ὑμεῖς δὲ χαταλύσαντες τὴν πλάνην οἴκαδε διασώσατε, ὥσπερ, ἐχεῖνος μὴ γὰρ δια- μάρτοι τῆς δόξης δι᾽ ἐμοῦ πρὸς δυᾶς καταφυγών. ἐχεῖνον. Μαρκιανῷ. Φιλεῖν ἐχέλευες δίκηται γὰρ ᾧ δεδώχαμεν τὴν ἐπιστολήν. χατέδαινεν ἐπὶ φοινίκων ὠνὴν φέ ἔρων χρυσίον τὴν τῶν φοινίχων ἀλλ᾽ ὦ τῆς οὐδὲ πενίαν ἄνευ χινδύ- ὃ μὲν γὰρ ἤλαυνεν ἀγαθαῖς φιλίαν ὑποχρινομένων » » γεγο Χχαι αἰτέειν Ὧτ τιμήν" νῶν ἔστιν ἀμύνεσθαι. ἐλπίσιν ἐποχούμενος, τῶν δὲ , βαρδάρων ληστρικώτατοι προσπεσόντες παίουσί τε στρεθλοῦσι γυμνὸν τὸ ξίρος ἐπανατείναντες , , , ἀποσφάττειν ὅλως ἠπείλουν, τέλος δὲ τὸ λαῤόντες ἐχέλευον χάριν εἰδέναι ὅτι τὴν Ὧν οὐ τὸν βίον μετήλλαξε, Δίχη δ᾽ ὑπόπτερος οὖσα τῶν ἠδιχης χότων ἐνίους συλλαμθάνει. ἐχαλέπαινε μισῶν ἀεὶ τοὺς χλέπτας μᾶλλον ἢ τοὺς φανερῶς πολεμίους, χαὶ μάλα γε εἰχότως" τοὺς μὲν » , , γὰρ ἐστι πόρρωθεν φυλάττεσθαι, οἱ ὃε τοῖς φίλοις ἐξ ἀφανοῦς ἐπιτίθενται. — προσέταττεν ἐπανορ- θοῦσθαι τοῦ πένητος τὴν ἀπορίαν ἀναλαμόάνειν ὅσων ἀφήρηται. ὃ μὲν προσέταττεν ὁ στρατηγός, ὃ δ᾽ ἄπορος ἔτι τὴν πενίαν ὀδύρεται. ἀλλὰ στήσατε τοῖς , τὴν ληστείαν, τῷ δὲ τὴν ἀπορίαν. προσφθέγ- τὸν μεγαλοπρεπέστατον χαὶ θεοφιλέστατον στρατηγόν. ἤχουσεν ὃ "ὅς. χε΄. συλιανῷ ἀρχιτέχτονι. , δ -“ - Ὁ ΙΝ τὸν οἶμαι χεχτῆσθαι διὰ τὴν δὲ ὃ χαλὴν μηχανήν, ἣν σὺ μὲν ἐξεῦρες, ἐποίησε ὃς , ἊΣ , - , τέχτων. ἐγὼ τῷ λόγῳ. ἥδιστον γὰρ τὸ θέαμα. δύο μὲν μέγιστοι χύχλοι σανίσι γόμφοις συναπτόμενοι, ὥστε τοῖς ἔξωθεν θεω- μένοις δοχεῖν εἶναι. ἐπὶ δὲ τῷ χαταστρώματι πε- δίον ἔνδοθεν ἐχτρέχει περὶ τὸν αὐτὸν τόπον μαχρόν τινα δρόμον" δὲ χύχλος συμπαραθεῖ τοσοῦτον ὃ δὲ ἄξων, περὶ ὃν ὁ μέγιστος χύχλος αὐτοῦ μένων στρέφεται , συγχινεῖ μικρὸν ἕτερον χύχλον τὸν ἐπὶ τῷ φρέατι. ἐπὶ τούτῳ τὰ σχοινία καὶ οἵ χύες ἐπίχεινται χατὰ μέρος συνδεδεμένοι. ἀλλ᾽ ὀξυτάτη μὲν χίνησις, τοῦ δὲ μικροῦ χύχλου τὸ μέσον στενοχωρία, ὥστε μόνον τὰς ἀπαρχὰς τῆς ἐχροῆς ὑποδέχεσθαι. τὸ δὲ πλέον τοῦ ϑατος ἐπὶ τὸ φρέαρ ῥαδίως αὖθις χαταδυθὲν ὕ — , ,
ΒΟΡΗΙΒΤ ) τὺ νῷ , - μόλις ἀνάγεται. τουτὶ μὲν οὖν ἐπανορθώσασθαι δεῖ, τῷ δὲ τὴν ἀρχὴν ἐξευρόντι οὐ χαλεπὸν τὸ τέλος γί δὲ τὴν ἀρχὴν ἐξευρόντι οὐ χαλεπὸν τὸ τέλος γίνε- ται, μὴ γὰρ περιίδωμεν οὕτω καλὸν θέαμα τῆς ἑτέρου σοφίας δεόμενον, μὴ ταυτὸν πάθωμεν ὥσπερ ἂν εἴ τις ζωγράφος τὴν “Ἑλένην εἰς κάλλος γράφων τῆς κεφαλῆς ἐπιλάθοντο. -
Basil of Caesarea
Bishop of Caesarea in Cappadocia, brother of Gregory of Nyssa, friend of Gregory of Nazianzus — together the 'Three Cappadocians' who shaped Trinitarian orthodoxy. The Letters (368 in the canonical numbering) are a primary source for fourth-century church politics, monastic foundations, and Greek epistolary style.
Epistulae
368 letters·133,879 words·urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2
Show Greek text (368 letters) — click any Greek word for Logeion + Morpheus
Ἀπειρηκότα με ἤδη πρὸς τὰς παρὰ τῆς λεγομένης τύχης ἐπηρείας, παρʼ ἧς ἀεί τι πρὸς τὸ μὴ συγγενέσθαι σοι ἐμπόδιον γέγονε, θαυμαστῶς πως ἀνεκαλέσω καὶ παρεμυθήσω τοῖς γράμμασι. καὶ γάρ πως ἤδη καὶ κατʼ ἐμαυτὸν ἔστρεφον, μή ποτε ἀληθές ἐστι τὸ παρὰ τῶν πολλῶν θρυλλούμενον, ὅτι ἀνάγκη τίς ἐστι καὶ εἱμαρμένη ἡ καὶ τὰ μικρὰ καὶ τὰ μείζω τῶν ἡμετέρων ἄγουσα, αὐτοὶ δὲ οὐδενός ἐσμεν οἱ ἄνθρωποι κύριοι· ἤ, εἰ μὴ τοῦτο, τύχη τις πάντως τὸν ἀνθρώπινον ἐλαύνει βίον. καὶ τούτων πολλὴν συγγνώμην ἕξεις τῶν λογισμῶν, ἐπειδὰν τὰς αἰτίας, ὑφʼ ὧν εἰς αὐτοὺς προήχθην, μάθῃς. Ἐγὼ κατέλιπον τὰς Ἀθήνας κατὰ φήμην τῆς σῆς φιλοσοφίας, ὑπεριδὼν τῶν ἐκεῖ. παρέδραμον δὲ τὴν ἐφʼ Ἑλλησπόντῳ πόλιν, ὡς οὐδεὶς Ὀδυσσεὺς Σειρήνων μέλη. καὶ τὴν Ἀσίαν ἐθαύμασα μέν, πρὸς δὲ τὴν μητρόπολιν τῶν ἐν αὐτῇ καλῶν ἠπειγόμην. ἐπεὶ δὲ κατέλαβον τὴν πατρίδα, καὶ σὲ ἐν αὐτῇ, τὸ μέγα ὄφελος, ζητήσας οὐχ εὗρον, ἐντεῦθέν μοι λοιπὸν αἱ πολλαὶ καὶ ποικίλαι ἀφορμαὶ τῶν ἀδοκήτων ἐπιγεγόνασι κωλυμάτων. ἢ γὰρ ἀσθενεῖν πάντως ἔδει, καὶ διὰ τοῦτο ἀπολείπεσθαι, ἢ ἐπὶ τὴν ἑῴαν βαδίζοντι συναπαίρειν μὴ δύνασθαι· ὀψὲ δέ ποτε μυρίοις πόνοις τὴν Συρίαν καταλαβόντα, οὐκ ἔχειν συνεῖναι τῷ φιλοσόφῳ πρὸς Αἰγυπτίους ἀπάραντι. πάλιν οὖν ἔδει Αἴγυπτόνδʼ ἰέναι, δολιχὴν ὁδὸν ἀργαλέην τε, καὶ οὐδʼ ἐνταῦθα τὸ σπουδαζόμενον ἔχειν. ἀλλʼ οὕτω δυσέρως ἦν ὥστε ἢ τὴν ἐπὶ Πέρσας βαδίζειν ἔδει καὶ συμπροϊέναι εἰς ὅτι μήκιστον τῆς βαρβάρων (ἦλθες γὰρ δὴ κἀκεῖσε· τοσαύτη τις ἦν φιλονεικία τοῦ δαίμονος) ἢ αὐτοῦ καθῆσθαι ἐπὶ τῆς Ἀλεξάνδρου, ὅπερ οὖν καὶ συνέβη. δοκῶ γάρ μοι, εἰ μὴ ὥσπερ τι θρέμμα θαλλῷ προδεικνυμένῳ ἑπόμενος ἀπηγόρευσα, ἐπέκεινα ἄν σε καὶ Νύσσης τῆς Ἰνδικῆς ἐλθεῖν ἀγόμενον καί, εἴ τι ἔσχατον τῆς καθʼ ἡμᾶς οἰκουμένης χωρίον, καὶ τούτῳ ἐπιπλανηθῆναι. Καὶ τί δεῖ τὰ πολλὰ λέγειν; ἀλλὰ τὸ τελευταῖον νῦν ἐπὶ τῆς πατρίδος διάγοντι συγγενέσθαι οὐκ ἐξεγένετο, μακραῖς ἀῤῥωστίαις ἐξειργομένῳ· αἳ εἰ μὴ τοῦ γε λοιποῦ μετριώτεραι γένοιντο, οὐδὲ κατὰ τὸν χειμῶνα τῇ λογιότητί σου συνεσόμεθα. ταῦτα οὐχ εἱμαρμένης ἔργα, ὡς ἂν αὐτὸς εἴποις; ταῦτα οὐκ ἀνάγκης; ταῦτα οὐχί, μικροῦ δεῖν, καὶ τοὺς τῶν ποιητῶν ἐπὶ Ταντάλῳ μύθους ὑπερεβάλετο; ἀλλʼ, ὅπερ ἔφην, ῥᾴων γέγονα τοῖς γράμμασι καὶ οὐκέτι ἐπὶ τῆς αὐτῆς εἰμὶ γνώμης. φημὶ δὲ χρῆναι διδόντι μὲν τὰ ἀγαθὰ τῷ Θεῷ χάριν εἰδέναι, ταμιευομένῳ δὲ μὴ δυσχεραίνειν. καὶ δὴ οὖν καὶ ἡμῖν εἰ μὲν παράσχοιτο συνεῖναί σοι, ταῦτʼ ἄριστά τε ὁμοῦ καὶ ἥδιστα ἡγησόμεθα. εἰ δὲ ἀναβάλοιτο, πράως οἴσομεν τὴν ζημίαν. ἄμεινον γάρ που πάντως, ἢ ὡς ἂν ἡμεῖς προελοίμεθα, διοικεῖ τὰ ἡμέτερα.
Ἐπέγνων σου τὴν ἐπιστολήν, ὥσπερ οἳ τοὺς τῶν φίλων παῖδας ἐκ τῆς ἐπιφαινομένης αὐτοῖς ὁμοιότητος πρὸς τοὺς τεκόντας ἐπιγινώσκουσι. τὸ γὰρ μὴ μέγα εἶναι φῆσαι τὴν τοῦ τόπου κατασκευὴν πρὸς τὸ ἐμποιῆσαι ὁρμήν τινα τῇ ψυχῇ σου εἰς τὸν μεθʼ ἡμῶν βίον πρὶν ἂν περὶ τοῦ τρόπου τι μάθῃς καὶ τῆς διαγωγῆς σὸν ἦν ὄντως τὸ διανόημα καὶ τῆς σῆς ψυχῆς ἄξιον, τῆς πάντα τὰ τῇδε μηδὲν τιθεμένης πρὸς τὴν ἐν ἐπαγγελίαις ἡμῖν ἀποκειμένην μακαριότητα. ἐγὼ δὲ ἃ μὲν ποιῶ αὐτὸς ἐπὶ τῆς ἐσχατιᾶς ταύτης, νυκτὸς καὶ ἡμέρας, γράφειν αἰσχύνομαι. κατέλιπον μὲν γὰρ τὰς ἐν ἄστει διατριβὰς ὡς μυρίων κακῶν ἀφορμάς, ἐμαυτὸν δὲ οὔπω ἀπολιπεῖν ἠδυνήθην. ἀλλʼ ὅμοιός εἰμι τοῖς ἐν θαλάσσῃ ὑπὸ τῆς κατὰ τὸν πλοῦν ἀπειρίας ἀπορουμένοις καὶ ναυτιῶσιν· οἳ τῷ μεγέθει τοῦ πλοίου δυσχεραίνουσιν ὡς πολὺν τὸν σάλον παρεχομένῳ, κἀκεῖθεν ἐπὶ τὸν λέμβον ἢ τὸ ἀκάτιον μεταβαίνοντες, πανταχοῦ ναυτιῶσι καὶ ἀποροῦνται· συμμετέρχεται γὰρ αὐτοῖς ἡ ἀηδία καὶ ἡ χολή. τοιοῦτον οὖν τι καὶ τὸ ἡμέτερον. τὰ γὰρ ἔνοικα πάθη συμπεριφέροντες πανταχοῦ μετὰ τῶν ὁμοίων θορύβων ἐσμέν, ὥστε οὐδὲν μέγα τῆς ἐρημίας ἀπωνάμεθα ταύτης. ἃ μέντοι ποιεῖν ἔδει καὶ ὅθεν ὑπῆρξεν ἂν ἡμῖν τῶν ἰχνῶν ἔχεσθαι τοῦ πρὸς σωτηρίαν καθηγησαμένου (εἴ τις γάρ, φησί, θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθείτω μοι), ταῦτά ἐστιν. Ἐν ἡσυχίᾳ τὸν νοῦν ἔχειν πειρᾶσθαι προσήκει. ὡς γὰρ ὀφθαλμὸν περιαγόμενον συνεχῶς, καὶ νῦν μὲν ἐπὶ τὰ πλάγια περιφερόμενον, νῦν δὲ πρὸς τὰ ἄνω καὶ κάτω πυκνὰ μεταστρεφόμενον, ἰδεῖν ἐναργῶς τὸ ὑποκείμενον οὐχ οἷόν τε, ἀλλὰ χρὴ προσερεισθῆναι τὴν ὄψιν τῷ ὁρωμένῳ, εἰ μέλλοι ἐναργῆ αὐτοῦ ποιεῖσθαι τὴν θέαν· οὕτω καὶ νοῦν ἀνθρώπου ὑπὸ μυρίων τῶν κατὰ τὸν κόσμον φροντίδων περιελκόμενον ἀμήχανον ἐναργῶς ἐνατενίσαι τῇ ἀληθείᾳ. ἀλλὰ τὸν μὲν οὔπω τοῖς δεσμοῖς τοῦ γάμου συνεζευγμένον λυσσώδεις ἐπιθυμίαι καὶ ὁρμαὶ δυσκάθεκτοι καὶ ἔρωτές τινες δυσέρωτες ἐκταράσσουσι· τὸν δὲ ἤδη συγκατειλημμένον ὁμοζύγῳ ἕτερος θόρυβος φροντίδων ἐκδέχεται· ἐν ἀπαιδίᾳ, παίδων ἐπιθυμία· ἐν τῇ κτήσει τῶν παίδων, παιδοτροφίας μέριμνα, γυναικὸς φυλακή, οἴκου ἐπιμέλεια, οἰκετῶν προστασίαι, αἱ κατὰ τὰ συμβόλαια βλάβαι, οἱ πρὸς τοὺς γείτονας διαπληκτισμοί, αἱ ἐν τοῖς δικαστηρίοις συμπλοκαί, τῆς ἐμπορίας οἱ κίνδυνοι, αἱ τῆς γεωργίας διαπονήσεις. πᾶσα ἡμέρα ἰδίαν ἥκει φέρουσα τῆς ψυχῆς ἐπισκότησιν. καὶ αἱ νύκτες τὰς μεθημερινὰς φροντίδας παραλαμβάνουσαι, ἐν ταῖς αὐταῖς φαντασίαις ἐξαπατῶσι τὸν νοῦν. Τούτων δὲ μία φυγή, ὁ χωρισμὸς ἀπὸ τοῦ κόσμου παντός. κόσμου δὲ ἀναχώρησις, οὐ τὸ ἔξω αὐτοῦ γενέσθαι σωματικῶς, ἀλλὰ τῆς πρὸς τὸ σῶμα συμπαθείας τὴν ψυχὴν ἀποῤῥῆξαι καὶ γενέσθαι ἄπολιν, ἄοικον, ἀνίδιον, ἀφιλέταιρον, ἀκτήμονα, ἄβιον, ἀπράγμονα, ἀσυνάλλακτον, ἀμαθῆ τῶν ἀνθρωπίνων διδαγμάτων, ἕτοιμον ὑποδέξασθαι τῇ καρδίᾳ τὰς ἐκ τῆς θείας διδασκαλίας ἐγγινομένας διατυπώσεις. ἑτοιμασία δὲ καρδίας ἡ ἀπομάθησις τῶν ἐκ πονηρᾶς συνηθείας προκατασχόντων αὐτὴν διδαγμάτων. οὔτε γὰρ ἐν κηρῷ γράψαι δυνατόν, μὴ προκαταλεάναντα τοὺς ἐναποκειμένους χαρακτῆρας· οὔτε ψυχῇ δόγματα θεῖα παραθέσθαι, μὴ τὰς ἐκ τοῦ ἔθους προλήψεις αὐτῆς ἐξελόντα. πρὸς δὴ τοῦτο μέγιστον ὄφελος ἡμῖν ἡ ἐρημία παρέχεται, κατευνάζουσα ἡμῶν τὰ πάθη καὶ σχολὴν διδοῦσα τῷ λόγῳ παντελῶς αὐτὰ τῆς ψυχῆς ἐκτεμεῖν. ὡς γὰρ τὰ θηρία εὐκαταγώνιστά ἐστι καταψηχθέντα, οὕτως ἐπιθυμίαι καὶ ὀργαὶ καὶ φόβοι καὶ λύπαι, τὰ ἰοβόλα τῆς ψυχῆς κακά, κατευνασθέντα διὰ τῆς ἡσυχίας καὶ μὴ ἐξαγριαινόμενα τῷ συνεχεῖ ἐρεθισμῷ, εὐκαταγωνιστότερα τῇ δυνάμει τοῦ λόγου γίνεται. ἔστω τοίνυν τὸ χωρίον τοιοῦτον, οἷόν πέρ ἐστι καὶ τὸ ἡμέτερον, ἐπιμιξίας ἀνθρώπων ἀπηλλαγμένον, ὡς ὑπὸ μηδενὸς τῶν ἔξωθεν τὸ συνεχὲς τῆς ἀσκήσεως διακόπτεσθαι. Ἄσκησις δὲ εὐσεβείας τὴν ψυχὴν τρέφει τοῖς θείοις διανοήμασι. τί οὖν μακαριώτερον τοῦ τὴν ἀγγέλων χορείαν ἐν γῇ μιμεῖσθαι; εὐθὺς μὲν ἀρχομένης ἡμέρας εἰς εὐχὰς ὁρμῶντα, ὕμνοις καὶ ᾠδαῖς γεραίρειν τὸν κτίσαντα; εἶτα ἡλίου καθαρῶς διαλάμψαντος, ἐπʼ ἔργα τρεπόμενον, πανταχοῦ αὐτῷ τῆς εὐχῆς συμπαρούσης, καὶ τοῖς ὕμνοις, ὥσπερ ἅλατι, παραρτύειν τὰς ἐργασίας; τὸ γὰρ ἱλαρὸν καὶ ἄλυπον τῆς ψυχῆς κατάστημα αἱ τῶν ὕμνων παρηγορίαι χαρίζονται. Ἡσυχία οὖν ἀρχὴ καθάρσεως τῇ ψυχῇ, μήτε γλώττης λαλούσης τὰ τῶν ἀνθρώπων, μήτε ὀφθαλμῶν εὐχροίας σωμάτων καὶ συμμετρίας περισκοπούντων, μήτε ἀκοῆς τὸν τόνον τῆς ψυχῆς ἐκλυούσης ἐν ἀκροάμασι μελῶν πρὸς ἡδονὴν πεποιημένων, μήτε ῥήμασιν εὐτραπέλων καὶ γελοιαστῶν ἀνθρώπων, ὃ μάλιστα λύειν τῆς ψυχῆς τὸν τόνον πέφυκε. νοῦς μὲν γὰρ μὴ σκεδαννύμενος ἐπὶ τὰ ἔξω μηδὲ ὑπὸ τῶν αἰσθητηρίων ἐπὶ τὸν κόσμον διαχεόμενος ἐπάνεισι μὲν πρὸς ἑαυτόν, δι’ ἑαυτοῦ δὲ πρὸς τὴν περὶ Θεοῦ ἔννοιαν ἀναβαίνει· κἀκείνῳ τῷ κάλλει περιλαμπόμενός τε καὶ ἐλλαμπόμενος καὶ αὐτῆς τῆς φύσεως λήθην λαμβάνει· μήτε πρὸς τροφῆς φροντίδα μήτε πρὸς περιβολαίων μέριμναν τὴν ψυχὴν καθελκόμενος, ἀλλὰ σχολὴν ἀπὸ τῶν γηΐνων φροντίδων ἄγων, τὴν πᾶσαν ἑαυτοῦ σπουδὴν ἐπὶ τὴν κτῆσιν τῶν αἰωνίων ἀγαθῶν μετατίθησι· πῶς μὲν κατορθωθῇ αὐτῷ ἡ σωφροσύνη καὶ ἡ ἀνδρία· πῶς δὲ ἡ δικαιοσύνη καὶ ἡ φρόνησις, καὶ αἱ λοιπαὶ ἀρεταὶ ὅσαι ταῖς γενικαῖς ταύταις ὑποδιαιρούμεναι καθηκόντως ἕκαστα ἐπιτελεῖν τῶν κατὰ τὸν βίον ὑποβάλλουσι τῷ σπουδαίῳ. Μεγίστη δὲ ὁδὸς πρὸς τὴν τοῦ καθήκοντος εὕρεσιν καὶ ἡ μελέτη τῶν θεοπνεύστων Γραφῶν. ἐν ταύταις γὰρ καὶ αἱ τῶν πράξεων ὑποθῆκαι εὑρίσκονται καὶ οἱ βίοι τῶν μακαρίων ἀνδρῶν ἀνάγραπτοι παραδεδομένοι, οἷον εἰκόνες τινὲς ἔμψυχοι τῆς κατὰ Θεὸν πολιτείας, τῷ μιμήματι τῶν ἀγαθῶν ἔργων πρόκεινται. καὶ τοίνυν περὶ ὅπερ ἂν ἕκαστος ἐνδεῶς ἔχοντος ἑαυτοῦ αἰσθάνηται, ἐκείνῳ προσοιατρίβων, οἷον ἀπό τινος κοινοῦ ἰατρείου, τὸ πρόσφορον εὑρίσκει τῷ ἀῤῥωστήματι φάρμακον. καὶ ὁ μὲν ἐραστὴς τῆς σωφροσύνης τὴν περὶ τοῦ Ἰωσὴφ ἱστορίαν συνεχῶς ἀνελίσσει καὶ παρʼ αὐτοῦ τὰς σωφρονικὰς ἐκδιδάσκεται πράξεις, εὑρίσκων αὐτὸν οὐ μόνον ἐγκρατῶς πρὸς ἡδονὰς ἔχοντα, ἀλλὰ καὶ ἑκτικῶς πρὸς ἀρετὴν διακείμενον. ἀνδρίαν δὲ παιδεύεται παρὰ τοῦ Ἰώβ, ὃς οὐ μόνον, πρὸς τὰ ἐναντία τοῦ βίου μεταπεσόντος αὐτῷ, πένης ἐκ πλουσίου καὶ ἄπαις ἀπὸ καλλίπαιδος ἐν μιᾷ καιροῦ ῥοπῇ γενόμενος, διέμεινεν ὁ αὐτός, ἀταπείνωτον πανταχοῦ τὸ τῆς ψυχῆς φρόνημα διασώζων· ἀλλʼ οὔτε τῶν φίλων, τῶν εἰς παραμυθίαν ἡκόντων, ἐπεμβαινόντων αὐτῷ καὶ συνεπιτεινόντων τὰ ἀλγεινά, παρωξύνθη. πάλιν σκοπῶν τις πῶς ἂν πρᾶος ἐν ταὐτῷ καὶ μεγαλόθυμος γένοιτο, ὥστε τῷ μὲν θυμῷ κατὰ τῆς ἁμαρτίας κεχρῆσθαι τῇ δὲ πραότητι πρὸς τοὺς ἀνθρώπους, εὑρήσει τὸν Δαβὶδ γενναῖον μὲν ἐν τοῖς κατὰ πόλεμον ἀνδραγαθήμασι, πρᾶον δὲ καὶ ἀκίνητον ἐν ταῖς τῶν ἐχθρῶν ἀντιδόσεσι. τοιοῦτος ἦν καὶ Μωσῆς, μεγάλῳ μὲν τῷ θυμῷ κατὰ τῶν εἰς Θεὸν ἐξαμαρτανόντων διανιστάμενος, πραείᾳ δὲ τῇ ψυχῇ τὰς καθʼ ἑαυτοῦ διαβολὰς ὑποφέρων. καὶ πανταχοῦ, ὥσπερ οἱ ζωγράφοι, ὅταν ἀπὸ εἰκόνων εἰκόνας γράφωσι, πυκνὰ πρὸς τὸ παράδειγμα ἀποβλέποντες, τὸν ἐκεῖθεν χαρακτῆρα πρὸς τὸ ἑαυτῶν σπουδάζουσι μεταθεῖναι φιλοτέχνημα· οὕτω δεῖ καὶ τὸν ἐσπουδακότα ἑαυτὸν πᾶσι τοῖς μέρεσι τῆς ἀρετῆς ἀπεργάσασθαι τέλειον, οἱονεὶ πρὸς ἀγάλματά τινα κινούμενα καὶ ἔμπρακτα, τοὺς βίους τῶν ἁγίων ἀποβλέπειν καὶ τὸ ἐκείνων ἀγαθὸν οἰκεῖον ποιεῖσθαι διὰ μιμήσεως. Εὐχαὶ πάλιν τὰς ἀναγνώσεις διαδεχόμεναι νεαρωτέραν τὴν ψυχὴν καὶ ἀκμαιοτέραν τῷ πρὸς Θεὸν πόθῳ κεκινημένην παραλαμβάνουσιν. εὐχὴ δὲ καλή, ἡ ἐναργῆ ἐμποιοῦσα τοῦ Θεοῦ ἔννοιαν τῇ ψυχῇ. καὶ τοῦτό ἐστι Θεοῦ ἐνοίκησις, τὸ διὰ τῆς μνήμης ἐνιδρυμένον ἔχειν ἐν ἑαυτῷ τὸν Θεόν. οὕτω γινόμεθα ναὸς Θεοῦ, ὅταν μὴ φροντίσι γηΐναις τὸ συνεχὲς τῆς μνήμης διακόπτηται, μηδὲ τοῖς ἀπροσδοκήτοις πάθεσιν ὁ νοῦς ἐκταράττηται, ἀλλὰ πάντα ἀποφυγὼν ὁ φιλόθεος ἐπὶ Θεὸν ἀναχωρῇ, ἐξελαύνων τὰ προσκαλούμενα αὐτὸν εἰς ἀκρασίαν πάθη, καὶ τοῖς πρὸς ἀρετὴν ἄγουσιν ἐπιτηδεύμασιν ἐνδιατρίβῃ. Καὶ πρῶτόν γε πάντων σπουδάζειν προσήκει, περὶ τὴν τοῦ λόγου χρῆσιν μὴ ἀμαθῶς ἔχειν, ἀλλʼ ἐρωτᾷν μὲν ἀφιλονείκως, ἀποκρίνεσθαι δὲ ἀφιλοτίμως, μὴ διακόπτοντα τὸν προσδιαλεγόμενον, ὅταν τι χοήσιμον λέγῃ, μηδὲ ἐπιθυμοῦντα τὸν ἑαυτοῦ λόγον ἐπιδεικτικῶς παρεμβάλλειν, μέτρα ὁρίζοντα λόγῳ καὶ ἀκοῇ· μανθάνειν δὲ ἀνεπαισχύντως καὶ διδάσκειν ἀνεπιφθόνως· καὶ εἰ παρʼ ἑτέρου δεδίδακται, μὴ ἐπικρύπτειν ὥσπερ αἱ φαῦλαι τῶν γυναικῶν, αἱ τὰ νόθα ὑποβαλλόμεναι· ἀλλὰ κηρύσσειν εὐγνωμόνως τὸν πατέρα τοῦ λόγου. τόνος δὲ φωνῆς ὁ μέσος προτιμητέος, ὡς μήτε διαφεύγειν τὴν ἀκοὴν ὑπὸ σμικρότητος μήτε φορτικὸν εἶναι τῷ μεγέθει τῆς διατάσεως. προεξετάσαντα ἐν ἑαυτῷ τὸ ῥηθησόμενον, οὕτω δημοσιεύειν τὸν λόγον. εὐπροσήγορον ἐν ταῖς ἐντεύξεσι, γλυκὺν ἐν ταῖς ὁμιλίαις, οὐ διὰ τῆς εὐτραπελίας τὸ ἡδὺ θηρώμενον, ἀλλὰ διὰ τῆς εὐμενοῦς παρακλήσεως τὸ προσηνὲς ἔχοντα. πανταχοῦ τὸ τραχύ, κἂν ἐπιτιμῆσαι δέῃ, ἀπωθούμενον. προκαταβαλὼν γὰρ ἑαυτὸν διὰ ταπεινοφροσύνης, οὕτως εὐπαράδεκτος ἔσῃ τῷ δεομένῳ τῆς θεραπείας· πολλάκις δὲ χρήσιμος ἡμῖν καὶ ὁ τοῦ προφήτου τρόπος τῆς ἐπιπλήξεως, ὃς τῷ Δαβὶδ ἁμαρτόντι οὐ παρʼ ἑαυτοῦ ἐπήγαγε τὸν ὅρον τῆς καταδίκης, ἀλλʼ ὑποβολῇ προσώπου χρησάμενος, αὐτὸν ἐκεῖνον τοῦ ἰδίου δικαστὴν ἐκάθισεν ἁμαρτήματος· ὥστε αὐτὸν καθʼ ἑαυτοῦ προεξενεγκόντα τὴν κρίσιν μηδὲν ἔτι μέμψασθαι τὸν ἐλέγξαντα. Ἕπεται δὲ τῷ ταπεινῷ καὶ κατεβεβλημένῳ φρονήματι ὄμμα στυγνὸν καὶ εἰς γῆς συννενευκός, σχῆμα ἠμελημένον, κόμη αὐχμηρά, ἐσθὴς ῥυπῶσα· ὥστε ἃ ποιοῦσιν οἱ πενθοῦντες κατʼ ἐπιτήδευσιν, ταῦτα ἐκ τοῦ αὐτομάτου ἡμῖν ἐπιφαίνεσθαι. χιτὼν διὰ ζώνης προσεσταλμένος τῷ σώματι· τὸ μέντοι ζῶσμα μήτε ἄνω τῶν λαγόνων, γυναικῶδες γάρ· μήτε χαῦνον, ὥστε διαῤῥεῖν τὸν χιτῶνα, βλακικὸν γάρ· καὶ τὸ βάδισμα μήτε νωθρόν, ὡς ἔκλυσιν τῆς ψυχῆς κατηγορεῖν, μηδʼ αὖ σφοδρὸν καὶ σεσοβημένον, ὡς ἐμπλήκτους αὐτῆς τὰς ὁρμὰς ὑποφαίνειν. σκοπὸς ἐσθῆτος εἷς, κάλυμμα εἶναι σαρκὸς πρὸς χειμῶνα καὶ θέρος αὔταρκες· μήτε δὲ ἐν χρώματι τὸ ἀνθηρὸν διωκέσθω μήτε ἐν τῇ κατασκευῇ τὸ λεπτὸν καὶ μαλακόν· τὸ γὰρ τὰς ἐν ἐσθῆτι εὐχροίας περισκοπεῖν ἴσον ἐστὶ γυναικείῳ καλλωπισμῷ, ὃν ἐκεῖναι ἐπιτηδεύουσιν, ἀλλοτρίῳ ἄνθει παρειὰς καὶ τρίχας ἑαυτῶν καταβάπτουσαι. ἀλλὰ μὴν καὶ παχύτητος οὕτως ἔχειν ὁ χιτὼν ὀφείλει ὡς μὴ δεῖσθαι κοινωνοῦ πρὸς τὸ θάλπειν τὸν ἐνδυόμενον. ὑπόδημα δὲ τὸ εὐτελὲς μὲν κατὰ τὴν ἀξίαν, ἀνενδεῶς δὲ τὴν χρείαν ἀποπληροῦν. Καὶ ἁπαξαπλῶς, ὡς ἐν τῷ ἐνδύματι ἡγεῖσθαι προσήκει τὸ χρειῶδες, οὕτω καὶ ἐν τροφῇ ἄρτος ἐκπληρώσει τὴν χρείαν καὶ ὕδωρ θεραπεύσει τὴν δίψαν τῷ ὑγιαίνοντι καὶ ὅσα ἐκ σπερμάτων παροψήματα πρὸς τὰς ἀναγκαίας χρείας τὴν ἰσχὺν τῷ σώματι δύναται διασώσασθαι. ἐσθίειν δὲ μὴ λυσσώδη γαστριμαργίαν ἐμφαίνοντα, ἀλλὰ πανταχοῦ τὸ εὐσταθὲς καὶ πρᾶον καὶ περὶ τὰς ἡδονὰς ἐγκρατὲς διασώζοντα· μηδὲ τότε τὸν νοῦν ἀργὸν ἐν τῇ περὶ Θεοῦ ἐννοίᾳ ἔχοντα, ἀλλʼ αὐτὴν τῶν βρωμάτων τὴν φύσιν καὶ τὴν τοῦ ὑποδεχομένου σώματος κατασκευὴν ἀφορμὴν ποιεῖσθαι δοξολογίας· πῶς ποικίλα εἴδη τροφῶν τῇ ἰδιότητι τῶν σωμάτων ἁρμόζοντα παρὰ τοῦ πάντα οἰκονομοῦντος ἐπινενόηται. εὐχαὶ πρὸ τῆς τροφῆς ἀξίως γινέσθωσαν τῶν τοῦ Θεοῦ παροχῶν, ὧν τε νῦν δίδωσι, καὶ ὧν πρὸς τὸ μέλλον ἐταμιεύσατο. εὐχαὶ μετὰ τροφὴν εὐχαριστίαν τῶν δεδομένων ἔχουσαι καὶ αἴτησιν τῶν ἐπηγγελμένων. ὥρα μία τροφῆς ἀποτεταγμένη, ἡ αὐτὴ κατὰ περίοδον ἀπαντῶσα· ὡς ἐκ τῶν εἴκοσι τεσσάρων ὡρῶν τοῦ ἡμερονυκτίου μίαν εἶναι μόλις ταύτην τὴν προσαναλισκομένην τῷ σώματι, τὰς δὲ λοιπὰς ἐν τῇ κατὰ νοῦν ἐνεργείᾳ ἀπασχολεῖσθαι τὸν ἀσκητήν. Ὕπνοι δὲ κοῦφοι καὶ εὐαπάλλακτοι, φυσικῶς ἀκολουθοῦντες τῷ συμμέτρῳ τῆς διαίτης· κατʼ ἐπιτήδευσιν δὲ ταῖς περὶ τῶν μεγάλων μερίμναις διακοπτόμενοι. τὸ γὰρ βαθεῖ κάρῳ κατακρατεῖσθαι, λυομένων αὐτοῦ τῶν μελῶν, ὥστε σχολὴν ἀλόγοις φαντασίαις παρέχειν, ἐν καθημερινῷ θανάτῳ ποιεῖ τοὺς οὕτω καθεύδοντας. ἀλλʼ ὅπερ τοῖς ἄλλοις ὁ ὄρθρος ἐστί, τοῦτο τοῖς ἀσκηταῖς τῆς εὐσεβείας τὸ μεσονύκτιον, μάλιστα σχολὴν τῇ ψυχῇ τῆς νυκτερινῆς ἡσυχίας χαριζομένης, οὔτε ὀφθαλμῶν οὔτε ὠτῶν βλαβερὰς ἀκοὰς ἢ θέας ἐπὶ καρδίαν παραπεμπόντων, ἀλλὰ μόνου καθʼ ἑαυτὸν τοῦ νοῦ τῷ Θεῷ συνόντος, καὶ διορθουμένου μὲν ἑαυτὸν τῇ μνήμῃ τῶν ἡμαρτημένων, ὅρους δὲ ἑαυτῷ τιθέντος πρὸς τὴν ἔκκλισιν τοῦ κακοῦ, καὶ τὴν παρὰ Θεοῦ συνεργίαν εἰς τὴν τελείωσιν τῶν σπουδαζομένων ἐπιζητοῦντος.
Ὅτε εἰς χεῖρας ἔλαβον τὴν ἐπιστολήν σου, ἔπαθόν τι ἀκοῆς ἄξιον. εὐλαβήθην αὐτὴν ὥς τι δημόσιον προσαγγέλλουσαν, καὶ παρʼ ὃν ἐξέλυον καιρὸν τὸν κηρόν, ἐφοβούμην προσβλέπων, ὡς οὐδεὶς ἐν αἰτίαις ὢν Σπαρτιάτης Λακωνικὴν σκυτάλην. ἐπεὶ δὲ ἔλυσα, καὶ πάνθʼ ἕκαστα ἐπεξῆλθον, γελάσαι μοι ἐπῆλθε, τοῦτο μὲν ὑφʼ ἡδονῆς, τοῦ μηδὲν ἀκοῦσαι νεώτερον, τοῦτο δὲ πρὸς τὰ Δημοσθένους τὰ σὰ κρίναντι. ὅτι ὁ μέν, ἐπειδὴ ὀλίγοις τισὶ χορευταῖς καὶ αὐληταῖς ἐχορήγει, οὐκέτι ἠξίου Δημοσθένης, ἀλλὰ χορηγὸς ὀνομάζεσθαι· σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ χορηγῶν καὶ μή (χορηγῶν μέντοι πλείοσι μυριάσι στρατιωτῶν ἢ ὅσοις ἀνδράσιν ἐκεῖνος παρέσχε τὰ ἐπιτήδεια), ὅς γε οὔθʼ ἡμῖν ἀπὸ τοῦ σχήματος ἐπιστέλλεις, ἀλλὰ τὸν εἰωθότα τρόπον· καὶ τῆς περὶ λόγους σπουδῆς οὐδὲν ὑφίεσαι, ἀλλὰ τὸ τοῦ Πλάτωνος, ἐν χειμῶνι καὶ ζάλῃ πραγμάτων, οἷον ὑπὸ τείχει τινὶ καρτερῷ ἀποστάς, οὐδενὸς θορύβου τὴν ψυχὴν ἀναπίμπλασαι· μᾶλλον δὲ οὐδὲ ἑτέρους ἐᾷς, τό γε σαυτοῦ μέρος. Καὶ τὰ μὲν σὰ τοιαῦτα, μεγάλα καὶ θαυμαστὰ τοῖς συνορᾷν δυναμένοις, καὶ πάλιν οὐ θαυμαστὰ τῷ πρὸς τὴν ὅλην προαίρεσιν τοῦ βίου κρίνοντι. ἄκουε δὴ καὶ τὰ ἡμέτερα, παράδοξά τε ὄντα καὶ ἀκολούθως ἡμῖν ἀπαντῶντα. Ἀνήρ τις ἄγροικος τῶν συνοικούντων ἡμῖν ἐν Ἀννήσοις, οἰκέτου μου τελευτήσαντος, οὐ συμβόλαιον τι πρὸς αὐτὸν εἰπὼν ἐσχηκέναι, οὐ προσελθών μοι, οὐκ ἐπαιτιασάμενος, οὐ παρʼ ἑκόντος ἀξιώσας λαβεῖν, οὐκ ἀπειλήσας εἰ μὴ λάβοι βιάσασθαι, ἀθρόον μετά τινων ὁμοίων αὐτῷ τὴν ἀπόνοιαν ἐπιθέμενος ἡμῶν τῇ οἰκίᾳ, τά τε γύναια τὰ φυλάττοντα συνέτριψε τύπτων, καὶ καταῤῥήξας τὰς θύρας ἐξεφόρησεν ἅπαντα, τὰ μὲν αὐτὸς λαβών, τὰ δὲ εἰς διαρπαγὴν τοῖς βουλομένοις προθείς. Ἵνʼ οὖν μὴ ὁ ἔσχατος ὅρος ἡμεῖς τῆς ἀσθενείας ὦμεν καὶ παντὶ δόξωμεν ἐπιτήδειοι πρὸς ἐπιχείρησιν, ἣν ἐν πᾶσι τοῖς πράγμασιν ἡμῶν σπουδὴν ἐπιδέδειξαι, καὶ νῦν εἰσενέγκασθαι παρακλήθητι. μόνως γὰρ ἂν ἡμῖν οὕτω τὸ ἄπραγμον σώζοιτο, εἰ τῷ σῷ δραστηρίῳ συντεταγμένοι εἴημεν. γένοιτο δʼ ἂν ἡμῖν ἀρκοῦσα δίκη, εἰ διὰ τοῦ παγάρχου συλληφθεὶς ἐν τῷ δεσμωτηρίῳ βραχὺν κατακλεισθείη χρόνον. καὶ γὰρ οὐχ ὑπὲρ ὧν πεπόνθαμεν ἀγανακτοῦμεν μόνον, ἀλλὰ καὶ τῆς πρὸς τὸ λοιπὸν ἀσφαλείας δεόμεθα.
Οἷα ποιεῖς, ὦ θαυμάσιε, τὴν φίλην ἡμῖν πενίαν καὶ φιλοσοφίας τροφὸν τῆς ἐσχατιᾶς ἀπελαύνων; οἶμαι γὰρ ἄν σε καὶ ἐξούλης γραφὴν ὑπʼ αὐτῆς φεύγειν, εἴ τις αὐτῇ προσγένοιτο λόγος· ὅτι τούτῳ συνοικεῖν εἱλόμην ἐγὼ νῦν μὲν τὸν Ζήνωνα ἐπαινοῦντι, ὃς ναυαγίῳ πάντα ἀποβαλὼν οὐδὲν ἀγεννὲς ἐφθέγξατο, ἀλλʼ, εὖγε, εἶπεν, ὦ τύχη, συνελαύνεις ἡμᾶς εἰς τὸ τριβώνιον, νῦν δὲ τὸν Κλεάνθην μισθῷ ὕδωρ τοῦ φρέατος ἀπαντλοῦντα, ὅθεν αὐτός τε διέζη καὶ τοῖς διδασκάλοις μισθοὺς ὑπετέλει. τὸν δὲ Διογένην οὐδὲ ἐπαύσατό ποτε θαυμάζων τοῖς παρὰ τῆς φύσεως μόνοις ἀρκεῖσθαι φιλοτιμούμενον, ὡς καὶ τὸ κισσύβιον ἀποῤῥῖψαι, ἐπειδήπερ παρὰ παιδὸς ἐδιδάχθη κοίλαις ταῖς χερσὶν ἐπικύπτων πίνειν. ταῦτα ἄν σοι καὶ τὰ τοιαῦτα ἡ σύνοικος ἡμῖν πενία μέμψαιτο, ταῖς μεγαλοδωρεαῖς ἐξοικισθεῖσα νῦν. προσθείη δὲ καὶ ἀπειλήν τινα· ὅτι, εἴ σε ἐνταῦθα πάλιν λάβοιμι, Σικελικὴν ἢ Ἰταλιῶτιν τρυφὴν ἀποδείξω τὰ πρότερα· οὕτω σε ἀκριβῶς τοῖς παρʼ ἐμαυτῆς ἀμυνοῦμαι. Καὶ ταῦτα μὲν δὴ τοιαῦτα. ἥσθην δὲ ἀκούσας ἦρχθαί σε τῆς θεραπείας ἤδη, καὶ εὔχομαί σε ὄνασθαι αὐτῆς. πρέποι δʼ ἂν τῇ ἱερᾷ σου ψυχῇ ἄλυπος ὑπηρεσία σώματος.
Οὔπω εἶχον τρίτην ἢ τετάρτην ἡμέραν πληγεὶς ἐπὶ τῇ ἀκοῇ τοῦ ἀφορήτου πάθους καὶ ἔτι ἀμφίβολος ὢν διὰ τὸ μηδὲ σαφῶς δυνηθῆναι ἡμῖν τῶν ἀνιαρῶν τὸν μηνυτὴν τὸ συμβὰν διηγήσασθαι, καὶ τῷ ἀπεύχεσθαι ἀληθῆ εἶναι δυσπαραδέκτως ἔχων πρὸς τὰ θρυλλούμενα, ἐδεξάμην γράμμα τοῦ ἐπισκόπου ἀκριβῶς σημαῖνον τὴν ἀπευκτὴν ἀγγελίαν. ἐφʼ ᾧ ὅσον μὲν ἐστέναξα καὶ ὅσον ἀφῆκα δάκρυον, τί χρὴ καὶ λέγειν; καὶ γὰρ τίς οὕτω λίθινος τὴν καρδίαν ἢ ἔξω παντελῶς τῆς ἀνθρωπίνης φύσεως ὥστε ἀπαθῶς ἐνεγκεῖν τὸ συμβὰν ἢ μετρίῳ πάθει τὴν ψυχὴν καταληφθῆναι; Οἴκου λαμπροῦ διαδοχή, ἔρεισμα γένους, πατρίδος ἐλπίς, γονέων εὐσεβῶν βλάστημα ὑπὸ μυρίαις εὐχαῖς ἐντραφέν, ἐν αὐτῷ τῷ ἄνθει τῆς ἡλικίας ὤν, ἐκ μέσου τῶν πατρικῶν χειρῶν ἀναρπασθεὶς οἴχεται. ταῦτα ποίαν ἀδάμαντος φύσιν οὐχ ἱκανὰ ἐκλῦσαι καὶ εἰς συμπάθειαν ἀγαγεῖν; ὥστε οὐδὲν μέγα, εἰ καὶ ἡμῶν διὰ βάθους ἥψατο τὸ κακόν, ὁλοκλήρως ἐξ ἀρχῆς προσπεφυκότων ὑμῖν καὶ τάς τε εὐφροσύνας ὑμῶν καὶ τὰς λύπας ἰδίας ἑαυτῶν ποιουμένων. καίτοιγε ἐδόκει, τόν γε μέχρι τοῦ παρόντος χρόνον, ὀλίγα εἶναι τὰ λυποῦντα ὑμᾶς, ἐν τοῖς πλείστοις δὲ κατὰ ῥοῦν ὑμῖν τὰ πράγματα φέρεσθαι· ἀλλʼ ἀθρόως, βασκανίᾳ δαίμονος, πᾶσα ἐκείνη τοῦ οἴκου ἡ εὐθηνία καὶ τῶν ψυχῶν ἡ φαιδρότης ἠφάνισται, καὶ ἐγενόμεθα τῷ βίῳ διήγημα σκυθρωπόν. ἐὰν μὲν οὖν ποτνιᾶσθαι ἐπὶ τοῖς συμβᾶσι καὶ δακρύειν βουλώμεθα, οὐκ ἐξαρκέσει ἡμῖν ὁ χρόνος τοῦ βίου· πάντες δὲ ἄνθρωποι μεθʼ ἡμῶν στένοντες παρισῶσαι τῷ πάθει τὸν ὀδυρμὸν οὐ δυνήσονται· ἀλλὰ κἂν τὰ τῶν ποταμῶν ῥεύματα δάκρυον γένηται, ἐκπληρῶσαι τῶν συμβάντων τὸν θρῆνον οὐκ ἐξαρκέσει. Ἐὰν μέντοι θελήσωμεν τὸ τοῦ Θεοῦ δῶρον ὃ ἐναπέθετο ἐν ταῖς καρδίαις ἡμῶν προενεγκεῖν νῦν· τὸν λογισμὸν λέγω τὸν σώφρονα, ὃς καὶ ἐν ταῖς εὐημερίαις μέτρα οἶδε ταῖς ψυχαῖς ἡμῶν ὁρίζειν, καὶ ἐν ταῖς κατηφεστέραις περιστάσεσιν εἰς ὑπόμνησιν ἄγειν τῶν ἀνθρωπίνων καὶ ὑποβάλλειν ἡμῖν ἅ τε εἴδομεν, ἅ τε ἠκούσαμεν, ὅτι γέμει ὁ βίος τῶν τοιούτων παθῶν, καὶ πολλὰ τῶν ἀνθρωπίνων συμφορῶν ἐστὶ τὰ ὑποδείγματα, καὶ ἐπὶ πᾶσιν, ὅτι πρόσταγμα Θεοῦ ἐστὶ τὸ μὴ λυπεῖσθαι ἐπὶ τοῖς κεκοιμημένοις τοὺς εἰς Χριστὸν πεπιστευκότας, διὰ τὴν ἐλπίδα τῆς ἀναστάσεως, καὶ ὅτι τῆς μεγάλης ὑπομονῆς μεγάλοι παρὰ τῷ ἀθλοθέτῃ στέφανοι δόξης ἀπόκεινται· ἐὰν ἐπιτρέψωμεν τῷ λογισμῷ ταῦτα ἡμῖν κατεπᾴδειν, τάχα ἂν εὕροιμέν τινα μετρίαν τοῦ κακοῦ λύσιν. διὸ παρακαλῶ σε ὡς γενναῖον ἀγωνιστὴν στῆναι πρὸς τὸ μέγεθος τῆς πληγῆς, καὶ μὴ ὑποπεσεῖν τῷ βάρει τῆς λύπης, μηδὲ καταποθῆναι τὴν ψυχήν, ἐκεῖνο πεπεισμένον, ὅτι κἂν οἱ λόγοι τῶν παρὰ Θεοῦ οἰκονομουμένων διαφεύγωσιν ἡμᾶς, ἀλλὰ πάντως γε τὸ παρὰ τοῦ σοφοῦ καὶ ἀγαπῶντος ἡμᾶς οἰκονομηθὲν ἀποδεκτόν ἐστι, κἂν ἐπίπονον ᾖ. αὐτὸς γὰρ οἶδε πῶς ἑκάστῳ διατίθησι τὸ συμφέρον καὶ διὰ τί ἄνισα τίθησιν ἡμῖν τοῦ βίου τὰ πέρατα. ἔστι γάρ τις αἰτία ἀνθρώποις ἀκατάληπτος, δι’ ἣν οἱ μὲν θᾶττον ἐντεῦθεν ἀπάγονται, οἱ δὲ ἐπὶ πλεῖον προσταλαιπωρεῖν τῷ ὀδυνηρῷ τούτῳ βίῳ καταλιμπάνονται. Ὥστε ἐπὶ πᾶσι προσκυνεῖν αὐτοῦ τὴν φιλανθρωπίαν ὀφείλομεν καὶ μὴ δυσχεραίνειν, μεμνημένοι τῆς μεγάλης ἐκείνης καὶ ἀοιδίμου φωνῆς ἣν ὁ μέγας ἀθλητὴς Ἰὼβ ἀνεφθέγξατο, ἐπὶ μιᾶς τραπέζης ἰδὼν δέκα παῖδας ἐν βραχείᾳ καιροῦ ῥοπῇ συντριβέντας· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο. ἡμέτερον ποιησώμεθα τὸ θαῦμα τοῦτο· ἴσος ὁ μισθὸς παρὰ τοῦ δικαίου κριτοῦ τοῖς τὰ ἴσα ἐπιδεικνυμένοις ἀνδραγαθήματα. οὐκ ἀπεστερήθημεν τοῦ παιδός, ἀλλʼ ἀπεδώκαμεν τῷ χρήσαντι· οὐδὲ ἠφανίσθη αὐτοῦ ἡ ζωή, ἀλλʼ ἐπὶ τὸ βέλτιον διημείφθη· οὐ γῆ κατέκρυψε τὸν ἀγαπητὸν ἡμῶν, ἀλλʼ οὐρανὸς ὑπεδέξατο. μικρὸν ἀναμείνωμεν, καὶ συνεσόμεθα τῷ ποθουμένῳ. οὐδὲ πολὺς ὁ χρόνος τῆς διαστάσεως, πάντων ὥσπερ ἐν ὁδῷ τῷ βίῳ τούτῳ πρὸς τὸ αὐτὸ καταγώγιον ἐπειγομένων· ἐν ᾧ ὁ μὲν προκατέλυσεν, ὁ δὲ ἐπῆλθεν, ὁ δὲ ἐπείγεται, πάντας δὲ ἓν ὑποδέξεται τέλος. εἰ γὰρ καὶ θᾶττον τὴν ὁδὸν προκατέλυσεν, ἀλλὰ πάντες τὴν αὐτὴν πορευσόμεθα καὶ πάντας τὸ αὐτὸ ἀναμένει κατάλυμα. μόνον γένοιτο ἡμᾶς δι’ ἀρετῆς τῇ καθαρότητι ἐκείνου ὁμοιωθῆναι, ἵνα διὰ τὸ ἄδολον τοῦ ἤθους τῆς αὐτῆς τοῖς ἐν Χριστῷ νηπίοις ἀναπαύσεως ἐπιτύχωμεν.
Ἔμελλον ἀποσιωπᾷν πρὸς τὴν κοσμιότητά σου, λογιζόμενος ὅτι, ὥσπερ ὀφθαλμῷ φλεγμαίνοντι καὶ τὸ ἁπαλώτατον τῶν παρηγορημάτων ἀνίαν ἐμποιεῖ, οὕτω καὶ ψυχῇ ὑπὸ θλίψεως βαρείας κεκακωμένῃ, κἂν πολλὴν παράκλησιν φέρῃ, ὁ λόγος ὀχληρός πως εἶναι δοκεῖ, ἐν τῇ περιωδυνίᾳ προσφερόμενος. ἐπεὶ δέ με εἰσῆλθεν ὅτι πρὸς Χριστιανήν μοι ὁ λόγος ἔσται πάλαι πεπαιδευμένην τὰ θεῖα καὶ ἐμπαράσκευον οὖσαν πρὸς τὰ ἀνθρώπινα, οὐκ ἐνόμισα δίκαιον εἶναι παραλιπεῖν τὸ ἐπιβάλλον μοι. οἶδα ποταπὰ τῶν μητέρων τὰ σπλάγχνα καί, ὅταν ἰδίως τὸ σὸν περὶ πάντας χρηστὸν καὶ ἥμερον ἐνθυμηθῶ, λογίζομαι πόσην εἰκὸς ἐπὶ τοῖς παροῦσιν εἶναι τὴν ἀλγηδόνα. παῖδα ἐζημιώθης ὃν περιόντα μὲν ἐμακάρισαν πᾶσαι μητέρες, καὶ ηὔξαντο τοὺς ἑαυτῶν τοιούτους εἶναι, ἀποθανόντα δὲ ἐστέναξαν, ὡς ἑκάστη τὸν ἑαυτῆς γῇ κατακρύψασα. ἐκείνου ὁ θάνατος πληγὴ ἐγένετο πατρίδων δύο, τῆς τε ἡμετέρας καὶ τῆς Κιλίκων. ἐκείνῳ τὸ μέγα καὶ περιφανὲς γένος συγκατέπεσεν, ὥσπερ ἐρείσματος ὑφαιρεθέντος κατασεισθέν. ὦ συνάντημα πονηροῦ δαίμονος, πόσον ἴσχυσε κακὸν ἐξεργάσασθαι. ὦ γῆ, τοιοῦτον ἀναγκασθεῖσα ὑποδέξασθαι πάθος. ἔφριξε τάχα καὶ ὁ ἥλιος, εἴ τις αἴσθησις αὐτῷ, τὸ σκυθρωπὸν ἐκεῖνο θέαμα. καὶ τί ἄν τις τοσοῦτον εἴποι ὅσον ἡ ἀμηχανία τῆς ψυχῆς ὑποβάλλει; Ἀλλʼ οὐ γὰρ ἀπρονόητα τὰ ἡμέτερα, ὡς μεμαθήκαμεν ἐν τῷ εὐαγγελίῳ ὅτι οὐδὲ στρουθίον πίπτει ἄνευ θελήματος τοῦ Πατρὸς ἡμῶν. ὥστε εἴ τι γέγονε, θελήματι γέγονε τοῦ κτίσαντος ἡμᾶς. τῷ δὲ βουλήματι τοῦ Θεοῦ τίς ἀνθέστηκε; καταδεξώμεθα τὸ συμβάν· δυσανασχετοῦντες γὰρ οὔτε τὸ γενόμενον διορθούμεθα, καὶ ἑαυτοὺς προσαπόλλυμεν. μὴ κατηγορήσωμεν τῆς δικαίας κρίσεως τοῦ Θεοῦ. ἀμαθεῖς ἐσμέν, ὥστε τὰ ἄῤῥητα αὐτοῦ κρίματα δοκιμάζειν. νῦν σου λαμβάνει τὴν δοκιμὴν ὁ Κύριος τῆς πρὸς αὐτὸν ἀγάπης. νῦν σοι πάρεστι καιρὸς διὰ τῆς ὑπομονῆς τὴν μερίδα τῶν μαρτύρων λαβεῖν. ἡ τῶν Μακκαβαίων μήτηρ ἑπτὰ παίδων εἶδε θάνατον καὶ οὐκ ἐστέναξεν, οὐδὲ ἀφῆκεν ἀγεννὲς δάκρυον, ἀλλʼ εὐχαριστοῦσα τῷ Θεῷ ὅτι ἔβλεπεν αὐτοὺς πυρὶ καὶ σιδήρῳ καὶ ταῖς χαλεπωτάταις αἰκίαις τῶν δεσμῶν τῆς σαρκὸς λυομένους, εὐδόκιμος μὲν παρὰ Θεῷ, ἀοίδιμος δὲ παρὰ ἀνθρώποις ἐκρίθη. μέγα τὸ πάθος, φημὶ κἀγώ· ἀλλὰ μεγάλοι καὶ οἱ παρὰ τοῦ Κυρίου μισθοὶ τοῖς ὑπομένουσιν ἀποκείμενοι. Ὅτε ἐγένου μήτηρ καὶ εἶδες τὸν παῖδα καὶ ηὐχαρίστησας τῷ Θεῷ, ᾔδεις πάντως ὅτι θνητὴ οὖσα θνητὸν ἐγέννησας. τί οὖν παράδοξον, εἰ ἀπέθανεν ὁ θνητός; ἀλλὰ λυπεῖ ἡμᾶς τὸ παρὰ καιρόν. ἄδηλον εἰ μὴ εὔκαιρον τοῦτο, ἐπειδὴ ἡμεῖς ἐκλέγεσθαι τὰ συμφέροντα ταῖς ψυχαῖς καὶ ὁρίζειν προθεσμίας ἀνθρωπίνῃ ζωῇ οὐκ ἐπιστάμεθα. περίβλεψαι τὸν κόσμον ἅπαντα ἐν ᾧ κατοικεῖς καὶ ἐννόησον ὅτι πάντα θνητὰ τὰ ὁρώμενα καὶ πάντα φθορᾷ ὑποκείμενα. ἀνάβλεψον πρὸς τὸν οὐρανόν· καὶ οὗτός ποτε λυθήσεται· πρὸς τὸν ἥλιον· οὐδὲ οὗτος διαμενεῖ. οἱ ἀστέρες σύμπαντες, ζῶα χερσαῖα καὶ ἔνυδρα, τὰ περὶ γῆν κάλλη, αὐτὴ ἡ γῆ, πάντα φθαρτά, πάντα μικρὸν ὕστερον οὐκ ἐσόμενα. ἡ τούτων ἔννοια παραμυθία ἔστω τοῦ συμβεβηκότος. μὴ καθʼ ἑαυτὸ μέτρει τὸ πάθος, ἀφόρητον γὰρ οὕτω φανεῖταί σοι· ἀλλὰ τοῖς ἀνθρωπίνοις πᾶσι συγκρίνουσα, ἐντεῦθεν εὑρήσεις αὐτοῦ τὴν παραμυθίαν. ἐπὶ πᾶσι δὲ ἐκεῖνο εἰπεῖν ἰσχυρὸν ἔχω, φεῖσαι τοῦ ὁμοζύγου· ἀλλήλοις γένεσθε παραμυθία· μὴ ποιήσῃς αὐτῷ χαλεπωτέραν τὴν συμφορὰν τῷ πάθει ἑαυτὴν καταναλίσκουσα. ὅλως δὲ οὐκ οἶμαι λόγον ἐξαρκεῖν εἰς παράκλησιν, ἀλλʼ εὐχῆς ἡγοῦμαι χρείαν εἶναι πρὸς τὰ πρὸς τὰ παρόντα. εὔχομαι οὖν αὐτὸν τὸν Κύριον, τῇ ἀφάτῳ αὐτοῦ δυνάμει ἐφαψάμενόν σου τῆς καρδίας, ἐμποιῆσαι φῶς τῇ ψυχῇ σου διὰ τῶν ἀγαθῶν λογισμῶν, ἵνʼ οἴκοθεν ἔχῃς τῆς παραμυθίας τὰς ἀφορμάς.
Οὐδὲ τότε ἠγνόουν, ὅτε ἐπέστελλον τῇ λογιότητί σου, ὅτι πᾶσα θεολογικὴ φωνὴ ἐλάττων μέν ἐστι τῆς διανοίας τοῦ λέγοντος, ἐλάττων δὲ τῆς τοῦ ἐπιζητοῦντος ἐπιθυμίας, διότι ὁ λόγος ἀσθενέστερόν πως πέφυκε διακονεῖσθαι τοῖς νοουμένοις. εἰ οὖν ἀσθενὴς ἡμῶν ἡ διάνοια, ἐλάττων δὲ ταύτης ἡ γλῶσσα, τί ἐχρῆν προσδοκᾷν ἡμᾶς ἐπὶ τοῖς εἰρημένοις, καὶ οὐχὶ πενίαν ἐγκληθήσεσθαι λόγων; οὐ μὴν τούτου γε ἕνεκεν δυνατὸν ἦν σιωπῇ παρελθεῖν τὸ ἐπιζητούμενον. κίνδυνος γὰρ προδοσίας ἐν τῷ μὴ προχείρως ἀποδιδόναι τὰς περὶ Θεοῦ ἀποκρίσεις τοῖς ἀγαπῶσι τὸν Κύριον. ἐκεῖνα μὲν οὖν, εἴτε ἀρκούντως ἔχειν δοκεῖ, εἴτε καὶ ἀκριβεστέρας τινὸς προσθήκης δεῖται, καιροῦ ἰδίου πρὸς διόρθωσιν χρῄζει. Τὸ δὲ νῦν ἔχον παρακαλοῦμέν σε, ὃ καὶ παρεκαλέσαμεν ἤδη, χρῆσαι σεαυτὸν ὁλοκλήρως τῇ συνηγορίᾳ τῆς ἀληθείας καὶ ταῖς παρὰ τοῦ Θεοῦ ἐγγινομέναις τῇ διανοίᾳ σου ὁρμαῖς πρὸς τὴν τοῦ ἀγαθοῦ σύστασιν, ταύταις ἀρκούμενον καὶ παρʼ ἡμῶν μηδὲν ἐπιζητοῦντα πλέον· οἳ πολλῷ ἐλάττους ὄντες τῆς ὑπονοίας βλάπτομεν μᾶλλον τῇ παρʼ ἑαυτῶν ἀσθενείᾳ τὸν λόγον ἤ τινα ἰσχὺν διὰ τῆς συνηγορίας τῇ ἀληθείᾳ προστίθεμεν.
καὶ περὶ πίστεως Πολλάκις ἐθαύμασα τί ποτε πρὸς ἡμᾶς πεπόνθατε καὶ πόθεν τοσοῦτον ἡττᾶσθε τῆς ἡμετέρας βραχύτητος, τῆς μικρᾶς καὶ ὀλίγης καὶ οὐδὲν ἴσως ἐχούσης ἐράσμιον, καὶ λόγοις ἡμᾶς προτρέπεσθε φιλίας τε καὶ πατρίδος ὑπομιμνήσκοντες, ὥσπερ φυγάδας τινὰς πατρικοῖς σπλάγχνοις πρὸς ἑαυτοὺς πάλιν ἐπιστρέφειν πειρώμενοι. ἐγὼ δὲ τὸ μὲν φυγὰς γεγονέναι ὁμολογῶ, καὶ οὐκ ἀρνηθείην· τὴν δὲ αἰτίαν μάθοιτʼ ἂν ἤδη ποθοῦντες. Μάλιστα μὲν τῷ ἀδοκήτῳ τότε πληγείς, καθάπερ οἱ τοῖς αἰφνιδίοις ψόφοις ἀθρόως καταπλαγέντες, οὐ κατέσχον τοὺς λογισμούς, ἀλλʼ ἐμάκρυνα φυγαδεύων, καὶ ηὐλίσθην χρόνον ἱκανὸν ἀφʼ ὑμῶν, ἔπειτα δὲ καὶ πόθος τις ὑπεισῄει μου τῶν θείων δογμάτων καὶ τῆς περὶ ἐκεῖνα φιλοσοφίας. Πῶς γὰρ ἂν δυναίμην, ἔφην ἐγώ, κρατῆσαι τῆς συνοικούσης ἡμῖν κακίας; τίς δʼ ἄν μοι γένηται Λάβαν, ἀπαλλάττων με τοῦ Ἡσαῦ καὶ πρὸς τὴν ἀνωτάτω φιλοσοφίαν παιδαγωγῶν; ἀλλʼ ἐπειδή, σὺν Θεῷ, τοῦ σκοποῦ κατὰ δύναμιν τετυχήκαμεν εὑρόντες σκεῦος ἐκλογῆς καὶ φρέαρ βαθύ, λέγω δὲ τὸ τοῦ Χριστοῦ στόμα Γρηγόριον, ὀλίγον ἡμῖν, παρακαλῶ, ὀλίγον συγχωρήσατε χρόνον. αἰτούμεθα, οὐ τὴν ἐν ταῖς πόλεσι διατριβὴν ἀσπαζόμενοι· οὐδὲ γὰρ λέληθεν ἡμᾶς ὁ πονηρὸς διὰ τῶν τοιούτων τὴν ἀπάτην τοῖς ἀνθρώποις προσμηχανώμενος· ἀλλὰ τὴν συντυχίαν τὴν πρὸς τοὺς ἁγίους ἐπωφελῆ μάλιστα κρίνοντες. ἐν γὰρ τῷ λέγειν τι περὶ τῶν θείων δογμάτων καὶ ἀκούειν πυκνότερον, ἕξιν δυσαπόβλητον θεωρημάτων λαμβάνομεν. καὶ τὰ μὲν καθʼ ἡμᾶς τοῦτον ἔχει τὸν τρόπον. Ὑμεῖς δέ, ὦ θεῖαί μοι καὶ προσφιλέσταται πασῶν κεφαλαί, φυλάττεσθε τοὺς τῶν Φυλιστιαίων ποιμένας, μή τις λαθὼν ἐμφράξῃ ὑμῶν τὰ φρέατα καὶ τὸ καθαρὸν τῆς γνώσεως τῆς περὶ τὴν πίστιν ἐπιθολώσῃ. τοῦτο γὰρ αὐτοῖς ἀεί ἐστιν ἐπιμελές, μὴ ἐκ τῶν θείων Γραφῶν διδάσκειν τὰς ἀκεραιοτέρας ψυχάς, ἀλλʼ ἐκ τῆς ἔξωθεν σοφίας παρακρούεσθαι τὴν ἀλήθειαν. ὁ γὰρ ἀγέννητον καὶ γεννητὸν ἐπεισάγων ἡμῶν τῇ πίστει, καὶ τὸν ἀεὶ ὄντα μὴ ὄντα ποτὲ δογματἴζων, καὶ τὸν φύσει καὶ ἀεὶ Πατέρα πατέρα γινόμενον, καὶ τὸ Πνεῦμα τὸ ἅγιον οὐκ ἀΐδιον, οὐκ ἀντικρύς ἐστι Φυλιστεύς; βασκαίνων τοῖς τοῦ πατριάρχου ἡμῶν προβάτοις, ἵνα μὴ πίνωσιν ἐκ τοῦ καθαροῦ καὶ ἁλλομένου εἰς ζωὴν αἰώνιον ὕδατος, ἀλλὰ τὸ τοῦ προφήτου λόγιον πρὸς ἑαυτοὺς ἐπισπάσωνται, τό Ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους οἳ οὐ δυνήσονται ὕδωρ συσχεῖν, δέον ὁμολογεῖν Θεὸν τὸν Πατέρα, Θεὸν τὸν Υἱόν, Θεὸν τὸ Πνεῦμα τὸ ἅγιον, ὡς οἱ θεῖοι λόγοι καὶ οἱ τούτους ὑψηλότερον νενοηκότες ἐδίδαξαν. Πρὸς δὲ τοὺς ἐπηρεάζοντας ἡμῖν τὸ τρίθεον, ἐκεῖνο λεγέσθω, ὅτιπερ ἡμεῖς ἕνα Θεόν, οὐ τῷ ἀριθμῷ, ἀλλὰ τῇ φύσει ὁμολογοῦμεν. πᾶν γὰρ ὃ ἓν ἀριθμῷ λέγεται, τοῦτο οὐχ ἓν ὄντως οὐδʼ ἁπλοῦν τῇ φύσει ἐστίν· ὁ δὲ Θεὸς ἁπλοῦς καὶ ἀσύνθετος παρὰ πᾶσιν ὁμολογεῖται. οὐκ ἄρα εἷς ἀριθμῷ ἐστὶν ὁ Θεός. ὃ δὲ λέγω τοιοῦτόν ἐστιν. ἓν ἀριθμῷ τὸν κόσμον εἶναί φαμεν, ἀλλʼ οὐχ ἕνα τῇ φύσει, ἀλλʼ οὐδʼ ἁπλοῦν τινὰ τοῦτον· τέμνομεν γὰρ αὐτὸν εἰς τὰ ἐξ ὧν συνέστηκε στοιχεῖα, εἰς πῦρ καὶ ὕδωρ καὶ ἀέρα καὶ γῆν. πάλιν ὁ ἄνθρωπος εἷς ἀριθμῷ ὀνομάζεται· ἕνα γὰρ ἄνθρωπον πολλάκις λέγομεν. ἀλλʼ οὐχ ἁπλοῦς τις οὗτός ἐστιν, ἐκ σώματος καὶ ψυχῆς συνεστώς. ὁμοίως δὲ καὶ ἄγγελον ἕνα ἀριθμῷ ἐροῦμεν, ἀλλʼ οὐχ ἕνα τῇ φύσει οὐδὲ ἁπλοῦν· οὐσίαν γὰρ μεθʼ ἁγιασμοῦ τὴν τοῦ ἀγγέλου ὑπόστασιν ἐννοοῦμεν. εἰ τοίνυν πᾶν τὸ ἓν ἀριθμῷ ἓν τῇ φύσει οὔκ ἐστι, καὶ τὸ ἓν τῇ φύσει καὶ ἁπλοῦν ἓν ἀριθμῷ οὔκ ἐστιν, ἡμεῖς δὲ λέγομεν ἕνα τῇ φύσει Θεόν, πῶς ἐπεισάγουσιν ἡμῖν τὸν ἀριθμόν, αὐτὸν πάντη ἡμῶν ἐξοριζόντων τῆς μακαρίας ἐκείνης καὶ νοητῆς φύσεως; ὁ γὰρ ἀριθμός ἐστι τοῦ ποσοῦ, τὸ δὲ ποσὸν τῇ σωματικῇ φύσει συνέζευκται· ὁ γὰρ ἀριθμὸς τῆς σωματικῆς φύσεως. σωμάτων δὲ δημιουργὸν τὸν Κύριον ἡμῶν εἶναι πεπιστεύκαμεν. διὸ καὶ πᾶς ἀριθμὸς ἐκεῖνα σημαίνει τὰ ἔνυλον καὶ περιγραπτὴν ἔχειν λαχόντα τὴν φύσιν, ἡ δὲ μονὰς καὶ ἑνὰς τῆς ἁπλῆς καὶ ἀπεριλήπτου οὐσίας ἐστὶ σημαντική. ὁ τοίνυν ἀριθμὸν ἢ κτίσμα ὁμολογῶν τὸν Υἱὸν τοῦ Θεοῦ ἢ τὸ Πνεῦμα τὸ ἅγιον, λανθάνει ἔνυλον καὶ περιγραπτὴν φύσιν εἰσάγων. περιγραπτὴν δὲ λέγω, οὐ μόνον τὴν περιεχομένην ὑπὸ τόπου, ἀλλʼ ἥνπερ καὶ τῇ προγνώσει ἐμπεριείληφεν ὁ μέλλων αὐτὴν ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παράγειν, ἣν καὶ ἐπιστήμῃ περιλαβεῖν δυνατόν ἐστι. πᾶν οὖν ἅγιον, ὃ περιγραπτὴν ἔχει τὴν φύσιν καὶ ἐπίκτητον ἔχει τὴν ἁγιότητα, οὐκ ἀνεπίδεκτόν ἐστι κακίας. ὁ δὲ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ ἅγιον πηγή ἐστιν ἁγιασμοῦ, ὑφʼ ἧς πᾶσα ἡ λογικὴ κτίσις κατʼ ἀναλογίαν τῆς ἀρετῆς ἁγιάζεται. Καίτοι ἡμεῖς κατὰ τὸν ἀληθῆ λόγον οὔτε ὅμοιον οὔτε ἀνόμοιον λέγομεν τὸν Υἱὸν τῷ Πατρί. ἑκάτερον γὰρ αὐτῶν ἐπίσης ἀδύνατον. ὅμοιον γὰρ καὶ ἀνόμοιον κατὰ τὰς ποιότητας λέγεται· ποιότητος δὲ τὸ θεῖον ἐλεύθερον. ταὐτότητα δὲ τῆς φύσεως ὁμολογοῦντες καὶ τὸ ὁμοούσιον ἐκδεχόμεθα καὶ τὸ σύνθετον φεύγομεν, τοῦ κατʼ οὐσίαν Θεοῦ καὶ Πατρὸς τὸν κατʼ οὐσίαν Θεὸν καὶ Υἱὸν γεγεννηκότος· ἐκ γὰρ τούτου τὸ ὁμοούσιον δείκνυται. ὁ γὰρ κατʼ οὐσίαν Θεὸς τῷ κατʼ οὐσίαν Θεῷ ὁμοούσιός ἐστιν. Ἐπεὶ δὲ λέγεται θεὸς καὶ ὁ ἄνθρωπος, ὡς τὸ Εγὼ εἶπα, θεοί ἐστε, καὶ ὁ δαίμων θεός, ὡς τὸ Οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια, ἀλλʼ οἱ μὲν κατὰ χάριν ὀνομάζονται, οἱ δὲ κατὰ ψεῦδος. ὁ δὲ Θεὸς μόνος κατʼ οὐσίαν ἐστὶ Θεός. μόνος δὲ ὅταν εἴπω, τὴν οὐσίαν τοῦ Θεοῦ τὴν ἁγίαν καὶ ἄκτιστον δηλῶ, τὸ γὰρ μόνος λέγεται καὶ ἐπί τινος ἀνθρώπου καὶ ἐπὶ φύσεως ἁπλῶς τῆς καθόλου· ἐπί τινος μέν, οἷον, φέρε εἰπεῖν, ἐπὶ Παύλου, ὅτι μόνος ἡρπάγη ἕως τρίτου οὐρανοῦ καὶ ἤκουσεν ἄῤῥητα ῥήματα ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι· ἐπὶ φύσεως δὲ τῆς καθόλου, ὡς ὅταν λέγῃ Δαβίδ, Ἄνθρωπος, ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ. ἐνταῦθα γὰρ οὐ τόν τινα ἄνθρωπον, ἀλλὰ τὴν καθόλου φύσιν δηλοῖ· πᾶς γὰρ ἄνθρωπος πρόσκαιρος καὶ θνητός. οὕτω κἀκεῖνα νοοῦμεν ἐπὶ τῆς φύσεως εἰρημένα· τὸ Ὁ μόνος ἔχων ἀθανασίαν, καί, Μόνῳ σοφῷ Θεῷ, καὶ τὸ Οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεός (τὸ γὰρ εἷς ἐνταῦθα τῷ μόνος ταὐτὸν δηλοῖ), καὶ τὸ Ὁ τανύσας τὸν οὐρανὸν μόνος, καὶ πάλιν, Κυρίῳ τῷ Θεῷ σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις, καὶ τὸ Οὐκ ἔστι Θεὸς πλὴν ἐμοῦ. τὸ γὰρ εἷς καὶ μόνος ἐπὶ Θεοῦ ἐν τῇ Γραφῇ οὐ πρὸς ἀντιδιαστολὴν τοῦ Υἱοῦ ἢ τοῦ ἁγίου Πνεύματος λέγεται, ἀλλὰ πρὸς τοὺς μὴ ὄντας θεούς, ὀνομαζομένους δὲ ψευδῶς· ὡς τὸ Κύριος μόνος ἦγεν αὐτούς, καὶ οὐκ ἦν μετʼ αὐτῶν θεὸς ἀλλότριος, καὶ τὸ Περιεῖλον υἱοὶ Ἰσραὴλ τὰ Βααλεὶμ καὶ τὰ ἄλση Ἀσταρὼθ καὶ ἐδούλευον Κυρίῳ μόνῳ, καὶ πάλιν ὁ Παῦλος, Ὥσπερ εἰσὶ θεοὶ πολλοὶ καὶ κύριοι πολλοί, ἀλλʼ ἡμῖν εἷς Θεός, ὁ Πατήρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς Κύριος, Ἰησοῦς Χριστός, δι’ οὗ τὰ πάντα. Ἀλλὰ ζητοῦμεν ἐνταῦθα πῶς Εἷς Θεὸς εἰρηκὼς οὐκ ἠρκέσθη τῇ φωνῇ (ἔφαμεν γὰρ ὅτι μόνος καὶ τὸ εἷς, ἐπὶ Θεοῦ, τὴν φύσιν δηλοῖ), ἀλλὰ καὶ τὸ Πατὴρ προσέθηκε καὶ τοῦ Χριστοῦ ἐμνημόνευσεν. ὑπονοῶ τοίνυν ὅτι οὐκ ἐξαρκεῖν ᾠήθη νῦν ὁ Παῦλος, τὸ σκεῦος τῆς ἐκλογῆς, κηρύσσειν μόνον Θεὸν τὸν Υἱὸν καὶ Θεὸν τὸ Πνεῦμα τὸ ἅγιον, ὅπερ διὰ τῆς Εἷς Θεὸς ἐδήλωσε ῥήσεως, ἐὰν μὴ καὶ διὰ τῆς προσθήκης τοῦ Πατρὸς τὸν ἐξ οὗ τὰ πάντα δηλώσῃ, καὶ διὰ τῆς μνήμης τοῦ Κυρίου τὸν Λόγον τὸν δι’ οὗ τὰ πάντα σημάνῃ· καὶ πάλιν, διὰ τῆς Ἰησοῦ Χριστοῦ συμπαραλήψεως, τὴν ἐνανθρώπησιν παραγγείλῃ καὶ τὸ πάθος παραστήσῃ καὶ τὴν ἀνάστασιν φανερώσῃ. τὸ γὰρ Ἰησοῦς Χριστὸς τὰς τοιαύτας ἐννοίας ἡμῖν ἐμφαίνει. διὸ καὶ πρὸ τοῦ πάθους παραιτεῖται ὁ Κύριος, Ἰησοῦς Χριστὸς καταγγέλλεσθαι, καὶ διαστέλλεται τοῖς μαθηταῖς, ἵνα μηδενὶ εἴπωσιν, ὅτι αὐτός ἐστιν Ἰησοῦς ὁ Χριστός. πρόκειται γὰρ αὐτῷ τελειώσαντι τὴν οἰκονομίαν, μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν καὶ τὴν εἰς οὐρανοὺς ἀνάληψιν, ἐπιτρέψαι αὐτοῖς κηρύσσειν αὐτὸν Ἰησοῦν τὸν Χριστόν. τοιοῦτόν ἐστι καὶ τὸ Ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεόν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν, καὶ τὸ Πιστεύετε εἰς Θεὸν καὶ εἰς ἐμὲ πιστεύετε· πανταχοῦ τὴν ἔννοιαν ἡμῶν ἀσφαλιζομένου τοῦ Πνεύματος τοῦ ἁγίου, ἵνα μὴ θατέρῳ προσβαίνοντες θατέρου ἐκπίπτωμεν, καὶ τῇ θεολογίᾳ προσέχοντες τῆς οἰκονομίας καταφρονῶμεν, καὶ γένηται ἡμῖν κατὰ τὸ ἐλλεῖπον ἡ ἀσέβεια. Τὰ δὲ ῥήματα τῆς θείας Γραφῆς, ἅπερ λαμβάνοντες οἱ ἀντικείμενοι καὶ διαστρέφοντες πρὸς τὴν οἰκείαν συνείδησιν εἰς καθαίρεσιν τῆς δόξης τοῦ Μονογενοῦς ἡμῖν προφέρουσιν, οὕτως ἐξετάσωμεν, κατὰ τὸ δυνατὸν ἡμῖν ἀναπτύσσοντες αὐτῶν τὴν διάνοιαν. καὶ πρῶτον ἡμῖν προτιθέσθω τὸ Ἐγὼ ζῶ διὰ τὸν Πατέρα· τοῦτο γάρ ἐστιν ἓν τῶν βελῶν τῶν εἰς οὐρανὸν πεμπομένων ὑπὸ τῶν ἀσεβῶς αὐτῷ κεχρημένων. ἐνταῦθα δὲ τὸ ῥητὸν οὐ τὴν προαιώνιον, ὡς οἶμαι, ζωὴν ὀνομάζει (πᾶν γὰρ τὸ δι’ ἕτερον ζῶν αὐτοζωὴ εἶναι οὐ δύναται, ὡς οὐδὲ τὸ ὑφʼ ἑτέρου θερμανθὲν αὐτοθερμότης εἶναι, ὁ δὲ Χριστὸς καὶ Θεὸς ἡμῶν εἴρηκεν, Ἐγώ εἰμι ἡ ζωή), ἀλλὰ ζωὴν ταύτην τὴν ἐν σαρκὶ καὶ ἐν τῷ χρόνῳ τούτῳ γεγενημένην, ἣν ἔζησε διὰ τὸν Πατέρα. βουλήσει γὰρ αὐτοῦ ἐπιδεδήμηκε τῷ βίῳ τῶν ἀνθρώπων· καὶ οὐκ εἶπεν, Ἐγὼ ἔζησα διὰ τὸν Πατέρα, ἀλλʼ, Ἐγὼ ζῶ διὰ τὸν Πατέρα, σαφῶς τὸν παρόντα προσημαίνων χρόνον. δύναται δὲ καὶ ζωὴν λέγειν ἣν δῇ ὁ Χριστός, τὸν λόγον τοῦ Θεοῦ ἔχων ἐν ἑαυτῷ. καὶ ὅτι τοῦτό ἐστι τὸ δηλούμενον, ἐκ τοῦ ἐπιφερομένου εἰσόμεθα. Καὶ ὁ τρώγων με, φησί, ζήσεται δι’ ἐμέ· τρώγομεν γὰρ αὐτοῦ τὴν σάρκα καὶ πίνομεν αὐτοῦ τὸ αἷμα, κοινωνοὶ γινόμενοι, διὰ τῆς ἐνανθρωπήσεως καὶ τῆς αἰσθητῆς ζωῆς, τοῦ Λόγου καὶ τῆς σοφίας. σάρκα γὰρ καὶ αἷμα πᾶσαν αὐτοῦ τὴν μυστικὴν ἐπιδημίαν ὠνόμασε, καὶ τὴν ἐκ πρακτικῆς καὶ φυσικῆς καὶ θεολογικῆς συνεστῶσαν διδασκαλίαν ἐδήλωσε, δι’ ἧς τρέφεται ψυχὴ καὶ πρὸς τὴν τῶν ὄντων τέως θεωρίαν παρασκευάζεται. καὶ τοῦτό ἐστι τὸ ἐκ τοῦ ῥητοῦ ἴσως δηλούμενον. Καὶ πάλιν, Ὁ Πατήρ μου μείζων μου ἐστί· κέχρηται γὰρ καὶ τούτῳ τῷ ῥητῷ τὰ ἀχάριστα κτίσματα, τὰ τοῦ πονηροῦ γεννήματα. ἐγὼ δὲ καὶ ἐκ ταύτης τῆς φωνῆς τὸ ὁμοούσιον εἶναι τὸν Υἱὸν τῷ Πατρὶ δηλοῦσθαι πεπίστευκα. τὰς γὰρ συγκρίσεις οἶδα κυρίως ἐπὶ τῶν τῆς αὐτῆς φύσεως γινομένας. ἄγγελον γὰρ ἀγγέλου λέγομεν μείζονα, καὶ ἄνθρωπον ἀνθρώπου δικαιότερον, καὶ πτηνὸν πτηνοῦ ταχύτερον. εἰ τοίνυν αἱ συγκρίσεις ἐπὶ τῶν ὁμοειδῶν γίνονται, μείζων δὲ κατὰ σύγκρισιν εἴρηται ὁ Πατὴρ τοῦ Υἱοῦ, ὁμοούσιος τῷ Πατρὶ ὁ Υἱός. ἔστι δέ τις καὶ ἄλλη ἔννοια ἐναποκειμένη τῷ ῥητῷ. τί γὰρ θαυμαστὸν εἰ μείζονα ἑαυτοῦ τὸν Πατέρα ὡμολόγησε, Λόγος ὢν καὶ σὰρξ γεγονώς, ὁπόταν καὶ ἀγγέλων ὤφθη κατὰ τὴν δόξαν ἐλάττων καὶ ἀνθρώπων κατὰ τὸ εἶδος; Ἠλάττωσας γὰρ αὐτόν, φησί, βραχύ τι παρʼ ἀγγέλους· καὶ πάλιν, Τὸν δὲ βραχύ τι παρʼ ἀγγέλους ἠλαττωμένον, καὶ τὸ Εἴδομεν αὐτόν, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος, ἀλλὰ τὸ εἶδος αὐτοῦ ἐκλεῖπον παρὰ πάντας τοὺς ἀνθρώπους. τούτων δὲ πάντων ἠνέσχετο διὰ τὴν πολλὴν αὐτοῦ περὶ τὸ πλάσμα φιλανθρωπίαν, ἵνα τὸ ἀπολωλὸς πρόβατον ἀνασώσηται καὶ τὸ σωθὲν καταμίξῃ καὶ τὸν κατελθόντα ἀπὸ Ἱερουσαλὴμ εἰς Ἱεριχώ, καὶ διὰ τοῦτο περιπεσόντα λῃσταῖς, εἰς τὴν οἰκείαν ὑγιαίνοντα πάλιν ἐπαναγάγῃ πατρίδα. Ἢ καὶ τὴν φάτνην αὐτῷ ὀνειδίσει αἱρετικός, δι’ ἧς ἄλογος ὢν ἐτράφη ὑπὸ τοῦ Λόγου; καὶ τὴν πενίαν προοίσει, ὅτι κλινιδίου οὐκ ηὐπόρησεν ὁ τοῦ τέκτονος υἱός; διὰ τοῦτο Πατρὸς ἐλάττων ὁ Υἱός, ὅτι διὰ σὲ γέγονε νεκρός, ἵνα σε τῆς νεκρότητος ἀπαλλάξῃ καὶ ζωῆς μέτοχον ἐπουρανίου ποιήσῃ; ὥσπερ ἄν, εἴ τις καὶ τὸν ἰατρὸν αἰτιῷτο, ὅτι συγκύπτων ἐπὶ τὰ πάθη τῆς δυσωδίας συναπολαύῃ, ἵνα τοὺς πεπονθότας ἰάσηται. Διὰ σὲ καὶ τὴν ὥραν καὶ τὴν ἡμέραν τῆς κρίσεως ἀγνοεῖ· καίτοι οὐδὲν λανθάνει τὴν ὄντως σοφίαν, Πάντα γὰρ δι’ αὐτῆς ἐγένετο, οὐδεὶς δὲ ἀνθρώπων πώποτε ὃ πεποίηκεν ἀγνοεῖ. ἀλλὰ τοῦτο οἰκονομεῖ διὰ τὴν σὴν ἀσθένειαν, ἵνα μήτε τῷ στενῷ τῆς προθεσμίας οἱ ἁμαρτήσαντες τῇ ἀθυμίᾳ καταπέσωσιν, ὡς οὐχ ὑπολελειμμένου καιροῦ μετανοίας, μηδʼ οὖ πάλιν οἱ πολεμοῦντες μακρὰν τῇ ἀντικειμένῃ δυνάμει διὰ τὸ μῆκος τοῦ χρόνου λειποτακτήσωσιν. ἑκατέρους τοίνυν διὰ τῆς προσποιητῆς ἀγνοίας οἰκονομεῖ· τῷ μὲν διὰ τὸν καλὸν ἀγῶνα συντέμνων τὸν χρόνον, τῷ δὲ διὰ τὰς ἁμαρτίας καιρὸν μετανοίας ταμιευόμενος. καίτοι ἐν τοῖς Εὐαγγελίοις ἑαυτὸν συγκαταριθμήσας τοῖς ἀγνοοῦσι διὰ τὴν τῶν πολλῶν, ὡς ἔφην, ἀσθένειαν· ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων, ὡς τελείοις κατʼ ἰδίαν διαλεγόμενος, καθʼ ὑπεξαίρεσιν ἑαυτοῦ φησίν, Οὐχ ὑμῶν ἐστὶ γνῶναι χρόνους ἢ καιροὺς οὓς ὁ Πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ. Καὶ ταῦτα μὲν κατὰ τὴν προτέραν ἐπιβολὴν εἰρήσθω παχύτερον. ἤδη δὲ ἐξεταστέον ὑψηλότερον τὴν διάνοιαν τοῦ ῥητοῦ καὶ κρουστέον τὴν θύραν τῆς γνώσεως, εἴ πως δυνηθείην ἐξεγεῖραι τὸν οἰκοδεσπότην, τὸν τοὺς πνευματικοὺς ἄρτους διδόντα τοῖς αἰτοῦσιν αὐτόν, ἐπειδὴ φίλοι καὶ ἀδελφοί εἰσιν οὓς ἑστιᾶσαι σπουδάζομεν. Οἱ ἅγιοι μαθηταὶ τοῦ Σωτῆρος ἡμῶν ἐπέκεινα θεωρίας, ὡς ἔνι ἀνθρώποις, ἐλθόντες καὶ καθαρθέντες ἀπὸ τοῦ λόγου, τὸ τέλος ἐπιζητοῦσι καὶ τὴν ἐσχάτην μακαριότητα γνῶναι ποθοῦσιν, ὅπερ ἀγνοεῖν καὶ τοὺς ἀγγέλους αὐτοῦ καὶ αὐτὸν ὁ Κύριος ἡμῶν ἀπεφήνατο· ἡμέραν μὲν λέγων πᾶσαν τὴν ἀκριβῆ κατάληψιν τῶν ἐπινοίων τοῦ Θεοῦ, ὥραν δὲ τὴν ἑνάδος καὶ μονάδος θεωρίαν, ὧν τὴν εἴδησιν μόνῳ προσένειμε τῷ Πατρί. ὑπονοῶ τοίνυν ὅτι ἐκεῖνο λέγεται περὶ ἑαυτοῦ εἰδέναι ὁ Θεὸς ὅπερ ἐστί, κἀκεῖνο μὴ εἰδέναι, ὅπερ οὔκ ἐστι. δικαιοσύνην μὲν γὰρ καὶ σοφίαν λέγεται εἰδέναι ὁ Θεός, αὐτοδικαιοσύνη καὶ σοφία ὑπάρχων, ἀδικίαν δὲ καὶ πονηρίαν ἀγνοεῖν· οὐ γάρ ἐστιν ἀδικία καὶ πονηρία ὁ κτίσας ἡμᾶς Θεός. εἰ τοίνυν ἐκεῖνο λέγεται περὶ ἑαυτοῦ εἰδέναι ὁ Θεὸς ὅπερ ἐστί, κἀκεῖνο μὴ εἰδέναι ὅπερ οὐκ ἔστιν (οὐκ ἔστι δὲ ὁ Κύριος ἡμῶν κατὰ τὴν τῆς ἐνανθρωπήσεως ἐπίνοιαν καὶ παχυτέραν διδασκαλίαν τὸ ἔσχατον ὀρεκτόν), οὐκ ἄρα οἶδεν ὁ Σωτὴρ ἡμῶν τὸ τέλος καὶ τὴν ἐσχάτην μακαριότητα. ἀλλʼ οὐδὲ οἱ ἄγγελοι, φησίν, ἴσασι· τουτέστιν, οὐδὲ ἡ ἐν αὐτοῖς θεωρία καὶ οἱ λόγοι τῶν διακονιῶν εἰσὶ τὸ ἔσχατον ὀρεκτόν. παχεῖα γὰρ καὶ τούτων ἡ γνῶσις συγκρίσει τοῦ πρόσωπον πρὸς πρόσωπον. Μόνος δὲ ὁ Πατήρ, φησίν, ἐπίσταται, ἐπεὶ καὶ αὐτός ἐστι τὸ τέλος καὶ ἡ ἐσχάτη μακαριότης. ὅταν γὰρ μηκέτι Θεὸν ἐν τοῖς κατόπτροις μηδὲ διὰ τῶν ἀλλοτρίων ἐπιγινώσκωμεν, ἀλλʼ αὐτῷ ὡς μόνῳ καὶ ἑνὶ προσέλθωμεν, τότε καὶ τὸ ἔσχατον τέλος εἰσόμεθα. Χριστοῦ γὰρ βασιλείαν φασὶν εἶναι πᾶσαν τὴν ἔνυλον γνῶσιν· τοῦ δὲ Θεοῦ καὶ Πατρὸς τὴν ἄϋλον, καὶ ὡς ἂν εἴποι τις, αὐτῆς τῆς θεότητος θεωρίαν. ἔστι δὲ καὶ ὁ Κύριος ἡμῶν καὶ αὐτὸς τὸ τέλος καὶ ἡ ἐσχάτη μακαριότης κατὰ τὴν τοῦ Λόγου ἐπίνοιαν. τί γάρ φησιν ἐν τῷ Εὐαγγελίῳ; Κἀγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ· ἀνάστασιν λέγων τὴν ἀπὸ τῆς ἐνύλου γνώσεως ἐπὶ τὴν ἄϋλον θεωρίαν μετάβασιν, ἐσχάτην δὲ ἡμέραν τὴν γνῶσιν ταύτην εἰπών, μεθʼ ἣν οὐκ ἔστιν ἑτέρα. τηνικαῦτα γὰρ ὁ νοῦς ἡμῶν ἐξανίσταται καὶ πρὸς ὕψος μακάριον διεγείρεται, ὁπηνίκα ἂν θεωρήσῃ τὴν ἑνάδα καὶ μονάδα τοῦ Λόγου. Ἀλλʼ ἐπειδὴ παχυνθεὶς ἡμῶν ὁ νοῦς τῷ χοῒ συνεδέθη καὶ τῷ πηλῷ συμφύρεται καὶ ψιλῇ τῇ θεωρίᾳ ἐνατενίζειν ἀδυνατεῖ, διὰ τῶν συγγενῶν τοῦ σώματος αὐτοῦ κόσμων ποδηγούμενος, τὰς ἐνεργείας τοῦ κτίστου κατανοεῖ καὶ ταῦτα ἐκ τῶν ἀποτελεσμάτων τέως ἐπιγινώσκει, ἵνʼ οὕτω κατὰ μικρὸν αὐξηθεὶς ἰσχύσῃ ποτὲ καὶ αὐτῇ γυμνῇ προσελθεῖν τῇ θεότητι. κατὰ ταύτην δὲ οἶμαι τὴν ἐπίνοιαν εἰρῆσθαι καὶ τὸ Ὁ Πατήρ μου μείζων μού ἐστι, καὶ τὸ Οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλʼ οἷς ἡτοίμασται ὑπὸ τοῦ Πατρός. τοῦτο γάρ ἐστι καὶ τὸ παραδοῦναι τὴν βασιλείαν τὸν Χριστὸν τῷ Θεῷ καὶ Πατρί, ἀπαρχὴν ὄντα καὶ οὐ τέλος κατὰ τὴν παχυτέραν, ὡς ἔφην, διδασκαλίαν, ἥτις ὡς πρὸς ἡμᾶς, καὶ οὐ πρὸς αὐτὸν τὸν Υἱὸν θεωρεῖται. ὅτι δὲ ταῦθʼ οὕτως ἔχει, πάλιν ἐρωτήσασι τοῖς μαθηταῖς ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων τὸ Πότε ἀποκαθιστάνεὶς τὴν βασιλείαν τῷ Ἰσραήλ; φησίν, Οὐχ ἡμῶν ἐστὶ γνῶναι χρόνους ἢ καιροὺς οὓς ὁ Πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ, τουτέστιν, οὐ τῶν συνδεδεμένων σαρκὶ καὶ αἵματι τῆς τοιαύτης βασιλείας ἡ γνῶσις. Ταύτην γὰρ τὴν θεωρίαν ὁ Πατὴρ ἐναπέθετο τῇ ἰδίᾳ ἐξουσίᾳ· ἐξουσίαν λέγων τοὺς ἐξουσιαζομένους, ἰδίαν δέ, οὓς μὴ κατέχει ἄγνοια τῶν κατωτέρω πραγμάτων. χρόνους δὲ καὶ καιροὺς μή μοι νόει αἰσθητούς, ἀλλὰ διαστήματά τινα γνώσεως ὑπὸ τοῦ νοητοῦ ἡλίου γινόμενα. δεῖ γὰρ τὴν προσευχὴν ἐκείνην ἐπὶ πέρας ἀχθῆναι τοῦ Δεσπότου ἡμῶν· Ἰησοῦς γάρ ἐστιν ὁ προσευξάμενος, Δὸς αὐτοῖς, ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσι, καθὼς ἐγὼ καὶ σὺ ἕν ἐσμεν, Πάτερ. εἷς γὰρ ὢν ὁ Θεός, ἐν ἑκάστῳ γινόμενος, ἑνοῖ τοὺς πάντας· καὶ ἀπόλλυται ὁ ἀριθμὸς τῇ τῆς μονάδος ἐπιδημίᾳ. Κἀγὼ μὲν οὕτως ἐπέβαλον τῷ ῥητῷ κατὰ τὴν δευτέραν ἐπιχείρησιν. εἰ δέ τις βέλτιον λέγοι ἢ διορθοίη εὐσεβῶς τὰ ἡμέτερα, καὶ λεγέτω καὶ διορθούσθω, καὶ ὁ Κύριος ἀνταποδώσει ὑπὲρ ἡμῶν. οὐδεὶς γὰρ παρʼ ἡμῖν αὐλίζεται φθόνος, ὅτι μηδὲ φιλονεικίας ἕνεκεν ἢ κενοδοξίας ἐπὶ τήνδε τὴν ἐξέτασιν τῶν ῥημάτων κεχωρήκαμεν, ἀλλʼ ὠφελείας ἕνεκεν τῶν ἀδελφῶν, ὑπὲρ τοῦ μὴ δοκεῖν παρακρούεσθαι τὰ ὀστράκινα σκεύη, τὰ τὸν θησαυρὸν ἔχοντα τοῦ Θεοῦ, ὑπὸ τῶν λιθοκαρδίων καὶ ἀπεριτμήτων ἀνθρώπων, τῶν ἐκ τῆς μωρᾶς ὡπλισμένων σοφίας. Πάλιν διὰ τοῦ σοφοῦ Σολομῶντος ἐν Παροιμίαις κέκτισται, Κύριος γάρ, φησίν, ἔκτισέ με. καὶ ἀρχὴ ὁδῶν εὐαγγελικῶν ὀνομάζεται, ἀγουσῶν ἡμᾶς πρὸς τὴν βασιλείαν τῶν οὐρανῶν, οὐ κατʼ οὐσίαν κτίσις, ἀλλὰ κατὰ τὴν οἰκονομίαν ὁδὸς γεγονώς. τὸ γὰρ γεγονέναι καὶ τὸ ἐκτίσθαι ταὐτὸν δηλοῖ. ὡς γὰρ ὁδὸς γέγονε, καὶ θύρα, καὶ ποιμήν, καὶ ἄγγελος, καὶ πρόβατον, καὶ πάλιν ἀρχιερεὺς καὶ ἀπόστολος, ἄλλων κατʼ ἄλλην ἐπίνοιαν τῶν ὀνομάτων κειμένων. Τί ἂν εἴποι πάλιν ὁ αἱρετικὸς περὶ τοῦ ἀνυποτάκτου Θεοῦ καὶ τοῦ δι’ ἡμᾶς ἁμαρτίαν γεγενημένου; γέγραπται γάρ, Ὅταν ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε καὶ αὐτὸς ὁ Υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα. οὐ φοβῇ, ἄνθρωπε, τὸν Θεὸν ἀνυπότακτον ὀνομαζόμενον; τὴν γὰρ σὴν ὑποταγὴν ἰδίαν ποιεῖται, καὶ ἐν τῷ ἀντιτείνειν σε πρὸς τὴν ἀρετήν, ἀνυπότακτον ἑαυτὸν ὀνομάζει. οὕτω ποτὲ καὶ ἑαυτὸν ἔφη εἶναι τὸν διωκόμενον, Σαῦλε γάρ, φησί, Σαῦλε, τί με διώκεις; ἡνίκα ἐπὶ Δαμασκὸν ἔτρεχε, τοὺς μαθητὰς τοῦ Χριστοῦ συνδῆσαι βουλόμενος. καὶ πάλιν ἑαυτὸν γυμνὸν ὀνομάζει, ἑνός τινος τῶν ἀδελφῶν γυμνητεύοντος, Γυμνὸς γάρ, φησίν, ἤμην, καὶ περιεβάλετέ με. καί, ἄλλου ἐν φυλακῇ ὄντος, ἑαυτὸν ἔφη εἶναι τὸν καθειργμένον. αὐτὸς γὰρ τὰς ἀσθενίας ἡμῶν ἦρε καὶ τὰς νόσους ἐβάστασε. μία δὲ τῶν ἀσθενειῶν ἐστὶ καὶ ἡ ἀνυποταξία, καὶ ταύτην ἐβάστασε. διὸ καὶ τὰ συμβαίνοντα ἡμῖν περιστατικὰ ἰδιοποιεῖται ὁ Κύριος, ἐκ τῆς πρὸς ἡμᾶς κοινωνίας τὰ ἡμέτερα πάθη ἀναδεχόμενος. Ἀλλὰ καὶ τὸ Οὐ δύναται ὁ Υἱὸς ποιεῖν ἀφʼ ἑαυτοῦ οὐδέν, λαμβάνουσιν οἱ θεομάχοι ἐπὶ καταστροφῇ τῶν ἀκουόντων. ἐμοὶ δὲ καὶ τοῦτο τὸ ῥητὸν μάλιστα καταγγέλλει τῆς αὐτῆς φύσεως εἶναι τὸν Υἱὸν τῷ Πατρί. εἰ γὰρ ἕκαστον τῶν λογικῶν κτισμάτων δύναταί τι ποιεῖν ἀφʼ ἑαυτοῦ, αὐτεξούσιον ἔχον τὴν ἐπὶ τὸ χεῖρόν τε καὶ κρεῖττον ῥοπήν, ὁ δὲ Υἱὸς οὐ δύναταί τι ποιεῖν ἀφʼ ἑαυτοῦ, οὐ κτίσμα ὁ Υἱός. εἰ δὲ μὴ κτίσμα, ὁμοούσιος τῷ Πατρί. καὶ πάλιν, οὐδὲν τῶν κτισμάτων τὰ ὅσα βούλεται δύναται. Ὁ δὲ Υἱὸς ἐν τῷ οὐρανῷ καὶ ἐπὶ τῆς γῆς πάντα ὅσα ἠθέλησεν ἐποίησεν. οὐκ ἄρα κτίσμα ὁ Υἱός. καὶ πάλιν, πάντα τὰ κτίσματα ἢ ἐκ τῶν ἐναντίων συνέστηκεν ἢ τῶν ἐναντίων ἐστὶ δεκτικά. ὁ δὲ Υἱὸς αὐτοδικαιοσύνη καὶ ἄϋλός ἐστιν. οὐκ ἄρα κτίσμα ὁ Υἱός. εἰ δὲ μὴ τοῦτο, ὁμοούσιος τῷ Πατρί. Καὶ αὕτη μὲν αὐτάρκης ἡμῖν ἡ ἐξέτασις κατὰ τὴν δύναμιν τὴν ἡμετέραν τῶν τεθέντων ῥητῶν. ἤδη δὲ λοιπὸν καὶ πρὸς τοὺς ἀντιπίπτοντας τῷ Πνεύματι τῷ ἁγίῳ τῷ λόγῳ χωρήσωμεν, καθαιροῦντες αὐτῶν πᾶν ὕψωμα διανοίας ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ. κτίσμα λέγεις τὸ Πνεῦμα τὸ ἅγιον. πᾶν δὲ κτίσμα δοῦλόν ἐστι τοῦ κτίσαντος· Τὰ γὰρ σύμπαντα, φησί, δοῦλα σά. εἰ δὲ δοῦλόν ἐστι, καὶ ἐπίκτητον ἔχει τὴν ἁγιότητα· πᾶν δὲ ὃ ἐπίκτητον ἔχει τὴν ἁγιότητα οὐκ ἀνεπίδεκτόν ἐστι κακίας. τὸ δὲ Πνεῦμα τὸ ἅγιον, κατʼ οὐσίαν ὂν ἅγιον, πηγὴ ἁγιασμοῦ προσηγόρευται. οὐκ ἄρα κτίσμα τὸ Πνεῦμα τὸ ἅγιον. εἰ δὲ μὴ κτίσμα, ὁμοούσιόν ἐστι τῷ Θεῷ. πῶς δὲ δοῦλον ἀποκαλεῖς, εἰπέ μοι, τὸν διὰ τοῦ βαπτίσματος ἐλευθεροῦντά σε τῆς δουλείας; Ὁ γὰρ νόμος, φησί, τοῦ Πνεύματος τῆς ζωῆς ἠλευθέρωσέ με ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας. ἀλλʼ οὐδὲ τρεπτὴν αὐτοῦ ποτὲ τὴν οὐσίαν τολμήσεις εἰπεῖν, ἀφορῶν εἰς τὴν φύσιν τῆς ἀντικειμένης δυνάμεως, ἥτις ὡς ἀστραπὴ πέπτωκεν ἀπὸ τοῦ οὐρανοῦ, καὶ ἐξέπεσε τῆς ὄντως ζωῆς διὰ τὸ ἐπίκτητον ἐσχηκέναι τὴν ἁγιότητα καὶ ἐπηκολουθηκέναι τῇ κακῇ βουλῇ τὴν ἀλλοίωσιν. τοιγαροῦν καὶ ἐκπεσὼν τῆς μονάδος καὶ τὸ ἀγγελικὸν ἀποῤῥίψας ἀξίωμα, ἀπὸ τοῦ τρόπου ὠνομάσθη διάβολος, ἀποσβεσθείσης μὲν αὐτοῦ τῆς προτέρας καὶ μακαρίας ἕξεως, τῆς δὲ ἀντικειμένης ταύτης δυνάμεως ἀναφθείσης. Ἔπειτα εἰ κτίσμα λέγει τὸ Πνεῦμα τὸ ἅγιον, πεπερατωμένην τὴν φύσιν αὐτοῦ εἰσάγει. πῶς οὖν σταθήσεται τὸ Πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην, καὶ τὸ Ποῦ πορευθῶ ἀπὸ τοῦ Πνεύματός σου; ἀλλʼ οὐδʼ ἁπλοῦν αὐτὸ τῇ φύσει, ὡς ἔοικεν, ὁμολογεῖ. ἀριθμῷ γὰρ ἓν αὐτὸ ὀνομάζει. πᾶν δὲ ὃ ἓν ἀριθμῷ, τοῦτο οὐχ ἁπλοῦν, ὡς ἔφην, ἐστίν. εἰ δὲ μὴ ἁπλοῦν ἐστὶ τὸ Πνεῦμα τὸ ἅγιον, ἐξ οὐσίας καὶ ἁγιασμοῦ συνέστηκε· τὸ δὲ τοιοῦτον σύνθετον. καὶ τίς οὕτως ἀνόητος ὡς σύνθετον εἰπεῖν τὸ Πνεῦμα τὸ ἅγιον, καὶ μὴ ἁπλοῦν καὶ κατὰ τὸν τῆς ἁπλότητος λόγον ὁμοούσιον Πατρὶ καὶ Υἱῷ; Εἰ δὲ δεῖ προβῆναι τῷ λόγῳ καὶ ἐποπτεῦσαι τὰ μείζονα, ἐκ τούτου μάλιστα τὴν θεϊκὴν δύναμιν τοῦ ἁγίου Πνεύματος θεωρήσωμεν. τρεῖς κτίσεις εὑρήκαμεν ὀνομαζομένας ἐν τῇ Γραφῇ· μίαν μὲν καὶ πρώτην, τὴν ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγωγήν· δευτέραν δέ, τὴν ἀπὸ τοῦ χείρονος εἰς τὸ κρεῖττον ἀλλοίωσιν· τρίτην δέ, τὴν ἐξανάστασιν τῶν νεκρῶν. ἐν ταύταις εὑρήσεις συνεργὸν Πατρὶ καὶ Υἱῷ τὸ ἅγιον Πνεῦμα. οὐρανῶν γὰρ οὐσίωσις. καὶ τί φησιν ὁ Δαβίδ; Τῷ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν. πάλιν ἄνθρωπος διὰ βαπτίσματος κτίζεται, Εἴ τις γὰρ ἐν Χριστῷ, καινὴ κτίσις. καὶ τί φησι τοῖς μαθηταῖς ὁ Σωτήρ; Ἀπελθόντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. ὁρᾷς κἀνταῦθα συμπαρὸν Πατρὶ καὶ Υἱῷ τὸ ἅγιον Πνεῦμα. τί δʼ ἂν εἴποις καὶ περὶ τῆς ἀναστάσεως τῶν νεκρῶν, ὅταν ἐκλείψωμεν, καὶ εἰς τὸν χοῦν ἡμῶν ἐπιστρέψωμεν; Γῆ γάρ ἐσμεν καὶ εἰς τὴν γῆν ἀπελευσόμεθα, καὶ Ἀποστελεῖ τὸ Πνεῦμα τὸ ἅγιον καὶ κτίσει ἡμᾶς, καὶ ἀνακαινίσει τὸ πρόσωπον τῆς γῆς. ἣν γὰρ Παῦλος ὁ ἅγιος ἐξανάστασιν εἴρηκε, ταύτην Δαβὶδ ἀνακαινισμὸν προσηγόρευσε. Ἀκούσωμεν δὲ πάλιν τοῦ ἁρπαγέντος ἕως τρίτου οὐρανοῦ. τί φησιν; ὅτι Ναὸς τοῦ ἐν ὑμῖν ἁγίου Πνεύματός ἐστε. πᾶς δὲ ναὸς Θεοῦ ναός. εἰ δὲ ναός ἐσμεν τοῦ Πνεύματος τοῦ ἁγίου, Θεὸς τὸ Πνεῦμα τὸ ἅγιον. λέγεται δὲ καὶ ναὸς Σολομῶντος, ἀλλʼ ὡς κατασκευάσαντος. εἰ δὲ οὕτως ἐσμὲν ναὸς τοῦ ἁγίου Πνεύματος, Θεὸς τὸ ἅγιον Πνεῦμα, Ὁ γὰρ πάντα κατασκευάσας Θεός. εἰ δὲ ὡς προσκυνουμένου καὶ ἐνοικοῦντος ἐν ἡμῖν, ὁμολογήσωμεν αὐτὸ εἶναι Θεόν. Κυρίῳ γὰρ τῷ Θεῷ σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις. εἰ δὲ τὴν Θεὸς φωνὴν παραιτοῖντο, μανθανέτωσαν τίνος ἐστὶ σημαντικὸν τὸ ὄνομα τοῦτο. παρὰ γὰρ τὸ τεθεικέναι τὰ πάντα ἢ θεᾶσθαι τὰ πάντα ὁ Θεὸς ὀνομάζεται. εἰ τοίνυν Θεὸς εἴρηται παρὰ τὸ τεθεικέναι ἢ θεᾶσθαι τὰ πάντα, τὸ δὲ Πνεῦμα πάντα γινώσκει τὰ τοῦ Θεοῦ, ὡς τὸ πνεῦμα τὸ ἐν ἡμῖν τὰ ἡμέτερα, Θεὸς οὖν τὸ Πνεῦμα τὸ ἅγιον. Καὶ πάλιν, εἰ ἡ μάχαιρα τοῦ Πνεύματος ῥῆμά ἐστι Θεοῦ, Θεὸς τὸ Πνεῦμα τὸ ἅγιον, ἐκείνου γάρ ἐστιν ἡ μάχαιρα, οὗ καὶ ῥῆμα καλεῖται. καὶ εἰ καὶ δεξιὰ τοῦ Πατρὸς ὀνομάζεται (Δεξιὰ γὰρ Κυρίου ἐποίησε δύναμιν, καὶ Ἡ δεξιά σου, Κύριε, ἔθραυσεν ἐχθρούς), δάκτυλος δὲ Θεοῦ τὸ Πνεῦμα τὸ ἅγιον, κατὰ τὸ ῥητόν, τὸ Εἰ ἐγὼ ἐν δακτύλῳ Θεοῦ ἐκβάλλω τὰ δαιμόνια· ὅπερ ἐν ἑτέρῳ Εὐαγγελίῳ γέγραπται, τὸ Εἰ ἐγὼ ἐν Πνεύματι Θεοῦ ἐκβάλλω τὰ δαιμόνια, τῆς αὐτῆς φύσεως τῷ Πατρὶ καὶ Υἱῷ τὸ πνεῦμα τὸ ἅγιον. Καὶ περὶ μὲν τῆς προσκυνητῆς καὶ ἁγίας Τριάδος τοσαῦτα ἡμῖν ἐπὶ τοῦ παρόντος εἰρήσθω· οὐ γὰρ νῦν δυνατὸν πλατύτερον ἐξετάσαι τὸν περὶ αὐτῆς λόγον. ὑμεῖς δὲ λαβόντες παρὰ τῆς ἡμετέρας ταπεινώσεως σπέρματα, στάχυν ὥριμον ἑαυτοῖς γεωργήσατε, ἐπεὶ καὶ τόκους, ὡς ἴστε, τῶν τοιούτων προσαπαιτούμεθα. πιστεύω δὲ τῷ Θεῷ ὅτι καρποφορήσετε καὶ τριάκοντα καὶ ἑξήκοντα καὶ ἑκατὸν διὰ τὴν καθαρότητα τοῦ βίου ὑμῶν. Μακάριοι γάρ, φησίν, οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. καὶ μηδὲ ἄλλο τι, ἀδελφοί, τὴν βασιλείαν τῶν οὐρανῶν νομίσητε ἢ τὴν τῶν ὄντων ἀληθῆ κατανόησιν, ἣν καὶ μακαριότητα ὀνομάζουσιν αἱ Θεῖαι Γραφαί· Ἡ γὰρ βασιλεία τῶν οὐρανῶν ἐντὸς ὑμῶν ἐστί. περὶ δὲ τὸν ἐντὸς ἄνθρωπον οὐδὲν ἕτερον ἢ θεωρία συνίσταται. θεωρία ἂν εἴη λοιπὸν ἡ βασιλεία τῶν οὐρανῶν. ὧν γὰρ νῦν τὰς σκιὰς καθορῶμεν, ὡς ἐν κατόπτρῳ, ὕστερον ἀπαλλαγέντες τοῦ γεώδους σώματος τούτου καὶ ἄφθαρτον ἐπενδυσάμενοι καὶ ἀθάνατον, τούτων τὰ ἀρχέτυπα κατοψόμεθα. ὀψόμεθα δέ, εἴ γε τὸν ἑαυτῶν βίον πρὸς τὸ εὐθὲς κυβερνῴημεν καὶ τῆς ὀρθῆς πίστεως ποιοίμεθα πρόνοιαν, ὧν χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον. Εἰς γὰρ κακότεχνον ψυχήν, φησίν, οὐκ εἰσελεύσεται σοφία, οὐδὲ κατοικήσει ἐν σώματι καταχρέῳ ἁμαρτίας. καὶ μηδεὶς ὑποκρουέτω λέγων ὅτι τὰ ἐν ποσὶν ἀγνοῶν, περὶ τῆς ἀσωμάτου καὶ πάντη ἀνύλου οὐσίας ἡμῖν φιλοσοφεῖς. καὶ γὰρ ἄτοπον κρίνω τὰς μὲν αἰσθήσεις ἐᾷν ἀκωλύτως τῶν ἰδίων ἐμπίπλασθαι ὑλῶν, τὸν δὲ νοῦν μόνον εἴργεσθαι τῆς οἰκείας ἐνεργείας. ὡς γὰρ ἡ αἴσθησις τῶν αἰσθητῶν, οὕτως ὁ νοῦς τῶν νοητῶν ἐπίβολός ἐστιν. Ἅμα δὲ καὶ τοῦτο λεκτέον, ὅτι τὰ φυσικὰ κριτήρια ἀδίδακτα πεποίηκεν ὁ κτίσας ἡμᾶς Θεός. οὐδεὶς γὰρ διδάσκει τὰς ὄψεις χρωμάτων ἢ σχημάτων ἀντιλαμβάνεσθαι, οὐδʼ ἀκοὴν ψόφων τε καὶ φωνῶν, οὐδʼ ὄσφρησιν ἀτμῶν εὐωδῶν τε καὶ δυσωδῶν, οὐδὲ γεῦσιν χυμῶν καὶ χυλῶν, οὐδʼ ἁφὴν μαλακῶν καὶ σκληρῶν, ἢ θερμῶν καὶ ψυχρῶν. οὐδὲ τὸν νοῦν ἐπιβάλλειν τοῖς νοητοῖς διδάξοι τις ἄν. καὶ ὥσπερ εἴ τι πάθοιεν αὗται, ἐπιμελείας μόνον προσδέονται, καὶ τὴν οἰκείαν ἐνέργειαν εὐκόλως ἀποπληροῦσιν· οὕτως καὶ ὁ νοῦς, σαρκὶ συνδεθεὶς καὶ τῶν ἐκ ταύτης φαντασιῶν πληρωθείς, πίστεως δεῖται καὶ πολιτείας ὀρθῆς, αἵτινες καταρτίζουσι τοὺς πόδας αὐτοῦ ὡσεὶ ἐλάφου καὶ ἐπὶ τὰ ὑψηλὰ ἱστῶσιν αὐτόν. τοῦτό τοι αὐτὸ καὶ ὁ σοφὸς παρεγγυᾷ Σολομῶν, καί ποτε μὲν ἡμῖν προφέρει τὸν ἀνεπαίσχυντον ἐργάτην τὸν μύρμηκα καὶ δι’ αὐτοῦ τὴν πρακτικὴν ἡμῖν ὁδὸν ὑπογράφει· ποτὲ δὲ τὸ τῆς σοφῆς μελίττης κηρόπλαστον ὄργανον, καὶ δι’ αὐτῆς φυσικὴν θεωρίαν αἰνίττεται, ἐν ᾗ καὶ ὁ περὶ τῆς ἁγίας Τριάδος ἐγκέκραται λόγος, εἴπερ ἐκ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς θεωρεῖται. Ἀλλʼ εὐχαριστήσαντες Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, πέρας ἐπιθῶμεν τῷ γράμματι, ἐπειδὴ πᾶν μέτρον ἄριστον, ὡς ἡ παροιμία φησίν.
Εἰκόνες ὄντως τῶν ψυχῶν εἰσὶν οἱ λόγοι. κατεμάθομεν οὖν σε διὰ τοῦ γράμματος, ὅσον φασίν, ἐξ ὀνύχων τὸν λέοντα· καὶ ἥσθημεν εὑρόντες περὶ τὰ πρῶτα καὶ μέγιστα τῶν ἀγαθῶν οὐκ ἀργῶς διακείμενον, τήν τε πρὸς τὸν Θεὸν ἀγάπην καὶ πρὸς τὸν πλησίον. σημεῖον δὲ ποιούμεθα τοῦ μέν, τὴν περὶ ἡμᾶς δεξιότητά σου, τοῦ δέ, τὴν περὶ τὴν γνῶσιν σπουδήν. ὅτι δὲ ἐν δυοῖν τούτοιν ἐστὶ τὰ ὅλα, γνώριμον παντὶ Χριστοῦ μαθητῇ. Ἃ δὲ ἐπιζητεῖς τῶν Διονυσίου ἦλθε μὲν εἰς ἡμᾶς, καὶ πάνυ πολλά· οὐ πάρεστί γε μὴν τὰ βιβλία, διόπερ οὐκ ἀπεστείλαμεν. ἔχομεν δὲ γνώμης οὕτως. οὐ πάντα θαυμάζομεν τοῦ ἀνδρός· ἔστι δὲ ἃ καὶ παντελῶς διαγράφομεν. σχεδὸν γὰρ ταυτησὶ τῆς νῦν περιθρυλλουμένης ἀσεβείας, τῆς κατὰ τὸ Ἀνόμοιον λέγω, οὗτός ἐστιν, ὅσα γε ἡμεῖς ἴσμεν, ὁ πρῶτος ἀνθρώποις τὰ σπέρματα παρασχών. αἴτιον δέ, οἶμαι, οὐ πονηρία γνώμης, ἀλλὰ τὸ σφόδρα βούλεσθαι ἀντιτείνειν τῷ Σαβελλίῳ. εἴωθα γοῦν ἀπεικάζειν ἐγὼ φυτοκόμῳ, νεαροῦ φυτοῦ διαστροφὴν ἀπευθύνοντι, εἶτα τῇ ἀμετρίᾳ τῆς ἀνθολκῆς διαμαρτόντι τοῦ μέσου καὶ πρὸς τὸ ἐναντίον ἀπαγαγόντι τὸ βλάστημα. τοιοῦτόν τι καὶ περὶ τὸν ἄνδρα τοῦτον ὅτι γεγενημένον εὕρομεν. ἀντιβαίνων γὰρ σφοδρῶς τῇ ἀσεβείᾳ τοῦ Λίβυος, ἔλαθεν ἑαυτὸν εἰς τὸ ἐναντίον κακὸν ὑπὸ τῆς ἄγαν φιλοτιμίας ὑπενεχθείς. ᾧ γε τοσοῦτον ἐξαρκοῦν δεῖξαι, ὅτι οὐ ταὐτὸν τῷ ὑποκειμένῳ Πατὴρ καὶ Υἱός, καὶ ταύτῃ ἔχειν κατὰ τοῦ βλασφημοῦντος τὰ νικητήρια, ὁ δέ, ἵνα πάνυ ἐναργῶς καὶ ἐκ τοῦ περιόντος κατακρατῇ, οὐχ ἑτερότητα μόνον τῶν ὑποστάσεων τίθεται, ἀλλὰ καὶ οὐσίας διαφορὰν καὶ δυνάμεως ὕφεσιν καὶ δόξης παραλλαγήν. ὥστε ἐκ τούτου συνέβη, κακοῦ μὲν αὐτὸν κακὸν διαμεῖψαι, τῆς δὲ ὀρθότητος τοῦ λόγου διαμαρτεῖν. ταύτῃ τοι καὶ παντοδαπός ἐστιν ἐν τοῖς συγγράμμασιν, νῦν μὲν ἀναιρῶν τὸ ὁμοούσιον, διὰ τὸν ἐπʼ ἀθετήσει τῶν ὑποστάσεων κακῶς αὐτῷ κεχρημένον, νῦν δὲ προσιέμενος ἐν οἷς ἀπολογεῖται πρὸς τὸν ὁμώνυμον. πρὸς δὲ τούτοις καὶ περὶ τοῦ Πνεύματος ἀφῆκε φωνὰς ἥκιστα πρεπούσας τῷ Πνεύματι, τῆς προσκυνουμένης αὐτὸ θεότητος ἐξορίζων καὶ κάτω που τῇ κτιστῇ καὶ λειτουργῷ φύσει συναριθμῶν. ὁ μὲν οὖν ἀνὴρ τοιοῦτος. Ἐγὼ δέ, εἰ χρὴ τοὐμὸν ἴδιον εἰπεῖν, τὸ ὅμοιον κατʼ οὐσίαν, εἰ μὲν προσκείμενον ἔχει τὸ ἀπαραλλάκτως, δέχομαι τὴν φωνὴν ὡς εἰς ταὐτὸν τῷ ὁμοουσίῳ φέρουσαν κατὰ τὴν ὑγιῆ δηλονότι τοῦ ὁμοουσίου διάνοιαν. ὅπερ καὶ τοὺς ἐν Νικαίᾳ νοήσαντας, Φῶς ἐκ Φ.ωτὸς καὶ Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ καὶ τὰ τοιαῦτα τὸν Μονογενῆ προσειπόντας, ἐπαγαγεῖν ἀκολούθως τὸ ὁμοούσιον. οὔτε οὖν φωτὸς πρὸς φῶς, οὔτε ἀληθείας πρὸς ἀλήθειάν ποτε, οὔτε τῆς τοῦ Μονογενοῦς οὐσία πρὸς τὴν τοῦ Πατρὸς ἐπινοῆσαί τινα παραλλαγὴν δυνατόν. εἴ τις οὖν οὕτως, ὡς εἶπον, ἐκδέχοιτο, προσίεμαι τὴν φωνήν. εἰ δέ τις τοῦ ὁμοίου τὸ ἀπαράλλακτον ἀποτέμνοι, ὅπερ οἱ κατὰ τὴν Κωνσταντινούπολιν πεποιήκασιν, ὑποπτεύω τὸ ῥῆμα ὡς τοῦ Μονογενοῦς τὴν δόξαν κατασμίκρυνον. καὶ γὰρ καὶ ἀμυδραῖς ἐμφερείαις, καὶ πλεῖστον τῶν ἀρχετύπων ἀποδεούσαις, τὸ ὅμοιον πολλάκις ἐπινοεῖν εἰώθαμεν. ἐπεὶ οὖν ἧττον οἶμαι κακουργεῖσθαι τὸ ὁμοούσιον, οὕτω καὶ αὐτὸς τίθεμαι. Ἀλλὰ τί οὐκ ἐπιφοιτᾷς ἡμῖν, ὦ ἄριστε, ὥστε παρόντας ἡμᾶς ἀλλήλοις περὶ τῶν τοιούτων διαλεχθῆναι, καὶ μὴ γράμμασιν ἀψύχοις καταπιστεύειν τὰ τηλικαῦτα, ἄλλως τε μήτε πάνυ δημοσιεύειν τὰ ἑαυτῶν ἐγνωκότας; ὅπως οὖν μὴ τὸ τοῦ Διογένους πρὸς τὸν Ἀλέξανδρον καὶ αὐτὸς ἡμῖν εἴπῃς, ὅτι ἴσον ἐστὶ παρʼ ὑμῶν τὸ δεῦρο καὶ πρὸς ὑμᾶς ἐνθένδε. ἡμεῖς μὲν γὰρ ὑπὸ τῆς ἀῤῥωστίας, μικροῦ δεῖν, ὥσπερ τὰ φυτὰ ἐπὶ τῆς αὐτῆς χώρας ἀεὶ κατεχόμεθα· καὶ ἅμα τὸ λαθεῖν βιώσαντες ἐν τοῖς πρώτοις τῶν ἀγαθῶν ἄγομεν. σὺ δὲ ἔῤῥωσαί τε, ὥς φασι, καὶ ἅμα πολίτην σεαυτὸν τῆς οἰκουμένης ποιήσας δίκαιος ἂν εἴης καὶ δεῦρο φοιτᾷν ὡς εἰς μέρος τῆς σεαυτοῦ. εἰ γὰρ καὶ τοῖς πρακτικοῖς ὑμῖν πρέπουσι δῆμοι καὶ πόλεις, αἷς τὰς κατʼ ἀρετὴν πράξεις ἐνεπιδείκνυσθε, ἀλλά γε πρὸς θεωρίαν καὶ τὴν κατὰ νοῦν ἐνέργειαν, δι’ ἧς συναπτόμεθα τῷ Θεῷ, ἀγαθὴ συνεργὸς ἡ ἡσυχία· ἣν πολλὴν ἐπὶ τῆς ἐσχατιᾶς καὶ ἄφθονον γεωργοῦμεν σὺν αὐτῷ γε εἰπεῖν τῷ παρασχομένῳ ἡμῖν Θεῷ. εἰ δὲ πάντως δεῖ περιέπειν τὰς δυναστείας καὶ περιφρονεῖν τοὺς χαμαὶ κειμένους ἡμᾶς, σὺ δὲ ἀλλὰ γράφε ἡμῖν, καὶ ταύτῃ ποίει ἡδίους.
Τέχνη τίς ἐστι περιστερῶν θηρευτικὴ τοιαύτη. ὅταν μιᾶς ἐγκρατεῖς γένωνται οἱ τὰ τοιαῦτα σπουδάζοντες, χειροήθη τε ταύτην καὶ ὁμόσιτον ἑαυτοῖς ἀπεργάσωνται· τότε μύρῳ τὰς πτέρυγας αὐτῆς χρίσαντες ἐῶσι συναγελασθῆναι ταῖς ἔξωθεν. ἡ δὲ τοῦ μύρου ἐκείνου εὐωδία τὴν αὐτόνομον ἐκείνην ἀγέλην κτῆμα ποιεῖται τῷ κεκτημένῳ τὴν τιθασσόν· πρὸς γὰρ τὰς εὐπνοίας καὶ αἱ λοιπαὶ συνεφέπονταί τε καὶ εἰσοικίζονται. Τί δὲ βουλόμενος ἐντεῦθεν ἄρχομαι τοῦ γράμματος; ὅτι λαβὼν τὸν υἱὸν Διονύσιον, τόν ποτε Διομήδην, καὶ τῷ θείῳ μύρῳ τὰς τῆς ψυχῆς αὐτοῦ πτέρυγας διαχρίσας, ἐξέπεμψα πρὸς τὴν σὴν σεμνοπρέπειαν, ὥστε καὶ σὲ αὐτὴν συναναπτῆναι αὐτῷ καὶ καταλαβεῖν τὴν καλιὰν ἣν παρʼ ἡμῖν ἐπήξατο ὁ προειρημένος. ἐὰν οὖν ταῦτα ἴδοιμι ἐπὶ τῆς ἐμῆς ζωῆς καὶ τὴν σὴν σεμνοπρέπειαν πρὸς τὸν ὑψηλὸν βίον μεταθεμένην, πολλῶν προσώπων ἀξίων τοῦ Θεοῦ δεηθήσομαι τὴν κεχρεωστημένην τιμὴν ἀποπληρῶσαι αὐτῷ.
Τῇ τοῦ Θεοῦ χάριτι τὴν ἁγίαν ἡμέραν συνδιαγαγόντες τοῖς τέκνοις ἡμῶν καὶ ὄντως τελείαν ἑορτὴν ἑορτάσαντες τῷ Κυρίῳ διὰ τὴν ὑπερβάλλουσαν αὐτῶν περὶ τὸν Θεὸν ἀγάπην, προεπέμψαμεν μεθʼ ὑγείας πρὸς τὴν σὴν εὐγένειαν, εὐχόμενοι τῷ φιλανθρώπῳ Θεῷ καὶ αὐτοῖς δοθῆναι εἰρηνικὸν ἄγγελον βοηθὸν καὶ σύμπορον καὶ σὲ παρʼ αὐτῶν καταληφθῆναι ἐν ὑγείᾳ καὶ πάσῃ εἰρηνικῇ καταστάσει, ἵνα, ὅπουπερ ἂν ἦτε δουλεύοντες τῷ Κυρίῳ καὶ εὐχαριστοῦντες αὐτῷ, εὐφραίνητε ἡμᾶς, ἕως ἐσμὲν ἐν τῷ κόσμῳ, ἀκούοντας τὰ παρʼ ὑμῶν. ἐὰν δὲ παράσχῃ ὁ ἅγιος Θεὸς θᾶττόν σε τῶν φροντίδων τούτων ἀπαλλαγῆναι, παρακαλοῦμέν σε μηδὲν προτιμῆσαι τῆς μεθʼ ἡμῶν διαγωγῆς. οἶμαι γὰρ μὴ εὑρεῖν σε τοὺς οὕτως ἀγαπῶντας καὶ ἀντιποιουμένους τῆς παρʼ ὑμῖν φιλίας. ἕως οὖν ἂν οἰκονομῇ ὁ ἅγιος τὸν χωρισμὸν τοῦτον, διὰ πάσης προφάσεως παραμυθεῖσθαι ἡμᾶς γράμμασι καταξίου.
Ἔγραφες ἡμῖν πρότερον μὲν ὀλίγα, νῦν δὲ οὐδὲ ὀλίγα· καὶ ἔοικεν ἡ βραχυλογία προϊοῦσα τῷ χρόνῳ παντελὴς γίνεσθαι ἀφωνία. ἐπάνελθε τοίνυν ἐπὶ τὸ ἔθος, ὡς οὐκ ἔτι σοι μεμψόμεθα λακωνίζοντι πρὸς ἡμᾶς διὰ γραμμάτων· ἀλλὰ καὶ τὰ μικρὰ γράμματα, σύμβολα ὄντα τῆς μεγάλης σου διαθέσεως, πολλοῦ ἄξια ποιησόμεθα. μόνον ἐπίστελλε ἡμῖν.
Ὥσπερ τῶν ἄλλων ὡρίμων ἕκαστον ἐν τῇ οἰκείᾳ ὥρᾳ ἀπαντᾷ, ἐν ἦρι μὲν τὰ ἄνθη, ἐν θέρει δὲ οἱ ἀστάχυες, τῷ δὲ μετοπώρῳ τὸ μῆλον, οὕτω χειμῶνος καρπός εἰσιν οἱ λόγοι.
Ἐγὼ τοῦ ἀδελφοῦ μοι ἐπιστείλαντος Γρηγορίου πάλαι βούλεσθαι ἡμῖν συντυχεῖν, προσθέντος δὲ ὅτι καὶ σοὶ αὐτὸ τοῦτο δεδογμένον ἐστί, τὸ μέν τι καὶ διὰ τὸ πολλάκις ἀπατηθῆναι ὀκνηρῶς ἔχων πρὸς τὸ πιστεύειν, τὸ δέ τι καὶ ὑπὸ ἀσχολιῶν περισπώμενος, ἐπιμεῖναι οὐκ ἠδυνήθην. δεῖ γάρ με ἤδη ἀπελαύνειν ἐπὶ τὸν Πόντον, ἐν ᾧ τάχα ποτέ, τοῦ Θεοῦ βουληθέντος, τῆς πλάνης λήξομεν. μόλις γὰρ ἀπογνοὺς τῶν ματαίων ἐλπίδων, ἃς ἐπὶ σοὶ εἶχόν ποτε, μᾶλλον δὲ τῶν ὀνείρων, εἰ δεῖ ἀληθέστερον εἰπεῖν (ἐπαινῶ γὰρ τὸν εἰπόντα τὰς ἐλπίδας εἶναι γρηγορούντων ἐνύπνια), κατὰ βίου ζήτησιν ἐπὶ τὸν Πόντον ἀπῆλθον. ἔνθα δή μοι ὁ Θεὸς χωρίον ὑπέδειξεν ἀκριβῶς συμβαῖνον τῷ ἐμῷ τρόπῳ, ὥστε, οἷον πολλάκις εἰώθαμεν ἀργοῦντες ἅμα καὶ παίζοντες τῇ διανοίᾳ συμπλάττειν, τοιοῦτον ἐπὶ τῆς ἀληθείας καθορᾷν. Ὄρος γάρ ἐστιν ὑψηλὸν βαθείᾳ ὕλῃ κεκαλυμμένον, ψυχροῖς ὕδασι καὶ διαφανέσιν εἰς τὸ κατʼ ἄρκτον κατάῤῥυτον. τούτου ταῖς ὑπωρείαις πεδίον ὕπτιον ὑπεστόρεσται, ταῖς ἐκ τοῦ ὄρους νοτίσι διηνεκῶς πιαινόμενον. ὕλη δὲ τούτῳ αὐτομάτως περιφυεῖσα ποικίλων καὶ παντοδαπῶν δένδρων, μικροῦ δεῖν ἀντὶ ἕρκους αὐτῷ γίνεται, ὡς μικρὰν εἶναι πρὸς τοῦτο καὶ τὴν Καλυψοῦς νῆσον, ἣν δὴ πασῶν πλέον Ὅμηρος εἰς κάλλος θαυμάσας φαίνεται. καὶ γὰρ οὐδὲ πολὺ ἀποδεῖ τοῦ νῆσος εἶναι, ἕνεκά γε τοῦ πανταχόθεν ἐρύμασι περιείργεσθαι· φάραγγες μὲν γὰρ αὐτῷ βαθεῖαι κατὰ δύο μέρη περιεῤῥώγασι, κατὰ πλευρὰν δὲ ἀπὸ κρημνοῦ ὁ ποταμὸς ὑποῤῥέων τεῖχός ἐστι καὶ αὐτὸς διηνεκὲς καὶ δυσέμβατον· ἐκ δὲ τοῦ ἐπὶ θάτερα τεταμένον εἶναι τὸ ὄρος δι’ ἀγκώνων μηνοειδῶν ταῖς φάραγξιν ἐπιζευγνύμενον, τὰ βάσιμα τῆς ὑπωρείας ἀποτειχίζει. μία δέ τις εἴσοδος ἐπʼ αὐτῆς, ἧς ἡμεῖς ἐσμὲν κύριοι. τήν γε μὴν οἴκησιν αὐχήν τις ἕτερος ὑποδέχεται, ὑψηλόν τινα ἐπὶ τῆς ἄκρας ἀνέχων τένοντα, ὥστε τὸ πεδίον ἐκ τούτου ὑφηπλῶσθαι ταῖς ὄψεσι καὶ ἐκ τοῦ μετεώρου ἐξεῖναι καὶ τὸν ποταμὸν περιῤῥέοντα καθορᾷν, οὐκ ἐλάττονα τέρψιν, ἔμοιγε δοκεῖν, παρεχόμενον ἢ τοῖς ἐκ τῆς Ἀμφιπόλεως τὸν Στρύμονα καταμανθάνουσιν. ὁ μὲν γὰρ σχολαιοτέρῳ τῷ ῥεύματι περιλιμνάζων, μικροῦ δεῖν καὶ τὸ ποταμὸς εἶναι ὑπὸ τῆς ἡσυχίας ἀφῄρηται· ὁ δὲ ὀξύτατα ὧν ἐγὼ οἶδα ποταμῶν ῥέων βραχύ τι τῇ γείτονι πέτρᾳ παρατραχύνεται· ἀφʼ ἧς ἀναχεόμενος εἰς δίνην βαθεῖαν περιειλεῖται, ὄψιν τε ἡδίστην ἐμοὶ καὶ παντὶ θεατῇ παρεχόμενος, καὶ χρείαν τοῖς ἐπιχωρίοις αὐταρκεστάτην, ἰχθύων γε πλῆθος ἀμύθητον ταῖς δίναις ἐντρέφων. Τί δεῖ λέγειν τὰς ἐκ τῆς γῆς ἀναπνοάς, ἢ τὰς ἐκ τοῦ ποταμοῦ αὔρας; τό γε μὴν τῶν ἀνθέων πλῆθος ἢ τῶν ᾠδικῶν ὀρνίθων ἄλλος μὲν ἄν τις θαυμάσειεν, ἐμοὶ δὲ οὐ σχολὴ τούτοις προσέχειν τὸν νοῦν. ὃ δὲ μέγιστον εἰπεῖν ἔχομεν τοῦ χωρίου, ὅτι πρὸς πᾶσαν ὑπάρχον καρπῶν φορὰν ἐπιτήδειον δι’ εὐκαιρίαν τῆς θέσεως, ἥδιστον ἐμοὶ πάντων καρπῶν τὴν ἡσυχίαν τρέφει, οὐ μόνον καθότι τῶν ἀστικῶν θορύβων ἀπήλλακται, ἀλλʼ ὅτι οὐδὲ ὁδίτην τινὰ παραπέμπει πλὴν τῶν κατὰ θήραν ἐπιμιγνυμένων ἡμῖν. πρὸς γὰρ τοῖς ἄλλοις καὶ θηροτρόφος ἐστίν, οὐχὶ ἄρκτων ἢ λύκων τῶν ὑμετέρων (μὴ γένοιτο), ἀλλʼ ἐλάφων ἀγέλας καὶ αἰγῶν ἀγρίων καὶ λαγωοὺς βόσκει, καὶ εἴ τι τούτοις ὅμοιον. Ἆρʼ οὖν οὐκ ἐνθυμῇ παρʼ ὅσον ἦλθον κινδύνου ὁ μάταιος ἐγώ, τοιούτου χωρίου τὴν Τιβερίνην, τῆς οἰκουμένης τὸ βάραθρον, φιλονεικῶν ἀνταλλάξασθαι; πρὸς ὅπερ νῦν ἐπειγομένῳ συγγνώσῃ. πάντως γὰρ οὐδὲ Ἀλκμαίων Ἐχινάδας εὑρὼν ἔτι τῆς πλάνης ἠνέσχετο.
Ἔδωκαν μείζονα τὴν χάριν ἢ ἔλαβον οἱ πολῖται τῆς μητροπόλεως ἡμῶν, παρασχόμενοί μοι ἀφορμὴν τῶν πρὸς τὴν σὴν τιμιότητα γραμμάτων. αὐτοῖς μὲν γὰρ ἡ φιλανθρωπία, ἧς ἕνεκεν τὴν ἐπιστολὴν ἔλαβον παρʼ ἡμῶν, καὶ πρὸ τῶν ἡμῶν γραμμάτων ὑπῆρχε, διὰ τὴν συνήθη καὶ τὴν ἐκ φύσεως ἐνυπάρχουσάν σοι πρὸς πάντας ἡμερότητα. Ἡμεῖς δὲ τὴν ἀφορμὴν τοῦ προσφθέγγεσθαί σου τὴν ἀμίμητον καλοκἀγαθίαν μέγιστον κέρδος ἐθέμεθα, εὐχόμενοι τῷ ἁγίῳ Θεῷ προκόπτοντί σοι ἐν τῇ πρὸς αὐτὸν εὐαρεστήσει καὶ ἐπὶ μεῖζον τῆς περὶ σὲ περιφανείας αὐξανομένης, αὐτοί τε ἐπευφραίνεσθαι καὶ τοῖς εὐεργετουμένοις ὑπὸ τῆς σῆς ἐπιστασίας συνήδεσθαι· λαβεῖν δέ ποτε καὶ τοὺς ἐγχειρίζοντάς σοι τὰ γράμματα ἡμῶν ἡμέρως ἰδεῖν, καὶ ἀποπέμψασθαι μετὰ πάντων καὶ αὐτούς, ἀνυμνοῦντας τὴν σὴν πραότητα, ἀεὶ μαθόντας ὅτι οὐκ ἄχρηστος αὐτοῖς ἡ παρʼ ἡμῶν πρεσβεία πρὸς τὴν ἀνυπέρβλητόν σου καλοκἀγαθίαν γεγένηται.
Ὁ ἐφικτὴν εἶναι λέγων τῶν ὄντων τὴν εὕρεσιν, ὁδῷ τινὶ πάντως καὶ ἀκολουθίᾳ διὰ τῆς τῶν ὄντων γνώσεως παρέβαλεν ἑαυτοῦ τὴν διάνοιαν· καὶ τοῖς εὐλήπτοις τε καὶ μικροτέροις ἐγγυμνασθεὶς διὰ τῆς καταλήψεως, οὕτω καὶ εἰς τὴν ἐπέκεινα πάσης ἐννοίας προήγαγεν ἑαυτὸν καταληπτικὴν φαντασίαν. Οὐκοῦν ὁ τὴν περὶ τῶν ὄντων εἴδησιν κατειληφέναι μεγαλαυχούμενος τὸ σμικρότατον τῶν προφαινομένων, ὅπως ἔχει φύσεως, ἑρμηνευσάτω, καὶ τίς ἡ τοῦ μύρμηκος φύσις, εἰπάτω· εἰ πνεύματι καὶ ἄσθματι συνέχεται αὐτοῦ ἡ ζωή· εἰ ὀστέοις τὸ σῶμα διείληπται· εἰ νεύροις καὶ συνδέσμοις τὰς ἁρμονίας τετόνωται· εἰ μυῶν περιβολῇ καὶ ἀδένων ἡ τῶν νεύρων περικρατεῖται θέσις· εἰ τοῖς νωτιαίοις σπονδύλοις ἐκ τοῦ βρέγματος ἐπὶ τὸ οὐραῖον ὁ μυελὸς συμπαρατείνεται· εἰ τῇ περιοχῇ τοῦ νευρώδους ὑμένος, τοῖς κινουμένοις μέλεσι τὴν ὁρμητικὴν ἐνδίδωσι δύναμιν· εἰ ἔστιν ἐν αὐτῷ τὸ ἧπαρ, καὶ τὸ χοληδόχον ἀγγεῖον ἐπὶ τοῦ ἥπατος, νεφροί τε καὶ καρδία καὶ ἀρτηρίαι καὶ φλέβες, ὑμένες καὶ διαφράγματα· εἰ ψιλόν ἐστιν, ἢ τετρίχωται· εἰ μονώνυχόν ἐστιν, ἢ πολυσχιδεῖς ἔχει τὰς βάσεις· πόσον δὲ βιοῖ τὸν χρόνον, καὶ τίς αὐτοῖς ὁ τρόπος τῆς ἐξ ἀλλήλων γεννήσεως· ἐπὶ πόσον δὲ κυΐσκεται τὸ τικτόμενον· καὶ πῶς οὔτε πεζοὶ πάντες οἱ μύρμηκες, οὔτε ὑπόπτεροι πάντες, ἀλλʼ οἱ μὲν τῶν χαμαὶ ἐρχομένων εἰσίν, οἱ δὲ διαέριοι φέρονται. Ὁ τοίνυν τῶν ὄντων τὴν γνῶσιν ἐπικομπάζων, τέως τὴν τοῦ μύρμηκος φύσιν εἰπάτω· εἶθʼ οὕτω φυσιολογείτω τὴν πάντα νοῦν ὑπερέχουσαν δύναμιν. εἰ δὲ τοῦ βραχυτάτου μύρμηκος οὔπω περιέλαβες τῇ γνώσει τὴν φύσιν, πῶς τὴν ἀκατάληπτον τοῦ Θεοῦ δύναμιν μεγαλαυχεῖς φαντάζεσθαι;
Καὶ ἀκουόμενος εὐφραίνεις, καὶ ἀναγινωσκόμενος δι’ ὧν γράφεις ἐνεργεστέρας ἡμῖν παρέχεις εὐφροσύνας. καὶ χάρις πολλὴ τῷ ἀγαθῷ Θεῷ, τῷ μηδὲν ἐλαττωθῆναι ποιήσαντι τὴν ἀλήθειαν ἐν τῇ προδοσίᾳ τῶν δῆθεν ὑπερκρατούντων, ἀλλὰ δι’ ὑμῶν τὴν συνηγορίαν τοῦ λόγου τῆς εὐσεβείας ἀναπληρώσαντι. ἐκεῖνοι μὲν οὖν, ὡς τὸ κώνειον ἢ τὸ ἀκόνιτον, καὶ εἴ τις ἄλλη ἀνδροφόνος βοτάνη, πρὸς ὀλίγον ἀνθήσαντες ταχὺ ἀποξηρανθήσονται. ὑμῖν δὲ ἀνθηρὸν καὶ ἀεὶ νέον ὁ Κύριος τὸν μισθὸν τῶν ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ λαληθέντων παρέξει. Ἀνθʼ ὧν καὶ παράσχοι ὑμῖν ὁ Κύριος πᾶσαν εὐθηνίαν οἴκου, καὶ εἰς παῖδας παίδων τὴν εὐλογίαν διαβιβάσαι. τὰ δὲ εὐγενέστατα παιδία, τοὺς ἐναργεῖς τῆς σῆς χρηστότητος χαρακτῆρας, εἶδον ἡδέως καὶ περιεπτυξάμην, καὶ εὔχομαι αὐτοῖς ὅσα ἂν αὐτὸς ὁ πατὴρ εὔξῃ.
Οὔτε γεωργοὺς οἱ κατὰ γεωργίαν ξενίζουσι πόνοι, οὔτε ναύταις ὁ κατὰ θάλασσαν χειμὼν ἀπροσδόκητος, οὔτε τοῖς μισθαρνοῦσιν ὁ ἱδρὼς παράδοξος, οὔτε μὴν τοῖς εὐσεβῶς ζῇν ἑλομένοις αἱ κατὰ τὸν ἐνεστῶτα κόσμον θλίψεις ἀμελέτητοι. ἀλλʼ ἑκάστῳ τῶν εἰρημένων οἰκεῖος καὶ γνώριμος τοῖς μετιοῦσι συνέζευκται πόνος, οὐ δι’ ἑαυτὸν αἱρετός, ἀλλὰ δι’ ἀπόλαυσιν ἀγαθῶν προσδοκωμένων. ἐλπίδες γάρ, πάντα τὸν τῶν ἀνθρώπων συνέχουσαι καὶ συγκροτοῦσαι βίον, τὴν ἐφʼ ἑκάστῳ τούτων παραμυθοῦνται δυσκολίαν. Τῶν μὲν οὖν ὑπὲρ γῆς καρπῶν ἢ τῶν κατὰ γῆν πονούντων, οἱ μὲν παντάπασιν ἐψεύσθησαν τῶν ἐλπίδων, μέχρι μόνης φαντασίας τῶν προσδοκωμένων τὴν ἀπόλαυσιν ἔχοντες, οἷς δὲ καὶ κατὰ γνώμην ἐκβῆναι συνέβη τὸ τέλος, δευτέρας ἐδέησε πάλιν ἐλπίδος, παραδραμούσης καὶ μαρανθείσης ἐν τάχει τῆς προτέρας. μόνοις δὲ τοῖς ὑπὲρ εὐσεβείας καμοῦσιν οὐ ψεῦδος ἠφάνισε τὰς ἐλπίδας, οὐ τέλος ἐλυμήνατο τοὺς ἄθλους, βεβαίας καὶ μονίμου διαδεχομένης τῆς τῶν οὐρανῶν βασιλείας. Μὴ τοίνυν ὑμᾶς ταραττέτω διαβολὴ ψευδής, μηδὲ φοβείτω τῶν κρατούντων ἀπειλή· μὴ γέλως λυπείτω καὶ ὕβρις τῶν γνωρίμων, μηδὲ κατάγνωσις παρὰ τῶν κήδεσθαι προσποιουμένων, ἰσχυρότατον πρὸς ἀπάτην δέλεαρ προβαλλομένων παραινέσεως προσποίησιν, ἕως ἂν ὁ τῆς ἀληθείας ἡμῖν συναγωνίζηται λόγος. ἀντιμαχέσθω δὲ τοῖς πᾶσι λογισμὸς ὀρθός, σύμμαχον παρακαλῶν γενέσθαι καὶ βοηθὸν αὐτῷ τὸν τῆς εὐσεβείας διδάσκαλον τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, δι’ ὃν καὶ τὸ κακοπαθεῖν ἡδὺ καὶ τὸ ἀποθανεῖν κέρδος.
Γράμμα ἦλθέ μοι πρῴην παρὰ σοῦ, ἀκριβῶς σόν, οὐ τοσοῦτον τῷ χαρακτῆρι τῆς χειρός, ὅσον τῷ τῆς ἐπιστολῆς ἰδιώματι. ὀλίγα γὰρ ἦν τὰ ῥήματα πολλὴν διάνοιαν παριστῶντα. πρὸς ἃ εὐθὺς μὲν οὐκ ἀπεκρινάμεθα, διότι αὐτοὶ μὲν ἀπεδημοῦμεν, ὁ δὲ γραμματηφόρος ἑνὶ τῶν ἐπιτηδείων ἡμῖν ἐπιδοὺς τὴν ἐπιστολὴν ἀπίων ᾤχετο. ἀλλὰ νῦν διὰ Πέτρου προσφθεγγόμεθά σε, ὁμοῦ μὲν ἀποτίννυντες τῆς προσηγορίας τὸ χρέος, ὁμοῦ δὲ ἀφορμὴν δευτέρων γραμμάτων παρέχοντες. πάντως δὲ οὐδεὶς πόνος Λακωνικῆς ἐπιστολῆς, ὁποῖαί εἰσιν αἱ παρὰ σοῦ ἑκάστοτε πρὸς ἡμᾶς ἀφικνούμεναι.
Χρόνια μέν σοι καὶ τὰ παρʼ ἡμῶν γράμματα, οὐ μὴν χρονιώτερα τῶν αὐτόθεν, καὶ ταῦτα πολλῶν καὶ συνεχῶν ἐπιδημησάντων ἡμῖν ἀπὸ τῆς ὑμετέρας· οἷς εἰ πᾶσιν ἐφεξῆς γράμματα ἐπετίθης, οὐδὲν ἦν τὸ κώλυον αὐτῷ σοι δοκεῖν συνεῖναι ἡμᾶς καὶ οἱονεὶ παρόντας καὶ συνόντας ἀπολαύειν· οὕτω συνεχὲς ἦν τὸ πλῆθος τῶν πρὸς ἡμᾶς ἀφικνουμένων. Ἀλλὰ τί οὐκ ἐπιστέλλεις; καίτοιγε οὐδὲν ἔργον σοφιστῇ, ἢ τὸ γράφειν· μᾶλλον δὲ εἰ καὶ τῆς χειρὸς ἔχεις ἀργῶς, οὐδὲ γράφειν δεήσει, ἄλλος γάρ σοι διακονήσει. γλώττης δὲ χρεία μόνης· ἣ κἂν ἡμῖν μὴ διαλέγηται, ἀλλʼ ἑνί γε πάντως τῶν συνόντων λαλήσει, κἂν μηδεὶς παρῇ, ἐφʼ ἑαυτῆς διαλέξεται· σιωπήσει δὲ οὐδαμῶς, σοφιστική τε οὖσα καὶ Ἀττική, οὐ μᾶλλόν γε ἢ αἱ ἀηδόνες, ὅταν τὸ ἔαρ αὐτὰς πρὸς ᾠδὴν ἀναστήσῃ. Ἡμῖν μὲν γὰρ τὸ πυκνὸν τῆς ἀσχολίας τοῦτο ἐν ᾧ νῦν ἐσμὲν κἂν παραίτησιν ἐνέγκοι τυχὸν πρὸς τὴν ἔνδειαν τῶν γραμμάτων· καὶ τὸ οἱονεὶ ἐῤῥυπῶσθαι λοιπὸν τῇ κατακορεῖ συνηθείᾳ πρὸς ἰδιωτισμὸν ὄκνον εἰκότως ἐμποιεῖ προσφθέγγεσθαι ὑμᾶς τοὺς σοφιστάς, οἵ, εἰ μή τι ἄξιον τῆς ὑμετέρας αὐτῶν σοφίας ἀκούσεσθε, δυσχερανεῖτε καὶ οὐκ ἀνέξεσθε. σὲ δέ που τὸ ἐναντίον εἰκὸς ἐπὶ πάσης προφάσεως δημοσιεύειν σαυτοῦ τὴν φωνήν, ἐπιτήδειον ὄντα εἰπεῖν ὧν αὐτὸς οἶδα Ἑλλήνων. οἶδα γάρ, ὡς οἶμαι, τοὺς ὀνομαστοτάτους τῶν ἐν ὑμῖν. ὥστε οὐδεμία παραίτησις σιωπῶντι. καὶ ταῦτα μὲν εἰς τοσοῦτον. Ἀπέστειλα δὲ καὶ τὰ πρὸς Εὐνόμιον· ἃ εἴτε παιδιὰν χρὴ καλεῖν, εἴτε μικρῷ παιδιᾶς σπουδαιότερα, αὐτῷ σοι κρίνειν παρίημι· ὃς πρὸς μὲν τὰ οἰκεῖα σαυτοῦ οὐκέτι, οἶμαι, χρῄζεις, πρὸς δὲ τῶν ἐνδιαστρόφων τοὺς ἐντυγχάνοντας οὐκ ἀγεννές σοι ὅπλον ἔσεσθαι προσδοκῶ· οὐ τῇ δυνάμει τοῦ συντάγματος καταπιστεύοντες τοσοῦτον, ἀλλʼ ἀκριβῶς γνωρίζοντες ἀπὸ ὀλίγων ἀφορμῶν ἐπὶ πολλά σε ὄντα εὑρετικόν. ἐὰν δέ τι σοὶ καὶ ἀσθενέστερον ἔχειν τῆς χρείας καταφανῇ, μὴ κατοκνήσῃς ἐλέγξαι. τούτῳ γὰρ μάλιστα φίλος κόλακος διενήνοχε, τῷ τὸν μὲν πρὸς ἡδονὴν ὁμιλεῖν, τὸν δὲ μηδὲ τῶν λυπούντων ἀπέχεσθαι.
Ἔοικέ τι τῆς κοινῆς καταστάσεως καὶ εἰς τὰ ἑαυτοῦ πράγματα ὁ χρηστὸς Ἰουλιανὸς ἀπολαύειν. ἀπαιτεῖται γὰρ καὶ αὐτὸς καὶ ἐγκαλεῖται σφοδρῶς, ἐπειδὴ πάντα νῦν ἀπαιτουμένων καὶ ἐγκαλουμένων γέμει. πλὴν ὅσον οὐχὶ εἰσφορῶν ἐλλείμματα, ἀλλʼ ἐπιστολῶν. καίτοι πόθεν αὐτῷ ἐλλέλειπται ἀγνοῶ· ἔδωκε γὰρ ἀεὶ ἐπιστολήν, τὴν δὲ ἐκομίσατο. εἰ μή τί που καὶ παρὰ σοὶ ἡ πολυθρύλλητος αὐτὴ τετραπλῆ προτετίμηται. οὐδὲ γὰρ οἱ Πυθαγόριοι τοσοῦτον προετίμησαν τὴν τετρακτύν, ὅσον οἱ νῦν ἐκλέγοντες τὰ δημόσια τὴν τετραπλῆν. καίτοιγε ἴσως τὸ ἐναντίον εἰκὸς ἦν, σοφιστὴν ὄντα καὶ εὐποροῦντα λόγων τοσούτων, αὐτὸν ἡμῖν εἰς τὴν τῶν τετραπλασίων ἔκτισιν ὑποκεῖσθαι. καὶ μὴ οἴου ταῦτα δυσχεραίνοντας ἡμᾶς γράφειν. χαίρω γάρ σου καὶ ταῖς μέμψεσιν, ἐπειδὴ τοῖς καλοῖς φασὶ πάντα μετὰ τῆς τοῦ καλοῦ προσθήκης γίνεσθαι· ὥστε καὶ λύπας αὐτοῖς καὶ ὀργὰς ἐπιπρέπειν. ἥδιον γοῦν ἄν τις ἴδοι ὀργιζόμενον τὸν ἀγαπώμενον, ἢ θεραπεύοντα ἕτερον. μήποτε οὖν ἀνῇς ἐγκαλῶν τοιαῦτα. γράμματα γάρ που ἔσται αὐτὰ τὰ ἐγκλήματα, ὧν ἐμοὶ οὐδὲν ἄκουσμα τιμιώτερον, οὐδὲ πλείονα φέρον τὴν ἡδονήν.
Πολλῶν ὄντων τῶν ὑπὸ τῆς θεοπνεύστου Γραφῆς δηλουμένων τῶν κατορθοῦσθαι ὀφειλόντων τοῖς ἐσπουδακόσιν εὐαρεστῆσαι τῷ Θεῷ, περὶ μόνων τέως τῶν ἐπὶ τοῦ παρόντος κινηθέντων παρʼ ὑμῖν, ὡς ἔμαθον ἐξ αὐτῆς τῆς θεοπνεύστου Γραφῆς, ἐν συντόμῳ ὑπομνήσει εἰπεῖν ἀναγκαίως προεθυμήθην, τὴν περὶ ἑκάστου μαρτυρίαν εὔληπτον οὖσαν καταλείψας ἐπιγινώσκειν τοῖς περὶ τὴν ἀνάγνωσιν ἀπασχολουμένοις, οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους ὑπομιμνήσκειν. Ὅτι δεῖ τὸν Χριστιανὸν ἄξια τῆς ἐπουρανίου κλήσεως φρονεῖν, καὶ ἀξίως τοῦ εὐαγγελίου τοῦ Χριστοῦ πολιτεύεσθαι. ὅτι οὐ δεῖ τὸν Χριστιανὸν μετεωρίζεσθαι, οὐδὲ ἀφέλκεσθαι ὑπό τινος ἀπὸ τῆς μνήμης τοῦ Θεοῦ καὶ τῶν αὐτοῦ θελημάτων καὶ κριμάτων. ὅτι δεῖ τὸν Χριστιανόν, κρείττονα τῶν κατὰ τὸν νόμον δικαιωμάτων γενόμενον ἐν πᾶσι, μήτε ὀμνύειν μήτε ψεύδεσθαι. ὅτι οὐ δεῖ βλασφημεῖν· ὅτι οὐ δεῖ ὑβρίζειν. ὅτι οὐ δεῖ μάχεσθαι· ὅτι οὐ δεῖ ἑαυτὸν ἐκδικεῖν· ὅτι οὐ δεῖ κακὸν ἀντὶ κακοῦ ἀποδιδόναι· ὅτι οὐ δεῖ ὀργίζεσθαι. ὅτι δεῖ μακροθυμεῖν πᾶν ὁτιοῦν πάσχοντα, καὶ ἐλέγχειν εὐκαίρως τὸν ἀδικοῦντα, οὐ μὴν ἐν πάθει τῆς ἑαυτοῦ ἐκδικήσεως, ἀλλʼ ἐν ἐπιθυμίᾳ τῆς τοῦ ἀδελφοῦ διορθώσεως, κατὰ τὴν ἐντολὴν τοῦ Κυρίου. ὅτι οὐ δεῖ κατὰ ἀπόντος ἀδελφοῦ λέγειν τι σκοπῷ τοῦ διαβάλλειν αὐτόν, ὅπερ ἐστὶ καταλαλία, κἂν ἀληθῆ ᾖ τὰ λεγόμενα. ὅτι δεῖ τὸν καταλαλοῦντα ἀδελφοῦ ἀποστρέφεσθαι. Ὅτι οὐ δεῖ εὐτράπελα φθέγγεσθαι. ὅτι οὐ δεῖ γελᾷν οὐδὲ γελοιαστῶν ἀνέχεσθαι. ὅτι οὐ δεῖ ἀργολογεῖν, λαλοῦντά τι ὃ μήτε πρὸς ὠφέλειαν τῶν ἀκουόντων ἐστὶ μήτε πρὸς τὴν ἀναγκαίαν καὶ συγκεχωρημένην ἡμῖν ὑπὸ τοῦ Θεοῦ χρείαν· ὥστε καὶ τοὺς ἐργαζομένους σπουδάζειν καθʼ ὅσον δυνατὸν μετὰ ἡσυχίας ἐργάζεσθαι, καὶ αὐτοὺς δὲ τοὺς ἀγαθοὺς λόγους πρὸς ἐκείνους κινεῖν, τοὺς πεπιστευμένους μετὰ δοκιμασίας οἰκονομεῖν τὸν λόγον πρὸς οἰκοδομὴν τῆς πίστεως, ἵνα μὴ λυπῆται τὸ Πνεῦμα τὸ ἅγιον τοῦ Θεοῦ. ὅτι οὐ δεῖ τῶν ἐπεισερχομένων τινὰ ἐπʼ ἐξουσίας ἐγγίζειν ἢ λαλεῖν τινὶ τῶν ἀδελφῶν, πρὶν ἂν οἱ ἐπιτεταγμένοι τὴν φροντίδα τῆς ἐν πᾶσιν εὐταξίας δοκιμάσωσι πῶς ἀρέσκει Θεῷ πρὸς τὸ κοινῇ συμφέρον. ὅτι οὐ δεῖ οἴνῳ δεδουλῶσθαι, οὔτε περὶ κρέα ἐμπαθῶς ἔχειν, καὶ καθόλου περὶ οὐδὲν βρῶμα ἢ πόμα φιλήδονον εἶναι· ὁ γὰρ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται. ὅτι τῶν διδομένων ἑκάστῳ εἰς χρῆσιν οὐδὲν ὡς ἴδιον ἔχειν δεῖ ἢ ταμιεύεσθαι· ἐν μέντοι τῇ φροντίδι πᾶσιν ὡς δεσποτικοῖς προσέχοντα, μηδὲν τῶν παραῤῥιπτομένων ἢ ἀμελουμένων, ἂν οὕτω τύχῃ, παρορᾷν. ὅτι οὐ δεῖ οὔτε αὐτὸν ἑαυτοῦ κύριον εἶναί τινα, ἀλλʼ ὡς ὑπὸ Θεοῦ παραδεδομένον εἰς δουλείαν τοῖς ὁμοψύχοις ἀδελφοῖς, οὕτω καὶ φρονεῖν πάντα καὶ ποιεῖν, ἕκαστον δὲ ἐν τῷ ἰδίῳ τάγματι. Ὅτι οὐ δεῖ γογγύζειν, οὔτε ἐν τῇ στενοχωρίᾳ τῶν πρὸς τὴν χρείαν οὔτε ἐν τῷ καμάτῳ τῶν ἔργων, ἐχόντων τὸ κρίμα περὶ ἑκάστου τῶν ἐπιτεταγμένων τὴν τούτων ἐξουσίαν. ὅτι οὐ δεῖ κραυγὴν γίνεσθαι, οὔτε ἄλλο τι σχῆμα ἢ κίνημα ἐν ᾧ χαρακτηρίζεται θυμός, ἢ μετεωρισμὸς ἀπὸ τῆς πληροφορίας τοῦ παρεῖναι. τὸν Θεόν. ὅτι δεῖ τῇ χρείᾳ συμμετρεῖν τὴν φωνήν. ὅτι οὐ δεῖ θρασέως ἢ καταφρονητικῶς τινὶ ἀποκρίνεσθαι ἢ ποιεῖν τι, ἀλλʼ ἐν πᾶσι τὸ ἐπιεικὲς καὶ τὸ τιμητικὸν πρὸς πάντας δεικνύειν. ὅτι οὐ δεῖ ἐννεύειν ὀφθαλμῷ μετὰ δόλου, ἢ ἄλλῳ τινὶ σχήματι ἢ κινήματι μέλους κεχρῆσθαι, ὃ λυπεῖ τὸν ἀδελφὸν ἢ καταφρόνησιν ἐμφαίνει. Ὅτι οὐ δεῖ καλλωπίζεσθαι ἐν ἱματίοις ἢ ὑποδήμασιν, ὅπερ ἐστὶ περπερεία. ὅτι δεῖ εὐτελέσι κεχρῆσθαι τοῖς πρὸς τὴν χρείαν τοῦ σώματος. ὅτι οὐ δεῖ ὑπὲρ τὴν χρείαν καὶ πρὸς δαψίλειαν ἀναλίσκειν οὐδέν, ὅπερ ἐστὶ παράχρησις. ὅτι οὐ δεῖ τιμὴν ἐπιζητεῖν, ἢ πρωτείων ἀντιποιεῖσθαι. ὅτι δεῖ ἕκαστον προτιμᾷν ἑαυτοῦ πάντας. ὅτι οὐ δεῖ ἀνυπότακτον εἶναι. ὅτι οὐ δεῖ ἀργὸν ἐσθίειν τὸν ἐργάζεσθαι δυνάμενον, ἀλλὰ καὶ τὸν ἀσχολούμενον περί τι τῶν κατορθουμένων εἰς δόξαν Χριστοῦ ἐκβιάζεσθαι ἑαυτὸν εἰς τὴν σπουδὴν τοῦ κατὰ δύναμιν ἔργου. ὅτι δεῖ ἕκαστον δοκιμασίᾳ τῶν προεστώτων, μετὰ λόγου καὶ πληροφορίας, οὕτω ποιεῖν πάντα, ἄχρι καὶ αὐτοῦ τοῦ φαγεῖν καὶ πιεῖν, ὡς εἰς δόξαν Θεοῦ γινόμενα. ὅτι οὐ δεῖ ἀφʼ ἑτέρου εἰς ἕτερον ἔργον μεταβαίνειν ἄνευ τῆς δοκιμασίας τῶν εἰς τὸ διατυποῦν τὰ τοιαῦτα ἐπιτεταγμένων, ἐκτὸς εἰ μή πού τινα ἀπαραίτητος ἀνάγκη εἰς βοήθειαν τοῦ ἀδυνατήσαντος καλοίη αἰφνίδιον. ὅτι δεῖ ἕκαστον μένειν ἐν ᾧ ἐτάχθη, καὶ μὴ ὑπερβαίνοντα τὸ ἴδιον μέτρον ἐπιβαίνειν τοῖς μὴ ἐπιτεταγμένοις, εἰ μή τι ἂν οἱ ταῦτα πεπιστευμένοι δοκιμάσωσί τινα χρῄζοντα βοηθείας. ὅτι οὐ δεῖ ἀφʼ ἑτέρου ἐργαστηρίου εἰς ἕτερον εὑρίσκεσθαί τινα. ὅτι οὐ δεῖ κατὰ φιλονεικίαν ἢ ἔριν τὴν πρός τινα ποιεῖν τι. Ὅτι οὐ δεῖ φθονεῖν τῇ ἑτέρου εὐδοκιμήσει, οὔτε ἐπιχαίρειν ἐλαττώμασί τινος. ὅτι δεῖ ἐν ἀγάπῃ Χριστοῦ λυπεῖσθαι μὲν καὶ συντρίβεσθαι ἐπὶ τοῖς τοῦ ἀδελφοῦ ἐλαττώμασιν, εὐφραίνεσθαι δὲ ἐπὶ τοῖς κατορθώμασιν. ὅτι οὐ δεῖ ἀδιαφορεῖν ἐπὶ τοῖς ἁμαρτάνουσιν ἢ ἐφησυχάζειν αὐτοῖς. ὅτι δεῖ τὸν ἐλέγχοντα μετὰ πάσης εὐσπλαγχνίας, φόβῳ Θεοῦ καὶ σκοπῷ τοῦ ἐπιστρέψαι τὸν ἁμαρτάνοντα, ἐλέγχειν. ὅτι δεῖ τὸν ἐλεγχόμενον ἢ ἐπιτιμώμενον καταδέχεσθαι προθύμως, γνωρίζοντα τὸ ἑαυτοῦ ὄφελος ἐν τῇ διορθώσει. ὅτι οὐ δεῖ, ἐγκαλουμένου τινὸς ἄλλον, ἐνώπιον ἐκείνου ἢ ἄλλων τινῶν ἀντιλέγειν τῷ ἐγκαλοῦντι. ἐὰν δὲ ἄρα ποτὲ ἄλογον φανῇ τὸ ἔγκλημά τινι, κατʼ ἰδίαν κινεῖν λόγον πρὸς τὸν ἐγκαλοῦντα, καὶ ἢ πληροφορεῖν ἢ πληροφορεῖσθαι. Ὅτι δεῖ ἕκαστον, ὅση δύναμις, θεραπεύειν τὸν ἔχοντά τι κατʼ αὐτοῦ. ὅτι οὐ δεῖ μνησικακεῖν τῷ ἁμαρτήσαντι καὶ μετανοοῦντι, ἀλλʼ ἐκ καρδίας ἀφεῖναι. ὅτι δεῖ τὸν λέγοντα μετανοεῖν ἐφʼ ἁμαρτήματι μὴ μόνον κατανυγῆναι ἐφʼ ᾧ ἥμαρτεν, ἀλλὰ καὶ καρποὺς ἀξίους ποιῆσαι τῆς μετανοίας. ὅτι ὁ ἐπὶ τοῖς πρώτοις ἁμαρτήμασι παιδευθεὶς καὶ τῆς ἀφέσεως ἀξιωθείς, ἐὰν πάλιν ἁμάρτῃ, χεῖρον τοῦ προτέρου κατασκευάζει ἑαυτῷ τὸ κρίμα τῆς ὀργῆς. ὅτι δεῖ τὸν μετὰ τὴν πρώτην καὶ δευτέραν νουθεσίαν ἐπιμένοντα τῷ ἐλαττώματι ἑαυτοῦ φανεροῦσθαι τῷ προεστῶτι, ἐὰν ἄρα ὑπὸ πλειόνων ἐπιτιμηθεὶς ἐντραπῇ. ἐὰν δὲ μηδὲ οὕτω διορθώσηται, ὡς σκάνδαλον ἐκκόπτεσθαι τοῦ λοιποῦ, καὶ ὡς ἐθνικὸν καὶ τελώνην ὁρᾶσθαι πρὸς τὴν ἀσφάλειαν τῶν τὴν σπουδὴν τῆς ὑπακοῆς ἐργαζομένων, κατὰ τὸ εἰρημένον, Ἀσεβῶν καταπιπτόντων, δίκαιοι ἔμφοβοι γίνονται. δεῖ δὲ καὶ πενθεῖν ἐπʼ αὐτῷ, ὡς μέλους ἐκκοπέντος ἐκ τοῦ σώματος. Ὅτι οὐ δεῖ ἐν παροργισμῷ ἀδελφοῦ ἐπιδῦναι τὸν ἥλιον, μή ποτε ἡ νὺξ διαστῇ μεταξὺ ἀμφοτέρων καὶ καταλίπῃ ἐν ἡμέρᾳ κρίσεως ἀπαραίτητον ἔγκλημα. ὅτι οὐ δεῖ καιρὸν ἀναμένειν ἐπὶ τῇ ἑαυτοῦ διορθώσει, διὰ τὸ μὴ ἀσφαλὲς ἔχειν περὶ τῆς αὔριον, ὅτι πολλοὶ πολλὰ βουλευσάμενοι τὴν αὔριον οὐ κατέλαβον. ὅτι οὐ δεῖ ἀπατᾶσθαι χορτασίᾳ κοιλίας, δι’ ἧς γίνονται φαντασίαι νυκτεριναί. ὅτι οὐ δεῖ περισπᾶσθαι εἰς ἄμετρον ἐργασίαν καὶ ὑπερβαίνειν τοὺς ὅρους τῆς αὐταρκείας, κατὰ τὸν ἀπόστολον εἰπόντα· Ἔχοντες δὲ διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα· ὅτι ἡ περισσεία ἡ ὑπὲρ τὴν χρείαν εἰκόνα πλεονεξίας ἐμφαίνει, ἡ δὲ πλεονεξία ἀπόφασιν ἔχει εἰδωλολατρείας. ὅτι οὐ δεῖ φιλάργυρον εἶναι, οὐδὲ θησαυρίζειν εἰς ἀνωφελῆ ἃ μὴ δεῖ. ὅτι δεῖ τὸν προσερχόμενον Θεῷ ἀκτημοσύνην ἀσπάζεσθαι κατὰ πάντα, καὶ καθηλωμένον εἶναι τῷ φόβῳ τοῦ Θεοῦ, κατὰ τὸν εἰπόντα· Καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας μου· ἀπὸ γὰρ τῶν κριμάτων σου ἐφοβήθην. Δῴη δὲ ὁ Κύριος μετὰ πάσης πληροφορίας ὑμᾶς ἀναδεξαμένους τὰ εἰρημένα, εἰς δόξαν Θεοῦ καρποὺς ἀξίους τοῦ Πνεύματος ἐπιδείξασθαι, Θεοῦ εὐδοκίᾳ καὶ συνεργίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἀμήν.
Ὁ δεῖνα, ὡς λέγει, καταγνοὺς τῆς τοῦ βίου τούτου ματαιότητος καὶ καταμαθὼν ὅτι τῆς ζωῆς ταύτης τὰ τερπνὰ ἐνταῦθα τὴν καταστροφὴν ἔχει, ὕλας μόνον κατασκευάζοντα τῷ αἰωνίῳ πυρὶ ταχεῖαν δὲ ἔχοντα τὴν πάροδον, κατέλαβέ με, βουλόμενος ἀποστῆναι μὲν τῆς μοχθηρᾶς καὶ πολυστενάκτου ζωῆς, καταλιπεῖν δὲ τὰς τῆς σαρκὸς ἡδονάς, ἐπελθεῖν δὲ λοιπὸν τῇ ὁδῷ τῇ ἀγούσῃ ἐπὶ τὰς μονὰς τοῦ Κυρίου. ἐπειδὴ οὖν ἀναγκαῖόν ἐστιν, εἰ φύσει ἐν ἐπιθυμίᾳ καθέστηκε τῆς μακαρίας ὄντως διαγωγῆς, καὶ τὸν καλὸν καὶ ἐπαινούμενον ἔρωτα ἔσχεν ἐν τῇ ἑαυτοῦ ψυχῇ, ἀγαπήσας Κύριον τὸν Θεὸν ἡμῶν ἐξ ὅλης καρδίας, καὶ ἐξ ὅλης ἰσχύος, καὶ ἐξ ὅλης διανοίας, ὑποδειχθῆναι αὐτῷ ὑπὸ τῆς ὑμετέρας θεοσεβείας τὰ δυσχερῆ καὶ δυσάντητα τῆς στενῆς καὶ τεθλιμμένης ὁδοῦ, ἐν ἐλπίδι δὲ αὐτὸν καταστῆσαι τῶν νῦν τέως μὴ βλεπομένων, ἐν ἐπαγγελίαις δὲ ἀποκειμένων ἀγαθῶν τοῖς ἀξίοις τοῦ Κυρίου. Διὸ γράφων παρακαλῶ τὴν ἀσύγκριτον ὑμῶν ἐν Χριστῷ τελειότητα τυπῶσαι, εἰ οἷόν τε εἴη, καὶ δίχα μου ποιῆσαι τήν τε ἀποταγὴν αὐτοῦ κατὰ τὸ ἄρεσκον Θεῷ, καὶ στοιχειωθῆναι αὐτὸν κατὰ τὰ δόξαντα τοῖς ἁγίοις πατράσι καὶ ἐγγράφως ὑπʼ αὐτῶν ἐκτεθέντα· ἤδη δὲ αὐτῷ προταθῆναι ἅπαντα ὅσα τῇ ἀκριβείᾳ δοκεῖ τῇ ἀσκητικῇ, καὶ οὕτως αὐτὸν προσαχθῆναι τῷ βίῳ, αὐθαιρέτως ἀναδεξάμενον τοὺς ὑπὲρ τῆς εὐσεβείας ἀγῶνας, καὶ ὑπαγαγόντα ἑαυτὸν τῷ χρηστῷ τοῦ Κυρίου ζυγῷ, καὶ κατὰ μίμησιν τοῦ δι’ ἡμᾶς πτωχεύσαντος καὶ σάρκα φορέσαντος πολιτευσάμενον, καὶ κατὰ σκοπὸν δραμόντα πρὸς τὸ βραβεῖον τῆς ἄνω κλήσεως, τυχεῖν τῆς παρὰ τοῦ Κυρίου ἀποδοχῆς. ἐγὼ γὰρ σπουδάζοντα αὐτὸν ἐνταῦθα δέξασθαι τὸν τῆς κατὰ Θεὸν ἀγάπης στέφανον ὑπερεθέμην, βουλόμενος μετὰ τῆς ὑμετέρας θεοσεβείας ἀλεῖψαι αὐτὸν πρὸς τοὺς τοιούτους ἄθλους, καὶ ἕνα ὃν ἂν ὑμῶν αὐτὸς ἐπιζητήσῃ ἐπιστῆσαι αὐτῷ ἀλείπτην, καλῶς παιδοτριβοῦντα καὶ παλαιστὴν δόκιμον ἀπεργαζόμενον διὰ τῆς συντόνου καὶ μακαρίας ἐπιμελείας, τιτρώσκοντα καὶ καταβάλλοντα τὸν κοσμοκράτορα τοῦ σκότους τοῦ αἰῶνος τούτου καὶ τὰ πνευματικὰ δὲ τῆς πονηρίας, πρὸς ἃ ἡμῖν ἐστὶ κατὰ τὸν μακάριον ἀπόστολον ἡ πάλη. ὃ τοίνυν ἐγὼ μεθʼ ὑμῶν ἠβουλήθην ποιῆσαι, ἡ ἐν Χριστῷ ὑμῶν ἀγάπη καὶ δίχα μου ποιησάτω.
Ἀγκύρας Ὅτι μὲν κρείττονα εἶναι διαβολῶν ἀνθρώπου βίον τῶν χαλεπωτάτων ἐστίν, ἵνα μὴ τῶν ἀδυνάτων εἴπω, αὐτός τε πέπεισμαι καὶ τὴν σὴν χρηστότητα νομίζω μὴ ἀμφιβάλλειν. τὸ μέντοι μηδεμίαν παρέχειν ἐξ ἑαυτῶν λαβὴν μήτε τοῖς ἀκριβῶς ἐπιτηροῦσι τὰ πράγματα μήτε τοῖς κατʼ ἐπήρειαν ἐφεδρεύουσιν ἡμῶν τοῖς ὀλισθήμασι, τοῦτο καὶ δυνατὸν καὶ ἴδιον τῶν συνετῶς καὶ κατὰ τὸν τῆς εὐσεβείας σκοπὸν τὸν ἑαυτῶν βίον διεξαγόντων. ἡμᾶς δὲ μὴ οὕτως εὐκόλους οἴου μηδὲ εὐπαραγώγους εἶναι, ὥστε ἀνεξετάστως τὰς παρὰ τῶν τυχόντων προσίεσθαι καταῤῥήσεις. μεμνήμεθα γὰρ τοῦ πνευματικοῦ παραγγέλματος μὴ χρῆναι προσδέχεσθαι ἀκοὴν ματαίαν παρεγγυῶντος. xΠλὴν ἀλλʼ ἐπειδὴ ὑμεῖς αὐτοί φατε, οἱ περὶ τοὺς λόγους ἐσπουδακότες, τὰ φαινόμενα τῶν ἀφανῶν εἶναι σημεῖα, τοῦτο ἀξιοῦμεν (καὶ μὴ βαρέως δέξῃ, εἴ τι ἐν διδασκαλίας εἴδει λεχθήσεται παρʼ ἡμῶν· τὰ γὰρ ἀσθενῆ τοῦ κόσμου καὶ τὰ ἐξουθενημένα ἐξελέξατο ὁ Θεός, καὶ δι’ αὐτῶν πολλάκις οἰκονομεῖ τὴν σωτηρίαν τῶν σωζομένων)· ὅ γε μὴν λέγω καὶ παραγγέλλω ἐκεῖνό ἐστι· πάντα μὲν λόγον, πᾶσαν δὲ πρᾶξιν καθήκουσαν περιεσκεμμένως ἐπιτελεῖσθαι· καὶ κατὰ τὸ ἀποστολικὸν παράγγελμα, μηδεμίαν ἐν μηδενὶ διδόναι προσκοπήν. πρέπον γὰρ εἶναι τίθεμαι, ἀνδρὸς πολλὰ μὲν ἐπὶ μαθήσει λόγων ἱδρώσαντος, ἐθνῶν δὲ καὶ πόλεων ἀρχὰς διευθύναντος, καὶ πρὸς μεγάλην προγόνων ἀρετὴν τὸν ζῆλον ἔχοντος, τὸν βίον προκεῖσθαι εἰς ὑπόδειγμα ἀρετῆς. Τὴν μέντοι περὶ τὰ τέκνα διάθεσιν οὐχὶ λόγῳ νῦν ὀφείλεις δεικνύναι, ὅς γε πάλαι ἔδειξας ἀφʼ οὗ πατὴρ ἐγένου, οὐ μόνον τῇ φυσικῇ στοργῇ κεχρημένος, ἣν καὶ τὰ ἄλογα παρέχεται τοῖς ἐκγόνοις, ὡς αὐτός τε εἶπας καὶ ἡ πεῖρα δείκνυσιν· ἀλλὰ καὶ ἐπιτείνειν τὴν ἀγάπην, δηλονότι ἐκ προαιρέσεως, ὅσῳ ὁρᾷς τοιαῦτα ὄντα οἷα ἄξια εἶναι πατρικῶν προσευχῶν. ὥστε οὐχ ἡμᾶς δεῖ περὶ τούτων πείθεσθαι, ἀρκοῦσα γὰρ ἡ ἐξ αὐτῶν τῶν γινομένων ἐστὶ μαρτυρία. Ἐκεῖνό γε μὴν οὐκ ἄκαιρον προσθεῖναι τῆς ἀληθείας ἕνεκεν, ὅτι οὐχ ὁ ἀδελφὸς Τιμόθεός ἐστιν ὁ χωρεπίσκοπος ὁ ἀνενεγκὼν ἡμῖν τὰ θρυλγηθέντα. οὔτε γὰρ ἐν συντυχίᾳ οὔτε διὰ γράμματος φαίνεται μικρόν τι ἢ μεῖζον διαβολῆς ἐχόμενον περὶ σοῦ φθεγξάμενος. ὥστε ἀκηκοέναι μέν τι οὐκ ἀρνούμεθα, οὐ μὴν Τιμόθεον εἶναι τὸν τὰς διαβολάς σοι κατασκευάζοντα. ἀκούοντες δὲ πάντως, εἰ μή τι ἄλλο, τὸ γοῦν τοῦ Ἀλεξάνδρου ποιήσομεν, τὴν ἑτέραν τῶν ἀκοῶν ἀκεραίαν ταμιευσόμεθα τῷ διαβαλλομένῳ.
Ἀπήγγειλάν μοί τινες τῶν ἐκ τῆς Ἀγκύρας πρὸς ἡμᾶς ἀφικομένων, πολλοὶ δὲ οὗτοι καὶ οὐδὲ ἀριθμῆσαι ῥᾴδιον, σύμφωνα δὲ πάντες φθεγγόμενοι, σέ, τὴν φίλην κεφαλὴν (πῶς ἂν εὐφήμως εἴποιμι); οὐχ ὡς ἥδιστα μεμνῆσθαι ἡμῶν, οὐδὲ κατὰ τὸν σεαυτοῦ τρόπον. ἐμὲ δὲ οὐδὲν ἐκπλήσσει τῶν ἀνθρωπίνων, εὖ ἴσθι, οὐδὲ ἀπροσδόκητός ἐστιν οὐδενὸς τῶν πάντων μεταβολή, πάλαι τὸ τῆς φύσεως ἀσθενὲς καὶ τὸ εὐπερίτρεπτον πρὸς τὰ ἐναντία καταμαθόντα. ὅθεν οὔτʼ εἴ τι τῶν ἡμετέρων μεταπέπτωκε, καὶ ἐκ τῆς πρότερον τιμῆς λοιδορίαι καὶ ὕβρεις περὶ ἡμᾶς νῦν γίνονται, μέγα τοῦτο ποιοῦμαι. ἀλλʼ ἐκεῖνό μοι παράδοξον ὡς ἀληθῶς καὶ ὑπερφυὲς ἐφάνη, τὸ σὲ εἶναι τὸν οὕτω πρὸς ἡμᾶς ἔχοντα, ὥστε ὀργίζεσθαι ἡμῖν καὶ χαλεπαίνειν, ἤδη δέ τι καὶ ἀπειλεῖν, ὡς ὁ τῶν ἀκουσάντων λόγος. Τῶν μὲν οὖν ἀπειλῶν καὶ πάνυ (εἰρήσεται γὰρ τἀληθές) κατεγέλασα. ἦ κομιδῇ γ’ ἂν παῖς εἴην, τὰ τοιαῦτα μορμολύκεια δεδοικώς. ἐκεῖνο δέ μοι καὶ φοβερὸν καὶ πολλῆς φροντίδος ἄξιον ἔδοξε, τὸ τὴν σὴν ἀκρίβειαν, ἣν ἐν ὀλίγοις ἔρεισμά τε ὀρθότητος, καὶ τῆς ἀρχαίας καὶ ἀληθινῆς ἀγάπης σπέρμα εἰς παραμυθίαν ταῖς ἐκκλησίαις σώζεσθαι πεπιστεύκαμεν, ἐπὶ τοσοῦτον τῆς παρούσης καταστάσεως μετασχεῖν, ὥστε τὰς παρὰ τῶν τυχόντων βλασφημίας κυριωτέρας ποιήσασθαι τῆς μακρᾶς ἡμῶν πείρας, καὶ πρὸς τὴν τῶν ἀτόπων ὑπόνοιαν χωρὶς ἀποδείξεων ὑπαχθῆναι. καίτοι τί λέγω ὑπόνοιαν; ὁ γὰρ ἀγανακτήσας καὶ διαπειληθείς, ὥς φασιν, οὐχ ὑπονοοῦντος, ἀλλὰ τοῦ ἤδη σαφῶς καὶ ἀναντιῤῥήτως πεισθέντος δοκεῖ πως ὀργὴν ἐνδεδεῖχθαι. Ἀλλʼ, ὅπερ ἔφην, ἐπὶ τὸν καιρὸν τοῦτον ἀναφέρομεν τὴν αἰτίαν, ἐπεὶ πόσου πόνου ἦν, ὦ θαυμάσιε, ἐν ἐπιστολῇ βραχείᾳ περὶ ὧν ἐβούλου οἱονεὶ μόνον μόνῳ διαλεχθῆναι· ἤ, εἰ μὴ ἐπίστευες γραφῇ τὰ τοιαῦτα, πρὸς ἑαυτὸν μεταπέμψασθαι; εἰ δὲ πάντως ἐξειπεῖν ἔδει, καὶ ἀναβολῇ καιρὸν οὐκ ἐδίδου τὸ δυσκάθεκτον τῆς ὀργῆς, ἀλλʼ ἑνί γέ τινι τῶν ἐπιτηδείων καὶ στέγειν ἀπόῤῥητα πεφυκότων, ἐξῆν δή που τῶν πρὸς ἡμᾶς λόγων χρήσασθαι διακόνῳ. νυνὶ δὲ τίνος οὐχὶ περιτεθρύλληται τὰ ὦτα τῶν καθʼ ὁποιανδήποτε χρείαν ὑμῖν ἐπιφοιτώντων, ὡς ἡμῶν ἄτας τινὰς γραφόντων καὶ συγγραφόντων; τούτῳ γάρ σε κεχρῆσθαί φασι τῷ ῥήματι, οἱ ἐπὶ λέξεως τὰ σὰ διηγούμενοι. ἐμὲ δὲ ἐπὶ πολλὰ τὴν διάνοιαν ἀγαγόντα τὴν ἐμαυτοῦ, οὐδέν τι μᾶλλον τῆς ἀμηχανίας ἀφίησιν. Ὥστε με καὶ τοιοῦτόν τι εἰσῆλθε· μή τις τῶν αἱρετικῶν κακούργως τοῖς ἑαυτοῦ συγγράμμασι τὸ ἐμὸν ὄνομα παραγράψας, ἐλύπησέ σου τὴν ὀρθότητα καὶ ἐκείνην ἀφεῖναι τὴν φωνὴν προηγάγετο. οὐ γὰρ δὴ τοῖς γεγραμμένοις ὑφʼ ἡμῶν πρὸς τοὺς ἀνόμοιον κατʼ οὐσίαν τολμήσαντας εἰπεῖν τὸν Υἱὸν καὶ Θεὸν τῷ Θεῷ καὶ Πατρί, ἢ πρὸς τοὺς κτίσμα καὶ ποίημα εἶναι τὸ Πνεῦμα τὸ ἅγιον βλασφημήσαντας, ταύτην ἂν ἐπενεγκεῖν τὴν λοιδορίαν ἠνέσχου ὁ τοὺς μεγάλους ἄθλους ἐκείνους καὶ περιβοήτους ὑπὲρ τῆς ὀρθοδοξίας διενεγκών. λύσαις δʼ ἂν ἡμῖν τὴν ἀμηχανίαν αὐτός, εἰ ἐθελήσειας τὰ κινήσαντά σε πρὸς τὴν καθʼ ἡμῶν λύπην φανερῶς ἐξαγγεῖλαι.
Χάρις τῷ Θεῷ, τῷ τὰ ἑαυτοῦ θαυμάσια καὶ ἐν σοὶ ἐπιδειξαμένῳ, καὶ ἐκ τοσούτου θανάτου διασώσαντί σε, τῇ τε πατρίδι καὶ ἡμῖν τοῖς προσήκουσι. λείπεται δὴ οὖν μὴ ἀχαρίστους ἡμᾶς ὀφθῆναι μηδʼ ἀναξίους τῆς τοσαύτης εὐεργεσίας. ἀλλὰ κατὰ δύναμιν τὴν ἡμετέραν διαγγέλλειν τοῦ Θεοῦ τὰ παράδοξα, καὶ ἧς ἔργῳ πεπειράμεθα φιλανθρωπίας, ταύτην ἀνυμνεῖν, καὶ μὴ λόγῳ μόνον ἀποδιδόναι τὴν χάριν, ἀλλὰ καὶ ἔργῳ τοιοῦτον γενέσθαι, οἷον καὶ νῦν εἶναι πειθόμεθα, τεκμαιρόμενοι τοῖς περί σε θαύμασι. Καὶ ἔτι μειζόνως τῷ Θεῷ δουλεύειν παρακαλοῦμεν, προσθήκαις ἀεὶ τὸν φόβον συναύξοντα καὶ εἰς τὸ τέλειον προκόπτοντα, ἵνα φρόνιμοι οἰκονόμοι τῆς ζωῆς ἡμῶν ἀποδειχθῶμεν, εἰς ἣν ἡμᾶς ἡ ἀγαθότης τοῦ Θεοῦ ἐταμιεύσατο. εἰ γὰρ καὶ πᾶσιν ἡμῖν πρόσταγμά ἐστι παραστῆσαι ἑαυτοὺς τῷ Θεῷ, ὡσεὶ ἐκ νεκρῶν ζῶντας, πῶς οὐχὶ μᾶλλον τοῖς ὑψωθεῖσιν ἐκ τῶν πυλῶν τοῦ θανάτου; τοῦτο δʼ ἂν μάλιστα, ὡς ἐμαυτὸν πείθω, κατορθωθείη, εἰ βουληθείημεν ἀεὶ τὴν αὐτὴν ἔχειν διάνοιαν, ἣν εἴχομεν ἐπὶ τοῦ καιροῦ τῶν κινδύνων. πάντως γάρ που εἰσῄει ἡμᾶς τοῦ βίου τὸ μάταιον, καὶ ὡς οὐδὲν πιστὸν τῶν ἀνθρωπίνων, οὔτε πάγιον, οὕτω ῥᾳδίως ἐχόντων τὰς μεταπτώσεις. καί πού τις μεταμέλεια μὲν ἔκ τε τῶν εἰκότων ἐνεγίνετο ἡμῖν, ἐπὶ τοῖς φθάσασιν ὑπόσχεσις δὲ περὶ τῶν ἐφεξῆς, εἰ περισωθείημεν, Θεῷ δουλεύειν καὶ ἑαυτῶν ἐπιμέλεσθαι κατὰ πᾶσαν ἀκρίβειαν. εἰ γάρ τινα ἡμῖν ἔννοιαν ὁ τοῦ θανάτου κίνδυνος ἐπικείμενος ἐνεδίδου, οἶμαί σε ἢ ταῦτα ἢ ἐγγύτατα τούτων ἀναλογίζεσθαι τηνικαῦτα. Ὥστε ἀναγκαίου ὀφλήματος ἐκτίσει ὑπεύθυνοι καθεστήκαμεν. ταῦτα ὁμοῦ μὲν περιχαρὴς ὢν τῇ τοῦ Θεοῦ δωρεᾷ, ὁμοῦ δὲ καὶ φροντίδα ἔχων περὶ τῶν μελλόντων, ἀπεθάρσησα ὑπομνῆσαι τὴν τελειότητά σου. σὸν δέ ἐστιν εὐμενῶς καὶ ἡμέρως προσέσθαι ἡμῶν τοὺς λόγους, ὡς καὶ ἐν ταῖς κατʼ ὀφθαλμοὺς ὁμιλίαις σοὶ ἦν σύνηθες.
Ὅτε τῇ τοῦ Θεοῦ χάριτι καὶ τῇ βοηθείᾳ τῶν σῶν προσευχῶν μικρὸν ἀναφέρειν ἐκ τῆς ἀῤῥωστίας ἔδοξα καὶ ἀνελεξάμην ἐμαυτοῦ τὰς δυνάμεις, τότε ὁ χειμὼν ἐπεγένετο, οἴκοι καθείργων ἡμᾶς καὶ κατὰ χώραν μένειν συναναγκάζων. εἰ γὰρ καὶ πολλῷ κουφότερος τῆς συνηθείας ἀπήντησεν, ἀλλʼ οὖν ἔμοιγε ἱκανὸς εἰς ἐμπόδιον, οὐχ ὅπως ὁδοιπορεῖν δι’ αὐτοῦ, ἀλλʼ οὐδὲ μικρὸν προκύπτειν τοῦ δωματίου δύνασθαι. Ἔστι δέ μοι οὐδὲ τοῦτο μικρόν, τὸ καταξιοῦσθαι διὰ γραμμάτων ὁμιλεῖν τῇ θεοσεβείᾳ σου, καὶ τῇ ἐλπίδι τῶν ἀντιδόσεων ἤδη προαναπαύεσθαι. εἰ δὲ καὶ ὁ καιρὸς ἐνδοίη, καὶ τῆς ζωῆς ἡμῖν ἔτι λείποιτο χρόνος, καὶ μὴ ἄπορον ἡμῖν τὴν ὁδὸν ὁ λιμὸς ἀπεργάσαιτο, ταχὺ ἂν τύχοιμεν τῆς ἐπιθυμίας διὰ τῶν σῶν προσευχῶν· καὶ ἐπὶ τῆς ἑστίας σε καταλαβόντες κατὰ πᾶσαν σχολὴν τῶν μεγάλων θησαυρῶν τῆς ἐν σοὶ σοφίας ἐμφορηθείημεν.
Ἀπῄτει μὲν τὰ συμβάντα τὴν ἡμῶν αὐτῶν παρουσίαν, τοῦ τε τὴν τιμὴν τῷ μακαρίῳ τοῖς οἰκειοτάτοις ὑμῖν συνεκπληρῶσαι, καὶ τοῦ τῆς ἐπὶ τῷ πάθει κατηφείας ἀπʼ αὐτῆς τῆς θέας τῶν σκυθρωποτέρων συμμετασχεῖν, καὶ ὥστε τῶν ἀναγκαίων βουλευμάτων ὑμῖν κοινωνῆσαι. ἐπεὶ δὲ τὴν σωματικὴν συνάφειαν πολλὰ τὰ διακωλύοντα, λειπόμενον ἦν διὰ τοῦ γράμματος κοινωνεῖν ὑμῖν τῶν παρόντων. Τὰ μὲν οὖν τοῦ ἀνδρὸς θαύματα, ἐφʼ οἷς καὶ μάλιστα τὴν ζημίαν ἡμῖν ἀφόρητον ὑπάρχειν λογιζόμεθα, οὔτʼ ἂν ἐπιστολῆς μέτρον ὑποδέξαιτο, καὶ ἄλλως ἄωρον ἀνδραγαθημάτων πλήθει τὸν λόγον προσάγειν, οὕτω συμπεπτωκυίας τῆς ψυχῆς ἡμῶν ἐπὶ τῇ λύπῃ. τί γὰρ τῶν ἐκείνου τοιοῦτον, οἷον ἢ τῆς μνήμης ἡμῶν ἐκπεσεῖν ἢ σιωπᾶσθαι ἄξιον νομισθῆναι; πάντα μὲν γὰρ ἀθρόως εἰσάπαξ εἰπεῖν ἀμήχανον, τὸ δὲ ἐκ μέρους λέγειν, δέδοικα μὴ προδοςίαν ἔχῃ τῆς ἀληθείας. οἴχεται ἀνὴρ διαφανέστατα δὴ τῶν καθʼ ἑαυτὸν πᾶσιν ὁμοῦ τοῖς ἀνθρωπίνοις ὑπερενεγκὼν ἀγαθοῖς, ἔρεισμα πατρίδος, ἐκκλησίων κόσμος, στῦλος καὶ ἑδραίωμα τῆς ἀληθείας, στερέωμα τῆς εἰς Χριστὸν πίστεως, οἰκείοις ἀσφάλεια, δυσμαχώτατος τοῖς ὑπεναντίοις, φύλαξ πατρῴων θεσμῶν, νεωτεροποιίας ἐχθρός· ἐν ἑαυτῷ δεικνὺς τὸ παλαιὸν τῆς Ἐκκλησίας σχῆμα, οἷον ἀπό τινος ἱεροπρεποῦς εἰκόνος, τῆς ἀρχαίας καταστάσεως, τὸ εἶδος τῆς ὑπʼ αὐτὸν ἐκκλησίας διαμορφῶν, ὥστε τοὺς αὐτῷ συγγενομένους τοῖς πρὸ διακοσίων ἐτῶν καὶ ἐπέκεινα φωστήρων τρόπον ἐκλάμψασι συγγεγονέναι δοκεῖν. Οὕτως οὐδὲν οἴκοθεν οὐδὲ νεωτέρας φρενὸς εὕρημα προέφερεν ὁ ἀνήρ, ἀλλά, κατὰ τὴν Μωϋσέως εὐλογίαν, ᾔδει προκομίζειν ἐκ τῶν ἀδύτων τῆς καρδίας αὐτοῦ ἀγαθῶν θησαυρῶν παλαιὰ παλαιῶν καὶ παλαιὰ ἀπὸ προσώπου νέων. ταύτῃ τοι καὶ τῆς προτιμήσεως οὐ κατὰ τὴν ἡλικίαν ἐν τοῖς συλλόγοις τῶν ὁμοτίμων ἠξιοῦτο, ἀλλʼ ὑπὲρ πάντας ἦν τῷ τῆς σοφίας ἀρχαίῳ, ἐκ κοινῆς συγχωρήσεως τὸ πρωτεῖον καρπούμενος. ὅσον δὲ τῆς τοιαύτης ἀγωγῆς τὸ κέρδος οὐδεὶς ἂν ἐπιζητήσειε, πρὸς ὑμᾶς ἀποβλέπων. μόνοι γὰρ ὧν ἴσμεν, ἢ κομιδῇ γε ἐν ὀλίγοις, ἐν χειμῶνι τοσούτῳ καὶ λαίλαπι πραγμάτων ἀκύμαντον τῇ ἐκείνου κυβερνήσει τὴν ζωὴν διηγάγετε. οὐ γὰρ ἥψατο ὑμῶν αἱρετικῶν πνευμάτων ζάλη, καταποντισμοὺς ἐπάγουσα καὶ ναυάγια ταῖς εὐπεριτρέπτοις ψυχαῖς. μήτε δὲ ἅψαιτό ποτε, ὦ Δέσποτα τῶν ἁπάντων, ὃς τῷ σῷ θεράποντι Γρηγορίῳ, τῷ ἐξ ἀρχῆς πηξαμένῳ τὴν κρηπῖδα τῆς Ἐκκλησίας, τῆς ἐπὶ μήκιστον ἀταραξίας τὴν χάριν ἔδωκας. Ἣν μὴ προδῶτε ὑμεῖς ἐν τῷ παρόντι καιρῷ· μηδὲ θρήνων ἀμετρίᾳ, καὶ τῷ ἐκδότους ἑαυτοὺς τοῖς λυπηροῖς ποιῆσαι, τοὺς τῶν ἀναγκαίων καιροὺς τοῖς ἐφεδρεύουσι πρόησθε. ἀλλʼ εἰ δεῖ πάντως θρηνεῖν (ὥσπερ οὖν οὔ φημι, ἵνα μὴ ὁμοιωθῶμεν ἐν τούτῳ τοῖς μὴ ἔχουσιν ἐλπίδα), ὑμεῖς δέ, εἰ δοκεῖ, οἷόν τις χορὸς πενθήρης τὸν κορυφαῖον ἑαυτῶν προστησάμενοι, ἐμμελέστερον μετʼ ἐκείνου τὸ συμβὰν ἀποκλαύσατε. Καίτοιγε εἰ καὶ μὴ ἐπʼ ἐσχάτου γήρως ἤλαυνεν ὁ ἀνήρ, ἀλλʼ οὖν τοῦ γε χρόνου ἕνεκεν τῆς ὑμετέρας ἐπιστασίας οὐκ ἐνδεῶς εἶχε τοῦ βίου. τοῦ τε σώματος τοσοῦτον μετεῖχεν, ὅσον τῆς ψυχῆς τὸ καρτερὸν ἐπὶ ταῖς ἀλγηδόσιν αὐτοῦ δεικνύναι. τυχὸν δὲ ἄν τις ὑμῶν ὑπολάβοι ὅτι καὶ ὁ χρόνος αὔξησις συμπαθείας καὶ προσθήκη φίλτρου, οὐχὶ ἀφορμὴ κόρου τοῖς πειραθεῖσιν ἐγγίνεται, ὥστε, ὅσῳ ἐν πλείονι χρόνῳ τῆς εὐεργεσίας πεπείρασθε, τοσούτῳ μᾶλλον τῆς ἀπολείψεως ἐπαισθάνεσθε· σώματος δὲ δικαίου καὶ σκιὰ τοῦ παντὸς ἀξία τοῖς εὐλαβέσι. καὶ εἴη γε πολλοὺς ὑμῶν ἐπὶ ταύτης εἶναι τῆς διανοίας· οὐδὲ γὰρ αὐτὸς ἀμελῶς ἔχειν τοῦ ἀνδρός φημι χρῆναι, ἀλλʼ ἀνθρωπίνως συμβουλεύω τὸ λυπηρὸν διαφέρειν· ἐπεὶ ὅσα γέ ἐστιν εἰπεῖν ἀποκλαιομένους τὴν ζημίαν οὐδὲ ἐμὲ αὐτὸν διαφεύγει. Σιωπᾷ μὲν γλῶττα ποταμοῖς ἴσα τὰς ἀκοὰς ἐπικλύζουσα· καρδίας δὲ βάθος οὐδενὶ τέως καταληπτόν, ὀνείρων ἀσθενέστερον ὅσα γε πρὸς ἀνθρώπους, διιπτάμενον οἴχεται. τίς ὀξύτερος ἐκείνου προϊδέσθαι τὸ μέλλον; τίς ἐν οὕτω σταθερῷ καὶ παγίῳ τῆς ψυχῆς ἤθει, ἀστραπῆς τάχιον τοῖς πράγμασιν ἐπελθεῖν ἱκανός; ὦ πόλις πολλοῖς μὲν ἤδη προειλημμένη πάθεσιν, ὑπʼ οὐδενός γε μὴν οὕτως εἰς αὐτὰ τὰ καίρια τοῦ βίου ζημιωθεῖσα. νῦν ἀπήνθηκέ σοι κόσμος ὁ κάλλιστος· ἐκκλησία δὲ μέμυκε, καὶ σκυθρωπάζουσι πανηγύρεις, καὶ τὸ ἱερὸν συνέδριον τὸν κορυφαῖον ἐπιποθεῖ· λόγοι δὲ μυστικοὶ τὸν ἐξηγητὴν ἀναμένουσιν, οἱ παῖδες τὸν πατέρα, οἱ πρεσβῦται τὸν ἡλικιώτην, οἱ ἐν τέλει τὸν ἔξαρχον, ὁ δῆμος τὸν προστάτην, οἱ βίου δεόμενοι τὸν τροφέα· πάντες αὐτὸν ἐκ τῶν οἰκειοτάτων ὀνομάτων ἀνακαλούμενοι, ἐπὶ οἰκείῳ πάθει, οἰκεῖον ἑαυτῷ καὶ προσήκοντα ἕκαστος τὸν θρῆνον αἴρουσιν. Ἀλλὰ ποῦ μοι ὁ λόγος ὑφʼ ἡδονῆς τῶν δακρύων ἐκφέρεται; οὐκ ἀνανήψομεν; οὐχ ἡμῶν αὐτῶν γενησόμεθα; οὐκ ἀποβλέψομεν πρὸς τὸν κοινὸν Δεσπότην, ὃς ἕκαστον τῶν ἁγίων τῇ ἰδίᾳ γενεᾷ ἐπιτρέψας ὑπηρετήσασθαι, τοῖς καθήκουσι χρόνοις πρὸς ἑαυτὸν πάλιν ἀνεκαλέσατο; νῦν ἐν καιρῷ τῶν ἐκείνου φωνῶν ὑπομνήσθητε, ὃς ἐκκλησιάζων ὑμῖν ἀεὶ διεστέλλετο, Βλέπετε, λέγων, τοὺς κύνας, βλέπετε τοὺς κακοὺς ἐργάτας. πολλοὶ οἱ κύνες. τί λέγω κύνες; λύκοι μὲν οὖν βαρεῖς, ἐν ἐπιφανείᾳ προβάτων τὸ δολερὸν ὑποκρύπτοντες, πανταχοῦ τῆς οἰκουμένης τὸ Χριστοῦ ποίμνιον διασπῶσιν. οὓς φυλακτέον ὑμῖν, ἐγρηγορικοῦ τινὸς ποιμένος ἐπιστασίᾳ. ὃν ὑμέτερον μὲν αἰτῆσαι, φιλονεικίας πάσης καὶ φιλοπρωτίας τὰς ψυχὰς καθαρεύοντας, τοῦ Κυρίου δὲ ἀναδεῖξαι, ὃς ἀπὸ τοῦ μεγάλου προστάτου τῆς ἐκκλησίας ὑμῶν Γρηγορίου μέχρι τοῦ μακαρίου τούτου, ἄλλον ἐπʼ ἄλλῳ προστιθεὶς καὶ συναρμόζων ἀεί, οἷον ἔκ τινος ἁρμοῦ λίθων πολυτελῶν, θαυμαστὸν οἷον κάλλος τῆς ἐκκλησίας ὑμῶν ἐχαρίσατο. ὥστε οὐδὲ τῶν ἐφεξῆς ἀπελπιστέον. οἶδε γὰρ Κύριος τοὺς ὄντας αὐτοῦ, καὶ ἀγάγοι ἂν εἰς τὸ μέσον τοὺς παρʼ ἡμῶν τυχὸν οὐ προσδοκωμένους. Πάλαι με θέλοντα τῶν λόγων παύσασθαι, ἡ ὀδύνη τῆς καρδίας οὐκ ἐπιτρέπει. ἀλλʼ ἐπισκήπτω ὑμῖν πρὸς τῶν πατέρων, πρὸς τῆς ὀρθῆς πίστεως, πρὸς τοῦ μακαρίου τούτου, διαναστῆναι τὴν ψυχήν, οἰκεῖον ἕκαστον ἑαυτοῦ τὸ σπουδαζόμενον κρίναντα, καὶ τῆς ἐφʼ ἑκάτερα τῶν πραγμάτων ἐκβάσεως πρῶτον αὐτὸν ἀπολαύσειν ἡγούμενον· μηδέ, τὸ τοῖς πολλοῖς συμβαῖνον, πρὸς τὸν πλησίον τὴν τῶν κοινῶν ἐπιμέλειαν ἀπωθεῖσθαι, εἶτα, ἑκάστου τῇ αὐτοῦ διανοίᾳ τῶν πραγμάτων ὀλιγωροῦντος, λαθεῖν ἅπαντας ἴδιον ἑαυτοῖς κακὸν διὰ τῆς ἀμελείας ἐπισπασαμένους. Ταῦτα εἴτε ὡς γειτόνων συμπάθεια, εἴτε ὡς ὁμοδοξούντων κοινωνία, εἴτε καί, ὅπερ ἀληθέστερόν ἐστι, τῷ τῆς ἀγάπης πειθομένων νόμῳ καὶ τὸν ἐκ τοῦ σιωπῆσαι κίνδυνον ἐκκλινόντων, μετὰ πάσης εὐνοίας δέξασθε, πεπεισμένοι ὅτι καύχημα ἡμῶν ἐστέ, καθάπερ καὶ ἡμεῖς ὑμῶν, εἰς τὴν ἡμέραν τοῦ Κυρίου, καὶ ὅτι, ἐκ τοῦ δοθησομένου ποιμένος ὑμῖν, ἢ ἐπὶ πλέον τῷ συνδέσμῳ τῆς ἀγάπης ἑνωθησόμεθα, ἢ πρὸς παντελῆ διάστασιν· ὃ μὴ γένοιτο, μηδὲ ἔσται τῇ τοῦ Θεοῦ χάριτι, οὐδʼ ἂν αὐτὸς εἴποιμι νῦν βλάσφημον οὐδέν. τοῦτο δὲ εἰδέναι ὑμᾶς βουλόμεθα, ὅτι εἰ καὶ πρὸς τὴν εἰρήνην τῶν ἐκκλησίων συντρέχοντα ἡμῖν οὐκ ἔσχομεν τὸν μακάριον, διά τινας, ὡς αὐτὸς ἡμῖν διεβεβαιοῦτο, προλήψεις, ἀλλʼ οὖν γε τῆς πρὸς αὐτὸν ὁμοδοξίας καὶ τοῦ ἀεὶ κοινωνὸν ἐπικαλεῖσθαι τῶν πρὸς τοὺς αἱρετικοὺς ἀγώνων, ὑπὸ μάρτυρι τῷ Θεῷ καὶ ἀνθρώποις τοῖς πεπειραμένοις ἡμῶν, οὐδένα καιρὸν ἀπελείφθημεν.
Πολὺν ἡμῖν χρόνον σιωπὴν ἐνεποίησεν ἡ ἔκπληξις τῆς βαρυτάτης ἀγγελίας τοῦ συμβάντος κακοῦ. ἐπεὶ δὲ μικρόν πως τῆς ἀφασίας ἀνηνέγκαμεν, ἥν, ὡς οἱ βροντῇ μεγάλῃ τὰς ἀκοὰς καταπλαγέντες, πεπόνθαμεν, ἀναγκαίως νῦν ἐπεστενάξαμεν τῷ συμβάντι, καὶ μεταξὺ ὀδυρόμενοι τὴν ἐπιστολὴν ὑμῖν ἐξεπέμψαμεν· οὐ παρακλήσεως ἕνεκεν (τίς γὰρ ἂν καὶ λόγος εὑρεθείη τοσαύτης συμφορᾶς ἰατρός;) ἀλλὰ τὴν ὀδύνην τῆς καρδίας ἡμῶν, καθʼ ὅσον δυνατόν, ἐκ τῆς φωνῆς ταύτης ὑμῖν διασημαίνοντες. νῦν ἐδεόμην τῶν Ἱερεμίου θρήνων, καὶ εἰ δή τις ἄλλος τῶν μακαρίων ἀνδρῶν συμφορᾶς μέγεθος ἐμπαθῶς ἀπωδύρατο. Πέπτωκεν ἀνήρ, στῦλος τῷ ὄντι καὶ ἑδραίωμα τῆς Ἐκκλησίας· μᾶλλον δὲ αὐτὸς μὲν πρὸς τὴν μακαρίαν ζωὴν ἀρθεὶς ἀφʼ ἡμῶν οἴχεται· κίνδυνος δὲ οὐ μικρός, μὴ πολλοὶ τῷ ἐρείσματι τούτῳ ὑπεξαιρεθέντι συγκαταπέσωσι, καὶ τὰ σαθρά τινων φανερὰ γένηται. κέκλεισται στόμα παῤῥησίας τε δικαίας καὶ λόγους χάριτος ἐπʼ οἰκοδομῇ τῆς ἀδελφότητος βρύον. οἴχεται δὲ φρενὸς βουλεύματα, τῆς ὄντως ἐν Θεῷ κινουμένης. ὦ ποσάκις μοι (κατηγορήσω γὰρ ἐμαυτοῦ) ἐπῆλθεν ἀγανακτῆσαι κατὰ τοῦ ἀνδρός, ὅτι ὅλος γενόμενος τῆς ἐπιθυμίας τοῦ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι, τὸ ἐπιμεῖναι ἐν τῇ σαρκὶ οὐ προετίμησε δι’ ἡμᾶς. πρὸς τίνα λοιπὸν τὰς φροντίδας τῶν ἐκκλησίων ὑπερθώμεθα; τίνα κοινωνὸν τῶν λυπηρῶν λάβωμεν; τίνα μεριστὴν τῆς εὐφροσύνης; ὢ τῆς δεινῆς ὄντως καὶ σκυθρωπῆς ἐρημίας. πῶς ἀκριβῶς ὡμοιώθημεν πελεκᾶνι ἐρημικῷ; Ἀλλὰ μὴν τά γε συναφθέντα μέλη τῆς Ἐκκλησίας, οἷον ὑπὸ ψυχῆς τινός, τῆς ἐκείνου προστασίας, εἰς μίαν συμπάθειαν καὶ ἀκριβῆ κοινωνίαν συναρμοσθέντα, καὶ φυλάσσεται διὰ τοῦ συνδέσμου τῆς εἰρήνης πρὸς τὴν πνευματικὴν ἁρμολογίαν παγίως, καὶ φυλαχθήσεται εἰς ἀεί, τοῦτο τοῦ Θεοῦ χαριζομένου, ἑδραῖα μένειν καὶ ἀμετακίνητα τῆς μακαρίας ἐκείνης ψυχῆς τὰ ἔργα, ὅσα ἐνήθλησε ταῖς Ἐκκλησίαις τοῦ Θεοῦ. πλὴν ἀλλʼ ὁ ἀγὼν οὐ μικρός, μή τινες πάλιν ἔριδες καὶ διχοστασίαι, ἐπὶ τὴν ἐκλογὴν τοῦ προστατοῦντος ἀναφθεῖσαι, πάντα ὁμοῦ τὸν κόπον ἐκ τῆς τυχούσης ἔριδος ἀνατρέψωσιν.
Εἰ πάσας ἐφεξῆς γράφοιμι τὰς αἰτίας ὑφʼ ὧν μέχρι τοῦ παρόντος κατεσχέθην, καὶ πάνυ ὡρμημένος πρὸς τὴν σὴν θεοσέβειαν, ἱστορίας ἂν μῆκος ἀπέραντον ἐκπληρώσαιμι. νόσους μὲν ἐπαλλήλους, καὶ χειμῶνος ἐπάχθειαν, καὶ πραγμάτων συνοχὴν παρίημι λέγειν, γνώριμα ὄντα καὶ ἤδη προδεδηλωμένα τῇ τελειότητί σου. νῦν δὲ καὶ ἣν μόνην εἶχον τοῦ βίου παραμυθίαν τὴν μητέρα, καὶ ταύτην ἀφῃρέθην ὑπὸ τῶν ἁμαρτίων μου. καὶ μὴ καταγελάσῃς μου ὡς ἐν τούτῳ τῆς ἡλικίας ὀρφανίαν ἀποδυρομένου· ἀλλὰ σύγγνωθί μοι ψυχῆς χωρισμὸν ἀνεκτῶς μὴ φέροντι, ἧς οὐδὲν ἀντάξιον ἐν τοῖς λειπομένοις ὁρῶ. πάλιν οὖν μοι ὑπέστρεψε τὰ ἀῤῥωστήματα, καὶ πάλιν ἐπὶ κλίνης κατάκειμαι, ἐπὶ μικρᾶς παντελῶς τῆς δυνάμεως σαλεύων, καὶ μόνον οὐκ ἐφʼ ἑκάστης ὥρας τὸ ἀναγκαῖον πέρας τῆς ζωῆς ἐκδεχόμενος. Αἱ δὲ ἐκκλησίαι σχεδόν τι παραπλησίως τῷ σώματί μου διάκεινται· ἀγαθῆς μὲν ἐλπίδος οὐδεμιᾶς ὑποφαινομένης, ἀεὶ δὲ πρὸ τὸ χεῖρον τῶν πραγμάτων ὑποῤῥεόντων. τέως δὲ ἡ Νεοκαισάρεια καὶ ἡ Ἀγκύρα ἔδοξαν ἔχειν διαδόχους τῶν ἀπελθόντων, καὶ μέχρι τοῦ νῦν ἡσυχάζουσιν. ἀλλʼ οὐδὲ ἡμῖν οἱ ἐπιβουλεύοντες ποιῆσαί τι τοῦ θυμοῦ καὶ τῆς πικρίας ἄξιον μέχρι τοῦ παρόντος συνεχωρήθησαν. καὶ τούτου τὴν αἰτίαν ταῖς σαῖς ὑπὲρ τῶν ἐκκλησιῶν πρεσβείαις προδήλως ἡμεῖς ἀνατίθεμεν. ὥστε μὴ ἀποκάμῃς προσευχόμενος ὑπὲρ τῶν ἐκκλησιῶν καὶ δυσωπῶν τὸν Θεόν. τοὺς καταξιωθέντας ἐξυπηρετεῖσθαι τῇ ὁσιότητί σου πάμπολλα πρόσειπε.
Οὔπω ἡμᾶς ὁ λιμὸς ἀνῆκε, διόπερ ἀναγκαία ἡμῖν ἐστὶν ἡ ἐπὶτῆς πόλεως διαγωγή, ἢ οἰκονομίας ἕνεκεν, ἢ συμπαθείας τῶν θλιβομένων. ὅθεν οὐδὲ νῦν ἠδυνήθην κοινωνῆσαι τῆς ὁδοῦ τῷ αἰδεσιμωτάτῳ ἀδελφῷ Ὑπατίῳ, ὃν οὐκ αὐτὸ δὴ τοῦτο εὐφημίας ἕνεκεν ἀδελφὸν ἔχω προσαγορεύειν, ἀλλὰ διὰ τὴν προσοῦσαν ἡμῖν ἐκ φύσεως οἰκειότητα· αἵματος γάρ ἐσμεν τοῦ αὐτοῦ. Ὃς ὁποῖα μὲν κάμνει, οὐδὲ τὴν σὴν ἔλαθε τιμιότητα. λυπεῖ δὲ ἡμᾶς ὅτι πᾶσα παραμυθίας ἐλπὶς ἐπʼ αὐτῷ περικέκοπται, τῶν ἐχόντων τὰ τῆς ἰάσεως χαρίσματα οὐδὲν ἐπʼ αὐτοῦ τῶν συνήθων ἐνεργῆσαι συγχωρηθέντων. διὸ πάλιν τῶν σῶν προσευχῶν τὴν βοήθειαν ἐπικαλεῖται. σὺ δὲ τὰ συνήθη προστῆναι, καὶ διὰ τὴν σεαυτοῦ περὶ τοὺς κάμνοντας εὐσπλαγχνίαν, καὶ δι’ ἡμᾶς τοὺς ὑπὲρ αὐτοῦ πρεσβεύοντας, παρακλήθητι, καί, εἰ μὲν οἷόν τε, πρὸς ἑαυτὸν μεταστεῖλαι τοὺς εὐλαβεστάτους τῶν ἀδελφῶν, ὥστε ὑπὸ ταῖς σαῖς ὄψεσι προσαχθῆναι αὐτῷ τὴν ἐπιμέλειαν· εἰ δὲ τοῦτο ἀδύνατον, μετὰ γραμμάτων αὐτὸν προπέμψαι καὶ συστῆσαι τοῖς ἔμπροσθεν καταξίωσον.
Ἀπολαύει τοῦ καιροῦ καὶ ὁ θεοφιλέστατος ἀδελφὸς ἡμῶν Γρηγόριος ὁ ἐπίσκοπος· ὀδυνᾶται γὰρ μετὰ πάντων καὶ αὐτὸς ἐπηρείαις ἀλλεπαλλήλοις, ὥσπερ τισὶ πληγαῖς ἀπροσδοκήτοις, τυπτόμενος. ἄνθρωποι γὰρ μὴ φοβούμενοι τὸν Θεόν, τάχα που καὶ ὑπὸ τοῦ μεγέθους τῶν κακῶν βιαζόμενοι, ἐπηρεάζουσιν αὐτῷ ὡς χρήματα Καισαρίου παρʼ αὐτῶν εἰληφότος. Καὶ οὐ τὸ τῆς ζημίας βαρύ, πάλαι γὰρ ἔμαθε χρημάτων ὑπερορᾷν· ἀλλʼ ὅτι μικρὰ παντελῶς δεξάμενοι τῶν ἐκείνου, διὰ τὸ ἐπὶ οἰκέταις αὐτοῦ γενέσθαι τὸν βίον καὶ ἀνθρώποις οὐδὲν οἰκετῶν αἱρετωτέροις τὸν τρόπον, οἱ κατὰ πολλὴν ἄδειαν τὰ πλείστου ἄξια διανειμάμενοι ἐλάχιστα παντελῶς ἀπέσωσαν τούτοις· ἃ νομίζοντες μηδενὶ ὑποκεῖσθαι, εὐθὺς ἀνάλωσαν εἰς τοὺς δεομένους, καὶ διὰ τὴν ἑαυτῶν προαίρεσιν καὶ διὰ τὴν φωνὴν τοῦ κατοιχομένου. λέγεται γὰρ τοῦτο εἰπεῖν ἀποθνήσκων, ὅτι τὰ ἐμὰ πάντα βούλομαι γενέσθαι τῶν πτωχῶν. ὡς οὖν διάκονοι τῆς ἐντολῆς τοῦ Καισαρίου, εὐθὺς αὐτὰ ᾠκονόμησαν συμφερόντως. καὶ νῦν περιέστηκε πενία μὲν Χριστιανοῦ, πολυπραγμοσύνη δὲ τῶν ἀγοραίων ἑνός. διὸ ἐπῆλθε τῇ πάντα ἐπαινετῇ σου καλοκἀγαθίᾳ δηλῶσαι, ἵνα καὶ τὸν ἄνδρα τιμῶν, ὃν ἐκ παλαιοῦ γνωρίζεις, καὶ τὸν κύριον δοξάζων τὸν εἰς ἑαυτὸν ἀναδεχόμενον τὰ τοῖς δούλοις αὐτοῦ γινόμενα, καὶ ἡμᾶς τιμῶν τοὺς ἐξαιρέτους σεαυτοῦ, καὶ διαλεχθῇς τῷ Κόμητι τῶν θησαυρῶν περὶ αὐτοῦ τὰ εἰκότα, καὶ τρόπον ἐπινοήσῃς, τῇ μεγάλῃ σαυτοῦ συνέσει, ἀπαλλαγῆς τῶν ἐφυβρίστων τούτων καὶ ἀφορήτων ὀχλήσεων. Πάντως δὲ οὐδεὶς οὕτως ἀγνοεῖ τὸν ἄνδρα, ὥστε περὶ αὐτοῦ τι τῶν ἀπρεπῶν ὑπολαβεῖν, ὡς ἄρα τῶν χρημάτων περιεχόμενος σχηματίζεται τὰ τοιαῦτα. ἐγγύθεν γὰρ τῆς ἐλευθεριότητος αὐτοῦ ἡ ἀπόδειξις· ἡδέως ἐξίσταται τῶν λειψάνων τῆς οὐσίας αὐτοῦ τῷ ταμιείῳ· ὥστε ὑποδεχθῆναι μὲν αὐτοῦ τὴν οὐσίαν, τὸν δὲ συνήγορον τοῦ ταμιείου λέγοντα πρὸς τοὺς ἐπιφυομένους καὶ ἀπαιτεῖν τὰς ἀποδείξεις, διὰ τὸ ἡμέτερον πρὸς τὰ τοιαῦτα ἀνεπιτήδειον. ἔξεστι γὰρ μαθεῖν τῇ τελειότητί σου, ὅτι ἕως ἐξῆν, οὐδεὶς ἀπῆλθεν ἀποτυχὼν ὧν ἐβούλετο, ἀλλὰ τὸ ἐπιζητούμενον ἀπονητὶ ἕκαστος ἐκομίσατο, ὥστε καὶ μεταμέλειν τοῖς πολλοῖς διότι μὴ πλέον ᾔτησαν ἀπʼ ἀρχῆς. ὃ καὶ μάλιστα πολλοὺς ἐποίησε τοὺς ἐπηρεαστάς· πρὸς γὰρ τὸ τῶν προλαβόντων ὑπόδειγμα ἀφορῶντες, ἄλλος ἄλλον διαδέχεται συκοφαντῶν. Πρὸς οὖν ταῦτα πάντα τὴν σὴν σεμνότητα παρακαλοῦμεν στῆναι, καὶ ὥσπερ τι ῥεῦμα ἐπισχεῖν καὶ διακόψαι τῶν κακῶν τὴν συνέχειαν. οἶδας δὲ ὅπως βοηθήσεις τῷ πράγματι, ὥστε μὴ ἀναμένειν παρʼ ἡμῶν διδαχθῆναι τὸν τρόπον, οἳ δι’ ἀπειρίαν τῶν τοῦ βίου πραγμάτων, καὶ αὐτὸ τοῦτο ἀγνοοῦμεν, πῶς ἂν γένοιτο ἡμῖν τῆς ἀπαλλαγῆς τυχεῖν. καὶ σύμβουλος οὖν καὶ προστάτης αὐτὸς γενοῦ, τὸ εἶδος τῆς βοηθείας διὰ τῆς μεγάλης σεαυτοῦ φρονήσεως ἐξευρών.
Καὶ τίς οὕτω παλαιὰν ἑταιρείαν οἶδε τιμᾷν, καὶ ἀρετὴν αἰδεῖσθαι, καὶ κάμνουσι συναλγεῖν, ὡς αὐτὸς σύ; ἐπεὶ οὖν τὸν θεοφιλέστατον ἀδελφὸν ἡμῶν Γρηγόριον τὸν ἐπίσκοπον κατέλαβε πράγματα, οὔτε ἄλλως φορητὰ καὶ μάλιστα τῷ ἤθει αὐτοῦ ὑπεναντία, ἔδοξεν ἡμῖν κράτιστον εἶναι ἐπὶ τὴν σὴν καταφυγεῖν προστασίαν καὶ παρὰ σοῦ τινὰ πειραθῆναι εὑρέσθαι λύσιν τῶν συμφορῶν. συμφορὰ γάρ ἐστιν ἀφόρητος πράγματα ἀναγκάζεσθαι λέγειν τὸν μὴ πεφυκότα μηδὲ βουλόμενον, καὶ χρήματα ἀπαιτεῖσθαι τὸν πένητα, καὶ ἕλκεσθαι εἰς τὸ μέσον καὶ δημοκοπεῖσθαι τὸν πάλαι δι’ ἡσυχίας τὸν βίον παρελθεῖν κρίναντα. εἴτε οὖν τῷ Κόμητι τῶν θησαυρῶν διαλεχθῆναι χρήσιμον εἶναι κρίνεις εἴτε τισὶν ἑτέροις, τῆς σῆς ἂν εἴη συνέσεως.
Πῶς ἂν σιωπήσαιμεν ἐπὶ τοῖς παροῦσιν; ἤ, τοῦτο καρτερεῖν μὴ δυνάμενοι, ἄξιόν τινα λόγον τῶν γινομένων εὕροιμεν, ὥστε μὴ στεναγμῷ προσεοικέναι τὴν φωνὴν ἡμῶν, ἀλλὰ θρήνῳ τοῦ κακοῦ τὸ βάρος ἀρκούντως διασημαίνοντι; οἴχεται ἡμῖν καὶ ἡ Ταρσός. καὶ οὐ τοῦτο μόνον δεινόν, καίπερ ἀφόρητον ὄν· ἔστι γὰρ τούτου χαλεπώτερον πόλιν τοσαύτην, οὕτως ἔχουσαν εὐκαιρίας, ὥστε Ἰσαύρους καὶ Κίλικας, Καππαδόκας τε καὶ Σύρους δι’ ἑαυτῆς συνάπτειν, ἑνὸς ἢ δυοῖν ἀπονοίας ἀνθρώπων ὀλέθρου γενέσθαι πάρεργον, μελλόντων ὑμῶν καὶ βουλευομένων καὶ πρὸς ἀλλήλους ἀποσκοπούντων. κράτιστον οὖν, κατὰ τὴν τῶν ἰατρῶν ἐπίνοιαν (πάντως δέ μοι πολλὴ ἀφθονία, διὰ τὴν σύνοικον ἀῤῥωστίαν, τῶν τοιούτων παραδειγμάτων), οἳ ἐπειδὰν τὸ τῆς ὀδύνης μέγεθος ὑπερβάλῃ, ἀναισθησίαν τῶν πόνων ἐπιτεχνῶνται τῷ κάμνοντι, καὶ ταῖς ἡμετέραις αὐτῶν ψυχαῖς, ὡς μὴ ταῖς φορήτοις ὀδύναις συνέχεσθαι, ἀναλγησίαν τῶν κακῶν συνεύξασθαι. οὐ μὴν ἀλλὰ καίπερ οὕτως ἀθλίως ἔχοντες, μιᾷ παραμυθίᾳ κεχρήμεθα, πρὸς τὴν σὴν ἀπιδεῖν ἡμερότητα, καὶ ἐκ τῆς σῆς ἐννοίας καὶ μνήμης πραῧναι τῆς ψυχῆς τὸ λυπούμενον. ὥσπερ γὰρ τοῖς ὀφθαλμοῖς, ἐπειδάν ποτε συντόνως τὰ λαμπρὰ καταβλέψωσι, φέρει τινὰ ῥᾳστώνην πρὸς τὰ κυανὰ καὶ χλοάζοντα τῶν χρωμάτων ἐπανελθεῖν, οὕτω καὶ ταῖς ἡμετέραις ψυχαῖς, οἷον πραεῖά τις ἐπαφὴ τὸ ὀδυνηρὸν ἐξαιροῦσα, ἡ μνήμη τῆς σῆς πραότητος καὶ ἐμμελείας ἐστί· καὶ μάλιστα ὅταν ἐνθυμηθῶμεν ὅτι τὸ κατὰ σεαυτὸν ἅπαν ἐπλήρωσας. ἐξ ὧν ἱκανῶς καὶ ἡμῖν τοῖς ἀνθρώποις, ἐὰν εὐγνωμόνως τὰ πράγματα κρίνωμεν, ὡς οὐδὲν ἐκ τῆς σῆς αἰτίας ἀπόλωλεν ἐνεδείξω, καὶ παρὰ Θεῷ τῆς τῶν καλῶν προθυμίας μέγαν σεαυτῷ τὸν μισθὸν κατεκτήσω. χαρίσαιτο δέ σε ἡμῖν καὶ ταῖς ἑαυτοῦ ἐκκλησίαις ὁ Κύριος, ἐπʼ ὠφελείᾳ τοῦ βίου καὶ διορθώσει τῶν ψυχῶν ἡμῶν, καὶ καταξιώσειε πάλιν τῆς ἐπωφελοῦς συντυχίας σου.
Περὶ πολλῶν μὲν ὡς διαφερόντων μοι ἐπέστειλά σοι, περὶ πλειόνων δὲ καὶ ἐπιστελῶ. οὔτε γὰρ τοὺς δεομένους ἐπιλιπεῖν δυνατόν, οὔτε ἡμᾶς ἀρνεῖσθαι τὴν χάριν οἷόν τε. οὐ μήν ἐστί τις οἰκειότερός μοι, οὔτε μᾶλλον ἀναπαῦσαί με ἐφʼ οἷς ἂν εὖ τι πάθοι δυνάμενος, τοῦ αἰδεσιμωτάτου ἀδελφοῦ Λεοντίου. οὗ τὴν οἰκίαν οὕτω διάθες, ὡς ἂν εἰ αὐτὸν ἐμὲ καταλάβοις, μὴ ἐν τῇ πενίᾳ ταύτῃ, ἐν ᾗ νῦν εἰμὶ σὺν Θεῷ, ἀλλʼ εὐπορίας τινὸς ἐπειλημμένον καὶ ἀγροὺς κεκτημένον. δῆλον γὰρ ὅτι οὐκ ἂν ἐποίησάς με πένητα, ἀλλʼ ἐφύλαξας ἂν τὰ παρόντα, ἢ ἐπέτεινας τὴν εὐπορίαν. τοῦτο οὖν ποιῆσαί σε καὶ ἐν τῇ προειρημένῃ μοι οἰκίᾳ τοῦ ἀνδρὸς παρακαλοῦμεν. μισθὸς δέ σοι ὑπὲρ πάντων ὁ συνήθης παρʼ ἐμοῦ, εὐχὴ πρὸς τὸν ἅγιον Θεὸν ὑπὲρ ὧν κάμνεις, καλός τε καὶ ἀγαθὸς ὢν καὶ προλαμβάνων τὰς αἰτήσεις τῶν δεομένων.
Ὁ πρεσβύτερος τοῦ χωρίου τοῦδε, οἶμαι, ὅτι πάλαι ἔγνωσται τῇ εὐγενείᾳ σου, ὅτι ἐστὶν ἐμοὶ σύντροφος. τί οὖν ἄλλο δεῖ με εἰπεῖν πρὸς τὸ δυσωπῆσαί σου τὴν χρηστότητα, οἰκείως αὐτὸν ἰδεῖν καὶ βοηθῆσαι αὐτῷ εἰς τὰ πράγματα; εἰ μὲν γὰρ ἐμὲ ἀγαπᾷς, ὥσπερ οὖν ἀγαπᾷς, δηλονότι καὶ οὓς ἀντʼ ἐμαυτοῦ ἔχω ἀναπαῦσαι πάσῃ δυνάμει προαιρῇ. τί οὖν ἐστὶν ὃ παρακαλῶ; φυλαχθῆναι αὐτῷ τὴν παλαιὰν ἀπογραφήν. καὶ γὰρ καὶ κάμνει οὐ μετρίως ἡμῖν ὑπηρετῶν πρὸς τὸν βίον διὰ τὸ ἡμᾶς, ὡς αὐτὸς ἐπίστασαι, μηδὲν κεκτῆσθαι ἴδιον, ἀλλὰ τοῖς τῶν φίλων καὶ συγγενῶν ἀρκεῖσθαι. ὡς οὖν ἐμὸν οἶκον, μᾶλλον δὲ ὡς ἑαυτοῦ, οὕτω θέασαι τὸν τοῦ ἀδελφοῦ τοῦδε· καὶ ἀντὶ τῆς εἰς αὐτὸν εὐποιίας παρέξει Θεὸς καὶ σοί, καὶ οἴκῳ, καὶ γένει παντί σου τὴν συνήθη βοήθειαν. γίνωσκε δέ μοι πάνυ ἐπιμελὲς εἶναι μηδὲν ἐκ τῆς ἐξισώσεως ἐπηρεασθῆναι τὸν ἄνθρωπον.
Ὑφορῶμαι λοιπὸν τῶν ἐπιστολῶν τὸ πλῆθος. βιαίως μέν, καὶ μὴ φέρων τὴν ἐπάχθειαν τῶν ἀπαιτούντων ἡμᾶς, ἐκφωνεῖν ἀναγκάζομαι· γράφω δʼ οὖν ὅμως, ἄλλον ἀπαλλαγῆς τρόπον ἐπινοεῖν οὐκ ἔχων, ἢ διδοὺς αὐτοῖς τὰς ἐπιστολὰς αἰτοῦσιν ἑκάστοτε παρʼ ἡμῶν. φοβοῦμαι τοίνυν μή, ἐπειδὴ πολλοὶ προσκομίζουσι γράμματα, εἶς τῶν πολλῶν νομισθῇ καὶ ὁ ἀδελφὸς ὁ δεῖνα. ἐγὼ γὰρ πολλοὺς φίλους καὶ συγγενεῖς ἔχειν ἐπὶ τῆς πατρίδος ὁμολογῶ, καὶ αὐτὸς εἰς τὴν πατρικὴν τάξιν τετάχθαι, διὰ τὸ σχῆμα τοῦτο εἰς ὃ ἔταξεν ἡμᾶς ὁ Κύριος. σύντροφον δὲ τῆς θρεψαμένης με υἱὸν τοῦτον ἔχω ἕνα, καὶ εὔχομαι τὸν οἶκον ἐν ᾧ ἀνετράφην ἐπὶ τῆς ὁμοίας καταστάσεως διαμεῖναι, ἵνα μή τι ἡ πάντας εὐεργετοῦσα ἐπιδημία τῆς σῆς κοσμιότητος ἀφορμὴ πρὸς λύπην τῷ ἀνδρὶ γένηται. ἀλλʼ ἐπειδὴ ἔτι καὶ νῦν ἐκ τοῦ αὐτοῦ διατρέφομαι οἴκου, οὐδὲν ἔχων τῶν ἐμαυτοῦ, ἀρκούμενος δὲ τοῖς τῶν ἀγαπητῶν, παρακαλῶ οὕτω φείσασθαι τῆς οἰκίας ᾗ ἐνετράφην, ὡς ἐμοὶ τῆς τροφῆς τὴν χορηγίαν διασώζοντα. καί σε ὁ Θεὸς ἀντὶ τούτων τῆς αἰωνίου ἀναπαύσεως ἀξιώσειεν. Ἐκεῖνό γε μὴν πάντων ἀληθέστατον γινώσκειν σου τὴν κοσμιότητα βούλομαι, ὅτι τῶν ἀνδραπόδων τὰ πλεῖστα παρʼ ἡμῶν ὑπῆρξεν αὐτῷ μισθὸς τῆς τροφῆς ἡμῶν, τῶν γονέων ἡμῶν παρασχομένων. ὁ δὲ μισθὸς οὐ παντελής ἐστι δωρεά, ἀλλὰ χρῆσις διὰ βίου. ὥστε ἐάν τι βαρὺ περὶ αὐτὰ γένηται, ἔξεστιν αὐτῷ πρὸς ἡμᾶς ἀποπέμψαι, καὶ ἐσόμεθα ἡμεῖς δι’ ἑτέρας ὁδοῦ ὑπεύθυνοι τελέσμασι καὶ ἀπαιτηταῖς πάλιν γινόμενοι.
Ἐπειδὴ πολλοί, τὸ κοινὸν τῆς οὐσίας ἐπὶ τῶν μυστικῶν δογμάτων μὴ διακρίνοντες ἀπὸ τοῦ τῶν ὑποστάσεων λόγου, ταῖς αὐταῖς συνεμπίπτουσιν ὑπονοίαις, καὶ οἴονται διαφέρειν μηδὲν οὐσίαν ἢ ὑπόστασιν λέγειν (ὅθεν καὶ ἤρεσέ τισι τῶν ἀνεξετάστως τὰ τοιαῦτα προσδεχομένων, ὥσπερ μίαν οὐσίαν, οὕτω καὶ μίαν ὑπόστασιν λέγειν· καὶ τὸ ἔμπαλιν, οἱ τὰς τρεῖς ὑποστάσεις παραδεχόμενοι καὶ τὴν τῶν οὐσίων διαίρεσιν, κατὰ τὸν ἴσον ἀριθμόν, ἐκ τῆς ὁμολογίας ταύτης δογματίζειν οἴονται δεῖν)· διὰ τοῦτο ὡς ἂν μὴ καὶ σὺ τὰ ὅμοια πάθοις, ὑπόμνημά σοι διὰ βραχέων τὸν περὶ τούτου λόγον ἐποιησάμην. ἔστι τοίνυν, ὡς ἐν ὀλίγῳ παραστῆσαι, τοιαύτη τῶν λεγομένων ἡ ἔννοια. Πάντων τῶν ὀνομάτων τὰ μὲν ἐπὶ πλειόνων καὶ τῷ ἀριθμῷ διαφερόντων λεγόμενα πραγμάτων καθολικωτέραν τινὰ τὴν σημασίαν ἔχει, οἷον ἄνθρωπος. ὁ γὰρ τοῦτο εἰπών, τὴν κοινὴν φύσιν διὰ τοῦ ὀνόματος δείξας, οὐ περιέγραψε τῇ φωνῇ τόν τινα ἄνθρωπον, τὸν ἰδίως ὑπὸ τοῦ ὀνόματος γνωριζόμενον. οὐ γὰρ μᾶλλον Πέτρος ἄνθρωπός ἐστιν, ἢ καὶ Ἀνδρέας, καὶ Ἰωάννης, καὶ Ἰάκωβος. ἡ οὖν κοινότης τοῦ σημαινομένου, ὁμοίως ἐπὶ πάντας τοὺς ὑπὸ τὸ αὐτὸ ὄνομα τεταγμένους χωροῦσα, χρείαν ἔχει τῆς ὑποδιαστολῆς, δι’ ἧς οὐ τὸν καθόλου ἄνθρωπον, ἀλλὰ τὸν Πέτρον ἢ τὸν Ἰωάννην ἐπιγνωσόμεθα. Τὰ δὲ τῶν ὀνομάτων ἰδικωτέραν ἔχει τὴν ἔνδειξιν, δι’ ἧς οὐχ ἡ κοινότης τῆς φύσεως ἐνθεωρεῖται τῷ σημαινομένῳ, ἀλλὰ πράγματός τινος περιγραφή, μηδεμίαν ἔχουσα πρὸς τὸ ὁμογενές, κατὰ τὸ ἰδίαζον, τὴν κοινωνίαν, οἷον ὁ Παῦλος, ἢ ὁ Τιμόθεος. οὐκέτι γὰρ ἡ τοιαύτη φωνὴ ἐπὶ τὸ κοινὸν τῆς φύσεως φέρεται, ἀλλὰ χωρίσασα τῆς περιληπτικῆς σημασίας, περιγεγραμμένων τινῶν πραγμάτων ἔμφασιν διὰ τῶν ὀνομάτων παρίστησιν. ὅταν οὖν δύο ἢ καὶ πλειόνων κατὰ τὸ αὐτὸ ὄντων, οἷον Παύλου καὶ Σιλουανοῦ καὶ Τιμοθέου, περὶ τῆς οὐσίας τῶν ἀνθρώπων ζητῆται λόγος, οὐκ ἄλλον τις ἀποδώσει τῆς οὐσίας ἐπὶ τοῦ Παύλου λόγον, ἕτερον δὲ ἐπὶ τοῦ Σιλουανοῦ, καὶ ἄλλον ἐπὶ τοῦ Τιμοθέου· ἀλλὰ δι’ ὧν ἂν λόγων ἡ οὐσία τοῦ Παύλου δειχθῇ, οὗτοι καὶ τοῖς ἄλλοις ἐφαρμόσουσι· καί εἰσιν ἀλλήλοις ὁμοούσιοι οἱ τῷ αὐτῷ λόγῳ τῆς οὐσίας ὑπογραφόμενοι. ἐπειδὰν δέ τις, τὸ κοινὸν μαθών, ἐπὶ τὰ ἰδιάζοντα τρέψῃ τὴν θεωρίαν, δι’ ὧν χωρίζεται τοῦ ἑτέρου τὸ ἕτερον, οὐκέτι ὁ ἑκάστου γνωριστικὸς λόγος τῷ περὶ τοῦ ἄλλου διὰ πάντων συνενεχθήσεται, κἂν ἔν τισιν εὑρεθῇ τὸ κοινὸν ἔχων. Τοῦτο τοίνυν φαμέν· τὸ ἰδίως λεγόμενον τῷ τῆς ὑποστάσεως δηλοῦσθαι ῥήματι. ὁ γὰρ ἄνθρωπον εἰπὼν ἐσκεδασμένην τινὰ διάνοιαν τῷ ἀορίστῳ τῆς σημασίας τῇ ἀκοῇ ἐνεποίησεν, ὥστε τὴν μὲν φύσιν ἐκ τοῦ ὀνόματος δηλωθῆναι, τὸ δὲ ὑφεστὼς καὶ δηλούμενον ἰδίως ὑπὸ τοῦ ὀνόματος πρᾶγμα μὴ σημανθῆναι. ὁ δὲ Παῦλον εἰπὼν ἔδειξεν ἐν τῷ δηλουμένῳ ὑπὸ τοῦ ὀνόματος πράγματι ὑφεστῶσαν τὴν φύσιν. Τοῦτο οὖν ἐστὶν ἡ ὑπόστασις, οὐχ ἡ ἀόριστος τῆς οὐσίας ἔννοια, μηδεμίαν ἐκ τῆς κοινότητος τοῦ σημαινομένου στάσιν εὑρίσκουσα, ἀλλʼ ἡ τὸ κοινόν τε καὶ ἀπερίγραπτον ἐν τῷ τινὶ πράγματι διὰ τῶν ἐπιφαινομένων ἰδιωμάτων παριστῶσα καὶ περιγράφουσα· ὡς καὶ τῇ Γραφῇ σύνηθες τὸ τοιοῦτον ποιεῖν, ἐν ἄλλοις τε πολλοῖς, καὶ ἐν τῇ κατὰ τὸν Ἰὼβ ἱστορίᾳ. ἐπειδὴ γὰρ ἔμελλε τὰ περὶ αὐτοῦ διηγεῖσθαι, πρότερον τοῦ κοινοῦ μνημονεύσασα, καὶ εἰποῦσα ἄνθρωπος, εὐθὺς ἀποτέμνει τῷ ἰδιάζοντι ἐν τῇ προσθήκῃ τοῦ τις. ἀλλὰ τῆς μὲν οὐσίας τὴν ὑπογραφήν, ὡς οὐδὲν φέρουσαν κέρδος πρὸς τὸν προκείμενον τοῦ λόγου σκοπόν, ἐσιώπησε· τὸν δέ τινα διὰ τῶν οἰκείων γνωρισμάτων χαρακτηρίζει, καὶ τόπον λέγουσα καὶ τὰ τοῦ ἤθους γνωρίσματα, καὶ ὅσα τῶν ἔξωθεν συμπαραληφθέντα χωρίζειν αὐτὸν καὶ ἀφιστᾷν ἔμελλε τῆς κοινῆς σημασίας· ὥστε διὰ πάντων ἐναργῆ τοῦ ἱστορουμένου γενέσθαι τὴν ὑπογραφήν, ἐκ τοῦ ὀνόματος, ἐκ τοῦ τόπου, ἐκ τῶν τῆς ψυχῆς ἰδιωμάτων, ἐκ τῶν ἔξωθεν περὶ αὐτὸν θεωρουμένων. εἰ δὲ τὸν τῆς οὐσίας ἐδίδου λόγον, οὐδεμία ἂν ἐγένετο τῶν εἰρημένων ἐν τῇ τῆς φύσεως ἑρμηνείᾳ μνήμη· ὁ γὰρ αὐτὸς ἂν ἦν λόγος, ὃς καὶ ἐπὶ τοῦ Βαλδὰδ τοῦ Σαυχίτου καὶ Σοφὰρ τοῦ Μινναίου καὶ ἐφʼ ἑκάστου τῶν ἐκεῖ μνημονευθέντων ἀνθρώπων. Ὃν τοίνυν ἐν τοῖς καθʼ ἡμᾶς ἔγνως διαφορᾶς λόγον ἐπί τε τῆς οὐσίας καὶ τῆς ὑποστάσεως, τοῦτον μετατιθεὶς καὶ ἐπὶ τῶν θείων δογμάτων, οὐχ ἁμαρτήσεις. πῶς τὸ εἶναι τοῦ Πατρός, ὅ τί ποτε ὑποτίθεταί σου ἡ ἔννοια (πρὸς οὐδὲν γάρ ἐστιν ἀποτεταγμένον νόημα τὴν ψυχὴν ἐπερείδειν, διὰ τὸ πεπεῖσθαι αὐτὸ ὑπὲρ πᾶν εἶναι νόημα), τοῦτο καὶ ἐπὶ τοῦ Υἱοῦ νοήσεις, τοῦτο ὡσαύτως καὶ ἐπὶ τοῦ Πνεύματος τοῦ ἁγίου. ὁ γὰρ τοῦ ἀκτίστου καὶ τοῦ ἀκαταλήπτου λόγος, εἷς καὶ ὁ αὐτὸς ἐπί τε τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματός ἐστιν. οὐ γὰρ τὸ μὲν μᾶλλον ἀκατάληπτόν τε καὶ ἄκτιστον, τὸ δὲ ἧττον. ἐπεὶ δὲ χρὴ διὰ τῶν ἰδιαζόντων σημείων ἀσύγχυτον ἐπὶ τῆς Τριάδος τὴν διάκρισιν ἔχειν, τὸ μὲν κοινῶς ἐπιθεωρούμενον, οἷον τὸ ἄκτιστον λέγω, ἢ τὸ ὑπὲρ πᾶσαν κατάληψιν, ἢ εἴ τι τοιοῦτον, οὐ συμπαραληψόμεθα εἰς τὴν τοῦ ἰδιάζοντος κρίσιν, ἐπιζητήσομεν δὲ μόνον, δι’ ὧν ἡ περὶ ἑκάστου ἔννοια τηλαυγῶς καὶ ἀμίκτως τῆς συνθεωρουμένης ἀφορισθήσεται. Καλῶς οὖν ἔχειν μοι δοκεῖ οὕτως ἀνιχνεῦσαι τὸν λόγον. πᾶν ὅπερ ἂν εἰς ἡμᾶς ἐκ θείας δυνάμεως ἀγαθὸν φθάσῃ, τῆς πάντα ἐν πᾶσιν ἐνεργούσης χάριτος ἐνέργειαν εἶναί φαμεν· καθώς φησιν ὁ ἀπόστολος, ὅτι Ταῦτα δὲ πάντα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται. ζητοῦντες δὲ εἰ ἐκ μόνου τοῦ ἁγίου Πνεύματος ἡ τῶν ἀγαθῶν χορηγία τὴν ἀρχὴν λαβοῦσα οὕτω παραγίνεται τοῖς ἀξίοις, πάλιν ὑπὸ τῆς Γραφῆς ὁδηγούμεθα εἰς τὸ τῆς χορηγίας τῶν ἀγαθῶν τῶν διὰ τοῦ Πνεύματος ἡμῖν ἐνεργουμένων ἀρχηγὸν καὶ αἴτιον τὸν μονογενῆ Θεὸν εἶναι πιστεύειν. πάντα γὰρ δι’ αὐτοῦ γεγενῆσθαι, καὶ ἐν αὐτῷ συνεστάναι, παρὰ τῆς ἁγίας Γραφῆς ἐδιδάχθημεν. ὅταν τοίνυν καὶ πρὸς ἐκείνην ὑψωθῶμεν τὴν ἔννοιαν, πάλιν ὑπὸ τῆς θεοπνεύστου χειραγωγίας ἀναγόμενοι διδασκόμεθα, ὅτι δι’ ἐκείνης μὲν πάντα τῆς δυνάμεως ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παράγεται· οὐ μὴν οὐδὲ ἐξ ἐκείνης ἀνάρχως· ἀλλά τίς ἐστι δύναμις ἀγεννήτως καὶ ἀνάρχως ὑφεστῶσα, ἥτις ἐστὶν αἰτία τῆς ἁπάντων τῶν ὄντων αἰτίας. ἐκ γὰρ τοῦ Πατρὸς ὁ Υἱός, δι’ οὗ τὰ πάντα, ᾧ πάντοτε τὸ Πνεῦμα τὸ ἅγιον ἀχωρίστως συνεπινοεῖται. οὐ γὰρ ἔστιν ἐν περινοίᾳ τοῦ Υἱοῦ γενέσθαι, μὴ προκαταυγασθέντα τῷ Πνεύματι. ἐπειδὴ τοίνυν τὸ ἅγιον Πνεῦμα, ἀφʼ οὗ πᾶσα ἐπὶ τὴν κτίσιν ἡ τῶν ἀγαθῶν χορηγία πηγάζει, τοῦ Υἱοῦ μὲν ἤρτηται, ᾧ ἀδιαστάτως συγκαταλαμβάνεται· τῆς δὲ τοῦ Πατρὸς αἰτίας ἐξημμένον ἔχει τὸ εἶναι, ὅθεν καὶ ἐκπορεύεται· τοῦτο γνωριστικὸν τῆς κατὰ τὴν ὑπόστασιν ἰδιότητος σημεῖον ἔχει, τὸ μετὰ τὸν Υἱὸν καὶ σὺν αὐτῷ γνωρίζεσθαι, καὶ τὸ ἐκ τοῦ Πατρὸς ὑφεστάναι. Ὁ δὲ Υἱός, ὁ τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον Πνεῦμα δι’ ἑαυτοῦ καὶ μεθʼ ἑαυτοῦ γνωρίζων, μόνος μονογενῶς ἐκ τοῦ ἀγεννήτου φωτὸς ἐκλάμψας, οὐδεμίαν, κατὰ τὸ ἰδίαζον τῶν γνωρισμάτων, τὴν κοινωνίαν ἔχει πρὸς τὸν Πατέρα ἢ πρὸς τὸ Πνεῦμα τὸ ἅγιον, ἀλλὰ τοῖς εἰρημένοις σημείοις μόνος γνωρίζεται. ὁ δὲ ἐπὶ πάντων Θεός, ἐξαίρετόν τι γνώρισμα τῆς ἑαυτοῦ ὑποστάσεως, τὸ Πατὴρ εἶναι, καὶ ἐκ μηδεμιᾶς αἰτίας ὑποστῆναι, μόνος ἔχει· καὶ διὰ τούτου πάλιν τοῦ σημείου καὶ αὐτὸς ἰδιαζόντως ἐπιγινώσκεται. τούτου ἕνεκεν ἐν τῇ τῆς οὐσίας κοινότητι ἀσύμβατά φαμεν εἶναι καὶ ἀκοινώνητα τὰ ἐπιθεωρούμενα τῇ Τριάδι γνωρίσματα, δι’ ὧν ἡ ἰδιότης παρίσταται τῶν ἐν τῇ πίστει παραδεδομένων προσώπων, ἑκάστου τοῖς ἰδίοις γνωρίσμασι διακεκριμένως καταλαμβανομένου· ὥστε διὰ τῶν εἰρημένων σημείων τὸ κεχωρισμένον τῶν ὑποστάσεων ἐξευρεθῆναι· κατὰ δὲ τὸ ἄπειρον, καὶ ἀκατάληπτον, καὶ τὸ ἀκτίστως εἶναι, καὶ μηδενὶ τόπῳ περιειλῆφθαι, καὶ πᾶσι τοῖς τοιούτοις, μηδεμίαν εἶναι παραλλαγὴν ἐν τῇ ζωοποιῷ φύσει, ἐπὶ Πατρὸς λέγω καὶ Υἱοῦ καὶ Πνεύματος ἁγίου· ἀλλά τινα συνεχῆ καὶ ἀδιάσπαστον κοινωνίαν ἐν αὐτοῖς θεωρεῖσθαι. καὶ δι’ ὧν ἄν τις νοημάτων τὸ μεγαλεῖον ἑνός τινος τῶν ἐν τῇ ἁγίᾳ Τριάδι πιστευομένων κατανοήσειε, διὰ τῶν αὐτῶν προσελεύσεται, ἀπαραλλάκτως, ἐπὶ Πατρός, καὶ Υἱοῦ, καὶ Πνεύματος ἁγίου τὴν δόξαν βλέπων, ἐν οὐδενὶ διαλείμματι μεταξὺ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος τῆς διανοίας κενεμβατούσης. διότι οὐδέν ἐστι τὸ διὰ μέσου τούτων παρενειρόμενον, οὔτε πρᾶγμα ὑφεστὼς ἄλλο τι παρὰ τὴν θείαν φύσιν, ὡς καταμερίζειν αὐτὴν πρὸς ἑαυτὴν διὰ τῆς τοῦ ἀλλοτρίου παρεμπτώσεως δύνασθαι, οὔτε διαστήματός τινος ἀνυποστάτου κενότης, ἥτις κεχηνέναι ποιεῖ τῆς θείας οὐσίας τὴν πρὸς ἑαυτὴν ἁρμονίαν, τῇ παρενθήκῃ τοῦ κενοῦ τὸ συνεχὲς διαστέλλουσα. ἀλλʼ ὁ τὸν Πατέρα νοήσας, αὐτόν τε ἐφʼ ἑαυτοῦ ἐνόησε, καὶ τὸν Υἱὸν τῇ διανοίᾳ συμπαρεδέξατο· ὁ δὲ τοῦτον λαβὼν τοῦ Υἱοῦ τὸ Πνεῦμα οὐκ ἀπεμέρισεν, ἀλλʼ ἀκολούθως μέν, κατὰ τὴν τάξιν, συνημμένως δέ, κατὰ τὴν φύσιν, τῶν τριῶν κατὰ ταὐτὸν συγκεκραμένην ἐν ἑαυτῷ τὴν πίστιν ἀνετυπώσατο. καὶ ὁ τὸ Πνεῦμα μόνον εἰπὼν συμπεριέλαβε τῇ ὁμολογίᾳ ταύτῃ καὶ τὸν οὗ ἐστὶ τὸ Πνεῦμα. καὶ ἐπειδὴ τοῦ Χριστοῦ ἐστὶ τὸ Πνεῦμα, καὶ ἐκ τοῦ Θεοῦ, καθώς φησιν ὁ Παῦλος, ὥσπερ ἐξ ἁλύσεως ὁ τοῦ ἑνὸς ἄκρου ἁψάμενος καὶ τὸ ἕτερον ἄκρον συνεπεσπάσατο, οὕτως ὁ τὸ Πνεῦμα ἑλκύσας, καθώς φησιν ὁ προφήτης, δι’ αὐτοῦ καὶ τὸν Υἱὸν καὶ τὸν Πατέρα συνεφειλκύσατο. καὶ εἰ τὸν Υἱὸν ἀληθινῶς τις λάβοι, ἕξει αὐτὸν ἑκατέρωθεν, πῆ μὲν τὸν ἑαυτοῦ Πατέρα, πῆ δὲ τὸ ἴδιον Πνεῦμα συνεπαγόμενον. οὔτε γὰρ τοῦ Πατρὸς ὁ ἀεὶ ἐν τῷ Πατρὶ ὢν ἀποτμηθῆναι δυνήσεται, οὔτε τοῦ Πνεύματός ποτε διαζευχθήσεται τοῦ ἰδίου ὁ πάντα ἐν αὐτῷ ἐνεργῶν. ὡσαύτως δὲ καὶ ὁ τὸν Πατέρα δεξάμενος καὶ τὸν Υἱὸν καὶ τὸ Πνεῦμα συμπαρεδέξατο τῇ δυνάμει. οὐ γὰρ ἔστιν ἐπινοῆσαι τομὴν ἢ διαίρεσιν κατʼ οὐδένα τρόπον, ὡς ἢ Υἱὸν χωρὶς Πατρὸς νοηθῆναι, ἢ τὸ Πνεῦμα τοῦ Υἱοῦ διαζευχθῆναι· ἀλλά τις ἄῤῥητος καὶ ἀκατανόητος ἐν τούτοις καταλαμβάνεται καὶ ἡ κοινωνία καὶ ἡ διάκρισις, οὔτε τῆς τῶν ὑποστάσεων διαφορᾶς τὸ τῆς φύσεως συνεχὲς διασπώσης, οὔτε τῆς κατὰ τὴν οὐσίαν κοινότητος τὸ ἰδίαζον τῶν γνωρισμάτων ἀναχεούσης. μὴ θαυμάσῃς δὲ εἰ τὸ αὐτὸ καὶ συνημμένον καὶ διακεκριμένον εἶναί φαμεν, καί τινα ἐπινοοῦμεν, ὥσπερ ἐν αἰνίγματι, καινὴν καὶ παράδοξον διάκρισίν τε συνημμένην καὶ διακεκριμένην συνάφειαν. εἰ γὰρ μή τις ἐριστικῶς καὶ πρὸς ἐπήρειαν ἀκούοι τοῦ λόγου, καὶ ἐν τοῖς αἰσθητοῖς δυνατόν ἐστι τὸ τοιοῦτον εὑρεῖν. Καί μου δέξασθε τὸν λόγον ὡς ὑπόδειγμα καὶ σκιὰν ἀληθείας, οὐχ ὡς αὐτὴν τὴν τῶν πραγμάτων ἀλήθειαν· οὐ γὰρ δυνατόν ἐστι διὰ πάντων ἐφαρμοσθῆναι τὸ ἐν τοῖς ὑποδείγμασι θεωρούμενον τοῖς πρὸς ἃ ἡ τῶν ὑποδειγμάτων χρεία παραλαμβάνεται. πόθεν οὖν φαμὲν τὸ διακεκριμένον ἅμα καὶ συναφὲς ἐκ τῶν κατὰ τὴν αἴσθησιν ἡμῖν προφαινομένων ἀναλογίζεσθαι; ἤδη ποτὲ τοῦ ἐν τῇ νεφέλῃ τόξου τὴν λαμπηδόνα κατὰ τὸ ἔαρ τεθέασαι, ἐκεῖνο λέγω τὸ τόξον, ὅπερ ὁ κοινὸς λόγος ἴριν εἴωθεν ἐπονομάζειν· ὅ φασιν οἱ περὶ ταῦτα δεινοὶ τότε συνίστασθαι, ὅταν ἀνακεκραμένη τις ᾖ πρὸς τὸν ἀέρα νοτίς, τῆς τῶν πνευμάτων βίας τὸ ἐν τοῖς ἀτμοῖς ὑγρὸν καὶ παχύ, νεφῶδες ἤδη γενόμενον, εἰς ὑετὸν ἀποθλιβούσης. συνίστασθαι δὲ λέγουσιν οὕτως. ἐπειδὰν ἡ τοῦ ἡλίου ἀκτίς, κατὰ τὸ πλάγιον ὑποδραμοῦσα τὸ πυκνόν τε καὶ συνηρεφὲς τῆς νεφώσεως, εἶτα κατὰ τὸ εὐθὺ νέφει τινὶ τὸν ἴδιον κύκλον ἐναπερείσηται, οἷόν τις καμπὴ καὶ ἐπάνοδος τοῦ φωτὸς πρὸς ἑαυτὸ γίνεται, τῆς αὐγῆς πρὸς τὸ ἔμπαλιν ἀπὸ τοῦ ὑγροῦ τε καὶ στίλβοντος ἀναλυούσης. ἐπειδὴ γὰρ φύσις ἐστὶ ταῖς φλογώδεσι μαρμαρυγαῖς, εἴ τινι λείῳ προσπέσοιεν, πρὸς ἑαυτὰς πάλιν ἐπανακλᾶσθαι, κυκλοτερὲς δὲ τοῦ ἡλίου τὸ σχῆμα, τὸ διὰ τῆς ἀκτῖνος ἐν τῷ ὑγρῷ τε καὶ λείῳ τοῦ ἀέρος γινόμενον, ἐξ ἀνάγκης κατὰ τὸ σχῆμα τοῦ ἡλιακοῦ κύκλου καὶ ὁ παρακείμενος τῷ νέφει ἀὴρ διὰ τῆς ἀποστιλβούσης αὐγῆς περιγράφεται. αὕτη τοίνυν ἡ αὐγὴ καὶ συνεχής ἐστι πρὸς ἑαυτὴν καὶ διῄρηται. πολύχροος γάρ τις οὖσα καὶ πολυειδής, ἀφανῶς τοῖς ποικίλοις ἄνθεσι τῆς βαφῆς πρὸς ἑαυτὴν κατακιρνᾶται τῶν ἑτεροχροούντων τὴν πρὸς ἄλληλα συμβολὴν ἐκ τῶν ὄψεων ἡμῶν κατὰ τὸ λεληθὸς ὑποκλέπτουσα· ὡς μὴ ἂν ἐπιγνωσθῆναι τοῦ γλαυκοῦ πρὸς τὸ πυραυγὲς τὸν διὰ μέσου τόπον τὸν μιγνύοντα δι’ ἑαυτοῦ καὶ χωρίζοντα τὴν τῶν χροῶν ἑτερότητα, ἢ τοῦ πυραυγοῦς πρὸς τὸ πορφύρεον, ἢ ἐκείνου πρὸς τὸ ἠλέκτρινον. πάντων γὰρ αἱ αὐγαὶ κατὰ ταὐτὸν ὁρώμεναι καὶ τηλαυγεῖς εἰσί, καὶ τῆς πρὸς ἀλλήλας συναφείας τὰ σημεῖα κλέπτουσαι, τοὺς ἐλέγχους ἐκφεύγουσιν, ὡς ἀμήχανον ἐξευρεῖν μέχρι τίνος ἕστηκε τὸ πυρῶδες ἢ τὸ σμαράγδιζον τῆς αἴγλης, καὶ ἀπὸ τίνος ἄρχεται μηκέτι τοιοῦτον εἶναι, οἷον ἐν τῷ τηλαυγεῖ καθορᾶται. Ὥσπερ τοίνυν ἐν τῷ ὑποδείγματι καὶ τὰς τῶν χρωμάτων διαφορὰς φανερῶς διαγινώσκομεν, καὶ διάστασιν ἑτέρου πρὸς τὸ ἕτερον οὐκ ἔστι τῇ αἰσθήσει καταλαβεῖν, οὕτω μοι λόγισαι δυνατὸν εἶναι καὶ περὶ τῶν θείων δογμάτων ἀναλογίσασθαι· τὰς μὲν τῶν ὑποστάσεων ἰδιότητας, ὥσπερ τι ἄνθος τῶν κατὰ τὴν ἴριν φαινομένων, ἐπαστράπτειν ἑκάστῳ τῶν ἐν τῇ ἁγίᾳ Τριάδι πιστευομένων· τῆς δὲ κατὰ τὴν φύσιν ἰδιότητος μηδεμίαν ἑτέρου πρὸς τὸ ἕτερον ἐπινοεῖσθαι διαφοράν, ἀλλʼ ἐν τῇ κοινότητι τῆς οὐσίας τὰς γνωριστικὰς ἰδιότητας ἐπιλάμπειν ἑκάστῳ. καὶ γὰρ κἀκεῖ ἐν τῷ ὑποδείγματι ἡ ἀπαυγάζουσα τὴν πολύχροον ἐκείνην αὐγὴν μία οὐσία ἦν, ἡ διὰ τῆς ἡλιακῆς ἀκτῖνος ἀνακλωμένη· τὸ δὲ ἄνθος τοῦ φαινομένου πολυειδές· παιδεύοντος ἡμᾶς τοῦ λόγου καὶ διὰ τῆς κτίσεως μὴ ξενοπαθεῖν τοῖς περὶ τοῦ δόγματος λόγοις, ὅταν εἰς τὸ δυσθεώρητον ἐμπεσόντες πρὸς τὴν τῶν λεγομένων συγκατάθεσιν ἰλιγγιάσωμεν. ὥσπερ γὰρ ἐπὶ τῶν τοῖς ὀφθαλμοῖς φαινομένων κρείττων ἐφάνη τοῦ λόγου τῆς αἰτίας ἡ πεῖρα, οὕτω καὶ τῶν ὑπεραναβεβηκότων δογμάτων κρείττων ἐστὶ τῆς διὰ λογισμῶν καταλήψεως ἡ πίστις, καὶ τὸ κεχωρισμένον ἐν ὑποστάσει καὶ τὸ συνημμένον ἐν τῇ οὐσίᾳ διδάσκουσα. ἐπεὶ οὖν τὸ μέν τι κοινὸν ἐν τῇ ἁγίᾳ Τριάδι τὸ δὲ ἰδίαζον ὁ λόγος ἐνεθεώρησεν, ὁ μὲν τῆς κοινότητος λόγος εἰς τὴν οὐσίαν ἀνάγεται, ἡ δὲ ὑπόστασις τὸ ἰδίαζον ἑκάστου σημεῖόν ἐστιν. Ἀλλʼ ἴσως οἴεταί τις μὴ συμβαίνειν τὸν ἀποδοθέντα περὶ τῆς ὑποστάσεως λόγον τῇ διανοίᾳ τῆς τοῦ ἀποστόλου γραφῆς, ἐν οἷς φησὶ περὶ τοῦ Κυρίου, ὅτι Ἀπαύγασμα τῆς δόξης αὐτοῦ, καὶ χαρακτὴρ τῆς ὑποστάσεως. εἰ γὰρ ὑπόστασιν ἀποδεδώκαμεν εἶναι τὴν συνδρομὴν τῶν περὶ ἕκαστον ἰδιωμάτων, ὁμολογεῖται δέ, ὥσπερ ἐπὶ τοῦ Πατρός, εἶναί τι τὸ ἰδιαζόντως ἐπιθεωρούμενον, δι’ οὗ μόνος ἐπιγινώσκεται, κατὰ τὸν αὐτὸν δὲ τρόπον καὶ περὶ τοῦ Μονογενοῦς τὸ ἴσον πιστεύεται· πῶς ἐνταῦθα τὸ τῆς ὑποστάσεως ὄνομα τῷ Πατρὶ μόνῳ προσμαρτυρεῖ ἡ Γραφή, τὸν δὲ Υἱὸν μορφὴν λέγει τῆς ὑποστάσεως, οὐκ ἐν ἰδίοις, ἀλλʼ ἐν τοῖς τοῦ Πατρὸς γνωρίσμασι χαρακτηριζόμενον; εἰ γὰρ ἡ ὑπόστασις τὸ ἰδίαζον τῆς ἑκάστου ὑπάρξεως σημεῖόν ἐστι, τοῦ δὲ Πατρὸς ἴδιον τὸ ἀγεννήτως εἶναι ὁμολογεῖται, μεμόρφωται δὲ ὁ Υἱὸς τοῖς τοῦ Πατρὸς ἰδιώμασιν, ἄρα οὐκέτι διαμένει τῷ Πατρὶ κατʼ ἐξαίρετον ἐπʼ αὐτοῦ μόνου τὸ ἀγέννητον λέγεσθαι, εἴπερ τῷ ἰδιάζοντι τοῦ Πατρὸς ἡ τοῦ Μονογενοῦς χαρακτηρίζεται ὕπαρξις. Ἀλλʼ ἡμεῖς τοῦτό φαμεν, ὅτι ἕτερον πληροῖ σκοπὸν ἐνταῦθα τῷ ἀποστόλῳ ὁ λόγος, πρὸς ὃν βλέπων ταύταις ἐχρήσατο ταῖς φωναῖς· δόξης ἀπαύγασμα λέγων, καὶ χαρακτῆρα τῆς ὑποστάσεως· ὅνπερ ὁ ἀκριβῶς νοήσας οὐδὲν εὑρήσει τοῖς παρʼ ἡμῶν εἰρημένοις μαχόμενον, ἀλλʼ ἐπί τινος ἰδιαζούσης ἐννοίας τὸν λόγον διεξαγόμενον. οὐ γὰρ ὅπως διακριθεῖεν ἀπʼ ἀλλήλων αἱ ὑποστάσεις διὰ τῶν ἐπιφαινομένων σημείων ὁ ἀποστολικὸς πραγματεύεται λόγος, ἀλλʼ ὅπως τὸ γνήσιόν τε καὶ ἀδιάστατον καὶ συνημμένον τῆς τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα σχέσεως νοηθείη. καὶ γὰρ οὐκ εἶπεν, Ὃς ὢν δόξα τοῦ Πατρός, καίτοιγε τὸ ἀληθὲς οὕτως ἔχει, ἀλλὰ τοῦτο παραλιπὼν ὡς ὁμολογούμενον, τὸ μὴ ἄλλο τι δόξης εἶδος ἐπὶ τοῦ Πατρὸς καὶ ἕτερον ἐπὶ τοῦ Υἱοῦ νοεῖν διδάσκων, αὐτῆς τῆς τοῦ Πατρὸς δόξης ἀπαύγασμα τὴν τοῦ Μονογενοῦς διορίζεται δόξαν, τὸ ἀδιαστάτως συνεπινοεῖσθαι τῷ Πατρὶ τὸν Υἱὸν κατασκευάζων ἐκ τοῦ κατὰ τὸ φῶς ὑποδείγματος. ὡς γὰρ ἐκ τῆς φλογὸς μὲν ἡ αὐγή, οὐ μὴν ὑστέρα μετὰ τὴν φλόγα ἐστὶν ἡ αὐγή, ἀλλʼ ὁμοῦ τε ἡ φλὸξ ἀνέλαμψε, καὶ συναπηυγάσθη τὸ φῶς· οὕτω βούλεται καὶ ἐκ τοῦ Πατρὸς μὲν τὸν Υἱὸν νοεῖσθαι, οὐ μὴν παρατάσει τινὶ διαστηματικῇ τῆς τοῦ Πατρὸς ὑπάρξεως τὸν Μονογενῆ διορίζεσθαι, ἀλλʼ ἀεὶ τῷ αἰτίῳ τὸ ἐξ αὐτοῦ συνυπολαμβάνειν. Κατὰ τὸν αὐτὸν οὖν τρόπον, ὥσπερ ἐφερμηνεύων τὸν προαποδοθέντα νοῦν, καὶ ὑποστάσεως χαρακτῆρά φησι, τοῖς σωματικοῖς ἡμᾶς ὑποδείγμασι πρὸς τὴν τῶν ἀοράτων χειραγωγῶν κατανόησιν. ὡς γὰρ τὸ σῶμα πάντως ἐστὶν ἐν σχήματι, ἀλλʼ ἕτερος μὲν ὁ τοῦ σχήματος, ἕτερος δὲ ὁ τοῦ σώματος λόγος, καὶ οὐκ ἄν τις ἀποδιδοὺς τὸν ἑκατέρου τούτων ὁρισμὸν συνενεχθείη τῷ περὶ τοῦ ἑτέρου· πλὴν ἀλλὰ κἂν λόγῳ διακρίνῃς τὸ σχῆμα τοῦ σώματος, ἡ φύσις οὐ παραδέχεται τὴν διάκρισιν, ἀλλὰ συνημμένως νοεῖται μετὰ τοῦ ἑτέρου τὸ ἕτερον· οὕτως οἴεται δεῖν ὁ ἀπόστολος, κἂν ὁ τῆς πίστεως λόγος ἀσύγχυτον καὶ διῃρημένην τὴν τῶν ὑποστάσεων διδάσκῃ διαφοράν, ἀλλὰ καὶ τὸ προσεχὲς καὶ οἱονεὶ συμφυὲς τοῦ Μονογενοῦς πρὸς τὸν Πατέρα διὰ τῶν εἰρημένων παριστάναι, οὐχ ὡς οὐκ ὄντος ἐν ὑποστάσει καὶ τοῦ Μονογενοῦς, ἀλλʼ ὡς οὐ παραδεχομένου μεσότητά τινα τῆς ἑαυτοῦ πρὸς τὸν Πατέρα ἑνώσεως· ὥστε τὸν τῷ χαρακτῆρι τοῦ Μονογενοῦς διὰ τῶν τῆς ψυχῆς ὀμμάτων ἐνατενίσαντα καὶ τῆς τοῦ Πατρὸς ὑποστάσεως ἐν περινοίᾳ γενέσθαι, οὐκ ἐπαλλασσομένης οὐδὲ συναναμιγνυμένης τῆς ἐπιθεωρουμένης αὐτοῖς ἰδιότητος, ὡς ἢ τῷ Πατρὶ τὴν γέννησιν, ἢ τῷ Υἱῷ τὴν ἀγεννησίαν ἐπιμορφάζειν, ἀλλʼ ὡς οὐκ ἐνδεχόμενον τὸ ἕτερον τοῦ ἑτέρου διαζεύξαντας, ἐφʼ ἑαυτοῦ μόνου καταλαβεῖν τὸ λειπόμενον. οὐδὲ γάρ ἐστι δυνατόν, Υἱὸν ὀνομάσαντα, μὴ καὶ Πατρὸς ἐν περινοίᾳ γενέσθαι, σχετικῶς τῆς προσηγορίας ταύτης καὶ τὸν Πατέρα συνεμφαινούσης. Ἐπειδὴ τοίνυν ὁ ἑωρακὼς τὸν Υἱὸν ὁρᾷ τὸν Πατέρα, καθώς φησιν ἐν εὐαγγελίοις ὁ Κύριος, διὰ τοῦτο χαρακτῆρά φησιν εἶναι τὸν Μονογενῆ τῆς τοῦ Πατρὸς ὑποστάσεως. καὶ ὡς ἂν μᾶλλον ἐπιγνωσθείη τὸ νόημα, καὶ ἄλλας συμπαραληψόμεθα τοῦ ἀποστόλου φωνάς, ἐν αἷς εἰκόνα τοῦ Θεοῦ τοῦ ἀοράτου, καὶ τῆς ἀγαθότητος αὐτοῦ πάλιν εἰκόνα φησίν, οὐχὶ τῷ διαφέρειν τοῦ ἀρχετύπου τὴν εἰκόνα κατὰ τὸν τῆς ἀορασίας καὶ τῆς ἀγαθότητος λόγον, ἀλλʼ ἵνα δειχθῇ ὅτι ταὐτὸν τῷ πρωτοτύπῳ ἐστί, κἂν ἕτερον ᾖ. οὐ γὰρ ἂν ὁ τῆς εἰκόνος διασωθείη λόγος, εἰ μὴ διὰ πάντων τὸ ἐναργὲς ἔχοι καὶ ἀπαράλλακτον. οὐκοῦν ὁ τὸ τῆς εἰκόνος κατανοήσας κάλλος ἐν περινοίᾳ τοῦ ἀρχετύπου γίνεται. καὶ ὁ τοῦ Υἱοῦ τὴν οἱονεὶ μορφὴν τῇ διανοίᾳ λαβὼν τῆς πατρικῆς ὑποστάσεως τὸν χαρακτῆρα ἀνετυπώσατο, βλέπων διὰ τούτου ἐκεῖνον, οὐ τὴν ἀγεννησίαν τοῦ Πατρὸς ἐν τῷ ἀπεικονίσματι βλέπων (ἦ γὰρ ἂν δι’ ὅλου ταὐτὸν ἦν καὶ οὐχ ἕτερον), ἀλλὰ τὸ ἀγέννητον κάλλος ἐν τῷ γεννητῷ κατοπτεύσας. ὥσπερ γὰρ ὁ ἐν τῷ καθαρῷ κατόπτρῳ τὴν γενομένην τῆς μορφῆς ἔμφασιν κατανοήσας, ἐναργῆ τοῦ ἀπεικονισθέντος προσώπου τὴν γνῶσιν ἔσχεν, οὕτως ὁ τὸν Υἱὸν ἐπιγνοὺς τὸν χαρακτῆρα τῆς πατρικῆς ὑποστάσεως, διὰ τῆς τοῦ Υἱοῦ γνώσεως, ἐν τῇ καρδίᾳ ἐδέξατο. πάντα γὰρ τὰ τοῦ Πατρὸς ἐν τῷ Υἱῷ καθορᾶται, καὶ πάντα τὰ τοῦ Υἱοῦ τοῦ Πατρός ἐστιν, ἐπειδὴ καὶ ὅλος ὁ Υἱὸς ἐν τῷ Πατρὶ μένει καὶ ὅλον ἔχει πάλιν ἐν ἑαυτῷ τὸν Πατέρα. ὥστε ἡ τοῦ Υἱοῦ ὑπόστασις οἱονεὶ μορφὴ καὶ πρόσωπον γίνεται τῆς τοῦ Πατρὸς ἐπιγνώσεως· καὶ ἡ τοῦ Πατρὸς ὑπόστασις ἐν τῇ τοῦ Υἱοῦ μορφῇ ἐπιγινώσκεται, μενούσης αὐτοῖς τῆς ἐπιθεωρουμένης ἰδιότητος εἰς διάκρισιν ἐναργῆ τῶν ὑποστάσεων.
Ἡ μὲν παροιμία φησίν, Οὐ πόλεμον ἀγγέλλεις, ἐγὼ δὲ προσθείην ἐκ τῆς κωμῳδίας, Ὦ χρυσὸν ἀγγείλας ἐπῶν. ἴθι οὖν, ἔργοις αὐτὸ δεῖξον, καὶ σπεῦδε παρʼ ἡμᾶς· ἀφίξῃ γὰρ φίλος παρὰ φίλον. Ἡ δὲ περὶ τὰ πράγματα κοινὴ καὶ συνεχὴς ἀσχολία δοκεῖ μὲν εἶναί πως τοῖς πάρεργον αὐτὸ ποιοῦσιν ἐπαχθής, οἱ δὲ τῆς ἐπιμελείας κοινωνοῦντές εἰσιν ἐπιεικεῖς, ὡς ἐμαυτὸν πείθω, καὶ συνετοί, καὶ πάντως ἱκανοὶ πρὸς πάντα. δίδωμι οὖν μοι ῥᾳστώνην, ὥστε ἐξεῖναι μηδὲν ὀλιγωροῦντι καὶ ἀναπαύεσθαι· σύνεσμεν γὰρ ἀλλήλοις οὐ μετὰ τῆς αὐλικῆς ὑποκρίσεως μόνης, ἧς οἶμαί σε μέχρι τοῦ δεῦρο πεπειρᾶσθαι, καθʼ ἣν ἐπαινοῦντες μισοῦσι τηλικοῦτον μῖσος, ἡλίκον οὐδὲ τοὺς πολεμιωτάτους, ἀλλὰ μετὰ τῆς προσηκούσης ἀλλήλους ἐλευθερίας ἐξελέγχοντές τε ὅταν δέῃ καὶ ἐπιτιμῶντες οὐκ ἔλαττον φιλοῦμεν ἀλλήλους τῶν σφόδρα ἑταίρων. ἔνθεν ἔξεστιν ἡμῖν (ἀπείη δὲ φθόνος) ἀνειμένοις τε σπουδάζειν καὶ σπουδάζουσι μὴ ταλαιπωρεῖσθαι, καθεύδειν δὲ ἀδεῶς, ἐπεὶ καὶ ἐγρηγορὼς οὐχ ὑπὲρ ἑαυτοῦ μᾶλλον ἢ καὶ ὑπὲρ τῶν ἄλλων ἁπάντων, ὡς εἰκός, ἐγρήγορα. Ταῦτα ἴσως κατηδολέσχησά σου καὶ κατελήρησα, παθών τι βλακῶδες (ἐπῄνεσα γὰρ ἐμαυτόν, ὥσπερ Ἀστυδάμας), ἀλλʼ ἵνα σε πείσω προὔργου τι μᾶλλον ἡμῖν τὴν σὴν παρουσίαν, ἅτε ἀνδρὸς ἔμφρονος, ποιήσειν ἢ παραιρήσεσθαί τι τοῦ καιροῦ, ταῦτα ἐπέστειλα. σπεῦδε οὖν, ὅπερ ἔφην, δημοσίῳ χρησόμενος δρόμῳ. συνδιατρίψας δὲ ἡμῖν ἐφʼ ὅσου σοι φίλον, οἷπερ ἂν θέλῃς ὑφʼ ἡμῶν πεμπόμενος, ὡς προσῆκόν ἐστι, βαδιῇ.
Τὸ ἔμφυτόν μοι ἐκ παιδόθεν γαληνὸν καὶ φιλάνθρωπον μέχρι τοῦ παρόντος ἐπιδεικνύμενος, πάντας ὑπηκόους ἐκομίσαμεν τοὺς οἰκοῦντας τὴν ὑφʼ ἥλιον. ἰδοὺ γὰρ πᾶν γένος βαρβάρων μέχρις ὁρίων Ὠκεανοῦ δῶρά μοι κόμιζον ἧκε παρὰ ποσὶ τοῖς ἐμοῖς. ὁμοίως δὲ καὶ Σαγάδαρες οἱ παρὰ τὸν Δάνουβιν ἐκτραφέντες, οἱ εὐμορφοποικιλοκανθαρόμορφοι , οἷς οὐκ ἔστι θέα ὁμοιοειδὴς ἀνθρώπων, ἀλλὰ μορφὴ ἀγριαίνουσα, οὗτοι κατὰ τὴν ἐνεστῶσαν προκαλινδοῦνται ἴχνεσι τοῖς ἐμοῖς, ὑπισχνούμενοί μοι ποιεῖν ἐκεῖνα ἅπερ τῇ ἐμῇ πρέπειβασιλείᾳ. οὐχὶ δὲ ἐν τούτῳ μόνῳ ἕλκομαι, ἀλλὰ δεῖ με σὺν πολλῷ τῷ τάχει καταλαβεῖν τὴν Περσῶν καὶ τροπώσασθαι Σάπωριν ἐκεῖνον τὸν ἀπόγονον Δαρείου γεγονότα, ἄχρις οὗ ὑπόφορος καὶ ὑποτελής μοι γένηται· ἐν ταὐτῷ δὲ καὶ τὴν Ἰνδῶν καὶ τὴν Σαρακηνῶν περιοικίδα ἐκπορθῆσαι, ἄχρις οὗτοι πάντες ἐν δευτέρᾳ τάξει τῆς ἐμῆς γένωνται ὑπόφοροι καὶ ὑποτελεῖς. Ἀλλʼ αὐτὸς ἐπέκεινα τῆς τούτων δυνάμεως πεφρόνηκας, εὐλάβειαν λέγων ἐνδεδύσθαι, ἀναίδειαν δὲ προβαλλόμενος· καὶ πανταχοῦ διαφημίζων ἀνάξιόν με τῆς τῶν Ῥωμαίων βασιλείας γεγονέναι. ἦ οὐκ οἶσθα αὐτὸς ὡς Κωνσταντίου τοῦ κρατίστου ἀπόγονος γέγονα; καὶ τούτων οὕτω γνωσθέντων ἡμῖν σοῦ εἵνεκα, οὐδὲ τῆς προτέρας ἐξέστημεν διαθέσεως, ἧς ἔτι νέοι ὄντες τῇ ἡλικίᾳ ἐγώ τε καὶ σὺ μετεσχήκαμεν. ἀλλὰ γαληνῷ τῷ φρονήματι θεσπίζω δέκα ἑκατοντάδας χρυσίου λιτρῶν ἐξαποσταλῆναί μοι παρὰ σοῦ ἐν τῇ παρόδῳ μου τῇ κατὰ τὴν Καίσαρος, ἔτι μου κατὰ τὴν λεωφόρον ὑπάρχοντος, σὺν πολλῷ τῷ τάχει ἀφικνουμένου μου ἐπὶ τὸν Περσικὸν πόλεμον· ἑτοίμου ὄντος μου, εἰ μὴ τοῦτο ποιήσεις, πάντα τόπον ἀνασκευάσαι τῆςΚαίσαρος, καὶ τὰ πάλαι αὐτῆς ἐγηγερμένα καλλιουργήματα καταστρέψαι, καὶ κατὰ τόπον ναούς τε καὶ ἀγάλματα ἀναστῆσαι, ὥστε με πείσειν πάντας εἴκειν βασιλεῖ Ῥωμαίων, καὶ μὴ ὑπεραίρεσθαι. τὸ οὖν ἐξονομασθὲν χρυσίον ἐξαριθμοζυγοκαμπανοτρυτανίσας καὶ διαμετρήσας, ἀσφαλῶς ἐξαπόστειλόν μοι δι’ οἰκείου πιστοῦ σοι ὄντος, δακτυλίῳ τῷ σῷ σφραγισάμενος, ὥστε με ἐπεγνωκότα κἂν ὀψέ ποτε τοῦ καιροῦ τὸ ἀπαραίτητον, γαληνόν σοι γενέσθαι περὶ τὰ ἐπταισμένα. ἃ δὲ ἀνέγνων, ἔγνων καὶ κατέγνων.
Μικρά σου τὰ τῆς παρούσης τύχης ἀνδραγαθήματα, καὶ φαῦλα τὰ τῆς ἀριστείας, ἧς αὐτὸς ἠρίστευσας καθʼ ἡμῶν, οὐχὶ δὲ καθʼ ἡμῶν, ἀλλὰ καθʼ ἑαυτοῦ. ἐγὼ δὲ τρόμῳ συνέχομαι ὅταν λάβω κατὰ νοῦν πορφυρίδα σε περιβεβλῆσθαι, στεφάνῳ δὲ τὴν ἄτιμον κεκοσμῆσθαί σου κεφαλήν, ὅπερ δίχα εὐσεβείας οὐκ ἔντιμον, ἀλλʼ ἄτιμον καθίστησί σου τὴν βασιλείαν, ἀλλʼ αὐτός, ἐπανελθὼν καὶ ὑπερμεγέθης γενόμενος, ὥς γε φαῦλοι καὶ μισόκαλοι δαίμονες εἵλκυσάν σε εἰς τοῦτο, οὐ μόνον ὑπὲρ πᾶσαν φύσιν ἀνθρώπων φρονεῖν ἤρξω, ἀλλὰ καὶ εἰς Θεὸν ὑπεραίρεσθαι, καὶ τὴν πάντων μητέρα καὶ τιθηνὸν Ἐκκλησίαν ἐνυβρίζειν, μηνύσει χρησάμενος πρός με τὸν εὐτελέστατον χιλιάδα χρυσίου λιτρῶν ἐξαποσταλῆναί σοι παρʼ ἐμοῦ. Καὶ ἡ μὲν τοῦ χρυσίου ὁλκὴ οὐκ ἐθάμβησέ μου τὴν διάνοιαν, εἰ καὶ μάλα πολλὴ καθέστηκεν, ἀλλὰ δακρῦσαί με πικρῶς παρεσκεύασεν ἐπὶ τῇ τοιαύτῃ ταχίστῃ σου ἀπωλείᾳ. ἐντεθύμημαι γὰρ καθʼ ἑαυτὸν ὡς ἐγώ τε αὐτὸς καὶ ἡ σὴ καλοκἀγαθία κοινῶς μεμαθήκαμεν τὰ ἱερὰ καὶ βέλτιστα γράμματα. ἑκάτεροι δὲ διεξήλθομεν τὰς ἁγίας καὶ θεοπνεύστους Γραφάς, καὶ ἐλάνθανε μέν σε τότε οὐδέν, ἐπὶ δὲ τοῦ παρόντος ἀκόσμητος καθέστηκας, ὑπὸ τοιούτου φρονήματος στρατοπεδευθείς. ᾔδεις ἡμᾶς πρὸ τῆς χθές, γαληνότατε, ἐπʼ ἀπληστίᾳ χρημάτων μὴ πολιτεύεσθαι· νῦν δὲ κατὰ τὴν ἐνεστῶσαν δέκα ἑκατοντάδας χρυσίου λιτρῶν ἐξαποσταλῆναί σοι ἐπεζήτησας παρʼ ἡμῶν. φείσασθαι ἡμῶν τοίνυν θέλησον, γαληνότατε, τοσαῦτα κεκτημένων ὅσα, ἂν τήμερον θελήσωμεν φαγεῖν, οὐκ ἐξαρκέσει ἡμῖν. ἀργεῖ γὰρ ὡς εἰκὸς παρʼ ἡμῖν μαγείρων τέχνη, μάχαιρα δὲ αὐτῶν αἵμασιν οὐ προσομιλεῖ. τὰ μέγιστα τῶν παρʼ ἡμῖν βρωμάτων, ἐν οἷς ἡ δαψίλεια, χόρτων φύλλα σὺν ἄρτῳ τραχυτάτῳ καὶ τῷ ἐξεστηκότι οἴνῳ· ὥστε μὴ ἐκθαμβούμενα ἡμῶν τὰ αἰσθητήρια ὑπὸ τῆς γαστριμαργίας ἐπʼ ἀφροσύνῃ πολιτεύεσθαι. Ἀπήγγειλε δέ μοι καὶ τοῦτο Λαῦσος ὁ σὸς περίβλεπτος τριβοῦνος, ὁ γνήσιός σοι περὶ τὰ ἐσπουδασμένα, ὡς γυνή τις προσέλευσιν ἐποιήσατο ἐπὶ τῆς σῆς γαληνότητος ἐπʼ ἀπωλείᾳ παιδὸς αὐτῆς φαρμακευθέντος, καὶ ὡς κέκριται παρʼ ὑμῶν φαρμακοὺς μὲν μηδαμοῦ εἶναι, ὄντας δὲ ἀναιρεῖσθαι, ἢ ἐκείνους μόνους περιποιεῖσθαι οἷς ἡ μάχη πρὸς τὰ θηρία. καὶ τοῦτο, ὀρθῶς κριθὲν παρʼ ὑμῶν, ξένον μοι πέφηνε. παντὸς γὰρ γέλωτος ἀνάμεστον τυγχάνει, πῶς τὰ μεγάλα ἄλγη τῶν τραυμάτων μικροῖς φαρμάκοις ἐπιχειρεῖς θεραπεύειν. Θεὸν γὰρ ἐνυβρίσας, χηρῶν καὶ ὀρφανῶν μάτην πρόνοιαν ποιῇ. τὸ μὲν γὰρ μανικὸν καὶ ἐπικίνδυνον, τὸ δὲ φιλοικτίρμονος καὶ συμπαθοῦς. Ἐπαχθὲς ἡμῖν λέγειν πρὸς βασιλέα, ἰδιώτας ὄντας, ἐπαχθέστερον δέ σοι φανήσεται τὸ λέγειν πρὸς Θεόν. οὐδεὶς γὰρ μεσίτης Θεοῦ καὶ ἀνθρώπων φανήσεται. ἃ μέντοι ἀνέγνως, οὐκ ἔγνως· εἰ γὰρ ἔγνως, οὐκ ἂν κατέγνως,
Σωτηρίου πράγματος αἴτιος γενήσομαί σοι, ὦ γνήσιε ἀδελφέ, εἰ ἡδέως συμβουλευθείης παρʼ ἡμῶν τὰ πρακτέα, μάλιστα περὶ ὧν ἡμᾶς αὐτὸς παρεκάλεσας συμβουλεῦσαί σοι. τὸ μὲν γὰρ κατάρξασθαι τοῦ μονήρους βίου πολλοῖς ἴσως τετόλμηται, τὸ δὲ ἀξίως ἐπιτελέσαι ὀλίγοις τάχα που πεπόνηται. καὶ πάντως οὐκ ἐν προθέσει μόνον τὸ τέλος ὑπάρχει, ἀλλʼ ἐν τῷ τέλει τὸ κέρδος τῶν πεπονημένων. οὐκοῦν οὐδὲν ὄφελος τοῖς μὴ πρὸς τὸ τοῦ σκοποῦ τέλος ἐπειγομένοις, ἄχρι δὲ τῆς ἀρχῆς μόνης ἱστῶσι τὸν τῶν μοναχῶν βίον· οὐ μὴν ἀλλὰ καὶ καταγέλαστον καταλιμπάνουσι τὴν ἑαυτῶν πρόθεσιν, ἀνανδρίας καὶ ἀβουλίας παρὰ τῶν ἔξωθεν ἐγκαλούμενοι. φησὶ γὰρ καὶ ὁ Κύριος περὶ τῶν τοιούτων· Τίς βουλομενος οἶκον οἰκοδομῆσαι οὐχὶ πρῶτον καθίσας ψηφίζει τὴν δαπάνην, εἰ ἔχει τὰ πρὸς ἀπαρτισμόν; μή ποτε θέντος αὐτοῦ θεμέλιον καὶ μὴ ἰσχύοντος ἐκτελέσαι, ἄρξωνται ἐμπαίζειν αὐτῷ οἱ παραπορευόμενοι λέγοντες, ὅτι ὁ ἄνθρωπος οὗτος θεμέλιον ἔθηκε, καὶ οὐκ ἴσχυσεν ἐκτελέσαι. ἡ οὖν ἀρχὴ ἐχέτω τὴν προκοπὴν προθύμως ἐπὶ τῷ κατορθώματι. καὶ γὰρ ὁ γενναιότατος ἀθλητὴς Παῦλος, βουλόμενος ἡμᾶς μὴ ἐπαμεριμνεῖν τοῖς προβεβιωμένοις ἀγαθοῖς, ἀλλʼ ὁσημέραι εἰς τὸ πρόσω προκόπτειν, λέγει· Τῶν ὄπισθεν ἐπιλανθανόμενος, τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος, κατὰ σκοπὸν διώκω ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως. τοιοῦτος γὰρ ὑπάρχει ὅλος ὁ τῶν ἀνθρώπων βίος, μὴ ἀρκούμενος τοῖς φθάσασιν, ἀλλὰ τρεφόμενος οὐ τοῖς φθάσασι μᾶλλον, ἀλλὰ τοῖς μέλλουσι. τί γὰρ ὠφελεῖ ἄνθρωπον ὁ χθιζὸς τῆς γαστρὸς κόρος, σήμερον τῆς ἐμφύτου πείνης τὴν οἰκείαν τῆς βρώσεως παραμυθίαν μὴ εὑρισκούσης; οὕτως οὖν οὐδὲ ψυχῆς κέρδος τοῦ χθεσινοῦ κατορθώματος, τῆς σημερινῆς ἀπολιμπανομένου δικαιοπραγίας. οἷον γὰρ εὕρω σε, φησί, τοιοῦτόν σε κρινῶ. Οὐκοῦν μάταιος μὲν τοῦ δικαίου ὁ κόπος, ἀνέγκλητος δὲ καὶ τοῦ ἁμαρτωλοῦ ὁ τρόπος, ἐπιγενομένης ἐναλλαγῆς, τῷ μὲν ἀπὸ τοῦ κρείττονος ἐπὶ τὸ χεῖρον, τῷ δὲ ἀπὸ τοῦ χείρονος ἐπὶ τὸ κρεῖττον μεταβληθέντι. ταῦτα καὶ τοῦ Ἰεζεκιὴλ ὡς ἐκ προσώπου τοῦ Κυρίου δογματίζοντος ἔστιν ἀκοῦσαι. Ἐὰν γάρ, φησίν, ἐκκλίνας ὁ δίκαιος πλημμελήσῃ, οὐ μὴ μνησθῶ τῶν δικαιοσυνῶν ὧν ἐποίησεν ἔμπροσθεν, ἀλλʼ ἐν τῇ ἁμαρτίᾳ αὐτοῦ ἀποθανεῖται. τὸ δὲ αὐτό φησι καὶ περὶ τοῦ ἁμαρτωλοῦ· Ἐὰν ἐπιστρέψας ποιήσῃ δικαιοσύνην, ζωὴν ζήσεται ἐν αὐτῇ. ποῦ γὰρ οἱ τοσοῦτοι Μωσῆ τοῦ θεράποντος πόνοι, τῆς ἐν στιγμῇ ἀντιλογίας παραγραψαμένης αὐτοῦ τὴν εἰς τὴν γῆν τῆς ἐπαγγελίας εἴσοδον; ποῦ δὲ καὶ ἡ τοῦ Γιεζῆ συναναστροφὴ πρὸς τὸν Ἐλισσαῖον, φιλοχρηματίας χάριν λέπραν ἐπισπασαμένου; τί δὲ καὶ τοῦ πλήθους τῆς σοφίας τῷ Σολομῶντι ὄφελος, καὶ ἡ προλαβοῦσα τοιαύτη ἔννοια εἰς Θεόν, ὕστερον ἐκ τῆς γυναικομανίας εἰς εἰδωλολατρίαν αὐτοῦ ἐκπεπτωκότος; ἀλλʼ οὐδὲ τὸν μακάριον Δαβὶδ ὁ μετεωρισμὸς ἀφῆκεν ἀνέγκλητον, διὰ τὴν εἰς τὴν τοῦ Οὐρίου πλημμέλειαν. ἤρκει δὲ καὶ ἡ τοῦ Ἰούδα ἀπὸ τοῦ κρείττονος εἰς τὸ χεῖρον μετάπτωσις πρὸς ἀσφάλειαν τοῦ κατὰ Θεὸν πολιτευομένου, ὃς ἐν τοσούτοις χρόνοις μαθητευθεὶς τῷ Χριστῷ ὕστερον μικρῷ λήμματι τὸν διδάσκαλον ἀπεμπολήσας, ἑαυτῷ ἀγχόνην ἐπραγματεύσατο. τοῦτο οὖν γνωστόν σοι ἔστω, ἀδελφέ, ὅτι οὐχ ὁ καλῶς ἀρχόμενος, οὗτος τέλειος, ἀλλʼ ὁ καλῶς ἀποτιθέμενος, οὗτος δόκιμος παρὰ Θεῷ. Μὴ οὖν δῷς ὕπνον τοῖς ὀφθαλμοῖς, ἀδελφέ, μηδὲ νυσταγμὸν σοῖς βλεφάροις, ἵνα σωθῇς ὥσπερ δορκὰς ἐκ βρόχων, καὶ ὥσπερ ὄρνεον ἐκ παγίδος. βλέπε γὰρ ὅτι ἐν μέσῳ παγίδων διαβαίνεις, καὶ ἐπάνω τείχους ὑψηλοῦ περιπατεῖς, ὅθεν οὐκ ἀκίνδυνον τῷ καταπεσόντι τὸ πτῶμα. μὴ οὖν εὐθέως εἰς ἀκρότητα ἀσκήσεως ἐκτείνῃς σεαυτόν· μάλιστα μηδὲ θαῤῥήσῃς σεαυτῷ, ἵνα μὴ ἐξ ἀπειρίας ἀφʼ ὕψους τῆς ἀσκήσεως πέσῃς. κρεῖσσον γὰρ ἡ κατʼ ὀλίγον προκοπή. κατὰ μικρὸν οὖν κλέπτε τὰς ἡδονὰς τοῦ βίου, ἐξαφανίζων σεαυτοῦ πᾶσαν συνήθειαν, μήποτε ἀθρόως πάσας ὁμοῦ ἐρεθίσας τὰς ἡδονὰς ὄχλον πειρασμῶν σεαυτῷ ἐπαγάγῃς. ἡνίκα δʼ ἂν τοῦ ἑνὸς πάθους τῆς ἡδονῆς κατὰ κράτος περιγένῃ, πρὸς τὴν ἑτέραν ἡδονὴν παράταξαι, καὶ οὕτω πασῶν τῶν ἡδονῶν εὐκαίρως περιγενήσῃ. ἡδονῆς γὰρ ὄνομα μὲν ἕν, πράγματα δὲ διάφορα. τοίνυν, ἀδελφέ, ἔσο πρῶτον μὲν ὑπομονητικὸς πρὸς πάντα πειρασμόν. πειρασμοῖς δὲ ποταποῖς δοκιμάζεται ὁ πιστός; ζημίαις κοσμικαῖς, ἐγκλήμασι, καταψεύσμασιν, ἀπειθείαις, καταλαλιαῖς, διωγμοῖς. εἰς ταῦτα καὶ τὰ τοιαῦτα δοκιμάζεται ὁ πιστός. Ἔπειτα δὲ καὶ ἡσύχιος ἔσο, μὴ προπετὴς ἐν λόγῳ, μὴ ἐριστικός, μὴ φιλόνεικος, μὴ κενόδοξος, μὴ ἐξηγητικός, ἀλλὰ φιλόπιστος, μὴ ἐν λόγῳ πολύς, ἕτοιμος δὲ ἴσθι ἀεί, μὴ πρὸς διδασκαλίαν, ἀλλὰ πρὸς μάθησιν. μὴ περιεργάζου βίους κοσμικούς, ὅθεν οὐδέν σοι προσγένηται ὄφελος. φησὶ γάρ· Ὅπως ἂν μὴ λαλήσῃ τὸ στόμα μου τὰ ἔργα τῶν ἀνθρώπων. ὁ γὰρ ἡδέως λαλῶν τὰ τῶν ἁμαρτωλῶν, ἑτοίμως καθʼ ἑαυτοῦ ἐξυπνίζει τὰς ἡδονάς. μᾶλλον δὲ πολυπραγμόνει τὸν τῶν δικαίων βίον· οὕτω γὰρ ἂν εὑρήσεις ἑαυτῷ ὄφελος. μὴ ἔσο φιλενδείκτης, περιάγων τὰς κώμας ἢ τὰς οἰκίας, φεῦγε δὲ ταύτας ὡς ψυχῶν παγίδας. εἰ δέ τις διὰ πολλὴν εὐλάβειαν προτρέπεταί σε εἰς τὸν ἑαυτοῦ οἶκον, πολλῶν προφάσεων ἕνεκα, μανθανέτω ὁ τοιοῦτος ἀκολουθεῖν τῇ πίστει τοῦ ἑκατοντάρχου, ὃς τοῦ Ἰησοῦ θεραπείας χάριν πρὸς αὐτὸν ἐπειγομένου παρῃτήσατο λέγων· Κύριε, οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς, ἀλλὰ μόνον εἰπὲ λόγον, καὶ ἰαθήσεται ὁ παῖς μου. τοῦ δὲ Ἰησοῦ εἰπόντος αὐτῷ· Ὕπαγε, ὡς ἐπίστευσας, γενηθήτω σοι· ἰάθη ὁ παῖς ἀπὸ τῆς ὥρας ἐκείνης. τοῦτο οὖν γνωστόν σοι ἔστω, ἀδελφέ, ὅτι οὐχ ἡ τοῦ Χριστοῦ παρουσία ἀλλʼ ἡ πίστις τοῦ αἰτοῦντος ἠλευθέρωσε τὸν κάμνοντα. οὕτω καὶ νῦν, σοῦ εὐχομένου ἐν ᾧ ᾖς τόπῳ, καὶ τοῦ κάμνοντος πιστεύοντος ὅτι ταῖς σαῖς εὐχαῖς βοηθηθήσεται, ἀποβήσεται αὐτῷ πάντα καταθυμίως. Πλέον δὲ τοῦ Κυρίου τοὺς οἰκείους σου μὴ ἀγαπήσεις. ὁ γὰρ ἀγαπῶν, φησί, πατέρα ἢ μητέρα ἢ ἀδελφοὺς ὑπὲρ ἐμέ, οὐκ ἔστι μου ἄξιος. τί δὲ βούλεται ἡ τοῦ Κυρίου ἐντολή; Εἴ τις, φησίν, οὐκ αἴρει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ μοι, οὐ δύναταί μου εἶναι μαθητής. εἰ συναπέθανες τῷ Χριστῷ ἀπὸ τῶν συγγενῶν σου τῶν κατὰ σάρκα, τί πάλιν ἐν αὐτοῖς ἀναστρέφεσθαι θέλεις; εἰ δὲ ἃ κατέλυσας διὰ Χριστόν, πάλιν ταῦτα οἰκοδομεῖς διὰ τοὺς σνγγενεῖς σου, παραβάτην σεαυτὸν καθιστᾷς. μὴ οὖν διὰ χρέος τῶν συγγενῶν σου ἀναχωρήσῃς τοῦ τόπου σου· ἀναχωρῶν γὰρ ἐκ τοῦ τόπου σου, ἴσως ἀναχωρήσεις ἐκ τοῦ τρόπου σου. μὴ ἔσο ὀχλοχαρής· μὴ φιλόχωρος, μὴ φιλοπολίτης. ἀλλὰ φιλέρημος, ἐφʼ ἑαυτῷ μένων ἀεὶ ἀμετεωρίστως, τὴν εὐχὴν καὶ τὴν ψαλμῳδίαν ἔργον ἡγούμενος. Μηδὲ τῶν ἀναγνωσμάτων κατολιγωρήσῃς, μάλιστα τῆς Νέας Διαθήκης, διὰ τὸ ἐκ τῆς Παλαιᾶς Διαθήκης πολλάκις βλάβην ἐγγίνεσθαι, καὶ οὐχ ὅτι ἐγράφη βλαβερά, ἀλλʼ ὅτι ἡ τῶν βλαπτομένων διάνοια ἀσθενής. πᾶς γὰρ ἄρτος τρόφιμος, ἀλλὰ τοῖς ἀσθενοῦσιν ἐπιβλαβής· οὕτως οὖν πᾶσα Γραφὴ θεόπνευστος καὶ ὠφέλιμος, καὶ οὐδὲν κοινὸν δι’ αὐτῆς, εἰ μὴ τῷ λογιζομένῳ κοινὸν εἶναι, ἐκείνῳ κοινόν. Πάντα δὲ δοκίμαζε· τὸ καλὸν κάτεχε· ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχου. Πάντα γὰρ ἔξεστιν, ἀλλʼ οὐ πάντα συμφέρει. ἔσο οὖν τοῖς συντυγχάνουσί σοι ἐν πᾶσιν ἀπρόσκοπος, προσχαρής, φιλάδελφος, ἡδύς, ταπεινόφρων μὴ ἐκπίπτων τοῦ σκοποῦ τῆς φιλοξενίας διὰ βρωμάτων πολυτελείας, ἀρκούμενος δὲ τοῖς παροῦσι, τῆς καθημερινῆς χρείας τοῦ μονήρους βίου μηδὲν πλέον ἀπό τινος λάβῃς· καὶ μάλιστα φύγε τὸν χρυσὸν ὡς ψυχῆς ἐπίβουλον καὶ ἁμαρτίας πατέρα, ὑπουργὸν δὲ τοῦ διαβόλου. μὴ προφάσει τῆς εἰς τοὺς πένητας διακονίας σεαυτὸν ὑπόδικον φιλοχρηματίας καταστήσῃς. εἰ δέ τις πτωχῶν ἕνεκα κομίσει σοι χρήματα, γνῷς δέ τινας εἶναι λειπομένους, αὐτῷ ἐκείνῳ, ᾧ ὑπάρχει τὰ χρήματα, ἀποκομίσαι τοῖς ὑστερουμένοις ἀδελφοῖς συμβούλευσον, μή ποτε μολύνῃ σου τὴν συνείδησιν ἡ τῶν χρημάτων ὑποδοχή. Τὰς ἡδονὰς φεῦγε· τὴν ἐγκράτειαν δίωκε· καὶ τὸ μὲν σῶμα τοῖς πόνοις ἄσκει, τὴν δὲ ψυχὴν τοῖς πειρασμοῖς ἔθιζε. τὴν σώματος καὶ ψυχῆς ἀνάλυσιν ἀπαλλαγὴν παντὸς κακοῦ τιθέμενος, ἐκδέχου τῶν αἰωνίων ἀγαθῶν τὴν ἀπόλαυσιν, ἧς πάντες οἱ ἅγιοι μέτοχοι γεγόνασι. σὺ δὲ ἀδιαλείπτως ζυγοστατῶν ἀντιπαρατίθεσο τῇ διαβολικῇ ἐννοίᾳ τὸν εὐσεβῆ λογισμόν, ὥσπερ ἐπὶ τρυτάνης, τῇ ῥοπῇ τῆς πλάστιγγος τούτῳ παραχωρῶν. καὶ μάλιστα ὅταν ἐπαναστᾶσα ἡ πονηρὰ ἔννοια λέγῃ· Τί σοι τὸ ὄφελος τῆς ἐν τῷ τόπῳ τούτῳ διαγωγῆς; τί σοι τὸ κέρδος τῆς ἀναχωρήσεως τῆς ἀπὸ τῶν ἀνθρώπων συνηθείας; ἢ οὐκ ἔγνως τοὺς παρὰ τοῦ Θεοῦ τεταγμένους ἐπισκόπους τῶν τοῦ Θεοῦ ἐκκλησιῶν τοῖς ἀνδράσι συνήθως συνδιαζῶντας καὶ τὰς πνευματικὰς ἀδιαλείπτως ἐπιτελοῦντας πανηγύρεις, ἐν αἷς μάλιστά που τοῖς παραγενομένοις γίνεται ὄφελος; ἐκεῖ γὰρ ἀποκαλύψεις παροιμιακῶν αἰνιγμάτων, λύσεις ἀποστολικῶν διδαγμάτων, εὐαγγελικῶν νοημάτων ἔκθεσις, θεολογίας ἀκρόασις, ἀδελφῶν πνευματικῶν συντυχίαι μεγάλην τοῖς ἐντυγχάνουσιν ἐκ τῆς θέας τοῦ προσώπου τὴν ὠφέλειαν παρεχόντων. σὺ δὲ τοσούτων ἀγαθῶν ἀλλότριον σεαυτὸν καταστήσας κάθησαι ἐνθάδε ἐξηγριωμένος ἴσως τοῖς θηρσίν. ὁρᾷς γὰρ ἐνταῦθα ἠρεμίαν πολλήν, ἀπανθρωπίαν οὐκ ὀλίγην, ἀπορίαν διδασκαλίας, ἀδελφῶν ἀλλοτρίωσιν, καὶ τὸ πνεῦμα περὶ τὴν ἐντολὴν τοῦ Θεοῦ ἀργίαν ἔχον πολλήν. Ὅταν οὖν τοιαύταις καὶ τοσαύταις εὐλογοφανέσι προφάσεσιν ἐπαναστᾶσα ἡ πονηρὰ ἔννοια καταῤῥῆξαί σε θέλῃ, ἀντιπαράθες αὐτῇ διὰ τοῦ εὐσεβοῦς λογισμοῦ τὴν πεῖραν τοῦ πράγματος, λέγων· Ἐπειδὴ σὺ λέγεις μοι καλὰ τὰ ἐν τῷ κόσμῳ εἶναι, διὰ τοῦτο ἐγὼ ἐνταῦθα μετῴκησα, ἀνάξιον ἐμαυτὸν κρίνας τῶν τοῦ κόσμου καλῶν. παραμέμικται γὰρ τοῖς τοῦ κόσμου καλοῖς τὰ κακά, καὶ μᾶλλον ὑπεραίρει τὰ κακά. παραγενόμενος γάρ ποτε ἐν ταῖς πνευματικαῖς πανηγύρεσιν ἑνὶ μὲν ἀδελφῷ μόλις ποτὲ περιέτυχον, τὸ μὲν δοκεῖν, φοβουμένῳ τὸν Κύριον, κρατουμένῳ δὲ ὑπὸ τοῦ διαβόλου, καὶ ἤκουσα παρʼ αὐτοῦ λόγους κομψοὺς καὶ μύθους πεπλασμένους εἰς ἀπάτην τῶν ἐντυγχανόντων. πολλοῖς δὲ μετʼ αὐτὸν συνέτυχον κλέπταις, ἅρπαξι, τυράννοις. εἶδον μεθυόντων σχῆμα ἄσχημον, τὰ αἵματα τῶν καταπονουμένων. εἶδον δὲ καὶ κάλλος γυναικῶν, βασάνιζόν μου τὴν σωφροσύνην· καὶ τὸ μὲν τῆς πορνείας ἔργον διέφυγον· τὴν δὲ ἐμαυτοῦ παρθενίαν ἐμόλυνα κατὰ διάνοιαν καρδίας. καὶ πολλῶν μὲν ἀκήκοα λόγων ψυχωφελῶν, πλὴν παρʼ οὐδενὶ τῶν διδασκάλων εὗρον ἀξίαν τῶν λόγων τὴν ἀρετήν. μετὰ δὲ τοῦτο πάλιν μυρίων ἤκουσα τραγῳδημάτων, μέλεσι τεθρυμμένοις ἐνδεδυμένων. πάλιν ἀκήκοα κιθάρας ἡδὺ ἠχούσης, τῶν κρότων τῶν ἁλλομένων, τῆς φωνῆς τῶν γελοιαστῶν, μωρίας πολλῆς καὶ εὐτραπελίας, ὄχλου ἀμυθήτου βοήν. εἶδον τὰ δάκρυα τῶν συληθέντων, τὰς ὀδύνας τῶν ἀπαγομένων ὑπὸ τῆς τυραννίδος, τὴν οἰμωγὴν τῶν βασανιζομένων. καὶ εἶδον καὶ ἰδοὺ οὐκ ἦν πανήγυρις πνευματική, ἀλλὰ θάλασσα ἀνεμιζομένη καὶ ταραττομένη, πάντας ὁμοῦ τοῖς αὐτῆς κύμασι καλύψαι σπουδάζουσα. Λέγε μοι, ὦ κακὴ ἔννοια, καὶ ὁ τῆς προσκαίρου ἡδυπαθείας τε καὶ κενοδοξίας δαίμων, τί μοι τὸ ὄφελος τῆς τούτων θεωρίας τε καὶ ἀκροάσεως, μηδενὶ τῶν ἀδικουμένων βοηθῆσαι ἰσχύοντι, μήτε δὲ τοῖς ἀδυνάτοις ἐπαμῦναι μήτε τοὺς σφαλλομένους διορθώσασθαι συγχωρουμένῳ, τάχα δὲ μέλλοντι καὶ ἐμαυτὸν προσαπολλύειν; ὥσπερ γὰρ ὀλίγον ὕδωρ καθαρὸν ὑπὸ πολλῆς ζάλης ἀνέμου καὶ κονιορτοῦ ἀφανίζεται, οὕτως ἃ νομίζομεν καλὰ ἐν τῷ βίῳ ποιεῖν ὑπὸ τοῦ πλήθους τῶν κακῶν καλύπτεται. αἱ μὲν γὰρ τραγῳδίαι ὥσπερ σκόλοπες τοῖς κατὰ τὸν βίον δι’ εὐθυμίας καὶ χαρᾶς ἐν ταῖς καρδίαις αὐτῶν ἐμπήσσονται, ἵνα τῆς ψαλμῳδίας ἐπισκοτίσῃ τὸ καθαρόν. αἱ δὲ οἰμωγαὶ καὶ ὁ ὀδυρμὸς τῶν ἀδικουμένων ἀνθρώπων παρὰ τῶν ὁμοφύλων ἐπάγονται, ἵνα δειχθῇ τῶν πενήτων ἡ ὑπομονή. τίς οὖν ὠφέλεια ἐμοί, ἢ δηλονότι τῆς ψυχῆς ἡ βλάβη; Διὰ τοῦτο οὖν ἐγὼ μεταναστεύω ἐπὶ τὰ ὄρη ὡς στρουθίον· ὡς στρουθίον γὰρ ἐῤῥύσθην ἐκ τῆς παγίδος τῶν θηρευόντων. καὶ γὰρ ἐν ταύτῃ τῇ ἐρήμῳ διάγω, ὦ κακὴ ἔννοια, ἐν ᾗ ὁ Κύριος διέτριβεν. ἐνταῦθα ἡ δρῦς ἡ Μαμβρή· ἐνταῦθα ἡ οὐρανοφόρος κλῖμαξ, καὶ αἱ τῶν ἀγγέλων παρεμβολαὶ αἱ τῷ Ἰακὼβ ὀφθεῖσαι· ἐνταῦθα ἡ ἔρημος ἐν ᾗ ὁ λαὸς ἁγνισθεὶς ἐνομοθετήθη, καὶ οὕτως εἰς τὴν γῆν τῆς ἐπαγγελίας εἰσελθὼν εἶδε Θεόν. ἐνταῦθα τὸ ὄρος τὸ Καρμήλιον ἐν ᾧ Ἠλίας αὐλιζόμενος τῷ Θεῷ εὐηρέστησεν. ἐνταῦθα τὸ πεδίον ἐν ᾧ ἀναχωρήσας Ἔσδρας πάσας τὰς θεοπνεύστους βίβλους προστάγματι Θεοῦ ἐξηρεύξατο. ἐνταῦθα ἡ ἔρημος ἐν ᾗ ὁ μακάριος Ἰωάννης ἀκριδοφαγῶν μετάνοιαν τοῖς ἀνθρώποις ἐκήρυξεν. ἐνταῦθα τὸ ὄρος τῶν ἐλαιῶν εἰς ὃ ὁ Χριστὸς ἀνερχόμενος προσηύχετο, ἡμᾶς διδάσκων προσεύχεσθαι. ἐνταῦθα ὁ Χριστὸς ὁ τῆς ἐρήμου φίλος· φησὶ γάρ· Ὅπου εἰσὶ δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμὶ ἐν μέσῳ αὐτῶν. ἐνταῦθα ἡ στενὴ καὶ τεθλιμμένη ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν. ἐνταῦθα διδάσκαλοι καὶ προφῆται οἱ ἐν ἐρημίαις πλανώμενοι, καὶ ὄρεσι, καὶ σπηλαίοις, καὶ ταῖς ὀπαῖς τῆς γῆς. ἐνταῦθα ἀπόστολοι καὶ εὐαγγελισταί, καὶ ὁ τῶν μοναχῶν ἐρημοπολίτης βίος. Ταῦτα τοίνυν ἑκουσίως καταδέδεγμαι, ἵνα λάβω ἅπερ τοῖς μάρτυσι τοῦ Χριστοῦ καὶ τοῖς ἄλλοις πᾶσιν ἁγίοις ἐπήγγελται· ἵνα ἀψευδῶς λέγω· Διὰ τοὺς λόγους τῶν χειλέων σου ἐγὼ ἐφύλαξα ὁδοὺς σκληράς. ἔγνων γὰρ τὸν μὲν θεοφιλῆ Ἀβραὰμ τῇ τοῦ Θεοῦ φωνῇ πειθόμενον καὶ εἰς τὴν ἔρημον μετοικοῦντα, καὶ Ἰσαὰκ καταδυναστευόμενον, καὶ Ἰακὼβ τὸν πατριάρχην ξενιτεύοντα, Ἰωσὴφ τὸν σώφρονα διαπιπρασκόμενον, τοὺς τῆς ἐγκρατείας εὑρετὰς τρεῖς παῖδας πυρομαχοῦντας, Δανιὴλ δεύτερον εἰς λάκκον λεόντων παραβαλλόμενον, τὸν παῤῥησιαστὴν Ἱερεμίαν εἰς λάκκον βορβόρου καταδικαζόμενον· Ἡσαΐαν τὸν τῶν ἀποκρύφων θεατὴν πριζόμενον· τὸν Ἰσραὴλ αἰχμαλωτιζόμενον· Ἰωάννην τὸν τῆς μοιχείας ἔλεγχον ἀποτεμνόμενον· ἀναιρουμένους τοὺς Χριστοῦ μάρτυρας. καὶ ἵνα τί μακρολογῶ; ὅπου γε καὶ αὐτὸς ὁ Σωτὴρ ἐσταυρώθη ὑπὲρ ἡμῶν, ἵνα τῷ ἑαυτοῦ θανάτῳ ἡμᾶς ζωοποιήσῃ, καὶ πάντας ἡμᾶς πρὸς τὴν ὑπομονὴν ἀλείψῃ καὶ ἑλκύσῃ. πρὸς τοῦτον ἐπείγομαι, καὶ πρὸς τὸν Πατέρα, καὶ τὸ Πνεῦμα τὸ ἅγιον. γνήσιος εὑρεθῆναι ἀγωνίζομαι, ἀνάξιον ἐμαυτὸν κρίνας τῶν τοῦ κόσμου καλῶν—πλὴν ἀλλʼ οὐδὲ ἐγὼ διὰ τὸν κόσμον, ἀλλʼ ὁ κόσμος δι’ ἐμέ. Ταῦτα οὖν ἐν ἑαυτῷ ἐπιλογιζόμενος, καὶ τελῶν αὐτὰ σπουδαίως κατὰ τὸ εἰρημένον σοι, ἀγώνισαι ὑπὲρ τῆς ἀληθείας ἕως θανάτου. καὶ γὰρ ὁ Χριστὸς ὑπήκοος γέγονε μέχρι θανάτου. ἀλλὰ καὶ ὁ ἀπόστολός φησι· Βλέπετε μή ποτε ἔσται ἔν τινι ὑμῶν καρδία πονηρά, εἰς τὸ ἀποστῆναι ἀπὸ Θεοῦ ζῶντος· ἀλλὰ ἀλλήλους παρακαλεῖτε, καὶ εἷς τὸν ἕνα οἰκοδομεῖτε, ἄχρις οὗ τὸ σήμερον λέγεται. τὸ γὰρ σήμερον σημαίνει ὅλον τὸν χρόνον τῆς ζωῆς ἡμῶν. οὕτως οὖν πολιτευόμενος, ἀδελφέ, καὶ σεαυτὸν σώσεις, καὶ ἡμᾶς εὐφρανεῖς, καὶ τὸν Θεὸν δοξάσεις εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.
Μάθε σὺ ὁ μονάζων καὶ πιστὸς ἄνθρωπος, καὶ τῆς εὐσεβείας ἐργάτης, καὶ διδάχθητι εὐαγγελικὴν πολιτείαν, σώματος δουλαγωγίαν, φρόνημα ταπεινόν, ἐννοίας καθαρότητα, ὀργῆς ἀφανισμόν. ἀγγαρευόμενος, προστίθει διὰ τὸν Κύριον· ἀποστερούμενος, μὴ δικάζου· μισούμενος, ἀγάπα· διωκόμενος, ἀνέχου· βλασφημούμενος, παρακάλει. νεκρώθητι τῇ ἁμαρτίᾳ, σταυρώθητι τῷ Θεῷ· ὅλην τὴν μέριμναν μετάθες ἐπὶ τὸν Κύριον, ἵνα εὑρεθῇς ὅπου ἀγγέλων μυριάδες, πρωτοτόκων πανηγύρεις, ἀποστόλων θρόνοι, προφητῶν προεδρίαι, σκῆπτρα πατριαρχῶν, μαρτύρων στέφανοι, δικαίων ἔπαινοι. ἐκείνοις σεαυτὸν τοῖς δικαίοις ἐπιθύμησον συναριθμηθῆναι, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν.
Χαίρειν οὐ λέγομεν, ὅτι οὐκ ἔστι χαίρειν τοῖς ἀσεβέσιν. ἔτι γὰρ ἀπιστία με περιέχει, καὶ οὐκ ἐπέρχεταί μου εἰς τὴν καρδίαν τὸ τηλικοῦτον ἀτόπημα καὶ τὸ ἐπιχείρημα τὸ μέγα ὃ ἔπραξας, εἴ γε κατὰ τὸ φαινόμενον ἤδη πᾶσιν οὕτως ἔχει. θαυμάζω γὰρ πῶς ἡ τοσαύτη σοφία κατεπόθη, πῶς ἡ τοσαύτη ἀκρίβεια διελύθη, πόθεν ἡ τοσαύτη τύφλωσις περιεχύθη, πῶς μηδὲν τὸ σύνολον ἐννοήσας τοιαύτην καὶ τοσαύτην ἀπώλειαν ψυχῶν εἰργάσω. εἰ γὰρ ἀληθὲς τοῦτο, παραδέδωκας καὶ τὴν σαυτοῦ ψυχὴν τῷ βυθῷ, καὶ πάντων τῶν ἀκουόντων τὴν ἀσέβειαν ταύτην τὸν τόνον παρέλυσας. τὴν πίστιν ἠθέτησας, τοῦ ἀγῶνος τοῦ καλοῦ ἠστόχησας. διὸ ἀλγῶ ἐπὶ σοί. ποῖος γὰρ ἱερεὺς ἀκούων οὐ θρηνήσει; ποῖος ἐκκλησιαστικὸς οὐ κόπτεται; ποῖος λαϊκὸς οὐ σκυθρωπάζει; ποῖος ἀσκητὴς οὐ πενθεῖ; τάχα καὶ ὁ ἥλιος ἐσκότασεν ἐπὶ τῷ σῷ πτώματι, καὶ αἱ δυνάμεις τῶν οὐρανῶν ἐσαλεύθησαν ἐπὶ τῇ σῇ ἀπωλείᾳ. ἐδάκρυσαν καὶ οἱ ἀναίσθητοι λίθοι ἐπὶ τῇ σῇ μανίᾳ, ἔκλαυσαν δὲ καὶ οἱ ἐχθροὶ διὰ τὴν ὑπερβολὴν τῆς ἀνομίας σου. Ὢ πολλῆς πωρώσεως, ὢ δεινῆς ὠμότητος. οὐ Θεὸν ἐφοβήθης, οὐκ ἀνθρώπους ᾐδέσθης, οὐ φίλους ἐνετράπης· ἀλλʼ ὁμοῦ πάντα ἐναυάγησας, ὁμοῦ πάντα ἐσυλήθης. διὸ πάλιν ἀλγῶ ἐπὶ σοί, ἄθλιε. ὁ τῆς βασιλείας πᾶσι τὸν τόνον ἀπαγγέλλων τῆς βασιλείας ἐξέπεσες. ὁ τῆς διδασκαλίας τὸν φόβον πᾶσιν ἐμποιῶν οὐκ ἔσχες φόβον Θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν σου. ὁ ἁγιωσύνην κηρύσσων ἐναγὴς εὑρίσκῃ. ὁ ἐπὶ ἀκτημοσύνῃ σεμνυνόμενος συλοχρηματῶν ἐφευρίσκῃ. ὁ τὴν τοῦ Θεοῦ κόλασιν ἐπιδεικνύμενος διὰ τῆς ὑφηγήσεως αὐτὸς κόλασιν σεαυτῷ προεξένησας. πῶς σε θρηνήσω; πῶς ἀλγήσω ἐπὶ σοί; πῶς ἐξέπεσεν ὁ ἑωσφόρος ὁ πρωῒ ἀνατέλλων καὶ συνετρίβη ἐπὶ τῆς γῆς; παντὸς ἀκούοντος ἠχήσει τὰ ἀμφότερα ὦτα. πῶς ὁ Ναζιραῖος ὁ ἐκλάμπων ὑπὲρ χρυσίον ἐσκότασεν ὑπὲρ ἀσβόλην; υἱὸς Σιὼν ὁ τίμιος πῶς ἐγένετο σκεῦος ἄχρηστον; οὗ ἡ μνήμη τῶν θείων Γραφῶν ὑπὸ πάντων ἐλαλεῖτο, σήμερον ἀπώλετο τὸ μνημόσυνον αὐτοῦ μετʼ ἤχου. ὁ ὀξύνους ὀξέως ἀπώλετο. ὁ πολύνους πολύπλοκον ἁμαρτίαν εἰργάσατο. οἱ γὰρ ὠφελημένοι ὑπὸ τῆς σῆς διδασκαλίας ἐβλάβησαν ὑπὸ τῆς σῆς ἀπωλείας. οἱ τὰς ἀκοὰς παρατιθέντες ἐπὶ τῇ σῇ ὁμιλίᾳ ἔφραξαν τὰ ὦτα ἐπὶ τῇ σῇ ἀπωλείᾳ. ἐγὼ δὲ θρηνῶν καὶ σκυθρωπάζων, καὶ παρειμένος πάντοθεν, καὶ σποδὸν ὡσεὶ ἄρτον ἐσθίων, καὶ σάκκον ἐπὶ τῇ πληγῇ μου ἐπιῤῥίψας, τοιαῦτά σοι ἐγκώμια διεξέρχομαι· μᾶλλον δὲ ἐπιταφίους λόγους συντάσσων, ἀπαράκλητος καὶ ἀθεράπευτος διατελῶ· ὅτι παράκλησις κέκρυπται ἀπὸ τῶν ὀφθαλμῶν μου, καὶ οὐκ ἔστι μάλαγμα ἐπιθεῖναι, οὔτε ἔλαιον, οὔτε καταδέσμους· ἔστι γὰρ ἡ πληγή μου ὀδυνηρά. πόθεν ἰαθήσομαι; Εἴ τις οὖν ἔτι ἐλπὶς ὑπολείπεταί σοι σωτηρίας, εἴ τις βραχεῖα μνήμη περὶ τὸν Θεόν, εἴ τις πόθος τῶν μελλόντων ἀγαθῶν, εἴ τις φόβος τῶν τεθησαυρισμένων κολάσεων τοῖς ἀμετανοήτοις, ἀνάνηψον ταχέως, ἐπᾶρον τοὺς ὀφθαλμούς σου εἰς τὸν οὐρανόν, ἐλθὲ εἰς συναίσθησιν, παῦσαι ἀπὸ τῆς πονηρίας σου, ἀπόσεισαι τὴν περιχυθεῖσάν σοι μέθην, ἐπανάστα τῷ καταβαλόντι σε. ἴσχυσον ἐκ γῆς ἐπαναστῆναι. μνήσθητι τοῦ ἀγαθοῦ ποιμένος, ὅτι καταδιώκων ἐξελεῖταί σε. κἂν ᾖ δύο σκέλη, ἢ λοβὸς ὠτίου, ἀποπήδησον ἀπὸ τοῦ τραυματίσαντός σε. μνήσθητι τῶν οἰκτιρμῶν τοῦ Θεοῦ, ὅτι θεραπεύει ἐλαίῳ καὶ οἴνῳ. μὴ ἀπελπίσῃς τὴν σωτηρίαν. ἀνάλαβε τὴν μνήμην τῶν γεγραμμένων, ὅτι ὁ πίπτων ἀνίσταται, καὶ ὁ ἀποστρέφων ἐπιστρέφει· ὁ πεπληγὼς θεραπεύεται, ὁ θηριάλωτος περιγίνεται, ὁ ἐξομολογούμενος οὐκ ἀποβάλλεται. οὐ θέλει γὰρ ὁ Κύριος τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῇν αὐτόν. μὴ ὡς εἰς βάθος κακῶν ἐμπεσὼν καταφρονήσῃς. Καιρὸς ἀνοχῆς ἐστί, καιρὸς μακροθυμίας, καιρὸς ἰάσεως, καιρὸς διορθώσεως. ὠλίσθησας; ἐξεγείρου. ἥμαρτες; ἡσύχασον. μὴ στῇς ἐν ὁδῷ ἁμαρτωλῶν, ἀλλὰ ἀποπήδησον. ὅταν γὰρ ἐπιστραφεὶς στενάξῃς, τότε σωθήσῃ. ἔστι γὰρ ἐκ πόνων ὑγεία, καὶ ἐξ ἱδρώτων σωτηρία. ὅρα οὖν μή ποτε, συνθήκας βουλόμενός τινων φυλάττειν, παραβῇς τὰς πρὸς τὸν Θεὸν συνθήκας, ἃς ὡμολόγησας ἐπὶ πολλῶν μαρτύρων. μὴ οὖν διά τινας λογισμοὺς ἀνθρωπίνους ὀκνήσῃς ἐλθεῖν πρός με. ἐγὼ γὰρ ἀναλαβὼν τὸν νεκρόν μου θρηνήσω, ἐγὼ θεραπεύσω, ἐγὼ πικρῶς κλαύσομαι ἐπὶ τὸ σύντριμμα τῆς θυγατρὸς τοῦ γένους μου. πάντες σε δέχονται, πάντες σοι συμπονήσουσι. μὴ ἀναπέσῃς· μνήσθητι ἡμερῶν ἀρχαίων. ἔστι σωτηρία, ἔστι διόρθωσις. θάρσει, μὴ ἀπελπίσῃς. οὐκ ἔστι νόμος καταδικάζων τὸν χωρὶς οἰκτιρμῶν θάνατον, ἀλλὰ χάρις ὑπερτιθεμένη τὴν κόλασιν, ἐκδεχομένη τὴν διόρθωσιν. οὔπω ἐκλείσθησαν αἱ θύραι· ἀκούει ὁ νυμφίος· οὐ κυριεύει ἁμαρτία. ἀναπάλαισον πάλιν· μὴ κατοκνήσῃς· καὶ σεαυτὸν οἰκτείρησον καὶ πάντας ἡμᾶς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος νῦν καὶ ἀεὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.
Διττός μοι φόβος ἐνέσκηψε τοῖς τῆς διανοίας κόλποις ἐκ τῆς περὶ σὲ ὑποθέσεως. ἢ γάρ τις ἀσυμπαθὴς τρόπος προκαταρξάμενος εἰς μισανθρωπίας ἔγκλημά με ῥίπτει, ἢ αὖθις συμπαθεῖν ἐθέλοντα καὶ πρὸς τὰ πάθη καταμαλακίζεσθαι, κακῶς μετατίθησι. διόπερ καὶ διαχαράττειν μέλλων τουτί μου τὸ γράμμα, τὴν μὲν χεῖρα ναρκῶσαν τοῖς λογισμοῖς ἐνεύρωσα, τὸ δὲ πρόσωπον, ἠπορημένον ἐκ τῆς ἐπὶ σοὶ κατηφείας, ἀλλοιῶσαι οὐκ ἴσχυσα, τοσαύτης μοι ἐπὶ σοὶ κεχυμένης αἰσχύνης, ὡς καὶ τὴν τοῦ στόματος σύμπτυξιν παραχρῆμα πίπτειν, τῶν χειλέων μου εἰς κλαυθμὸν ἐκτρεπομένων. οἴμοι, τί γράψω, ἢ τί λογίσομαι ἐν τριόδῳ ἀπειλημμένος; Ἐὰν ἔλθω εἰς μνήμην τῆς προτέρας σου ματαίας ἀναστροφῆς, ὅτε σε περιέῤῥει πλοῦτος καὶ τὸ χαμερπὲς δοξάριον, φρίττω· ἡνίκα εἵπετό σοι κολάκων πλῆθος καὶ τρυφῆς ἀπόλαυσις πρόσκαιρος μετὰ προφανοῦς κινδύνου καὶ ἀδίκων πόρων· καὶ πῆ μὲν ἀρχοντικοὶ φόβοι διεῤῥίπιζόν σου τὴν τῆς σωτηρίας ὑπόνοιαν, πῆ δὲ δημοσίων θόρυβοι διεσάλευόν σου τὴν ἑστίαν, ἥ τε συνοχὴ τῶν κακῶν ἀπεσφαίριζέ σου τὸν νοῦν πρὸς τὸν δυνάμενόν σοι βοηθεῖν· ἡνίκα κατὰ μικρὸν ἐμελέτας περιβλέπεσθαι τὸν Σωτῆρα, φέροντα μὲν πρὸς ὠφέλειαν τοὺς φόβους, ῥυόμενον δέ σε καὶ σκέποντα, παίζοντα κατʼ αὐτοῦ ἐν ταῖς ἀδείαις· ἡνίκα ἐγυμνάζου πρὸς μεταβολὴν σεμνοῦ τρόπου, σκυβαλίζων μέν σου τὴν πολυκίνδυνον περιουσίαν οἴκου τε θεραπείαν καὶ συνοίκου ὁμιλίαν ἀπαρνούμενος. ὅλος δὲ μετάρσιος, ὥσπερ ξένος καὶ ἀλήτης, ἀγροὺς καὶ πόλεις ἐξαμείβων, κατέδραμες ἐπὶ τὰ Ἱεροσόλυμα, ἔνθα σοι καὶ αὐτὸς συνδιατρίβων ἐμακάριζον τῶν ἀθλητικῶν πόνων, ὅτε ἑβδοματικοῖς κύκλοις νῆστις διατελῶν Θεῷ προσεφιλοσόφεις, ὁμοῦ καὶ τὰς τῶν ἀνθρώπων συντυχίας λόγῳ τροπῆς ὑποφεύγων, ἡσυχίαν δὲ καὶ μονοτροπίαν ἑαυτῷ ἐφαρμόσας, τοὺς πολιτικοὺς θορύβους ἐξέκλινας. σάκκῳ δὲ τραχεῖ τὸ σῶμά σου διανύττων, καὶ ζώνῃ σκληρᾷ τὴν ὀσφύν σου περισφίγγων, καρτερικῶς τὰ ὀστᾶ σου διέθλιβες. λαγόνας δὲ ταῖς ἐνδείαις κοιλαίνων μέχρι τῶν νωτιαίων μερῶν ὑπεχαύνωσας· καὶ φασκίας μὲν ἁπαλῆς τὴν χρῆσιν ἀπηρνήσω, ἔνδοθεν δὲ τὰς λαπάρας, σικύας δίκην, ὑφελκύσας τοῖς νεφριτικοῖς χωρίοις προσκολλᾶσθαι ἐβιάζου· ὅλην δὲ τὴν τῆς σαρκὸς πιμελὴν ἐκκενώσας, τοὺς τῶν ὑπογαστρίων ὀχετοὺς γενναίως ἐξήρανας, γαστέρα τε αὐτὴν ταῖς ἀσιτίαις συμπτύξας, τὰ πλευριτικὰ μέρη, ὥσπερ τινὰ στέγης ἐξοχήν, τοῖς τοῦ ὀμφαλοῦ μέλεσιν ἐπεσκίαζες, καὶ συνεσταλμένῳ ὅλῳ τῷ ὀργάνῳ, κατὰ τὰς νυκτερινὰς ὥρας ἀνθομολογούμενος τῷ Θεῷ, τοῖς τῶν δακρύων ὀχετοῖς τὴν γενειάδα ἔμβροχον καθωμάλιζες. καὶ τί με δεῖ καταλέγειν ἕκαστα; μνήσθητι ὅσα ἁγίων στόματα φιλήματι κατησπάσω, ὅσα ἱερὰ σώματα περιεπτύξω, ὅσοι σου τὰς χεῖρας ὡς ἀχράντους περιέθαλπον, ὅσοι δοῦλοι Θεοῦ, ὥσπερ λάτρεις, ὑπέδραμον τοῖς γόνασί σου περιπλεκόμενοι. Καὶ τούτων τὸ τέλος τί; μοιχικῆς φήμης διαβολή, βέλους ὀξύτερον διιπταμένη, τιτρώσκει ἡμῶν τὰς ἀκοάς, ἀκμαιοτέρῳ κέντρῳ τὰ σπλάγχνα ἡμῶν διανύττουσα. τίς ἡ τοῦ γόητος τοσαύτη ἔντεχνος ποικιλία εἰς τοσοῦτόν σε περιήγαγεν ὀλέθριον σκέλισμα; ποῖα πολύπλοκα τοῦ διαβόλου δίκτυα περισφίγξαντά σε, τὰς τῆς ἀρετῆς ἐνεργείας ἀκινήτους ἀπήλεγξε; ποῦ μοι τὰ διηγήματα τῶν σῶν πόνων; οἴχεται. ἆρα γὰρ ἀπιστῆσαι ἄξιον; καὶ πῶς οὐχὶ ἐκ τῶν ἐναργῶν καὶ τὰ τέως ἀφανῆ εἰς πίστιν δεξόμεθα; εἰ τὰς τῷ Θεῷ προσφυγούσας ψυχὰς φρικτοῖς ὅρκοις κατέκλεισας· ὁπότε παρατετηρημένως τοῦ ναὶ καὶ τοῦ οὒ τὸ περιττὸν τῷ διαβόλῳ προσνενέμηται. Ὁμοῦ τοίνυν καὶ παρορκίας ὀλεθρίου γέγονας ἔγγυος, καὶ φαυλίσας τῆς ἀσκήσεως τὸν χαρακτῆρα μέχρι τῶν ἀποστόλων καὶ αὐτοῦ τοῦ Κυρίου ἀνέπεμψας τὸ αἶσχος. κατῄσχυνας τὸ τῆς ἁγνείας καύχημα, ἐμωμήσω τῆς σωφροσύνης τὸ ἐπάγγελμα· ἐγενόμεθα αἰχμαλώτων τραγῳδία, Ἰουδαίοις καὶ Ἕλλησι δραματουργεῖται τὰ ἡμέτερα. διέτεμες φρόνημα μοναχῶν· τοὺς ἀκριβεστέρους εἰς φόβον καὶ δειλίαν ἤγαγες, θαυμάζοντας ἔτι τοῦ διαβόλου τὴν δύναμιν, τοὺς ἀδιαφόρους εἰς ἀκολασίας ζῆλον μετέθηκας ἔλυσας, ὅσον ἐπὶ σοί, τὸ τοῦ Χριστοῦ καύχημα, Θαῤῥεῖτε, λέγοντος, ἐγὼ νενίκηκα τὸν κόσμον καὶ τὸν τούτου ἄρχοντα, ἐκέρασας τῇ πατρίδι κρατῆρα δυσφημίας. ὄντως εἰς ἔργον ἤγαγες τὸ τῆς Παροιμίας· Ὡς ἔλαφος τοξευθεὶς εἰς τὸ ἧπαρ. Ἀλλὰ τί νῦν; οὐ πέπτωκεν ὁ τῆς ἰσχύος πύργος, ἀδελφέ, οὐκ ἐμωμήθη τὰ τῆς ἐπιστροφῆς φάρμακα· οὐκ ἀπεκλείσθη τοῦ καταφευκτηρίου ἡ πόλις. μὴ τῷ βάθει τῶν κακῶν ἐναπομείνῃς. μὴ χρήσῃς σεαυτὸν τῷ ἀνθρωποκτόνῳ. οἶδεν ἀνορθοῦν κατεῤῥαγμένους ὁ Κύριος. φεῦγε μὴ μακράν, ἀλλὰ πρὸς ἡμᾶς ἀνάδραμε. ἀνάλαβε πάλιν νεανικοὺς πόνους, δευτέροις κατορθώμασι διαλύων τὴν χαμαίζηλον καὶ γλοιώδη ἡδονήν. ἀνάνευσον εἰς τὴν τοῦ τέλους ἡμέραν, οὕτω προσεγγίσασαν τῇ ζωῇ ἡμῶν· καὶ γνῶθι πῶς λοιπὸν Ἰουδαίων καὶ Ἑλλήνων παῖδες συνελαύνονται πρὸς θεοσέβειαν· καὶ μὴ ἁπαξαπλῶς ἀπαρνήσῃτὸν τοῦ κόσμου Σωτῆρα, μή σε ἡ φρικωδεστάτη ἐκείνη καταλάβῃ ἀπόφασις, ὅτι Οὐκ οἶδα ὑμᾶς, τίνες ἐστέ.
Νῦν καιρὸς ἐκβοῆσαι τὸ προφητικὸν ἐκεῖνο, καὶ εἰπεῖν· Τίς δώσει τῇ κεφαλῇ μου ὕδωρ, καὶ τοῖς ὀφθαλμοῖς μου πηγὴν δακρύων, καὶ κλαύσομαι τοὺς τετραυματισμένους θυγατρὸς λαοῦ μου; εἰ γὰρ καὶ τούτους βαθεῖα περιέχει σιγή, καὶ κεῖνται ἅπαξ κεκαρωμένοι τῷ δεινῷ καὶ τῷ καιρίῳ τῆς πληγῆς ἀφῃρημένοι καὶ αὐτὴν ἤδη τοῦ πάθους τὴν αἴσθησιν, ἀλλʼ οὐχ ἡμᾶς γε παριέναι ἀδακρυτὶ τοσοῦτον πτῶμα χρή. εἰ γὰρ Ἱερεμίας τοὺς ἐν πολέμῳ τὰ σώματα πεπληγότας μυρίων θρήνων ἀξίους ἔκρινε, τί ἄν τις εἴποι πρὸς τηλικαύτην ψυχῶνσυμφοράν; Οἱ τραυματίαι σου, φησίν, οὐ τραυματίαι ῥομφαίας, καὶ οἱ νεκροί σου οὐ νεκροὶ πολέμου. ἀλλὰ τὸ κέντρον τοῦ ὄντως θανάτου, τὴν χαλεπὴν ἁμαρτίαν ὀδύρομαι, καὶ τὰ πεπυρωμένα τοῦ πονηροῦ βέλη, ψυχὰς ὁμοῦ μετὰ σωμάτων βαρβαρικῶς καταφλέξαντα. Ἦ μεγάλα ἂν στενάξειαν οἱ τοῦ Θεοῦ νόμοι, τηλικοῦτον ἄγος ἐπὶ γῆς ἐπιβλέποντες, οἵ γε ἀπαγορεύοντες ἀεὶ καὶ βοῶντες, πάλαι μέν· Οὐκ ἐπιθυμήσεις τὴν γυναῖκα τοῦ πλησίον σου, διὰ δὲ τῶν ἁγίων εὐαγγελίων ὅτι· Πᾶς ὁ ἐμβλέπων γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι αὐτῆς, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ. νῦν δὲ ἐφορῶσιν αὐτὴν ἀδεῶς μοιχευομένην τοῦ Δεσπότου τὴν νύμφην, ἧς ἡ κεφαλὴ ὁ Χριστός. στενάξειε δʼ ἂν καὶ αὐτὰ τῶν ἁγίων τὰ πνεύματα· Φινεὲς μὲν ὁ ζηλωτής, ὅτι μὴ καὶ νῦν ἔξεστιν αὐτῷ τὸν σειρομάστην μετὰ χεῖρας λαβόντι, σωματικῶς ἐκδικῆσαι τὸ μύσος· ὁ δὲ βαπτιστὴς Ἰωάννης, ὅτι μὴ δύναται καταλιπὼν τὰς ἄνω διατριβάς, καθάπερ τότε τὴν ἔρημον, ἐπὶ τὸν ἔλεγχον τῆς παρανομίας δραμεῖν, καὶ εἰ παθεῖν τι δέοι τὴν κεφαλὴν ἀποθέσθαι μᾶλλον ἢ τὴν παῤῥησίαν· τάχα δὲ μᾶλλον, εἴπερ καὶ ἡμῖν, κατὰ τὸν μακάριον Ἄβελ, καὶ αὐτὸς ἀποθανὼν ἔτι λαλεῖ, καὶ νῦν βοᾷ καὶ κέκραγε μεῖζον ὁ Ἰωάννης ἢ περὶ τῆς Ἡρωδιάδος τότε· Οὐκ ἔξεστί σοι ἔχειν αὐτήν. καὶ γάρ, εἰ τὸ σῶμα Ἰωάννου, κατὰ τὸ ἀναγκαῖον τῇ φύσει, τὸν θεῖον ὅρον ἐδέξατο καὶ ἡ γλῶσσα σιγᾷ, ἀλλʼ Ὁ λόγος τοῦ Θεοῦ οὐ δέδεται. ὁ γάρ, ἐπειδὴ συνδούλου γάμος ἠθετεῖτο, μέχρι θανάτου τὴν παῤῥησίαν προαγαγών, τί ἂν πάθοι τηλικαύτην ἐφορῶν ὕβριν περὶ τὸν ἅγιον τοῦ Κυρίου νυμφῶνα; Ἀλλὰ σὺ τῆς θείας ἐκείνης συναφείας τὸν ζυγὸν ἀποῤῥίψασα, καὶ τὸν μὲν ἄχραντον τοῦ ἀληθινοῦ βασιλέως ἀποδρᾶσα νυμφῶνα, πρὸς δὲ τὴν ἄτιμον ταύτην καὶ ἀσεβῆ φθορὰν αἰσχρῶς πεσοῦσα, ἐπεὶ οὐκ ἔχεις πῶς τὴν πικρὰν ταύτην κατηγορίαν ἐκφύγῃς, οὐδέ τίς ἐστί σοι τρόπος οὐδὲ μηχανὴ τὸ δεινὸν τοῦτο συγκαλύψαι, ὁμόσε τῇ τόλμῃ χωρεῖς. καὶ ἐπειδήπερ ἀσεβής, ἐμπεσὼν εἰς βάθος κακῶν, λοιπὸν καταφρονεῖ, αὐτὰς ἀπαρνῇ τὰς πρὸς τὸν ἀληθινὸν νυμφίον συνθήκας, οὔτε εἶναι παρθένος, οὔτε ὑποσχέσθαι ποτὲ βοῶσα, ἣ πολλὰ μὲν ἐδέξω, πολλὰ δὲ ἐπεδείξω παρθενίας συνθήματα. Μνήσθητι τῆς καλῆς ὁμολογίας, ἣν ὡμολόγησας ἐνώπιον Θεοῦ καὶ ἀγγέλων καὶ ἀνθρώπων. μνήσθητι τῆς σεμνῆς συνοδίας, καὶ ἱεροῦ παρθένων χοροῦ, καὶ συναγωγῆς Κυρίου, καὶ Ἐκκλησίας ὁσίων· καὶ γηραλέας ἐν Χριστῷ μάμμης νεαζούσης ἔτι καὶ ἀκμαζούσης τὴν ἀρετήν, καὶ μητρὸς ἐν Κυρίῳ πρὸς ἐκείνην ἁμιλλωμένης, καὶ ξένοις τισὶ καὶ ἀήθεσι πόνοις καταλύειν φιλονεικούσης τὰ τῆς συνηθείας· καὶ ἀδελφῆς ὁμοίως τὰ μὲν ἐκείνας μιμουμένης, τὰ δὲ καὶ ὑπερβαίνειν φιλοτιμουμένης, καὶ τοῖς παρθενικοῖς πλεονεκτήμασιν ὑπερακοντιζούσης τὰ προγονικὰ κατορθώματα, καί σε τὴν ἀδελφήν, ὡς ᾤετο, πρὸς τὴν τῶν ἴσων ἅμιλλαν καὶ λόγῳ καὶ βίῳ φιλοπόνως ἐκκαλουμένης. μνήσθητι τούτων, καὶ ἀγγελικῆς περὶ τὸν Θεὸν μετʼ ἐκείνων χορείας, καὶ πνευματικῆς ἐν σαρκὶ ζωῆς, καὶ οὐρανίου ἐπὶ γῆς πολιτεύματος· μνήσθητι ἡμερῶν ἀθορύβων, καὶ νυκτῶν πεφωτισμένων, καὶ ᾠδῶν πνευματικῶν, καὶ ψαλμῳδίας εὐήχου, καὶ προσευχῶν ἁγίων, καὶ ἁγνῆς καὶ ἀμιάντου κοίτης, καὶ παρθενικῆς προόδου, καὶ ἐγκρατοῦς τραπέζης, καὶ καλῶς εὐχομένης τὴν παρθενίαν σοι ἄφθορον τηρηθῆναι. Ποῦ δὲ σοι τὸ σεμνὸν ἐκεῖνο σχῆμα, ποῦ δὲ τὸ κόσμιον ὴθος, καὶ ἐσθὴς λιτὴ παρθένῳ πρέπουσα, καὶ καλὸν μὲν τὸ ἐξ αἰδοῦς ἐρύθημα, εὐπρεπὴς δὲ ἡ ἐξ ἐγκρατείας καὶ ἀγρυπνίας ἐπανθοῦσα ὠχρότης, καὶ πάσης εὐχροίας χαριέστερον ἐπιλάμπουσα; ποσάκις ἐν προσευχαῖς ὑπὲρ τοῦ τηρῆσαι τὴν παρθενίαν ἄσπιλον ἴσως ἐξέχεας δάκρυα; πόσα δὲ γράμματα πρὸς τοὺς ἁγίους ἐχάραξας, δι’ ὧν ἠξίους ὑπερεύχεσθαί σου, οὐχ ἵνα γάμου ἀνθρωπίνου, μᾶλλον δὲ τῆς ἀτίμου ταύτης φθορᾶς, ἐπιτύχῃς, ἀλλʼ ἵνα τοῦ Κυρίου Ἰησοῦ μὴ ἐκπέσῃς; ποσάκις δὲ δῶρα τοῦ νυμφίου ἐδέξω; τί δεῖ καὶ λέγειν τὰς δι’ ἐκεῖνον παρὰ τῶν ἐκείνου τιμάς; τὰς μετὰ παρθένων συμβιώσεις; τὰς σὺν ἐκείναις προόδους; τὰς παρὰ παρθένων δεξιώσεις; τὰ ἐπὶ παρθενίᾳ ἐγκώμια; τὰς παρθενικὰς εὐλογίας; τὰ ὡς πρὸς παρθένον γράμματα; ἀλλὰ νῦν ὀλίγην αὔραν δεξαμένη τοῦ ἀερίου πνεύματος, τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας, πάντων ἐκείνων ἔξαρνος γέγονας, καὶ τὸ τίμιον ἐκεῖνο καὶ περιμάχητον κτῆμα βραχείας ἡδονῆς ἀντικατηλλάξω, ἣ πρὸς καιρὸν μὲν λιπαίνει σὸν φάρυγγα, ὕστερον δὲ πικρότερον χολῆς εὑρήσεις. Ἐπὶ τούτοις τίς οὐκ ἂν πενθήσας εἴποι· Πῶς ἐγένετο πόρνη πόλις πιστὴ Σιών; πῶς δὲ οὐκ ἂν αὐτὸς ὁ Κύριος ἀποφθέγξαιτο πρός τινα τῶν νῦν ἐν πνεύματι Ἱερεμίου περιπατούντων· Εἶδες ἃ ἐποίησέ μοι ἡ παρθένος τοῦ Ἰσραήλ; ἐγὼ ἐμνηστευσάμην αὐτὴν ἐμαυτῷ ἐν πίστει καὶ ἀφθαρσίᾳ, ἐν δικαιοσύνῃ, καὶ ἐν κρίματι, καὶ ἐν ἐλέει καὶ οἰκτιρμοῖς, καθὼς καὶ διὰ Ὠσηὲ τοῦ προφήτου αὐτῇ ἐπηγγειλάμην. αὐτὴ δὲ ἠγαπήκει ἀλλοτρίους, καὶ ζῶντος ἐμοῦ τοῦ ἀνδρός, μοιχαλὶς χρηματίζει, καὶ οὐ φοβεῖται γενομένη ἀνδρὶ ἑτέρῳ. τί δὲ ἄρα ὁ νυμφαγωγός, ὁ θεῖος καὶ μακάριος Παῦλος, ὅ τε ἀρχαῖος ἐκεῖνος, καὶ ὁ νέος οὗτος ὑφʼ ᾧ μεσίτῃ καὶ διδασκάλῳ τὸν πατρῷον οἶκον καταλιποῦσα τῷ Κυρίῳ συνήφθης; ἆρα οὐκ ἂν εἴποι τῷ τοσούτῳ κακῷ περιπαθήσας ἑκάτερος; Φόβος γὰρ ὃν ἐφοβούμην ἦλθέ μοι, καὶ ὃν ἐδεδοίκειν συνήντησέ μοι. ἐγὼ μὲν γάρ σε ἡρμοσάμην ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ, καὶ ἐφοβούμην ἀεὶ μή πως, ὡς ὁ ὄφις ἐξηπάτησεν Εὔαν ἐν τῇ πανουργίᾳ αὐτοῦ, οὕτω φθαρῇ ποτὲ τὰ νοήματά σου. διά τοι τοῦτο μυρίαις μὲν ἐπῳδαῖς ἐπειρώμην ἀεὶ καταστέλλειν τῶν παθῶν τὸν τάραχον, μυρίαις δὲ φυλακαῖς συντηρεῖν τοῦ Κυρίου τὴν νύμφην, καὶ τὸν βίον ἀεὶ τῆς ἀγάμου διεξῄειν, ὅτι δὴ μόνη ἡ ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου, ἵνʼ ᾖ ἁγία τῷ σώματι καὶ τῷ πνεύματι. καὶ τὸ ἀξίωμα τῆς παρθενίας ὑφηγούμην, καὶ ναόν σε Θεοῦ προσαγορεύων, οἱονεὶ πτερὸν ἐδίδουν τῇ προθυμίᾳ, πρὸς Ἰησοῦν ἀνακουφίζων, καὶ τῷ φόβῳ τοῦ δεινοῦ πρὸς τὸ μὴ πεσεῖν ἐβοήθουν, λέγων, Εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ Θεός. καὶ δὴ καὶ τὴν ἐκ τῶν προσευχῶν μου προσετίθουν ἀσφάλειαν, εἴ πως ὁλόκληρόν σου τὸ σῶμα καὶ ἡ ψυχὴ καὶ τὸ πνεῦμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τηρηθείη. ἀλλὰ γὰρ εἰκῆ ταῦτα πάντα κεκοπίακα εἰς σέ, καί μοι πικρὸν ἐξέβη τῶν γλυκέων ἐκείνων πόνων τὸ πέρας· καὶ στένειν ἀνάγκη πάλιν ἐφʼ ᾗ ἔδει με χαίρειν. ἰδοὺ γὰρ ἠπάτησαι μὲν ὑπὸ τοῦ ὄφεως, τῆς Εὔας πικρότερον. ἔφθαρται δέ σοι οὐ τὰ νοήματα μόνον, ἀλλὰ γὰρ σὺν ἐκείνοις καὶ αὐτὸ τὸ σῶμα· καὶ τὸ φρικῶδες ἐκεῖνο, ὃ καὶ εἰπεῖν ὀκνῶ, καὶ σιωπᾷν οὐ δύναμαι (ἔστι γὰρ ὡς πῦρ καιόμενον καὶ φλεγόμενον ἐν τοῖς ὀστέοις μου, καὶ παρεῖμαι πάντοθεν, καὶ οὐ δύναμαι φέρειν), ἄρασα τὰ μέλη τοῦ Χριστοῦ πεποίηκας μέλη πόρνης. Τοῦτο μόνον ἐν πᾶσι κακὸν ἀσύγκριτον· τοῦτο καινὸν ἐν βίῳ τὸ τόλμημα. Ὅτι διέλθετε, φησί, νήσους Χεττιείμ, καὶ ἴδετε· καὶ εἰς Κηδὰρ ἀποστείλατε, καὶ νοήσατε σφόδρα, εἰ γέγονε τοιαῦτα, εἰ ἀλλάξονται ἔθνη θεοὺς αὐτῶν, καὶ αὐτοὶ οὐκ εἰσὶ θεοί. ἡ δὲ παρθένος ἠλλάξατο τὴν δόξαν αὐτῆς, καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῆς. ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτῳ, καὶ ἔφριξεν ἡ γῆ ἐπὶ πλεῖον σφόδρα. λέγει καὶ νῦν ὁ Κύριος, ὅτι δύο καὶ πονηρὰ ἐποίησεν ἡ παρθένος· ἐμὲ ἐγκατέλιπε τὸν ἀληθινὸν τὸν ἅγιον ψυχῶν ἁγίων νυμφίον, καὶ ἀπέδρα πρὸς ἀσεβῆ καὶ παράνομον ψυχῆς ὁμοῦ καὶ σώματος φθορέα. ἀπέστη ἀπὸ Θεοῦ σωτῆρος αὐτῆς, καὶ παρέστησε τὰ μέλη αὐτῆς δοῦλα τῇ ἀκαθαρσίᾳ καὶ τῇ ἀνομίᾳ. ἐμοῦ δὲ ἐπελάθετο, καὶ ὀπίσω τοῦ ἐραστοῦ αὐτῆς ἐπορεύετο, ἐξ οὗ οὐκ ὀφελεθήσεται. Συνέφερεν αὐτῷ εἰ μύλος ὀνικὸς περιέκειτο περὶ τὸν τράχηλον αὐτοῦ, καὶ ἔῤῥιπτο εἰς τὴν θάλασσαν, ἢ ὅτι ἐσκανδάλισε τὴν παρθένον Κυρίου τις. δοῦλος αὐθάδης εἰς τοσοῦτον ἐμάνη, ὡς δεσποτικῇ κοίτῃ ἑαυτὸν ἐπιῤῥῖψαι; ἢ ποῖος λῃστὴς ἐπὶ τοσοῦτον ἀπονοίας προήχθη, ὡς αὐτῶν ἐφάψασθαι τῶν τοῦ Θεοῦ ἀναθημάτων, οὐ σκευῶν ἀψύχων, ἀλλὰ σωμάτων ζώντων καὶ ψυχὴν ἔνοικον ἐχόντων κατʼ εἰκόνα Θεοῦ πεποιημένην; τίς ἀπʼ αἰῶνος ἤκουσται ἐν μέσῃ πόλει καὶ σταθερᾷ μεσημβρίᾳ εἰκόνι βασιλικῇ χοίρων μορφὰς ἀκαθάρτων ἐπιγράψαι τολμήσας; ἀθετήσας τις γάμον ἀνθρώπου, χωρὶς οἰκτιρμῶν, ἐπὶ δυσὶν ἢ τρισὶ μάρτυσιν, ἀποθνήσκει· πόσῳ, δοκεῖτε, χείρονος ἀξιωθήσεται τιμωρίας ὁ τὸν Υἱὸν τοῦ Θεοῦ καταπατήσας, καὶ τὴν αὐτῷ καθομολογηθεῖσαν νύμφην νοθεύσας, καὶ τὸ πνεῦμα τῆς παρθενίας καθυβρίσας; ἀλλʼ ἐβούλετο, φησίν, ἐκείνη· καὶ οὐκ ἄκουσαν ἐβιασάμην αὐτήν. καὶ γὰρ ἡ δέσποινα ἡ ἄσωτος ἡ Αἰγυπτία αὐτὴ τῷ καλῷ Ἰωσὴφ ἐπεμάνη, ἀλλʼ οὐκ ἐνίκησε τὴν ἀρετὴν τοῦ σώφρονος ἡ μανία τῆς ἀκολάστου, οὐδὲ χερσὶν αὐτῆς βιαζομένης πρὸς τὴν παρανομίαν ἐκεῖνος ἐβιάσθη. ἀλλʼ ἐκέκριτο ἐκείνῃ τοῦτο, φησίν, καὶ οὐκέτι ἦν παρθένος· καὶ εἰ ἐγὼ μὴ ἐβουλόμην, πρὸς ἄλλον ἂν ἐφθάρη. καὶ γὰρ τὸν Υἱὸν τοῦ ἀνθρώπου, φησίν, ἔδει παραδοθῆναι, ἀλλʼ οὐαὶ δι’ οὗ παρεδόθη· καὶ τὰ σκάνδαλα ἐλθεῖν ἀνάγκη, ἀλλʼ οὐαὶ δι’ οὗ ἔρχεται. Ἐπὶ τούτοις, Μὴ ὁ πίπτων οὐκ ἀνίσταται; ἢ ὁ ἀποστρέφων οὐκ ἐπιστρέφει; διὰ τί ἀπέστρεψεν ἡ παρθένος ἀποστροφὴν ἀναιδῆ, καίτοιγε ἀκούσασα Χριστοῦ τοῦ νυμφίου διὰ Ἱερεμίου λέγοντος· Καὶ εἶπα μετὰ τὸ πορνεῦσαι αὐτὴν ταῦτα πάντα· πρός με ἀνάστρεψον· καὶ οὐκ ἀνέστρεψε. Μὴ ῥητίνη οὐκ ἔστιν ἐν Γαλαάδ; ἢ ἰατρὸς οὐκ ἔστιν ἐκεῖ; διὰ τί οὐκ ἀνέβη ἴασις θυγατρὸς λαοῦ μου; ἦ καὶ πολλὰ μὲν ἂν εὕροις ἐν τῇ θείᾳ Γραφῇ τοῦ κακοῦ ἀλεξήματα, πολλὰ δὲ ἐξ ἀπωλείας εἰς σωτηρίαν φάρμακα· τὰ περὶ θανάτου καὶ ἀναστάσεως μυστήρια, τὰ περὶ κρίσεως φοβερᾶς καὶ αἰωνίου κολάσεως ῥήματα, τὰ περὶ μετανοίας καὶ ἀφέσεως ἁμαρτημάτων δόγματα, τὰ μυρία ἐκεῖνα τῆς ἐπιστροφῆς ὑποδείγματα, τὴν δραχμήν, τὸ πρόβατον, τὸν υἱὸν τὸν καταφαγόντα τὸν βίον μετὰ τῶν πορνῶν, τὸν ἀπολωλότα καὶ εὑρεθέντα, τὸν νεκρὸν καὶ πάλιν ἀναζήσαντα. τούτοις χρησώμεθα τοῦ κακοῦ ἀλεξήμασι, διὰ τούτων τὴν ψυχὴν ἑαυτῶν ἰασώμεθα. Λάβε δὲ εἰς ἔννοιαν τὴν ἐσχάτην ἡμέραν (οὐ γὰρ δὴ μόνη σὺ τὸν αἰῶνα βιώσεις), καὶ συνοχήν, καὶ πνιγμόν, καὶ θανάτου ὥραν, καὶ ἀπόφασιν Θεοῦ κατεπείγουσαν, καὶ ἀγγέλους ἐπισπεύδοντας, καὶ ψυχὴν ἐν τούτοις δεινῶς θορυβουμένην καὶ ἁμαρτωλῷ συνειδότι πικρῶς μαστιγουμένην, καὶ πρὸς τὰ τῇδε ἐλεεινῶς ἐπιστρέφουσαν, καὶ ἀπαραίτητον τῆς μακρᾶς ἐκείνης ἀποδημίας ἀνάγκην. διάγραψόν μοι τῇ διανοίᾳ τὴν τελευταίαν τοῦ κοινοῦ βίου καταστροφήν, ὅταν ἔλθῃ ὁ Υἱὸς τοῦ Θεοῦ ἐν τῇ δόξῃ αὐτοῦ μετὰ τῶν ἀγγέλων αὐτοῦ. ἥξει γὰρ καὶ οὐ παρασιωπήσεται· ὅταν ἔλθῃ κρῖναι ζῶντας καὶ νεκρούς, καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ· ὅταν ἡ σάλπιγξ ἐκείνη μέγα τι καὶ φοβερὸν ἠχήσασα, τοὺς ἀπʼ αἰῶνος ἐξυπνίσῃ καθεύδοντας, καὶ ἐκπορεύσονται οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως. μνήσθητι τῆς τοῦ Δανιὴλ θεοπτίας, ὅπως ἡμῖν ὑπʼ ὄψιν ἄγει τὴν κρίσιν. Ἐθεώρουν, φησίν, ἕως ὅτου θρόνοι ἐτέθησαν, καὶ παλαιὸς ἡμερῶν ἐκάθητο, καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡς χιών, καὶ ἡ θρὶξ τῆς κεφαλῆς αὐτοῦ ὡς ἔριον καθαρόν, οἱ τροχοὶ αὐτοῦ, πῦρ φλέγον. ποταμὸς πυρὸς εἷλκεν ἔμπροσθεν αὐτοῦ· χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ, καὶ μύριαι μυριάδες παρειστήκεισαν αὐτῷ. κριτήριον ἐκάθισε, καὶ βίβλοι ἀνεῴχθησαν, τὰ καλά, τὰ φαῦλα, τὰ φανερά, τὰ κεκρυμμένα, τὰ πράγματα, τὰ ῥήματα, τὰ ἐνθυμήματα, τὰ πάντα ἀθρόως εἰς ἐξάκουστον τοῖς πᾶσι καὶ ἀγγέλοις καὶ ἀνθρώποις σαφῶς ἀνακαλύπτουσαι. πρὸς ταῦτα ποταποὺς εἶναι ἀνάγκη τοὺς κακῶς βεβιωκότας; ποῦ ἄρα ἡ ψυχὴ ἐκείνη καταδύσεται, ἡ ἐν ὄψεσι τοσούτων θεατῶν ἐξαίφνης ὀφθεῖσα αἰσχύνης ἀνάπλεως; ποίῳ δὲ σώματι τὰς ἀπεράντους ἐκείνας καὶ ἀνυποίστους ὑποστήσεται μάστιγας, ὅπου πῦρ ἄσβεστον, καὶ σκώληξ ἀθάνατα κολάζων, καὶ πυθμὴν ᾄδου σκοτεινὸς καὶ φρικώδης, καὶ οἰμωγαὶ πικραί, καὶ ὀλολυγμὸς ἐξαίσιος, καὶ κλαυθμὸς καὶ βρυγμὸς ὀδόντων, καὶ πέρας οὐκ ἔχει τὰ δεινά; τούτων οὐκ ἔστιν ἀπαλλαγὴ μετὰ θάνατον, οὐδέ τις ἐπίνοια, οὐδὲ μηχανὴ τοῦ διεκδῦναι τὰ πικρὰ κολαστήρια. Ταῦτα φεύγειν ἔξεστι νῦν. ἕως ἔξεστιν, ἑαυτοὺς ἀπὸ τοῦ πτώματος ἀναλάβωμεν, μηδὲ ἀπελπίσωμεν ἑαυτῶν, ἐὰν ἀναλύσωμεν ἀπὸ τῶν κακῶν. Ἰησοῦς Χριστὸς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῷσαι. δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, καὶ κλαύσωμεν ἐναντίον αὐτοῦ. ἡμᾶς ἐπὶ μετάνοιαν καλῶν ὁ Λόγος βοᾷ καὶ κέκραγε· Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. ἔστιν οὖν ὁδὸς σωτηρίας, ἐὰν θέλωμεν. κατέπιεν ὁ θάνατος ἰσχύσας, ἀλλʼ εὖ ἴσθι ὅτι πάλιν ἀφεῖλεν ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου τῶν μετανοούντων. Πιστὸς Κύριος ἐν πᾶσι τοῖς λόγοις αὐτοῦ. οὐ ψεύδεται εἰπών· Ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ· ἐὰν δὲ ὦσιν ὡς κόκκινον, ὡσεὶ ἔριον λευκανῶ. ἕτοιμός ἐστιν ὁ μέγας τῶν ψυχῶν ἰατρὸς ἰάσασθαί σου τὸ πάθος, ὃς οὐδὲ μονωτάτης, ἀλλὰ πάντων τῶν δεδουλωμένων τῇ ἁμαρτίᾳ ἐστὶν ἕτοιμος ἐλευθερωτής. ἐκείνου ῥήματά ἐστιν, ἐκεῖνο τὸ γλυκὺ καὶ σωτήριον στόμα εἶπεν· Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλὰ οἱ κακῶς ἔχοντες. οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν. τίς οὖν ἐστί σοι πρόφασις, ἤ τινι ἄλλῳ, ταῦτα αὐτοῦ βοῶντος; βούλεται Κύριος καθαρίσαι σε ἀπὸ τοῦ πόνου τῆς πληγῆς, καὶ δεῖξαί σοι φῶς ἀπὸ σκότους. σὲ ζητεῖ ὁ ποιμὴν ὁ καλός, ὁ καταλιπὼν τὰ μὴ πεπλανημένα. ἐὰν ἐπιδῷς σεαυτήν, οὐκ ὀκνήσει, οὐδʼ ἀπαξιώσει σε ὁ φιλάνθρωπος ἐπὶ τῶν ὤμων βαστάσαι τῶν ἰδίων, χαίρων ὅτι εὗρεν αὐτοῦ τὸ πρόβατον τὸ ἀπολωλός. Ἕστηκεν ὁ Πατὴρ καὶ ἀναμένει τὴν σὴν ἀπὸ τῆς πλάνης ἐπάνοδον. μόνον ἀνάλυσον, καὶ ἔτι σου μακρὰν οὔσης προσδραμὼν ἐπιπεσεῖται ἐπὶ τὸν τράχηλόν σου, καὶ φιλικοῖς ἀσπασμοῖς περιπτύξεται τὴν ὑπὸ τῆς μετανοίας ἤδη κεκαθαρμένην. καὶ στολὴν ἐνδύσει, τὴν πρώτην, ψυχὴν ἀπεκδυσαμένην τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς αὐτοῦ πράξεσι· καὶ περιθήσει δακτύλιον χερσὶν ἀποπλυναμέναις τοῦ θανάτου τὸ αἷμα, καὶ ὑποδήσει πόδας ἀποστρέψαντας ἀπὸ ὁδοῦ κακῆς πρὸς τὸν δρόμον τοῦ εὐαγγελίου τῆς εἰρήνης. καὶ εὐφροσύνης καὶ χαρᾶς ἡμέραν καταγγελεῖ τοῖς ἰδίοις καὶ ἀγγέλοις καὶ ἀνθρώποις. καὶ παντὶ τρόπῳ τὴν σὴν ἑορτάσει σωτηρίαν. Ἀμὴν γὰρ λέγω, φησίν, ὑμῖν, ὅτι χαρὰ γίνεται ἐν οὐρανῷ ἐνώπιον τοῦ Θεοῦ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι. κἂν ἐγκαλέσῃ τις τῶν ἑστάναι δοκούντων, ὅτι ταχὺ προσελήφθης, αὐτὸς ὁ ἀγαθὸς Πατὴρ ὑπὲρ σοῦ ἀπολογήσεται λέγων, Εὐφρανθῆναι δεῖ καὶ χαρῆναι, ὅτι αὕτη ἡ θυγάτηρ μου νεκρὰ ἦν καὶ ἀνέζησε, καὶ ἀπολωλυῖα καὶ εὑρέθη.
Τίς δώσει μοι πτέρυγας ὡσεὶ περιστερᾶς, ἢ πῶς ἀνακαινισθῇ μου τὸ γῆρας, ὥστε με δυνηθῆναι διαβῆναι πρὸς τὴν ὑμετέραν ἀγάπην, καὶ τόν τε πόθον ὃν ἔχω ἐφʼ ὑμῖν ἀναπαῦσαι καὶ τὰ λυπηρὰ τῆς ψυχῆς διηγήσασθαι, καὶ δι’ ὑμῶν εὑρέσθαι τινὰ παραμυθίαν τῶν θλίψεων; ἐπὶ γὰρ τῇ κοιμήσει τοῦ μακαρίου Εὐσεβίου τοῦ ἐπισκόπου φόβος ἡμᾶς κατέλαβεν οὐ μικρός, μή ποτε οἵ ποτε ἐφεδρεύοντες τῇ ἐκκλησίᾳ τῆς μητροπόλεως ἡμῶν καὶ βουλόμενοι αὐτὴν αἱρετικῶν ζιζανίων πληρῶσαι, καιροῦ νῦν λαβόμενοι, τὴν πολλῷ καμάτῳ κατασπαρεῖσαν ἐν ταῖς ψυχαῖς τῶν ἀνθρώπων εὐσέβειαν ταῖς παρʼ ἑαυτῶν πονηραῖς διδασκαλίαις ἐκριζώσωσι, καὶ ταύτης τὴν ἑνότητα κατατέμωσιν, ὅπερ καὶ ἐπὶ πολλῶν ἐκκλησίων πεποιήκασιν. ἐπειδὴ δὲ καὶ γράμματα πρὸς ἡμᾶς ἀφίκετο τοῦ κλήρου, παρακαλοῦντα μὴ παροφθῆναι ἐν καιρῷ τοιούτῳ, περιβλεψάμενος ἐν κύκλῳ ἐμνήσθην τῆς ὑμετέρας ἀγάπης, καὶ τῆς ὀρθῆς πίστεως, καὶ τοῦ ζήλου ὃν ἔχετε ἀεὶ ὑπὲρ τῶν ἐκκλησίων τοῦ Θεοῦ. Καὶ τούτου ἕνεκεν ἀπέστειλα τὸν ἀγαπητὸν Εὐστάθιον τὸν συνδιάκονον, παρακαλέσαι ὑμῶν τὴν σεμνοπρέπειαν καὶ δυσωπῆσαι πᾶσι τοῖς ὑπὲρ τῶν ἐκκλησίων καμάτοις καὶ τὸν παρόντα ἐπιθεῖναι, κἀμοῦ τε τὸ γῆρας τῇ συντυχίᾳ ἀναπαῦσαι, καὶ τῇ ὀρθῇ ἐκκλησίᾳ τὴν περιβόητον εὐσέβειαν διορθώσασθαι, δόντας αὐτῇ μεθʼ ἡμῶν (εἰ ἄρα καταξιωθείημεν συναντιλαβέσθαι ὑμῖν τοῦ ἀγαθοῦ ἔργου) ποιμένα κατὰ τὸ βούλημα τοῦ Κυρίου, δυνάμενον διευθῦναι τὸν λαὸν αὐτοῦ. ἔχομεν γὰρ πρὸ ὀφθαλμῶν ἄνδρα ὃν οὐδὲ αὐτοὶ ἀγνοεῖτε· οὗ εἰ καταξιωθείημεν ἐπιτυχεῖν, οἶδα ὅτι μεγάλην παῤῥησίαν πρὸς τὸν Θεὸν κτησόμεθα, καὶ τῷ ἐπικαλεσαμένῳ ἡμᾶς λαῷ μεγίστην εὐεργεσίαν καταθησόμεθα. ἀλλὰ παρακαλῶ καὶ πάλιν καὶ πολλάκις, πάντα ὄκνον ὑπερθεμένους ἀπαντῆσαι καὶ προλαβεῖν τὰ ἐκ τοῦ χειμῶνος δυσχερῆ.
Μόλις ἡμῖν ὑπῆρξεν ἐπιτυχεῖν διακόνου γραμμάτων πρὸς τὴν σὴν θεοσέβειαν, ἐπεὶ οἵ γε παρʼ ἡμῖν οὕτω κατέπτηξαν τὸν χειμῶνα, ὡς μηδὲ τὸ μικρότατον προκύπτειν τῶν δωματίων ἀνέχεσθαι. καὶ γὰρ τοσούτῳ πλήθει χιόνων κατενίφημεν, ὡς αὐτοῖς οἴκοις καταχωσθέντας δύο μῆνας ἤδη ταῖς καταδύσεσιν ἐμφωλεύειν. συγγνώσῃ οὖν πάντως ἡμῖν, τό τε ἄτολμον τῶν Καππαδοκικῶν ἠθῶν καὶ τὸ τῶν σωμάτων δυσκίνητον ἐπιστάμενος, εἰ μὴ θᾶττον ἐπεστείλαμεν, μηδʼ εἰς γνῶσιν ἠγάγομεν τῇ τιμιότητί σου τὰ ἀπὸ τῆς Ἀντιοχείας, ἃ πάντως μὲν γνωρίζειν σοι ἕωλόν ἐστι καὶ ψυχρόν, πάλαι μεμαθηκότι, ὡς τὸ εἰκός. πλὴν ἀλλʼ οὐδὲν ἡγούμενοι πρᾶγμα καὶ τὰ ἐγνωσμένα σημαίνειν, ἀπεστείλαμεν τὰς διὰ τοῦ ἀναγνώστου κομισθείσας ἐπιστολάς. καὶ ταῦτα μὲν εἰς τοσοῦτον. Ἡ δὲ Κωνσταντινούπολις ἔχει τὸν Δημόφιλον πολὺν ἤδη χρόνον, ὡς καὶ αὐτοὶ οὗτοι ἀπαγγελοῦσι καὶ προκεκήρυκται πάντως τῇ ὁσιότητί σου. καί τι περὶ αὐτὸν πλάσμα ὀρθότητος καὶ εὐλαβείας παρὰ πάντων συμφώνως τῶν ἀφικνουμένων θρυλλεῖται, ὡς καὶ τὰ διεστῶτα τῆς πόλεως μέρη εἰς ταὐτὸν συνελθεῖν, καὶ τῶν πλησιοχώρων τινὰς ἐπισκόπων τὴν ἕνωσιν καταδέξασθαι. οἱ δὲ ἡμέτεροι οὐδὲν ἀμείνους ἐφάνησαν τῶν ἐλπίδων· ἐπιστάντες γὰρ εὐθὺς κατὰ πόδας τῆς ὑμετέρας ἐξόδου, πολλὰ μὲν εἶπον λυπηρά, πολλὰ δὲ ἐποίησαν, καὶ τέλος ἀνεχώρησαν, βεβαιώσαντες ἡμῖν τὸ σχίσμα. εἰ μὲν οὖν τι γενήσεται βέλτιον, καὶ εἰ παύσονται τῆς κακίας, ἄδηλον παντὶ πλὴν ἢ τῷ Θεῷ. τὰ μὲν οὖν παρόντα τοιαῦτα. Ἡ δὲ λοιπὴ ἐκκλησία εὐσταθεῖ τῇ τοῦ Θεοῦ χάριτι, καὶ εὔχεται ὁμοῦ τῷ ἦρι ἰδεῖν σε πάλιν ἐπὶ τῆς ἡμετέρας, καὶ ἀνανεωθῆναι διὰ τῆς ἀγαθῆς σου διδασκαλίας. κἀμοὶ δὲ τὸ σῶμα οὐδὲν ἄμεινον τῆς συνηθείας ἔχει.
Ηὐχαρίστησα τῷ ἁγίῳ Θεῷ, γράμμασιν ἐντυχὼν τῆς εὐλαβείας ὑμῶν, καὶ εὔχομαι αὐτός τε τῆς ἐλπίδος, ἣν ἔχετε ἐφʼ ἡμῖν, ἄξιος εἶναι, καὶ ὑμᾶς τὸν ἐπὶ τῇ τιμῇ ἡμῶν, ἣν ἐπὶ τῷ ὀνόματι τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ τιμᾶτε ἡμᾶς, μισθὸν τέλειον κομίσασθαι. ὑπερήσθημεν δέ, ὅτι καὶ μέριμναν πρέπουσαν Χριστιανῷ ἀναλαβόντες, εἰς δόξαν τοῦ ὀνόματος τοῦ Χριστοῦ οἶκον ἠγείρατε, καὶ ἠγαπήσατε τῷ ὄντι, κατὰ τὸ γεγραμμένον, Εὑπρέπειαν οίκου Κυρίου, εὐτρεπίσαντες ἑαυτοῖς τὴν οὐράνιον μονὴν τὴν ἡτοιμασμένην ἐν τῇ ἀναπαύσει τοῖς ἀγαπῶσι τὸ ὄνομα τοῦ Χριστοῦ. ἐὰν δὲ δυνηθῶμεν περινοῆσαι λείψανα μαρτύρων, εὐχόμεθα καὶ αὐτοὶ συμβαλέσθαι ὑμῶν τῇ σπουδῇ. εἰ γὰρ εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος, κοινωνοὶ ἐσόμεθα, δηλονότι, τῆς ἀγαθῆς μνήμης τῆς δοθησομένης ὑμῖν παρὰ τοῦ ἁγίου.
Καὶ τίνι ἄλλῳ ἔπρεπε καὶ δειλοῖς θάρσος ἐμποιεῖν καὶ καθεύδοντας διυπνίζειν ἢ τῇ σῇ τοῦ ἡμετέρου Δεσπότου θεοσεβείᾳ, ὃς τὴν ἐν πᾶσι σεαυτοῦ τελειότητα καὶ ἐν τούτῳ ἐγνώρισας, τῷ καταδέξασθαι καὶ ἡμῖν τοῖς ταπεινοῖς συγκαταβῆναι, ὡς ἀληθινὸς μαθητὴς τοῦ εἰπόντος ὅτι Ἐκεῖ εἰμὶ ἐν μέσῳ ὑμῶν, οὐχ ὡς ὁ ἀνακείμενος, ἀλλʼ Ὡς ὁ διακονῶν; κατηξίωσας γὰρ καὶ αὐτὸς διακονῆσαι ἡμῖν τὴν σὴν πνευματικὴν εὐφροσύνην, καὶ τοῖς τιμίοις ἑαυτοῦ γράμμασιν ἀναλαβεῖν ἡμῶν τὰς ψυχάς, καὶ ὥσπερ παίδων νηπιότητα τῷ ἑαυτοῦ μεγέθει προσαγκαλίσασθαι. Εὔχου οὖν (δεόμεθά σου τῆς ἀγαθῆς ψυχῆς) ἀξίους ἡμᾶς εἶναι καὶ ὑποδέχεσθαι τὰς παρὰ τῶν μεγάλων ὑμῶν ὠφελείας, καὶ λαμβάνειν στόμα καὶ σοφίαν εἰς τὸ τολμᾷν ἀντιφθέγγεσθαι ὑμῖν, τοῖς ὑπὸ τοῦ ἁγίου Πνεύματος ἀγομένοις, οὗ φίλον σε εἶναι καὶ δοξαστῆρα ἀληθινὸν ἀκούοντες, μεγάλην ἐπὶ τῇ στεῤῥᾷ σου καὶ ἀκλινεῖ περὶ τὸν Θεὸν ἀγάπῃ τὴν χάριν ὁμολογοῦμεν· εὐχόμενοι μετὰ τῶν ἀληθινῶν προσκυνητῶν εὑρεθῆναι ἡμῶν τὸ μέρος, ἐν οἷς πεπείσμεθα εἶναι καὶ τὴν σὴν τελειότητα, καὶ τοῦ μεγάλου καὶ ἀληθινοῦ ἐπισκόπου τοῦ πᾶσαν τὴν οἰκουμένην τοῦ ἰδίου πληρώσαντος θαύματος, τοῦ Κυρίου δεόμεθα.
Πῶς μου οἴει τὴν ψυχὴν ὠδύνησεν ἡ ἀκοὴ τῆς συκοφαντίας ἐκείνης, ἣν κατέχεόν μού τινες τῶν μὴ φοβουμένων τὸν κριτήν, ὃς ἀπολεῖ πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος; ὥστε πᾶσαν τὴν νύκτα ἐπὶ τοῖς ῥήμασι τῆς ἀγάπης σου, ὀλίγου δεῖν, ἄϋπνος διαμεῖναι· οὕτω μέσης ἥψατό μου τῆς καρδίας ἡ λύπη. ὄντως γάρ, κατὰ τὸν Σολομῶντα, Συκοφαντία ἄνδρα ταπεινοῖ· καὶ οὐδεὶς οὕτως ἀνάλγητος, ὡς μὴ παθεῖν τὴν ψυχὴν καὶ κατακαμφθῆναι εἰς γῆν, στόμασιν πρὸς ψευδολογίαν εὐκόλοις παραπεσών. ἀλλὰ γὰρ ἀνάγκη πάντα στέγειν, πάντα ὑπομένειν, τὴν ὑπὲρ ἑαυτῶν ἐκδίκησιν ἐπιτρέψαντες τῷ Κυρίῳ, ὃς οὐ περιόψεται ἡμᾶς· διότι Ὁ συκοφαντῶν πένητα παροξύνει τὸν ποιήσαντα αὐτόν. οἱ μέντοι τὸ καινὸν τοῦτο δρᾶμα τῆς καθʼ ἡμῶν βλασφημίας συνθέντες ἐοίκασι παντελῶς ἀπιστεῖν τῷ Κυρίῳ, ὃς καὶ περὶ ἀργοῦ ῥήματος δώσειν ἡμᾶς λόγον ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως ἀπεφήνατο. Ἐγὼ δέ, εἶπέ μοι, τὸν μακαριώτατον Διάνιον ἀνεθεμάτισα; τοῦτο γὰρ ἡμῶν κατήγγειλαν. ποῦ ἢ πότε; τίνων παρόντων; ἐπὶ ποίᾳ προφάσει; ψιλοῖς ῥήμασιν ἢ ἐγγράφοις; ἑτέροις ἀκολουθῶν, ἢ αὐτὸς κατάρχων καὶ αὐθεντῶν τοῦ τολμήματος; ὢ τῆς ἀναιδείας τῶν πάντα φθεγγομένων ῥᾳδίως· ὢ τῆς καταφρονήσεως τῶν τοῦ Θεοῦ κριμάτων· πλὴν εἰ μὴ ἄρα τῷ πλάσματι αὐτῶν καὶ τοῦτο προστραγῳδήσουσιν, ὅτι ἐγενόμην καὶ ἔκφρων ποτέ, ὥστε ἀγνοεῖν αὐτὸς τὰ ἑαυτοῦ ῥήματα. ἐπὶ γὰρ τῶν λογισμῶν ὑπάρχων τῶν ἐμαυτοῦ, οὐδὲν οἶδα ποιήσας τοιοῦτον, οὐδὲ προελόμενος τὴν ἀρχήν. ἀλλʼ ἐκεῖνο μᾶλλον ἐμαυτῷ συνεπίσταμαι, ὅτι ἐκ πρώτης ἡλικίας συνετράφην τῷ περὶ αὐτὸν φίλτρῳ, καὶ ἀπέβλεπον πρὸς τὸν ἄνδρα ὡς μὲν γεραρὸς ἰδεῖν, ὡς δὲ μεγαλοπρεπής, ὅσον δὲ ἔχων τὸ ἱεροπρεπὲς ἐν τῷ εἴδει. ἐπεὶ δέ μοι λοιπὸν καὶ ὁ λόγος παρῆν, τότε δὴ καὶ ἀπὸ τῶν τῆς ψυχῆς ἀγαθῶν αὐτὸν ἐπεγίνωσκον· καὶ ἔχαιρον αὐτοῦ τῇ συνουσίᾳ, τὸ ἁπλοῦν καὶ γενναῖον καὶ ἐλευθέριον τῶν τρόπων καταμανθάνων, καὶ ὅσα ἄλλα τοῦ ἀνδρὸς ἴδια, ἡ τῆς ψυχῆς ἡμερότης, τὸ μεγαλοφυές τε ὁμοῦ καὶ πρᾶον, τὸ εὐπρεπές, τὸ ἀόργητον, τὸ φαιδρὸν καὶ εὐπρόσιτον τῇ σεμνότητι κεκραμένον. ὥστε αὐτὸν ἐναρίθμιον εἶχον τοῖς περιφανεστάτοις κατʼ ἀρετήν. Περὶ μέντοι τὰ τελευταῖα τοῦ βίου (οὐ γὰρ ἀποκρύψομαι τἀληθές̓ ἐλυπήθην ἐπʼ αὐτῷ λύπην οὐκ ἀνεκτὴν μετὰ πολλῶν τῶν ἐν τῇ πατρίδι φοβουμένων τὸν Κύριον, ἐπὶ τῇ ὑπογραφῇ τῆς πίστεως τῆς ὑπὸ τῶν περὶ Γεώργιον ἀπὸ τῆς Κωνσταντινουπόλεως κομισθείσης. εἶτα, οἷος ἐκεῖνος πραότητι τρόπου καὶ ἐπιεικείᾳ πάντας πληροφορεῖν ἐν σπλάγχνοις πατρικοῖς ἀνεχόμενος, ἤδη καταπεσὼν εἰς τὴν ἀῤῥωστίαν, ὑφʼ ἧς καὶ μετῆλθεν ἀπὸ τοῦ βίου, προσκαλεσάμενος ἡμᾶς ἔφη· ὑπὸ μάρτυρι τῷ Κυρίῳ ἐν ἁπλότητι καρδίας συντεθεῖσθαι μὲν τῷ ἀπὸ τῆς Κωνσταντινουπόλεως γραμματείῳ, μηδὲν δὲ ἐπʼ ἀθετήσει τῆς κατὰ Νικαίαν ὑπὸ τῶν ἁγίων πατέρων ἐκτεθείσης πίστεως προελέσθαι, μηδὲ ἄλλως ἔχειν ἐν τῇ καρδίᾳ ἢ ὡς παρέλαβεν ἐξ ἀρχῆς· ἀλλὰ καὶ εὔχεσθαι μὴ χωρισθῆναι τῆς μερίδος τῶν μακαρίων ἐκείνων ἐπισκόπων τῶν τριακοσίων δεκαοκτώ, τῶν τὸ εὐσεβὲς κήρυγμα διαγγειλάντων τῇ οἰκουμένῃ· ὥστε ἡμᾶς, ἐπὶ τῇ πληροφορίᾳ ταύτῃ, λύσαντας πᾶσαν τῶν καρδιῶν τὴν διάκρισιν, ὡς καὶ αὐτὸς ἐπίστασαι, προσελθεῖν τῇ κοινωνίᾳ, καὶ λυπουμένους παύσασθαι. Τὰ μὲν οὖν ἡμέτερα πρὸς τὸν ἄνδρα τοιαῦτα. εἰ δέ τις λέγοι τινὰ βλασφημίαν ἀθέμιτον εἰς αὐτὸν ἡμῖν συνεγνωκέναι, μὴ κατὰ γωνίαν θρυλλείτω δουλοπρεπῶς, ἀλλʼ εἰς τὸ φανερὸν ἀντικαταστὰς διελεγχέτω μετὰ παῤῥησίας.
Ὅσον ἠνίασεν ἡμᾶς πρότερον φήμη λυπηρὰ τὰς ἀκοὰς ἡμῶν περιηχήσασα, τοσοῦτον εὔφρανεν ἡμᾶς ὁ θεοφιλέστατος ἐπίσκοπος ὁ ἀδελφὸς ἡμῶν Βοσπόριος, τὰ χρηστότερα περὶ τῆς εὐλαβείας ὑμῶν διηγησάμενος. ἔφη γάρ, τῇ τοῦ Θεοῦ χάριτι, πάντα ἐκεῖνα τὰ θρυλληθέντα ἀνθρώπων εἶναι κατασκευάσματα οὐκ ἀκριβῶς τὴν καθʼ ὑμᾶς ἐπισταμένων ἀλήθειαν. προσετίθει δὲ ὅτι καὶ διαβολὰς εὗρε παρʼ ὑμῖν καθʼ ἡμῶν ἀνοσίας, καὶ τοιαύτας οἵας ἂν εἴποιεν οἱ μὴ ἐκδεχόμενοι καὶ περὶ ἀργοῦ ῥήματος δώσειν λόγον τῷ κριτῇ ἐν ἡμέρᾳ τῆς ἀνταποδόσεως αὐτοῦ τῇ δικαίᾳ. ὥστε ηὐχαρίστησα τῷ Κυρίῳ αὐτός τε ἰαθεὶς τὴν ἐφʼ ὑμῖν βλάβην, ἥν, ὡς ἔοικεν, ἐκ συκοφαντίας ἀνθρώπων ἤμην παραδεξάμενος, ὑμᾶς τε ἀκούσας ἀποτεθεῖσθαι τὰς ψευδεῖς περὶ ἡμῶν ὑπολήψεις, ἐξ ὧν ἠκούσατε τοῦ ἀδελφοῦ ἡμῶν διαβεβαιωσαμένου. Ὃς ἐν οἷς τὸ καθʼ ἑαυτὸν ὑμῖν παρέστησε, συναπέδειξε πάντως καὶ τὸ ἡμέτερον. ἓν γὰρ ἐν ἀμφοτέροις ἡμῖν τὸ τῆς πίστεως φρόνημα, ἐπειδὴ καὶ τῶν αὐτῶν πατέρων κληρονόμοι τῶν κατὰ τὴν Νικαίαν ποτὲ τὸ μέγα τῆς εὐσεβείας ἐξαγγειλάντων κήρυγμα· οὗ τὰ μὲν ἄλλα παντάπασίν ἐστιν ἀσυκοφάντητα, τὴν δὲ τοῦ ὁμοουσίου φωνήν, κακῶς παρά τινων ἐκληφθεῖσαν, εἰσί τινες οἱ μήπω παραδεξάμενοι· οὓς καὶ μέμψαιτο ἄν τις δικαίως, καὶ πάλιν μέντοι συγγνώμης αὐτοὺς ἀξιώσειεν. τὸ μὲν γὰρ πατράσι μὴ ἀκολουθεῖν καὶ τὴν ἐκείνων φωνὴν κυριωτέραν τίθεσθαι τῆς ἑαυτῶν γνώμης, ἐγκλήματος ἄξιον ὡς αὐθαδείας γέμον, τὸ δὲ πάλιν ὑφʼ ἑτέρων διαβληθεῖσαν αὐτὴν ὕποπτον ἔχειν, τοῦτό πως δοκεῖ τοῦ ἐγκλήματος αὐτοὺς μετρίως ἐλευθεροῦν. καὶ γὰρ τῷ ὄντι οἱ ἐπὶ Παύλῳ τῷ Σαμοσατεῖ συνελθόντες διέβαλον τὴν λέξιν ὡς οὐκ εὔσημον. ἔφασαν γὰρ ἐκεῖνοι τὴν τοῦ ὁμοουσίου φωνὴν παριστᾷν ἔννοιαν οὐσίας τε καὶ τῶν ἀπʼ αὐτῆς, ὥστε καταμερισθεῖσαν τὴν οὐσίαν παρέχειν τοῦ ὁμοουσίου τὴν προσηγορίαν τοῖς εἰς ἃ διῃρέθη. τοῦτο δὲ ἐπὶ χαλκοῦ μὲν καὶ τῶν ἀπʼ αὐτοῦ νομισμάτων ἔχει τινὰ λόγον τὸ διανόημα· ἐπὶ δὲ Θεοῦ Πατρὸς καὶ Θεοῦ Υἱοῦ οὐκ οὐσία πρεσβυτέρα οὐδʼ ὑπερκειμένη ἀμφοῖν θεωρεῖται· ἀσεβείας γὰρ ἐπέκεινα τοῦτο καὶ νοῆσαι καὶ φθέγξασθαι. τί γὰρ ἂν γένοιτο τοῦ ἀγεννήτου πρεσβύτερον; ἀναιρεῖται δὲ ἐκ τῆς βλασφημίας ταύτης καὶ ἡ εἰς τὸν Πατέρα καὶ Υἱὸν πίστις· ἀδελφὰ γὰρ ἀλλήλοις τὰ ἐξ ἑνὸς ὑφεστῶτα. Καὶ ἐπειδὴ ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι παρῆχθαι τὸν Υἱὸν ἔτι τότε ἦσαν οἱ λέγοντες, ἵνα καὶ ταύτην ἐκτέμωσι τὴν ἀσέβειαν τὸ ὁμοούσιον προσειρήκασιν. ἄχρονος γὰρ καὶ ἀδιάστατος ἡ τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα συνάφεια. δηλοῖ δὲ καὶ τὰ προλαβόντα ῥήματα ταύτην εἶναι τῶν ἀνδρῶν τὴν διάνοιαν. εἰπόντες γὰρ φῶς ἐκ φωτός, καὶ ἐκ τῆς οὐσίας τοῦ Πατρὸς τὸν Υἱὸν γεγενῆσθαι, οὐχὶ δὲ πεποιῆσθαι, ἐπήγαγον τούτοις τὸ ὁμοούσιον, παραδεικνύντες ὅτι ὅνπερ ἄν τις ἀποδῷ φωτὸς λόγον ἐπὶ Πατρός, οὗτος ἁρμόσει καὶ ἐπὶ Υἱοῦ. φῶς γὰρ ἀληθινὸν πρὸς φῶς ἀληθινόν, κατʼ αὐτὴν τοῦ φωτὸς τὴν ἔννοιαν, οὐδεμίαν ἕξει παραλλαγήν. ἐπεὶ οὖν ἐστιν ἄναρχον φῶς ὁ Πατήρ, γεννητὸν δὲ φῶς ὁ Υἱός, φῶς δὲ καὶ φῶς ἑκάτερος, ὁμοούσιον εἶπαν δικαίως, ἵνα τὸ τῆς φύσεως ὁμότιμον παραστήσωσιν. οὐ γὰρ τὰ ἀδελφὰ ἀλλήλοις ὁμοούσια λέγεται, ὅπερ τινὲς ὑπειλήφασιν· ἀλλʼ ὅταν καὶ τὸ αἴτιον καὶ τὸ ἐκ τοῦ αἰτίου τὴν ὕπαρξιν ἔχον τῆς αὐτῆς ὑπάρχῃ φύσεως, ὁμοούσια λέγεται. Αὕτη δὲ ἡ φωνὴ καὶ τὸ τοῦ Σαβελλίου κακὸν ἐπανορθοῦται· ἀναιρεῖ γὰρ τὴν ταυτότητα τῆς ὑποστάσεως καὶ εἰσάγει τελείαν τῶν προσώπων τὴν ἔννοιαν. οὐ γὰρ αὐτὸ τί ἐστιν ἑαυτῷ ὁμοούσιον, ἀλλʼ ἕτερον ἑτέρῳ· ὥστε καλῶς ἔχει καὶ εὐσεβῶς, τῶν τε ὑποστάσεων τὴν ἰδιότητα διορίζουσα καὶ τῆς φύσεως τὸ ἀπαράλλακτον παριστῶσα. Ὅταν δὲ ἐκ τῆς οὐσίας τοῦ Πατρὸς τὸν Υἱὸν εἶναι διδασκώμεθα, καὶ γεννηθέντα, ἀλλʼ οὐχὶ ποιηθέντα, μὴ καταπίπτωμεν ἐπὶ τὰς σωματικὰς τῶν παθῶν ἐννοίας. οὐ γὰρ ἐμερίσθη ἡ οὐσία ἀπὸ Πατρὸς εἰς Υἱόν, οὐδὲ ῥυεῖσα ἐγέννησεν, οὐδὲ προβαλοῦσα, ὡς τὰ φυτὰ τοὺς καρπούς, ἀλλʼ ἄῤῥητος καὶ ἀνεπινόητος λογισμοῖς ἀνθρώπων τῆς θείας γεννήσεως ὁ τρόπος. ταπεινῆς γὰρ τῷ ὄντι καὶ σαρκίνης ἐστὶ διανοίας, τοῖς φθαρτοῖς καὶ προσκαίροις ἀφομοιοῦν τὰ ἀίδια, καὶ οἴεσθαι ὅτι, ὡς τὰ σωματικά, οὕτω γεννᾷ καὶ ὁ Θεὸς ὁμοίως· δέον ἐκ τῶν ἐναντίων λαμβάνειν τὰς ἀφορμὰς πρὸς τὴν εὐσέβειαν, ὅτι, ἐπειδὴ τὰ θνητὰ οὕτως, ὁ ἀθάνατος οὐχ οὕτως. οὔτε οὖν ἀρνεῖσθαι δεῖ τὴν θείαν γέννησιν, οὔτε σωματικαῖς ἐννοίαις καταῤῥυποῦν ἑαυτοῦ τὴν διάνοιαν. Τὸ δὲ Πνεῦμα τὸ ἅγιον Πατρὶ μὲν καὶ Υἱῷ συναριθμεῖται, διότι καὶ ὑπὲρ τὴν κτίσιν ἐστί· τέτακται δὲ ὡς ἐν εὐαγγελίῳ δεδιδάγμεθα παρὰ τοῦ Κυρίου εἰπόντος· Πορευθέντες βαπτίζετε εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. ὁ δὲ προτιθεὶς Υἱοῦ, ἢ πρεσβύτερον λέγων Πατρός, οὗτος ἀνθίσταται μὲν τῇ τοῦ Θεοῦ διαταγῇ, ἀλλότριος δὲ τῆς ὑγιαινούσης πίστεως, μὴ ὃν παρέλαβε τρόπον δοξολογίας φυλάττων, ἀλλʼ ἑαυτῷ καινοφωνίαν εἰς ἀρέσκειαν ἀνθρώπων ἐπινοῶν. εἰ γὰρ ἀνώτερον Θεοῦ, οὐκ ἐκ τοῦ Θεοῦ. γέγραπται γάρ· Τὸ δὲ Πνεῦμα ἐκ τοῦ Θεοῦ. εἰ δὲ ἐκ τοῦ Θεοῦ, πῶς πρεσβύτερόν ἐστι τοῦ ἐξ οὗ ἐστί; τίς δὲ καὶ ἡ παράνοια, ἑνὸς ὄντος τοῦ ἀγεννήτου, ἄλλο τι λέγειν τοῦ ἀγεννήτου ἀνώτερον; ἀλλʼ οὐδὲ τοῦ Μονογενοῦς πρότερον· οὐδὲν γὰρ μέσον Υἱοῦ καὶ Πατρός. εἰ δὲ μή ἐστιν ἐκ Θεοῦ, διὰ Χριστοῦ δέ ἐστιν, οὐδέ ἐστι τὸ παράπαν. ὥστε ἡ περὶ τὴν τάξιν καινοτομία αὐτῆς τῆς ὑπάρξεως ἀθέτησιν ἔχει, καὶ ὅλης τῆς πίστεώς ἐστιν ἄρνησις. ὁμοίως οὖν ἐστιν ἀσεβὲς καὶ ἐπὶ τὴν κτίσιν καταγαγεῖν καὶ ὑπερτιθέναι αὐτὸ ἢ Υἱοῦ ἢ Πατρός, ἢ κατὰ τὸν χρόνον ἢ κατὰ τὴν τάξιν. Ἃ μὲν οὖν ἤκουσα ἐπιζητεῖσθαι παρὰ τῆς εὐλαβείας ὑμῶν, ταῦτά ἐστιν· ἐὰν δὲ δῷ ὁ Κύριος καὶ εἰς ταὐτὸν ἡμᾶς ἀλλήλοις γενέσθαι, τάχα ἄν τι καὶ περὶ τούτων πλέον εἴποιμεν, καὶ αὐτοὶ δʼ ἂν περὶ ὧν ἐπιζητοῦμεν εὕροιμέν τινα παρʼ ὑμῶν πληροφορίαν.
Τὸ τοῦ πράγματος ἄτοπον περὶ οὗ γράφω, διότι μὲν ὅλως ὑπωπτεύθη καὶ ἐλαλήθη, ὀδύνης ἐπλήρωσέ μου τὴν ψυχήν· τέως δὲ ἐφάνη μοι ἄπιστον. τὸ οὖν περὶ αὐτοῦ γράμμα ὁ μὲν συνεγνωκὼς ἑαυτῷ δεξάσθω ὡς ἴαμα, ὁ δὲ μὴ συνεγνωκὼς ὡς προφυλακτήριον, ὁ δὲ ἀδιάφορος, ὅπερ ἀπεύχομαι ἐφʼ ὑμῖν εὑρεθῆναι, ὡς διαμαρτυρίαν. Τί δέ ἐστιν ὃ λέγω; φασί τινας ὑμῶν παρὰ τῶν χειροτονουμένων λαμβάνειν χρήματα, ἐπισκιάζειν δὲ ὀνόματι εὐσεβείας. τοῦτο δὲ χεῖρόν ἐστιν. ἐὰν γάρ τις τὸ κακὸν ἐν προσχήματι τοῦ ἀγαθοῦ ποιῇ, διπλασίονος τιμωρίας ἐστὶν ἄξιος, διότι αὐτό τε τὸ οὐκ ἀγαθὸν ἐργάζεται, καὶ κέχρηται εἰς τὸ τελέσαι τὴν ἁμαρτίαν, ὡς ἂν εἴποι τις, τῷ καλῷ συνεργῷ. ταῦτα εἰ οὕτως ἔχει, τοῦ λοιποῦ μὴ γινέσθω, ἀλλὰ διορθωθήτω· ἐπεὶ ἀνάγκη λέγειν πρὸς τὸν δεχόμενον τὸ ἀργύριον, ὅπερ ἐῤῥήθη παρὰ τῶν ἀποστόλων πρὸς τὸν θέλοντα δοῦναι, ἵνα Πνεύματος ἁγίου μετουσίαν ὠνήσηται· Τὸ ἀργύριόν σου σύν σοι εἴη εἰς ἀπώλειαν. κουφότερος γὰρ ὁ δι’ ἀπειρίαν ὠνήσασθαι θέλων ἢ ὁ πιπράσκων τὴν τοῦ Θεοῦ δωρεάν. πρᾶσις γὰρ ἐγένετο, καὶ ὃ σὺ δωρεὰν ἔλαβες, ἐὰν πωλῇς, ὡσανεὶ πεπραμένος τῷ σατανᾷ, ἀφαιρεθήσῃ τοῦ χαρίσματος. καπηλείαν γὰρ ἐπεισάγεις τοῖς πνευματικοῖς, καὶ τῇ ἐκκλησίᾳ, ἔνθα πεπιστεύμεθα σῶμα καὶ αἷμα Χριστοῦ. ταῦτα οὕτω γίνεσθαι οὐ χρή. ὃ δέ ἐστι τέχνασμα, λέγω· νομίζουσι μὴ ἁμαρτάνειν τῷ μὴ προλαμβάνειν, ἀλλὰ μετὰ τὴν χειροτονίαν λαμβάνειν. λαβεῖν δὲ ἔστιν ὅτε δή ποτε τὸ λαβεῖν. Παρακαλῶ οὖν ταύτην τὴν πρόσοδον, μᾶλλον δὲ τὴν προσαγωγὴν τὴν ἐπὶ γέενναν, ἀπόθεσθε· καὶ μὴ τὰς χεῖρας μολύναντες τοιούτοις λήμμασιν, ἑαυτοὺς ἀναξίους ποιήσητε τοῦ ἐπιτελεῖν ἁγνὰ μυστήρια. σύγγνωτε δέ μοι πρῶτον μὲν ὡς ἀπιστήσας, εἶτα ὡς πεισθεὶς ἀπειλῶ. εἴ τις μετὰ ταύτην μου τὴν ἐπιστολὴν πράξειέ τι τοιοῦτον, τῶν μὲν ἐνταῦθα θυσιαστηρίων ἀναχωρήσει, ζητήσει δὲ ἔνθα τὴν τοῦ Θεοῦ δωρεὰν ἀγοράζων μεταπωλεῖν δύναται. ἡμεῖς γὰρ καὶ αἱ ἐκκλησίαι τοῦ Θεοῦ τοιαύτην συνήθειαν οὐκ ἔχομεν. Ἓν δὲ προσθεὶς παύσομαι. διὰ φιλαργυρίαν γίνεται ταῦτα, ἡ δὲ φιλαργυρία καὶ ῥίζα πάντων τῶν κακῶν ἐστι, καὶ ὀνομάζεται εἰδωλολατρεία. μὴ οὖν πρὸ τοῦ Χριστοῦ τιμήσητε τὰ εἴδωλα διὰ μικρὸν ἀργύριον· μηδὲ πάλιν τὸν Ἰούδαν μιμήσησθε, λήμματι παραδιδόντες δεύτερον τὸν ἅπαξ ὑπὲρ ἡμῶν σταυρωθέντα. ἐπεὶ καὶ τὰ χωρία καὶ αἱ χεῖρες τῶν τοὺς καρποὺς τούτων δεχομένων Ἀκελδαμὰ κληθήσονται.
Πάνυ με λυπεῖ, ὅτι ἐπιλελοίπασι λοιπὸν οἱ τῶν πατέρων κανόνες, καὶ πᾶσα ἀκρίβεια τῶν ἐκκλησιῶν ἀπελήλαται, καὶ φοβοῦμαι μὴ κατὰ μικρὸν τῆς ἀδιαφορίας ταύτης ὁδῷ προϊούσης εἰς παντελῆ σύγχυσιν ἔλθῃ τὰ τῆς Ἐκκλησίας πράγματα. τοὺς ὑπηρετοῦντας τῇ Ἐκκλησίᾳ ἡ πάλαι ταῖς τοῦ Θεοῦ ἐκκλησίαις ἐμπολιτευομένη συνήθεια μετὰ πάσης ἀκριβείας δοκιμάζουσα παρεδέχετο· καὶ ἐπολυπραγμονεῖτο πᾶσα αὐτῶν ἡ ἀναστροφή, εἰ μὴ λοίδοροί εἰσιν, εἰ μὴ μέθυσοι, εἰ μὴ πρόχειροι πρὸς τὰς μάχας, εἰ παιδαγωγοῦσιν ἑαυτῶν τὴν νεότητα, ὥστε κατορθοῦν δύνασθαι τὸν ἁγιασμόν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον. καὶ τοῦτο ἐξήταζον μὲν πρεσβύτεροι καὶ διάκονοι οἱ συνοικοῦντες αὐτοῖς, ἐπανέφερον δὲ τοῖς χωρεπισκόποις, οἳ τὰς παρὰ τῶν ἀληθινῶς μαρτυρούντων δεξάμενοι ψήφους, καὶ ὑπομνήσαντες τὸν ἐπίσκοπον, οὕτως ἐνηρίθμουν τὸν ὑπηρέτην τῷ τάγματι τῶν ἱερατικῶν. Νῦν δὲ πρῶτον μὲν ἡμᾶς παρωσάμενοι, καὶ μηδὲ ἐπαναφέρειν ἡμῖν καταδεχόμενοι, εἰς ἑαυτοὺς τὴν ὅλην περιεστήσατε αὐθεντίαν. ἔπειτα καταῤῥᾳθυμοῦντες τοῦ πράγματος, πρεσβυτέροις καὶ διακόνοις ἐπετρέψατε, οὓς ἂν ἐθέλωσιν ἀπὸ ἀνεξετάστου βίου, κατὰ προσπάθειαν, ἢ τὴν ἀπὸ συγγενείας, ἢ τὴν ἐξ ἄλλης τινὸς φιλίας, ἐπεισαγειν τῇ Ἐκκλησίᾳ τοὺς ἀναξίους. διὸ πολλοὶ μὲν ὑπηρέται ἀριθμοῦνται καθʼ ἑκάστην κώμην, ἄξιος δὲ λειτουργίας τοῦ θυσιαστηρίου οὐδὲ εἶς, ὡς ὑμεῖς αὐτοὶ μαρτυρεῖτε, ἀποροῦντες ἀνδρῶν ἐν ταῖς ψηφοφορίαις. Ἐπεὶ οὖν ὁρῶ τὸ πρᾶγμα λοιπὸν εἰς ἀνήκεστον προΐον, μάλιστα νῦν τῶν πλείστων, φόβῳ τῆς στρατολογίας, εἰσποιούντων ἑαυτοὺς τῇ ὑπηρεσίᾳ, ἀναγκαίως ἦλθον εἰς τὸ ἀνανεώσασθαι τοὺς τῶν πατέρων κανόνας· καὶ ἐπιστέλλω ὑμῖν ἀποστεῖλαί μοι τὴν ἀναγραφὴν ἑκάστης κώμης τῶν ὑπηρετούντων, καὶ ὑπὸ τίνος εἰσῆκται ἕκαστος, καὶ ἐν ποίῳ βίῳ ἐστίν. ἔχετε δὲ καὶ αὐτοὶ παρʼ ἑαυτοῖς τὴν ἀναγραφήν, ὥστε συγκρίνεσθαι τοῖς παρʼ ἡμῖν ἀποκειμένοις γράμμασι τὰ ὑμέτερα, καὶ μηδενὶ ἐξεῖναι ἑαυτὸν ὅτε βούλεται παρεγγράφειν. οὕτω μέντοι μετὰ τὴν πρώτην ἐπινέμησιν εἴ τινες ὑπὸ πρεσβυτέρων εἰσήχθησαν, ἐπὶ τοὺς λαϊκοὺς ἀποῤῥιφῶσιν. ἄνωθεν δὲ γένηται αὐ̣̣̔̓ παρʼ ὑμῶν ἐξέτασις, κἂν μὲν ἄξιοι ὦσι, τῇ ὑμετἕ̣̣̓ ψήφῳ παραδεχθήτωσαν. ἐπικαθαρίσατε τὴν Ἐκκλησίαν τοὺς ἀναξίους αὐτῆς ἀπελάσαντες. καὶ τοῦ λοιποῦ ἐξετάζετε μὲν τοὺς ἀξίους κἁ̣̣̓ παραδέχεσθε, μὴ ἀριθμεῖτε δὲ πρὶν εἰς ἡμ̣̣̔̓ ἐπανενεγκεῖν· ἢ γινώσκετε ὅτι λαϊκὸς ἔσται ὁ ἄνευ ἡμετέρας γνώμης εἰς ὑπηρεσίαν παραδεχθείς.
Ἐνέτυχόν σου τοῖς γράμμασι μετὰ πάσἡ̣̣̓ μακροθυμίας, καὶ ἐθαύμασα πῶς δυνάμενος ἡμῖν συντόμως καὶ εὐκόλως ἀπολογήσασθαι διὰ τῶν πραγμάτων, τοῖς μὲν κατηγορουμένοις ἐπιμένειν καταδέχῃ, λόγοις δὲ μακροῖς θεραπεύειν ἐπιχειρεῖς τὰ ἀνίατα. οὔτε πρῶτοι, οὔτε μόνοι, Παρηγόριε, ἐνομοθετήσαμεν γυναῖκας ἀνδράσι μὴ συνοικεῖν. ἀλλʼ ἀνάγνωθι τὸν ἐξενεχθέντα κανόνα παρὰ τῶν ἁγίων πατέρων ἡμῶν τῶν ἐν τῇ συνόδῳ Νικαίας, ὃς φανερῶς ἀπηγόρευσε συνεισακτοὺς μὴ εἶναι. ἀγαμία δὲ ἐν τούτῳ ἔχει τὸ σεμνόν, ἐν τῷ κεχωρίσθαι τῆς μετὰ γυναικὸς διαγωγῆς. ὡς ἐὰν ἐπαγγελλόμενός τις τῷ ὀνόματι, ἔργῳ τὰ τῶν γυναιξὶ συνοικούντων ποιῇ, δῆλός ἐστι τὸ μὲν τῆς παρθενίας σεμνὸν ἐν τῇ προσηγορίᾳ διώκων, τοῦ δὲ καθʼ ἡδονὴν ἀπρεποῦς μὴ ἀφιστάμενος. Τοσούτῳ οὖν μᾶλλον ἐχρῆν σε εὐκόλως εἶξαι ἡμῶν τῇ ἀξιώσει, ὅσῳπερ λέγεις ἐλεύθερος εἶναι παντὸς σωματικοῦ πάθους. οὔτε γὰρ τὸν ἑβδομηκονταετῆ γεγονότα πείθομαι ἐμπαθῶς συνοικεῖν γυναικί, οὔτε ὡς ἐπιγενομένῃ τινὶ ἀτόπῳ πράξει ὡρίσαμεν ἃ ὡρίσαμεν, ἀλλʼ ἐπειδὴ ἐδιδάχθημεν παρὰ τοῦ ἀποστόλου μὴ τιθέναι πρόσκομμα τῷ ἀδελφῷ ἢ σκάνδαλον. οἴδαμεν δὲ ὅτι τὸ παρά τινων ὑγιῶς γινόμενον, ἄλλοις ἀφορμὴ πρὸς ἁμαρτίαν ὑπάρχει. τούτου ἕνεκεν προσετάξαμεν ἑπόμενοι τῇ διαταγῇ τῶν ἁγίων πατέρων χωρισθῆναί σε τοῦ γυναίου. Τί οὖν ἐγκαλεῖς τῷ χωρεπισκόπῳ καὶ παλαιᾶς ἔχθρας μέμνησαι; τί χωρεπισκόπῳ, καὶ παλαιᾶς εὐκόλους ἀκοὰς ἔχοντας εἰς τὸ τὰς διαβολὰς προσίεσθαι; ἀλλʼ οὐχὶ σεαυτῷ μὴ ἀνεχομένῳ ἀποστῆναι τῆς πρὸς τὴν γυναῖκα συνηθείας; ἔκβαλλε τοίνυν αὐτὴν ἀπὸ τοῦ οἴκου σου, καὶ κατάστησον αὐτὴν ἐν μοναστηρίῳ. ἔστω ἐκείνη μετὰ παρθένων, καὶ σὺ ὑπηρετοῦ ὑπʼ ἀνδρῶν, ἵνα μὴ τὸ ὄνομα τοῦ Θεοῦ δι’ ὑμᾶς βλασφημῆται. ἕως δʼ ἂν ταῦτα ποιῇς, αἱ μυριάδες, ἅσπερ συγγράφεις διὰ τῶν ἐπιστολῶν, οὐδὲν ὠφελήσουσί σε, ἀλλὰ τελευτήσεις ἀργῶν, καὶ δώσεις τῷ Κυρίῳ λόγον τῆς σεαυτοῦ ἀργίας. ἐὰν δὲ τολμήσῃς, μὴ διορθωσάμενος σεαυτόν, ἀντέχεσθαι τῆς ἱερωσύνης, ἀνάθεμα ἔσῃ παντὶ τῷ λαῷ, καὶ οἱ δεχόμενοί σε ἐκκήρυκτοι κατὰ πᾶσαν Ἐκκλησίαν γενήσονται.
εἰμὶ μὲν φύσει εὔκολος πρὸς τὴν λήθην, ἐπεγένετο δέ μοι καὶ τὸ τῶν ἀσχολιῶν πλῆθος, ἐπιτεῖνον τὴν ἐκ φύσεως ἀῤῥωστίαν. ὥστε εἰ καὶ μὴ μέμνημαι δεξάμενος γράμματα τῆς εὐγενείας σου, πείθομαι ἐπεσταλκέναι σε ἡμῖν, οὐ γὰρ ἂν πάντως ψεῦδος εἰπεῖν σε. τοῦ δὲ μὴ ἀντιφθέγξασθαι οὐκ ἐγὼ αἴτιος, ἀλλʼ ὁ μὴ ἀπαιτήσας τὰς ἀποκρίσεις. νυνὶ δὲ ἥκει σοι τὰ γράμματα ταῦτα, ὑπέρ τε τῶν φθασάντων ἀπολογίαν πληροῦντα καὶ ἀρχὴν διδόντα προσηγορίας δευτέρας. ὥστε ἐπειδὰν ἐπιστέλλῃς ἡμῖν, μὴ ὡς ἄρξας δευτέρας περιόδου γραμμάτων διανοοῦ, ἀλλʼ ὡς ἀποπληρώσας ἐπὶ τοῖς παροῦσι τὰ ὀφειλόμενα. καὶ γὰρ εἰ καὶ ἀντίδοσις προαγόντων ἐστὶ τὰ ἡμέτερα, ἀλλὰ τῷ πλέον ἢ διπλάσιον ὑπερβάλλειν κατὰ τὸ μέτρον ἑκατέραν τὴν τάξιν ἀποπληρώσει. ὁρᾷς ὁποῖα σοφίζεσθαι ἡμᾶς ἡ ἀρία καταναγκάζει; Σὺ δὲ παῦσαι, ὦ ἄριστε, ἐπάγων ἐν μικροῖς ῥήμασι μεγάλας αἰτίας, οὐμενοῦν ἐχούσας ὑπερβολὴν εἰς κακίαν. λήθη γὰρ φίλων, καὶ ὑπεροψία ἐκ δυναστείας ἐγγινομένη, πάντα ἔχει ὁμοῦ τὰ δεινά. εἴτε γὰρ οὐκ ἀγαπῶμεν κατὰ τὴν ἐντολὴν τοῦ Κυρίου, οὐδὲ τὸν χαρακτῆρα ἐπικείμενον ἡμῖν ἔχομεν· εἴτε φρονήματος κενοῦ καὶ ἀλαζονείας ὑπεπλήσθημεν τυφωθέντες, ἐμπίπτομεν εἰς ἄφυκτον κρίμα τοῦ διαβόλου. ὥστε εἰ μὲν οὕτως ἔχων διανοίας περὶ ἡμῶν, τούτοις ἐχρήσω τοῖς ῥήμασιν, εὖξαι φυγεῖν ἡμᾶς τὴν πονηρίαν, ἣν ἐξεῦρες ἡμῶν ἐν τῷ τρόπῳ· εἰ δὲ συνηθείᾳ τινὶ ἀνεξετάστῳ ἐπὶ τῶν ῥημάτων ἦλθεν ἡ γλῶττα, ἑαυτοὺς παραμυθησόμεθα καὶ τὴν σὴν χρηστότητα τὰς ἐκ τῶν πραγμάτων μαρτυρίας προσθεῖναι παρακαλοῦμεν. ἐκεῖνο γὰρ εὖ ἴσθι, ὅτι ἡ παροῦσα φροντὶς ταπεινώσεως ἡμῖν γέγονεν ἀφορμή, ὥστε σοῦ τότε ἐπιλησόμεθα, ὅταν καὶ ἑαυτοὺς ἀγνοήσωμεν. μὴ τοίνυν ποτὲ τὰς ἀσχολίας σημεῖον τρόπου καὶ κακοηθείας ποιήσῃ.
Εἴ πως ἐγένετο φανερὸν τῇ θεοσεβείᾳ σου τῆς εὐφροσύνης τὸ μέγεθος, ἣν ἐμποιεῖς ἡμῖν ὁσάκις ἂν ἐπιστέλλῃς, οἶδα ὅτι οὐκ ἄν ποτε παραπεσοῦσαν γραμμάτων πρόφασιν ὑπερέβης· ἀλλὰ καὶ ἐπενόησας ἂν πολλὰς ἡμῖν ποιεῖν ἑκάστοτε τὰς ἐπιστολάς, γνωρίζων τὸν ἐπὶ τῇ ἀναπαύσει τῶν θλιβομένων παρὰ τοῦ φιλανθρώπου Δεσπότου μισθὸν ἀποκείμενον. πάντα γὰρ ὀδύνης τὰ τῇδε πεπλήρωται, καὶ μόνη ἡμῖν ἐστιν ἀποστροφὴ τῶν δεινῶν ἡ τῆς σῆς ὁσιότητος ἔννοια· ἣν ἐναργεστέραν ἡμῖν ἐμποιεῖ ἡ διὰ τῶν πάσης σοφίας καὶ χάριτος πεπληρωμένων γραμμάτων σου ὁμιλία. ὥστε ὅταν λάβωμεν εἰς χεῖρας τὴν ἐπιστολήν σου, πρῶτον μὲν τὸ μέτρον αὐτῆς ἐπισκοποῦμεν, καὶ τοσοῦτον αὐτὴν ἀγαπῶμεν, ὅσῳπερ ἂν περισσεύῃ τῷ πλήθει. ἔπειτα διεξίοντες, τῷ μὲν ἀεὶ προστυγχάνοντι τοῦ λόγου χαίρομεν, τῷ τέλει δὲ τῆς ἐπιστολῆς προσεγγίζοντες, δυσχεραίνομεν. οὕτω πᾶν ὅτιπερ ἂν εἴπῃς τοῖς γράμμασιν ἔνεστιν ἀγαθόν. ἀπὸ γὰρ ἀγαθῆς καρδίας ἀγαθόν ἐστι τὸ περισσεῦον. Εἰ δὲ καταξιωθείημεν ταῖς σαῖς προσευχαῖς, ἕως ἐσμὲν ἐπὶ γῆς, καὶ τῆς κατʼ ὀφθαλμοὺς συντυχίας, καὶ παρʼ αὐτῆς τῆς ζώσης φωνῆς λαβεῖν ὠφέλιμα διδάγματα, ἢ ἐφόδια πρός τε τὸν ἐνεστῶτα αἰῶνα καὶ τὸν μέλλοντα, τοῦτο ἂν μέγιστον τῶν ἀγαθῶν ἐκρίναμεν, καὶ προοίμιον τῆς παρὰ Θεοῦ εὐμενείας ἑαυτοῖς ἐτιθέμεθα. καὶ ἤδη γε τῆς ὁρμῆς εἰχόμεθα ταύτης, εἰ μὴ οἱ γνησιώτατοι καὶ τὰ πάντα φιλάδελφοι ἀδελφοὶ ἐπέσχον ἡμᾶς, ὧν ἵνα μὴ γράμμασι δημοσιεύσω τὴν προαίρεσιν, διηγησάμην τῷ ἀδελφῷ Θεοφράστῳ τῇ σῇ τελειότητι τὰ καθʼ ἕκαστον ἀπαγγεῖλαι.
Πῶς ἄν σοι διὰ γραμμάτων μαχεσθείην; πῶς δʼ ἂν ἀξίως σου καθαψαίμην τῆς περὶ πάντα χρηστότητος; τρίτον τίς, εἰπέ μοι, τοῖς αὐτοῖς περιπίπτει δικτύοις; τρίτον τίς τῇ αὐτῇ περιπίπτει πάγῃ; οὐδʼ ἂν τῶν ἀλόγων τι τοῦτο ῥᾳδίως πάθοι. μίαν μοι συμπλάσας ἐπιστολὴν ἐκόμισας, ὡς παρὰ τοῦ αἰδεσιμωτάτου ἐπισκόπου καὶ κοινοῦ θείου ἡμῶν, ἀπατῶν με οὐκ οἶδα ἀνθʼ ὅτου. ἐδεξάμην ὡς παρʼ ἐπισκόπου διὰ σοῦ κομισθεῖσαν. τί γὰρ οὐκ ἔμελλον; ἐπέδειξα πολλοῖς τῶν φίλων ὑπὸ περιχαρείας, ηὐχαρίστησα τῷ Θεῷ. ἠλέγχθη τὸ πλάσμα, αὐτοῦ τοῦ ἐπισκόπου διὰ τῆς ἰδίας φωνῆς ἀρνησαμένου. κατῃσχύνθημεν ἐπʼ ἐκείνῃ· ηὐξάμεθα ἡμῖν διαστῆναι τὴν γῆν, ῥᾳδιουργίας καὶ ψεύδους καὶ ἀπάτης ὀνείδει περιβληθέντες. δευτέραν πάλιν ἀπέδωκάν μοι, ὡς διὰ τοῦ οἰκέτου σου Ἀστερίου παρʼ αὐτοῦ τοῦ ἐπισκόπου μοι ἀποσταλεῖσαν. οὐδὲ ἐκείνην ἀληθῶς αὐτὸς ὁ ἐπίσκοπος διεπεμψατο, ὡς ὁ αἰδεσιμώτατος ἀδελφὸς Ἄνθιμος ἡμῖν ἀπήγγειλε. τρίτην πάλιν Ἀδαμάντιος ἧκε πρὸς ἡμᾶς κομίζων. πῶς ἔδει με δέξασθαι τὰ διὰ σοῦ καὶ τῶν σῶν πεμπόμενα; ηὐξάμην ἂν λίθου καρδίαν ἔχειν, ὥστε μήτε τῶν παρελθόντων μεμνῆσθαι μήτε τῶν παρόντων αἰσθάνεσθαι, ὑπὲρ τοῦ πᾶσαν πληγὴν εἰς γῆν κεκυφὼς φέρειν ὡς τὰ βοσκήματα. ἀλλὰ τί πάθω πρὸς τὸν ἐμαυτοῦ λογισμόν, μετὰ μίαν καὶ δευτέραν πεῖραν, οὐδὲν δυνάμενον ἀνεξετάστως προσίεσθαι; Ταῦτα τῆς σῆς ἁπλότητος καθαπτόμενος ἔγραψα, ἣν οὐδʼ ἄλλως πρέπουσαν Χριστιανοῖς, τῷ παρόντι καιρῷ ὁρῶ μὴ ἁρμόζουσαν, ἵνα πρὸς γοῦν τὸ ἐφεξῆς ἑαυτόν τε φυλάττοις κἀμοῦ φείδῃ· ἐπειδή, δεῖ γάρ με πρὸς σὲ μετὰ παῤῥησίας εἰπεῖν, ἀναξιόπιστος εἶ τῶν τοιούτων διάκονος· πλὴν οἵτινες ἂν ὦσιν οἱ ἐπεσταλκότες, ἀπεκρινάμεθα αὐτοῖς τὰ εἰκότα. εἴτε οὖν αὐτὸς απόπειράν μοι καθιείς, εἴτε τῷ ὄντι παρὰ τῶν ἐπισκόπων λαβὼν τὴν ἐπιστολὴν ἔπεμψας, ἔχεις τὰς ἀποκρίσεις. σὲ δὲ ἄλλα εἰκὸς ἦν ἐν τῷ παρόντι φροντίζειν, ἀδελφόν τε ὄντα καὶ μήπω τῆς φύσεως ἐπιλελησμένον, μηδὲ ἐν ἐχθροῦ μοίρᾳ ἡμᾶς ὁρῶντα, ἐπειδὴ εἰς βίον παρήλθομεν συντρίβοντα μὲν ἡμῶν τὸ σῶμα, κακοῦντα δὲ καὶ τὴν ψυχὴν τῷ ὑπερβαίνειν τὴν ἡμετέραν δύναμιν. ἀλλʼ ὅμως, ἐπειδὴ οὕτως ἐκπεπολέμωσαι, τούτου ἕνεκεν παρεῖναί σε δεῖ νῦν καὶ κοινωνεῖν τῶν πραγμάτων. Ἀδελφοὶ γάρ, φησίν, ἐν ἀνάγκαις ἔστωσαν χρήσιμοι. Εἰ δὲ τῷ ὄντι συντυχίαν ἡμετέραν καταδέχονται οἱ αἰδεσιμώτατοι ἐπίσκοποι, καὶ τόπον ἡμῖν ὡρισμένον καὶ καιρὸν γνωρισάτωσαν, καὶ δι’ ἰδίων ἡμᾶς ἀνθρώπων μεταστειλάσθωσαν. ὥσπερ γὰρ πρὸς τὸ ἀπαντῆσαι αὐτὸς πρὸς τὸν ἐμαυτοῦ θεῖον οὐκ ἀπαξιῶ, οὕτως ἐὰν μὴ μετὰ τοῦ πρέποντος σχήματος ἡ κλῆσις γένηται, οὐκ ἀνέξομαι.
Ἐσιώπησα. μὴ καὶ ἀεὶ σιωπήσομαι, καὶ ἀνέξομαι ἐπὶ πλεῖον τὴν δυσφορωτάτην ζημίαν τῆς σιωπῆς κυρῶσαι κατʼ ἐμαυτοῦ μήτε αὐτὸς ἐπιστέλλων, μήτε ἀκούων προσφθεγγομένου; ἐγὼ μὲν γὰρ μέχρι τοῦ παρόντος ἐγκαρτερήσας τῷ σκυθρωπῷ τούτῳ δόγματι, ἡγοῦμαι πρέπειν κἀμοὶ τὰ τοῦ προφήτου λέγειν· ὅτι Ἐκαρτέρησα ὡς ἡ τίκτουσα, ἀεὶ μὲν ἐπιθυμῶν ἢ συντυχίας ἢ λόγων, ἀεὶ δὲ ἀποτυγχάνων διὰ τὰς ἁμαρτίας τὰς ἐμαυτοῦ. οὐ γὰρ δὴ ἄλλην τινὰ αἰτίαν ἔχω τοῖς γινομένοις ἐπινοεῖν, πλήν γε δὴ τοῦ πεπεῖσθαι παλαιῶν ἁμαρτημάτων ἐκτιννύειν δίκας, ἐν τῷ χωρισμῷ τῆς ἀγάπης σου· εἰ δὴ καὶ ὀνομάζειν χωρισμὸν ὅσιον ἐπὶ σοῦ καὶ οὑτινοσοῦν τῶν τυχόντων, μὴ ὅτι γε ἡμῶν, οἷς ἐξ ἀρχῆς ἐν πατρὸς γέγονας χώρᾳ. Ἀλλʼ ἡ ἁμαρτία μου νῦν, οἷα νεφέλη βαθεῖά τις ἐπισχοῦσα, πάντων ἐκείνων ἄγνοιαν ἐνεποίησεν. ὅταν γὰρ ἀπίδω, πλὴν τοῦ ἐμοὶ λύπην τὸ γινόμενον φέρειν, μηδὲν ἕτερον ἐξ αὐτοῦ κατορθούμενον, πῶς οὐχὶ εἰκότως ταῖς ἐμαυτοῦ κακίαις ἀνατίθημι τὰ παρόντα; ἀλλʼ εἴτε ἁμαρτίαι τῶν συμβάντων αἰτίαι, τοῦτό μοι πέρας ἔστω τῶν δυσχερῶν· εἴτε τι οἰκονομούμενον ἦν, ἐξεπληρώθη πάντως τὸ σπουδαζόμενον. οὐ γὰρ ὀλίγος ὁ τῆς ζημίας χρόνος. διό, μηκέτι στέγων, πρῶτος ἔρρηξα φωνήν, παρακαλῶν ἡμῶν τε αὐτῶν ἀναμνησθῆναι καὶ σεαυτοῦ, ὃς πλέον ἢ κατὰ τὸ τῆς συγγενείας εἰκὸς παρὰ πάντα τὸν βίον τὴν κηδεμονίαν ἡμῶν ἐπεδείξω, καὶ τὴν πόλιν νῦν ἡμῶν ἕνεκεν ἀγαπᾷν, ἀλλὰ μὴ δι’ ἡμᾶς ἀλλοτριοῦν σαυτὸν τῆς πόλεως. Εἴ τις οὖν παράκλησις ἐν Χριστῷ, εἴ τις κοινωνία Πνεύματος, εἴ τινα σπλάγχνα καὶ οἰκτιρμοί, πλήρωσον ἡμῶν τὴν εὐχήν· ἐνταῦθα στῆσον τὰ κατηφῆ, ἀρχήν τινα δὸς τοῖς φαιδροτέροις πρὸς τὸ ἑξῆς, αὐτὸς τοῖς ἄλλοις καθηγούμενος ἐπὶ τὰ βέλτιστα, ἀλλʼ οὐχὶ ἀκολουθῶν ἑτέρῳ ἐφʼ ἃ μὴ δεῖ. καὶ γὰρ οὐδὲ σώματος χαρακτὴρ ἴδιος οὕτω τινὸς ἐνομίσθη, ὡς τῆς σῆς ψυχῆς τὸ εἰρηνικόν τε καὶ ἥμερον. πρέποι δʼ ἂν οὖν τῷ τοιούτῳ τοὺς ἄλλους ἕλκειν πρὸς ἑαυτόν, καὶ παρέχειν πᾶσι τοῖς ἐγγίζουσί σοι, ὥσπερ μύρου τινὸς εὐωδίας, τῆς τοῦ σοῦ τρόπου χρηστότητος ἀναπίμπλασθαι. καὶ γὰρ εἴ τι καὶ ἀντιτεῖνόν ἐστι νῦν, ἀλλὰ μικρὸν ὕστερον καὶ αὐτὸ τὸ τῆς εἰρήνης ἀγαθὸν ἐπιγνώσεται. ἕως δʼ ἂν ἐκ τῆς διαστάσεως αἱ διαβολαὶ χώραν ἔχωσιν, ἀνάγκη ἀεὶ τὰς ὑποψίας ἐπὶ τὸ χεῖρον συναύξεσθαι. ἔστι μὲν οὖν οὐδὲ ἐκείνοις πρέπον ἀμελεῖν ἡμῶν, πάντων δὲ πλέον τῇ τιμιότητί σου. καὶ γὰρ εἰ μὲν ἁμαρτάνομέν τι, βελτίους ἐσόμεθα νουθετούμενοι. τοῦτο δὲ ἄνευ συντυχίας ἀμήχανον. εἰ δὲ οὐδὲν ἀδικοῦμεν, ἀντὶ τίνος μισούμεθα; ταῦτα μὲν δὴ οὖν τὰ τῆς ἰδίας ἐμαυτοῦ δικαιολογίας προΐσχομαι. Ἃ δʼ ἂν ὑπὲρ ἑαυτῶν αἱ ἐκκλησίαι εἴποιεν, οὐκ εἰς καλὸν τῆς διαστάσεως ἡμῶν ἀπολαύουσαι, βέλτιον μὲν σιωπᾷν. οὐ γὰρ ἵνα λυπήσω τοῖς λόγοις κέχρημαι τούτοις, ἀλλʼ ἵνα παύσω τὰ λυπηρά. τὴν δὲ σὴν σύνεσιν πάντως οὐδὲν διαπέφευγεν· ἀλλὰ πολλῷ μείζω καὶ τελειότερα ὧν ἡμεῖς νοοῦμεν αὐτὸς ἂν ἐξεύροις τῇ διανοίᾳ, καὶ ἄλλοις εἴποις, ὅς γε καὶ εἶδες πρὸ ἡμῶν τὰς βλάβας τῶν ἐκκλησιῶν καὶ λυπῇ μᾶλλον ἡμῶν πάλαι δεδιδαγμένος παρὰ τοῦ Κυρίου μηδενὸς τῶν ἐλαχίστων καταφρονεῖν. νυνὶ δὲ ἡ βλάβη οὐκ εἰς ἕνα ἢ δεύτερον περιορίζεται, ἀλλὰ πόλεις ὅλαι καὶ δῆμοι τῶν ἡμετέρων παραπολαύουσι συμφορῶν. τὴν γὰρ ἐπὶ τῆς ὑπερορίας φήμην τί χρὴ καὶ λέγειν ὁποία τις ἔσται περὶ ἡμῶν; πρέπει οὖν ἂν τῇ σῇ μεγαλοψυχίᾳ τὸ μὲν φιλόνεικον ἑτέροις παραχωρεῖν· μᾶλλον δὲ κἀκείνων ἐξελεῖν τῆς ψυχῆς, εἴπερ οἷόν τε· αὐτὸν δὲ δι’ ἀνεξικακίας νικῆσαι τὰ λυπηρά. τὸ μὲν γὰρ ἀμύνεσθαι παντός ἐστι τοῦ ὀργιζομένου, τὸ δὲ καὶ αὐτῆς τῆς ὀργῆς ὑψηλότερον εἶναι, τοῦτο δὴ μόνου σοῦ, καὶ εἴ τίς σοι τὴν ἀρετὴν παραπλήσιος. ἐκεῖνο δὲ οὐκ ἐρῶ, ὅτι ὁ ἡμῖν χαλεπαίνων εἰς τοὺς μηδὲν ἀδικήσαντας τὴν ὀργὴν ἐπαφίησιν. Εἴτε οὖν παρουσίᾳ, εἴτε γράμματι, εἴτε κλήσει τῇ πρὸς ἑαυτόν, εἴτε ᾧπερ ἂν ἐθέλοις τρόπῳ, παραμύθησαι ἡμῶν τὴν ψυχήν. ἡμῖν μὲν γὰρ εὐχὴ ἐπὶ τῆς Ἐκκλησίας φανῆναι τὴν θεοσέβειάν σου, καὶ ἡμᾶς τε ὁμοῦ καὶ τὸν λαὸν θεραπεῦσαι αὐτῇ τε τῇ ὄψει καὶ τοῖς λόγοις τῆς χάριτός σου. ἐὰν μὲν οὖν τοῦτο ᾖ δυνατόν, τοῦτο κράτιστον· ἐὰν δέ τι ἕτερον δόξῃ, κἀκεῖνο δεξόμεθα. μόνον παγίως γνωρίσαι ἡμῖν τὸ παριστάμενον τῇ φρονήσει σου παρακλήθητι.
Καὶ πρότερον ἡδέως εἶδον τὸν ἀδελφόν μου. τί γὰρ οὐκ ἔμελλον, ἀδελφόν τε ὄντα ἐμαυτοῦ, καὶ τοιοῦτον; καὶ νῦν τῇ αὐτῇ διαθέσει προσεδεξάμην ἐπιδημήσαντα, μηδέν τι τῆς ἐμαυτοῦ στοργῆς παρατρέψας. μηδὲ γὰρ γένοιτό τι τοιοῦτο παθεῖν μηδέν, ὅ με τῆς φύσεως ἐπιλαθέσθαι καὶ ἐκπολεμωθῆναι πρὸς τοὺς οἰκείους ποιήσει. ἀλλὰ καὶ τῶν τοῦ σώματος ἀρρωστημάτων, καὶ τῶν ἄλλων ἀλγεινῶν τῆς ψυχῆς, παραμυθίαν ἡγησάμην εἶναι τὴν τοῦ ἀνδρὸς παρουσίαν· τοῖς τε παρὰ τῆς τιμιότητός σου δι’ αὐτοῦ κομισθεῖσι γράμμασιν ὑπερήσθην· ἃ καὶ ἐκ πολλοῦ μοι ἐπεθύμουν ἐλθεῖν, οὐκ ἄλλου τινὸς ἕνεκεν ἢ τοῦ μὴ καὶ ἡμᾶς τι σκυθρωπὸν διήγημα τῷ βίῳ προσθεῖναι, ὡς ἄρα τις εἴη τοῖς οἰκειοτάτοις πρὸς ἀλλήλους διάστασις, ἡδονὴν μὲν ἐχθροῖς παρασκευάζουσα, φίλοις δὲ συμφοράν, ἀπαρέσκουσα δὲ Θεῷ, τῷ ἐν τῇ τελείᾳ ἀγάπῃ τὸν χαρακτῆρα τῶν ἑαυτοῦ μαθητῶν θεμένῳ. διὸ καὶ ἀντιφθέγγομαι ἀναγκαίως εὔχεσθαι σε ὑπὲρ ἡμῶν παρακαλῶν, καὶ τὰ ἄλλα κήδεσθαι ἡμῶν ὡς οἰκείων. Τὸν δὲ νοῦν τῶν γινομένων ἐπειδὴ αὐτοὶ ὑπὸ ἀμαθείας συνιέναι οὐκ ἔχομεν, ἐκεῖνον ἐκρίναμεν ἀληθῆ εἶναι νομίζειν, ὃν ἂν αὐτὸς ἡμῖν ἐξηγήσασθαι καταξιώσῃς. ἀνάγκη δὲ καὶ τὰ λειπόμενα παρὰ τῆς σῆς μεγαλονοίας ὁρισθῆναι, τὴν συντυχίαν ἡμῶν τὴν πρὸς ἀλλήλους, καὶ καιρὸν τὸν πρέποντα, καὶ τόπον ἐπιτήδειον. εἴπερ οὖν ὅλως ἀνέχεται καταβῆναι πρὸς τὴν ταπείνωσιν ἡμῶν ἡ σεμνότης σου, καὶ λόγου τινὸς μεταδοῦναι ἡμῖν, εἴτε μετʼ ἄλλων, εἴτε κατὰ σεαυτὸν βούλει γενέσθαι τὴν συντυχίαν, ὑπακουσόμεθα, τοῦτο ἅπαξ ἑαυτοῖς συμβουλεύσαντες, δουλεύειν σοι ἐν ἀγάπῃ καὶ ποιεῖν ἐκ παντὸς τρόπου τὰ εἰς δόξαν Θεοῦ παρὰ τῆς εὐλαβείας σου ἡμῖν ἐπιτασσόμενα. Τὸν δὲ αἰδεσιμώτατον ἀδελφὸν οὐδὲν ἠναγκάσαμεν ἀπὸ γλώττης εἰπεῖν ἡμῖν· διότι οὔτε πρότερον μεμαρτυρημένον εἶχε τὸν λόγον ὑπὸ τῶν ἔργων.
Ἐνέτυχον τοῖς γράμμασι τῆς σῆς ὁσιότητος, δι’ ὧν τοῦ ἡγεμόνος τῆς Λιβύης, τοῦ δυσωνύμου ἀνδρός, κατεστέναξας. καὶ ὠδυράμεθα μὲν τὴν ἡμετέραν πατρίδα, ὅτι τοιούτων κακῶν μήτηρ ἐστὶ καὶ τροφός· ὠδυράμεθα δὲ καὶ τὴν γείτονα τῆς ἡμετέρας Λιβύην, τῶν ἡμετέρων κακῶν ἀπολαύουσαν, καὶ θηριώδει ἤθει παραδοθεῖσαν ἀνδρὸς ὠμότητί τε ὁμοῦ καὶ ἀκολασίᾳ συζῶντος. τοῦτο ἦν ἄρα τοῦ Ἐκκλησιαστοῦ τὸ σοφόν· Οὐαί σοι, πόλις, ἧς ὁ βασιλεύς σου νεώτερος (ἐνταῦθα δέ ἐστί τι καὶ χαλεπώτερον), καὶ οἱ ἄρχοντές σου οὐκ ἀπὸ νυκτὸς ἐσθίουσιν, ἀλλὰ μεσούσης τῆς ἡμέρας ἀκολασταίνουσι, βοσκημάτων ἀλογώτερον ἀλλοτρίοις γάμοις ἐπιμαινόμενοιϲ ἐκεῖνον μὲν οὖν αἱ μάστιγες μένουσι παρὰ τοῦ δικαίου κριτοῦ, τῷ ἴσῳ μέτρῳ ἀντιμετρηθησόμεναι, ἃς αὐτὸς προλαβὼν ἐπέθηκε τοῖς ἁγίοις αὐτοῦ. Ἐγνωρίσθη δὲ καὶ τῇ ἐκκλησίᾳ ἡμῶν ἐκ τῶν γραμμάτων τῆς σῆς θεοσεβείας, καὶ ἀποτρόπαιον αὐτὸν πάντες ἡγήσονται, μὴ πυρός, μὴ ὕδατος, μὴ σκέπης αὐτῷ κοινωνοῦντες, εἴπερ τι ὄφελος τοῖς οὕτω κεκρατημένοις κοινῆς καὶ ὁμοψήφου καταγνώσεως. ἀρκοῦσα δὲ αὐτῷ στήλη, καὶ αὐτὰ τὰ γράμματα ἀναγινωσκόμενα πανταχοῦ. οὐ γὰρ διαλείψομεν πᾶσιν αὐτοῦ καὶ οἰκείοις καὶ φίλοις καὶ ξένοις ἐπιδεικνύντες· πάντως δέ, κἂν μὴ ἅψωνται αὐτοῦ παραχρῆμα τὰ ἐπιτίμια, ὥσπερ τοῦ Φαραώ, ἀλλʼ εἰς ὕστερόν ποτε βαρεῖαν αὐτῷ καὶ ἀλγεινὴν τὴν ἀνάδοσιν οἴσει.
Καὶ ἔθει ἑπόμενοι παλαιῷ ἐκ μακρᾶς τῆς ἀκολουθίας κεκρατηκότι, καὶ τὸν καρπὸν τοῦ Πνεύματος, τὴν κατὰ Θεὸν ἀγάπην, ὑμῖν ἐπιδεικνύμενοι, διὰ τοῦ γράμματος τὴν εὐλάβειαν ὑμῶν ἐπισκεπτόμεθα, κοινωνοῦντες ὑμῖν τῆς τε ἐπὶ τῷ συμβάντι λύπης, καὶ τῆς φροντίδος τῶν ἐν χερσίν. ὑπὲρ μὲν οὖν τῶν λυπηρῶν τοσοῦτον λέγομεν, ὅτι καιρὸς ἡμῖν ἀποβλέψαι πρὸς τὰ τοῦ Ἀποστόλου παραγγέλματα, καὶ μὴ λυπεῖσθαι Ὡς καὶ οἱ λοιποί, οἱ μὴ ἔχοντες ἐλπίδα· οὐ μὴν οὐδʼ ἀπαθῶς ἔχειν πρὸς τὸ συμβάν, ἀλλὰ τῆς μὲν ζημίας αἰσθάνεσθαι, ὑπὸ δὲ τῆς λύπης μὴ καταπίπτειν, τὸν μὲν ποιμένα τοῦ τέλους μακαρίζοντας, ὡς ἐν γήρᾳ πίονι τὴν ζωὴν καταλύσαντα, καὶ ταῖς μεγίσταις παρὰ τοῦ Κυρίου τιμαῖς ἐναναπαυσάμενον. Περὶ δὲ τῶν λοιπῶν ἐκεῖνα παραινεῖν ἔχομεν, ὅτι προσήκει, πᾶσαν ἀποθεμένους κατήφειαν, ἑαυτῶν γενέσθαι, καὶ πρὸς τὴν ἀναγκαίαν πρόνοιαν τῆς Ἐκκλησίας διαναστῆναι, ὅπως ἂν ὁ ἅγιος Θεὸς ἐπιμεληθείη τοῦ ἰδίου ποιμνίου, καὶ παράσχοιτο ὑμῖν ποιμένα κατὰ τὸ αὐτοῦ θέλημα, ποιμαίνοντα ὑμᾶς μετʼ ἐπιστήμης.
Τὸν σοφὸν ἄνδρα, κἂν ἑκὰς ναίῃ χθονός, κἂν μήποτʼ αὐτὸν ὄσσοις προσίδω, κρίνω φίλον· Εὐριπίδου ἐστὶ τοῦ τραγικοῦ λόγος. ὥστε, εἰ, μήπω τῆς κατʼ ὀφθαλμοὺς ἡμῖν συντυχίας τὴν γνῶσίν σου τῆς μεγαλοφυΐας χαρισαμένης, φαμὲν εἶναι φίλοι σου καὶ συνήθεις, μὴ κολακείαν εἶναι τὸν λόγον κρίνῃς. ἔχομεν γὰρ φήμην πρόξενον τῆς φιλίας, μεγαλοφώνως τὰ σὰ πᾶσιν ἀνθρώποις συμβοῶσαν. ἀφʼ οὗ μέντοι καὶ τῷ αἰδεσιμωτάτῳ Ἐλπιδίῳ συνετύχομεν, τοσοῦτόν σε ἐγνωρίσαμεν, καὶ οὕτω κατʼ ἄκρας ἑαλώκαμέν σου, ὡσανεὶ πολὺν χρόνον συγγεγονότες, καὶ διὰ μακρᾶς τῆς πείρας τῶν ἐν σοὶ καλῶν τὴν γνῶσιν ἔχοντες. οὐ γὰρ ἐπαύσατο ὁ ἀνὴρ ἕκαστα ἡμῖν τῶν περὶ σὲ διηγούμενος, το μεγαλοπρεπὲς τῆς ψυχῆς, τοῦ φρονήματος τὸ ἀνάστημα, τῶν τρόπων τὴν ἡμερότητα, ἐμπειρίαν πραγμάτων, σύνεσιν γνώμης, σεμνότητα βίου φαιδρότητι κεκραμένην, λόγου δύναμιν, τἄλλα ὅσα αὐτὸς μὲν διὰ πολλῆς τῆς πρὸς ἡμᾶς ὁμιλίας ἀπηριθμήσατο, ἡμῖν δὲ γράφειν οὐκ ἦν δυνατόν, ἵνα μὴ ἔξω τοῦ μέτρου τὴν ἐπιστολὴν προαγάγωμεν. πῶς οὖν οὐκ ἔμελλον ἀγαπᾷν τὸν τοιοῦτον; πῶς γοῦν ἠδυνάμην ἐμαυτοῦ κρατῆσαι, πρὸς τὸ μὴ οὐχὶ καὶ ἐκβοῶν τὸ τῆς ψυχῆς ἐμαυτοῦ πάθος διασημαίνειν; Δέχου τοίνυν τὴν προσηγορίαν, ὦ θαυμάσιε, ἐκ φιλίας ἀληθινῆς καὶ ἀδόλου σοι προσαγομένην· πόρρω γὰρ θωπείας δουλοπρεποῦς τὰ ἡμέτερα· καὶ ἔχε ἡμᾶς τῷ καταλόγῳ τῶν σεαυτοῦ φίλων ἐναριθμίους, γράμμασι συνεχέσι σαυτόν τε δεικνὺς καὶ παραμυθούμενος τὴν ἀπόλειψιν.
Ἐμὲ πολλὰ μὲν ἦν καὶ ἐξ ἀρχῆς τὰ συνάπτοντά σου τῇ τιμιότητι, ὅ τε περὶ λόγους κοινὸς ἔρως, πολλαχοῦ παρὰ τῶν πεπειραμένων περιφερόμενος, ἥ τε πρὸς τὸν θαυμάσιον ἄνδρα Τερέντιον ἡμῖν ἐκ παλαιοῦ φιλία. ἐπεὶ δὲ καὶ ὁ πάντα ἄριστος, καὶ πάσης ἡμῖν οἰκειότητος ὄνομα ἐκπληρῶν, ὁ αἰδεσιμώτατος ἀδελφὸς Ἐλπίδιος εἰς λόγους ἀφίκετο, καὶ ἕκαστα τῶν ἐν σοὶ καλῶν διηγήσατο (δυνατώτατος δέ, εἴπερ τις ἄλλος, καὶ ἀρετὴν ἀνθρώπου καταμαθεῖν, καὶ παραστῆσαι ταύτην τῷ λόγῳ), τοσοῦτον ἡμῖν τὸν ἐπὶ σοὶ πόθον ἐξέκαυσεν, ὥστε εὔχεσθαι ἡμᾶς ἐπιστῆναί σέ ποτε τῇ παλαιᾷ ἑστίᾳ ἡμῶν, ἵνα μὴ ἀκοῇ μόνον, ἀλλὰ καὶ πείρᾳ τῶν ἐν σοὶ καλῶν ἀπολαύσωμεν.
Καὶ τί πέρας ἔσται τῆς σιωπῆς, εἰ ἐγὼ μέν, τὰ ἐκ τῆς ἡλικίας πρεσβεῖα ἀπαιτῶν, ἀναμένοιμι παρὰ σοῦ γενέσθαι τὴν ἀρχὴν τῆς προσφωνήσεως, ἡ δὲ σὴ ἀγάπη ἐπὶ πλεῖον βούλοιτο τῇ βλαβερᾷ κρίσει τῆς ἡσυχίας ἐγκαρτερεῖν; ἀλλʼ ὅμως ἐγώ, τὴν ἐν τοῖς φιλικοῖς ἧτταν νίκης ἔχειν δύναμιν ἡγησάμενος, ὁμολογῶ σοι μὲν παραχωρεῖν τῆς ἐπὶ τῷ δοκεῖν περιγεγενῆσθαι τῆς οἰκείας κρίσεως φιλοτιμίας. αὐτὸς δὲ πρῶτος ἐπὶ τὸ γράφειν ἦλθον, εἰδὼς ὅτι ἡ ἀγάπη πάντα στέγει, πάντα ὑπομένει, οὐδαμοῦ ζητεῖ τὸ ἑαυτῆς· διόπερ οὔτε ἐκπίπτει ποτέ. ἀταπείνωτος γὰρ ὁ κατὰ ἀγάπην τῷ πλησίον ὑποτασσόμενος. ὅπως οὖν καὶ αὐτὸς πρὸς γοῦν τὸ ἑξῆς τὸν πρῶτον καὶ μέγιστον καρπὸν τοῦ Πνεύματος ἐπιδεικνύμενος, τὴν ἀγάπην, ἀπορρίψῃς μὲν τὸ τῶν ὀργιζομένων σκυθρωπόν, ὅπερ ἡμῖν διὰ τῆς σιωπῆς ὑποφαίνεις, ἀναλάβῃς δὲ χαρὰν ἐν τῇ καρδίᾳ, εἰρήνην πρὸς τοὺς ὁμοψύχους τῶν ἀδελφῶν, σπουδὴν καὶ μέριμναν ὑπὲρ τῆς τῶν ἐκκλησιῶν τοῦ Κυρίου διαμονῆς. γίνωσκε γάρ, ὅτι, εἰ μὴ τὸν ἴσον ἡμεῖς ἀγῶνα ὑπὲρ τῶν ἐκκλησιῶν ἀναλάβοιμεν, ὁπόσον ἔχουσιν οἱ ἀντικείμενοι τῇ ὑγιαινούσῃ διδασκαλίᾳ εἰς καθαίρεσιν αὐτῶν καὶ παντελῆ ἀφανισμόν, οὐδὲν τὸ κωλῦον οἴχεσθαι μὲν παρασυρεῖσαν ὑπὸ τῶν ἐχθρῶν τὴν ἀλήθειαν, παραπολαῦσαι δέ τι καὶ ἡμᾶς τοῦ κρίματος, μὴ πάσῃ σπουδῇ καὶ προθυμίᾳ ἐν ὁμονοίᾳ τῇ πρὸς ἀλλήλους καὶ συμπνοίᾳ τῇ κατὰ τὸν Θεὸν τὴν ἐνδεχομένην μέριμναν ὑπὲρ τῆς ἑνώσεως τῶν ἐκκλησιῶν ἐπιδειξαμένους. Παρακαλῶ οὖν, ἔκβαλε τῆς σεαυτοῦ ψυχῆς τὸ οἴεσθαι μηδενὸς ἑτέρου εἰς κοινωνίαν προσδεῖσθαι. οὐ γὰρ κατὰ ἀγάπην περιπατοῦντος οὐδὲ πληροῦντός ἐστι τὴν ἐντολὴν τοῦ Χριστοῦ τῆς πρὸς τοὺς ἀδελφοὺς συναφείας ἑαυτὸν ἀποτέμνειν. ἅμα δὲ κἀκεῖνο λογίζεσθαι τὴν ἀγαθήν σου προαίρεσιν βούλομαι, ὅτι τὸ τοῦ πολέμου κακὸν κύκλῳ περιιὸν καὶ πρὸς ἡμᾶς εἰσέλθοι ποτέ, κἂν μετὰ τῶν ἄλλων καὶ ἡμεῖς τῆς ἐπηρείας παραπολαύσωμεν, οὐδὲ τοῦς συναλγοῦντας εὑρήσομεν, διὰ τὸ ἐν καιρῷ τῆς εὐθυμίας ἡμῶν μὴ προκαταβαλέσθαι τοῖς ἠδικημένοις τὸν τῆς συμπαθείας ἔρανον.
Οὐδένα τοσοῦτον ἡγοῦμαι λυπεῖν τὴν παροῦσαν τῶν ἐκκλησιῶν κατάστασιν, μᾶλλον δὲ σύγχυσιν, εἰπεῖν ἀληθέστερον, ὅσον τὴν σὴν τιμιότητα· συγκρίνοντα μὲν τοῖς ἀρχαίοις τανῦν, καὶ παρὰ πόσον ταῦτα ἐκείνων ἐξήλλακται λογιζόμενον, καὶ ὅτι εἰ κατὰ τὴν αὐτὴν ὁρμὴν ὑπορρέοι ἐπὶ τὸ χεῖρον τὰ πράγματα, οὐδὲν ἔσται τὸ κωλῦον, εἴσω ὀλίγου χρόνου πρὸς ἄλλο τι σχῆμα παντελῶς μεθαρμοσθῆναι τὰς ἐκκλησίας. ταῦτα πολλάκις ἐπʼ ἐμαυτοῦ γενόμενος διενοήθην, ὅτι εἰ ἡμῖν οὕτως ἐλεεινὴ τῶν ἐκκλησιῶν ἡ παρατροπὴ καταφαίνεται, ποίαν τινὰ εἰκὸς ἐπὶ τούτοις ψυχὴν ἔχειν τὸν τῆς ἀρχαίας εὐσταθείας καὶ ὁμονοίας περὶ τὴν πίστιν τῶν ἐκκλησιῶν τοῦ Κυρίου πεπειραμένον; ἀλλʼ ὥσπερ τὸ πολὺ τῆς λύπης τὴν σὴν τελειότητα περιίσταται, οὕτως ἡγούμεθα προσήκειν καὶ τῆς ὑπὲρ τῶν ἐκκλησιῶν μερίμνης τὸ πλέον τῇ σῇ διαφέρειν φρονήσει. πάλαι οἶδα καὶ αὐτός, κατὰ τὴν ἐνυπάρχουσάν μοι μετρίως τῶν πραγμάτων κατάληψιν, μίαν ἐπιγνοὺς ὁδὸν βοηθείας ταῖς καθʼ ἡμᾶς ἐκκλησίαις, τὴν παρὰ τῶν δυτικῶν ἐπισκόπων σύμπνοιαν. εἰ γὰρ βουληθεῖεν, ὃν ἀνέλαβον ὑπὲρ ἑνὸς ἢ δύο τῶν κατὰ τὴν δύσιν ἐπὶ κακοδοξίᾳ φωραθέντων ζῆλον, τοῦτον καὶ ὑπὲρ τῆς παροικίας τῶν καθʼ ἡμᾶς μερῶν ἐπιδείξασθαι, τάχα ἄν τι γένοιτο τοῖς κοινοῖς ὄφελος, τῶν τε κρατούντων τὸ ἀξιόπιστον τοῦ πλήθους δυσωπουμένων, καὶ τῶν ἑκασταχοῦ λαῶν ἀκολουθούντων αὐτοῖς ἀναντιρρήτως. Τίς οὖν ταῦτα διαπράξασθαι τῆς σῆς συνέσεως δυνατώτερος; τίς συνιδεῖν τὸ δέον ὀξύτερος; τίς ἐνεργῆσαι τὰ χρήσιμα πρακτικώτερος; τίς πρὸς τὴν καταπόνησιν τῶν ἀδελφῶν συμπαθέστερος; τίς τῆς σεμνοτάτης σου πολιᾶς πάσῃ τῇ δύσει αἰδεσιμώτερος; κατάλιπέ τι μνημόσυνον τῷ βίῳ τῆς σῆς ἐπάξιον πολιτείας, τιμιώτατε πάτερ. τοὺς μυρίους ἐκείνους ὑπὲρ τῆς εὐσεβείας ἄθλους ἑνὶ τούτῳ κατακόσμησον ἔργῳ. ἔκπεμψόν τινας ἐκ τῆς ἁγίας τῆς ὑπὸ σὲ ἐκκλησίας ἄνδρας δυνατοὺς ἐν τῇ ὑγιαινούσῃ διδασκαλίᾳ πρὸς τοὺς κατὰ τὴν δύσιν ἐπισκόπους· διήγησαι αὐτοῖς τὰς κατασχούσας ἡμᾶς συμφοράς· ὑπόθου τρόπον ἀντιλήψεως· γενοῦ Σαμουὴλ ταῖς ἐκκλησίαις· πολεμουμένοις τοῖς λαοῖς συγκακοπάθησον· ἀνένεγκε εἰρηνικὰς προσευχάς· αἴτησον χάριν παρὰ τοῦ Κυρίου, εἰρήνης τι μνημόσυνον ἐναφεῖναι ταῖς ἐκκλησίαις. οἶδα ὅτι ἀσθενεῖς αἱ ἐπιστολαὶ πρὸς συμβουλὴν τοῦ τοσούτου πράγματος. ἀλλʼ οὔτε αὐτὸς τῆς παρʼ ἑτέρων παρακλήσεως χρῄζεις, οὐ μᾶλλόν γε ἢ τῶν ἀγωνιστῶν οἱ γενναιότατοι τῆς παρὰ τῶν παίδων ὑποφωνήσεως· οὔτε ἡμεῖς ἀγνοοῦντα διδάσκομεν, ἀλλʼ ἐσπουδακότι τὴν ὁρμὴν ἐπιτείνομεν. Πρὸς μὲν οὖν τὰ λοιπὰ τῆς ἀνατολῆς ἴσως σοι καὶ πλειόνων συνεργίας προσδεῖ, καὶ ἀνάγκη ἀναμένειν τοὺς ἐκ τῆς δύσεως. ἡ μέντοι τῆς κατὰ τὴν Ἀντιόχειαν ἐκκλησίας εὐταξία προδήλως τῆς σῆς ἤρτηται θεοσεβείας· ὥστε τοὺς μὲν οἰκονομῆσαι, τοὺς δὲ καθησυχάσαι, ἀποδοῦναι δὲ τὴν ἰσχὺν τῇ ἐκκλησίᾳ διὰ τῆς συμφωνίας. καὶ γὰρ ὅτι ὀφείλεις, κατὰ τοὺς σοφωτάτους τῶν ἰατρῶν, τῆς ἐπιμελείας ἐκ τῶν καιριωτάτων ἄρχεσθαι, παντὸς ἀκριβέστερον αὐτὸς ἐπίστασαι. τί δʼ ἂν γένοιτο ταῖς κατὰ τὴν οἰκουμένην ἐκκλησίαις τῆς Ἀντιοχείας ἐπικαιριώτερον; ἣν εἰ συνέβη πρὸς ὁμόνοιαν ἐπανελθεῖν, οὐδὲν ἐκώλυεν, ὥσπερ κεφαλὴν ἐρρωμένην, παντὶ τῷ σώματι ἐπιχορηγεῖν τὴν ὑγίειαν. τῷ ὄντι δὲ τῆς σῆς δεῖται σοφίας καὶ εὐαγγελικῆς συμπαθείας τὰ ἐκείνης τῆς πόλεως ἀρρωστήματα· ἥ γε οὐχ ὑπὸ τῶν αἱρετικῶν διατέτμηται μόνον, ἀλλὰ καὶ ὑπὸ τῶν τὰ αὐτὰ φρονεῖν ἀλλήλοις λεγόντων διασπᾶται. ταῦτα δὲ ἑνῶσαι καὶ εἰς ἑνὸς σώματος συναγαγεῖν ἁρμονίαν ἐκείνου μόνου ἐστί, τοῦ καὶ τοῖς ξηροῖς ὀστέοις τὴν εἰς νεῦρα καὶ σάρκα πάλιν ἐπάνοδον τῇ ἀφάτῳ αὐτοῦ δυνάμει χαριζομένου. πάντως δὲ τὰ μεγάλα ὁ Κύριος διὰ τῶν ἀξίων αὐτοῦ ἐνεργεῖ. πάλιν οὖν καὶ ἐνταῦθα τῇ σῇ μεγαλοφυΐᾳ πρέπειν τὴν τῶν τηλικούτων διακονίαν ἐλπίζομεν, ὥστε καταστορέσαι μὲν τοῦ λαοῦ τὸν τάραχον, παῦσαι δὲ τὰς μερικὰς προστασίας, ὑποτάξαι δὲ πάντας ἀλλήλοις ἐν ἀγάπῃ, καὶ τὴν ἀρχαίαν ἰσχὺν ἀποδοῦναι τῇ Ἐκκλησίᾳ.
Ἐμοὶ μὲν ἐξαρκοῦν ἐφάνη ἐν τοῖς προτέροις γράμμασι πρὸς τὴν σὴν τιμιότητα τοσοῦτον ἐνδείξασθαι, ὅτι πᾶν τὸ κατὰ τὴν πίστιν ἐρρωμένον τοῦ κατὰ τὴν ἁγίαν ἐκκλησίαν Ἀντιοχείας λαοῦ εἰς μίαν συμφωνίαν καὶ ἕνωσιν χρὴ ἐναχθῆναι, πρὸς τὸ δηλῶσαι, ὅτι τῷ θεοφιλεστάτῳ ἐπισκόπῳ Μελετίῳ δέοι τὰ εἰς μέρη πλείονα νῦν διῃρημένα συνάψαι. ἐπεὶ δὲ ὁ αὐτὸς οὗτος ὁ ἀγαπητὸς συνδιάκονος ἡμῶν Δωρόθεος ἐναργεστέραν τὴν περὶ τούτων ἐπεζήτησε μνήμην, ἀναγκαίως ἐπισημαινόμεθα, ὅτι καὶ πάσῃ τῇ ἀνατολῇ δι’ εὐχῆς, καὶ ἡμῖν τοῖς παντοίως αὐτῷ συνημμένοις ἐπιθυμητόν, αὐτὸν ἰδεῖν τὴν ἐκκλησίαν διέποντα τοῦ Κυρίου, τῇ τε πίστει ἀνεπίληπτον ὄντα, καὶ τῷ βίῳ οὐδεμίαν πρὸς τοὺς ἄλλους ἐπιδεχόμενον σύγκρισιν, καὶ τῷ τοῦ παντός, ὡς εἰπεῖν, σώματος τῆς ἐκκλησίας αὐτὸν προεστάναι, τὰ δὲ λοιπὰ οἷον μερῶν ἀποτμήματα εἶναι. Ὥστε πανταχόθεν ἀναγκαῖόν τε ὁμοῦ καὶ σύμφερον τῷ ἀνδρὶ τούτῳ συναφθῆναι τοὺς ἄλλους, ὥσπερ τοῖς μεγάλοις τῶν ποταμῶν τοὺς ἐλάττους· περὶ δὲ τοὺς ἄλλους γενέσθαι τινὰ οἰκονομίαν, τὴν κἀκείνοις πρέπουσαν, καὶ τὸν λαὸν εἰρηνεύουσαν, καὶ τῇ σῇ συνέσει καὶ περιβοήτῳ ἐντρεχείᾳ καὶ σπουδῇ ἐπιβάλλουσαν. πάντως δὲ οὐκ ἔλαθέ σου τὴν ἀνυπέρβλητον φρόνησιν, ὅτι ἤδη καὶ τοῖς ὁμοψύχοις σου τοῖς κατὰ τὴν δύσιν τὰ αὐτὰ ταῦτα συνήρεσεν, ὡς δηλοῖ τὰ γράμματα τὰ διὰ τοῦ μακαρίου Σιλουανοῦ κομισθέντα ἡμῖν.
Τέως μὲν ἐβουλήθημεν κατασχεῖν παρʼ ἑαυτοῖς τὸν εὐλαβέστατον ἀδελφὸν Δωρόθεον τὸν συνδιάκονον, ὥστε, ἐπὶ τῷ τέλει τῶν πραγμάτων ἀποπεμψάμενοι, γνωρίσαι δι’ αὐτοῦ ἕκαστα τῶν πεπραγμένων τῇ τιμιότητί σου. ἐπεὶ δὲ ἡμέραν ἐξ ἡμέρας ὑπερτιθέμενοι εἰς πολὺ τοῦ χρόνου παρετάθημεν, καὶ ἅμα, ὡς ἐν ἀπόροις, βουλή τις ἡμῖν ἐνέπεσε περὶ τῶν πρακτέων, ἀπεστείλαμεν τὸν προειρημένον ἄνδρα καταλαβεῖν ὑμῶν τὴν ὁσιότητα, καὶ δι’ ἑαυτοῦ τε ἀνενεγκεῖν ἕκαστα, καὶ τὸ ὑπομνηστικὸν ἡμῶν ἐπιδεῖξαι, ἵνα, εἰ φανείη χρησίμως ἔχειν τὰ παρʼ ἡμῶν ἐννοηθέντα, εἰς ἔργον ἐλθεῖν παρὰ τὴς ὑμετέρας τελειότητος σπουδασθείη. Ὡς δὲ συντόμως εἰπεῖν, γνώμη ἐκράτησεν ἐπὶ τὴν Ῥώμην διαβῆναι τὸν αὐτὸν τοῦτον ἀδελφὸν ἡμῶν Δωρόθεον, διαναστῆσαί τινας τῶν ἀπὸ τῆς Ἰταλίας, πρὸς τὴν ἐπίσκεψιν ἡμῶν θαλάσσῃ χρησαμένους, ἵνα τοὺς ἐμποδίζοντας διαφύγωσι. τοὺς γὰρ παραδυναστεύοντας τοῖς κρατοῦσιν εἶδον μηδὲν βουλομένους μήτε δυναμένους ὑπομιμνήσκειν αὐτὸν περὶ τῶν ἐκβεβλημένων, ἀλλὰ τὸ μή τι χεῖρον ἰδεῖν ἐν ταῖς ἐκκλησίαις γινόμενον κέρδος τιθεμένους. εἰ οὖν καὶ τῇ σῇ φρονήσει χρήσιμον εἶναι τὸ βούλευμα παρασταίη, καταξιώσεις καὶ ἐπιστολὰς τυπῶσαι, καὶ ὑπομνηστικὰ ὑπαγορεῦσαι περὶ ὧν χρὴ διαλεχθῆναι αὐτὸν καὶ πρὸς τίνας. ὥστε δὲ ἔχειν ἀξιοπιστίαν τινὰ τὰ γράμματα, συμπαραλήψῃ πάντως τοὺς ὁμογνώμονας, κἂν μὴ παρῶσι. τὰ δʼ ἐνταῦθα ἔτι ἐστὶν ἐν ἀδήλῳ, τοῦ Εὐϊππίου παραγενομένου μέν, μηδὲν δὲ τέως ἐκφήναντος. ἀπειλοῦσι μέντοι καὶ συνδρομήν τινα ὁμογνωμόνων αὐτοῖς ἔκ τε τῆς Ἀρμενίας τῆς Τετραπόλεως, καὶ ἐκ τῆς Κιλικίας.
Ἣν ἐκ παλαιοῦ περὶ τῆς σῆς τιμιότητος ὑπόληψιν ἔσχομεν, ταύτην ὁ χρόνος προϊὼν ἀεὶ βεβαιοῖ· μᾶλλον δὲ καὶ συναύξει ταῖς προσθήκαις τῶν κατὰ μέρος ἐπιγινομένων. ὅτι τῶν μὲν ἄλλων τοῖς πλείστοις ἐξαρκεῖ τὸ καθʼ ἑαυτὸν ἕκαστον περισκοπεῖν, σοὶ δὲ οὐχ ἱκανὸν τοῦτο, ἀλλʼ ἡ μέριμνά σοι πασῶν τῶν ἐκκλησιῶν τοσαύτη, ὅση καὶ τῆς ἰδίως παρὰ τοῦ κοινοῦ Δεσπότου ἡμῶν ἐμπιστευθείσης ἐπίκειται· ὅς γε οὐδένα χρόνον διαλείπεις διαλεγόμενος, νουθετῶν, ἐπιστέλλων, ἐκπέμπων τινὰς ἑκάστοτε τοὺς ὑποτιθεμένους τὰ βέλτιστα. καὶ νῦν δὲ ἀπὸ τοῦ ἱεροῦ πληρώματος τοῦ ὑπὸ σὲ κλήρου τὸν αἰδεσιμώτατον ἀδελφὸν Πέτρον ἐκπεμφθέντα μετὰ πολλῆς χαρᾶς ἐδεξάμεθα, καὶ τὸν ἀγαθὸν αὐτοῦ τῆς ἀποδημίας σκοπὸν ἀπεδεξάμεθα, ὃν ἐπιδείκνυται κατʼ ἐντολὰς τῆς σῆς τιμιότητος, τὰ ἀντιτείνοντα προσαγόμενος, καὶ τὰ διεσπασμένα συνάπτων. ὅθεν τι καὶ ἡμεῖς συμβαλέσθαι τῇ περὶ τοῦτο σπουδῇ βουληθέντες, ἐνομίσαμεν ἐπιτηδειοτάτην ἀρχὴν τοῖς πράγμασι δώσειν, εἰ, ὥσπερ ἐπὶ κορυφὴν τῶν ὅλων, ἐπὶ τὴν σὴν ἀναδράμοιμεν τελειότητα, καὶ σοὶ συμβούλῳ τε χρησαίμεθα καὶ ἡγεμόνι τῶν πράξεων. ὅθεν καὶ τὸν ἀδελφὸν Δωρόθεον, τὸν διάκονον τῆς ὑπὸ τὸν τιμιώτατον ἐπίσκοπον Μελέτιον ἐκκλησίας, ἀγαθῷ κεχρημένον περὶ τὴν τῆς πίστεως ὀρθότητα ζήλῳ, καὶ ἐπιθυμοῦντα καὶ αὐτὸν τὴν εἰρήνην τῶν ἐκκλησιῶν ἐπιδεῖν, πρὸς τὴν σὴν θεοσέβειαν ἀνεπέμψαμεν, ὥστε, ταῖς σαῖς ὑποθήκαις ἀκολουθοῦντα (ἃς καὶ τῷ χρόνῳ καὶ τῇ τῶν πραγμάτων πείρᾳ, καὶ τῷ ὑπὲρ τοὺς ἄλλους ἔχειν τὴν ἐκ τοῦ Πνεύματος συμβουλίαν, ἀσφαλεστέρας ποιεῖσθαι δύνασαι), οὕτως ἐγχειρεῖν τοῖς σπουδαζομένοις. Ὃν καὶ ὑποδέξῃ δηλονότι, καὶ προσβλέψεις εἰρηνικοῖς ὀφθαλμοῖς, στηρίξας τε αὐτὸν τῇ διὰ τῶν προσευχῶν βοηθείᾳ, καὶ ἐφοδιάσας γράμμασι, μᾶλλον δὲ καὶ παραζεύξας τινὰς τῶν αὐτόθεν σπουδαίων, ἐπὶ τὰ προκείμενα ὁδηγήσεις. ἐφάνη δὲ ἡμῖν ἀκόλουθον ἐπιστεῖλαι τῷ ἐπισκόπῳ Ῥώμης, ἐπισκέψασθαι τὰ ἐνταῦθα, καὶ δοῦναι γνώμην, ἵνʼ ἐπειδὴ ἀπὸ κοινοῦ καὶ συνοδικοῦ δόγματος ἀποσταλῆναί τινας δύσκολον τῶν ἐκεῖθεν, αὐτὸν αὐθεντῆσαι περὶ τὸ πρᾶγμα, ἐκλεξάμενον ἄνδρας ἱκανοὺς μὲν ὁδοιπορίας πόνους ὑπενεγκεῖν, ἱκανοὺς δὲ πραότητι καὶ εὐτονίᾳ ἤθους τοὺς ἐνδιαστρόφους τῶν παρʼ ἡμῖν νουθετῆσαι, ἐπιτηδείως δὲ καὶ οἰκονομικῶς κεχρημένους τῷ λόγῳ, καὶ πάντα ἔχοντας μεθʼ ἑαυτῶν τὰ μετὰ Ἀριμῖνον πεπραγμένα ἐπὶ λύσει τῶν κατʼ ἀνάγκην ἐκεῖ γενομένων· καὶ τοῦτο μηδενὸς εἰδότος, ἀψοφητὶ διὰ θαλάσσης ἐπιστῆναι τοῖς ὧδε, ὑπὲρ τοῦ φθάσαι τὴν αἴσθησιν τῶν ἐχθρῶν τῆς εἰρήνης. Ἐπιζητεῖται δὲ κἀκεῖνο παρά τινων τῶν ἐντεῦθεν, ἀναγκαίως, ὡς καὶ αὐτοῖς ἡμῖν καταφαίνεται, τὸν τὴν Μαρκέλλου αἵρεσιν αὐτοὺς ὡς χαλεπὴν καὶ βλαβερὰν καὶ τῆς ὑγιαινούσης πίστεως ἀλλοτρίως ἔχουσαν, ἐξορίσαι. ἐπεὶ μέχρι τοῦ νῦν ἐν πᾶσιν οἷς ἐπιστέλλουσι γράμμασι, τὸν μὲν δυσώνυμον Ἄρειον ἄνω καὶ κάτω ἀναθεματίζοντες καὶ τῶν ἐκκλησιῶν ἐξορίζοντες οὐ διαλείπουσι, Μαρκέλλῳ δέ, τῷ κατὰ διάμετρον ἐκείνῳ τὴν ἀσέβειαν ἐπιδειξαμένῳ, καὶ εἰς αὐτὴν τὴν ὕπαρξιν τῆς τοῦ Μονογενοῦς θεότητος ἀσεβήσαντι καὶ κακῶς τὴν τοῦ Λόγου προσηγορίαν ἐκδεξαμένῳ, οὐδεμίαν μέμψιν ἐπενεγκόντες φαίνονται. ὃς Λόγον μὲν εἰρῆσθαι τὸν Μονογενῆ δίδωσι, κατὰ χρείαν καὶ ἐπὶ καιροῦ προελθόντα, πάλιν δὲ εἰς τὸν ὅθεν ἐξῆλθεν ἐπαναστρέψαντα, οὔτε πρὸ τῆς ἐξόδου εἶναι, οὔτε μετὰ τὴν ἐπάνοδον ὑφεστάναι. καὶ τούτου ἀπόδειξις αἱ παρʼ ἡμῖν ἀποκείμεναι βίβλοι τῆς ἀδίκου ἐκείνης συγγραφῆς ὑπάρχουσιν. ἀλλʼ ὅμως τοῦτον οὐδαμοῦ διαβαλόντες ἐφάνησαν, καὶ ταῦτα αἰτίαν ἔχοντες ὡς, τὸ ἐξ ἀρχῆς κατʼ ἄγνοιαν τῆς ἀληθείας, καὶ εἰς κοινωνίαν αὐτὸν ἐκκλησιαστικὴν παραδεξάμενοι. ἐκείνου τε οὖν μνησθῆναι πρεπόντως ἀπαιτεῖ τὰ παρόντα, ὥστε μὴ ἔχειν ἀφορμὴν τοὺς θέλοντας ἀφορμήν, ἐκ τοῦ τῇ σῇ ὁσιότητι συνάπτειν τοὺς ὑγιαίνοντας καὶ τοὺς πρὸς τὴν ἀληθῆ πίστιν ὀκλάζοντας φανεροὺς πᾶσι ποιῆσαι· ὥστε τοῦ λοιποῦ γνωρίζειν ἡμᾶς τοὺς ὁμόφρονας, καὶ μή, ὡς ἐν νυκτομαχίᾳ, μηδεμίαν φίλων καὶ πολεμίων ἔχειν διάκρισιν. μόνον παρακαλοῦμεν εὐθὺς ὑπὸ τὸν πρῶτον πλοῦν ἐκπεμφθῆναι τὸν προειρημένον διάκονον, ἵνα δυνηθῇ κατὰ γοῦν τὸ ἐφεξῆς ἔτος γενέσθαι τι, ὧν προσευχόμεθα. Ἐκεῖνο δὲ καὶ πρὸ τῶν ἡμετέρων λόγων συνιεῖς τε αὐτὸς καὶ φροντιεῖς δηλονότι, ὅπως ἐπιστάντες, ἐὰν ὁ Θεὸς θέλῃ, μὴ ἐναφῶσι ταῖς ἐκκλησίαις τὰ σχίσματα, ἀλλὰ τοὺς τὰ αὐτὰ φρονοῦντας παντὶ τρόπῳ εἰς ἕνωσιν συνελάσωσι, κἄν τινας ἰδίας τῶν πρὸς ἀλλήλους διαφορῶν ἀφορμὰς εὕρωσιν ἔχοντας, ὑπὲρ τοῦ μὴ τὸν ὀρθοδοξοῦντα λαὸν εἰς πολλὰ κατατέμνεσθαι μέρη τοῖς προεστῶσι συναφιστάμενον. πάντα γὰρ δεῖ σπουδάσαι δεύτερα ἡγήσασθαι τῆς εἰρήνης, καὶ πρὸ πάντων τῆς κατὰ Ἀντιόχειαν ἐκκλησίας ἐπιμεληθῆναι, ὡς μὴ ἀσθενεῖν ἐν αὐτῇ τὴν ὀρθὴν μερίδα περὶ τὰ πρόσωπα σχιζομένην. μᾶλλον δέ, τούτων ἁπάντων καὶ αὐτὸς εἰς ὕστερον ἐπιμελήσῃ, ἐπειδάν, ὅπερ εὐχόμεθα, Θεοῦ συνεργοῦντός σοι, πάντας λάβῃς τὰ τῆς καταστάσεως τῶν ἐκκλησιῶν ἐπιτρέποντας.
Ἀρχαιας ἀγάπης θεσμοὺς ἀνανεοῦσθαι, καὶ πατέρων εἰρήνην τὸ οὐράνιον δῶρον Χριστοῦ καὶ σωτήριον, ἀπομαρανθὲν τῷ χρόνῳ, πάλιν πρὸς τὴν ἀκμὴν ἐπαναγαγεῖν, ἀναγκαῖον μὲν ἡμῖν καὶ ὠφέλιμον, τερπνὸν δὲ εὖ οἶδα ὅτι καὶ τῇ σῇ φιλοχρίστῳ διαθέσει καταφανήσεται. τί γὰρ ἂν γένοιτο χαριέστερον, ἢ τοὺς τοσούτῳ τῷ πλήθει τῶν τόπων διῃρημένους τῇ διὰ τῆς ἀγάπης ἑνώσει καθορᾷν εἰς μίαν μελῶν ἁρμονίαν ἐν σώματι Χριστοῦ δεδέσθαι; ἡ ἀνατολὴ πᾶσα σχεδόν, τιμιώτατε πάτερ (λέγω δὲ ἀνατολὴν τὰ ἀπὸ τοῦ Ἰλλυρικοῦ μέχρις Αἰγύπτου), μεγάλῳ χειμῶνι καὶ κλύδωνι κατασείεται, τῆς πάλαι μὲν σπαρείσης αἱρέσεως ὑπὸ τοῦ ἐχθροῦ τῆς ἀληθείας Ἀρείου, νῦν δὲ πρὸς τὸ ἀναίσχυντον ἀναφανείσης καὶ οἱονεὶ ῥίζης πικρᾶς καρπὸν ὀλέθριον ἀναδιδούσης, κατακρατούσης λοιπὸν διὰ τὸ τοὺς μὲν καθʼ ἑκάστην παροικίαν προεστῶτας τοῦ ὀρθοῦ λόγου ἐκ συκοφαντίας καὶ ἐπηρείας τῶν ἐκκλησιῶν ἐκπεσεῖν, παραδοθῆναι δὲ τοῖς αἰχμαλωτίζουσι τὰς ψυχὰς τῶν ἀκεραιοτέρων τὴν τῶν πραγμάτων ἰσχύν. τούτων μίαν προσεδοκήσαμεν λύσιν τὴν τῆς ὑμετέρας εὐσπλαγχνίας ἐπίσκεψιν· καὶ ἐψυχαγώγησεν ἡμᾶς ἀεὶ τὸ παράδοξον τῆς ὑμετέρας ἀγάπης ἐν τῷ παρελθόντι χρόνῳ, καὶ φήμῃ φαιδροτέρᾳ πρὸς βραχὺ τὰς ψυχὰς ἀνερρώσθημεν, ὡς ἐσομένης ἡμῖν τινὸς ἐπισκέψεως παρʼ ὑμῶν. ὡς δὲ διημάρτομεν τῆς ἐλπίδος, μηκέτι στέγοντες ἤλθομεν ἐπὶ τὴν διὰ τοῦ γράμματος ἡμῶν παράκλησιν, διαναστῆναι ὑμᾶς πρὸς τὴν ἀντίληψιν ἡμῶν, καὶ ἀποστεῖλαί τινας τῶν ὁμοψύχων, ἢ τοὺς συμβιβάζοντας τοὺς διεστῶτας, ἢ εἰς φιλίαν τὰς ἐκκλησίας τοῦ Θεοῦ ἐπανάγοντας, ἢ τοὺς γοῦν αἰτίους τῆς ἀκαταστασίας φανερωτέρους ὑμῖν καθιστῶντας· ὥστε καὶ ὑμῖν φανερὸν εἶναι τοῦ λοιποῦ, πρὸς τίνας ἔχειν τὴν κοινωνίαν προσῆκε. Πάντως δὲ οὐδὲν καινὸν ἐπιζητοῦμεν, ἀλλὰ τοῖς τε λοιποῖς τῶν πάλαι μακαρίων καὶ θεοφίλων ἀνδρῶν σύνηθες, καὶ διαφερόντως ὑμῖν. οἴδαμεν γὰρ μνήμης ἀκολουθίᾳ, παρὰ τῶν πατέρων ἡμῶν αἰτηθέντων καὶ ἀπὸ γραμμάτων τῶν ἔτι καὶ νῦν πεφυλαγμένων παρʼ ἡμῖν, διδασκόμενοι, Διονύσιον ἐκεῖνον, τὸν μακαριώτατον ἐπίσκοπον, παρʼ ὑμῖν ἐπί τε ὀρθότητι πίστεως καὶ τῇ λοιπῇ ἀρετῇ διαπρέψαντα, ἐπισκεπτόμενον διὰ γραμμάτων τὴν ἡμετέραν ἐκκλησίαν τῶν Καισαρέων, καὶ παρακαλοῦντα τοὺς πατέρας ἡμῶν διὰ γραμμάτων, καὶ πέμπειν τοὺς ἀπολυτρουμένους ἐκ τῆς αἰχμαλωσίας τὴν ἀδελφότητα. ἐν χαλεπωτέρῳ δὲ νῦν καὶ σκυθρωποτέρῳ τὰ καθʼ ἡμᾶς, καὶ πλείονος δεόμενα τῆς ἐπιμελείας. οὐ γὰρ οἰκοδομημάτων γηΐνων καταστροφήν, ἀλλʼ ἐκκλησιῶν ἅλωσιν ὀδυρόμεθα· οὐδὲ δουλείαν σωματικήν, ἀλλʼ αἰχμαλωσίαν ψυχῶν καθʼ ἑκάστην ἡμέραν ἐνεργουμένην παρὰ τῶν ὑπερμαχούντων τῆς αἱρέσεως καθορῶμεν. ὥστε εἰ μὴ ἤδη διανασταίητε πρὸς τὴν ἀντίληψιν, μικρὸν ὕστερον οὐδὲ οἷς ὀρέξετε τὴν χεῖρα εὑρήσετε, πάντων ὑπὸ τὴν ἐπικράτειαν τῆς αἱρέσεως γενομένων.
Ἐδεξάμην τὰ γράμματα τῆς σῆς εὐλαβείας διὰ τοῦ αἰδεσιμωτάτου ἀδελφοῦ Ἑλληνίου· καὶ ὅσα ἐνέφηνας ἡμῖν, αὐτὸς ταῦτα γυμνῶς διηγήσατο. ἀκούσαντες δὲ ὅπως διετέθημεν, οὐκ ἀμφιβάλλεις πάντως. πλὴν ἀλλʼ ἐπειδὴ ἐκρίναμεν πάσης λύπης ἀνωτέραν ποιεῖσθαι τὴν πρὸς σὲ ἀγάπην ἐδεξάμεθα καὶ ταῦτα ὡς ἦν προσῆκον, καὶ εὐχόμεθα τῷ ἁγίῳ Θεῷ, τὰς λειπομένας ἡμέρας ἢ ὥρας οὕτω διαφυλαχθῆναι ἐν τῇ περὶ σὲ διαθέσει, ὡς καὶ ἐν τῷ κατόπιν χρόνῳ, ἐν ᾧ οὐδὲν ἡμῖν αὐτοῖς οὔτε μικρὸν οὔτε μεῖζον ἐλλελοιπόσι συνέγνωμεν. Εἰ δὲ ὁ δεῖνα ἄρτι, παρακύψαι φιλοτιμούμενος πρὸς τὸν βίον τῶν Χριστιανῶν, εἶτα οἰόμενος αὐτῷ σεμνότητά τινα φέρειν τὸ ἡμῖν συνανατρίβεσθαι, ἅ τε οὐκ ἤκουσε κατασκευάζει, καὶ ἃ μὴ ἐνόησεν ἐξηγεῖται, θαυμαστὸν οὐδέν. ἀλλʼ ἐκεῖνο θαυμαστὸν καὶ παράδοξον, ὅτι τούτων ἀκροατὰς ἔχει τοὺς γνησιωτάτους μοι τῶν παρʼ ὑμῖν ἀδελφῶν, καὶ οὐκ ἀκροατὰς μόνον, ἀλλὰ καὶ μαθητάς, ὡς ἔοικεν. εἴ γε καὶ ἄλλως ἦν παράδοξον τοιοῦτον μὲν εἶναι τὸν διδάσκοντα, ἐμὲ δὲ τὸν διασυρόμενον, ἀλλʼ οὖν τῶν καιρῶν ἡ καταστροφὴ ἐπαίδευσεν ἡμᾶς πρὸς μηδὲν δυσκολαίνειν. πάλαι γὰρ τὰ τούτων ἀτιμότερα συνήθη ἡμῖν γέγονε διὰ τὰς ἁμαρτίας ἡμῶν. ἐγὼ τοίνυν, εἰ μὲν οὐδέπω τοῖς αὐτοῦ ἀδελφοῖς δέδωκα πεῖραν τῆς ἐμαυτοῦ περὶ τὸν Θεὸν αἱρέσεως, οὐδὲ νῦν ἔχω τι ἀποκρίνασθαι· οὓς γὰρ οὐκ ἔπεισεν ὁ μακρὸς χρόνος, πῶς συμπείσει ἐπιστολὴ βραχεῖα; εἰ δὲ ἐκεῖνα αὐτάρκη, λῆροι νομιζέσθωσαν τὰ παρὰ τῶν διαβαλλόντων. πλήν γε ὅτι, ἐὰν ἐπιτρέψωμεν στόμασιν ἀχαλινώτοις καὶ καρδίαις ἀπαιδεύτοις λαλεῖν περὶ ὧν ἂν ἐθέλωσιν, καὶ ἕτοιμα ἔχωμεν πρὸς ὑποδοχὴν τὰ ὦτα, οὐ μόνον ἡμεῖς τὰ τῶν ἄλλων παραδεξόμεθα, ἀλλὰ καὶ ἕτεροι τὰ ἡμέτερα. Τούτων δὲ αἴτιον ἐκεῖνο, ὃ πάλαι μὲν παρεκάλουν μὴ γίνεσθαι, νῦν δὲ ἀπαγορεύσας σιωπῶ, τὸ μὴ συντυγχάνειν ἡμᾶς ἀλλήλοις. εἰ γὰρ κατὰ τὰς ἀρχαίας συνθήκας, καὶ κατὰ τὴν ὀφειλομένην νῦν ταῖς ἐκκλησίαις παρʼ ἡμῶν ἐπιμέλειαν, τὰ πολλὰ τοῦ ἐνιαυτοῦ μετʼ ἀλλήλων διήγομεν, οὐκ ἂν ἐδώκαμεν πάροδον τοῖς διαβάλλουσι. σὺ δέ, εἰ δοκεῖ, τούτους μὲν ἔα χαίρειν, αὐτὸς δὲ παρακλήθητι συγκάμνειν ἡμῖν εἰς τὸν προκείμενον ἀγῶνα καὶ συντυχεῖν μεθʼ ἡμῶν τῷ καθʼ ἡμῶν στρατευομένῳ. εἰ γὰρ ὀφθῇς μόνον, ἐφέξεις αὐτοῦ τὴν ὁρμὴν καὶ τοὺς συγκροτουμένους ἐπὶ τῷ καταστρέψασθαι τὰ τῆς πατρίδος πράγματα διαλύσεις, γνώριμον αὐτοῖς καταστήσας, ὅτι αὐτὸς τῇ τοῦ Θεοῦ χάριτι τοῦ καθʼ ἡμᾶς συλλόγου κατάρχεις, καὶ φράξεις πᾶν ἄδικον στόμα τῶν λαλούντων κατὰ τοῦ Θεοῦ ἀνομίαν. ἂν ταῦτα γένηται, αὐτὰ τὰ πράγματα δείξει, τίς μὲν ὁ κατακολουθῶν σοι ἐπὶ τὰ καλά, τίς δὲ ὁ μετοκλάζων καὶ προδιδοὺς δειλίᾳ τὸν λόγον τῆς ἀληθείας. ἐὰν δὲ τὰ τῆς ἐκκλησίας προδιδόμενα ᾖ, ὀλίγος μοι λόγος διὰ ῥημάτων πείθειν τοὺς τοσούτου με τιθεμένους ἄξιον, ὅσον ἂν τιμήσωνται ἄνθρωποι οὔπω ἑαυτοὺς μετρεῖν δεδιδαγμένοι. μετʼ οὐ πολὺ γάρ, τῇ τοῦ Θεοῦ χάριτι, ἡ διὰ τῶν ἔργων ἀπόδειξις τὰς συκοφαντίας ἐλέγξει, διοτι προσδοκῶμεν ὑπὲρ τοῦ λόγου τῆς ἀληθείας τάχα μέν τι καὶ μεῖζον πείσεσθαι· εἰ δὲ μή, πάντως γε τῶν ἐκκλησιῶν καὶ τῶν πατρίδων ἀπελαθήσεσθαι. ἐὰν δὲ καὶ μηδὲν τῶν ἐλπιζομένων γένηται, οὐ μακράν ἐστι τὸ τοῦ Χριστοῦ δικαστήριον. ὥστε, εἰ μὲν τὴν συντυχίαν διὰ τὰς ἐκκλησίας ἐπιζητεῖς ἕτοιμος συνδραμεῖν ὅπουπερ ἂν προκαλῇ· εἰ δέ, ἵνα τὰς συκοφαντίας διαλύσω, οὐ σχολή μοι νῦν ἀποκρίνασθαι περὶ τούτων.
Οἶδά σου καὶ τὴν πρὸς ἡμᾶς ἀγάπην, καὶ τὴν περὶ τὰ καλὰ σπουδήν. διόπερ χρῄζων δυσωπῆσαι τὸν ποθεινότατον υἱὸν Καλλισθένην, ἡγησάμην, εἰ κοινωνόν σε λάβοιμι τῆς φροντίδος, ῥᾷον κατορθώσειν τὸ σπουδαζόμενον. λελύπηται ὁ ἀνὴρ κατὰ τοῦ λογιωτάτου Εὐστοχίου, καὶ λελύπηται δικαίαν λύπην. ἐγκαλεῖ αὐτοῦ τοῖς οἰκέταις θράσος κατʼ αὐτοῦ καὶ ἀπόνοιαν. τοῦτον ἀξιοῦμεν παρακληθῆναι, ἀρκεσθέντα τῷ φόβῳ, ὃν ἐφόβησεν αὐτούς τε τοὺς θρασυνομένους καὶ τοὺς τούτων δεσπότας, καταλῦσαι τὴν φιλονεικίαν, δόντα τὴν χάριν. οὕτω γὰρ ἀμφότερα ὑπάρξει· καὶ τὸ παρὰ ἀνθρώποις σεμνόν, καὶ τὸ παρὰ Θεῷ εὐδόκιμον, ἐὰν τῷ φόβῳ θελήσῃ τὸ μακρόθυμον ἀναμίξαι. αὐτός τε οὖν, εἴ τις σοι προϋπάρχει φιλία πρὸς τὸν ἄνδρα καὶ συνήθεια, αἴτησον παρʼ αὐτοῦ τὴν χάριν ταύτην· καὶ οὓς ἐὰν γνῷς ἐν τῇ πόλει δυναμένους αὐτὸν δυσωπῆσαι, κοινωνοὺς λάβε τῆς φροντίδος, εἰπὼν αὐτοῖς, ὅτι τὸ γινόμενον ἐμοὶ μάλιστα κεχαρισμένον ἔσται. Καὶ ἀπόπεμψαι τὸν συνδιάκονον πράξαντα ὧν ἕνεκεν ἀπεστάλη. αἰσχύνομαι γάρ, καταφυγόντων πρός με τῶν ἀνθρώπων, μὴ δυνηθῆναι αὐτοῖς γενέσθαι τι χρήσιμον.
Ηὐχαρίστησα τῷ Θεῷ τοῖς γράμμασιν ἐντυχὼν τῆς εὐγενείας σου· πρῶτον μέν, ὅτι ἀνδρὸς τιμᾷν ἡμᾶς προαιρουμένου ἀφίκετό μοι προσηγορία· καὶ γὰρ πολλοῦ μὲν ἀξίαν τιθέμεθα τῶν ἀρίστων ἀνδρῶν τὴν συντυχίαν· δεύτερον δὲ εἰς εὐφροσύνην, τὸ μνήμης ἀγαθῆς τυγχάνειν. σύμβολον δὲ μνήμης γράμματα, ἅπερ ἐπειδὴ ἐδεξάμην καὶ κατέμαθον τὸν ἐν αὐτοῖς νοῦν, ἐθαύμασα ὅπως τῷ ὄντι κατὰ τὴν πάντων ὑπόληψιν πατρικὴν ἀπένειμε τὴν αἰδῶ. τὸ γὰρ φλεγμαίνοντα καὶ ὠργισμένον καὶ ὁρμήσαντα πρὸς τὴν τῶν λελυπηκότων ἄμυναν, παραλῦσαι μὲν τὸ πολὺ τῆς σφοδρότητος, ἡμᾶς δὲ τοῦ πράγματος κυρίους ποιήσασθαι, ἔδωκεν ἡμῖν εὐφρανθῆναι ὡς ἐπὶ τέκνῳ πνευματικῷ. ἀντὶ οὖν τούτων τί ἄλλο λειπόμενόν ἐστιν ἢ εὔχεσθαί σοι τὰ ἀγαθά ; φίλοις μέν σε ἥδιστον εἶναι, ἐχθροῖς δὲ φοβερόν, πᾶσι δὲ ὁμοίως αἰδέσιμον, ἵνα καὶ οἱ τῶν προσηκόντων τι ἐλλελοιπότες, αἴσθησιν λαβόντες τῆς ἐν σοὶ πραότητος, ἑαυτῶν καθάψωνται, ὅτι εἰς τοιοῦτόν σε ὄντα ἐξήμαρτον. Ἐπειδὴ οὖν προσέταξας τοὺς οἰκέτας ἐπὶ τὸν τόπον ἐν ᾧ τὴν ἀταξίαν ἐπεδείξαντο διαχθῆναι, ἀξιῶ τὸν σκοπὸν μαθεῖν, καθʼ ὃν ἐπιζητεῖ τοῦτο ἡ χρηστότης σου. εἰ μὲν γὰρ αὐτὸς παρέσῃ καὶ αὐτὸς εἰσπράξῃ τῶν τετολμημένων τὴν δίκην, παρέσονται μὲν οἱ παῖδες. τί γὰρ ἄλλο δεῖ γενέσθαι, εἰ τοῦτό σοι κέκριται ; πλὴν ἀλλʼ ἡμεῖς οὐκ οἴδαμεν ποίαν ἔτι χάριν εἰληφότες ἐσόμεθα, ἐάν περ μὴ ἐξαρκέσωμεν ἐξελέσθαι τοὺς παῖδας τῆς τιμωρίας. εἰ δὲ αὐτόν σε ἡ ἐπὶ τῆς λεωφόρου ἀσχολία καθέξει, τίς ὁ ὑποδεχόμενος ἐκεῖ τοὺς ἀνθρώπους ; τίς δὲ ὁ μέλλων αὐτοὺς ἀντὶ σοῦ ἀμύνεσθαι ; ἀλλʼ εἰ δοκεῖ σοι ἐλθεῖν αὐτοὺς εἰς ὄψιν καὶ τοῦτο πάντως κέκριται, μέχρι Σασίμων κέλευσον γενέσθαι αὐτῶν τὴν παράστασιν, καὶ αὐτοῦ δεῖξον σεαυτοῦ τὸ πρᾶον τοῦ ἤθους καὶ μεγαλόθυμον. λαβὼν γὰρ ὑποχειρίους τοὺς παροξύναντας, καὶ ἐν τούτῳ τὸ εὐκαταφρόνητον τῆς σεαυτοῦ ἀξίας ἐπιδειξάμενος, ἄφες αὐτοὺς ἀβλαβεῖς, ὡς ἐν τοῖς προτέροις γράμμασι παρεκαλέσαμεν, ἡμῖν μὲν διδοὺς τὴν χάριν, παρὰ δὲ Θεοῦ τὴν ἐφʼ οἷς ποιεῖς ἀντίδοσιν ἐκδεχόμενος. Καὶ ταῦτα λέγω, οὐχ ὡς οὕτως ὀφείλοντος τελεσθῆναι τοῦ πράγματος, ἀλλὰ συνενδιδοὺς τῇ ὁρμῇ σου, καὶ φοβούμενος μή τι ὑπολείπηται ἄπεπτον τοῦ θυμοῦ, καὶ ὥσπερ ἐπὶ τῶν φλεγμαινόντων ὀφθαλμῶν καὶ τὰ ἁπαλώτατα τῶν βοηθημάτων ὀδυνηρὰ φαίνεται, οὕτω καὶ νῦν ὁ ἡμέτερος λόγος ἐξαγριάνῃ σε μᾶλλον ἢ καταστείλῃ. ἐπεὶ τὸ εὐπρεπέστατον ἦν, καὶ σοὶ μέγιστον κόσμον ἐνεγκεῖν δυνάμενον καὶ ἐμοὶ ἀρκοῦν πρὸς τοὺς ἐμαυτοῦ φίλους καὶ ἡλικιώτας εἰς σεμνολόγημα, τὸ ἡμῖν ἐπιτραπῆναι τὴν ἐκδίκησιν. πάντως δὲ εἰ καὶ ὀμώμοσται σοὶ δοῦναι αὐτοὺς εἰς τιμωρίαν κατὰ τοὺς νόμους, οὔτε ἡ παρʼ ἡμῶν ἐπιτίμησις ἐλάττων ἐστὶν εἰς ἐκδίκησιν, οὔτε ὁ θεῖος νόμος ἀτιμότερος τῶν ἐμπολιτευομένων τῷ βίῳ νομίμων. Ἀλλʼ ἦν δυνατὸν αὐτούς, ἐνταῦθα ἐπιστραφέντας τοῖς ἡμετέροις νομίμοις, ἐν οἷς καὶ αὐτὸς τὴν ἐλπίδα ἔχεις τῆς σωτηρίας, καὶ σὲ τῆς ἐπὶ τῷ ὅρκῳ ἀνάγκης ἐλευθερῶσαι, καὶ αὐτοὺς σύμμετρον τοῖς ἡμαρτημένοις ἐκπληρῶσαι τὴν δίκην. Ἀλλὰ πάλιν μακρὰν ποιῶ τὴν ἐπιστολήν. ὑπὸ γὰρ τοῦ σφόδρα σπουδάζειν πιθανός σοι γενέσθαι, οὐδὲν τῶν εἰς διάνοιαν ἐρχομένων ἀποσιωπῆσαι ἀνέχομαι, φοβούμενος μὴ παρὰ τοῦτο ἄπρακτός μοι ἡ αἴτησις γένηται, ἐλλιπῶς μου τὴν διδασκαλίαν ποιησαμένου. ἀλλʼ, ὦ τιμιώτατον καὶ γνήσιον θρέμμα τῆς Ἐκκλησίας, βεβαίωσον καὶ ἐμοὶ τὰς ἐλπίδας, ἃς ἔχω νῦν ἐπὶ σοὶ καὶ τὰς πάντων συμφώνως περὶ τῆς σῆς ἐμμελείας καὶ πραότητος μαρτυρίας, καὶ ἐπίστειλον τῷ στρατιώτῃ ἀπαλλαγῆναι ἡμῶν ἐν τάχει, ὃς νῦν γε οὐδὲν ἐπαχθείας οὐδὲ ὕβρεως ἐλλέλοιπε, μᾶλλον αἱρούμενός σε μὴ λυπῆσαι ἢ πάντας ἡμᾶς οἰκείους ἔχειν καὶ φίλους.
Ἐμὲ τί οἴει πόσου ποτʼ ἂν τιμήσασθαι τὸ εἰς ταὐτὸν ποθʼ ἡμᾶς ἀλλήλοις ἐλθεῖν καὶ ἐπὶ πλεῖον σοὶ συγγενέσθαι, ὥστε πάντων ἀπολαῦσαι τῶν ἐν σοὶ καλῶν ; καὶ γὰρ εἰ μέγα πρὸς μαρτυρίαν παιδεύσεως τὸ πολλῶν ἀνθρώπων ἰδεῖν ἄστεα, καὶ νόον γνῶναι, τοῦτο οἶμαι δι’ ὀλίγου χαρίζεσθαι τὴν σὴν ὁμιλίαν. τί γὰρ διαφέρει πολλοὺς ἰδεῖν κατὰ μέρος, ἢ ἕνα τὸν πάντων ὁμοῦ τὴν πεῖραν ἀναδεξάμενον ; μᾶλλον δὲ ἐγὼ καὶ πλεῖστον ἂν ἔχειν εἴποιμι τὸ διάφορον, ὅσα ἀταλαίπωρον τὴν γνῶσιν τῶν καλῶν προξενεῖ, καὶ καθαρὰν τῆς πρὸς τὸ χεῖρον ἐπιμιξίας συνάγει τὴν ἱστορίαν τῆς ἀρετῆς. εἴτε γὰρ πρᾶξις ἀρίστη, εἴτε λόγος μνήμης ἄξιος, εἴτε πολιτεῖαι ἀνδρῶν ὑπερπεφυκότων τοὺς ἄλλους, πάντα τῷ σῷ ταμιείῳ τῆς ψυχῆς ἐναπόκειται. ὥστε οὐκ εἰς ἐνιαυτὸν μόνον, ὡς ὁ Ἀλκίνοος τοῦ Ὀδυσσέως, ἀλλʼ εἰς πάντα μου τὸν βίον εὐξαίμην ἄν σου ἀκούειν, καὶ μακρὸν ἄν μοι γενέσθαι τούτου γε ἕνεκα τοῦτον, καὶ ταῦτα δυσκόλως πρὸς αὐτὸν διακείμενος. τί δήποτʼ οὖν ἐπιστέλλω νῦν, παρεῖναι δέον ; ὅτι με κάμνουσα ἡ πατρὶς ἐπείγει πρὸς ἑαυτήν. οἷα γὰρ πέπονθεν, οὐκ ἀγνοεῖς, ὦ ἄριστε· ὅτι Πενθέως τρόπον Μαινάδες ὄντως τινές, δαίμονες, αὐτὴν διεσπάσαντο. διαιροῦσι γὰρ αὐτὴν καὶ ἐπιδιαιροῦσιν· ὥσπερ οἱ κακοὶ τῶν ἰατρῶν, χαλεπώτερα τὰ ἕλκη ποιοῦντες τῇ παρʼ ἑαυτῶν ἀπειρίᾳ. ἐπεὶ οὖν κέκμηκε κατατεμνομένη, λείπεται αὐτὴν θεραπεύειν, ὡς ἀρρωστοῦσαν. ἐπέστειλαν οὖν ἐπείγοντες ἡμᾶς οἱ πολῖται· καὶ ἀνάγκη ἀπαντᾷν, οὐχ ὥς τι ὄφελος ἐσομένους τοῖς πράγμασιν, ἀλλὰ τὴν ἐκ τῆς ἀπολείψεως μέμψιν ἐκκλίνοντας. οἶσθα γάρ, ὡς εὔκολοι μὲν ἐλπίσαι οἱ ἀμηχανοῦντες, εὔκολοι δέ που καὶ καταμέμψασθαι, ἐπὶ τὸ παρεθὲν ἀεὶ τρέποντες τὰς αἰτίας. Καίτοι ἔγωγε καὶ αὐτοῦ τούτου ἕνεκεν ἐδεόμην σοι συνελθεῖν καὶ δοῦναι γνώμην· μᾶλλον δὲ παρακαλέσαι ἐνθυμηθῆναί τι νεανικὸν καὶ πρέπον τῷ σεαυτοῦ φρονήματι, καὶ εἰς γόνυ κλιθεῖσαν τὴν πατρίδα ἡμῶν μὴ περιιδεῖν, ἀλλὰ καταλαβόντα τὸ στρατόπεδον εἰπεῖν μετὰ παρρησίας τῆς σῆς μήτοι νομίζειν αὐτοὺς δύο κεκτῆσθαι ἀντὶ μιᾶς ἐπαρχίας. οὐ γὰρ ἐξ ἄλλης τινὸς οἰκουμένης ἐπεισήγαγον τὴν ἑτέραν, ἀλλὰ παραπλήσιόν τι πεποιήκασιν, ὥσπερ ἂν εἴ τις ἵππον ἢ βοῦν κεκτημένος, εἶτα διχῆ διελὼν δύο νομίζοι ἔχειν ἑνὸς ἄντι· οὔτε γὰρ δύο ἐποίησε, καὶ τὸν ἕνα διέφθειρεν· εἰπεῖν δὲ καὶ τοῖς παραδυναστεύουσι, μὴ τοῦτον αὔξειν τὸν τρόπον τὴν βασιλείαν, οὐ γὰρ ἐν ἀριθμῷ εἶναι τὴν δύναμιν, ἀλλʼ ἐν τοῖς πράγμασιν· ἐπεὶνῦν γε ἡγούμεθα τοὺς μὲν ἀγνοίᾳ τῆς ἀληθείας ἴσως, τοὺς δὲ τῷ μὴ βούλεσθαι λυπεῖν τοῖς ῥήμασι, τοὺς δὲ καὶ οὐ μέλον αὐτοῖς, περιορᾷν τὰ γινόμενα. εἰ μὲν οὖν ἦν δυνατὸν αὐτὸν ἐλθεῖν πρὸς βασιλέα, τοῦτο κράτιστον μὲν τοῖς πράγμασι, πρέπον δέ σου τῇ καλῇ τοῦ βίου προαιρέσει. εἰ δὲ βαρὺ ἄλλως καὶ διὰ τὴν ὥραν τοῦ ἔτους καὶ διὰ τὴν ἡλικίαν, ὡς αὐτὸς ἔφης, σύντροφον ἔχουσαν ἐν ἑαυτῇ τὸν ὄκνον, ἀλλὰ τό γε ἐπιστεῖλαι πόνος οὐδείς. ὥστε, τὴν ἀπὸ τῶν γραμμάτων βοήθειαν χαριζόμενος τῇ πατρίδι, πρῶτον μὲν σαυτῷ συνειδήσεις μηδὲν τῶν εἰς δύναμιν ἡκόντων ἐλλελοιπότι, ἔπειτα μέντοι καὶ τοῖς κάμνουσιν, αὐτῷ τῷ φαίνεσθαι συναλγῶν, ἀρκοῦσαν δώσεις παραμυθίαν. ἀλλʼ εἴθε γὰρ ἦν οἷόν τε, αὐτὸν ἐπιστάντα τοῖς πράγμασιν, ὄψει λαβεῖν αὐτὰ τὰ σκυθρωπά. οὕτω γὰρ ἂν ἴσως, ἀπʼ αὐτῆς τῆς ἐναργείας τῶν ὁρωμένων συγκινηθείς, ἀφῆκάς τινα φωνὴν πρέπουσαν καὶ τῇ σῇ μεγαλονοίᾳ καὶ τῇ κατηφείᾳ τῆς πόλεως. σὺ δὲ ἀλλʼ ἡμῖν διηγουμένοις μὴ ἀπιστήσῃς. ἢ ὅτι Σιμωνίδου ὄντως ἤ τινος τοιούτου μελοποιοῦ ἐδεόμεθα, ἐναργῶς εἰδότος ἐπιστενάζειν τοῖς πάθεσι; καίτοι τί λέγω Σιμωνίδην; δέον Αἰσχύλον εἰπεῖν, ἢ εἰ δή τις ἕτερος, παραπλησίως ἐκείνῳ συμφορᾶς μέγεθος ἐναργῶς διαθέμενος, μεγαλοφώνως ὠδύρατο. Σύλλογοι μὲν γὰρ ἐκεῖνοι, καὶ λόγοι, αἱ κατʼ ἀγορὰν συντυχίαι τῶν ἐλλογίμων ἀνδρῶν, καὶ ὅσα πρότερον ἐποίει τὴν ἡμετέραν ὀνομαστὴν πόλιν ἡμᾶς ἐπιλελοίπασιν· ὥστε τῶν περὶ παιδείαν καὶ λόγους ἧττον ἂν φανείη νῦν τις ἐμβαλὼν τῇ ἀγορᾷ ἢ Ἀθήνησι πρότερον οἱ ἀτιμίαν κατεγνωσμένοι, ἢ τὰς χεῖρας ὄντες μὴ καθαροί. ἀντεισῆκται δὲ τούτοις Σκυθῶν τινῶν ἢ Μασσαγετῶν ἀμουσία· μία δὲ φωνὴ ἀπαιτούντων καὶ ἀπαιτουμένων καὶ ξαινομένων ταῖς μάστιξι. στοαὶ δʼ ἑκατέρωθεν σκυθρωπὸν ἐπηχοῦσαι οἷον οἰκείαν δοκοῦσιν ἀφιέναι φωνὴν τοῖς γινομένοις ἐπιστενάζουσαι. γυμνάσια δὲ κεκλεισμένα καὶ νύκτας ἀλαμπεῖς οὐκ ἐᾷ ἡμᾶς οὐδὲν λογίζεσθαι ἡ περὶ τοῦ ζῇν ἀγωνία. κίνδυνος γὰρ οὐχ ὁ τυχών, τῶν κρατούντων ὑφαιρεθέντων, ὥσπερ ἐρείσμασι πεσοῦσι συγκατενεχθῆναι τὰ πάντα. καὶ τίς ἂν λόγος τῶν κακῶν τῶν ἡμετέρων ἐφίκοιτο; οἱ μὲν οἴχονται φεύγοντες, μέρος τῆς βουλῆς ἡμῶν, οὐ τὸ φαυλότατον, τὴν ἀειφυγίαν Ποδανδοῦ προτιμήσαντες. ὅταν δὲ Ποδανδὸν εἴπω, τὸν Κεάδαν με οἴου λέγειν τὸν Λακωνικόν, ἢ εἴ που τῆς οἰκουμένης εἶδες βάραθρον αὐτοφυές, ἃ δὴ καὶ Χαρώνειά τισι προσαγορεύειν αὐτομάτως ἐπῆλθεν, ἀέρα νοσοποιὸν ἀναπνέοντα. τοιούτῳ τινὶ ἐοικὸς νόμισον καὶ τὸ Ποδανδοῦ κακόν· τριῶν τοίνυν μοιρῶν, οἱ μὲν φεύγουσιν αὐταῖς γυναιξὶ καὶ ἑστίαις ἀπαναστάντες· οἱ δὲ ἀπάγονται ὥσπερ αἰχμάλωτοι, οἱ πλεῖστοι τῶν ἐν τῇ πόλει ἄριστοι, ἐλεεινὸν φίλοις θέαμα, ἐχθροῖς δὲ εὐχὴν ἐκπληροῦντες, εἰ δή τις γέγονεν ὅλως τοσοῦτον ἡμῖν ἐπαρασάμενος. τριτάτη δέ που μοῖρα λέλειπται· οὗτοι δέ, τήν τε ἀπόλειψιν τῶν συνήθων οὐ φέροντες, καὶ ἅμα τῆς χρείας ἀτονώτεροι ἀπελεγχόμενοι, πρὸς αὐτὸ τὸ ζῇν ἀπειρήκασι. Ταῦτά σε φανερὰ ποιῆσαι πᾶσι παρακαλοῦμεν τῇ σεαυτοῦ φωνῇ καὶ τῇ σεαυτοῦ παρρησίᾳ τῇ δικαίᾳ, ἣν ἔχεις ἀπὸ τοῦ βίου, ἐκεῖνο σαφῶς προειπόντα, ὅτι, ἐὰν μὴ ταχὺ μεταβουλεύσωνται, οὐδʼ ἕξουσιν εἰς οὓς τὴν φιλανθρωπίαν ἐνδείξονται. ἢ γὰρ γενήσῃ τι ὄφελος τοῖς κοινοῖς, ἢ τό γε τοῦ Σόλωνος πεποιηκὼς ἔσῃ, ὃς τοῖς ἀπολειφθεῖσι τῶν πολιτῶν ἀμύνειν οὐκ ἔχων, τῆς ἀκροπόλεως ἤδη κατεχομένης, τὰ ὅπλα ἐνδὺς πρὸ τῶν θυρῶν ἐκαθέζετο, εὔδηλος ὢν τῷ σχήματι τοῖς γινομένοις οὐ συντιθέμενος. ἐκεῖνο δʼ ἀκριβῶς οἶδα, ὅτι, καὶ εἴ τίς σου νῦν τὴν γνώμην μὴ ἀποδέχοιτο, μικρὸν ὕστερόν σοι εὐνοίας τε ὁμοῦ καὶ συνέσεως τὴν μεγίστην δόξαν προσθήσει ὅταν ἴδῃ τὰ πράγματα κατὰ τὴν πρόρρησιν ἀπαντήσαντα.
Πολλῶν ὄντων ἃ τὸ σὸν ἦθος ὑπὲρ τοὺς ἄλλους εἶναι πεποίηκεν, οὐδὲν οὕτως ἴδιόν ἐστι σὸν ὡς ἡ περὶ τὴν πατρίδα σπουδή, δικαίας αὐτῇ ἀποδιδόντος σου τὰς ἀμοιβάς, ἐξ ἧς ὁρμηθεὶς τοσοῦτος ἐγένου, ὥστε διὰ πάσης τῆς οἰκουμένης γνώριμον εἶναί σου τὴν περιφάνειαν. αὕτη τοίνυν ἡ πατρίς, ἡ σὲ ἐνεγκοῦσα καὶ θρεψαμένη, εἰς τὴν τῶν παλαιῶν διηγημάτων ἀπιστίαν περιελήλυθε· καὶ οὐκ ἄν τις ἐπιστὰς ἡμῶν τῇ πόλει, οὐδὲ τῶν πάνυ συνήθων, αὐτὴν γνωρίσειεν· οὕτως εἰς πᾶσαν ἐρημίαν ἀθρόως μετεσκεύασται, πολλῶν μὲν καὶ πρότερον αὐτῆς ἀφαιρεθέντων τῶν πολιτευομένων, νῦν δὲ σχεδὸν ἁπάντων εἰς τὴν Ποδανδὸν μετοικισθέντων. ὧν ἀκρωτηριασθέντες οἱ λειπόμενοι καὶ αὐτοὶ εἰς πᾶσαν ἀπόγνωσιν μεταπεπτώκασι, καὶ πᾶσι τοσοῦτον ἐνεποίησαν τῆς ἀθυμίας τὸν ὄγκον, ὥστε σπανίζειν λοιπὸν καὶ τῶν οἰκητόρων τὴν πόλιν, καὶ γεγενῆσθαι τὰ τῇδε ἐρημίαν δεινήν, ἐλεεινὸν μὲν φίλοις θέαμα, πολλὴν δὲ χαρὰν καὶ εὐθυμίαν φέρον τοῖς πάλαι ἐφεδρεύουσιν ἡμῶν τῷ πτώματι. τίνος οὖν ἐστὶ χεῖρα ἡμῖν ὀρέξαι ; ἢ τίνος συμπαθὲς ἐφʼ ἡμῖν ἀφεῖναι δάκρυον, ἀλλʼ οὐχὶ τῆς σῆς ἡμερότητος, ὃς καὶ ἀλλοτρίᾳ συμπαθοῖς πόλει τοιαῦτα καμνούσῃ, μὴ ὅτι γε τῇ σε παραγαγούσῃ εἰς τὸν βίον; εἴ τις οὖν δύναμις, ταύτην νῦν ἐπὶ τῆς παρούσης χρείας ἡμῖν ἐπίδειξαι. πάντως δὲ μεγάλην ἔχεις τὴν παρὰ τοῦ Θεοῦ ῥοπήν, ὃς ἐπʼ οὐδενὸς καιροῦ καταλέλοιπέ σε, καὶ πολλὰς ἔδωκέ σοι τῆς παρʼ ἑαυτοῦ εὐμενείας τὰς ἀποδείξεις· μόνον ἐὰν θελήσῃς ὅλως διαναστῆναι πρὸς τὴν ἐπιμέλειαν ἡμῶν, καὶ τῇ προσούσῃ σοι δυνάμει χρήσασθαι εἰς τὴν ὑπὲρ τῶν πολιτῶν βοήθειαν.
Τὸ μὲν μέγεθος τῶν καταλαβουσῶν συμφορῶν τὴν πατρίδα ἡμῶν αὐτὸν ἐμὲ ἠνάγκαζε, καταλαβόντα τὸ στρατόπεδον, τῇ τε σῇ μεγαλοφυΐᾳ διηγήσασθαι τὴν κατέχουσαν ἡμῶν τὴν πόλιν κατήφειαν, καὶ τοῖς λοιποῖς ὅσοι ἐπὶ μεγίστης ἐστὲ δυνάμεως τῶν πραγμάτων. ἐπειδὴ δὲ ἥ τε τοῦ σώματος ἀρρωστία καὶ ἡ τῶν ἐκκλησιῶν ἐπιμέλεια κατέχει με, τέως διὰ γράμματος ἀποδύρασθαι πρὸς τὴν σὴν μεγαλόνοιαν ἐπείχθην, γνωρίζων, ὅτι οὔτε σκάφος ἐν πελάγει πνεύμασι βιαίοις καταβαπτισθὲν οὕτως ἀθρόως ἠφανίσθη ποτέ, οὐ σεισμοῖς ἐκτριβεῖσα πόλις, οὐχ ὕδασιν ἐπικλυσθεῖσα, εἰς ἀθρόον ἀφανισμὸν ἐχώρησεν οὕτως, ὡς ἡ ἡμετέρα τῇ καινῇ ταύτῃ τῶν πραγμάτων οἰκονομίᾳ καταποθεῖσα εἰς ἀπώλειαν ἐχώρησε παντελῆ. καὶ μῦθος γέγονε τὰ ἡμέτερα. οἴχεται μὲν γὰρ τὸ πολίτευμα· πᾶν δὲ τὸ πολιτικὸν σύνταγμα, τῇ περὶ τοὺς κρατοῦντας ἀθυμίᾳ καταλιπὸν τὴν ἐν τῇ πόλει οἴκησιν, διὰ τῆς ἀγροικίας πλανᾶται. ἐπιλέλοιπε δὲ λοιπὸν καὶ ἡ τῶν ἀναγκαίων διάθεσις, καὶ ὅλως ἀωρότατον θέαμα γεγένηται ἡ πρότερον ἀνδράσι τε λογίοις ἐπαγαλλομένη καὶ τοῖς λοιποῖς, οἷς εὐθηνοῦνται πόλεις ἀνευδεῶς διάγουσαι. Μίαν δὲ ἐνομίσαμεν ὡς ἐν δεινοῖς παραμυθίαν εἶναι, τὸ ἐπιστενάξαι τοῖς πάθεσιν ἡμῶν πρὸς τὴν σὴν ἡμερότητα, καὶ παρακαλέσαι, εἴ τις δύναμις, χεῖρα ὀρέξαι τῇ πόλει ἡμῶν εἰς γόνυ κλιθείσῃ. τὸν δὲ τρόπον δι’ οὗ ἂν γένοιο ἐν καιρῷ τοῖς πράγμασιν, αὐτὸς μὲν εἰσηγεῖσθαι οὐκ ἔχω, σοι δὲ πάντως καὶ εὑρεῖν διὰ τὴν σύνεσιν ῥᾴδιον, καὶ χρήσασθαι τοῖς εὑρεθεῖσι, διὰ τὴν παρὰ Θεοῦ σοι δεδομένην δύναμιν, οὐ χαλεπόν.
Ἕν καὶ τοῦτο τῆς ἀγαθῆς ἀρχῆς τοῦ μεγάλου ἀπηλαύσαμεν Θηρασίου, τῆς σῆς λογιότητος τὴν ἐπιδημίαν συνεχῶς ἡμῖν γινομένην. τὸ αὐτὸ δὲ τοῦτο ἐζημιώθημεν στερηθέντες τοῦ ἄρχοντος. ἀλλʼ ἐπειδὴ τὰ ἅπαξ ἡμῖν παρὰ τοῦ Θεοῦ χαρισθέντα μένει βέβαια καὶ ταῖς ψυχαῖς ἀλλήλων ἐνοικούμενα διὰ τῆς μνήμης, εἰ καὶ τοῖς σώμασι διωρίσμεθα, γράφωμεν γοῦν συνεχῶς καὶ φθεγγώμεθα πρὸς ἀλλήλους τὰ ἀναγκαῖα, καὶ μάλιστα νῦν, ὅτε ὁ χειμὼν τὴν ὀλιγοχρόνιον ταύτην ἐκεχειρίαν ἐσπείσατο. Ἐλπίζομεν δὲ μὴ ἀπολείψεσθαί σε τοῦ θαυμασιωτάτου ἀνδρὸς Θηρασίου, πρέπον εἶναι κρίναντα κοινωνεῖν τῷ ἀνδρὶ τοιούτων φροντίδων, ἤ γ’ οὐ μὲν οὖν καὶ μάτην πρόφασιν ἀσμενίζοντα παρέχουσάν σοι ἰδεῖν τε τοὺς φίλους, καὶ παρʼ αὐτῶν θεαθῆναι. πολλὰ δὲ ἔχων εἰπεῖν καὶ περὶ πολλῶν, εἰς τὴν συντυχίαν ὑπερεθέμην, οὐκ ἀσφαλὲς εἶναι ἡγούμενος ἐπιστολαῖς τὰ τοιαῦτα καταπιστεύειν.
Οὐκ ἔλαθεν ἡμᾶς ἡ ἀγαθή σου σπουδὴ περὶ τὸν αἰδεσιμώτατον ἑταῖρον ἡμῶν Ἐλπίδιον, ὅπως τῇ συνήθει σεαυτοῦ συνέσει ἔδωκας καιρὸν φιλανθρωπίας τῷ ἄρχοντι. ταύτην οὖν τὴν χάριν νῦν σε τελειῶσαι παρακαλοῦμεν διὰ τοῦ γράμματος, καὶ ὑπομνῆσαι τὸν ἄρχοντα οἰκείῳ προστάγματι ἐπὶ τῆς πατρίδος ἡμῶν καταστῆναι τὸν ἄνδρα πᾶσαν σχεδὸν τὴν φροντίδα τῶν δημοσίων ἐξηρτημένον. ὥστε πολλὰς ἕξεις καὶ εὐπροσώπους ὑποβάλλειν προφάσεις τῷ ἄρχοντι, ἐξ ὧν ἀναγκαίως ἐπιμένειν αὐτὸν τῇ πατρίδι ἡμῶν προστάξει. οἷα δὲ τὰ ἐνταῦθα, καὶ ὅσου ἄξιος τοῖς πράγμασιν ὁ ἀνήρ, πάντως οὐδὲν δεήσῃ παρʼ ἡμῶν διδαχθῆναι, αὐτὸς τῇ ἑαυτοῦ συνέσει ἀκριβῶς ἐπιστάμενος.
Καὶ πρὸ τοῦ δέχεσθαι τὰ γράμματα, ᾔδειν τὸν πόνον ὃν ἔχεις ὑπὲρ πάσης ψυχῆς, ἐξαιρέτως δὲ ὑπὲρ τῆς ἡμετέρας ταπεινώσεως, διὰ τὸ προβεβλῆσθαι ἐν τῷ ἀγῶνι τούτῳ· καὶ δεξάμενος παρὰ τοῦ αἰδεσιμωτάτου Ἐλευσινίου τὰ γράμματα, καὶ αὐτὴν αὐτοῦ τὴν παρουσίαν θεασάμενος, ἐδόξασα τὸ θεῖον τὸ τοιοῦτον παραστάτην καὶ συνασπιστήν διὰ τῆς πνευματικῆς βοηθείας ἐν τοῖς ὑπὲρ εὐσεβείας ἀγῶσι χαρισάμενον ἡμῖν. γινωσκέτω δὲ ἡ ἀνυπέρβλητός σου θεοσέβεια μέχρι νῦν προσβολὰς μέν τινας παρὰ τῶν μεγάλων ἀρχόντων ἡμῖν γεγενῆσθαι, καὶ ταύτας σφοδράς, τοῦ τε ἐπάρχου καὶ τοῦ περὶ τὸν κοιτῶνα διαλεχθέντων ἰδιοπαθῶς ὑπὲρ τῶν ἐναντίων· τέως δὲ ἀτρέπτως ἡμᾶς πᾶσαν προσβολὴν ὑπομεῖναι τῷ ἐλέει τοῦ Θεοῦ, τῷ χαριζομένῳ ἡμῖν τὴν συνεργίαν τοῦ Πνεύματος καὶ ἐνδυναμώσαντι ἡμῶν δι’ αὐτοῦ τὴν ἀσθένειαν.
Ὅσον τῶν ἐκκλησιῶν τὰ ἀρρωστήματα ἐπὶ τὸ μεῖζον πρόεισι, τοσοῦτον πάντες ἐπὶ τὴν σὴν ἐπιστρεφόμεθα τελειότητα, μίαν ἑαυτοῖς ὑπολείπεσθαι τῶν δεινῶν παραμυθίαν τὴν σὴν προστασίαν πεπιστευκότες· ὃς καὶ τῇ δυνάμει τῶν προσευχῶν καὶ τῷ εἰδέναι τὰ βέλτιστα τοῖς πράγμασιν ὑποτίθεσθαι, διασώσασθαι ἡμᾶς ἐκ τοῦ φοβεροῦ τούτου χειμῶνος παρὰ πάντων ὁμοίως τῶν καὶ κατὰ μικρὸν ἢ ἀκοῇ ἢ πείρᾳ γνωριζόντων τὴν τελειότητα σοῦ πιστεύῃ. διὸ μὴ ἀνῇς καὶ προσευχόμενος ὑπὲρ τῶν ψυχῶν ἡμῶν καὶ διεγείρων ἡμᾶς τοῖς γράμμασιν· ὧν εἰ ᾔδεις ὁπόσον ἐστὶ τὸ ὠφέλιμον, οὐκ ἄν ποτε παραπεσοῦσάν σοι γραμμάτων ἀφορμὴν πρὸς ἡμᾶς ὑπερέβης. εἰ δὲ καταξιωθείημεν τῇ συνεργίᾳ τῶν προσευχῶν τοῦ ἰδεῖν σε καὶ ἀπολαῦσαι τῶν ἐν σοὶ ἀγαθῶν, καὶ προσθεῖναι τῇ ἱστορίᾳ τοῦ ἡμετέρου βίου τὴν συντυχίαν τῆς μεγάλης σου ὄντως καὶ ἀποστολικῆς ψυχῆς, πάντως ἂν ἑαυτοῖς ἐλογισάμεθα, ὧν ἐθλίβημεν ἐν πάσῃ τῇ ζωῇ ἡμῶν, ἀντίρροπον παρὰ τῆς τοῦ Θεοῦ φιλανθρωπίας ἐσχηκέναι παραμυθίαν.
Ὅσον εὐθύμησα δεξάμενος γράμματα τῆς ἀγάπης σου, τοσοῦτον ἐλυπήθην, ὅτι βάρος ἐπέθηκας ἡμῖν φροντίδος τῆς ὑπερβαινούσης ἡμᾶς. πῶς γὰρ δυνηθῶμεν ἀπὸ τοσούτου διαστήματος τοσαύτης ἡμεῖς οἰκονομίας περιγενέσθαι; ἕως μὲν γὰρ ὑμᾶς ἔχει ἡ Ἐκκλησία, ὡς ἰδίοις στηρίγμασιν ἐπαναπαύεται, ἐὰν δέ τι περὶ τῆς ὑμετέρας ζωῆς ὁ Κύριος οἰκονομήσῃ, τίνας δύναμαι ὁμοτίμους ἐντεῦθεν ὑμῖν εἰς τὴν ἐπιμέλειαν τῶν ἀδελφῶν ἐκπέμπειν; ὅπερ σὺ ἐπεζήτησας διὰ τῶν γραμμάτων, καλῶς ποιῶν καὶ ἐμφρόνως, βουλόμενος ζῶν ἰδεῖν τὸν μετὰ σὲ μέλλοντα κυβερνᾷν τὸ ἐκλεκτὸν ποίμνιον τοῦ Κυρίου· ὃ καὶ ὁ μακάριος Μωϋσῆς καὶ ἐπεθύμησε καὶ εἶδεν· ἐπεὶ οὖν καὶ ὁ τόπος μέγας καὶ περιβόητος, καὶ τὸ σὸν ἔργον παρὰ πολλοῖς ὀνομαστόν, καὶ οἱ καιροὶ χαλεποί, μεγάλου χρείαν ἔχοντες κυβερνήτου διὰ τὰς συνεχεῖς ζάλας καὶ τοὺς ἐπανισταμένους κλύδωνας τῇ Ἐκκλησίᾳ, οὐκ ἐνόμισα ἀσφαλὲς εἶναι τῇ ἐμῇ ψυχῇ ἀφωσιωμένως τῷ πράγματι χρήσασθαι, μάλιστα μεμνημένος ὧν ἔγραψας, ὅτι μέλλεις ἐπὶ τοῦ Κυρίου ἀντικαθίστασθαί μοι, δικαζόμενος πρός με ὑπὲρ τῆς ἀμελείας τῶν ἐκκλησιῶν. Ἵνα οὖν μὴ εἰσέλθω εἰς κρίσιν μετὰ σοῦ, ἀλλὰ μᾶλλον κοινωνόν σε εὕρω τῆς ἀπολογίας μου τῆς ἐπὶ τοῦ Χριστοῦ, περιβλεψάμενος ἐν τῷ συνεδρίῳ τοῦ πρεσβυτερίου τοῦ κατὰ τὴν πόλιν, ἐξελεξάμην τὸ τιμιώτατον σκεῦος, τὸν ἔκγονον τοῦ μακαρίου Ἑρμογένους, τοῦ τὴν μεγάλην καὶ ἄρρηκτον πίστιν γράψαντος ἐν τῇ μεγάλῃ συνόδῳ· πρεσβύτερον τῆς ἐκκλησίας ἐκ πολλῶν ἤδη ἐτῶν, εὐσταθῆ τὸν τρόπον, ἔμπειρον κανόνων, ἀκριβῆ τὴν πίστιν, ἐν ἐγκρατείᾳ καὶ ἀσκήσει μέχρι νῦν διάγοντα· εἰ καὶ ὅτι τὸ εὔτονον αὐτοῦ τῆς σκληραγωγίας λοιπὸν κατεδαπάνησε τὴν σάρκα· πτωχὸν καὶ μηδένα πορισμὸν ἔχοντα ἐν τῷ κόσμῳ τούτῳ, ὡς μηδὲ ἄρτου αὐτὸν εὐπορεῖν, ἀλλὰ διὰ τῶν χειρῶν ἐκπλέκειν τὸν βίον μετὰ τῶν ἀδελφῶν τῶν συνόντων αὐτῷ. τοῦτον ἐμοὶ βουλητόν ἐστιν ἀποστεῖλαι. Εἰ οὖν καὶ αὐτὸς τοιούτου χρῄζεις ἀνδρός, ἀλλὰ μὴ αὐτὸ τοῦτο νεωτέρου τινὸς ἐπιτηδείου μόνον πρὸς τὸ πέμπεσθαι καὶ τὰς βιωτικὰς ἐξανύειν χρείας, ταχύ μοι διὰ πρώτης ἀφορμῆς ἐπιστεῖλαι καταξίωσον, ἵνα πέμψω σοι τοῦτον τὸν ἄνδρα, ἐκλεκτὸν ὄντα τοῦ Θεοῦ, καὶ τῷ πράγματι ἐπιτήδειον, αἰδέσιμον τοῖς ἐντυγχάνουσι, καὶ ἐν πραότητι παιδεύοντα τοὺς ἀντιδιατιθεμένους. ὃν ἠδυνάμην καὶ εὐθὺς ἐκπέμψαι· ἀλλʼ ἐπειδὴ αὐτὸς προλαβὼν ἐπεζήτησας ἄνθρωπον, τὰ μὲν ἄλλα καλὸν καὶ ἀγαπητὸν ἡμῖν, τοῦ δὲ προειρημένου ἀνδρὸς παραπολὺ ἀποδέοντα, ἠβουλήθην σοι φανερὰν γενέσθαι τὴν ἐμαυτοῦ γνώμην ἵνʼ, εἰ χρῄζεις ἀνδρὸς τοιούτου, ἢ ἐκπέμψῃς τινὰ τῶν ἀδελφῶν τὸν συμπαραληψόμενον αὐτὸν περὶ τὰς νηστείας, ἢ ἐπιστείλῃς ἡμῖν, ἐὰν μηδένα ἔχῃς τὸν δυνάμενον τῆς μέχρις ἡμῶν ὁδοιπορίας τὸν κάματον ὑποστῆναι.
Ὅταν μὲν πρὸς τὰ πράγματα ἀποβλέψωμεν καὶ τὰς δυσκολίας κατίδωμεν, ὑφʼ ὧν πᾶσα ἀγαθὴ ἐνέργεια οἷον ὑπό τινος δεσμοῦ ἐμποδιζομένη κατέχεται, εἰς ἀπόγνωσιν ἑαυτῶν ἐρχόμεθα παντελῆ· ὅταν δὲ πάλιν πρὸς τὴν σὴν ἀπίδωμεν σεμνοπρέπειαν, καὶ λογισώμεθα, ὅτι σὲ ἰατρὸν τῶν ἐν ταῖς ἐκκλησίαις ἀρρωστημάτων ὁ Κύριος ἡμῶν ἐταμιεύσατο, ἀναλαμβάνομεν ἑαυτῶν τοὺς λογισμούς, καὶ ἐκ τοῦ κατὰ τὴν ἀπόγνωσιν πτώματος πρὸς τὴν ἐλπίδα τῶν χρηστοτέρων διανιστάμεθα. λέλυται πᾶσα Ἐκκλησία, ὡς οὐδὲ ἡ σὴ φρόνησις ἀγνοεῖ. καὶ ὁρᾷς πάντως τὰ ἑκασταχοῦ, οἷον ἀφʼ ὑψηλῆς τινὸς σκοπιᾶς τῆς τοῦ νοῦ θεωρίας· ὅπως, καθάπερ ἐν πελάγει, πολλῶν ὁμοῦ συμπλεόντων, ὑπὸ τῆς βίας τοῦ κλύδωνος πάντες ὁμοῦ ἀλλήλοις προσρήγνυνται· καὶ γίνεται τὸ ναυάγιον, πῆ μὲν ἐκ τῆς ἔξωθεν αἰτίας βιαίως κινούσης τὴν θάλατταν, πῆ δὲ ἐκ τῆς τῶν ἐμπλεόντων ταραχῆς ἀντιβαινόντων ἀλλήλοις καὶ διωθουμένων. ἀρκεῖ ἐπὶ τῆς εἰκόνος ἐᾶσαι τὸν λόγον, οὔτε τῆς σῆς σοφίας ἐπιτρεπούσης τι πλέον, οὔτε τῆς καταστάσεως ἐπιτρεπούσης ἡμῖν τὴν παρρησίαν. καὶ πρὸς ταῦτα τίς ἱκανὸς κυβερνήτης; τίς ἀξιόπιστος διαναστῆσαι τὸν Κύριον ἐπιτιμῆσαι τῷ ἀνέμῳ καὶ τῇ θαλάσσῃ; τίς ἕτερος ἢ ὁ ἐκ παιδὸς τοῖς ὑπὲρ τῆς εὐσεβείας ἐναθλήσας ἀγῶσιν; Ἐπεὶ οὖν ὥρμηται νῦν γνησίως πᾶν τὸ περὶ ἡμᾶς ὑγιαῖνον κατὰ τὴν πίστιν εἰς τὴν πρὸς τοὺς ὁμοδόξους κοινωνίαν καὶ ἕνωσιν, θαρρούντως ἤλθομεν εἰς τὴν παράκλησίν σου τῆς ἀνεξικακίας, ἐπιστεῖλαι πᾶσιν ἡμῖν ἐπιστολὴν μίαν, παραίνεσιν ἔχουσαν τῶν πρακτέων. οὕτω γὰρ βούλονται παρὰ σοῦ τὴν ἀρχὴν ὑπάρξαι αὐτοῖς τῶν κοινωνικῶν διαλέξεων. ἐπειδὴ δὲ ἴσως ὕποπτοι καταφαίνονταί σοι τῇ μνήμῃ τῶν παρελθόντων, ἐκεῖνο ποίησον, θεοφιλέστατε πάτερ· ἐμοὶ τὰς πρὸς τοὺς ἐπισκόπους ἐπιστολὰς διάπεμψαι ἢ διά τινος τῶν αὐτόθεν πιστῶν, ἢ καὶ διὰ τοῦ ἀδελφοῦ Δωροθέου τοῦ συνδιακόνου ἡμῶν, ἃς ὑποδεξάμενος οὐ ρότερον δώσω, μὴ λαβὼν τὰς παρʼ αὐτῶν αποκρίοεις· ἐὰν δὲ μή, Ἡμαρτηκὼς ἔσομαι εἰς σὲ πάσας τὰς ἡμέρας τῆς ζωῆς μου. πάντως δὲ οὐ πλείονος ἄξιον φόβου τοῦτο τῷ ἐξ ἀρχῆς εἰπόντι πρὸς τὸν πατέρα ἢ ἐμοὶ νῦν πρὸς σὲ τὸν πνευματικὸν πατέρα λέγοντι. εἰ δὲ τοῦτο παντὶ τρόπῳ ἀπηγόρευται παρὰ σοί, ἀλλʼ ἡμᾶς γε τῆς ἐπὶ τῇ διακονίᾳ αἰτίας ἄφες, ἀδόλως καὶ ἀκατασκεύως, ἐπιθυμίᾳ τῆς εἰρήνης καὶ τῆς πρὸς ἀλλήλους ἡμῶν συναφείας τῶν ὁμονοούντων εἰς τὰ πρὸς τὸν Κύριον, ἐπὶ τὴν πρεσβείαν ταύτην καὶ μεσιτείαν ἀφικομένους.
Ἐμοὶ πρὸς τὴν σὴν εὐγένειαν συνήθεια μὲν καὶ ἡ κατʼ ὀφθαλμοὺς συντυχία πάνυ βραχεῖα γέγονε, γνῶσις δὲ ἡ ἐξ ἀκοῆς, δι’ ἧς πολλοῖς συναπτόμεθα τῶν ἐπιφανῶν, οὐκ ὀλίγη τε οὐδὲ εὐκαταφρόνητος. εἰ δὲ καὶ σοί τις ἐκ τῆς φήμης περὶ ἡμῶν ὑπάρχει λόγος, αὐτὸς ἂν εἰδείης ἄμεινον. τὸ δʼ οὖν σὸν παρʼ ἡμῖν τοιοῦτόν ἐστιν οἷον εἴπομεν. ἐπειδὴ δὲ ἐκάλεσέ σε ὁ Θεὸς εἰς πρᾶγμα φιλανθρωπίας ἐπίδειξιν ἔχον, δι’ οὗ δυνατόν ἐστι διορθωθῆναι ἡμῶν τὴν πατρίδα παντελῶς ἐδαφισθεῖσαν, ἡγοῦμαι πρέπειν μοι ὑπομνῆσαί σου τὴν χρηστότητα, ἵνα ἐπʼ ἐλπίδι τῆς παρὰ Θεοῦ ἀνταποδόσεως τοιοῦτον σεαυτὸν καταξιώσῃς παρασχέσθαι, ὥστε ἀθανάτου μὲν τῆς μνήμης ἀξιοῦσθαι, γενέσθαι δὲ αἰωνίων ἀναπαύσεων κληρονόμον, ἐκ τοῦ ἐλαφροτέρας ποιῆσαι τοῖς καταπονουμένοις τὰς θλίψεις. Ἐπειδὴ δὲ κἀμοί τίς ἐστι κτῆσις περὶ Χαμανηνήν, ἀξιῶ σε προστῆναι αὐτῆς ὡς οἰκείας. μὴ θαυμάζῃς δέ, εἰ ἐμαυτοῦ λέγω τὰ τῶν φίλων, μετὰ τῆς ἄλλης ἀρετῆς καὶ φιλίαν πεπαιδευμένος, καὶ μεμνημένος τοῦ σοφῶς εἰπόντος, ἄλλον ἑαυτὸν εἶναι τὸν φίλον. τὴν τοίνυν κτῆσιν τὴν διαφέρουσαν τῷδε, ταύτην ὡς ἐμαυτοῦ παρατίθεμαι τῇ τιμιότητί σου· καὶ παρακαλῶ, ἐπισκεψάμενον τὰ τῆς οἰκίας δυσχερῆ, δοῦναι αὐτοῖς καὶ τῶν παρελθόντων χρόνων παραμυθίαν, καὶ πρὸς τὸ μέλλον αἱρετὴν αὐτοῖς κατασκευάσαι τὴν οἴκησιν, τὴν φευκτὴν καὶ ἀπηγορευμένην διὰ τὸ πλῆθος τῆς ἐπικειμένης αὐτῇ συντελείας. σπουδάσω δὲ καὶ αὐτὸς περιτυχών σου τῇ κοσμιότητι ἐντελέστερον περὶ ἑκάστου διαλεχθῆναι.
Σχεδὸν μὲν ἄπιστόν ἐστιν ὃ μέλλω γράφειν, γεγράψεται δὲ τῆς ἀληθείας ἕνεκεν. ὅτι, πᾶσαν ἔχων ἐπιθυμίαν ὡς οἷόν τε ἦν πυκνότατα διαλέγεσθαί σου τῇ καλοκἀγαθίᾳ, ἐπειδὴ εὗρον ταύτην γραμμάτων τὴν ἀφορμήν, οὐκ ἐπέδραμον τῷ ἑρμαίῳ, ἀλλʼ ἀπώκνησα καὶ ἀνεδύην. τὸ οὖν παράδοξον ἐν τούτῳ, ὅτι ἅπερ ηὐχόμην ὑπάρξαι, ταῦτα γενόμενα οὐκ ἐδεχόμην. αἴτιον δέ, ὅτι αἰσχύνομαι δοκεῖν, μὴ φιλίας γε ἕνεκεν καθαρῶς, ἀλλὰ χρείαν τινὰ θεραπεύων ἑκάστοτε, γράφειν. ἀλλά με ἐκεῖνο εἰσῆλθεν (ὃ καὶ σὲ βούλομαι διανοηθέντα, μήτοι νομίζειν ἡμᾶς ἐμπορικῶς μᾶλλον ἢ φιλικῶς ποιεῖσθαι τὰς διαλέξεις), ὅτι χρή τι διάφορον ἔχειν τὰς τῶν ἀρχόντων προσρήσεις παρὰ τοὺς ἰδιώτας. οὐ γὰρ ὁμοίως ἐντευκτέον ἡμῖν ἰατρῷ τε ἀνδρὶ καὶ τῷ τυχόντι, οὔτε ἄρχοντι δηλονότι καὶ ἰδιώτῃ· ἀλλὰ πειρατέον τοῦ μὲν ἐκ τῆς τέχνης, τοῦ δὲ ἀπὸ τῆς ἐξουσίας ἀπολαύειν εἰς τὰ ἡμέτερα. ὥσπερ οὖν τοῖς ἐν ἡλίῳ βαδίζουσιν ἕπεται πάντως ἡ σκιά, κἂν αὐτοὶ μὴ προέλωνται, οὕτω καὶ ταῖς πρὸς τοὺς ἄρχοντας ὁμιλίαις ἀκολουθεῖ τι καὶ παρεμπόρευμα, ἡ τῶν καμνόντων βοήθεια. Τὴν μὲν οὖν πρώτην αἰτίαν τῆς ἐπιστολῆς πληρούτω αὐτὸ τὸ προσειπεῖν σου τὴν μεγαλόνοιαν. ὅ, κἂν μηδεμία πρόφασις τῷ γράφειν προσῇ, ἀγαθὸν κεφάλαιον αὐτὸ χρὴ νομίζεσθαι. προσείρησο τοίνυν ἡμῖν, ὦ ἄριστε, καὶ φυλάττοιο τῷ βίῳ παντί, ἀρχὰς ἐξ ἀρχῶν ἀμειβων καὶ ἄλλοτε ἄλλους ταῖς ἐπιστασίαις εὐεργετῶν. τοῦτο γὰρ ἐμοί τε ποιεῖν σύνηθες, καὶ σοὶ ὀφειλόμενον παρὰ τῶν καὶ κατὰ μικρὸν πεπειραμένων τῆς περὶ τὸ ἄρχειν σου ἀρετῆς. Μετὰ δὲ τὴν εὐχήν, δέξαι καὶ τὴν ὑπὲρ τοῦ ἀθλίου γέροντος ἱκεσίαν, ὃν ἀφῆκε μὲν τῶν δημοσίων γράμμα βασιλικόν· μᾶλλον δὲ καὶ πρὸ τοῦ βασιλέως αὐτὸ τὸ γῆρας ἔδωκεν αὐτῷ τὴν ἀναγκαίαν ἀτέλειαν. ἐβεβαίωσας δὲ καὶ αὐτὸς τὴν ἄνωθεν χάριν αἰδοῖ τῆς φύσεως, καὶ προμηθείᾳ τῶν δημοσίων, ἐμοὶ δοκεῖν, ὡς ἂν μὴ ἀνθρώπῳ παρανοοῦντι διὰ τὸν χρόνον κινδυνεύοι τι τῶν κοινῶν. Δι’ ἑτέρας δὲ ὁδοῦ πάλιν πῶς αὐτὸν ἔλαθες, ὦ θαυμάσιε, παραγαγὼν εἰς τὸ μέσον; τὸν γὰρ ὑϊδοῦν αὐτοῦ, οὔπω τέταρτον ἔτος ἀπὸ γενέσεως ἄγοντα, κελεύσας τοῦ βουλευτηρίου μετέχειν, τί ἄλλο καὶ οὐχὶ τὸν πρεσβύτην διὰ τοῦ ἐκγόνου πάλιν ἐξ ἀρχῆς παράγεις εἰς τὰ δημόσια; ἀλλὰ νῦν ἱκετεύομεν ἀμφοτέρων σε λαβεῖν τῶν ἡλικιῶν οἶκτον, καὶ ἀμφοτέρους ἀνεῖναι διὰ τὰ προσόντα ἑκατέρῳ ἐλεεινά. ὁ μὲν γὰρ οὐκ εἶδε γονέας, οὐδʼ ἐγνώρισε, ἀλλὰ δι’ ἀλλοτρίων χειρῶν εἰς τὸν βίον τοῦτον εἰσῆλθεν, εὐθὺς ἐκ σπαργάνων ἀμφοτέρων ὀρφανισθείς· ὁ δὲ τοσοῦτον ἐταμιεύθη τῷ βίῳ, ὡς μηδὲν αὐτὸν εἶδος συμφορᾶς παρελθεῖν· ἐπεῖδε μὲν γὰρ υἱοῦ τελευτὴν ἄωρον· εἶδε δὲ οἶκον ἔρημον διαδόχων· ὄψεται δὲ νῦν, ἐὰν μή τι αὐτὸς ἄξιον τῆς σεαυτοῦ φιλανθρωπίας διανοηθῇς, τὴν παραμυθίαν τῆς ἀπαιδίας, ταύτην ἀφορμὴν αὐτῷ μυρίων γενησομένην κακῶν. οὐ γὰρ δήπου τὸ παιδίον εἰς βουλευτὰς συντελέσει, ἢ ἐκλέξει τὰς εἰσφοράς, ἢ στρατιώταις χορηγήσει τὸ σιτηρέσιον, ἀλλʼ ἀνάγκη πάλιν τοῦ ἀθλίου γέροντος τὴν πολιὰν καταισχύνεσθαι. δὸς οὖν χάριν καὶ τοῖς νόμοις ἀκόλουθον καὶ τῇ φύσει συμβαίνουσαν, τῷ μὲν προστάξας μέχρι τῆς τῶν ἀνδρῶν ἡλικίας συγχωρηθῆναι, τὸν δὲ ἐπὶ τῆς κλίνης ἀναμένειν τὸν θάνατον. πραγμάτων δὲ συνέχειαν καὶ τὸ τῆς ἀνάγκης ἀπαραίτητον ἄλλοι προβαλλέσθωσαν. οὐ γὰρ δὴ τοῦ σοῦ τρόπου ἢ κακῶς πράττοντας περιιδεῖν, ἢ νόμων ὀλιγωρῆσαι, ἢ φίλοις μὴ εἶξαι καθικετεύουσι, κἂν τὰ ἐξ ἀνθρώπων σε περιεστήκει πράγματα.
Οὐ παυόμεθα κατὰ πᾶσαν σύνοδον διαμαρτυρόμενοι καὶ ἰδίᾳ ἐν ταῖς συντυχίαις περὶ τῶν αὐτῶν διαλεγόμενοι, ὥστε τοὺς ὅρκους ἐπὶ τοῖς δημοσίοις τελέσμασι μὴ ἐπάγεσθαι παρὰ τῶν ἀπαιτητῶν τοῖς ἀγροίκοις. λειπόμενον ἦν καὶ διὰ τοῦ γραμματος περὶ τῶν αὐτῶν ἐνώπιον Θεοῦ καὶ ἀνθρώπων διαμαρτύρασθαι, ὅτι προσήκει παύσασθαι ὑμᾶς τὸν θάνατον ταῖς ψυχαῖς τῶν ἀνθρώπων ἐπάγοντας, καὶ ἄλλους ἐπινοῆσαί τινας τρόπους τῶν ἀπαιτήσεων, τὰς δὲ ψυχὰς συγχωρῆσαι τοῖς ἀνθρώποις ἀτρώτους ἔχειν. ταῦτα πρὸς σὲ γράφομεν, οὐχ ὡς σοῦ δεομένου τῆς ἐκ τῶν λόγων παρακλήσεως (οἴκοθεν γὰρ ἔχεις τὰς περὶ τὸ φοβεῖσθαι τὸν Κύριον ἀφορμάς), ἀλλʼ ἵνα διὰ σοῦ πάντες οἱ ἀνεχόμενοί σου διδαχθῶσι μὴ παροργίζειν τὸν ἅγιον, μηδὲ ἀπηγορευμένον πρᾶγμα τῇ πονηρᾷ συνηθείᾳ εἰς ἀδιαφορίαν κατάγειν. καὶ γὰρ οὔτε ὄφελός τι αὐτοῖς πρὸς τὰς ἀπαιτήσεις ἐκ τῶν ὅρκων ἐστί, καὶ ὁμολογούμενον κακὸν τῇ ψυχῇ προσλαμβάνουσιν. ἐπειδὰν γὰρ καταμελετήσωσι τὰς ἐπιορκίας οἱ ἄνθρωποι, οὐκέτι ἑαυτοὺς ἐπείγουσι πρὸς τὴν ἔκτισιν, ἀλλὰ ἀπάτης ὅπλον καὶ ἀναβολῆς ἀφορμὴν ἐξευρῆσθαι αὐτοῖς τὸν ὅρκον οἴονται. Εἴτε οὖν ὀξεῖαν ἐπάγει τὴν ἀνταπόδοσιν τοῖς ἐπιωρκηκόσιν ὁ Κύριος, οὐχ ἕξουσι τοὺς ὑπακούοντας, τῶν ὑπευθύνων ὑπὸ τῆς τιμωρίας ἀναλωθέντων· εἴτε διὰ μακροθυμίας ἀνέχεται ὁ Δεσπότης (ὃ προλαβὼν εἶπον, ὅτι οἱ πεπειραμένοι τῆς ἀνοχῆς τοῦ Κυρίου καταφρονοῦσιν αὐτοῦ τῆς χρηστότητος), μὴ ἀνομείτωσαν διακενῆς, μηδὲ παροξυνέτωσαν ἐφʼ ἑαυτοὺς τὸν Θεόν. Εἴρηται ἡμῖν τὰ ἡμῖν ἐπιβάλλοντα· ὄψονται οἱ ἀπειθοῦντες.
Οἶδα μεγίστην καὶ πρώτην σπουδὴν οὖσαν τῇ τιμιότητί σου πάντα τρόπον χαρίζεσθαι τῷ δικαίῳ, δευτέραν δὲ τὸ καὶ τοὺς φίλους εὖ ποιεῖν καὶ τῶν προσφευγόντων τῇ προστασίᾳ τῆς σῆς μεγαλονοίας ἀντιποιεῖσθαι. πάντα τοίνυν εἰς ταὐτὸν συνέδραμεν ἐπὶ τῆς παρούσης ὑποθέσεως. καὶ γὰρ δίκαιόν ἐστι τὸ πρᾶγμα, ὑπὲρ οὗ τὴν πρεσβείαν ποιούμεθα, καὶ ἡμῖν κεχαρισμένον, οὓς ἐν τοῖς φίλοις ἀριθμεῖν τοῖς σεαυτοῦ κατηξίωσας, καὶ ὀφειλόμενον τοῖς τὴν στερρότητά σου εἰς τὴν ὑπὲρ ὧν πεπόνθασι βοήθειαν ἐπικαλουμένοις. Σῖτον γάρ, ὃν μόνον εἶχε πρὸς τὴν ἀναγκαίαν τοῦ βίου διαγωγὴν ὁ ποθεινότατος ἀδελφὸς Δωρόθεος, διήρπασάν τινες ἐν Βηρίσοις τῶν τὰ δημόσια διοικεῖν πεπιστευμένων, εἴτε ἀφʼ ἑαυτῶν ἐλθόντες ἐπὶ τὴν βίαν, εἴτε καὶ ἑτέρων αὐτοῖς ὑποθεμένων. πλὴν οὐδαμόθεν αὐτοῖς τὸ πρᾶγμα ἀνέγκλητον, τί γὰρ ἧττον ἀδικεῖ ὁ οἴκοθεν πονηρὸς ἢ ὁ ἑτέρων κακίᾳ ὑπηρετούμενος ; καὶ τοῖς πεπονθόσιν ἡ ζημία ὁμοία. τοῦτον ἀξιοῦμεν, δι’ ὧν ἀφῃρέθη μὲν ἀπολαβεῖν, καὶ μὴ ἐξεῖναι αὐτοῖς ἐπὶ ἑτέροις τὴν αἰτίαν τῶν τετολμημένων ἀναφέρειν· ὅσου δὲ ἄξιον τὸ τὴν ἐκ τῆς σιτοδείας διαφυγεῖν ἀνάγκην, τοσούτου τὴν χάριν τιμησόμεθα τὴν παρὰ τῆς σῆς μεγαλοφυΐας, ἐὰν ἄρα δοῦναι καταξιώσῃς.
Ἐθαύμασα πῶς, σοῦ μεσιτεύοντος, τοσοῦτον ἐτολμήθη κακὸν κατὰ τοῦ συμπρεσβυτέρου ὥστε ἣν μόνην εἶχεν ἀφορμὴν τοῦ βίου, ταύτην διαρπασθῆναι, καὶ τὸ δεινότατον, ὅτι οἱ τοῦτο τετολμηκότες ἐπὶ σὲ τὴν αἰτίαν ὧν πεποιήκασιν ἀναφέρουσιν· ὃν οὐχ ὅπως ἐπιτρέπειν τὰ τοιαῦτα γίνεσθαι, ἀλλὰ καὶ παντὶ σθένει διακωλύειν ἀκόλουθον ἦν, μάλιστα μὲν κατὰ πάντων, εἰ δʼ ἄρα, κατὰ γοῦν τῶν πρεσβυτέρων, καὶ τούτων ὅσοι ἡμῖν ὁμόψυχοι, καὶ τὴν αὐτὴν τῆς εὐσεβείας ὁδὸν πορευόμενοι. εἴ τι οὖν φροντίζεις τοῦ ἀναπαῦσαι ἡμᾶς, ταχέως διορθωθῆναι τὰ γενόμενα ποίησον. δύνασαι γὰρ σὺν Θεῷ καὶ ταῦτα καὶ ἔτι μείζω τούτων κατορθοῦν, οἷς ἂν ἐθέλῃς. ἐπέστειλα δὲ καὶ τῷ ἄρχοντι τῆς πατρίδος, ἵνα, ἐὰν ἀφʼ ἑαυτῶν μὴ θελήσωσι ποιῆσαι τὰ δίκαια, ἐκ τῆς κινήσεως τῶν δικαστηρίων ἀναγκασθῶσι ποιῆσαι.
Τὴν δυσκολίαν τῆς συγκομιδῆς τοῦ πραγματευτικοῦ χρυσίου πάντων μάλιστα ἡ σὴ τιμιότης κατέμαθε· καὶ τῆς πενίας ἡμῶν οὐδένα μάρτυρα τοιοῦτον ἔχομεν, οἷον σέ, ὃς ἐκ τῆς μεγάλης φιλανθρωπίας καὶ συνέπαθες ἡμῖν καὶ συμπεριηνέχθης μέχρι τοῦ παρόντος τὰ δυνατά, οὐδαμοῦ τὸ πρᾶον τῆς ἑαυτοῦ τῶν τρόπων καταστάσεως ἐκ τῆς τῶν ἄνωθεν ἐπικειμένων ταραχῆς παρακινήσας. ἐπεὶ οὖν ὑπολείπεται ἡμῖν ἐκ τοῦ παντὸς σταθμοῦ ὀλίγον ἔτι χρυσίον, καὶ τοῦτο ἀνάγκη ἐκ τοῦ ἐράνου, εἰς ὃν προετρεψάμεθα πᾶσαν τὴν πόλιν, συγκομισθῆναι, παρακαλοῦμέν σου τὴν ἡμερότητα μικρόν τι ἐκτεῖναι ἡμῖν τὴν προθεσμίαν, πρὸς τὸ καὶ τοὺς ἔξω τῆς πόλεως ὑπομνησθῆναι. ἐν ἀγροῖς γάρ ἐστι τὸ πολὺ τῶν ἐν τέλει, ὡς οὐδὲ αὐτὸς ἀγνοεῖς. ἐὰν μὲν οὖν ᾖ δυνατὸν παρὰ τοσάσδε λίτρας ἐκπεμφθῆναι, τοσοῦτον γὰρ ἡμῖν ὑπολέλειπται, τοῦτο γενέσθαι παρακαλοῦμέν σε· κἀκεῖνο ἐπαποσταλήσεται ὕστερον· ἐὰν δὲ πᾶσα ᾖ ἀνάγκη ἀθρόον αὐτὸ παραπεμφθῆναι τοῖς θησαυροῖς, ὅπερ ἐξ ἀρχῆς ἠξιώσαμεν, πλατυτέραν ἡμῖν γενέσθαι τὴν προθεσμίαν.
Ὁ ἀγαθὸς Θεός, παρασχόμενος ἡμῖν προφάσεις προσηγοριῶν πρὸς τὴν σὴν τιμιότητα, τὸ σφοδρὸν τοῦ πόθου παραμυθεῖται. μάρτυς γὰρ αὐτὸς τῆς ἐπιθυμίας ἡμῶν ἣν ἔχομεν εἰς τὸ θεάσασθαί σου τὸ πρόσωπον, καὶ ἀπολαῦσαι τῆς ἀγαθῆς σου καὶ ψυχωφελοῦς διδασκαλίας. καὶ νῦν δὲ διὰ τοῦ εὐλαβεστάτου καὶ σπουδαιοτάτου ἀδελφοῦ Δωροθέου τοῦ συνδιακόνου ἐρχομένου παρακαλοῦμέν σε προηγουμένως προσεύχεσθαι ὑπὲρ ἡμῶν, ἵνα μὴ πρόσκομμα ὦμεν τῷ λαῷ, μηδὲ ἐμπόδιον ταῖς ὑμετέραις εὐχαῖς πρὸς τὸ δυσωπῆσαι τὸν Κύριον. ἔπειτα καὶ ὑπομιμνήσκομεν καταξιῶσαί σε πάντα τυπῶσαι διὰ τοῦ προειρημένου ἀδελφοῦ, καὶ εἴ τι δεῖ ἐπισταλῆναι τοῖς κατὰ τὴν δύσιν, διὰ τὸ ὀφείλειν ἀναγκαίως καὶ δι’ ἡμετέρου αὐτοῖς ἀπενεχθῆναι γράμματα, αὐτὸν ὑπαγορεῦσαι τὰς ἐπιστολάς. ἡμεῖς γὰρ ἐπιτυχόντες Σαβίνου, τοῦ παρʼ αὐτῶν ἀποσταλέντος διακόνου, ἐπεστείλαμεν πρός τε τοὺς Ἰλλυριοὺς καὶ πρὸς τοὺς κατὰ τὴν Ἰταλίαν καὶ Γαλλίαν ἐπισκόπους, καί τινας τῶν ἰδίως πρὸς ἡμᾶς ἐπιστειλάντων. εὔλογον δὲ ὡς ἀπὸ κοινοῦ τῆς συνόδου ἀποσταλῆναί τινα τὸν κομίζοντα δεύτερα γράμματα, ἅπερ αὐτὸς κέλευσον τυπωθῆναι. Καὶ περὶ τοῦ αἰδεσιμωτάτου ἐπισκόπου Ἀθανασίου ἀκριβῶς γινώσκουσαν τὴν τελείαν σου φρόνησιν ὑπομιμνήσκομεν, ὅτι ἀμήχανον τοῖς παρʼ ἐμοῦ γράμμασιν ἐπιδοῦναι ἢ ποιῆσαί τι τῶν ὀφειλομένων, ἐὰν μὴ καὶ παρʼ ὑμῶν, τῶν τότε τὴν κοινωνίαν αὐτοῦ ἀναβαλλομένων, δέξηταί τινα τρόπον. αὐτὸς γὰρ λέγεται πάνυ ὡρμῆσθαι πρὸς τὸ συναφθῆναι ἡμῖν, καὶ τὰ κατὰ δύναμιν συμβαλέσθαι, λυπεῖσθαι δέ, ὅτι καὶ τότε παρεπέμφθη ἀκοινώνητος, καὶ ἔτι νῦν ἀτελεῖς μένουσιν αἱ ὑποσχέσεις. Τὰ δὲ κατὰ τὴν ἀνατολὴν ὅπως διάκειται οὐκ ἔλαθε πάντως τὰς ἀκοὰς τῆς θεοσεβείας σου, καὶ δι’ ἑαυτοῦ δὲ ἀκριβέστερον πάντα ὁ προειρημένος ἀδελφὸς διηγήσεται. ὃν καταξίωσον εὐθὺς ἐκπέμψαι μετὰ τὸ Πάσχα, διὰ τὸ ἀναμένειν τὰς ἀπὸ Σαμοσάτων ἀποκρίσεις· οὗ καὶ τὴν προθυμίαν ἀπόδεξαι, καὶ εὐχαῖς αὐτὸν ἐνισχύσας, πρόπεμψον εἰς τὰ προκείμενα.
τῇ δύσει Ὁ ἀγαθὸς Θεός, ὁ ἀεὶ ταῖς θλίψεσι τὰς παρακλήσεις παραζευγνύς, ἔδωκεν ἡμῖν καὶ νῦν ἐπὶ τῷ πλήθει τῶν ὀδυνῶν εὑρέσθαι τινὰ μετρίαν παράκλησιν ἐκ τῶν γραμμάτων, ἃ παρὰ τῆς ὑμετέρας ὀρθότητος ὁ τιμιώτατος πατὴρ ἡμῶν Ἀθανάσιος ὁ ἐπίσκοπος δεξάμενος διεπέμψατο ἡμῖν, ὑγιοῦς πίστεως μαρτυρίαν, καὶ τῆς ἀνεπηρεάστου ὑμῶν ὁμονοίας καὶ συμπνοίας ἀπόδειξιν ἔχοντα, ὥστε καὶ ποιμένας ἀναδεικνύναι τοῖς ἴχνεσι τῶν πατέρων ἀκολουθοῦντας καὶ τὸν λαὸν τοῦ Κυρίου μετʼ ἐπιστήμης ποιμαίνοντας. ταῦτα πάντα ηὔφρανεν ἡμᾶς τοσοῦτον, ὥστε λῦσαι ἡμῶν τὴν κατήφειαν, καὶ μειδίαμά τι βραχὺ ταῖς ψυχαῖς ἡμῶν ἐμποιῆσαι ἀπὸ τῆς σκυθρωπῆς ταύτης τῶν πραγμάτων καταστάσεως, ἐν ᾗ νῦν καθεστήκαμεν. Ἐπέτεινε δὲ ἡμῖν τὴν παράκλησιν ὁ Κύριος διὰ τοῦ υἱοῦ ἡμῶν τοῦ εὐλαβεστάτου συνδιακόνου Σαβίνου, ὃς καὶ τὰ παρʼ ὑμῖν καλὰ διηγησάμενος ἀκριβῶς ἔθρεψεν ἡμῶν τὰς ψυχάς· καὶ τὰ ἡμέτερα δέ, τῇ πείρᾳ μαθών, ἐναργῶς ὑμῖν ἀναγγελεῖ, ἵνα προηγουμένως μὲν διὰ τῆς ἐκτενοῦς καὶ φιλοπόνου δεήσεως τῆς πρὸς τὸν Κύριον συναγωνίζησθε ἡμῖν, ἔπειτα δὲ καὶ τὴν ἐνδεχομένην ὑμῖν παραμυθίαν ταῖς καταπονουμέναις ἐκκλησίαις εἰσενέγκασθαι μὴ παραιτήσησθε. κέκμηκε γὰρ τὰ ἐνταῦθα, ἀδελφοὶ τιμιώτατοι, καὶ ἀπείρηκε πρὸς τὰς συνεχεῖς προσβολὰς τῶν ἐναντίων ἡ Ἐκκλησία, ὥσπερ τι πλοῖον ἐν πελάγει μέσῳ ταῖς ἐπαλλήλοις πληγαῖς τῶν κυμάτων βασανιζόμενον, εἰ μή τις γένοιτο ταχεῖα ἐπισκοπὴ τῆς ἀγαθότητος τοῦ Κυρίου. ὥσπερ οὖν ἡμεῖς ἴδιον ἑαυτῶν ἀγαθὸν ποιούμεθα τὴν ὑμετέραν πρὸς ἀλλήλους σύμπνοιάν τε καὶ ἑνότητα, οὕτω καὶ ὑμᾶς παρακαλοῦμεν συμπαθῆσαι ἡμῶν ταῖς διαιρέσεσι, καὶ μή, ὅτι τῇ θέσει τῶν τόπων διεστήκαμεν, χωρίζειν ἡμᾶς ἀφʼ ἑαυτῶν, ἀλλʼ ὅτι ἑνούμεθα τῇ κατὰ τὸ Πνεῦμα κοινωνίᾳ, εἰς τὴν ἑνὸς σώματος ἡμᾶς συμφωνίαν ἀναλαμβάνειν. Γνώριμα δὲ τὰ θλίβοντα ἡμᾶς, κἂν ἡμεῖς μὴ λέγωμεν· εἰς πᾶσαν γὰρ τὴν οἰκουμένην λοιπὸν ἐξήχηται. καταπεφρόνηται τὰ τῶν πατέρων δογματα· ἀποστολικαὶ παραδόσεις ἐξουδένωνται· νεωτεροποιῶν ἀνθρώπων ἐφευρέματα ταῖς ἐκκλησίαις ἐμπολιτεύεται· τεχνολογοῦσι λοιπόν, οὐ θεολογοῦσιν, οἱ ἄνθρωποι· ἡ τοῦ κόσμου σοφία τὰ πρωτεῖα φέρεται, παρωσαμένη τὸ καύχημα τοῦ σταυροῦ. ποιμένες ἀπελαύνονται, ἀντεισάγονται δὲ λύκοι βαρεῖς, διασπῶντες τὸ ποίμνιον τοῦ Χριστοῦ. οἶκοι εὐκτήριοι ἔρημοι τῶν ἐκκλησιαζόντων· αἱ ἐρημίαι πλήρεις τῶν ὀδυρομένων. οἱ πρεσβύτεροι ὀδύρονται, τὰ παλαιὰ συγκρίνοντες τοῖς παροῦσιν· οἱ νέοι ἐλεεινότεροι, μὴ εἰδότες οἵων ἐστέρηνται. Ταῦτα ἱκανὰ μὲν κινῆσαι πρὸς συμπάθειαν τοὺς τὴν Χριστοῦ ἀγάπην πεπαιδευμένους· συγκρινόμενος δὲ τῇ ἀληθείᾳ τῶν πραγμάτων ὁ λόγος παρὰ πολὺ τῆς ἀξίας αὐτῶν ἀπολείπεται. εἴ τι οὖν παραμύθιον ἀγάπης, εἴ τις κοινωνία Πνεύματος, εἴ τινα σπλάγχνα οἰκτιρμῶν, κινήθητε πρὸς τὴν ἀντίληψιν ἡμῶν. λάβετε ζῆλον εὐσεβείας, ἐξέλεσθε ἡμᾶς τοῦ χειμῶνος τούτου. λαλείσθω καὶ παρʼ ἡμῖν μετὰ παρρησίας τὸ ἀγαθὸν ἐκεῖνο κήρυγμα τῶν πατέρων, τὸ καταστρέφον μὲν τὴν δυσώνυμον αἵρεσιν τὴν Ἀρείου, οἰκοδομοῦν δὲ τὰς ἐκκλησίας ἐν τῇ ὑγιαινούσῃ διδασκαλίᾳ ἐν ᾗ ὁ Υἱὸς ὁμοούσιος ὁμολογεῖται τῷ Πατρί, καὶ τὸ Πνεῦμα τὸ ἅγιον ὁμοτίμως συναριθμεῖταί τε καὶ συλλατρεύεται· ἵνα ἣν ὑμῖν ἔδωκεν ὁ Κύριος ὑπὲρ τῆς ἀληθείας παρρησίαν, καὶ τὸ ἐπὶ τῇ ὁμολογίᾳ τῆς θείας καὶ σωτηρίου Τριάδος καύχημα, τοῦτο καὶ ἡμῖν διὰ τῶν ὑμετέρων εὐχῶν καὶ τῆς συνεργίας ὑμῶν χαρίσηται. τὸ δὲ καθέκαστον αὐτὸς ὁ προειρημένος συνδιάκονος ἀναγγελεῖ ὑμῶν τῇ ἀγάπῃ. καὶ πᾶσι δὲ τοῖς γενομένοις κανονικῶς παρὰ τῆς ὑμετέρας τιμιότητος συνεθέμεθα, τὸν ἀποστολικὸν ὑμῶν ζῆλον ὑπὲρ τῆς ὀρθοδοξίας ἀποδεξάμενοι.
Χάρις τῷ Κυρίῳ, τῷ δόντι ἡμῖν ἀρχαίας ἀγάπης καρπὸν ἰδεῖν ἐν τῇ σῇ καθαρότητι, ὅς γε τοσοῦτον διεστὼς τῷ σώματι, συνῆψας ἡμῖν σεαυτὸν διὰ γράμματος, καὶ τῷ πνευματικῷ σου καὶ ἁγίῳ πόθῳ περιπτυξάμενος ἡμᾶς, ἀμύθητόν τι φίλτρον ταῖς ψυχαῖς ἡμῶν ἐνεποίησας. ἔργῳ γὰρ ἐμάθομεν τῆς παροιμίας τὴν δύναμιν, ὅτι Ὥσπερ ψυχῇ διψώσῃ ψυχρὸν ὕδωρ, οὕτως ἀγγελία ἀγαθὴ ἐκ γῆς μακρόθεν. Δεινὸς γάρ ἐστι παρʼ ἡμῖν λιμὸς ἀγάπης, ἀδελφὲ τιμιώτατε. καὶ ἡ αἰτία πρόδηλος, ὅτι διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν ἐψύγη τῶν πολλῶν ἡ ἀγάπη. διὰ τοῦτο καὶ πολλοῦ ἄξιον ἡμῖν ἐφάνη τὸ γράμμα, καὶ ἀμειβόμεθά σε διὰ τοῦ αὐτοῦ ἀνδρὸς τοῦ εὐλαβεστάτου συνδιακόνου ἡμῶν καὶ ἀδελφοῦ Σαβίνου· δι’ οὗ καὶ γνωρίζομέν σοι ἑαυτούς καὶ παρακαλοῦμέν σε ἐπαγρυπνεῖν ταῖς ὑπὲρ ἡμῶν προσευχαῖς, ἵνα δῷ ποτὲ ὁ ἅγιος Θεὸς καὶ τοῖς ἐνταῦθα πράγμασι γαλήνην καὶ ἡσυχίαν, καὶ ἐπιτιμήσῃ τῷ ἀνέμῳ τούτῳ καὶ τῇ θαλάσσῃ, ὥστε παύσασθαι ἡμᾶς τοῦ σάλου καὶ τῆς ἀνατροπῆς, ἐν ᾗ νῦν καθεστήκαμεν, ἀεὶ καταποντισθήσεσθαι παντελῶς ἀναμένοντες. Ἀλλὰ τοῦτο μεγάλως ἐν τοῖς παροῦσιν ὁ Κύριος ἡμῖν ἐχαρίσατο, τὸ ὑμᾶς ἀκούειν ἐν ἀκριβεῖ συμφωνίᾳ καὶ ἑνότητι εἶναι πρὸς ἀλλήλους, καὶ ἀκωλύτως παρʼ ὑμῖν τὸ κήρυγμα τῆς εὐσεβείας περιαγγέλλεσθαι. ὁτεδήποτε γὰρ (εἴπερ μὴ συγκέκλεισται λοιπὸν ὁ χρόνος τοῦ κόσμου τούτου, ἀλλʼ ἔτι ἡμέραι τῆς ἀνθρωπίνης ζωῆς ὑπολείπονται) ἀνάγκη παρʼ ὑμῶν ἀνανεωθῆναι τὴν πίστιν τῇ ἀνατολῇ, καὶ ὧν ἐλάβετε παρʼ αὐτῆς ἀγαθῶν, τούτων ἐν καιρῷ παρασχέσθαι αὐτῇ τὴν ἀντίδοσιν. τὸ γὰρ ὑγιαῖνον ἐνταῦθα μέρος καὶ τὴν τῶν πατέρων εὐσέβειαν ἐκδικοῦν ἱκανῶς κέκμηκε, πολλαῖς καὶ ποικίλαις μηχανημάτων προσβολαῖς ἐν τῇ ἑαυτοῦ μεθοδείᾳ τοῦ διαβόλου αὐτὸ κατασείσαντος. ἀλλʼ εὐχαῖς ὑμετέραις τῶν ἀγαπώντων τὸν Κύριον σβεσθείη μὲν ἡ πονηρὰ καὶ λαοπλάνος αἵρεσις τῆς Ἀρείου κακοδοξίας· ἀναλάμψειε δὲ ἡ ἀγαθὴ τῶν πατέρων ἡμῶν διδασκαλία τῶν συνελθόντων κατὰ τὴν Νίκαιαν, ὥστε σύμφωνον τῷ σωτηρίῳ βαπτίσματι τὴν δοξολογίαν ἀποπληροῦσθαι τῇ μακαρίᾳ Τριάδι.
Τοῖς θεοφιλεστάτοις καὶ ὁσιωτάτοις ἀδελφοῖς συλλειτουργοῖς κατὰ τὴν Ἰταλίαν καὶ Γαλλίαν ὁμοψύχοις ἐπισκόποις Μελέτιος, Εὐσέβειος, Βασίλειος, Βάσσος, Γρηγόριος, Πελάγιος, Παῦλος, Ἄνθιμος, Θεόδοτος, Βῖθος, Ἀβραάμιος, Ἰοβῖνος, Ζήνων, Θεοδώρητος, Μαρκιανός, Βάραχος, Ἀβραάμιος, Λιβάνιος, Θαλάσσιος, Ἰωσήφ, Βοηθός, Ἰάτριος, Θεόδοτος, Εὐστάθιος, Βαρσούμας, Ἰωάννης, Χοσρόης, Ἰωσάκης, Νάρσης, Μάρις, Γρηγόριος, Δαφνός, ἐν Κυρίῳ χαίρειν. Φέρει μέν τινα παραμυθίαν ταῖς ὀδυνωμέναις ψυχαῖς καὶ στεναγμὸς πολλάκις ἐκ βάθους τῆς καρδίας ἀναπεμπόμενος, καί που καὶ δάκρυον ἀποστάξαν τὸ πολὺ τῆς θλίψεως διεφόρησεν. ἡμῖν δὲ οὐχ, ὅσον στεναγμὸς καὶ δάκρυον, παραμυθίαν ἔχει τὸ ἐξειπεῖν ἡμῶν τὰ πάθη πρὸς τὴν ἀγάπην ὑμῶν· ἀλλά τις ἡμᾶς καὶ ἐλπὶς χρηστοτέρα θάλπει, ὡς τάχα ἄν, εἰ ἐξαγγείλαιμεν ὑμῖν τὰ λυποῦντα ἡμᾶς, διαναστήσαιμεν ὑμᾶς πρὸς τὴν ἀντίληψιν ἡμῶν, ἣν πάλαι μὲν προσεδοκήσαμεν παρʼ ὑμῶν ταῖς κατὰ τὴν ἀνατολὴν ἐκκλησίαις γενήσεσθαι, οὐδέπω δὲ τετυχήκαμεν, πάντως τοῦ ἐν σοφίᾳ τὰ ἡμέτερα διοικοῦντος Θεοῦ, κατὰ τὰ ἀθεώρητα αὐτοῦ τῆς δικαιοσύνης κρίματα, πλείονι χρόνῳ παραταθῆναι ἡμᾶς ἐν τοῖς πειρασμοῖς τούτοις οἰκονομήσαντος. οὐ γὰρ δήπου ἠγνοήσατε τὰ καθʼ ἡμᾶς, ἀδελφοὶ τιμιώτατοι, ὧν ἡ ἀκοὴ καὶ ἐπὶ τὰ ἔσχατα τῆς οἰκουμένης ἐξέδραμεν· οὐδὲ ἀσυμπαθεῖς που ὑμεῖς πρὸς τοὺς ὁμοψύχους τῶν ἀδελφῶν, μαθηταὶ ὑπάρχοντες τοῦ Ἀποστόλου, τοῦ πλήρωμα εἶναι τοῦ νόμου τὴν πρὸς τὸν πλησίον ἀγάπην διδάσκοντος. ἀλλʼ ὅπερ εἴπαμεν, ἐπέσχεν ὑμῶν τὴν ὁρμὴν ἡ δικαία τοῦ Θεοῦ κρίσις, ἐκπληρωθῆναι ἡμῖν τὴν διατεταγμένην ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν θλίψιν ἐπιμετροῦσα. ἀλλὰ νῦν γοῦν, καὶ πρὸς τὸν ὑπὲρ τῆς ἀληθείας ζῆλον καὶ τὴν ἡμετέραν συμπάθειαν, διαναστῆναι ὑμᾶς παρακαλοῦμεν, πάντα μαθόντας, καὶ ὅσα πρὸ τούτου τὰς ἀκοὰς ὑμῶν διέφυγε, παρὰ τοῦ εὐλαβεστάτου ἀδελφοῦ ἡμῶν τοῦ συνδιακόνου Σαβίνου, ὃς δυνήσεται ὑμῖν καὶ ὅσα τὴν ἐπιστολὴν διαφεύγει παρʼ ἑαυτοῦ διηγήσασθαι· δι’ οὗ παρακαλοῦμεν ὑμᾶς ἐνδύσασθαι σπλάγχνα οἰκτιρμοῦ, καὶ ἀποθέσθαι μὲν πάντα ὄκνον, ἀναλαβεῖν δὲ τὸν κόπον τῆς ἀγάπης· καὶ μήτε ὁδοῦ μῆκος, μήτε τὰς κατʼ οἶκον ἀσχολίας, μήτʼ ἄλλο τι τῶν ἀνθρωπίνων ὑπολογίσασθαι. Οὐ γὰρ περὶ μιᾶς ἐκκλησίας ὁ κίνδυνος, οὐδὲ δύο ἢ τρεῖς αἱ τῷ χαλεπῷ τούτῳ χειμῶνι παραπεσοῦσαι. σχεδὸν γὰρ ἀπὸ τῶν ὅρων τοῦ Ἰλλυρικοῦ μέχρι Θηβαΐδος τὸ τῆς αἱρέσεως κακὸν ἐπινέμεται. ἧς τὰ πονηρὰ σπέρματα πρότερον μὲν ὁ δυσώνυμος Ἄρειος κατεβάλετο, ῥιζωθέντα δὲ διὰ βάθους ὑπὸ πολλῶν τῶν ἐν μέσῳ φιλοπόνως τὴν ἀσέβειαν γεωργησάντων, νῦν τοὺς φθοροποιοὺς καρποὺς ἐξεβλάστησεν. ἀνατέτραπται μὲν γὰρ τὰ τῆς εὐσεβείας δόγματα, συγκέχυνται δὲ ἐκκλησίας θεσμοί. φιλαρχίαι δὲ τῶν μὴ φοβουμένων τὸν Κύριον ταῖς προστασίαις ἐπιπηδῶσι· καὶ ἐκ τοῦ προφανοῦς λοιπὸν ἆθλον δυσσεβείας ἡ προεδρία πρόκειται· ὥστε ὁ τὰ χαλεπώτερα βλασφημήσας εἰς ἐπισκοπὴν λαοῦ προτιμότερος. οἴχεται σεμνότης ἱερατική· ἐπιλελοίπασιν οἱ ποιμαίνοντες μετʼ ἐπιστήμης ποίμνιον τοῦ Κυρίου, οἰκονομίας πτωχῶν εἰς ἰδίας ἀπολαύσεις καὶ δώρων διανομὰς παραναλισκόντων ἀεὶ τῶν φιλαρχούντων. ἠμαύρωται κανόνων ἀκρίβεια. ἐξουσία τοῦ ἁμαρτάνειν πολλή· οἱ γὰρ διὰ σπουδῆς ἀνθρωπίνης παρελθόντες ἐπὶ τὸ ἄρχειν ἐν αὐτῷ τούτῳ τῆς σπουδῆς τὴν χάριν ἀνταναπληροῦσι, τῷ πάντα πρὸς ἡδονὴν ἐνδιδόναι τοῖς ἁμαρτάνουσιν. ἀπόλωλε κρῖμα δίκαιον· πᾶς τις τῷ θελήματι τῆς καρδίας αὐτοῦ πορεύεται. ἡ πονηρία ἄμετρος, οἱ λαοὶ ἀνουθέτητοι, οἱ προεστῶτες ἀπαρρησίαστοι· δοῦλοι γὰρ τῶν δεδωκότων τὴν χάριν, οἱ δι’ ἀνθρώπων ἑαυτοῖς τὴν δυναστείαν κατακτησάμενοι. ἤδη δὲ καὶ ὅπλον τισὶ τοῦ πρὸς ἀλλήλους πολέμου ἡ ἐκδίκησις δῆθεν τῆς ὀρθοδοξίας ἐπινενόηται, καὶ τὰς ἰδίας ἔχθρας ἐπικρυψάμενοι· ὑπὲρ τῆς εὐσεβείας ἐχθραίνειν κατασχηματίζονται. ἄλλοι δέ, τὸν ἐπὶ τοῖς αἰσχίστοις ἐκκλίνοντες ἔλεγχον, τοὺς λαοὺς εἰς τὴν κατʼ ἀλλήλων φιλονεικίαν ἐκμαίνουσιν, ἵνα τοῖς κοινοῖς κακοῖς τὸ καθʼ ἑαυτοὺς συσκιάσωσι. Διὸ καὶ ἄσπονδός ἐστιν ὁ πόλεμος οὗτος, τῶν τὰ πονηρὰ εἰργασμένων τὴν κοινὴν εἰρήνην, ὡς ἀποκαλύπτουσαν αὐτῶν τὰ κρυπτὰ τῆς αἰσχύνης, ὑφορωμένων. ἐπὶ τούτοις γελῶσιν οἱ ἄπιστοι, σαλεύονται οἱ ὀλιγόπιστοι· ἀμφίβολος ἡ πίστις, ἄγνοια κατακέχυται τῶν ψυχῶν, διὰ τὸ μιμεῖσθαι τὴν ἀλήθειαν τοὺς δολοῦντας τὸν λόγον ἐν κακουργίᾳ. σιγᾷ μὲν γὰρ τὰ τῶν εὐσεβούντων στόματα, ἀνεῖται δὲ πᾶσα βλάσφημος γλῶσσα. ἐβεβηλώθη τὰ ἅγια, φεύγουσι τοὺς εὐκτηρίους οἴκους οἱ ὑγιαίνοντες τῶν λαῶν ὡς ἀσεβείας διδασκαλεῖα, κατὰ δὲ τὰς ἐρημίας πρὸς τὸν ἐν οὐρανοῖς Δεσπότην μετὰ στεναγμῶν καὶ δακρύων τὰς χεῖρας αἴρουσιν. ἔφθασε γὰρ πάντως καὶ μέχρις ὑμῶν τὰ γινόμενα ἐν ταῖς πλείσταις τῶν πόλεων, ὅτι οἱ λαοὶ σὺν γυναιξὶ καὶ παιδίοις καὶ αὐτοῖς τοῖς πρεσβύταις, πρὸ τῶν τειχῶν ἐκχυθέντες, ἐν τῷ ὑπαίθρῳ τελοῦσι τὰς προσευχάς, φέροντες πάσας τὰς ἐκ τοῦ ἀέρος κακοπαθείας σὺν πολλῇ τῇ μακροθυμίᾳ, τὴν παρὰ τοῦ Κυρίου ἀντίληψιν ἀναμένοντες. Τίς θρῆνος τῶν συμφορῶν τούτων ἄξιος; ποῖαι πηγαὶ δακρύων κακοῖς τοσούτοις ἀρκέσουσιν; ἕως οὖν ἔτι δοκοῦσιν ἑστάναι τινές, ἕως ἔτι ἴχνος τῆς παλαιᾶς καταστάσεως διασώζεται, πρὶν τέλεον ταῖς ἐκκλησίαις ἐπέλθῃ τὸ ναυάγιον, ἐπείχθητε πρὸς ἡμᾶς, ἐπείχθητε ἤδη, ναὶ δεόμεθα, ἀδελφοὶ γνησιώτατοι· δότε χεῖρα τοῖς εἰς γόνυ κλιθεῖσι. συγκινηθήτω ἐφʼ ἡμῖν τὰ ἀδελφικὰ ὑμῶν σπλάγχνα, προχυθήτω δάκρυα συμπαθείας. μὴ περιίδητε τὸ ἥμισυ τῆς οἰκουμένης ὑπὸ τῆς πλάνης καταποθέν· μὴ ἀνάσχησθε ἀποσβεσθῆναι τὴν πίστιν, παρʼ οἷς πρῶτον ἐξέλαμψε. Τί οὖν ποιήσαντες ἀντιλήψεσθε τῶν πραγμάτων, καὶ πῶς τὸ πρὸς τοὺς θλιβομένους συμπαθὲς ἐπιδείξεσθε, οὐ παρʼ ἡμῶν πάντως δεήσει μαθεῖν ὑμᾶς, ἀλλʼ αὐτὸ τὸ Πνεῦμα τὸ ἅγιον ὑμῖν ὑποθήσεται. πλήν γε ὅτι τάχους χρεία πρὸς τὸ περισώσασθαι τοὺς περιλειφθέντας, καὶ παρουσίας ἀδελφῶν πλειόνων, ὥστε πλήρωμα εἶναι συνόδου τοὺς ἐπιδημοῦντας, ἵνα μὴ μόνον ἐκ τῆς τῶν ἀποστειλάντων σεμνότητος, ἀλλὰ καὶ ἐκ τοῦ οἰκείον ἀριθμοῦ τὸ ἀξιόπιστον εἰς διόρθωσιν ᾖ, καὶ τὴν ἐν Νικαίᾳ γραφεῖσαν παρὰ τῶν πατέρων ἡμῶν πίστιν ἀνανεώσωνται, καὶ τὴν αἵρεσιν ἐκκηρύξωσι, καὶ ταῖς ἐκκλησίαις τὰ εἰρηνικὰ διαλέξονται, τοὺς τὰ αὐτὰ φρονοῦντας συνάγοντες εἰς ὁμόνοιαν. τοῦτο γὰρ δήπου τὸ πάντων ἐλεεινότατον ὅτι καὶ τὸ δοκοῦν ὑγιαίνειν ἐφʼ ἑαυτὸ ἐμερίσθη· καὶ περιέστηκεν ἡμᾶς, ὡς ἔοικε, παραπλήσια πάθη τοῖς ποτὲ κατὰ τὴν Οὐεσπασιανοῦ πολιορκίαν τὰ Ἱεροσόλυμα περισχοῦσιν. ἐκεῖνοί τε γὰρ ὁμοῦ μὲν τῷ ἔξωθεν συνείχοντο πολέμῳ, ὁμοῦ δὲ καὶ τῇ ἔνδοθεν στάσει τῶν ὁμοφύλων κατανηλίσκοντο. ἡμῖν δὲ πρὸς τῷ φανερῷ πολέμῳ τῶν αἱ ρετικῶν ἔτι καὶ ὁ παρὰ τῶν δοκούντων ὀρθοδοξεῖν ἐπαναστὰς πρὸς ἔσχατον ἀσθενείας τὰς ἐκκλησίας κατήγαγεν. ἐφʼ ἅπερ καὶ μάλιστα τῆς παρʼ ὑμῶν χρῄζομεν βοηθείας, ὥστε τοὺς τὴν ἀποστολικὴν ὁμολογοῦντας πίστιν, ἃ παρεπενόησαν σχίσματα διαλύσαντας, ὑποταγῆναι τοῦ λοιποῦ τῇ αὐθεντίᾳ τῆς Ἐκκλησίας, ἵνα ἄρτιον γένηται τὸ σῶμα τοῦ Χριστοῦ, πᾶσι τοῖς μέλεσιν εἰς ὁλοκληρίαν ἐπανελθόν, καὶ μὴ μόνον τὰ παρʼ ἑτέροις μακαρίζωμεν ἀγαθά, ὅπερ νῦν ποιοῦμεν, ἀλλὰ καὶ τὰς ἡμετέρας αὐτῶν ἐπίδωμεν ἐκκλησίας τὸ ἀρχαῖον καύχημα τῆς ὀρθοδοξίας ἀπολαβούσας. τῷ ὄντι γὰρ τοῦ ἀνωτάτου μακαρισμοῦ ἄξιον τὸ τῇ ὑμετέρᾳ θεοσεβείᾳ χαρισθὲν παρὰ τοῦ Κυρίου τὸ μὲν κίβδηλον ἀπὸ τοῦ δοκίμου καὶ καθαροῦ διακρίνειν, τὴν δὲ τῶν πατέρων πίστιν ἄνευ τινὸς ὑποστολῆς κηρύσσειν· ἣν καὶ ἡμεῖς ἐδεξάμεθα, καὶ ἐπέγνωμεν ἐκ τῶν ἀποστολικῶν χαρακτήρων μεμορφωμένην, συνθέμενοι καὶ αὐτῇ καὶ πᾶσι τοῖς ἐν τῷ συνοδικῷ γράμματι κανονικῶς καὶ ἐνθέσμως δεδογματισμένοις.
Καὶ τὸ κοινωνεῖν δὲ καθʼ ἑκάστην ἡμέραν, καὶ μεταλαμβάνειν τοῦ ἁγίου σώματος καὶ αἵματος τοῦ Χριστοῦ, καλὸν καὶ ἐπωφελές, αὐτοῦ σαφῶς λέγοντος· ὁ τρώγων μου τὴν σάρκα, καὶ πίνων μου τὸ αἷμα, ἔχει ζωὴν αἰώνιον. τίς γὰρ ἀμφιβάλλει, ὅτι τὸ μετέχειν συνεχῶς τῆς ζωῆς οὐδὲν ἄλλο ἐστὶν ἢ ζῇν πολλαχῶς; ἡμεῖς μέντοιγε τέταρτον καθʼ ἑκάστην ἑβδομάδα κοινωνοῦμεν, ἐν τῇ Κυριακῇ, ἐν τῇ τετράδι, καὶ ἐν τῇ παρασκευῇ, καὶ τῷ Σαββάτῳ, καὶ ἐν ταῖς ἄλλαις ἡμέραις ἐὰν ᾖ μνήμη ἁγίου τινός. Τὸ δὲ ἐν τοῖς τοῦ διωγμοῦ καιροῖς ἀναγκάζεσθαί τινα, μὴ παρόντος ἱερέως ἢ λειτουργοῦ, τὴν κοινωνίαν λαμβάνειν τῇ ἰδίᾳ χειρί, μηδαμῶς εἶναι βαρὺ περιττόν ἐστιν ἀποδεικνύναι, διὰ τὸ καὶ τὴν μακρὰν συνήθειαν τοῦτο δι’ αὐτῶν τῶν πραγμάτων πιστώσασθαι. πάντες γὰρ οἱ κατὰ τὰς ἐρήμους μονάζοντες, ἔνθα μὴ ἔστιν ἱερεύς, κοινωνίαν οἴκοι κατέχοντες ἀφʼ ἑαυτῶν μεταλαμβάνουσιν. ἐν Ἀλεξανδρείᾳ δὲ καὶ ἐν Αἰγύπτῳ ἕκαστος καὶ τῶν ἐν λαῷ τελούντων ὡς ἐπὶ τὸ πλεῖστον ἔχει κοινωνίαν ἐν τῷ οἴκῳ αὐτοῦ, καὶ ὅτε βούλεται μεταλαμβάνει δι’ ἑαυτοῦ. ἅπαξ γὰρ τὴν θυσίαν τοῦ ἱερέως τελειώσαντος καὶ δεδωκότος, ὁ λαβὼν αὐτὴν ὡς ὅλην ὁμοῦ, καθʼ ἑκάστην μεταλαμβάνων, παρὰ τοῦ δεδωκότος εἰκότως μεταλαμβάνειν καὶ ὑποδέχεσθαι πιστεύειν ὀφείλει. καὶ γὰρ καὶ ἐν τῇ ἐκκλησίᾳ ὁ ἱερεὺς ἐπιδίδωσι τὴν μερίδα καὶ κατέχει αὐτὴν ὁ ὑποδεχόμενος μετʼ ἐξουσίας ἁπάσης, καὶ οὕτω προσάγει τῷ στόματι τῇ ἰδίᾳ χειρί. ταὐτὸν τοίνυν ἐστὶ τῇ δυνάμει, εἴτε μίαν μερίδα δέξεταί τις παρὰ τοῦ ἱερέως, εἴτε πολλὰς μερίδας ὁμοῦ.
Ὥρμησα μὲν καὶ αὐτὸς καταλαβεῖν σου τὴν τιμιότητα, ὡς ἂν μὴ τῇ ἀπολείψει ἔλαττόν τι ἔχοιμι τῶν διαβαλλόντων· ἀλλʼ ἐπειδὴ ἡ ἀρρωστία τοῦ σώματος διεκώλυσε, σφοδρότερον πολλῷ τῆς συνηθείας ἐπιθεμένη, ἀναγκαίως ἦλθον ἐπὶ τὸ γράμμα. ἐγὼ τοίνυν, ὦ θαυμάσιε, συντυχὼν πρώην τῇ τιμιότητί σου, ὥρμησα μὲν καὶ περὶ πάντων τῶν κατὰ τὸν βίον μου πραγμάτων ἀνακοινώσασθαί σου τῇ φρονήσει, ὥρμησα δὲ καὶ τῶν ἐκκλησιῶν ἕνεκα ποιήσασθαί τινα λόγον, ὡς ἂν μὴ ταῖς μετὰ ταῦτα διαβολαῖς χώρα τις ὑπολείποιτο. ἀλλʼ ἐπέσχον ἐμαυτόν, λογιζόμενος περίεργον εἶναι παντελῶς, καὶ πέρα τοῦ μέτρου φιλότιμον, ἀνδρὶ τοσοῦτον πλῆθος πραγμάτων ἐξηρτημένῳ ἔτι καὶ τὰς ἔξω τῶν ἀναγκαίων ἐπιβάλλειν φροντίδας. ὁμοῦ τε, εἰρήσεται γὰρ τἀληθές, καὶ ἄλλως ὤκνησα μήποτε εἰς ἀνάγκην ἔλθωμεν ταῖς κατʼ ἀλλήλων ἀντιλογίαις τρῶσαι τὴν ψυχήν σου, ὀφείλουσαν ἐν τῇ καθαρᾷ περὶ τὸν Θεὸν εὐλαβείᾳ τέλειον τὸν μισθὸν τῆς θεοσεβείας καρποῦσθαι. τῷ ὄντι γάρ, ἐάν σε πρὸς ἑαυτοὺς ἐπιστρέψωμεν ἡμεῖς, ὀλίγην σοι σχολὴν πρὸς τὰ δημόσια καταλείψομεν, καὶ παραπλήσιον ποιήσομεν, ὥσπερ ἂν εἴ τις κυβερνήτην, νεοπαγῆ ναῦν ἐν μεγάλῳ κλύδωνι διευθύνοντα, τῇ προσθήκῃ τοῦ φόρτου καταβαρύνοι, δέον ἀφαιρεῖν τι τῶν ἀγωγίμων καὶ συνεπικουφίζειν ὡς δυνατόν. ὅθεν μοι δοκεῖ καὶ βασιλεὺς ὁ μέγας, τὴν πολυπραγμοσύνην ἡμῶν ταύτην καταμαθών, ἐᾶσαι ἡμᾶς ἐφʼ ἑαυτῶν τὰς ἐκκλησίας οἰκονομεῖν. Τοὺς μέντοι ταῖς ἀδόλοις ἀκοαῖς σου παρενοχλοῦντας ἐρωτηθῆναι βούλομαι, τί χεῖρον ἔχει τὰ δημόσια παρʼ ἡμᾶς; ἢ τί μικρὸν ἢ μεῖζον τῶν κοινῶν ἐκ τῆς ἡμετέρας περὶ τὰς ἐκκλησίας οἰκονομίας ἠλάττωται; πλὴν εἰ μή τις λέγοι βλάβην τοῖς πράγμασι φέρειν, οἶκον εὐκτήριον μεγαλοπρεπῶς κατεσκευασμένον ἀναστῆσαι τῷ Θεῷ ἡμῶν, καὶ περὶ αὐτὸν οἴκησιν, τὴν μὲν ἐλευθέριον ἐξῃρημένην τῷ κορυφαίῳ, τὰς δὲ ὑποβεβηκυίας τοῖς θεραπευταῖς τοῦ θείου διανενεμημένας ἐν τάξει, ὧν ἡ χρῆσις κοινὴ πρός τε ὑμᾶς τοὺς ἄρχοντας καὶ τοὺς παρεπομένους ὑμῖν. τίνα δὲ ἀδικοῦμεν, καταγώγια τοῖς ξένοις οἰκοδομοῦντες, τοῖς τε κατὰ πάροδον ἐπιφοιτῶσι καὶ τοῖς θεραπείας τινὸς διὰ τὴν ἀσθένειαν δεομένοις, καὶ τὴν ἀναγκαίαν τούτοις παραμυθίαν ἐγκαθιστῶντες, τοὺς νοσοκομοῦντας, τοὺς ἰατρεύοντας, τὰ νωτοφόρα, τοὺς παραπέμποντας; τούτοις ἀνάγκη καὶ τέχνας ἕπεσθαι, τάς τε πρὸς τὸ ζῇν ἀναγκαίας, καὶ ὅσαι πρὸς εὐσχήμονα βίου διαγωγὴν ἐφευρέθησαν· οἴκους πάλιν ἑτέρους ταῖς ἐργασίαις ἐπιτηδείους, ἅπερ πάντα τῷ μὲν τόπῳ κόσμος, τῷ δὲ ἄρχοντι ἡμῶν σεμνολόγημα, ἐπʼ αὐτὸν τῆς εὐφημίας ἐπανιούσης. ὅς γε οὐδὲ τούτου ἕνεκεν πρὸς τὴν ἐπιστασίαν ἡμῶν ἐξεβιάσθης, ὡς μόνος ἐξαρκῶν τῷ μεγέθει τῆς γνώμης τά τε κατερρυηκότα τῶν ἔργων ἀναλαβεῖν, καὶ οἰκίσαι τὰς ἀοικήτους, καὶ ὅλως εἰς πόλεις τὰς ἐρημίας μετασκευάσαι. τὸν οὖν εἰς ταῦτα συνεργοῦντα ἐλαύνειν καὶ ὑβρίζειν, ἢ τιμᾷν καὶ περιέπειν, ἀκολουθότερον ἦν; καὶ μὴ οἰηθῇς, ὦ ἄριστε, λόγον μόνον εἶναι τὰ παρʼ ἡμῶν· ἤδη γάρ ἐσμεν ἐν τῷ ἔργῳ, τὰς ὕλας τέως συμποριζόμενοι. Τὰ μὲν οὖν πρὸς τὴν τοῦ ἄρχοντος ἀπολογίαν τοιαῦτα. ἃ δὲ δεῖ πρὸς τὰς τῶν φιλαιτίων μέμψεις, ὡς Χριστιανῷ καὶ φίλῳ πεφροντικότι ἡμῶν τῆς ὑπολήψεως ἀποκρίνασθαι, ἀναγκαῖον νῦν ἀποσιωπῆσαι, ὡς καὶ μακρότερα τοῦ μέτρου τῆς ἐπιστολῆς, καὶ ἄλλως οὐκ ἀσφαλῆ γράμμασιν ἀψύχοις καταπιστεύεσθαι. ἵνα δὲ μὴ τὸν πρὸ τῆς συντυχίας χρόνον ταῖς διαβολαῖς τινῶν ὑπαχθείς, ὑφεῖναί τι τῆς περὶ ἡμᾶς εὐνοίας ἀναγκασθῇς, τὸ τοῦ Ἀλεξάνδρου ποίησον. καὶ γὰρ ἐκεῖνόν φασι, διαβαλλομένου τινὸς τῶν συνήθων, τὴν μὲν ἑτέραν τῶν ἀκοῶν ἀνεῖναι τῷ διαβάλλοντι, τὴν δὲ ἑτέραν ἐπιμελῶς ἐπιφράξασθαι τῇ χειρί, ἐνδεικνύμενον ὅτι δέοι τὸν ὀρθῶς κρίνειν μέλλοντα μὴ ὅλον εὐθὺς τοῖς προλαβοῦσιν ἀπάγεσθαι, ἀλλὰ τὸ ἥμισυ τῆς ἀκροάσεως ἀκέραιον διασώζειν πρὸς ἀπολογίαν τῷ μὴ παρόντι.
Πάλαι ἐπιστείλας τῇ θεοσεβείᾳ σου ἄλλων τέ τινων ἕνεκεν καὶ τοῦ συντυχεῖν ἡμᾶς ἀλλήλοις, διήμαρτον τῆς ἐλπίδος, οὐκ ἀφικομένων τῶν γραμμάτων εἰς τὰς χεῖρας τῆς σῆς τιμιότητος, τοῦ μακαρίου διακόνου Θεοφράστου δεξαμένου μὲν τὰ γράμματα ἡμῶν ἐπί τινα περιοδείαν ἀναγκαίως ἀποδημούντων, μὴ διαπεμψαμένου δὲ τῇ θεοσεβείᾳ, σου, τῷ προκαταληφθῆναι τῇ ἀρρωστίᾳ ὑφʼ ἧς ἐτελεύτησεν. ὅθεν τοσοῦτον ὕστερος ἦλθον τοῦ καιροῦ πρὸς τὸ γράφειν, ὥστε μηδὲ ὄφελός τι ἐλπίζειν ἐκ τῆς ἐπιστολῆς ἔσεσθαι ταύτης, εἰς στενὸν παντελῶς κατακλεισθέντος τοῦ χρόνου. ὁ γάρ τοι θεοφιλέστατος ἐπίσκοπος Μελέτιος καὶ Θεόδοτος ἐπέταξαν ἡμῖν πρὸς αὐτοὺς διαβῆναι, ἀγάπης τε ἐπίδειγμα τὴν συντυχίαν ποιούμενοι, καί τινα καὶ διόρθωσιν γενέσθαι τῶν νῦν παραλυπούντων βουλόμενοι. ἀπέδειξάν τε ἡμῖν χρόνον μὲν τῆς συντυχίας τὰ μέσα τοῦ προσιόντος μηνὸς Ἰουνίου, τόπον δὲ Φαργαμοῦν τὸ χωρίον, ἐπίσημον μαρτύρων περιφανείᾳ καὶ πολυανθρωπίᾳ συνόδου τῆς κατὰ ἔτος ἕκαστον παρʼ αὐτοῖς τελουμένης. ἐπεὶ δὲ ἔδει με, μετὰ τὴν ἐπάνοδον μαθόντα τὴν κοίμησιν τοῦ μακαρίου διακόνου, καὶ τὰς ἐπιστολὰς ἀργὰς παρʼ ἡμῖν κειμένας, μὴ ἡσυχάσαι, διὰ τὸ ἔτι ἡμέρας ἡμῖν τριάκοντα καὶ τρεῖς ἐπὶ τὴν προθεσμίαν ὑπολελεῖφθαι, ἀπέστειλα κατὰ σπουδὴν τῷ αἰδεσιμωτάτῳ ἀδελφῷ Εὐσταθίῳ τῷ συλλειτουργῷ ἡμῶν τὰ γράμματα ταῦτα, ὥστε δι’ αὐτοῦ παραπεμφθῆναί σου τῇ σεμνότητι, καὶ πάλιν ἐν τάχει ἀνακομισθῆναι ἡμῖν τὰς ἀποκρίσεις. εἰ μὲν γὰρ δυνατὸν ἢ ἄλλως ἄρεσκον σοι παραγενέσθαι, καὶ αὐτοὶ παρεσόμεθα· εἰ δὲ μή, αὐτοὶ μέν, ἂν ὁ Θεὸς θέλῃ, τὸ περυσινὸν ἀποτίσομεν χρέος τῆς συντυχίας, ἐὰν μή τι πάλιν ἐπιγένηται ἡμῖν ἐξ ἁμαρτιῶν κώλυμα· τὴν δὲ τῶν ἐπισκόπων ἔντευξιν εἰς ἕτερον χρόνον ὑπερθησόμεθα.
Καὶ τίς οὕτω φιλόπολις, ὃς τὴν ἐνεγκοῦσαν καὶ θρεψαμένην πατρίδα ἴσα γονεῦσι τιμῶν, ὡς αὐτὸς σύ, κοινῇ τε πάσῃ τῇ πόλει καὶ ἰδίᾳ ἑκάστῳ τὰ ἀγαθὰ συνευχόμενος, καὶ οὐκ εὐχόμενος μόνον, ἀλλὰ καὶ βεβαιῶν τὰς εὐχὰς διὰ σαυτοῦ; δύνασαι γάρ που σὺν Θεῷ τὰ τοιαῦτα, καὶ δύναιό γε ἐπὶ μήκιστον, οὕτω χρηστὸς ὤν. Ἀλλʼ ὅμως ἐπὶ σοῦ ὄναρ ἐπλούτησεν ἡ πατρὶς ἡμῶν, ἄνδρα μὲν ἔχουσα τὸν τὴν ἐπιμέλειαν αὐτῆς ἐπιτραπέντα, οἷον οὔ φασιν ἄλλον οἱ τὰ παλαιότατα τῶν παρʼ ἡμῖν ἐπιστάμενοι ἐπὶ τῶν ἀρχικῶν θρόνων πρότερον ἀναβῆναι, ἐπηρείᾳ δέ τινων ἀφαιρεθεῖσα ταχέως, οἳ τὸ ἐλεύθερον τοῦ ἀνδρὸς καὶ ἀθώπευτον τοῦ πρὸς αὐτὸν πολέμου ἀφορμὴν ἐποιήσαντο, καὶ διαβολὰς αὐτῷ κατεσκεύασαν, λαθόντες τὰς ἀκοὰς τῆς σῆς τελειότητος. διὸ πανδημεὶ πάντες σκυθρωπάζομεν, ζημιωθέντες ἄρχοντα μόνον δυνάμενον εἰς γόνυ κλιθεῖσαν ἤδη τὴν πόλιν ἡμῶν ἀνορθῶσαι, ἀληθῆ φύλακα τοῦ δικαίου, εὐπρόσιτον τοῖς ἀδικουμένοις, φοβερὸν τοῖς παρανομοῦσιν, ἴσον καὶ πένησι καὶ πλουσίοις, καὶ τὸ μέγιστον, τὰ τῶν Χριστιανῶν πράγματα πρὸς τὴν ἀρχαίαν ἐπανάγοντα τιμήν. τὸ γάρ, ὅτι ἀδωρότατος ὧν ἴσμεν ἀνθρώπων, καὶ οὐδενὶ παρὰ τὸ δίκαιον χαριζόμενος, ὡς μικρότερα τῆς λοιπῆς ἀρετῆς τοῦ ἀνδρὸς παρελίπομεν. Ταῦτα ὀψὲ μὲν τοῦ καιροῦ μαρτυροῦμεν, ὥσπερ οἱ μονῳδοῦντες ἑαυτοὺς παραμυθούμενοι, οὐχὶ τοῖς πράγμασί τι ποιοῦντες χρήσιμον. πλὴν οὐδὲ τοῦτο ἄχρηστον, ἐν τῇ μεγάλῃ σου ψυχῇ τὴν μνήμην τοῦ ἀνδρὸς ἀποκεῖσθαι, χάριν τε εἰδέναι ὡς εὐεργέτῃ τῆς ἐνεγκούσης, καὶ εἴ τις ἐπιφύοιτο αὐτῷ τῶν διὰ τὸ μὴ προτιμηθῆναι τοῦ δικαίου χαλεπαινόντων, ὑπερμαχεῖν καὶ προΐστασθαι, πᾶσι ποιήσαντα φανερόν, ὅτι οἰκεῖον σεαυτῷ τὸν ἄνδρα τίθεσαι, ἀρκοῦσαν ἀφορμὴν εἰς οἰκειότητα τὴν ἀγαθὴν περὶ αὐτοῦ μαρτυρίαν τιθέμενος καὶ τὴν τῶν πραγμάτων πεῖραν, οὐ κατὰ τὴν τῶν χρόνων ἀναλογίαν ὑπάρχουσαν. ἃ γὰρ οὐδʼ ἂν ἐν πολλοῖς ἔτεσι παρʼ ἄλλου γένοιτο, ταῦτα ἐν ὀλίγῳ παρʼ αὐτοῦ κατώρθωται. ἀρκοῦσα δʼ ἡμῖν χάρις καὶ τῶν συμβάντων παραμυθία, ἐὰν καὶ βασιλεῖ συστήσῃς αὐτόν, καὶ τὰς ἐπενεχθείσας αὐτῷ διαβολὰς ἀποσκευάσῃ. ταῦτά σοι πᾶσαν οἴου τὴν πατρίδα διὰ μιᾶς τῆς ἡμετέρας φωνῆς διαλέγεσθαι, καὶ κοινὴν εἶναι πάντων εὐχήν, γενέσθαι τι τῷ ἀνδρὶ διὰ τῆς σῆς τελειότητος δεξιόν.
Ὁ ἀνακαλύπτων βαθέα καὶ φανερῶν βουλὰς καρδιῶν Κύριος ἔδωκε καὶ τοῖς ταπεινοῖς σύνεσιν τῶν δυσθεωρήτων, ὥς τινες οἴονται, τεχνασμάτων. οὐδὲν οὖν ἡμᾶς ἔλαθεν, οὔτε τῶν πεπραγμένων τι κεκρυμμένον. ἀλλʼ ὅμως ἡμεῖς οὔτε ὁρῶμεν οὔτε ἀκούομεν ἄλλο τι ἢ τὴν εἰρήνην τοῦ Θεοῦ καὶ ὅσα πρὸς αὐτὴν φέρει. εἰ γὰρ καὶ ἕτεροι δυνατοί, καὶ μεγάλοι, καὶ ἑαυτοῖς πεποιθότες, ἀλλʼ ἡμεῖς οἱ μηδέν, καὶ τοῦ μηδενὸς ἄξιοι· ὥστε οὐκ ἄν ποτε τοσοῦτον ἑαυτοῖς λάβοιμεν, ὡς ἐν τῇ μονώσει δύνασθαι νομίσαι περιέσεσθαι τῶν πραγμάτων, ἀκριβῶς εἰδότες, ὅτι πλέον ἡμεῖς τῆς ἑνὸς ἑκάστου τῶν ἀδελφῶν ἐπικουρίας δεόμεθα ἢ ὅσον ἡ ἑτέρα τῶν χειρῶν τῆς ἑτέρας. ἐπεὶ καὶ ἐξ αὐτῆς τῆς τοῦ σώματος ἡμῶν κατασκευῆς τὸ ἀναγκαῖον τῆς κοινωνίας ὁ Κύριος ἡμᾶς ἐδίδαξεν. ὅταν γὰρ πρὸς αὐτὰ ταῦτα ἀπίδω τὰ μέλη ἡμῶν, ὅτι ἓν οὐδὲν ἑαυτῷ πρὸς ἐνέργειαν αὔταρκες, πῶς ἐμαυτὸν λογίσομαι ἐξαρκεῖν ἑαυτῷ πρὸς τὰ τοῦ βίου πράγματα; οὔτε γὰρ ἂν ποῦς ἀσφαλῶς βαδίσειε, μὴ συνυποστηρίζοντος τοῦ ἑτέρου, οὔτε ὀφθαλμὸς ὑγιῶς ἴδοι, μὴ κοινωνὸν ἔχων τὸν ἕτερον καὶ μετʼ αὐτοῦ συμφώνως προσβάλλων τοῖς ὁρατοῖς. ἡ ἀκοὴ ἀκριβεστέρα ἡ δι’ ἀμφοῖν τοῖν πόροιν τὴν φωνὴν δεχομένη, καὶ ἀντίληψις κραταιοτέρα τῇ κοινωνίᾳ τῶν δακτύλων. καὶ ἁπαξαπλῶς οὐδὲν οὔτε τῶν ἐκ φύσεως οὔτε τῶν ἐκ προαιρέσεως κατορθουμένων ὁρῶ ἄνευ τῆς τῶν ὁμοφύλων συμπνοίας ἐπιτελούμενον· ὅπου γε καὶ αὐτὴ ἡ προσευχὴ μὴ ἔχουσα τοὺς συμφωνοῦντας ἀδρανεστέρα ἐστὶ πολλῷ ἑαυτῆς, καὶ ὁ Κύριος ἐπηγγείλατο μέσος γενήσεσθαι μεταξὺ δύο ἢ τριῶν ἐπικαλουμένων αὐτὸν ἐν ὁμονοίᾳ. καὶ αὐτὴν δὲ τὴν οἰκονομίαν ὁ Κύριος κατεδέξατο, ἵνα εἰρηνοποιήσῃ ποιήσῃ διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ εἴτε τὰ ἐπὶ τῆς γῆς εἴτε τὰ ἐν τοῖς οὐρανοῖς. Ὥστε, διὰ ταῦτα πάντα, ἐν εἰρήνῃ μένειν τὰς λειπομένας ἡμῶν ἡμέρας εὐχόμεθα, ἐν εἰρήνῃ δὲ γενέσθαι τὴν κοίμησιν ἡμῶν αἰτοῦμεν. ὑπὲρ ταύτης οὐδὲ πόνον ἐλλείπειν ὅντινα οὖν ἔγνωκα, οὐ ταπεινόν τι φθέγξασθαι ἢ ποιῆσαι, οὐχ ὁδοιπορίας μῆκος ὑπολογίσασθαι, οὐκ ἄλλο τι τῶν ὀχληρῶν ὑποστείλασθαι, ὥστε τῶν μισθῶν τῆς εἰρηνοποιίας ἐπιτυχεῖν. κἂν μὲν ἕπηταί τις ταῦτα καθηγουμένοις ἡμῖν, τοῦτο ἄριστον, καὶ εὐχὴ τυγχάνει πέρας· ἐὰν δὲ πρὸς τὴν ἐναντίαν ἀφέλκῃ, ἐγὼ μὲν οὐδὲ οὕτω τῆς ἐμαυτοῦ κρίσεως ἀποστήσομαι. αὐτὸς δὲ ἕκαστος τῆς οἰκείας ἐργασίας ἐν ἡμέρᾳ τῆς ἀνταποδόσεως τοὺς καρποὺς ἐπιγνώσεται.
Πάνυ ὡρμημένος καταλαβεῖν τὴν Νικόπολιν, μετὰ τὸ δέξασθαι τὰ παρὰ τῆς ὁσιότητός σου γράμματα ἄρνησιν ἔχοντα τῆς ἀφίξεως, παρείθην ἀπὸ τῆς ἐπιθυμίας καὶ πάσης ὁμοῦ τῆς ἀσθενείας ἀνεμνήσθην. ἦλθε δέ μοι εἰς ἔννοιαν καὶ ἡ τῶν κεκληκότων ἀφοσίωσις, ὅτι, παροδικὴν πρὸς ἡμᾶς ποιησάμενοι τὴν κλῆσιν διὰ τοῦ αἰδεσιμωτάτου ἀδελφοῦ Ἑλληνίου τοῦ ἐξισοῦντος Ναζιανζόν, δεύτερον περὶ τῶν αὐτῶν ὑπομιμνήσκοντα ἢ ὁδηγοῦντα ἡμᾶς οὐ κατηξίωσαν ἀποστεῖλαι. ἐπεὶ οὖν ὕποπτοι αὐτοῖς ἐσμὲν διὰ τὰς ἁμαρτίας ἡμῶν, ἐφοβήθημεν μή που τὸ φαιδρὸν αὐτοῖς τῆς πανηγύρεως τῇ παρουσίᾳ ἡμῶν ἐπιθολώσωμεν. μετὰ μὲν γὰρ τῆς σῆς μεγαλοφυΐας καὶ πρὸς τοὺς μεγάλους ἀποδύσασθαι πειρασμοὺς οὐκ ὀκνοῦμεν, ἄνευ δὲ σοῦ οὐδὲ ταῖς τυχούσαις θλίψεσιν ἀντιβλέψαι αὐτάρκως ἔχομεν. ἐπεὶ οὖν ἐκκλησιαστικῶν ἕνεκεν γίνεσθαι ἡμῶν ἡ πρὸς αὐτοὺς ἔντευξις ἔμελλε, τὸν μὲν τῆς πανηγύρεως καιρὸν παρελίπομεν, εἰς ἡσυχίαν δὲ καὶ ἀτάραχον διαγωγὴν τὴν συντυχίαν ὑπερεθέμεθα, καὶ προῃρήμεθα καταλαβόντες τὴν Νικόπολιν διαλεχθῆναι περὶ τῶν ταῖς ἐκκλησίαις ἀναγκαίων τῷ θεοφιλεστάτῳ ἐπισκόπῳ Μελετίῳ, εἰ μέλλοι παραιτεῖσθαι τὴν ἐπὶ Σαμόσατα ὁδόν· εἰ δὲ μή, αὐτῷ συνδραμούμεθα, ἐὰν παρʼ ἀμφοτέρων τοῦτο ἡμῖν κατάδηλον γένηται, παρά τε αὐτοῦ ἐκείνου ἀντιγράψαντος ἡμῖν περὶ τούτων (ἐπεστείλαμεν γάρ), καὶ παρὰ τῆς σῆς θεοσεβείας. Ἐπισκόποις δὲ τοῖς ἐκ τῆς δευτέρας Καππαδοκίας συντυγχάνειν ἐμέλλομεν· οἵ, ἐπειδὴ ἑτέρας ὠνομάσθησαν ἐπαρχίας, ἐνόμισαν ἀθρόως καὶ ἀλλοεθνεῖς καὶ ἀλλόφυλοι πρὸς ἡμᾶς γεγενῆσθαι οἳ τοσοῦτον ἡμᾶς ἠγνόησαν, ὅσον οἱ μηδὲ τὴν ἀρχὴν πεπειραμένοι, μηδὲ εἰς λόγους ποτὲ ἀφικόμενοι. προσεδοκᾶτο δὲ καὶ ἑτέρα συντυχία τοῦ αἰδεσιμωτάτου ἐπισκόπου Εὐσταθίου, ἡ καὶ γενομένη ἡμῖν. διὰ γὰρ τὸ παρὰ πολλῶν καταβοᾶσθαι αὐτὸν ὡς περὶ τὴν πίστιν παραχαράσσοντά τι, ἀφικόμεθα αὐτῷ εἰς λόγους, καὶ εὕρομεν σὺν Θεῷ πρὸς πᾶσαν ὀρθότητα εὐγνωμόνως ἀκολουθοῦντα. τὰ δὲ τῶν ἐπισκόπων γράμματα παρὰ τὴν αἰτίαν αὐτῶν ἐκείνων οὐκ ἐκομίσθη τῇ τιμιότητί σου, οὓς ἐχρῆν τὰ παρʼ ἡμῶν διαπέμψασθαι· ἀλλὰ καὶ ἐμὲ παρῆλθε, τῇ συνεχείᾳ τῶν φροντίδων ἐκκρουσθέντα τῆς μνήμης. Τὸν δʼ ἀδελφὸν Γρηγόριον κἀγὼ ἠβουλόμην οἰκονομεῖν ἐκκλησίαν τῇ αὐτοῦ φύσει σύμμετρον. αὕτη δὲ ἦν πᾶσα εἰς ἓν συναχθεῖσα ἡ ὑφʼ ἡλίῳ. ἐπειδὴ δὲ τοῦτο ἀδύνατον, ἔστω ἐπίσκοπος, μὴ ἐκ τοῦ τόπου σεμνυνόμενος, ἀλλὰ τὸν τόπον σεμνύνων ἀφʼ ἑαυτοῦ. ὄντως γὰρ μεγάλου ἐστὶν οὐ τοῖς μεγάλοις μόνον ἀρκεῖν, ἀλλὰ καὶ τὰ μικρὰ μεγάλα ποιεῖν τῇ ἑαυτοῦ δυνάμει. Τί δὲ δεῖ ποιῆσαι τῷ Παλματίῳ, μετὰ τοσαύτας παρακλήσεις τῶν ἀδελφῶν ἔτι ὑπηρετοῦντι τῷ Μαξίμῳ πρὸς τοὺς διωγμούς; ἀλλʼ ὅμως οὐδὲ νῦν ὀκνοῦσιν ἐπιστεῖλαι· παραγενέσθαι γὰρ καὶ ὑπὸ ἀσθενείας σώματος καὶ ὑπὸ ἀσχολιῶν οἰκειακῶν οὐκ ἐπιτρέπονται. Γίνωσκε μέντοι, θεοφιλέστατε πάτερ, ὅτι πάνυ χρῄζει τῆς παρουσίας σου τὰ ἡμέτερα, καὶ ἀνάγκη σε τὸ τίμιον γῆρας ἔτι ἅπαξ κινῆσαι, ὑπὲρ τοῦ στῆσαι περιφερομένην λοιπὸν καὶ ἐγγὺς πτώματος οὖσαν τὴν Καππαδοκίαν.
Πάνυ πολλὴν σπουδὴν ἐνστησάμενος πειθαρχῆσαι μερικῶς γοῦν καὶ τῷ βασιλικῷ προστάγματι καὶ τῷ φιλικῷ τῆς σῆς τιμιότητος γράμματι, οὗ ἐγὼ πάντα λόγον καὶ πᾶσαν γνώμην γέμειν ὀρθῆς προαιρέσεως καὶ ἀγαθῆς διανοίας πεπίστευκα, εἰς ἔργον ἀγαγεῖν τὴν προθυμίαν οὐκ ἐπετράπην. αἴτιον δὲ τὸ μὲν πρῶτον καὶ ἀληθέστατον αἱ ἐμαὶ ἁμαρτίαι, πανταχοῦ μοι προαπαντῶσαι καὶ ὑποσκελίζουσαί μου τὰ διαβήματα· ἔπειτα καὶ ἡ τοῦ δοθέντος ἡμῖν εἰς συνεργίαν ἐπισκόπου πρὸς ἡμᾶς ἀλλοτρίωσις. οὐκ οἶδα γὰρ ὅ τι παθὼν ὁ αἰδεσιμώτατος ἀδελφὸς ἡμῶν Θεόδοτος, ὁ ἐπαγγειλάμενος ἡμῖν ἐξ ἀρχῆς πάντα συμπράξειν, καὶ προθύμως ἡμᾶς ἀπὸ Γητασῶν ἐπὶ Νικόπολιν καταγαγών, ἐπειδὴ εἶδεν ἡμᾶς ἐπὶ τῆς πόλεως, οὕτως ἡμᾶς ἐβδελύξατο, καὶ οὕτως ἐφοβήθη τὰς ἁμαρτίας ἡμῶν, ὡς μήτε εἰς ἑωθινὴν εὐχὴν μήτε εἰς ἑσπερινὴν ἀνασχέσθαι ἡμᾶς παραλαβεῖν· δίκαια μὲν ποιῶν, ὡς πρὸς ἡμᾶς, καὶ πρέποντα τῷ ἐμῷ βίῳ, οὐ λυσιτελοῦντα δὲ τῇ κοινῇ καταστάσει τῶν ἐκκλησιῶν βουλευόμενος. τὴν δὲ αἰτίαν τούτων προέφερεν ἡμῖν, ὅτι ἠνεσχόμεθα εἰς κοινωνίαν τὸν αἰδεσιμώτατον ἐπίσκοπον Εὐστάθιον παραδέξασθαι. τὸ μέντοι γενόμενον παρʼ ἡμῶν τοιοῦτόν ἐστιν. Ἡμεῖς, κληθέντες εἰς σύνοδον παρὰ τοῦ ἀδελφοῦ Θεοδότου τελουμένην καὶ ὁρμήσαντες δι’ ἀγάπην ὑπακοῦσαι τῇ κλήσει, ἵνα μὴ δόξωμεν ἄπρακτον καὶ ἀργὴν ποιεῖσθαι τὴν συντυχίαν, ἐσπουδάσαμεν εἰς λόγους ἐλθεῖν τῷ προειρημένῳ ἀδελφῷ Εὐσταθίῳ. καὶ προετείναμεν αὐτῷ τὰ περὶ τῆς πίστεως ἐγκλήματα, ὅσα προφέρουσιν αὐτῷ οἱ περὶ τὸν ἀδελφὸν Θεόδοτον, καὶ ἠξιώσαμεν, εἰ μὲν ἕπεται τῇ ὀρθῇ πίστει, φανερὸν ἡμῖν καταστῆσαι, ὥστε ἡμᾶς εἶναι κοινωνικούς· εἰ δὲ ἀλλοτρίως ἔχει, ἀκριβῶς εἰδέναι, ὅτι καὶ ἡμεῖς ἕξομεν πρὸς αὐτὸν ἀλλοτρίως. πολλῶν τοίνυν γενομένων λόγων πρὸς ἀλλήλους, καὶ πάσης ἐκείνης τῆς ἡμέρας ἐν τῇ περὶ τούτων σκέψει δαπανηθείσης, καταλαβούσης λοιπὸν τῆς ἑσπέρας, διεκρίθημεν ἀπʼ ἀλλήλων, εἰς οὐδὲν ὁμολογούμενον πέρας τὸν λόγον προαγαγόντες. τῇ δὲ ἑξῆς πάλιν, ἕωθεν σνγκαθεσθέντες, περὶ τῶν αὐτῶν διελεγόμεθα, ἐπελθόντος ἤδη καὶ τοῦ ἀδελφοῦ Ποιμενίου, τοῦ πρεσβυτέρου τῆς Σεβαστείας, καὶ σφοδρῶς ἡμῖν τὸν ἐναντίον γυμνάζοντος λόγον. κατὰ μικρὸν οὖν ἡμεῖς τε, ὑπὲρ ὧν ἔδοξεν ἡμῖν ἐγκαλεῖν, ἀπελυόμεθα, κἀκείνους εἰς τὴν τῶν ἐπιζητουμένων ὑφʼ ἡμῶν συγκατάθεσιν προηγάγομεν, ὥστε χάριτι τοῦ Κυρίου εὑρεθῆναι ἡμᾶς μηδὲ εἰς τὸ σμικρότατον πρὸς ἀλλήλους διαφερομένους. οὕτω τοίνυν περὶ ἐννάτην που ὥραν ἀνέστημεν ἐπὶ τὰς προσευχάς, εὐχαριστήσαντες τῷ Κυρίῳ τῷ δόντι ἡμῖν τὸ αὐτὸ φρονεῖν καὶ τὸ αὐτὸ λέγειν. ἐπὶ τούτοις ἔδει με καὶ ἔγραφόν τινα παρὰ τοῦ ἀνδρὸς ὁμολογίαν λαβεῖν, ὥστε καὶ τοῖς ἐναντιουμένοις αὐτῷ φανερὰν γενέσθαι τὴν συγκατάθεσιν, καὶ τοῖς λοιποῖς ἱκανὴν εἶναι τοῦ ἀνδρὸς τῆς προαιρέσεως τὴν ἀπόδειξιν. ἀλλʼ ἐβουλήθην αὐτὸς ὑπὲρ πολλῆς ἀκριβείας, τοῖς ἀδελφοῖς συντυχὼν τοῖς περὶ Θεόδοτον, παρʼ αὐτῶν λαβεῖν γραμματεῖον πίστεως, καὶ αὐτὸ προτεῖναι τῷ προειρημένῳ· ἵνα ἀμφότερα γένηται, ἥ τε ὀρθὴ πίστις παρʼ αὐτοῦ ὁμολογηθῇ, καὶ αὐτοὶ πληροφορηθῶσι, μηδεμίαν ἔχοντες ἀντιλογίας ὑπόθεσιν ἐκ τοῦ τὰς παρʼ αὐτῶν προτάσεις παραδεχθῆναι. ἀλλὰ πρὶν μαθεῖν τίνος ἕνεκεν συνετύχομεν, καὶ τί ἡμῖν ἐκ τῆς ὁμιλίας κατώρθωται, οἱ περὶ τὸν ἐπίσκοπον Θεόδοτον οὐκέτι ἡμᾶς εἰς τὴν σύνοδον προτρέψασθαι κατηξίωσαν. ἀλλʼ ἀπὸ μέσης ἀνεζεύξαμεν τῆς ὁδοῦ, ἀθυμήσαντες, ὅτι ἀτελεῖς ἡμῖν ποιοῦσι τοὺς ὑπὲρ τῆς εἰρήνης τῶν ἐκκλησιῶν καμάτους. Μετὰ ταῦτα τοίνυν, ἐπειδὴ κατέλαβεν ἡμᾶς ἡ ἀνάγκη τῆς ἐπὶ τὴν Ἀρμενίαν ὁδοῦ, εἰδὼς τοῦ ἀνδρὸς τὸ ἰδιότροπον καὶ βουλόμενος ὑπὸ μάρτυρι ἀξιοπίστῳ αὐτός τε ὑπὲρ τῶν πεπραγμένων ἀπολογήσασθαι κἀκεῖνον πληροφορῆσαι, ἦλθον ἐπὶ τὰ Γήτασα τὸν ἀγρὸν τοῦ θεοφιλεστάτου ἐπισκόπου Μελετίου, συμπαρόντος μοι καὶ αὐτοῦ τοῦ προειρημένου Θεοδότου· καὶ οὕτως ἐκεῖ, ἐπειδὴ ἐνεκλήθημεν παρʼ αὐτοῦ ἐπὶ τῇ πρὸς Εὐστάθιον συναφείᾳ, εἶπον τὸ ἐκ τῆς συντυχίας κατόρθωμα, ὅτι ἔλαβον αὐτὸν εἰς πάντα ἡμῖν ὁμοδοξοῦντα. ὡς δὲ διεβεβαιοῦτο ἔξαρνον γεγενῆσθαι μετὰ τὴν ἀφʼ ἡμῶν ἀναχώρησιν, καὶ διαβεβαιοῦσθαι αὐτὸν τοῖς ἰδίοις αὐτοῦ μαθηταῖς, ἦ μὲν εἰς μηδὲν ἡμῖν περὶ τῆς πίστεως συντεθεῖσθαι, ἀπήντων ἐγὼ πρὸς ταῦτα (καὶ σκόπει, θαυμασιώτατε, εἰ μὴ δικαιοτάτας καὶ ἀναντιρρήτους ἐποιούμην πρὸς τοῦτο τὰς ἀποκρίσεις), ὅτι ἐγὼ μὲν πέπεισμαι, εἰκάζων ἐκ τῆς λοιπῆς εὐσταθείας τοῦ ἀνδρός, μὴ οὕτως αὐτὸν κούφως περιτρέπεσθαι πρὸς τὰ ἐναντία, μηδὲ νῦν μὲν ὁμολογεῖν νῦν δὲ ὑπὲρ ὧν εἶπεν ἀρνεῖσθαι, ἄνδρα καὶ τὸ ὑπὲρ τῶν τυχόντων ψεῦδος ὡς φοβερὸν ἀποφεύγοντα, μὴ ὅτι γε περὶ τῶν τηλικούτων πραγμάτων καὶ οὕτω παρὰ πᾶσι βεβοημένων, ἑλέσθαι ἄν ποτε ἐναντιωθῆναι τῇ ἀληθείᾳ. εἰ δὲ ἄρα καὶ ἀληθῆ εἶναι συμβῇ τὰ θρυλλούμενα παρʼ ὑμῶν, προτεῖναι αὐτῷ γραμματεῖον πᾶσαν ἔχον τῆς ὀρθῆς πίστεως τὴν ἀπόδειξιν χρή. ἐὰν μὲν οὖν εὕρω αὐτὸν συντιθέμενον ἐγγράφως, ἐπιμενῶ τῇ κοινωνίᾳ· ἐὰν δὲ λάβω ἀναδυόμενον, ἀποστήσομαι αὐτοῦ τῆς συναφείας. ἀποδεξαμένου τὸν λόγον τοῦ ἐπισκόπου Μελετίου καὶ τοῦ ἀδελφοῦ Διοδώρου τοῦ συμπρεσβυτέρου (παρῆν γὰρ τοῖς γινομένοις), συνθέμενος ὁ αἰδεσιμώτατος ἀδελφὸς Θεόδοτος ἐκεῖ, καὶ παρακαλέσας ἡμᾶς κατελθεῖν ἐπὶ Νικόπολιν, ἵνα καὶ τὴν ἐκκλησίαν αὐτοῦ ἐπισκεψώμεθα, καὶ αὐτὸν λάβωμεν τῆς μέχρι Σατάλων ὁδοιπορίας συνέμπορον, καταλιπὼν ἡμᾶς ἐν Γητάσοις, ἐπειδὴ κατελάβομεν τὴν Νικόπολιν, ἐπιλαθόμενος ὧν τε παρʼ ἐμοῦ ἤκουσεν. ὧν τε συνέθετο ἡμῖν, ἐκείναις ταῖς ὕβρεσι καὶ ταῖς ἀτιμίαις, ἃς μικρῷ πρόσθεν διηγησάμην, καταισχύνας ἡμᾶς ἀπέπεμψε. Πῶς οὖν ἦν δυνατόν μοι, τιμιωτάτη κεφαλή, ποιῆσαί τι τῶν προστεταγμένων, καὶ δοῦναι ἐπισκόπους τῇ Ἀρμενίᾳ, οὕτω πρός με τοῦ κοινωνοῦ τῆς φροντίδος διατεθέντος, παρʼ οὗ ἐγὼ προσεδόκων τοὺς ἐπιτηδείους ἄνδρας εὐρήσειν; διὰ τὸ εἶναι ἐν τῇ παροικίᾳ αὐτοῦ καὶ εὐλαβεῖς καὶ συνετοὺς καὶ τῆς γλώττης ἐμπείρους καὶ τὰ λοιπὰ ἰδιώματα τοῦ ἔθνους ἐπισταμένους· ὧν εἰδὼς τὰ ὀνόματα, ἑκὼν σιωπήσομαι, ἵνα μή τι ἐμπόδιον γένηται πρὸς τὸ ἐν ἑτέρῳ γοῦν χρόνῳ χρησιμευθῆναι τὴν Ἀρμενίαν. Καὶ νῦν γενόμενος μέχρι Σατάλων ἐν τοιούτῳ σώματι, τὰ μὲν λοιπὰ ἔδοξα τῇ τοῦ Θεοῦ χάριτι καθιστᾷν, εἰρηνεύσας τοὺς τῆς Ἀρμενίας ἐπισκόπους, καὶ διαλεχθεὶς αὐτοῖς τὰ πρέποντα, ὥστε ἀποθέσθαι τὴν συνήθη ἀδιαφορίαν καὶ ἀναλαβεῖν τὴν γνησίαν τοῦ Κυρίου ὑπὲρ τῶν ἐκκλησιῶν σπουδήν, δοὺς αὐτοῖς καὶ τύπους περὶ τῶν ἀδιαφόρως κατὰ τὴν Ἀρμενίαν παρανομουμένων, ὅπως αὐτοῖς προσῆκεν ἐπιμελεῖσθαι. ἐδεξάμην δὲ καὶ ψηφίσματα παρὰ τῆς ἐκκλησίας Σατάλων, παράκλησιν ἔχοντα δοθῆναι αὐτοῖς παρʼ ἡμῶν ἐπίσκοπον. ἐπιμελὲς δέ μοι τοῦτο ἐγένετο, καὶ τὴν περιχυθεῖσαν βλασφημίαν τῷ ἀδελφῷ ἡμῶν Κυρίλλῳ τῷ ἐπισκόπῳ Ἀρμενίας ἀνερευνῆσαι· καὶ διὰ τῆς χάριτος τοῦ Θεοῦ εὕρομεν αὐτὴν ψευδῶς κινηθεῖσαν ἐκ διαβολῆς τῶν μισούντων αὐτόν· ἣν καὶ φανερῶς ὡμολόγησαν ἐφʼ ἡμῶν. καὶ ἐδόξαμεν μετρίως ἡμεροῦν πρὸς αὐτὸν τὸν ἐν Σατάλοις λαόν, ὥστε μηκέτι αὐτοῦ τὴν κοινωνίαν φεύγειν. εἰ δὲ μικρὰ ταῦτα καὶ οὐδενὸς ἄξια, ἀλλὰ παρʼ ἡμῶν οὐδὲν ἦν πλέον δυνατὸν γενέσθαι, διὰ τὴν ἐκ τῆς τοῦ διαβόλου περιεργίας ἡμῶν αὐτῶν πρὸς ἀλλήλους ἀσυμφωνίαν. ταῦτά με ἔδει σιωπᾷν, ἵνα μὴ δόξω δημοσιεύειν ἐμαυτοῦ τὰ ὀνείδη· ἀλλʼ ἐπειδὴ οὐκ ἦν ἄλλως ἀπολογήσασθαί σου τῇ μεγαλοφυΐᾳ, εἰς ἀνάγκην ἦλθον πᾶσαν τῶν γεγονότων τὴν ἀλήθειαν διηγήσασθαι.
Οὕτως εἶδον τὰ γράμματα τῆς ἀγάπης σου ἐν τῇ γείτονι χώρᾳ τῆς Ἀρμενίας, ὡς ἂν ἴδοιεν οἱ θαλαττεύοντες πυρσὸν ἐν πελάγει πόρρωθεν φρυκτωρούμενον, ἄλλως τε κἂν ἀγριαίνουσά πως τύχοι ἡ θάλασσα ὑπʼ ἀνέμων. καὶ γὰρ φύσει μὲν ἡδὺ καὶ παρηγορίαν ἔχον πολλὴν τὸ τῆς σῆς σεμνότητος γράμμα, τότε δὲ μάλιστα τὴν ἀπʼ αὐτοῦ χάριν ὁ καιρὸς συνηύξησεν, ὃν ὁποῖος ἦν, καὶ ὅπως ἡμᾶς λυπήσας, ἐγὼ μὲν οὐκ ἂν εἴποιμι, κρίνας ἅπαξ ἐπιλαθέσθαι τῶν λυπηρῶν· ὁ μέντοι συνδιάκονος ἡμῶν διηγήσεταί σου τῇ θεοσεβείᾳ. Ἐμὲ δὲ ἐπέλιπε παντελῶς τὸ σῶμα, ὥστε μηδὲ τὰς σμικροτάτας κινήσεις δύνασθαι ἀλύπως φέρειν. πλὴν ἀλλʼ εὔχομαι δυνηθῆναί μοι τὴν παλαιὰν ἐπιθυμίαν νῦν γοῦν διὰ τῆς βοηθείας τῶν σῶν προσευχῶν ἐκπληρωθῆναι· εἰ καὶ ὅτι πολλήν μοι πεποίηκε τὴν δυσκολίαν ἡ ἀποδημία αὕτη, τοσούτῳ χρόνῳ ἀμεληθέντων τῶν κατὰ τὴν ἡμετέραν ἐκκλησίαν πραγμάτων. ἐὰν δὲ ὁ Θεός, ἕως ἐσμὲν ὑπὲρ γῆς, καταξιώσῃ ἡμᾶς ἰδεῖν ἐπὶ τῆς ἐκκλησίας ἡμῶν τὴν σὴν θεοσέβειαν, ὄντως ἀγαθὰς ἐλπίδας καὶ ἐπὶ τοῖς μέλλουσιν ἕξομεν, ὡς οὐ πάντη ἐσμὲν ἀπόβλητοι τῶν δωρεῶν τοῦ Θεοῦ. τοῦτο γοῦν, ἐὰν ᾖ δυνατόν, παρακαλοῦμεν ἐπὶ τῆς συνόδου γενέσθαι, ἣν δι’ ἔτους ἄγομεν ἐπὶ τῇ μνήμῃ τοῦ μακαρίου μάρτυρος Εὐψυχίου προσεγγιζούσῃ λοιπὸν κατὰ τὴν ἑβδόμην ἡμέραν τοῦ Σεπτεμβρίου μηνός. καὶ γὰρ καὶ φροντίδος ἄξια ἡμῖν περίκειται πράγματα τῆς παρὰ σοῦ δεόμενα συνεργίας, εἴς τε κατάστασιν ἐπισκόπων καὶ εἰς βουλὴν καὶ σκέψιν τῶν μελετωμένων καθʼ ἡμῶν παρὰ τῆς χρηστότητος Γρηγορίου τοῦ Νυσσαέως ὃς συνόδους συγκροτεῖ κατὰ τὴν Ἀγκύραν καὶ οὐδένα τρόπον ἐπιβουλεύων ἡμῖν ἀφίησιν.
Εὐχῆς ἄξιον ἦν, πρώτην διαπεμπομένους ἐπιστολήν, εὐθυμοτέραν ἔχειν τὴν τῶν γραμμάτων ὑπόθεσιν. οὕτω γὰρ ἂν ἡμῖν τὰ κατὰ γνώμην ὑπῆρξε, διότι πᾶσι βουλόμεθα τοῖς ἐν εὐσεβείᾳ ζῇν προαιρουμένοις πάντα τὸν βίον εἰς ἀγαθὸν εὐοδοῦσθαι. ἀλλʼ ἐπειδὴ ὁ διοικῶν τὴν ζωὴν ἡμῶν Κύριος, κατὰ τὴν ἄρρητον αὐτοῦ σοφίαν πάντως πρὸς τὸ σύμφερον τῶν ψυχῶν τῶν ἡμετέρων ταῦτα ᾠκονόμησε γενέσθαι, δι’ ὧν σοι μὲν ὀδυνηρὰν κατέστησε τὴν ζωήν, ἡμᾶς δέ, τοὺς τῇ κατὰ Θεὸν ἀγάπῃ συνημμένους, εἰς συμπάθειαν ἤγαγε, μαθόντας παρὰ τῶν ἀδελφῶν ἡμῶν ἐν οἷς γέγονας, ἀναγκαῖον ἡμῖν ἐφάνη τὴν ἐνδεχομένην παράκλησιν προσαγαγεῖν σοι. εἰ μὲν οὖν ἦν δυνατὸν καὶ διαβῆναι μέχρι τοῦ τόπου ἐν ᾧ συμβαίνει διάγειν σου τὴν εὐγένειαν, περὶ παντὸς ἂν τοῦτο ἐποιησάμην. ἐπεὶ δὲ καὶ ἡ τοῦ σώματος ἀρρωστία καὶ τῶν συνεχόντων ἡμᾶς πραγμάτων τὸ πλῆθος καὶ αὐτὴν ταύτην ἣν ὑπέστημεν ὁδὸν ἐπὶ πολλῇ τῶν καθʼ ἡμᾶς ἐκκλησιῶν ζημίᾳ παρεσκεύασε, διὰ γραμμάτων ἐπισκέψασθαί σου τὴν σεμνότητα προεθυμήθημεν, ὑπομιμνήσκοντες, ὅτι αἱ θλίψεις αὗται οὐκ ἀργῶς τοῖς δούλοις τοῦ Θεοῦ παρὰ τοῦ ἐπισκοποῦντος ἡμᾶς Κυρίου γίνονται, ἀλλὰ ἐπὶ δοκιμασίᾳ τῆς ἀληθινῆς πρὸς τὸν κτίσαντα ἡμᾶς Θεὸν ἀγάπης. ὡς γὰρ τοὺς ἀθλητὰς οἱ τῶν ἀγώνων κάματοι τοῖς στεφάνοις προσάγουσιν, οὕτω καὶ τοὺς Χριστιανοὺς ἡ ἐν τοῖς πειρασμοῖς δοκιμασία πρὸς τὴν τελείωσιν ἄγει, ἐὰν μετὰ τῆς πρεπούσης ὑπομονῆς ἐν εὐχαριστίᾳ πάσῃ τὰ οἰκονομούμενα παρὰ τοῦ Κυρίου καταδεξώμεθα. Ἀγαθότητι Δεσπότου διοικεῖται τὰ πάντα. οὐδὲν τῶν συμβαινόντων ἡμῖν ὡς λυπηρὸν ὑποδέχεσθαι χρή, κἂν πρὸς τὸ παρὸν ἅπτηται τῆς ἀσθενείας ἡμῶν. εἰ γὰρ καὶ τοὺς λόγους ἀγνοοῦμεν, καθʼ οὓς ἕκαστον τῶν γινομένων ὡς καλὸν παρὰ τοῦ Δεσπότου ἡμῖν ἐπάγεται, ἀλλʼ ἐκεῖνο πεπεῖσθαι ὀφείλομεν, ὅτι πάντως συμφέρει τὸ γινόμενον ἢ ἡμῖν διὰ τὸν τῆς ὑπομονῆς μισθὸν ἢ τῇ παραληφθείσῃ ψυχῇ, ἵνα μή, ἐπὶ πλέον τῇ ζωῇ ταύτῃ ἐπιβραδύνασα τῆς ἐμπολιτευομένης τῷ βίῳ κακία ἀναπλησθῇ. εἰ μὲν γὰρ ἐν τῇ ζωῇ ταύτῃ ἡ τῶν Χριστιανῶν ἐλπὶς περιώριστο, εἰκότως χαλεπὸν ἂν ἐνομίσθη τὸ θᾶττον διαζευχθῆναι τοῦ σώματος· εἰ δὲ ἀρχὴ τοῦ ἀληθινοῦ βίου τοῖς κατὰ Θεὸν ζῶσίν ἐστι τὸ τῶν δεσμῶν τούτων τῶν σωματικῶν τὴν ψυχὴν ἐκλυθῆναι, τί λυπούμεθα, ὡς καὶ οἱ μὴ ἔχοντες ἐλπίδα; παρακλήθητι οὖν μὴ ὑποπεσεῖν τοῖς πάθεσιν, ἀλλὰ δεῖξαι ὅτι ὑπέρκεισαι καὶ ὑπερῆρας.
Ἐγὼ τάς τε ἰδίας ὑμῶν παρακλήσεις καὶ τὰς τοῦ λαοῦ παντὸς δυσωπηθείς, καὶ ἐδεξάμην τὴν φροντίδα τῆς καθʼ ὑμᾶς ἐκκλησίας, καὶ ὑπεσχόμην ὑμῖν ἐνώπιον Κυρίου μηδὲν ἐλλείψειν τῶν εἰς δύναμιν ἐμὴν ἡκόντων. διὸ ἠναγκάσθην, κατὰ τὸ γεγραμμένον, οἷον τῆς κόρης τοῦ ἐμοῦ ὀφθαλμοῦ ἅψασθαι. οὕτως τὸ ὑπέρβαλλον τῆς καθʼ ὑμᾶς τιμῆς οὐδενός μοι συνεχώρησεν εἰς μνήμην ἐλθεῖν, οὐ συγγενείας, οὐ τῆς ἐκ παιδὸς συνηθείας τῆς ὑπαρχούσης μοι πρὸς τὸν ἄνδρα, πρὸ τῶν παρʼ ὑμῶν αἰτηθέντων· ἀλλὰ πάντων μὲν τῶν ἰδίᾳ μοι ὑπαρχόντων πρὸς αὐτὸν εἰς οἰκειότητος λόγον ἐπιλαθόμενος, μὴ ὑπολογισάμενος δὲ μηδὲ τοῦ στεναγμοῦ τὸ πλῆθος, ὃ καταστενάξει μου ὁ λαὸς ὁ τὴν προστασίαν αὐτοῦ ζημιωθείς, μὴ πάσης αὐτοῦ τῆς συγγενείας τὸ δάκρυον, μὴ μητρὸς αὐτοῦ γηραιᾶς καὶ ἐπὶ μόνῃ τῇ παρʼ αὐτοῦ θεραπείᾳ σαλευούσης τὴν θλίψιν εἰς καρδίαν λαβών· πάντων ὁμοῦ τοιούτων ὄντων καὶ τοσούτων ἀλογήσας, ἑνὸς ἐγενόμην, τοῦ τὴν ὑμετέραν ἐκκλησίαν κατακοσμῆσαι μὲν τῇ τοῦ τηλικούτου ἀνδρὸς προστασίᾳ, βοηθῆσαι δὲ αὐτῇ ἐκ τῆς χρονίας ἀπροστασίας εἰς γόνυ λοιπὸν κλιθείσῃ, καὶ πολλῆς καὶ δυνατῆς χειραγωγίας εἰς τὸ διαναστῆναι δεομένῃ. Τὰ μὲν οὖν ἡμέτερα τοιαῦτα. τὰ δὲ παρʼ ὑμῶς ἀπαιτοῦμεν λοιπὸν μὴ ἐλάττονα φανῆναι τῆν ἡμετέρας ἐλπίδος καὶ τῶν ὑποσχέσεων ἃς πεποιήμεθα τῷ ἀνδρί, ὅτι πρὸς οἰκείους καὶ φίλους αὐτὸν ἐξεπέμψαμεν, ἑκάστου ὑμῶν ὑπερβαλέσθαι τὸν ἕτερον ἐν τῇ περὶ τὸν ἄνδρα σπουδῇ καὶ ἀγάπῃ προθυμουμένου. ὅπως οὖν ἐπιδείξησθε τὴν καλὴν ταύτην φιλοτιμίαν, καὶ τῷ ὑπερβάλλοντι τῆς θεραπείας παρακαλέσητε αὐτοῦ τὴν καρδίαν, ὥστε λήθην μὲν αὐτῷ ἐγγενέσθαι πατρίδος, λήθην δὲ συγγενῶν, λήθην δὲ λαοῦ τοσοῦτον ἐξηρτημένου τῆς προστασίας αὐτοῦ ὅσον παιδίον νεαρὸν τῆς μητρῴας θηλῆς. Προαπεστείλαμεν δὲ Νικίαν, ὥστε τὰ γενόμενα φανερὰ καταστῆσαι τῇ τιμιότητι ὑμῶν, καὶ προλαβόντας ὑμᾶς ἑορτάζειν καὶ εὐχαριστεῖν τῷ Κυρίῳ τῷ δι’ ἡμῶν καταξιώσαντι τὴν εὐχὴν ὑμῶν ἐκπληρωθῆναι.
Ἤγαγεν εἰς ἔργον ὁ Κύριος τοῦ λαοῦ αὐτοῦ τὰ αἰτήματα, καὶ ἔδωκεν αὐτῷ διὰ τῆς ἡμετέρας ταπεινώσεως ποιμένα ἄξιον μὲν τοῦ ὀνόματος, καὶ οὐ κατὰ τοὺς πολλοὺς καπηλεύοντα τὸν λόγον, δυνάμενον δὲ καὶ ὑμῖν τοῖς τὴν ὀρθότητα τοῦ κηρύγματος ἀγαπῶσι καὶ τὴν κατʼ ἐντολὰς τοῦ Κυρίου ζωὴν καταδεξαμένοις ἀρέσκειν καθʼ ὑπερβολὴν ἐν τῷ ὀνόματι τοῦ Κυρίου τοῦ πληρώσαντος αὐτὸν τῶν πνευματικῶν αὐτοῦ χαρισμάτων.
Αὐτὸ τὸ γράφειν πρὸς ἄνδρα τοσοῦτον, κἂν μηδεμία πρόφασις ἑτέρα προσῇ, μέγιστόν ἐστι τῶν εἰς τιμὴν φερόντων τοῖς αἰσθανομένοις· διότι αἱ πρὸς τοὺς παμπληθὲς τῶν λοιπῶν ὑπερέχοντας ὁμιλίαι μεγίστην τοῖς ἀξιουμένοις περιφάνειαν προξενοῦσιν. ἐμοὶ δʼ ὑπὲρ πατρίδος πάσης ἀγωνιῶντι ἀναγκαία πρὸς τὴν σὴν μεγαλόνοιαν ἡ ἔντευξις, ἧς ἱκετεύω πράως καὶ κατὰ τὸν σεαυτοῦ τρόπον ἀνασχέσθαι, καὶ χεῖρα ὀρέξαι τῇ πατρίδι ἡμῶν εἰς γόνυ ἤδη κλιθείσῃ. ἔστι δὲ ὑπὲρ οὗ ἱκετεύομέν σε τὸ πρᾶγμα τοιοῦτον. Τοὺς τῷ Θεῷ ἡμῶν ἱερωμένους, πρεσβυτέρους καὶ διακόνους, ὁ παλαιὸς κῆνσος ἀτελεῖς ἀφῆκεν. οἱ δὲ νῦν ἀπογραψάμενοι, ὡς οὐ λαβόντες παρὰ τῆς ὑπερφυοῦς σου ἐξουσίας πρόσταγμα, ἀπεγράψαντο, πλὴν εἰ μὴ πού τινες ἄλλως εἶχον ὑπὸ τῆς ἡλικίας τὴν ἄφεσιν. δεόμεθα οὖν μνημόσυνον τῆς σῆς εὐεργεσίας τοῦτο ἡμῖν ἀφεθῆναι, παντὶ τῷ ἐπιόντι χρόνῳ ἀγαθὴν περὶ σοῦ μνήμην διαφύλαττον, καὶ συγχωρηθῆναι κατὰ τὸν παλαιὸν νόμον τῆς συντελείας τοὺς ἱερατεύοντας· καὶ μὴ εἰς πρόσωπον τῶν νῦν καταλαμβανομένων γενέσθαι τὴν ἄφεσιν (οὕτω γὰρ εἰς τοὺς διαδόχους ἡ χάρις μεταβήσεται, οὓς οὐ πάντως συμβαίνει τοῦ ἱερατεύειν ἀξίους εἶναι), ἀλλὰ κατὰ τὸν ἐν τῇ ἐλευθέρᾳ ἀπογραφῇ τύπον κοινήν τινα συγχώρησιν κληρικῶν γενέσθαι, ὥστε ὑπὸ τῶν οἰκονομούντων τὰς ἐκκλησίας τοῖς ἑκάστοτε λειτουργοῦσι τὴν ἀτέλειαν δίδοσθαι. Ταῦτα καὶ τῇ σῇ μεγαλοφυΐᾳ ἀθάνατον τὴν ἐπὶ τοῖς ἀγαθοῖς δόξαν διαφυλάξει, καὶ τῷ βασιλικῷ οἴκῳ πολλοὺς τοὺς ὑπερευχομένους παρασκευάσει, καὶ αὐτοῖς τοῖς δημοσίοις μέγα παρέξει ὄφελος, ἡμῶν οὐ πάντως τοῖς κληρικοῖς, ἀλλὰ τοῖς ἀεὶ καταπονουμένοις τὴν ἀπὸ τῆς ἀτελείας παραμυθίαν παρεχομένων· ὅπερ οὖν καὶ ἐπὶ τῆς ἐλευθερίας ποιοῦμεν, ὡς ἔξεστι γνῶναι τῷ βουλομένῳ.
Ἐγὼ καὶ Σαμοσάτοις ἐπιστὰς προσεδόκησα συντεύξαθαι τῇ κοσμιότητι ὑμῶν· καὶ ἐπειδὴ διήμαρτον τῆς συντυχίας, οὐ μετρίως ἤνεγκα τὴν ζημίαν, λογιζόμενος πότε εἴη ἢ ἐμοὶ δυνατὸν πάλιν πλησιάσαι τοῖς καθʼ ὑμᾶς χωρίοις ἢ ὑμῖν αἱρετὸν τὴν ἡμετέραν καταλαβεῖν. ἀλλʼ ἐκεῖνα μὲν κείσθω ἐν τῷ θελήματι τοῦ Κυρίου. Τὸ δὲ νῦν ἔχον, ἐπειδὴ εὗρον τὸν υἱὸν Σωφρόνιον πρὸς ὑμᾶς ἐξορμῶντα, ἡδέως αὐτῷ τὴν ἐπιστολὴν ἐπέθηκα ταύτην, προσηγορίαν ὑμῖν κωμίζουσαν καὶ τὴν ἡμετέραν γνώμην δηλοῦσαν, ὅτι οὐ διαλιμπάνομεν τῇ τοῦ Θεοῦ χάριτι μεμνημένοι ὑμῶν, καὶ εὐχαριστοῦντες ὑπὲρ ὑμῶν τῷ Κυρίῳ ὅτι ἀγαθῆς ῥίζης ἀγαθὰ βλαστήματά ἐστε, ἔγκαρπα τοῖς ἀγαθοῖς ἔργοις, καὶ τῷ ὄντι ὡς κρίνα ἐν μέσῳ ἀκανθῶν. τὸ γὰρ ὑπὸ τοσαύτης διαστροφῆς τῶν παραφθειρόντων τὸν λόγον τῆς ἀληθείας περικυκλουμένας μὴ ἐνδοῦναι πρὸς τὰς ἀπάτας, μηδὲ τὸ ἀποστολικὸν τῆς πίστεως κήρυγμα καταλιπούσας πρὸς τὴν νῦν ἐπιπολάζουσαν καινοτομίαν μετατεθῆναι, πῶς οὐχὶ μεγάλης μὲν πρὸς τὸν Θεὸν εὐχαριστίας ἄξιον, μεγάλους δὲ ὑμῖν ἐπαίνους δικαιότατα προξενεῖ; εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα πεπιστεύκατε· μὴ προδῶτε ταύτην τὴν παρακαταθήκην· πατέρα τὴν πάντων ἀρχήν· Υἱὸν μονογενῆ, ἐξ αὐτοῦ γεννηθέντα, ἀληθινὸν Θεόν, τέλειον ἐκ τελείου, εἰκόνα ζῶσαν, ὅλον δεικνύντα ἐν ἑαυτῷ τὸν Πατέρα· Πνεῦμα ἅγιον, ἐκ Θεοῦ τὴν ὕπαρξιν ἔχον, τὴν πηγὴν τῆς ἁγιότητος, δύναμιν ζωῆς παρεκτικήν, χάριν τελειοποιόν, δι’ οὖ υἱοθετεῖται ἄνθρωπος, καὶ ἀπαθανατίζεται τὸ θνητόν, συνημμένον Πατρὶ καὶ Υἱῷ κατὰ πάντα ἐν δόξῃ καὶ ἀϊδιότητι, ἐν δυνάμει καὶ βασιλείᾳ, ἐν δεσποτείᾳ καὶ θεότητι, ὡς καὶ ἡ τοῦ σωτηρίου βαπτίσματος παράδοσις μαρτυρεῖ. Οἱ δὲ κτίσμα λέγοντες ἢ τὸν Υἱὸν ἢ τὸ Πνεῦμα, ἢ ὅλως αὐτὸ εἰς τὴν λειτουργικὴν καὶ δουλικὴν κατάγοντες τάξιν, μακράν εἰσι τῆς ἀληθείας, ὧν φεύγειν προσήκει τὰς κοινωνίας καὶ ἐκτρέπεσθαι τοὺς λόγους ὡς δηλητήρια ὄντα ψυχῶν· ἐὰν δέ ποτε δῷ ἡμῖν ὁ Κύριος γενέσθαι κατὰ ταὐτόν, πλατύτερον ὑμῖν τοὺς περὶ τῆς πίστεως ἐκθησόμεθα λόγους, ὥστε μετʼ ἀποδείξεων γραφικῶν καὶ τὸ τῆς ἀληθείας ἰσχυρὸν καὶ τὸ σαθρὸν τῆς αἱρέσεως ὑμᾶς ἐπιγνῶναι.
Ὑπὲρ πολλῶν ἔχοντες εὐχαριστεῖν τῷ Κυρίῳ, ὧν καὶ ἠξιώθημεν παρʼ αὐτοῦ ἐπὶ τῆς ἐπιδημίας ἡμῶν, μέγιστον ἀγαθὸν ἐκρίναμεν τὴν γνῶσιν τῆς σῆς τιμιότητος, τὴν παρὰ τοῦ ἀγαθοῦ Δεσπότου παρασχεθεῖσαν ἡμῖν. ἔγνωμεν γὰρ ἄνδρα δεικνύντα, ὅτι καὶ ἐν τῷ στρατιωτικῷ βίῳ δυνατὸν τῆς πρὸς Θεὸν ἀγάπης τὸ τέλειον διασῶσαι, καὶ ὅτι οὐκ ἐν τῇ περιβολῇ τῆς ἐσθῆτος, ἀλλʼ ἐν τῇ διαθέσει τῆς ψυχῆς ὁ Χριστιανὸς ὀφείλει χαρακτηρίζεσθαι. Καὶ τότε οὖν μετὰ πάσης ἐπιθυμίας συνετύχομέν σοι, καὶ νῦν, ὁσάκις ἂν εἰς μνήμην ἔλθωμεν, μεγίστης ἀπολαύομεν εὐφροσύνης. ἀνδρίζου τοίνυν, καὶ ἴσχυε, καὶ τὴν πρὸς Θεὸν ἀγάπην τρέφειν καὶ πολυπλασιάζειν ἀεὶ σπούδαζε, ἵνα σοι καὶ ἡ τῶν ἀγαθῶν παρʼ αὐτοῦ χορηγία ἐπὶ μεῖζον προΐῃ. ὅτι δὲ καὶ ἡμῶν μέμνησαι, οὐδεμιᾶς ἑτέρας ἀποδείξεως προσδεόμεθα, τὴν ἐκ τῶν πραγμάτων ἔχοντες μαρτυρίαν.
Πάνυ ἠθύμησα τοῖς γράμμασιν ἐντυχὼν τῆς εὐγενείας σου, ὅτι σε πάλιν αἱ αὐταὶ περιέχουσιν ἀνάγκαι. καὶ τί δεῖ ποιεῖν πρὸς ἀνθρώπους οὕτω παλίμβολου ἐπιδεικνυμένους τὸ ἦθος, καὶ ἄλλοτε ἄλλα λέγοντας, καὶ ταῖς ἰδίαις ὁμολογίαις μὴ ἐμμένοντας; εἰ γὰρ μετὰ τὰς ἐπʼ ἐμοῦ καὶ τοῦ ἀπὸ ὑπάρχων ὑποσχέσεις, νῦν, ὡς μηδενὸς εἰρημένου, οὕτω στενοχωρεῖ τὴν προθεσμίαν, ἔοικε παντελῶς ἀπηρυθριακέναι πρὸς ἡμᾶς ὁ ἀνήρ. Πλὴν ἀλλʼ ἐπέστειλα αὐτῷ, ἐντρέπων αὐτὸν καὶ ὑπομιμνήσκων τῶν αὐτοῦ ὑποσχέσεων. ἐπέστειλα δὲ καὶ Ἑλλαδίῳ, τῷ οἰκείῳ τοῦ ὑπάρχου, ἵνα δι’ αὐτοῦ διδαχθῇ τὰ κατὰ σὲ ὁ ὕπαρχος. αὐτὸς γὰρ μέχρι τοσούτου θαρρῆσαι δικαστῇ τοσούτῳ οὐκ ἐνόμισα ἐπίβαλλον εἶναί μοι, διὰ τὸ μηδέ πω περὶ ἰδιωτικοῦ πράγματος αὐτῷ ἐπεσταλκέναι, καὶ ὑφορᾶσθαι κατάγνωσίν τινα, ὡς οἶδας, εὐκόλως τῶν μεγάλων ἀνδρῶν ἀγριαινόντων πρὸς τὰ τοιαῦτα· εἰ μέντοι τι ἔσται ὄφελος, ἔσται τοῦτο διὰ Ἑλλαδίου, ἀνθρώπου καὶ χρηστοῦ καὶ περὶ ἡμᾶς διακειμένου, καὶ Θεὸν φοβουμένου, καὶ παρρησίαν ἀμύθητον ἔχοντος πρὸς τὸν ἄρχοντα. δυνατὸς δὲ ὁ ἅγιος διαγαγεῖν σε πάσης θλίψεως, μόνον ἐὰν ἀληθινῇ καὶ γνησίᾳ καρδίᾳ ἐπελπίσωμεν ἐπʼ αὐτόν.
Ἐθαύμασα ἀκούσας ὅτι, τῶν χρηστῶν ἐκείνων καὶ πρεπόντων τῇ σῇ ἐλευθερίᾳ ὑποσχέσεων ἐπιλαθόμενος, νῦν σφοδροτάτην καὶ ἀπαραίτητον ἐπάγεις τὴν ἀπαίτησιν τῇ ἀδελφῇ τῇδε· καὶ τί εἰκάσω ἐκ τῶν λεγομένων οὐκ ἔχω. σοί τε γὰρ πολλὴν παρὰ τῶν πεπειραμένων σου μαρτυρουμένην ἐλευθερίαν σύνοιδα, καὶ τῶν ὑποσχέσεών σου μέμνημαι ὧν ἐποίησας ἐπʼ ἐμοῦ καὶ τοῦδε, λέγων ἐλάττονα μὲν γράφειν χρόνον, πλείονα δὲ συγχωρήσειν διὰ τὸ βούλεσθαι συμπεριφέρεσθαι τῇ ἀνάγκῃ τοῦ πράγματος, καὶ συγγνώμην παρέχειν τῇ ἐλευθέρᾳ ἀναγκαζομένῃ τοσοῦτον ἀθρόως ἐκ τῆς οἰκίας προΐεσθαι χρῆμα. Τίς οὖν ἡ αἰτία δι’ ἣν ἡ τοσαύτη μεταβολὴ γέγονεν ἐγὼ νοεῖν οὐκ ἔχω. πλὴν ὅπερ ἂν ᾖ, παρακαλῶ σε, μεμνημένον τῆς σεαυτοῦ ἐλευθεριότητος καὶ πρὸς τὸν Κύριον ἀπιδόντα τὸν ἀμειβόμενον τὰς χρηστὰς προαιρέσεις, δοῦναι τὸν καιρὸν ὃν ἐξ ἀρχῆς ὑπέσχου τῆς ἀνέσεως, ἵνα δυνηθῶσι συμπωλήσαντες τὰ ἑαυτῶν διαλῦσαι τὸ χρέος. δῆλον δὲ ὅτι κἀκείνων μέμνημαι, ὅτι ὑπέσχου, εἰ λάβοις τὸ ὁμολογηθὲν χρυσίον, πάντα τὰ ὁμολογηθέντα χαρτία, καὶ τὰ ἐπὶ τῶν ἀρχόντων πραχθέντα καὶ τὰ ἰδιωτικῶς γενόμενα, παραδώσειν τῇ προειρημένῃ. Παρακαλῶ οὖν, καὶ ἡμᾶς τίμησον καὶ κτῆσαι παρὰ τῷ Κυρίῳ μεγάλην ἑαυτῷ εὐλογίαν, ἀναμνησθεὶς τῶν σεαυτοῦ ὑποσχέσεων, γινώσκων ὅτι ἄνθρωπος εἶ καὶ αὐτὸς ἀναμένειν ὀφείλεις τοὺς καιροὺς ἐν οἷς δεηθήσῃ τῆς παρὰ τοῦ Θεοῦ ἀντιλήψεως· ἣν μὴ ἀποκλείσῃς σεαυτῷ διὰ τῆς παρούσης σκληρότητος, ἀλλʼ εὐτρέπισον τοὺς οἰκτιρμοὺς τοῦ Θεοῦ ἐπὶ σαυτόν, πᾶσαν χρηστότητα καὶ ἐπιείκειαν τοῖς καταπονουμένοις ἐπιδειξάμενος.
Πάνυ παραιτούμενος δι’ ὄχλου εἶναι τῇ χρηστότητί σου διὰ τὸ μέγεθος τῆς περὶ ὑμᾶς ἀρχῆς, ἵνα μὴ δόξω ἀμέτρως ἐμφορεῖσθαι τῆς φιλίας ὑμῶν, ὅμως ὑπὸ τῶν ἀναγκῶν ἡσυχάζειν οὐκ ἐπιτρέπομαι. τὴν γοῦν ἀδελφὴν τήνδε, καὶ πρὸς γένος ἡμῖν οὖσαν καὶ διὰ χηρείαν καταπονουμένην καὶ παιδὸς ὀρφανοῦ πράγματος φροντίζουσαν, ἐπεὶ εἶδον λοιπὸν ὑπὲρ δύναμιν ἀφορήτοις ἀνάγκαις συνεχομένην, κατελεήσας καὶ παθὼν τὴν ψυχὴν ἔσπευσα παρακαλέσαι σε, ἵνα, εἴ τις δύναμις, τῷ ἀποσταλέντι παρʼ αὐτῆς ἀνθρώπῳ καταξιώσῃς συμπρᾶξαι, πρὸς τὸ ὅπερ αὕτη παριοῦσα ὑπέσχετο ὑφʼ ἡμῶν, ἤδη τοῦτο αὐτὴν ἀποδοῦσαν τῆς εἰς τὸ πλέον ἐπηρείας ἀπαλλαγῆναι. ὑπέσχετο γὰρ τὸ κεφάλαιον δοῦσα συγχωρεῖσθαι τοὺς τόκους. Νῦν τοίνυν οἱ φροντίζοντες αὐτῆς τῶν κληρονόμων μετὰ τὸ κεφάλαιον καὶ τὴν τῶν τόκων εἴσπραξιν ἐπιχειροῦσι ποιήσασθαι. ὡς οὖν εἰδὼς ὅτι Κύριός ἐστιν ὁ τὰ τῶν χηρῶν καὶ ὀρφανῶν ἰδιοποιούμενος, οὕτω σπούδασον χρήσασθαι ἑαυτὸν τῇ σπουδῇ τῇ ὑπὲρ τοῦ πράγματος ἐπʼ ἐλπίδι τῆς παρʼ αὐτοῦ τοῦ Θεοῦ ἡμῶν μισθαποδοσίας. οἶμαι γὰρ καὶ τὴν ἡμερότητα τοῦ θαυμασιωτάτου ἐπάρχου μαθοῦσαν ὅτι τὸ κεφάλαιον ἐκτέτισται, συμπαθήσειν τῷ ἐλεεινῷ λοιπὸν καὶ ἀθλίῳ οἴκῳ εἰς γόνυ κλιθέντι καὶ οὐκέτι ἀρκοῦντι ταῖς ἔξωθεν αὐτῷ ἐπαγομέναις ἐπηρείαις. παρακαλῶ οὖν, καὶ τῇ ἀνάγκῃ σύγγνωθι δι’ ἣν ὤχλησά σοι, καὶ τῷ πράγματι σύμπραξον κατὰ τὴν δύναμιν, ἣν ἔδωκέ σοι ὁ Χριστὸς χρηστῷ καὶ ἀγαθῷ τὸν τρόπον ὄντι, καὶ εἰς ἀγαθὸν οἷς ἔλαβες κεχρημένῳ.
Ὅσης ἡμῖν τιμῆς καὶ παρρησίας μεταδίδως, τῇ ἡμερότητι τοῦ τρόπου καταβαίνειν πρὸς ἡμᾶς ἀνεχόμενος, τοσαύτην σοι καὶ ἔτι πλείω ἐν παντὶ τῷ βίῳ παρὰ τοῦ ἀγαθοῦ ἡμῶν Δεσπότου τὴν αὔξησιν γενέσθαι τῆς περιφανείας εὐχόμεθα. ἐμὲ δὲ καὶ πάλαι ἐπιθυμοῦντα γράφειν καὶ ἀπολαύειν τῆς παρὰ σοῦ τιμῆς, κατεῖχεν ἡ πρὸς τὸ ὑπερέχον αἰδώς, εὐλαβούμενον μήποτε νομισθῶ ἀμέτρως ἐμφορεῖσθαι τῆς παρρησίας. Νῦν δὲ ὁμοῦ μὲν καὶ τὸ λαβεῖν τὴν ἐξουσίαν τοῦ ἐπιστέλλειν παρὰ τῆς ἀπαραβλήτου σου μεγαλοφυΐας, ὁμοῦ δὲ καὶ χρεία τῶν καταπονουμένων ἐξεβιάσατό με πρὸς τὸ θαρσεῖν. εἴ τις οὖν καὶ παρὰ τῶν μικρῶν ἐπὶ τοῖς μεγίστοις ἱκετηρίας ἰσχύς, παρακλήθητι, θαυμασιώτατε, φιλανθρώπῳ νεύματι ἐλεεινῇ ἀγροικίᾳ τὴν σωτηρίαν χαρίσασθαι, καὶ τοῖς τὸν Ταῦρον οἰκοῦσι τὸν σιδηροφόρον φορητὴν προστάξαι γενέσθαι τὴν τοῦ σιδήρου συντέλειαν, ὡς μὴ εἰς ἅπαξ αὐτοὺς ἐκτριβῆναι, ἀλλὰ διαρκῇ αὐτῶν εἶναι τὴν ὑπηρεσίαν τοῖς δημοσίοις· οὗ μάλιστα πάντων μέλειν τῇ ἀξιαγάστῳ σου φιλανθρωπίᾳ πεπείσμεθα.
Ἄλλως μὲν οὐκ ἂν ἐθάρρησα δι’ ὄχλου γενέσθαι τῇ μεγαλοφυΐᾳ σου, εἰδὼς καὶ ἐμαυτὸν μετρεῖν καὶ τὰς ἐξουσίας γνωρίζειν. ἐπειδὴ δὲ εἶδον ἄνδρα φίλον ἐναγωνίως διακείμενον ἐπὶ τῷ μετακληθῆναι, ἀπετόλμησα αὐτῷ δοῦναι τὴν ἐπιστολὴν ταύτην, ἵνα ἀνθʼ ἱκετηρίας αὐτὴν προβαλλόμενος τύχῃ τινὸς φιλανθρωπίας. πάντως δέ, εἰ καὶ ἡμεῖς οὐδενὸς λόγου ἄξιοι, ἀλλʼ αὐτὸ τὸ μέτριον ἱκανὸν δυσωπῆσαι τὸν φιλανθρωπότατον τῶν ὑπάρχων καὶ ἡμῖν δοῦναι συγγνώμην, ἵνα, εἰ μὲν μηδὲν πεπλημμέληται τῷ ἀνδρί, σωθῆναι αὐτὸν δι’ αὐτὴν τὴν ἀλήθειαν, εἰ δὲ καὶ ἥμαρτεν, ἀφεθῆναι αὐτῷ δι’ ἡμᾶς τοὺς ἱκετεύσαντας. Οἷα δὲ τὰ ἐνταῦθα τῶν πραγμάτων ἐστί, τίς μᾶλλον ἐπίσταται σοῦ, τοῦ καὶ ἐπιβλέποντος τὰ παρʼ ἑκάστῳ σαθρὰ καὶ τῇ θαυμασίᾳ προμηθείᾳ τὰ πάντα διακρατοῦντος;
Εἰ μὲν οὕτως εἶχον σώματος, ὥστε ῥᾳδίως ὑπομένειν ὁδοιπορίας δύνασθαι καὶ τὰ τοῦ χειμῶνος δυσχερῆ φέρειν, οὐκ ἂν ἐπέστελλον, ἀλλʼ αὐτὸς παρὰ τὴν σὴν μεγαλοψυχίαν ἐβάδιζον δυοῖν ἕνεκεν· τοῦ τε παλαιὸν ὑποσχέσεως ἐκτίσαι χρέος (οἶδα γὰρ ὁμολογήσας παρέσεσθαι τῇ Σεβαστείᾳ καὶ ἀπολαῦσαί σου τῆς τελειότητος· ὅπερ ἐποίησα μέν, διήμαρτον δὲ τῆς συντυχίας, μικρὸν κατόπιν τῆς σῆς καλοκἀγαθίας παραγενόμενος), ἑτέρου δέ, τοῦ τὴν πρεσβείαν δι’ ἐμαυτοῦ πληρῶσαι, ἣν ἀποστεῖλαι τέως ἀπώκνουν, μικρότερον ἐμαυτὸν κρίνων ἢ ὥστε τοιαύτης τυγχάνειν χάριτος, καὶ ἅμα λογιζόμενος, ὅτι οὔτε ἄρχοντα οὔτε ἰδιώτην ὑπὲρ οὐδενὸς ἄν τις λέων διὰ γραμμάτων πείσειεν οὕτως, ὡς αὐτὸς παρών, καὶ τὰ μὲν ἀπολυόμενος τῶν ἐγκλημάτων, τὰ δὲ ἱκετεύων, τοῖς δὲ συγγνώμην παραιτούμενος ἔχειν· ὧν οὐδὲν ἂν ῥᾳδίως δι’ ἐπιστολῆς γένοιτο. πᾶσιν οὖν τούτοις ἓν ἀντιθείς, σὲ τὴν θείαν κεφαλήν, καὶ ὅτι ἐξαρκέσει τὴν γνώμην ἐνδείξασθαί σοι, ἣν περὶ τοῦ πράγματος ἔχομεν, τὰ δὲ λοιπὰ προσθήσεις παρὰ σεαυτοῦ, πρὸς τὴν ἐγχείρησιν οὐκ ἀπώκνησα. Ἀλλʼ ὁρᾷς ὅπως κύκλῳ περίειμι ὀκνῶν καὶ ἀναδυόμενος τὴν αἰτίαν ἐκφαίνειν ὑπὲρ ὧν ποιοῦμαι τοὺς λόγους. Δομετιανὸς οὗτος ἐπιτήδειος ἡμῖν ἐστὶν ἐκ τῶν γονέων ἄνωθεν, ὥστε ἀδελφοῦ μηδʼ ὁτιοῦν διαφέρειν. τί γὰρ ἄν τις μὴ τἀληθῆ λέγοι; εἶτα τὴν αἰτίαν μαθόντες ἀφʼ ἧς ταῦτα πέπονθεν, ἄξιον εἶναι τοῦ παθεῖν οὕτως ἔφαμεν. μηδὲ γὰρ ἔστω μηδείς, ὃς μικρὸν ἢ μεῖζον εἰς τὴν σὴν ἀρετὴν ἀμελήσας τὴν τιμωρίαν ἐκφύγοι. ἀλλʼ ὁρῶντες τοῦτον περιδεῶς καὶ ἀδόξως ζῶντα, καὶ ἐπὶ τῇ σῇ ψήφῳ κειμένην αὐτοῦ τὴν σωτηρίαν, ἀρκοῦσαν αὐτὸν ἔχειν τὴν δίκην ἐκρίναμεν. μεγαλόψυχόν τε ὁμοῦ καὶ φιλάνθρωπον διανοηθῆναί σε περὶ αὐτοῦ ἱκετεύομεν. τὸ μὲν γὰρ τοὺς ἀντιτείνοντας ὑπὸ χεῖρα λαμβάνειν ἀνδρείου τε καὶ ἄρχοντος ὡς ἀληθῶς, τὸ δὲ τοῖς ὑποπεπτωκόσι χρηστὸν εἶναι καὶ πρᾶον μεγαλοφροσύνῃ πάντων καὶ ἡμερότητι διαφέροντος. ὥστε ὑπάρξει σοι βουληθέντι ἐν τῷ αὐτῷ τήν τε πρὸς τὸ ἀμύνασθαι καὶ τὴν εἰς τὸ σώζειν, ὡς ἂν ἐθέλοις, ἐπιδείξασθαι μεγαλοψυχίαν. τοῦτο μέτρον ἀρκοῦν Δομετιανῷ τῆς κολάσεως, τῶν προσδοκωμένων ὁ φόβος καὶ ὧν ἄξιον οἶδεν ἑαυτὸν παθεῖν ὄντα. τούτοις μηδὲν εἰς τιμωρίαν προσθεῖναι αὐτῷ ἱκετεύομεν. καὶ γὰρ ἐκεῖνο σκόπει, ὅτι κύριοι μὲν τῶν ἠδικηκότων πολλοὶ τῶν πρότερον ἤδη γεγόνασιν, ὧν οὐδεὶς πρὸς τοὺς ὕστερον διεπέμφθη λόγος· ἀφῆκαν δὲ τὴν ὀργὴν οἱ φιλοσοφίᾳ τοὺς πολλοὺς ὑπεράραντες, ὧν ἀθάνατος ἡ μνήμη τῷ χρόνῳ παντὶ παραδέδοται. προσκείσθω δὲ καὶ τοῦτο τοῖς περὶ σοῦ διηγήμασι. δὸς ἡμῖν, τοῖς ὑμνεῖν προαιρουμένοις τὰ σά, τὰς ἐν τοῖς ἄνω χρόνοις ᾀδομένας φιλανθρωπίας ὑπερβαλέσθαι. οὕτω καὶ Κροῖσος τῷ παιδοφόνῳ τὴν ὀργὴν ἀφεῖναι λέγεται, ἑαυτὸν παραδόντι εἰς τιμωρίαν· καὶ Κῦρος ὁ μέγας αὐτῷ τούτῳ τῷ Κροίσῳ φίλος γενέσθαι μετὰ τὴν νίκην. τούτοις σε συναριθμήσομεν, καὶ, ὅση δύναμις ἡμετέρα, ταῦτα ἀναγορεύσομεν, εἴπερ μὴ μικροί τινες εἶναι παντάπασιν ἀνδρὸς τοσούτου κήρυκες νομισθείημεν. Ἐκεῖνο δὲ ἐπὶ πᾶσιν εἰπεῖν ἀναγκαῖον, ὅτι τοὺς ὁτιοῦν ἀδικοῦντας οὐχ ὑπὲρ τῶν ἤδη γεγενημένων κολάζομεν (τίς γὰρ ἂν γένοιτο μηχανὴ μὴ γεγενῆσθαι τὰ πεπραγμένα;) ἀλλʼ ὅπως ἂν ἢ αὐτοὶ πρὸς τὸ λοιπὸν ἀμείνους γένοιντο, ἢ ἑτέροις ὑπάρξειαν τοῦ σωφρονεῖν παράδειγμα. τούτων τοίνυν οὐθέτερον ἐνδεῖν ἄν τις ἐν τῷ παρόντι φήσειεν· αὐτός τε γὰρ καὶ μετὰ τὸν θάνατον τούτων μεμνήσεται, τούς τε λοιποὺς τεθνάναι τῷ δέει πρὸς τοῦτον ἀφορῶντας οἴομαι. ὥσθʼ ὅπερ ἂν προσθῶμεν τῇ τιμωρίᾳ, τὴν ὀργὴν ἡμῶν αὐτῶν ἀποπιμπλάναι δόξομεν· ὃ πολλοῦ δεῖν ἐπὶ σοῦ ἀληθὲς εἶναι φαίην ἂν ἔγωγε, καὶ οὐδὲν ἂν τούτων τῶν λόγων προήχθην εἰπεῖν, εἰ μὴ μείζονα τῷ διδόντι τὴν χάριν ἐνεώρων ἢ τοῖς λαμβάνουσιν. οὐδὲ γὰρ ὀλίγοις ἔσται καταφανὴς ἡ μεγαλοψυχία τοῦ τρόπου. Καππαδόκαι γὰρ ἅπαντες ἀποσκοποῦσι τὸ μέλλον, οἷς εὐξαίμην ἂν μετὰ τῶν λοιπῶν ἀγαθῶν τῶν προσόντων σοι καὶ ταύτην ἀπαριθμήσασθαι. Ὀκνῶ δὲ τοῦ γράφειν παύσασθαι, ἡγούμενός μοι ζημίαν οἴσειν τὸ παρεθέν. τοσοῦτόν γε μὴν προσθήσω, ὅτι πολλῶν ἐπιστολὰς ἔχων ἐξαιτουμένων αὐτὸν πασῶν ἡγήσατο προτιμοτέραν εἶναι τὴν παρʼ ἡμῶν, οὐκ οἶδά που μαθὼν εἶναί τινα ἡμῶν λόγον παρὰ τῇ σῇ τελειότητι. ὅπως οὖν μήτε αὐτὸς ψευσθῇ τῶν ἐλπίδων, ἃς ἐφʼ ἡμῖν ἔσχε, καὶ ἡμῖν ὑπάρξῃ πρὸς τοὺς ἐνταῦθα σεμνολογεῖσθαι, παρακέκλησο, δέσποτα ἀνυπέρβλητε, ἐπινεῦσαι πρὸς τὴν αἴτησιν. πάντως δὲ οὐδενὸς χεῖρον τῶν πώποτε φιλοσοφησάντων ἐπέσκεψαι τὰ ἀνθρώπινα, καὶ οἶδας ὡς καλὸς θησαυρὸς πᾶσι τοῖς δεομένοις ὑπουργεῖν προαποκείμενος.
Συντυχὼν τῷδε, πολλὴν ἔσχον τῷ ἁγίῳ Θεῷ τὴν χάριν, ὅτι με καὶ διὰ τῆς αὐτοῦ παρουσίας ἀπὸ πολλῶν θλίψεων παρεμυθήσατο, καὶ τὴν ὑμετέραν ἀγάπην ἐναργῶς ἔδειξε δι’ αὐτοῦ. σχεδὸν γὰρ τὸν πάντων ὑμῶν περὶ τὴν ἀλήθειαν ζῆλον ἐν τῇ τοῦ ἑνὸς ἀνδρὸς προαιρέσει κατέμαθον. ἃ μὲν οὖν ἰδίᾳ διελέχθημεν πρὸς ἀλλήλους αὐτὸς ὑμῖν ἀπαγγελεῖ· ἃ δὲ παρʼ ἐμοῦ γνωρισθῆναι ὑμῶν προσῆκε τῇ ἀγάπῃ, ταῦτά ἐστιν. Ὁ καιρὸς πολλὴν ἔχει ῥοπὴν πρὸς καταστροφὴν τῶν ἐκκλησιῶν, καὶ τοῦτο πολὺν ἔχομεν ἤδη χρόνον ἐξ οὗ καταμανθάνομεν. οἰκοδομὴ δὲ Ἐκκλησίας, καὶ σφαλμάτων διόρθωσις, καὶ συμπάθεια μὲν πρὸς τοὺς ἀσθενοῦντας ὑπερασπισμὸς δὲ πρὸς τοὺς ὑγιαίνοντας τῶν ἀδελφῶν οὐδὲ εἷς. ἀλλʼ οὔτε βοήθημα ἢ θεραπευτικὸν τῆς προκατασχούσης νόσου, ἢ προφυλακτικὸν τῆς προσδοκωμένης οὐδέν. καὶ ὅλως ἔοικε λοιπὸν ἡ τῆς Ἐκκλησίας κατάστασις (ἵνα ἐναργεῖ χρήσωμαι τῷ ὑποδείγματι, κἂν εὐτελέστερον εἶναι δοκῇ) ἱματίῳ παλαιῷ, ὑπὸ τῆς τυχούσης προφάσεως ῥᾳδίως καταρρηγνυμένῳ, ὃ πρὸς τὴν ἐξ ἀρχῆς ἰσχὺν ἐπανελθεῖν πάλιν ἀδυνατεῖ. ὡς οὖν ἐν καιρῷ τοιούτῳ, μεγάλης χρεία τῆς σπουδῆς καὶ πολλῆς τῆς ἐπιμελείας εὐεργετηθῆναί τι τὰς ἐκκλησίας. εὐεργεσία δέ ἐστιν ἑνωθῆναι τὰ τέως διεσπασμένα. ἕνωσις δʼ ἂν γένοιτο, εἰ βουληθείημεν, ἐν οἷς μηδὲν βλάπτομεν τὰς ψυχάς, συμπεριενεχθῆναι τοῖς ἀσθενεστέροις. Ἐπεὶ οὖν πολλὰ στόματα ἤνοικται κατὰ τοῦ Πνεύματος τοῦ ἁγίου καὶ πολλαὶ γλῶσσαι ἠκόνηνται εἰς τὴν κατʼ αὐτοῦ βλασφημίαν, ἀξιοῦμεν ὑμᾶς, ὅσον ἐστὶν ἐφʼ ὑμῖν, εἰς ὀλίγον ἀριθμὸν περιστῆσαι τοὺς βλασφημοῦντας· καὶ τοὺς μὴ λέγοντας κτίσμα τὸ Πνεῦμα τὸ ἅγιον δέχεσθαι εἰς κοινωνίαν, ἵνα μόνοι καταλειφθῶσιν οἱ βλάσφημοι, καὶ ἢ καταισχυνθέντες ἐπανέλθωσι πρὸς τὴν ἀλήθειαν, ἢ ἐπιμένοντες τῇ ἁμαρτίᾳ ἀναξιόπιστοι ὦσι διὰ τὴν ὀλιγότητα. μηδὲν τοίνυν πλέον ἐπιζητῶμεν, ἀλλὰ προτεινωμεθα τοῖς βουλομένοις ἡμῖν συνάπτεσθαι ἀδελφοῖς τὴν ἐν Νικαίᾳ πίστιν· κἂν ἐκείνῃ συνθῶνται, ἐπερωτῶμεν καὶ τὸ μὴ δεῖν λέγεσθαι κτίσμα τὸ Πνεῦμα τὸ ἅγιον, μηδὲ κοινωνικοὺς αὐτῶν εἶναι τοὺς λέγοντας. πέρα δὲ τούτων ἀξιῶ μηδὲν ἐπιζητεῖσθαι παρʼ ἡμῶν. πέπεισμαι γάρ, ὅτι τῇ χρονιωτέρα συνδιαγωγῇ καὶ τῇ ἀφιλονείκῳ συγγυμνασίᾳ, καὶ εἴ τι δέοι πλέον προστεθῆναι εἰς τράνωσιν, δώσει ὁ Κύριος ὁ πάντα συνεργῶν εἰς ἀγαθὸν τοῖς ἀγαπῶσιν αὐτόν.
Ὅσον ἐστὶ τὸ τῆς εἰρήνης ἀγαθόν, τί χρὴ λέγειν πρὸς ἄνδρας υἱοὺς τῆς εἰρήνης; ἐπεὶ οὖν τὸ μέγα τοῦτο καὶ θαυμαστὸν καὶ πᾶσι περισπούδαστον τοῖς ἀγαπῶσι τὸν Κύριον κινδυνεύει λοιπὸν εἰς ὄνομα ψιλὸν περιστῆναι διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν, ψυγείσης λοιπὸν ἐν τοῖς πολλοῖς τῆς ἀγάπης, οἶμαι προσήκειν μίαν ταύτην εἶναι σπουδὴν τοῖς γνησίως καὶ ἀληθινῶς δουλεύουσι τῷ Κυρίῳ, τὸ ἐπαναγαγεῖν πρὸς ἕνωσιν τὰς ἐκκλησίας τὰς πολυμερῶς καὶ πολυτρόπως ἀπʼ ἀλλήλων διατμηθείσας. ὃ δὴ καὶ αὐτὸς ἐπιχειρῶν ποιεῖν οὐκ ἂν δικαίως πολυπράγμονος αἰτίαν λάβοιμι. οὐδὲν γὰρ οὕτως ἴδιόν ἐστι Χριστιανοῦ ὡς τὸ εἰρηνοποιεῖν· διὸ καὶ τὸν ἐπʼ αὐτῷ μισθὸν μέγιστον ἡμῖν ὁ Κύριος ἐπηγγείλατο. συντυχὼν τοίνυν τοῖς ἀδελφοῖς καὶ θεασάμενος αὐτῶν πολὺ μὲν τὸ φιλάδελφον καὶ τὸ περὶ ὑμᾶς ἀγαπητικόν, πολλῷ δὲ ἔτι πλέον τὸ φιλόχριστον καὶ τὸ περὶ τὴν πίστιν ἀκριβές τε καὶεὔτονον, καὶ ὅτι πολλὴν ἀμφοτέρων ποιοῦνται σπουδήν, τῆς τε ὑμετέρας ἀγάπης μὴ χωρίζεσθαι καὶ τὴν ὑγιαίνουσαν πίστιν μὴ καταπροδοῦναι, ἀποδεξάμενος αὐτῶν τὴν ἀγαθὴν προαίρεσιν ἐπιστέλλω τῇ σεμνότητι ὑμῶν, παρακαλῶν πάσῃ ἀγάπῃ ἔχειν αὐτοὺς ἡνωμένους γνησίως καὶ πάσης ἐκκλησιαστικῆς φροντίδος κοινωνούς· ἐγγυησάμενος καὶ αὐτοῖς τὴν ὑμετέραν ὀρθότητα, ὅτι καὶ αὐτοὶ τῇ τοῦ Θεοῦ χάριτι τῷ ὑπὲρ τῆς ἀληθείας ζήλῳ πρὸς πάντα ἐστὲ παρατεταγμένοι, ὅσαπερ ἂν δέῃ παθεῖν ὑπὲρ τοῦ λόγου τῆς ἀληθείας. Ἔστι δέ, ὡς ἐμαυτὸν πείθω, τὰ οὔτε ὑμῖν ὑπεναντία, καὶ τοῖς προειρημένοις τῶν ἀδελφῶν αὐτάρκη πρὸς πληροφορίαν, ταῦτα, ὁμολογεῖν ὑμᾶς τὴν ὑπὸ τῶν πατέρων ἡμῶν ἐκτεθεῖσαν πίστιν τῶν ἐν Νικαίᾳ ποτὲ συνελθόντων, καὶ μηδεμίαν τῶν ἐκεῖ λέξεων ἀθετεῖν, ἀλλʼ εἰδέναι ὅτι τριακόσιοι δέκα καὶ ὀκτώ, ἀφιλονείκως συνιόντες, οὐκ ἄνευ τῆς τοῦ ἁγίου Πνεύματος ἐνεργείας ἐφθέγξαντο· προσθεῖναι δὲ τῇ πίστει ἐκείνῃ καὶ τὸ μὴ χρῆναι λέγειν κτίσμα τὸ Πνεῦμα τὸ ἅγιον, μὴ μέντοι μηδὲ τοῖς λέγουσι κοινωνεῖν, ἵνα καθαρὰ ᾖ τοῦ Θεοῦ ἡ Ἐκκλησία, μηδὲν ζιζάνιον ἑαυτῇ παραμεμιγμένον ἔχουσα. ταύτης αὐτοῖς τῆς πληροφορίας παρὰ τῆς εὐσπλαγχνίας ὑμῶν προτεθείσης, καὶ αὐτοὶ πρέπουσαν ὑμῖν ὑποταγὴν ἕτοιμοί εἰσι παρασχέσθαι. αὐτὸς γὰρ ἐγγυῶμαι τὸ μέρος τῶν ἀδελφῶν, ὡς εἰς οὐδὲν ἀντεροῦσιν, ἀλλὰ πᾶσαν ὑμῖν ἐπιδείξονται εὐταξίας ὑπερβολήν, ἑνὸς τούτου αὐτοῖς τοῦ ἐπιζητουμένου παρʼ αὐτῶν ὑπὸ τῆς ὑμετέρας τελειότητος ἑτοίμως παρασχεθέντος.
Ἀβούλως οἱ ἄνθρωποι καὶ μισοῦσι τοὺς κρείττονας καὶ φιλοῦσι τοὺς χείρονας. διὸ δὴ καὶ αὐτὸς κατέχω τὴν γλῶτταν, σιωπῇ τῶν ἐμῶν ὕβρεων πνίγων τὸν ὄνειδον. ἐγὼ δὲ μενῶ τὸν ἄνωθεν δικαστήν, ὃς οἶδε πᾶσαν κακίαν ἐν τέλει ἀμύνεσθαι. κἂν γὰρ ὑπὲρ ψάμμον ἐκχέῃ τις χρήματα, βλάπτει ψυχήν, πατήσας τὸ δίκαιον. ἀεὶ γὰρ θυσίαν Θεός, οὐχ ὡς χρῄζων, οἶμαι, ζητεῖ, ἀλλὰ θυσίαν πολυτελῆ τὴν εὐσεβῆ καὶ δικαίαν γνώμην δεχόμενος. ὅταν δέ τις ἑαυτὸν παραβαίνων πατῇ, κοινὰς λογίζεται τὰς εὐχάς. Σαυτὴν οὖν τῆς ἐσχάτης ἡμέρας ὑπόμνησον, καὶ ἡμᾶς, εἰ βούλει, μὴ δίδασκε. ἴσμεν σου πλείονα, καὶ ταῖς ἔνδοθεν ἀκάνθαις οὐ τοσοῦτον συμπνιγόμεθα· οὔτε ἐν ὀλίγοις καλοῖς δεκαπλασίονα κακίαν ἐπιμίγνυμεν. ἐπήγειρας ἡμῖν σαύρας τε καὶ φρύνους, ἐαρινὰ δῆθεν θηρία, πλὴν ὅμως ἀκάθαρτα. ἀλλʼ ἥξει πτερὸν ἄνωθεν τὸ ταῦτα νεμόμενον. ἐμοὶ γὰρ λόγος, οὐχ ὡς σὺ νομίζεις, ἀλλʼ ὡς οἶδε κρίνειν Θεός. εἰ δὲ καὶ μαρτύρων χρεία, οὐ δοῦλοι στήσονται, οὐδὲ εὐνούχων γένος ἄτιμον καὶ πανώλεθρον· τοῦτο δὴ τοῦτο, ἄθηλυ, ἄνανδρον, γυναικομανές, ἐπίζηλον, κακόμισθον, ὀξύθυμον, θηλυδριῶδες, γαστρίδουλον, χρυσομανές, ἀπηνές, κλαυσίδειπνον, εὐμετάβλητον, ἀμετάδοτον, πάνδοχον, ἀπροσκορές, μανικὸν καὶ ζηλότυπον· καὶ τί γὰρ ἔτι εἰπεῖν; σὺν αὐτῇ τῇ γενέσει σιδηροκατάδικον. πῶς οὖν τούτων γνώμη ὀρθή, ὧν καὶ οἱ πόδες στρεβλοί; οὗτοι σωφρονοῦσι μὲν ἄμισθα διὰ σιδήρου· μαίνονται δὲ ἄκαρπα δι’ οἰκείαν αἰσχρότητα. οὐχ οὗτοι στήσονται τῆς κρίσεως μάρτυρες, ἀλλʼ ὀφθαλμοὶ δικαίων, καὶ ὄψεις ἀνδρῶν τελείων· ὅσοι τότε ὁρῶσι, πρὸς ἃ βλέποντες νῦν εἰσὶ συνέσει.
Καὶ σπάνιά σου τὰ γράμματα, καὶ μικρὰ ταῦτα, ἢ ὄκνῳ τοῦ γράφειν, ἢ ἄλλως, τὸν ἐκ τοῦ πλήθους κόρον διαφεύγειν οἰκονομοῦντος, ἤπου καὶ πρὸς βραχυλογίαν ἑαυτὸν συνεθίζοντος. ἡμῖν μέντοι οὐδὲν ἐξαρκεῖ, ἀλλὰ κἂν ὑπερβάλλῃ τῷ πλήθει, τῆς ἐπιθυμίας ἐστὶν ἐλάττω διὰ τὸ βούλεσθαι ἕκαστα περὶ σοῦ μανθάνειν, πῶς μέν σοι τὸ σῶμα ἔχει, ὅπως δέ σοι τὰ τῆς ἀσκήσεως, καὶ πότερον ἐπιμένεις τοῖς ἐξ ἀρχῆς ἐγνωσμένοις ἤ τι καὶ μετεβουλεύσω, πρὸς τὰ συμπίπτοντα τὴν γνώμην μετατιθέμενος. Εἰ μὲν οὖν ὁ αὐτὸς διέμεινας σεαυτῷ, οὐκ ἂν πλῆθος γραμμάτων ἐπεζητοῦμεν, ἀλλʼ ἐξήρκει ἡμῖν τοσοῦτον· ὁ δεῖνα τῷ δεῖνι· ὑγιαίνειν ἡμᾶς ἴσθι, καὶ ἔρρωσο. ἐπεὶ δὲ ἀκούομεν ἃ καὶ λέγειν αἰσχυνόμεθα, καταλιπόντα σε τὴν τῶν μακαρίων προγόνων τάξιν, ἐπὶ τὸν πρὸς πατρὸς πάππον αὐτομολεῖν καὶ Βρεττάνιον σπουδάζειν γενέσθαι ἀντὶ Φιρμίνου, ἐπιζητοῦμεν αὐτὰ ταῦτα ἀκοῦσαι, καὶ τοὺς λογισμοὺς μαθεῖν καθʼ οὓς ἐπὶ ταύτην ἐλθεῖν τοῦ βίου τὴν ὁδὸν ὑπήχθης. ἀλλʼ ἐπειδὴ αὐτὸς ἀπεσιώπησας αἰδοῖ τοῦ βουλεύματος, ἡμεῖς σε παρακαλοῦμεν μήτε βουλεύεσθαι αἰσχύνης ἄξια, καὶ εἴ τι ὑπέδραμέ σου τὸν νοῦν, ἀπελάσαντα τοῦτο τῆς διανοίας σεαυτοῦ γενέσθαι πάλιν, καὶ μακρὰ χαίρειν εἰπόντα στρατείᾳ καὶ ὅπλοις καὶ ταῖς ἐπὶ στρατοπέδου ταλαιπωρίαις, καταλαβεῖν τὴν πατρίδα, ἀρκοῦν πρὸς ἀσφάλειαν βίου καὶ πρὸς πᾶσαν περιφάνειαν τὸ ἐξίσου τοῖς προγόνοις κρατῆσαι τῆς πόλεως ἡγησάμενον· ὅπερ ἀπόνως σοι παραγενήσεσθαι πεπιστεύκαμεν, πρός τε τὴν ἐκ φύσεως ἐπιτηδειότητα ἀφορῶντες καὶ πρὸς τὴν ἐρημίαν τῶν ἐνισταμένων. εἴτε οὖν μὴ γέγονεν ἐξ ἀρχῆς ἡ γνώμη, εἴτε γενομένη πάλιν ἐκβέβληται, γνώρισον ἡμῖν ἐν τάχει· εἰ δέ, ὃ μὴ γένοιτο, τὰ αὐτὰ μένει βουλεύματα, αὐτάγγελτος ἡμῖν ἡκέτω ἡ συμφορά· γραμμάτων δὲ οὐ δεόμεθα.
Ἐγὼ καὶ ἄλλως ὀφείλεσθαι τῇ ὑμετέρᾳ τιμιότητι ἐμαυτὸν νομίζω, καὶ τὸ νῦν δὲ τοῦτο φρόντισμα, ἐν ᾧ ἐσμέν, ἀναγκαίως ἡμᾶς ὑπευθύνους ταῖς τῶν τοιούτων πραγμάτων ὑπηρεσίαις καθίστησι, κἂν οἱ τυχόντες ὦσιν οἱ ἐπιτάττοντες, μὴ ὅτι ὑμεῖς οἱ πολλοῖς δικαίοις καὶ ἄλλοις πρὸς ἡμᾶς συναπτόμενοι. τὰ μὲν οὖν παρελθόντα εἰς ἐξέτασιν ἀγαγεῖν οὐκ ἀναγκαῖον· ἐπεὶ ἐνῆν εἰπεῖν, ὅτι ἡμεῖς ἐγενόμεθα ἑαυτοῖς τῶν ταράχων αἴτιοι, τῆς ἀγαθῆς ἐκείνης ἀσκήσεως καὶ μόνης ἀγούσης πρὸς σωτηρίαν φιλονεικήσαντες ἀποστῆναι· διὸ τάχα καὶ τῷ ταράχῳ τούτῳ εἰς πειρασμὸν παρεδόθημεν. Ἀλλʼ ἐκεῖνα μὲν γέγονε καὶ ὑπομνήσεως ἠξιώθη, ὥστε μὴ δεύτερον ἡμᾶς τοῖς ὁμοίοις περιπεσεῖν. τὰ δὲ ἐφεξῆς, πάνυ βούλομαι πληροφορεῖσθαί σου τὴν εὐλάβειαν, ὅτι τοῦ Θεοῦ συγχωροῦντος ῥᾷστα ἡμῖν προσχωρήσει, τοῦ πράγματος καὶ ἐννόμου ὄντος καὶ οὐδὲν ἔχοντος βαρύ, καὶ τῶν φίλων ἡμῶν πολλῶν ἑτοίμως χαριζομένων, ὄντων ἐν τῷ στρατοπέδῳ. τυπωθήσεται οὖν παρʼ ἡμῶν δέησις, κατὰ τὴν ὁμοιότητα τοῦ προσδοθέντος λιβέλλου τῷ βικαρίῳ, ἐν ᾗ ἐὰν μή τις γένηται παρολκή, εὐθέως ἀποπεμψόμεθα τὴν ἐκ τοῦ γράμματος ἄδειαν παρεχόμενοι. πέπεισμαι δὲ ἐν τοιούτοις μεῖζον τῶν βασιλικῶν προσταγμάτων τὴν προαίρεσιν ἡμῶν ἰσχύειν, ἣν ἐὰν ἄτρεπτον καὶ ἀκλινῆ ἐκ τοῦ κατὰ τὴν ἀκμὴν βίου ἐπιδειξώμεθα, ἀνεπιχείρητος ἡμῖν καὶ ἄσυλος διὰ τῆς τοῦ Θεοῦ βοηθείας τῆς παρθενίας ἡ φυλακὴ εἴη. Τὸν δὲ ἐγχειρισθέντα ἡμῖν παρὰ σοῦ ἀδελφὸν καὶ ἐθεασάμεθα ἡδέως, καὶ ἔχομεν ἐν τοῖς γνωρίμοις, εὐχόμενοι ἄξιον εἶναι τοῦ Θεοῦ καὶ τῆς σῆς μαρτυρίας.
Ἔχω σε χρεώστην ὀφλήματος ἀγαθοῦ. ἐδάνεισα γάρ σοι χρέος ἀγάπης, ὃ χρή με ἀπολαβεῖν σὺν τόκῳ, ἐπειδὴ καὶ ὁ Κύριος ἡμῶν τὸ τοιοῦτον εἶδος τῶν τόκων οὐ παραιτεῖται. ἀπόδος τοίνυν, ὦ φίλη κεφαλή, ἐπιστὰς ἡμῶν τῇ πατρίδι. τοῦτο μὲν οὖν ἐστὶν αὐτὸ τὸ κεφάλαιον. τίς δὲ ἡ προσθήκη; τὸ σὲ εἶναι τὸν παραγινόμενον, ἄνδρα τοσοῦτον ἡμῶν διαφέροντα ὅσῳ πατέρες εἰσὶ βελτίους παίδων.
Καὶ διὰ τοῦ αἰδεσιμωτάτου καὶ εὐλαβεστάτου ἀδελφοῦ μου Πέτρου προσφθέγγομαί σου τὴν ἀγάπην, παρακαλῶν σε ὡς διὰ πάσης προφάσεως καὶ νῦν προσεύχεσθαι ὑπὲρ ἐμοῦ, ἵνα, μεταβαλλόμενος ἀπὸ τοῦ φευκτοῦ τούτου καὶ βλαβεροῦ τρόπου, γένωμαί ποτε ἄξιος τοῦ ὀνόματος τοῦ Χριστοῦ. πάντως δέ, κἂν ἐγὼ μὴ λέγω, διαλεχθήσεσθε πρὸς ἀλλήλους περὶ τῶν καθʼ ἡμᾶς, καὶ γνωρίσει σοι τὴν ἀκρίβειαν τῶν πεπραγμένων, ὥστε μὴ παραδεχθῆναι ἀβασανίστως τὰς πονηρὰς καθʼ ἡμῶν ὑπονοίας, ἃς εἰκὸς κατασκευάζειν τοὺς καὶ παρὰ τὸν τοῦ Θεοῦ φόβον καὶ παρὰ τὴν τῶν ἀνθρώπων ὑπόληψιν εἰς ἡμᾶς ἐξυβρίσαντας. οἷα γὰρ ἡμῖν ἐνεδείξατο ὁ γενναῖος Βασίλειος, ὃν ἀντὶ φυλακτηρίου τῆς ἐμῆς ζωῆς παρὰ τῆς σῆς εὐλαβείας ὑπεδεξάμην, ἐγὼ μὲν καὶ εἰπεῖν αἰσχύνομαι· εἴσῃ δὲ τὰ καθʼ ἕκαστον παρὰ τοῦ ἀδελφοῦ ἡμῶν διδαχθείς. καὶ τοῦτο λέγω οὐκ ἐκεῖνον ἀμυνόμενος (εὔχομαι γὰρ αὐτῷ μὴ λογισθῆναι παρὰ τοῦ Κυρίου), ἀλλὰ βεβαίαν μοι τὴν παρὰ σοῦ ἀγάπην μεῖναι ἡμῖν διοικούμενος, ἣν φοβοῦμαι μὴ διασαλεύσωσι ταῖς ὑπερβολαῖς τῶν διαβολῶν, ἃς εἰκὸς αὐτοὺς κατασκευάσαι εἰς ἀπολογίαν τοῦ πταίσματος. ὅπερ δʼ ἂν κατηγορήσωσιν ἡμῶν, ἐκεῖνο παρὰ τῆς σῆς ἀγχινοίας ἐξεταζέσθωσαν, εἰ ἐνεκάλεσαν ἡμῖν, εἰ τὴν διόρθωσιν τοῦ ἁμαρτήματος οὗ νῦν ἡμῖν ἐπάγουσιν ἐπεζήτησαν, εἰ ὅλως φανερὰν ἑαυτῶν τὴν πρὸς ἡμᾶς λύπην κατέστησαν. νῦν δέ, ἐν φαιδρῷ τῷ προσώπῳ καὶ πεπλασμένοις ἀγάπης ῥήμασιν ἀμύθητόν τινα δόλου καὶ πικρίας βυθὸν τῇ ψυχῇ συγκαλύπτοντες, διὰ τῆς ἀνελευθέρου φυγῆς ἐφανέρωσαν. ἐφʼ ᾧ ὅσον μὲν ἡμῖν ἐποιήσαντο πένθος, ὅσον δὲ τὸν γέλωτα τοῖς ἀεὶ τὸν εὐλαβῆ βίον ἐν τῇ ἀθλίᾳ ταύτῃ πόλει βδελυσσομένοις καὶ τέχνην πρὸς τὸ πιστευθῆναι καὶ σχηματισμὸν εἰς ἀπάτην τὸ πλάσμα τῆς σωφροσύνης διαβεβαιουμένοις ἐπιτηδεύεσθαι, πάντως, κἂν ἡμεῖς μὴ διηγησώμεθα, γνώριμον τῇ συνέσει σου. ὡς μηδὲν ἐπιτήδευμα οὕτως ὕποπτον εἶναι πρὸς κακίαν λοιπὸν τοῖς ἐνταῦθα, ὡς τὸ ἐπάγγελμα τοῦ ἀσκητικοῦ βίου. Ἃ πῶς χρὴ θεραπευθῆναι, τῆς σῆς ἂν εἴη συνέσεως φροντίσαι. τὰ γὰρ παρὰ Σωφρονίου συρραπτόμενα ἐγκλήματα ἡμῖν οὐκ ἀγαθῶν ἐστὶ προοίμια, ἀλλʼ ἀρχὴ διαιρέσεως καὶ χωρισμοῦ καὶ σπουδὴ τοῦ καὶ τὴν ἐν ἡμῖν ἀγάπην ἀποψυγῆναι. ὃν ὑπὸ τῆς σῆς εὐσπλαγχνίας παρακαλοῦμεν κατασχεθῆναι ἀπὸ τῆς βλαβερᾶς ταύτης ὁρμῆς, καὶ πειραθῆναι τῇ παρʼ ἑαυτοῦ ἀγάπῃ κατασφίγγειν μᾶλλον τὰ διιστάμενα καὶ μὴ τοῖς πρὸς διάστασιν ὡρμημένοις συνεπιτείνειν τὸν χωρισμόν.
Γράμματα ἐδεξάμην παρὰ τοῦ θεοφιλεστάτου ἐπισκόπου Εὐσεβίου, προστάσσοντα πάλιν γραφῆναι τοῖς δυτικοῖς περί τινων ἐκκλησιαστικῶν. καὶ ἐβουλήθη παρʼ ἡμῶν τυπωθῆναι τὴν ἐπιστολὴν ὑπογραφῆναι δὲ παρὰ πάντων τῶν κοινωνικῶν. ἐπεὶ οὖν οὐχ εὗρον ὅπως ἐπιστείλω περὶ ὧν ἐπέταξε, παρέπεμψα τὸ ὑπομνηστικὸν τῇ θεοσεβείᾳ σου, ἵνα καὶ αὐτῷ ἐντυχὼν καὶ τοῖς ἀναφερομένοις παρὰ τοῦ ποθεινοτάτου ἀδελφοῦ Σαγκτισσίμου τοῦ συμπρεσβυτέρου προσέχων, αὐτὸς καταξιώσῃς ὡς παρίσταταί σοι περὶ τούτων τυπῶσαι, ἡμῶν ἑτοίμως ἐχόντων καὶ αὐτῷ συνθέσθαι καὶ ταχέως ποιῆσαι περικομισθῆναι τοῖς κοινωνικοῖς, ὥστε τὰς πάντων ὑπογραφὰς ἔχοντα ἀπελθεῖν τὸν μέλλοντα ὁρμᾷν πρὸς τοὺς κατὰ τὴν δύσιν ἐπισκόπους. ταχέως ἡμῖν τὸ παριστάμενον τῇ ὁσιότητί σου γνωρισθῆναι κέλευσον, ἵνα μὴ ἀγνοῶμεν τὰ δόξαντά σοι. Περὶ δὲ τῶν τυρευομένων ἢ καὶ ἤδη ἐσκευωρημένων καθʼ ἡμῶν ἐν τῇ Ἀντιοχείᾳ ἀνοίσει ὁ αὐτὸς ἀδελφὸς τῇ τιμιότητί σου, ἐάν περ μὴ προλαβοῦσα ἡ φήμη τῶν γενομένων φανερὰ ποιήσῃ τὰ πεπραγμένα. καὶ γὰρ ἐγγύς ἐστιν ἡ ἐλπὶς τῆς ἐκβάσεως τῶν ἀπειλουμένων. γινώσκειν δὲ βούλομαι τὴν εὐλάβειάν σου, ὅτι ὁ ἀδελφὸς Ἄνθιμος Φαῦστον, τὸν συνόντα τῷ πάπᾳ, ἐπίσκοπον ἐχειροτόνησε, μηδὲ ψήφους δεξάμενος, καὶ τῷ τόπῳ χειροτονήσας τοῦ αἰδεσιμωτάτου ἀδελφοῦ Κυρίλλου· ὥστε στάσεων ἐμπλῆσαι τὴν Ἀρμενίαν. ἵνα τοίνυν μὴ καταψεύσωνται ἡμῶν, μηδὲ αὐτοὶ τὴν αἰτίαν σχῶμεν τῆς ἀταξίας τῶν γενομένων, ἐγνώρισα ταῦτα τῇ σεμνότητί σου. δῆλον δέ, ὡς καὶ αὐτὸς καταξιώσεις γνώριμα ποιῆσαι τοῖς λοιποῖς. ἡγοῦμαι γὰρ πολλοὺς λυπήσειν τὴν ἀταξίαν ταύτην.
Πολὺς ὁ χειμὼν καὶ ἐπὶ τὸ μακρότατον παραταθείς, ὡς μηδὲ τὰς διὰ γραμμάτων παραμυθίας ῥᾳδίως ἡμῖν ὑπάρχειν. ὅθεν ὀλιγάκις οἶδα καὶ ἐπιστείλας τῇ εὐλαβείᾳ σου καὶ δεξάμενος γράμματα. ἀλλʼ ἐπειδὴ ὁ ποθεινότατος ἀδελφὸς ἡμῶν Σαγκτίσσιμος ὁ συμπρεσβύτερος τὴν μέχρις ὑμῶν ὁδοιπορίαν ὑπέστη, δι’ αὐτοῦ καὶ προσφθέγγομαί σου τὴν κοσμιότητα, καὶ παρακαλῶ προσεύχεσθαι ὑπὲρ ἐμοῦ καὶ χρῆσαι τὴν ἀκοὴν τῷ προειρημένῳ, ὥστε παρʼ αὐτοῦ διδαχθῆναι τὰ τῶν ἐκκλησιῶν ἐν οἵοις ἐστὶ καὶ τὴν δυνατὴν σπουδὴν εἰσενέγκασθαι εἰς τὰ προκείμενα. Γίνωσκε δὲ ὅτι Φαῦστος γράμματα ἔχων ἧκε πρὸς ἡμᾶς παρὰ πάπα, ἀξιοῦντα αὐτὸν γενέσθαι ἐπίσκοπον. ἐπειδὴ δὲ ᾐτήσαμεν ἡμεῖς, μαρτυρίαν τῆς σῆς εὐλαβείας καὶ τῶν λοιπῶν ἐπισκόπων, καταφρονήσας ἡμῶν πρὸς Ἄνθιμον ᾤχετο, καὶ παρʼ αὐτοῦ λαβὼν τὴν χειροτονίαν χωρὶς ἡμετέρας ὑπομνήσεως ἐπανῆκε.
Πάντως ἐπεζήτησας γράμματα παρὰ τῶν Ἀρμενίων, ὅτε ἐπανῆκαν διὰ σοῦ, καὶ τὴν αἰτίαν ἔμαθες, δι’ ἣν οὐκ ἔδωκα αὐτοῖς τὴν ἐπιστολήν. εἰ μὲν οὖν εἶπον φιλαλήθως, ἔδωκας ἡμῖν αὐτόθεν τὴν συγγνώμην· εἰ δὲ ἀπεκρύψαντο ἐκεῖνοι, ὅπερ οὐκ εἰκάζω—ἀλλὰ παρʼ ἡμῶν ἄκουε. Ὁ τὰ πάντα γενναῖος Ἄνθιμος, ὁ διὰ μακροῦ χρόνου τὴν πρὸς ἡμᾶς εἰρήνην σπεισάμενος, ἐπειδὴ εὗρε καιρὸν ἑαυτοῦ τε κενοδοξίαν ἐκπληρῶσαι καὶ ἡμῖν λύπην τινὰ προξενῆσαι, ἐχειροτόνησε τὸν Φαῦστον ἰδίᾳ αὐθεντίᾳ καὶ ἰδίᾳ χειρί, οὐδενὸς ὑμῶν ἀναμείνας ψῆφον καὶ ἡμῶν καταγελάσας ἀκριβολογουμένων περὶ τὰ τοιαῦτα. ἐπεὶ οὖν συνέχεε μὲν παλαιὰν εὐταξίαν, κατεφρόνησε δὲ καὶ ὑμῶν, παρʼ ὧν ἀνέμενον ἐγὼ τὴν μαρτυρίαν δέξασθαι, ἐποίησε δὲ πρᾶγμα οὐκ οἶδα εἰ εὐάρεστον τῷ Θεῷ, τούτου ἕνεκεν λυπηθεὶς πρὸς αὐτούς, οὐδεμίαν ἔδωκα ἐπιστολὴν πρὸς οὐδένα τῶν Ἀρμενίων, οὐδὲ πρὸς τὴν σὴν εὐλάβειαν. ἀλλʼ οὐδὲ εἰς κοινωνίαν ἐδεξάμην τὸν Φαῦστον, φανερῶς διαμαρτυρόμενος, ὅτι εἰ μὴ ὑμέτερά μοι κομίσειε γράμματα, πάντα τὸν χρόνον ἔσομαι καὶ αὐτὸς ἠλλοτριωμένος καὶ τοὺς ὁμοψύχους μοι οὕτω διαθήσω πρὸς αὐτὸν ἔχειν. Εἰ μὲν οὖν ἰάσιμα τὰ γενόμενα, σπούδασον αὐτός τε ἐπιστεῖλαι μαρτυρῶν αὐτῷ, εἰ ὁρᾷς ἀγαθὴν τοῦ ἀνδρὸς τὴν ζωήν, καὶ τοὺς ἄλλους προτρέψασθαι· εἰ δὲ ἀνίατα, καὶ τοῦτό μοι φανερὸν ποίησον, ὥστε μηκέτι με αὐτοῖς καθόλου προσέχειν, εἰ καὶ ὅτι, ὡς ἔδειξαν, ὥρμηνται λοιπὸν πρὸς τὸν Ἄνθιμον ἑαυτῶν μεταθεῖναι τὴν κοινωνίαν, ἡμῶν καὶ τῆς ἐκκλησίας ταύτης, ὡς ἑώλων εἰς φιλίαν, καταφρονήσαντες.
Ἔμελλες ἡμῖν παρέσεσθαι(καὶ τὸ ἀγαθὸν ἐγγὺς) ἄκρῳ γοῦν δακτύλῳ καταψύξαι ἡμᾶς ἐν τοῖς πειρασμοῖς φλεγομένους. εἶτα τί; αἱ ἁμαρτίαι ἡμῶν ἀντέβησαν καὶ διεκώλυσαν τὴν ὁρμήν, ἵνʼ ἀθεράπευτα κάμνωμεν. ὥσπερ γὰρ ἐν τοῖς κύμασι τὸ μὲν λήγει, τὸ δὲ ἀνίσταται, τὸ δὲ ἤδη φρίκῃ μελαίνεται, οὕτω καὶ τῶν ἡμετέρων κακῶν τὰ μὲν πέπαυται, τὰ δὲ πάρεστι, τὰ δὲ προσδοκᾶται· καὶ μία τῶν κακῶν ἡμῖν, ὡς ἐπὶ τὸ πλεῖστον, ἀπαλλαγή, εἶξαι τῷ καιρῷ καὶ ὑπεξελθεῖν τοῖς διώκουσιν. Ἀλλὰ καὶ πάρεσο ἡμῖν, ἢ παραμυθούμενος, ἢ καὶ γνώμην δώσων, ἢ καὶ προπέμψων, πάντως δὲ αὐτῷ τῷ ὀφθῆναι ῥᾴους ποιῄσων. καὶ τὸ μέγιστον, εὔχου, καὶ ὑπερεύχου, μὴ καὶ τοὺς λογισμοὺς ἡμῶν βαπτισθῆναι ὑπὸ τοῦ κακοῦ καὶ τοῦ κλύδωνος, ἀλλʼ ἐν πᾶσι διαφυλάσσειν τῷ Θεῷ τὸ εὐχάριστον, ἵνα μὴ ἐν τοῖς κακοῖς δούλοις ἀριθμηθῶμεν, ἀγαθύνοντι μὲν ἐξομολογούμενοι, παιδεύοντι δὲ διὰ τῶν ἐναντίων μὴ προστιθέμενοι· ἀλλὰ καὶ δι’ αὐτῶν τῶν δυσχερῶν ὠφελώμεθα, μᾶλλον αὐτῷ πιστεύοντες, ὅτε καὶ μᾶλλον χρῄζομεν.
Λέγουσί τινες τοὺς ἑαλωκότας τῷ πάθει τοῦ ἔρωτος, ὅταν κατά τινα βιαιοτέραν ἀνάγκην τῶν ποθουμένων ἀπάγωνται, εἰ πρὸς τὴν εἰκόνα τῆς ἀγαπηθείσης μορφῆς ἀποβλέψειαν, τὸ σφοδρὸν ἀναπαύειν τοῦ πάθους διὰ τῆς ἐν ὀφθαλμοῖς ἀπολαύσεως. εἰ μὲν οὖν ἀληθῆ ταῦτα ἢ μὴ λέγειν οὐκ ἔχω· ὃ δέ μοι πρὸς τὴν σὴν συμβέβηκεν ἀγαθότητα οὐ πόρρω τῶν εἰρημένων ἐστίν. ἐπειδὴ γὰρ γέγονέ τις διάθεσις ἐμοὶ πρὸς τὴν ἱερὰν καὶ ἄδολόν σου ψυχήν, ἵνʼ οὕτως εἴπω, ἐρωτική, τὸ δὲ ἀπολαύειν τῶν ποθουμένων, ὡς οὐδὲ ἄλλο τι τῶν ἀγαθῶν, οὐκ ἐν εὐκολίᾳ ἡμῖν ἐστὶ διὰ τὴν ἐκ τῶν ἁμαρτιῶν ἐναντίωσιν, ἐνόμισα εἰκόνα τῆς ἀγαθότητός σου ἐναργεστάτην ἐν τῇ τῶν εὐλαβεστάτων ἡμῶν ἀδελφῶν παρουσίᾳ ἑωρακέναι. καὶ εἰ δίχα τούτων συνέβη τῇ σῇ με περιτυχεῖν γνησιότητι, ἐλογισάμην ἂν ἐν σοὶ κἀκείνους ἑωρακέναι· διότι τῆς ἀγάπης, λέγω, τοσοῦτον ἐν ἑκάστῳ ὑμῶν τὸ μέτρον ἐστίν, ὡς ἐπίσης τὴν περὶ τοῦ πλείονος ἑκάστῳ φιλονεικίαν ἐμφαίνεσθαι. ἐπὶ τούτοις ηὐχαρίστησα τῷ ἁγίῳ Θεῷ, καὶ εὔχομαι, εἴπερ ἔτι ὑπολείπεταί τις χρόνος ζωῆς, γενέσθαι μοι διὰ σοῦ τὴν ζωὴν ἡδεῖαν, ὡς τό γε νῦν ἄθλιον πρᾶγμα τὸ ζῇν καὶ φευκτὸν εἶναι ἡγοῦμαι, τῆς τῶν φιλτάτων συνουσίας κεχωρισμένον. οὐ γάρ ἐστι, κατὰ τὴν ἐμὴν κρίσιν, ἐφʼ ᾧ τις ἂν εὐθυμήσειε, τῶν ἀληθῶς ἀγαπώντων διεζευγμένος.
ἁγιωτάτου Βασιλείου, ᾗ ὑπέγραψεν Εὐστάθιος ὁ Σεβαστείας ἐπίσκοπος. Τοὺς προληφθέντας ἑτέρᾳ πίστεως ὁμολογίᾳ καὶ μετατίθεσθαι πρὸς τὴν τῶν ὀρθῶν συνάφειαν βουλομένους, ἢ καὶ νῦν πρῶτον ἐν τῇ κατηχήσει τοῦ λόγου τῆς ἀληθείας ἐπιθυμοῦντας γενέσθαι, χρὴ τὴν ὑπὸ τῶν μακαρίων πατέρων ἐν τῇ κατὰ Νίκαιάν ποτε συγκροτηθείσῃ συνόδῳ γραφεῖσαν πίστιν. τὸ δὲ αὐτὸ τοῦτο χρήσιμον ἂν εἴη καὶ πρὸς τοὺς ὑπονοουμένους ἐναντίως ἔχειν τῇ ὑγιαινούσῃ διδασκαλίᾳ καὶ συσκιάζοντας ἑαυτῶν ἀποφυγαῖς εὐπροσώποις τὸ τῆς κακοδοξίας φρόνημα. καὶ γὰρ καὶ τούτοις αὐτάρκης ἡ ἐγκειμένη πίστις. ἢ γὰρ διορθώσαιντο ἑαυτῶν τὴν ἐν τῷ κρυπτῷ νόσον, ἢ συγκαλύπτοντες αὐτὴν ἐν τῷ βάθει, αὐτοὶ μὲν τὸ κρῖμα τῆς ἀπάτης βαστάσουσιν, ἡμῖν δὲ τὴν ἀπολογίαν κούφην ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως παρασκευάσουσιν, ὅτε ἀποκαλύψει ὁ Κύριος τὰ κρυπτὰ τοῦ σκότους, καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν. λαμβάνειν τοίνυν αὐτοὺς ὁμολογοῦντας προσήκει, ὅτι πιστεύουσι κατὰ τὰ ῥήματα τὰ ὑπὸ τῶν Πατέρων ἡμῶν ἐκτεθέντα ἐν τῇ Νικαίᾳ καὶ κατὰ τὴν ὑγιῶς ὑπὸ τῶν ῥημάτων τούτων ἐμφαινομένην διάνοιαν. Εἰσὶ γάρ τινες οἱ καὶ ἐν ταύτῃ τῇ πίστει δολοῦντες τὸν λόγον τῆς ἀληθείας καὶ πρὸς τὸ ἑαυτῶν βούλημα τὸν νοῦν τῶν ἐν αὐτῇ ῥημάτων ἕλκοντες. ὅπου γε καὶ Μάρκελλος ἐτόλμησεν, ἀσεβῶν εἰς τὴν ὑπόστασιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ψιλὸν αὐτὸν ἐξηγούμενος λόγον, ἐκεῖθεν προφασίσασθαι τὰς ἀρχὰς εἰληφέναι, τοῦ ὁμοουσίου τὴν διάνοιαν κακῶς ἐξηγούμενος. καί τινες τῶν ἀπὸ τῆς δυσσεβείας τοῦ Λίβυος Σαβελλίου, ὑπόστασιν καὶ οὐσίαν ταὐτὸν εἶναι ὑπολαμβάνοντες, ἐκεῖθεν ἕλκουσι τὰς ἀφορμὰς πρὸς τὴν κατασκευὴν τῆς ἑαυτῶν βλασφημίας, ἐκ τοῦ ἐγγεγράφθαι τῇ πίστει, ὅτι Ἐὰν δέ τις λέγῃ ἐξ ἑτέρας οὐσίας ἢ ὑποστάσεως τὸν Υἱόν, ἀναθεματίζει ἡ καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία. οὐ γὰρ ταὐτὸν εἶπον ἐκεῖ οὐσίαν καὶ ὑπόστασιν. εἰ γὰρ μίαν καὶ τὴν αὐτὴν ἐδήλουν ἔννοιαν αἱ φωναί, τίς χρεία ἦν ἑκατέρων; ἀλλὰ δῆλον ὅτι, ὡς τῶν μὲν ἀρνουμένων τὸ ἐκ τῆς οὐσίας εἶναι τοῦ Πατρός, τῶν δὲ λεγόντων οὔτε ἐκ τῆς οὐσίας ἀλλʼ ἐξ ἄλλης τινὸς ὑποστάσεως, οὕτως ἀμφότερα, ὡς ἀλλότρια τοῦ ἐκκλησιαστικοῦ φρονήματος, ἀπηγόρευσαν. ἐπεὶ ὅπου γε τὸ ἑαυτῶν ἐδήλουν φρόνημα, εἶπον ἐκ τῆς οὐσίας τοῦ Πατρὸς τὸν Υἱόν, οὐκέτι προσθέντες καὶ τὸ ἐκ τῆς ὑποστάσεως. ὥστε ἐκεῖνο μὲν ἐπʼ ἀθετήσει κεῖται τοῦ πονηροῦ φρονήματος, τοῦτο δὲ φανέρωσιν ἔχει τοῦ σωτηρίου δόγματος. δεῖ τοίνυν ὁμολογεῖν ὁμοούσιον τὸν Υἱὸν τῷ Πατρί, καθὼς γέγραπται, ὁμολογεῖν δὲ ἐν ἰδίᾳ μὲν ὑποστάσει τὸν Πατέρα, ἐν ἰδίᾳ δὲ τὸν Υἱόν, καὶ ἐν ἰδίᾳ τὸ Πνεῦμα τὸ ἅγιον, καθὰ καὶ αὐτοὶ σαφῶς ἐκδεδώκασιν. αὐτάρκως γὰρ καὶ σαφῶς ἐνεδείξαντο εἰπόντες, φῶς ἐκ φωτός, ὅτι ἕτερον μὲν τὸ γεννῆσαν φῶς, ἕτερον δὲ τὸ γεννηθέν, φῶς μέντοι καὶ φῶς· ὥστε ἕνα καὶ τὸν αὐτὸν εἶναι τὸν τῆς οὐσίας λόγον. ἐγκείσθω δὴ ἡμῖν καὶ αὐτὴ ἡ πίστις ἡ κατὰ Νίκαιαν συγγραφεῖσα. Πιστεύομεν εἰς ἕνα Θεὸν Πατέρα παντοκράτορα, πάντων ὁρατῶν τε καὶ ἀοράτων ποιητήν. καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστὸν τὸν Υἱὸν τοῦ Θεοῦ, γεννηθέντα ἐκ τοῦ Πατρὸς Μονογενῆ, τουτέστιν, ἐκ τῆς οὐσίας τοῦ Πατρός· Θεὸν ἐκ Θεοῦ, φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ· γεννηθέντα, οὐ ποιηθέντα· ὁμοούσιον τῷ Πατρί, δι’ οὗ τὰ πάντα ἐγένετο, τά τε ἐν τῷ οὐρανῷ καὶ τὰ ἐν τῇ γῇ· τὸν δι’ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα, καὶ σαρκωθέντα, ἐνανθρωπήσαντα, παθόντα, καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ, ἀνελθόντα εἰς τοὺς οὐρανούς, ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς. καὶ εἰς τὸ ἅγιον Πνεῦμα. τοὺς δὲ λέγοντας· Ἦν ποτέ, ὅτε οὐκ ἦν, καὶ πρὶν γεννηθῆναι οὐκ ἦν, καὶ ὅτι ἐξ οὐκ ὄντων ἐγένετο, ἢ ἐξ ἑτέρας ὑποστάσεως ἢ οὐσίας φάσκοντας εἶναι ἢ τρεπτὸν ἢ ἀλλοιωτὸν τὸν Υἱὸν τοῦ Θεοῦ, τοὺς τοιούτους ἀναθεματίζει ἡ καθολικὴ καὶ ἀποστολικὴ Ἐκκλησία. Ἐπεὶ οὖν ἐνταῦθα τὰ μὲν ἄλλα ἀρκούντως καὶ ἀκριβῶς διώρισται, τὰ μὲν ἐπὶ διορθώσει τῶν βλαβέντων, τὰ δὲ εἰς προφυλακὴν τῶν προσδοκωμένων ὑποφυήσεσθαι· ὁ δὲ περὶ τοῦ Πνεύματος λόγος ἐν παραδρομῇ κεῖται οὐδεμιᾶς ἐξεργασίας ἀξιωθεὶς διὰ τὸ μηδέπω τότε τοῦτο κεκινῆσθαι τὸ ζήτημα, ἀλλʼ ἀνεπιβούλευτον ἐνυπάρχειν ταῖς τῶν πιστευόντων ψυχαῖς τὴν περὶ αὐτοῦ διάνοιαν· κατὰ μικρὸν δὲ προϊόντα τὰ πονηρὰ τῆς ἀσεβείας σπέρματα, ἃ πρότερον μὲν ὑπὸ Ἀρείου τοῦ προστάτου τῆς αἱρέσεως κατεβλήθη, ὕστερον δὲ ὑπὸ τῶν τὰ ἐκείνου κακῶς διαδεξαμένων, ἐπὶ λύμῃ τῶν ἐκκλησιῶν ἐξετράφη, καὶ ἡ ἀκολουθία τῆς ἀσεβείας εἰς τὴν κατὰ τοῦ Πνεύματος βλασφημίαν ἀπέσκηψεν· ἀναγκαῖον πρὸς τοὺς μὴ φειδομένους ἑαυτῶν, μηδὲ προορωμένους τὴν ἄφυκτον ἀπειλήν, ἣν τοῖς βλασφημοῦσιν εἰς τὸ Πνεῦμα τὸ ἅγιον ὁ Κύριος ἡμῶν ἐπανετείνατο, ἐκεῖνο προτείνειν, ὅτι χρὴ αὐτοὺς ἀναθεματίζειν τοὺς λέγοντας κτίσμα τὸ Πνεῦμα τὸ ἅγιον, καὶ τοὺς νοοῦντας οὕτω, καὶ τοὺς μὴ ὁμολογοῦντας αὐτὸ φύσει ἅγιον εἶναι, ὡς ἔστι φύσει ἅγιος ὁ Πατήρ, καὶ φύσει ἅγιος ὁ Υἱός, ἀλλʼ ἀποξενοῦντας αὐτὸ τῆς θείας καὶ μακαρίας φύσεως. ἀπόδειξις δὲ τοῦ ὀρθοῦ φρονήματος τὸ μὴ χωρίζειν αὐτὸ Πατρὸς καὶ Υἱοῦ (δεῖ γὰρ ἡμᾶς βαπτίζεσθαι μέν, ὡς παρελάβομεν· πιστεύειν δέ, ὡς βαπτιζόμεθα· δοξάζειν δέ, ὡς πεπιστεύκαμεν, Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα), ἀφίστασθαι δὲ τῆς κοινωνίας τῶν κτίσμα λεγόντων, ὡς φανερῶς βλασφημούντων· ἐκείνου διωμολογημένου (ἀναγκαία γὰρ ἡ ἐπισημείωσις διὰ τοὺς συκοφάντας), ὅτι οὔτε ἀγέννητον λέγομεν τὸ Πνεῦμα τὸ ἅγιον· ἕνα γὰρ οἴδαμεν ἀγέννητον καὶ μίαν τῶν ὄντων ἀρχήν, τὸν Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· οὔτε γεννητόν· ἕνα γὰρ μονογενῆ ἐν τῇ παραδόσει τῆς πίστεως δεδιδάγμεθα· τὸ δὲ Πνεῦμα τῆς ἀληθείας ἐκ τοῦ Πατρὸς ἐκπορεύεσθαι διδαχθέντες, ἐκ τοῦ Θεοῦ εἶναι ὁμολογοῦμεν ἀκτΐστως. ἀναθεματίζειν δὲ καὶ τοὺς λειτουργικὸν λέγοντας τὸ Πνεῦμα τὸ ἅγιον, ὡς διὰ τῆς φωνῆς ταύτης εἰς τὴν τοῦ κτίσματος κατάγοντας τάξιν. τὰ γὰρ λειτουργικὰ πνεύματα κτίσματα ἡμῖν ἡ Γραφὴ παρέδωκεν, εἰποῦσα, ὅτι Πάντες εἰσὶ λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα. διὰ δὲ τοὺς πάντα φύροντας καὶ μὴ φυλάσσοντας τὴν ἐν τοῖς εὐαγγελίοις διδασκαλίαν, ἀναγκαῖόν ἐστι καὶ τοῦτο προσδιαστείλασθαι ὅτι φεύγειν δεῖ καὶ τοὺς τὴν ἀκολουθίαν ἣν παρέδωκεν ἡμῖν ὁ Κύριος ἐναμείβοντας, ὡς φανερῶς μαχομένους τῇ εὐσεβείᾳ, καὶ Υἱὸν μὲν προτάσσοντας τοῦ Πατρός, Υἱοῦ δὲ τὸ Πνεῦμα τὸ ἅγιον προτιθέντας. ἀκίνητον γὰρ καὶ ἀπαρεγχείρητον φυλάσσειν προσήκει τὴν ἀκολουθίαν, ἣν ἐξ αὐτῆς τοῦ Κυρίου τῆς φωνῆς παρελάβομεν, εἰπόντος· Πορευθέντες, μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ὑπογραφὴ Εὐσταθίου ἐπισκόπου. Εὐστάθιος ἐπίσκοπος σοὶ Βασιλείῳ ἀναγνοὺς ἐγνώρισα, καὶ συνῄνεσα τοῖς προγεγραμμένοις. ὑπέγραψα δὲ συμπαρόντων μοι τῶν ἀδελφῶν, τοῦ ἡμετέρου Φρόντωνος, καὶ τοῦ χωρεπισκόπου Σεβήρου, καὶ ἄλλων τινῶν κληρικῶν.
Παραγενόμενοι μέχρι τῆς Νικοπόλεως ἐπʼ ἐλπίδι τοῦ καὶ τὰς κινηθείσας ταραχὰς ἐπανορθώσασθαι καὶ τὴν ἐνδεχομένην ἐπαγαγεῖν παραμυθίαν τοῖς ἀτάκτως καὶ παρὰ τὸν ἐκκλησιαστικὸν θεσμὸν γενομένοις, σφόδρα ἠθυμήσαμεν μὴ καταλαβόντες σου τὴν χρηστότητα, ἀλλὰ μαθόντες ἐξεληλακέναι σε πρὸς πᾶσαν ἔπειξιν, καὶ ταῦτα μεσούσης σχεδὸν τῆς συνόδου τῆς παρʼ ὑμῶν τελουμένης. διὸ ἀναγκαίως ἐπὶ τὸ γράμμα ἤλθομεν, δι’ οὗ ὑπομιμνήσκομεν ἀπαντῆσαι πρὸς ἡμᾶς, ἵνα αὐτὸς διὰ σαυτοῦ παραμυθήσῃ ἡμῶν τὴν λύπην, ἣν μέχρι θανάτου λελυπήμεθα, ἀκούσαντες ἐπὶ μέσης τῆς ἐκκλησίας τετολμῆσθαι πράγματα οὔπω μέχρι τῆς ἡμέρας ταύτης εἰς ἀκοὴν ἡμετέραν ἐλθόντα. καὶ ταῦτα μὲν εἰ καὶ λυπηρὰ καὶ βαρέα, ἀλλʼ ἔτι φορητά, διὰ τὸ εἰς ἄνθρωπον γεγενῆσθαι, ὃς τὴν ὑπὲρ ὧν πέπονθεν ἐκδίκησιν τῷ Θεῷ ἐπιτρέψας, ὅλος ἐστὶ τῆς εἰρήνης καὶ τοῦ μηδὲν παρὰ τὴν αὐτοῦ αἰτίαν βλαβερὸν γίνεσθαι τῷ λαῷ τοῦ Θεοῦ. Ἐπειδὴ δέ τινες τῶν τιμίων καὶ πάσης πίστεως ἀξίων ἀδελφῶν ἀπήγγειλαν ἡμῖν, ὡς περὶ τὴν πίστιν καινοτομουμένων τινῶν καὶ λαλουμένων παρὰ σοῦ ὑπεναντίως τῇ ὑγιαινούσῃ διδασκαλίᾳ, ἐπὶ τούτοις πλέον συγκινηθέντες, καὶ πολὺν ἀγῶνα ἀγωνιάσαντες τοῦ μὴ πού τι πρὸς τοῖς μυρίοις τραύμασιν, οἷς πέπονθεν ἡ Ἐκκλησία παρὰ τῶν εἰς τὴν ἀλήθειαν τοῦ Εὐαγγελίου ἐξαμαρτόντων, ἔτι καὶ ἄλλο ἀναφυῇ κακόν, ἀνανεωθείσης τῆς παλαιᾶς τοῦ ἐχθροῦ τῆς Ἐκκλησίας Σαβελλίου αἱρέσεως (τούτοις γὰρ οἱ ἀδελφοὶ ἀπήγγειλαν ἡμῖν συγγενῆ εἶναι τὰ εἰρημένα), τούτου ἕνεκεν ἐπεστείλαμεν, ἵνα μὴ ὀκνήσῃς μικρὸν διάστημα κινηθεὶς καταλαβεῖν ἡμᾶς, καὶ τὴν ἐπὶ τούτοις πληροφορίαν παρασχόμενος, ἡμῶν τε τὴν ὀδύνην καταπραῧναι, καὶ τὰς τοῦ Θεοῦ ἐκκλησίας παραμυθήσασθαι, τὰς νῦν ἀφορήτως καὶ βαρέως ἐπί τε τοῖς πεπραγμένοις καὶ ἐπὶ τοῖς θρυλλουμένοις εἰρῆσθαι παρὰ σοῦ λυπουμένας.
Ὁ φιλάνθ ωπος Θεὸς ὁ συμμέτρους ταῖς θλίψεσι τὰς παρακλήσεις συνάπτων καὶ παρακαλῶν τοὺς ταπεινούς, ἵνα μὴ λάθωσιν ὑπὸ τῆς περισσοτέρας λύπης καταποθέντες, ἴσην ταῖς ἐπιγενομέναις ἡμῖν κατὰ τὴν Νικόπολιν ταραχαῖς τὴν παραμυθίαν ἐπήγαγε, τὸν θεοφιλέστατον ἐπίσκοπον Ἰοβῖνον ἐν καιρῷ ἐπιστήσας· ὃς ὅπως εὐκαίρως ἡμῖν ἐπεφάνη, αὐτὸς διηγησάσθω. ἡμεῖς γὰρ φειδόμενοι τοῦ μήκους τῆς ἐπιστολῆς σιωπήσομεν, καὶ ἵνα μὴ δόξωμεν τοὺς ἐκ μεταβολῆς ἀγαπητοὺς ἡμῖν γενομένους οἱονεὶ τῇ ὑπομνήσει τοῦ σφάλματος στηλιτεύειν. Ἀλλὰ παράσχοι ὁ ἅγιος Θεὸς ἐπιστῆναί σε τοῖς ἡμετέροις τόποις, ὥστε περιπτύξασθαι μὲν τὴν σὴν σεμνοπρέπειαν, διηγήσασθαι δὲ τὰ καθʼ ἕκαστον. πέφυκε γάρ πως τὰ κατὰ τὴν πεῖραν λυπήσαντα ψυχαγωγίαν τινὰ ἔχειν ἐν διηγήμασι. πλὴν ἀλλʼ ὑπὲρ ὧν τελείως μὲν ὡς πρὸς τὴν εἰς ἡμᾶς ἀγάπην, προηγουμένως δὲ καὶ στιβαρῶς ὡς πρὸς τὴν τῶν κανόνων ἀκρίβειαν ὁ θεοφιλέστατος ἐπίσκοπος ἐκινήθη, ἐπαίνεσον αὐτόν, καὶ εὐχαρίστησον τῷ Κυρίῳ, ὅτι τὰ σὰ θρέμματα πανταχοῦ τὸν χαρακτῆρα τῆς σῆς σεμνότητος δείκνυσιν.
Ἐγὼ τὴν περὶ τὸ εἰρηνεύεσθαι τὰς ἐκκλησίας τοῦ Κυρίου σπουδὴν ἔργῳ μὲν ἐνδείξασθαι ἀξίως οὔπω δεδύνημαι, ἐν δὲ τῇ καρδίᾳ μου τοσαύτην ἔχειν ἐπιθυμίαν φημί, ὥστε ἡδέως ἂν καὶ τὴν ζωὴν τὴν ἐμαυτοῦ προέσθαι ὑπὲρ τοῦ τὴν ὑπὸ τοῦ πονηροῦ ἐξαφθεῖσαν φλόγα τοῦ μίσους κατασβεσθῆναι. καὶ εἰ μὴ τῆς ἐπιθυμίας ἕνεκεν τῆς κατὰ τὴν εἰρήνην ἠνεσχόμην ἐγγίσαι τοῖς κατὰ Κολώνειαν τόποις, μὴ εἰρηνευθείη μοι ἡ ζωή. εἰρήνην μέντοι τὴν ἀληθινὴν τὴν ὑπʼ αὐτοῦ τοῦ Κυρίου καταλειφθεῖσαν ἡμῖν ἐπιζητῶ· καὶ ὃ παρεκάλεσά μοι εἰς πληροφορίαν ὑπάρξαι, οὐκ ἄλλο τι ἐπιθυμοῦντός ἐστιν ἢ τῆς ἀληθινῆς εἰρήνης, κἂν ἄλλως τινὲς διαστρέφοντες τὴν ἀλήθειαν ἐξηγῶνται. ἐκεῖνοι μὲν οὖν κεχρήσθωσαν ταῖς γλώσσαις αὐτῶν ἐφʼ ἃ βούλονται· πάντως γὰρ αὐτοῖς ποτὲ τῶν ῥημάτων τούτων μεταμελήσει. Τὴν δὲ σὴν ὁσιότητα παρακαλῶ μεμνῆσθαι τῶν ἐξ ἀρχῆς προτάσεων, καὶ μὴ παράγεσθαι ἄλλας ἀποκρίσεις ἀντʼ ἄλλων ἐρωτημάτων δεχόμενον, μηδὲ ποιεῖν ἐνεργὰ τὰ σοφίσματα τῶν ἄνευ τῆς περὶ τὸ λέγειν δυνάμεως ἀπʼ αὐτῆς μόνης τῆς γνώμης δεινότατα πάντων τὴν ἀλήθειαν κακουργούντων. προέτεινα γὰρ ἁπλᾶ καὶ σαφῆ καὶ εὐμνημόνευτα ῥήματα· εἰ τοὺς μὴ δεχομένους τὴν ἐν Νικαίᾳ πίστιν παραιτούμεθα εἰς κοινωνίαν, καὶ εἰ μετὰ τῶν κτίσμα λέγειν τὸ Πνεῦμα τὸ ἅγιον ἀποτολμώντων τὸ μέρος ἔχειν οὐκ ἀνεχόμεθα. ὁ δέ, ἀντὶ τοῦ πρὸς ἔπος ταῖς ἐρωτήσεσιν ἀποκρίνασθαι, ἐκεῖνα ἡμῖν ἐρραψῴδησεν ἅπερ ἀπέστειλας· καὶ τοῦτο οὐκ ἀφελείᾳ γνώμης, ὡς ἄν τῳ δόξαι, οὐδὲ τῷ μὴ δύνασθαι συνορᾷν τὸ ἀκόλουθον. ἀλλʼ ἐκεῖνο λογίζεται, ὅτι ἀρνούμενος μὲν ἡμῶν τὴν πρότασιν, τοῖς λαοῖς ἑαυτὸν κατάδηλον ποιήσει, συντιθέμενος δὲ ἡμῖν, τῆς μεσότητος ἀποστήσεται, ἧς οὐδὲν αὐτῷ μέχρι τοῦ νῦν γέγονε προτιμότερον. μὴ τοίνυν ἡμᾶς κατασοφιζέσθω, μηδὲ μετὰ τῶν ἄλλων καὶ τὴν σὴν παρακρουέσθω φρόνησιν· ἀλλὰ σύντομον ἡμῖν λόγον ἀποστειλάτω πρὸς τὸ ἐρώτημα, ἢ ὁμολογῶν τὴν κοινωνίαν πρὸς τοὺς ἐχθροὺς τῆς πίστεως, ἢ ἀρνούμενος. ἐὰν ταῦτα συμπείσῃς αὐτὸν καὶ πέμψῃς μοι ὀρθὰς καὶ οἵας εὔχομαι τὰς ἀποκρίσεις, ἐγώ εἰμι ὁ τὰ κατόπιν πάντα ἡμαρτηκώς· ἐγὼ δέχομαι πᾶσαν τὴν αἰτίαν ἐκείνην ἐπʼ ἐμαυτόν· τότε με ἀπαίτει ταπεινοφροσύνης ἐπίδειξιν. ἕως δʼ ἂν μηδὲν γένηται τούτων, σύγγνωθι, θεοφιλέστατε πάτερ, μὴ δυναμένῳ μετὰ ὑποκρίσεως θυσιαστηρίῳ Θεοῦ παρεστάναι. εἰ γὰρ μὴ τοῦτο ἐφοβούμην, τίνος ἕνεκεν ἐμαυτὸν ἐχώριζον Εὐϊππίου, τοιούτου μὲν τὰ περὶ λόγους, τοσοῦτον δὲ χρόνῳ προήκοντος, τοσαῦτα δὲ τῆς πρὸς ἡμᾶς φιλίας δίκαια κεκτημένου; εἰ δὲ ἐκεῖνα καλῶς καὶ προσηκόντως ὑπὲρ τῆς ἀληθείας ἐπράξαμεν, γελοῖον δή που τοῖς τὰ αὐτὰ ἐκείνῳ λέγουσι διὰ τῆς τῶν εὐφυῶν τούτων καὶ χαριέντων μεσότητος συναπτόμενον φαίνεσθαι. Οὐ μὴν οὐδὲ παντελῶς μοι δοκεῖ τῶν μὴ δεχομένων τὴν πίστιν ἀλλοτριοῦν ἑαυτούς, ἀλλὰ ποιήσασθαί τινα τῶν ἀνδρῶν ἐπιμέλειαν κατὰ τοὺς παλαιοὺς θεσμοὺς τῆς ἀγάπης, καὶ ἐπιστεῖλαι αὐτοῖς ἀπὸ μιᾶς γνώμης, πᾶσαν παράκλησιν μετʼ εὐσπλαγχνίας προσάγοντας, καὶ τὴν τῶν πατέρων πίστιν προτεινομένους προκαλεῖσθαι αὐτοὺς εἰς συνάφειαν· κἂν μὲν πείσωμεν, κοινῶς αὐτοῖς ἑνωθῆναι· ἐὰν δὲ ἀποτύχωμεν, ἀρκεῖσθαι ἡμᾶς ἀλλήλοις, τὸν δὲ ἐπαμφοτερισμὸν τοῦτον ἐξορίσαι τοῦ ἤθους, ἀναλαβόντας τὴν εὐαγγελικὴν καὶ ἄδολον πολιτείαν, ᾗ συνέζων οἱ ἐξ ἀρχῆς προσελθόντες τῷ λόγῳ. ἦν γάρ, φησί, τῶν πιστευσάντων καρδία καὶ ψυχὴ μία. ἐὰν μὲν οὖν πεισθῶσί σοι, ταῦτα ἄριστα. εἰ δὲ μή, γνωρίσατε τοὺς πολεμοποιούς, καὶ παύσασθε ἡμῖν τοῦ λοιποῦ περὶ διαλλαγῶν ἐπιστέλλοντες.
Ἤιδειν ὅτι ξενίσει τὴν ἀκοὴν τῆς τελειότητός σου τὸ νῦν ἐπιφυὲν ἔγκλημα τῷ πάντα εἰπεῖν εὐκόλῳ Ἀπολιναρίῳ. καὶ γὰρ οὐδὲ αὐτὸς τὸν πρὸ τούτου χρόνον ἤμην ἐπιστάμενος ἔχειν· ἀλλὰ νῦν οἱ Σεβαστηνοὶ διερευνησάμενοί ποθεν αὐτὰ εἰς τὸ μέσον ἤνεγκαν, καὶ περιφέρουσι σύνταγμα, ἐξ οὗ μάλιστα καὶ ἡμᾶς καταδικάζουσιν, ὡς τὰ αὐτὰ φρονοῦντας, ἔχον ῥήσεις τοιαύτας· ὥστε πανταχῆ συνεζευγμένως, μᾶλλον δὲ ἡνωμένως τῇ ἑτερότητι νοεῖν ἀναγκαῖον τὴν πρώτην ταυτότητα, καὶ δευτέραν καὶ τρίτην λέγοντας τὴν αὐτήν. ὅπερ γάρ ἐστι πρώτως ὁ Πατήρ, τοῦτό ἐστι δευτέρως ὁ Υἱός, καὶ τρίτως τὸ Πνεῦμα. αὖθις δὲ ὅπερ ἐστὶ πρώτως τὸ Πνεῦμα τοῦτο δευτέρως τὸν Υἱόν, καθὸ δὴ καὶ ὁ Κύριός ἐστι τὸ Πνεῦμα· καὶ τρίτως τὸν Πατέρα καθὸ δὴ Πνεῦμα ὁ Θεός. καὶ ὡς βιαιότερον σημᾶναι τὸ ἄρρητον, τὸν Πατέρα πατρικῶς Υἱὸν εἶναι, τὸν δὲ Υἱὸν υἱικῶς Πατέρα. καὶ ὡσαύτως ἐπὶ τοῦ Πνεύματος, καθὸ δὴ εἷς Θεὸς ἡ Τριάς. Ταῦτά ἐστι τὰ θρυλλούμενα, ἃ οὐδέποτε δύναμαι πιστεῦσαι πλάσματα εἶναι τῶν περιφερόντων, εἰ καὶ ὅτι ἐκ τῆς καθʼ ἡμῶν συκοφαντίας οὐδὲν λογίζομαι αὐτοῖς ἀτόλμητον εἶναι. γράφοντες γάρ τισι τῶν καθʼ ἑαυτούς, καὶ προσθέντες τὴν καθʼ ἡμῶν διαβολήν, ἐπήγαγον ταῦτα, ῥήματα μὲν αἱρετικῶν ὀνομάσαντες, τὸν δὲ πατέρα τῆς συγγραφῆς ἀποκρυψάμενοι, ἵνα τοῖς πολλοῖς ἡμεῖς νομισθῶμεν εἶναι οἱ λογογράφοι. πλὴν ἀλλʼ οὐκ ἂν μέχρι τοῦ καὶ ῥήματα συνθεῖναι προῆλθεν αὐτῶν ἡ ἐπίνοια, ὥς γε ἐμαυτὸν πείθω. ὅθεν, ὑπὲρ τοῦ καὶ τὴν καθʼ ἡμῶν κρατοῦσαν βλασφημίαν ἀπώσασθαι, καὶ δεῖξαι πᾶσιν, ὡς οὐδὲν ἡμῖν ἐστὶ κοινὸν πρὸς τοὺς ἐκεῖνο λέγοντας, ἠναγκάσθημεν μνησθῆναι τοῦ ἀνδρός, ὡς προσεγγίζοντος τῇ ἀσεβείᾳ τοῦ Σαβελλίου. καὶ ταῦτα μὲν εἰς τοσοῦτον. Ἀπὸ δὲ τοῦ στρατοπέδου ἧκέ τις ἀγγέλλων, ἐπὶ τῇ πρώτῃ κινήσει τοῦ κρατοῦντος, ἣν ἐκίνησαν αὐτὸν οἱ τὰς διαβολὰς ἡμῶν καταχέοντες, γεγενῆσθαί τινα καὶ δευτέραν γνώμην, ὥστε μὴ δοθῆναι ἡμᾶς ἐκδότους τοῖς κατηγόροις, μήτε παραδοθῆναι ἡμᾶς τῷ ἐκείνων θελήματι, ὅπερ ἦν ἐξ ἀρχῆς ὁρισθέν· ἀλλά τινα γενέσθαι τέως ἀναβολήν. ἐὰν οὖν ἢ ταῦτα μένῃ, ἢ τούτων τι δόξῃ φιλανθρωπότερον, σημανοῦμέν σου τῇ θεοσεβείᾳ. ἐὰν δὲ κρατῇ τὰ πρότερα, οὐδὲ τοῦτό σε λήσεται. Ὁ μέντοι ἀδελφὸς Σαγκτίσσιμος πάντως ἐστὶ παρʼ ὑμῖν πάλαι, καὶ ἃ ἐπιζητεῖ δῆλα γέγονε τῇ τελειότητί σου. εἰ οὖν φαίνεται ἀναγκαῖόν τι ἔχειν ἡ πρὸς τοὺς δυτικοὺς ἐπιστολή, καταξίωσον τυπώσας αὐτὴν διαπέμψασθαι ἡμῖν, ὥστε ποιῆσαι ὑπογραφῆναι παρὰ τῶν ὁμοψύχων καὶ ἑτοίμην ἔχειν τὴν ὑπογραφήν, ἐν χάρτῃ κεχωρισμένῳ ἐντετυπωμένην, ὃν δυνάμεθα συνάψαι τῷ παρὰ τοῦ ἀδελφοῦ ἡμῶν τοῦ συμπρεσβυτέρου περικομιζομένῳ. ἐγὼ μὲν γὰρ οὐδὲν εὑρὼν συνεκτικὸν ἐν τῷ ὑπομνηστικῷ, οὐκ ἔσχον ὑπὲρ οὗ ἐπιστείλω τοῖς ἐν τῇ δύσει. τὰ μὲν γὰρ ἀναγκαῖα προείληπται· τὰ δὲ περιττὰ γράφειν παντελῶς μάταιον. περὶ δὲ τῶν αὐτῶν ἐνοχλεῖν μὴ καὶ γελοῖον εἴη; Ἐκείνη δέ μοι ἔδοξεν ὥσπερ ἀγύμναστος εἶναι ἡ ὑπόθεσις καὶ χώραν παρέχειν γράμμασι, τὸ παρακαλέσαι αὐτοὺς μὴ ἀκρίτως δέχεσθαι τὰς κοινωνίας τῶν ἐκ τῆς ἀνατολῆς ἀφικνουμένων, ἀλλʼ ἅπαξ μίαν μερίδα ἐκλεξαμένους, τοὺς λοιποὺς ἐκ τῆς μαρτυρίας τῶν κοινωνικῶν προσλαμβάνεσθαι· καὶ μὴ παντὶ τῷ πίστιν γράφοντι ἐπὶ προφάσει δὴ τῆς ὀρθοδοξίας προστίθεσθαι. οὕτω γὰρ εὑρεθήσονται τοῖς μαχομένοις κοινωνοῦντες, οἳ τὰ μὲν ῥήματα πολλάκις τὰ αὐτὰ προβάλλονται, μάχονται δὲ ἀλλήλοις ὅσον οἱ πλεῖστον διεστηκότες. ἵνʼ οὖν μὴ ἐπὶ πλεῖον ἡ αἵρεσις ἐξάπτηται τῶν πρὸς ἀλλήλους διαστασιαζόντων ἀντιπροβαλλομένων τὰ παρʼ αὐτῶν γράμματα, παρακληθῆναι αὐτοὺς ἔδει κεκριμένας ποιεῖσθαι καὶ τὰς τῶν ἐντυγχανόντων αὐτοῖς κοινωνίας καὶ τὰς ἐγγράφως γινομένας κατὰ τὸν τύπον τῆς Ἐκκλησίας.
Καλῶς καὶ προσηκόντως ἡμῶν καθήψω, τιμιώτατε ὡς ἀληθῶς καὶ ποθεινότατε ἀδελφέ, ὅτι ἐξ οὗ ἀνεχωρήσαμεν τότε τῆς σῆς εὐλαβείας τὰς περὶ τῆς πίστεως ἐκείνας προτάσεις τῷ Εὐσταθίῳ φέροντες, οὐδέν σοι οὔτε μικρὸν οὔτε μεῖζον τῶν κατʼ αὐτὸν ἐδηλώσαμεν. ἐγὼ δὲ οὐχ ὡς εὐκαταφρονήτων τῶν παρʼ αὐτοῦ γενομένων εἰς ἡμᾶς ὑπερεῖδον, ἀλλʼ ὡς εἰς πάντας λοιπὸν τοὺς ἀνθρώπους διαβοηθείσης τῆς φήμης, καὶ οὐδενὸς τῆς παρʼ ἡμῶν διδασκαλίας εἰς τὸ τὴν προαίρεσιν τοῦ ἀνδρὸς διδαχθῆναι προσδεομένου. τοῦτο γὰρ καὶ αὐτὸς ἐπενόησεν, ὥσπερ φοβούμενος μὴ ὀλίγους σχῇ τῆς ἑαυτοῦ γνώμης μάρτυρας, εἰς πᾶσαν ἐσχατιὰν τὰς ἐπιστολὰς ἃς καθʼ ἡμῶν συνέγραψε διαπεμψάμενος. τῆς μὲν οὖν κοινωνίας ἡμῶν αὐτὸς ἀπέρρηξεν ἑαυτόν, μήτε κατὰ τὸν ὡρισμένον τόπον συνδραμεῖν ἡμῖν ἀνασχόμενος, μήτε τοὺς μαθητὰς ἑαυτοῦ παραγαγών, ὅπερ ὑπέσχετο· ἀλλὰ καὶ ἡμᾶς στηλιτεύων ἐν πανδήμοις συνόδοις, μετὰ τοῦ Κίλικος Θεοφίλου, γυμνῇ καὶ ἀπαρακαλύπτῳ τῇ βλασφημίᾳ ὡς ἀλλότρια τῆς ἑαυτοῦ διδασκαλίας ταῖς ψυχαῖς τοῦ λαοῦ ἐνσπείραντας δόγματα. ἱκανὰ μὲν οὖν ἦν καὶ ταῦτα πᾶσαν ἡμῶν τὴν πρὸς αὐτὸν συνάφειαν διαλῦσαι. ἐπειδὴ δὲ καὶ εἰς Κιλικίαν ἐλθών, καὶ συντυχὼν Γελασίῳ τινί, πίστιν αὐτῷ ἐξέθετο, ἣν μόνου ἦν Ἀρείου συγγράψαι καὶ εἴ τις αὐτοῦ γνήσιος μαθητής, τότε δὴ καὶ πλέον πρὸς τὸν χωρισμὸν ἐβεβαιώθημεν, λογισάμενοι, ὅτι οὔτε Αἰθίοψ ἀλλάξει ποτὲ τὸ δέρμα αὐτοῦ, οὔτε πάρδαλις τὰ ποικίλματα αὐτῆς, οὔτε ὁ ἐν διαστρόφοις δόγμασι συντραφεὶς ἀποτρίψασθαι δύναται τὸ κακὸν τῆς αἱρέσεως. Ἐπενεανιεύσατο δὲ τούτοις καὶ γράψας καθʼ ἡμῶν, μᾶλλον δὲ συγγράψας λόγους μακροὺς πάσης λοιδορίας καὶ συκοφαντίας γέμοντας· ὑπὲρ ὧν οὐδὲν ἀπεκρινάμεθα τέως, διὰ τὸ διδαχθῆναι παρὰ τοῦ ἀποστόλου, μὴ ἑαυτοὺς ἐκδικεῖν, ἀλλὰ διδόναι τόπον τῇ ὀργῇ· καὶ ἅμα ἐννοήσαντες τὸ βάθος τῆς ὑποκρίσεως, μεθʼ ἧς πάντα τὸν χρόνον ἡμῖν προσηνέχθη, ἀφασίᾳ τινὶ ὑπʼ ἐκπλήξεως κατεσχέθημεν. Εἰ δὲ καὶ μηδὲν ἦν ἐκείνων, τὸ ὑπόγυον τοῦτο, τὸ τολμηθὲν αὐτῷ, τίνι οὐκ ἂν φρίκην καὶ ἀποστροφὴν παντελῆ τοῦ ἀνδρὸς ἐνεποίησεν; ὅς γε, ὡς ἀκούω (εἴ γε ἀληθὴς ὁ λόγος καὶ μὴ πλάσμα ἐστὶν ἐπὶ διαβολῇ συντεθέν), ὅτι καὶ ἀναχειροτονῆσαί τινας ἐτόλμησεν, ὃ μέχρι σήμερον οὐδεὶς τῶν αἱρετικῶν ποιήσας φαίνεται. πῶς οὖν δυνατὸν πράως φέρειν ἡμᾶς τὰ τοιαῦτα καὶ ἰάσιμα εἶναι νομίζειν τοῦ ἀνδρὸς τὰ ἁμαρτήματα ; μὴ τοίνυν ψευδέσι λόγοις παράγεσθε, μηδὲ ὑπονοίαις ἀνδρῶν πάντα εὐκόλως πρὸς τὸ κακὸν ἐκλαμβανόντων πείθεσθε, ὡς ἄρα ἡμεῖς ἀδιάφορα τιθέμεθα τὰ τοιαῦτα. γίνωσκε γάρ, ποθεινότατε ἡμῖν καὶ τιμιώτατε, ὅτι οὔπω οἶδα τοσοῦτον πένθος ἄλλοτε τῇ ψυχῇ μου παραδεξάμενος, ὅσον νῦν, ὅτε ἤκουσα τῶν ἐκκλησιαστικῶν θεσμῶν τὴν σύγχυσιν. ἀλλὰ μόνον εὔχου, ἵνα δῴη ἡμῖν ὁ Κύριος μηδὲν κατὰ θυμὸν ἐνεργεῖν, ἀλλʼ ἔχειν τὴν ἀγάπην, ἥτις οὐκ ἀσχημονεῖ, οὐ φυσιοῦται. ὅρα γὰρ ὅπως οἱ μὴ ἔχοντες ταύτην ἐπήρθησαν μὲν ὑπὲρ τὰ μέτρα τὰ ἀνθρώπινα, ἐνασχημονοῦσι δὲ τῷ βίῳ, κατατολμῶντες πράξεων, ὧν ὁ παρελθὼν χρόνος οὐκ ἔχει τὰ ὑποδείγματα.
Οντως ἡ τῶν ἀπροσδοκήτων ἀκοὴ ἱκανή ἐστι ποιῆσαι ἀνθρώπου ἠχῆσαι ἀμφότερα τὰ ὦτα. ὃ καὶ ἐμοὶ νῦν συνέβη. εἰ γὰρ καὶ τὰ μάλιστα γεγυμνασμέναις μου λοιπὸν ταῖς ἀκοαῖς προσέπεσε τὰ περιφερόμενα καθʼ ἡμῶν ταῦτα συντάγματα, διὰ τὸ καὶ πρότερον αὐτὸν ἐμὲ δεδέχθαι τὴν ἐπιστολήν, πρέπουσαν μὲν ταῖ ἐμαῖς ἁμαρτίαις, οὐ μὴν προσδοκηθεῖσάν ποτε γραφήσεσθαι παρὰ τῶν ἐπιστειλάντων· ἀλλʼ ὅμως τὰ δεύτερα τοσαύτην ὑπερβολὴν ἐφάνη ἡμῖν ἔχειν ἐν ἑαυτοῖς τῆς πικρίας, ὥστε ἐπισκοτῆσαι τοῖς προλαβοῦσι. πῶς γὰρ οὐ μικροῦ τῶν φρενῶν ἔξω ἐγενόμην τῶν ἐμαυτοῦ, ἐντυχὼν τῇ πρὸς τὸν εὐλαβέστατον ἀδελφὸν Δαζίναν ἐπιστολῇ, μυρίων μὲν ὕβρεων καὶ κατηγοριῶν ἀφορήτων γεμούσῃ καθʼ ἡμῶν καὶ ἐπαναστάσεων, ὡς ἐν τοῖς χαλεπωτάτοις ἡμῶν κατὰ τῆς Ἐκκλησίας βουλεύμασιν εὑρεθέντων; εὐθὺς δὲ καὶ ἀποδείξεις τοῦ ἀληθεῖς εἶναι τὰς καθʼ ἡμῶν βλασφημίας ἐπήχθησαν ἀπὸ συγγράμματος οὐκ οἶδα ὑπὸ τίνος γραφέντος. μέρη μὲν γὰρ ἐπέγνων, ὁμολογῶ, παρὰ τοῦ Λαοδικέως Ἀπολιναρίου γεγράφθαι, καὶ αὐτὰ οὐδὲ ἀναγνοὺς ἐξ ἔργου ποτέ, ἀλλʼ ἀκούσας ἑτέρων ἀπαγγειλάντων· ἄλλα δέ τινα εὗρον ἐγγεγραμμένα, ἃ μήτε ἀνέγνων ποτέ, μήτε ἑτέρου λέγοντος ἤκουσα· καὶ τούτων ὁ μάρτυς ἐν οὐρανῷ πιστός. πῶς οὖν οἱ τὸ ψεῦδος ἀποστρεφόμενοι, οἱ τὴν ἀγάπην πλήρωμα εἶναι τοῦ νόμου δεδιδαγμένοι, οἱ τὰ ἀσθενήματα τῶν ἀδυνάτων βαστάζειν ἐπαγγελλόμενοι, ταύτας ἡμῖν κατεδέξαντο τὰς συκοφαντίας ἐπενεγκεῖν καὶ ἀπʼ ἀλλοτρίων συγγραμμάτων ἡμᾶς κατακρῖναι, πολλὰ λογισάμενος κατʼ ἐμαυτόν, ἐπινοεῖν τὴν αἰτίαν οὐκ ἔχω, εἰ μή, ὅπερ ἐξ ἀρχῆς εἶπον, μέρος ἔκρινα εἶναι τῶν ὀφειλομένων μοι διὰ τὰς ἁμαρτίας κολάσεων καὶ τὴν ἐπὶ τούτοις λύπην. Πρῶτον μὲν γὰρ κατεπένθησα τῇ ψυχῇ, ὅτι ὠλιγώθησαν αἱ ἀλήθειαι ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώπων· ἔπειτα δὲ καὶ ἐφοβήθην αὐτὸς περὶ ἐμαυτοῦ, μή ποτε πρὸς ταῖς ἄλλαις ἁμαρτίαις καὶ τὴν μισανθρωπίαν πάθω, οὐδὲν πιστὸν ἐν οὐδενὶ λογιζόμενος εἶναι, εἴπερ οἱ εἰς τὰ μέγιστα παρʼ ἐμοῦ πιστευθέντες τοιοῦτοι μὲν περὶ ἐμέ, τοιοῦτοι δὲ περὶ αὐτὴν ἐφάνησαν τὴν ἀλήθειαν. γίνωσκε τοίνυν, ἀδελφέ, καὶ πᾶς ὅστις τῆς ἀληθείας φίλος, μήτε ἐμὰ εἶναι τὰ συντάγματα, οὔτε ἀρέσκεσθαι αὐτοῖς, ἐπεὶ μὴ τῇ ἐμῇ γνώμῃ συγγεγράφθαι. εἰ δὲ ἐπέστειλά ποτε πρὸ πολλῶν ἐνιαυτῶν Ἀπολιναρίῳ ἢ ἄλλῳ τινί, ἐγκαλεῖσθαι οὐκ ὀφείλω, οὔτε γὰρ αὐτὸς ἐγκαλῶ, εἴ τις ἐκ τῆς ἑταιρίας τινὸς εἰς αἵρεσιν ἀπεσχίσθη (οἴδατε δὲ πάντως τοὺς ἄνδρας, κἂν ὀνομαστὶ μὴ λέγω), διότι ἕκαστος τῇ ἰδίᾳ ἁμαρτίᾳ ἀποθανεῖται. Ταῦτα νῦν μὲν ἀπεκρινάμην πρὸς τὸν ἀποσταλέντα τόμον, ἵνα αὐτός τε εἰδείης τὴν ἀλήθειαν καὶ τοῖς βουλομένοις μὴ κατέχειν ὡς ἐν ἀδικίᾳ τὴν ἀλήθειαν φανερὰν καταστήσῃς. ἐὰν δὲ δέῃ καὶ πλατύτερον ὑπὲρ ἑκάστου τῶν ἐπενεχθέντων ἡμῖν ἀπολογήσασθαι, καὶ τοῦτο ποιήσομεν, τοῦ Θεοῦ συνεργοῦντος. ἡμεῖς, ἀδελφὲ Ὀλύμπιε, οὔτε τρεῖς θεοὺς λέγομεν, οὔτε Ἀπολιναρίῳ κοινωνοῦμεν.
Πάντα τὸν ἀπὸ τοῦ μετοπώρου χρόνον ἠγνόησα περὶ τῆς εὐλαβείας σου, ὅπου διάγεις. καὶ γὰρ πεπλανημένας τὰς φήμας εὕρισκον, τῶν μὲν ἀπαγγελλόντων ἐν Σαμοσάτοις διατρίβειν σου τὴν εὐλάβειαν, τῶν δὲ ἐν τῇ χώρᾳ, ἄλλων δὲ περὶ τὰς βάτνας αὐτὰς διαβεβαιουμένων ἑωρακέναι· διὸ οὐδὲ συνεχῶς ἐπέστειλα. νῦν δὲ μαθὼν ἐν Ἀντιοχείᾳ διάγειν, ἐν τῇ οἰκίᾳ τοῦ αἰδεσιμωτάτου Σατορνίνου τοῦ κόμητος, ἔδωκα τὴν ἐπιστολὴν προθύμως τῷ ποθεινοτάτῳ καὶ εὐλαβεστάτῳ ἀδελφῷ Σαγκτισσίμῳ τῷ συμπρεσβυτέρῳ, δι’ οὗ προσφθέγγομαί σου τὴν ἀγάπην, παρακαλῶν ὅπουπερ ἂν ᾖς μεμνῆσθαι μάλιστα μὲν τοῦ Θεοῦ, εἶτα καὶ ἡμῶν, οὓς ἀγαπᾷν ἐξ ἀρχῆς προείλου, καὶ ἔχειν ἐν τοῖς οἰκειοτάτοις ἀριθμουμένους.
Τῆς μὲν σωματικῆς φιλίας ὀφθαλμοὶ πρόξενοι γίνονται, καὶ ἡ διὰ μακροῦ χρόνου ἐγγινομένη συνήθεια βεβαιοῖ· τὴν δὲ ἀληθινὴν ἀγάπην ἡ τοῦ Πνεύματος δωρεὰ συνίστησι, συνάπτουσα μὲν τὰ μακρῷ διεστῶτα τόπῳ, γνωρίζουσα δὲ ἀλλήλοις τοὺς ἀγαπητούς, οὐ διὰ σωματικῶν χαρακτήρων, ἀλλὰ διὰ τῶν τῆς ψυχῆς ἰδιωμάτων. ὃ δὴ καὶ ἐφʼ ἡμῶν ἡ τοῦ Κυρίου χάρις ἐποίησε, παρασχομένη ἡμᾶς ἰδεῖν σε τοῖς τῆς ψυχῆς ὀφθαλμοῖς, καὶ περιπτύξασθαί σε τῇ ἀγάπῃ τῇ ἀληθινῇ, καὶ οἱονεὶ συμφυῆναί σοι καὶ πρὸς μίαν ἐλθεῖν ἕνωσιν ἐκ τῆς κατὰ τὴν πίστιν κοινωνίας. πεπείσμεθα γάρ σε ἀνδρὸς τοσούτου θρέμμα ὑπάρχοντα, καὶ τὴν ἐκ παλαιοῦ διατριβὴν μετʼ αὐτοῦ λαχόντα, τῷ αὐτῷ πορεύεσθαι πνεύματι, καὶ τοῖς αὐτοῖς στοιχεῖν τῆς εὐσεβείας δόγμασι. Διὸ καὶ προσφθεγγόμεθά σου τὴν τιμιότητα, καὶ παρακαλοῦμεν μετὰ τῶν ἄλλων καὶ τὴν περὶ ἡμᾶς διάθεσιν τοῦ μεγάλου ἀνδρὸς διαδέξασθαι· ἐπιστέλλειν τε ἡμῖν συνήθως τὰ κατὰ σαυτόν, καὶ ἐπιμελεῖσθαι τῆς πανταχοῦ ἀδελφότητος τοῖς αὐτοῖς σπλάγχνοις καὶ τῇ αὐτῇ προθυμίᾳ, ᾗ καὶ ὁ μακαριώτατος ἐκεῖνος περὶ πάντας ἐχρῆτο τοὺς ἀγαπῶντας τὸν Θεὸν ἐν ἀληθείᾳ.
Ὅσον ηὔφρανας ἡμᾶς τοῖς γράμμασιν εἰκάζεις που πάντως αὐτοῖς οἷς ἐπέστειλας· οὕτω τὸ καθαρὸν τῆς καρδίας, ἀφʼ ἧς προῆλθεν ἐκεῖνα τὰ ῥήματα, ἀκριβῶς ἐκ τῶν γραμμάτων κατεμηνύετο. καὶ γὰρ ὁλκὸς μὲν ὕδατος δείκνυσι τὴν οἰκείαν πηγήν, λόγου δὲ φύσις τὴν προενεγκοῦσαν αὐτὸν καρδίαν χαρακτηρίζει. ὥστε ἄτοπόν τε καὶ πολὺ τοῦ εἰκότος παρηλλαγμένον πεπονθέναι ὁμολογῶ. σπουδάζων γὰρ ἀεὶ γράμμασιν ἐντυγχάνειν τῆς τελειότητός σου, ἐπειδὴ ἔλαβον εἰς χεῖρας τὴν ἐπιστολὴν καὶ ἀνέγνων αὐτήν, οὐχ ἥσθην μᾶλλον τοῖς ἐπεσταλμένοις, ἢ ἠνιάθην τὴν ζημίαν, ὁπόση γέγονεν ἡμῖν κατὰ τὸν τῆς σιωπῆς χρόνον, διαλογιζόμενος. Ἀλλʼ ἐπειδὴ ἤρξω γράφειν, μὴ διαλίπῃς τοῦτο ποιῶν. εὐφρανεῖς γὰρ πλέον ἢ οἱ τὰ πολλὰ χρήματα τοῖς φιλοπλούτοις διαπεμπόμενοι· τῶν δὲ γραφέων οὐδείς μοι παρῆν, οὔτε τῶν καλλιγραφούντων οὔτε τῶν ταχυγράφων. οὓς γὰρ ἔτυχον ἐξασκήσας, οἱ μὲν ἀνέδραμον ἐπὶ τὴν πρώτην τοῦ βίου συνήθειαν, οἱ δὲ ἀπειρήκασι πρὸς τοὺς πόνους, χρονίαις ἀρρωστίαις κεκακωμένοι.
Ἐνέτυχον τοῖς ἀποσταλεῖσι βιβλίοις παρὰ τῆς τιμιότητός σου. καὶ τῷ μὲν δευτέρῳ ὑπερήσθην, οὐ διὰ τὴν βραχύτητα μόνον, ὡς εἰκὸς ἦν τὸν ἀργῶς πρὸς πάντα καὶ ἀσθενῶς λοιπὸν διακείμενον, ἀλλʼ ὅτι πυκνόν τε ἅμα ἐστὶ ταῖς ἐννοίαις, καὶ εὐκρινῶς ἐν αὐτῷ ἔχουσιν αἵ τε ἀντιθέσεις τῶν ὑπεναντίων καὶ αἱ πρὸς αὐτὰς ἀπαντήσεις· καὶ τὸ τῆς λέξεως ἁπλοῦν τε καὶ ἀκατάσκευον πρέπον ἔδοξέ μοι εἶναι προθέσει Χριστιανοῦ, οὐ πρὸς ἐπίδειξιν μᾶλλον ἢ κοινὴν ὠφέλειαν συγγράφοντος. τὸ δὲ πρότερον, τὴν μὲν δύναμιν ἔχον τὴν αὐτὴν ἐν τοῖς πράγμασι, λέξει δὲ πολυτελεστέρᾳ καὶ σχήμασι ποικίλοις καὶ διαλογικαῖς χάρισι κεκομψευμένον, πολλοῦ μοι ἐφάνη καὶ χρόνου πρὸς τὸ ἐπελθεῖν καὶ πόνου διανοίας πρὸς τὸ καὶ συλλέξαι τὰς ἐννοίας καὶ παρακατασχεῖν αὐτὰς τῇ μνήμῃ δεόμενον. αἱ γὰρ ἐν τῷ μεταξὺ παρεμβαλλόμεναι διαβολαὶ τῶν ὑπεναντίων καὶ συστάσεις τῶν ἡμετέρων, εἰ καὶ γλυκύτητάς τινας ἐπεισάγειν δοκοῦσι διαλεκτικὰς τῷ συγγράμματι, ἀλλʼ οὖν τῷ σχολὴν καὶ διατριβὴν ἐμποιεῖν διασπῶσι μὲν τὸ συνεχὲς τῆς ἐννοίας καὶ τοῦ ἐναγωνίου λόγου τὸν τόνον ὑποχαυνοῦσιν. Ἐκεῖνο γὰρ πάντως συνεῖδέ σου ἡ ἀγχίνοια, ὅτι καὶ τῶν ἔξωθεν φιλοσόφων οἱ τοὺς διαλόγους συγγράψαντες, Ἀριστοτέλης μὲν καὶ Θεόφραστος, εὐθὺς αὐτῶν ἥψαντο τῶν πραγμάτων, διὰ τὸ συνειδέναι ἑαυτοῖς τῶν Πλατωνικῶν χαρίτων τὴν ἔνδειαν. Πλάτων δὲ τῇ ἐξουσίᾳ τοῦ λόγου ὁμοῦ μὲν τοῖς δόγμασι μάχεται, ὁμοῦ δὲ καὶ παρακωμῳδεῖ τὰ πρόσωπα, Θρασυμάχου μὲν τὸ θρασὺ καὶ ἰταμὸν διαβάλλων, Ἱππίου δὲ τὸ κοῦφον τῆς διανοίας καὶ χαῦνον, καὶ Πρωταγόρου τὸ ἀλαζονικὸν καὶ ὑπέρογκον. ὅπου δὲ ἀόριστα πρόσωπα ἐπεισάγει τοῖς διαλόγοις, τῆς μὲν εὐκρινείας ἕνεκεν τῶν πραγμάτων κέχρηται τοῖς προσδιαλεγομένοις, οὐδὲν δὲ ἕτερον ἐκ τῶν προσώπων ἐπεισκυκλεῖ ταῖς ὑποθέσεσιν· ὅπερ ἐποίησεν ἐν τοῖς Νόμοις. Δεῖ οὖν καὶ ἡμᾶς τοὺς οὐ κατὰ φιλοτιμίαν ἐρχομένους ἐπὶ τὸ γράφειν, ἀλλʼ ὑποθήκας καταλιμπάνειν ὠφελίμων λόγων τῇ ἀδελφότητι προελομένους, ἐὰν μέν τι πᾶσι προκεκηρυγμένον ἐπὶ αὐθαδείᾳ τρόπου πρόσωπον ὑποβαλλώμεθα, τινὰ καὶ ἀπὸ προσώπου ποιότητος παραπλέκειν τῷ λόγῳ, εἴπερ ὅλως ἐπιβάλλει ἡμῖν διαβάλλειν ἀνθρώπους, τῶν πραγμάτων ἀφεμένους. ἐὰν δὲ ἀόριστον ᾖ τὸ διαλεγόμενον, αἱ πρὸς τὰ πρόσωπα διαστάσεις τὴν μὲν συνάφειαν διακόπτουσι, πρὸς οὐδὲν δὲ πέρας χρήσιμον ἀπαντῶσι. Ταῦτα εἶπον ἵνα δειχθῇ, ὅτι οὐκ εἰς κόλακος χεῖρας ἀπέστειλάς σου τοὺς πόνους, ἀλλὰ ἀδελφῷ τῷ γνησιωτάτῳ ἐκοινώνησας τῶν καμάτων. εἶπον δὲ οὐ πρὸς ἐπανόρθωσιν τῶν γεγραμμένων, ἀλλὰ πρὸς φυλακὴν τῶν μελλόντων. πάντως γὰρ ὁ τοσαύτῃ περὶ τὸ γράφειν ἕξει καὶ σπουδῇ κεχρημένος οὐκ ἀποκνήσει γράφων· ἐπειδὴ οὐδὲ οἱ τὰς ὑποθέσεις παρέχοντες ἀπολήγουσιν. ἡμῖν δὲ ἀρκέσει μὲν ἀναγινώσκειν τὰ ὑμέτερα· τοῦ δὲ δύνασθαι γράφειν τι τοσοῦτον ἀποδέομεν, ὅσον μικροῦ δέω λέγειν, καὶ τοῦ ὑγιαίνειν, ἢ καὶ τοῦ μετρίαν σχολὴν ἄγειν ἀπὸ τῶν πραγμάτων. Ἀπέστειλα δὲ νῦν διὰ τοῦ ἀναγνώστου τὸ μεῖζον καὶ πρότερον, ἐπελθὼν αὐτὸ ὡς ἐμοὶ δυνατόν. τὸ δὲ δεύτερον παρακατέσχον, βουλόμενος αὐτὸ μεταγράψαι, καὶ μὴ εὐπορῶν τέως τινὸς τῶν εἰς τάχος γραφόντων. μέχρι γὰρ τοσαύτης ἦλθε πενίας τὰ ἐπίφθονα Καππαδοκῶν.
Ἐν οἵοις ἡμᾶς ὄντας κατέλαβεν ὁ χρηστὸς Ἰσαάκης αὐτός σοι ἄμεινον διηγήσεται, εἰ καὶ μὴ ἀρκοῦσαν ἔχει τὴν γλῶσσαν, ὥστε τραγικῶς ἐξαγγεῖλαι τὸ ὑπεραῖρον τῶν παθῶν, τοσοῦτον ἦν τῆς ἀρρωστίας τὸ μέγεθος. καὶ τὸ εἰκὸς δὲ παντὶ γνώριμον τῷ ἐμὲ καὶ κατὰ βραχὺ ἐπισταμένῳ. εἰ γὰρ ἐν τῇ δοκούσῃ εὐεξίᾳ τῶν ἀπεγνωσμένων πρὸς τὸ ζῇν ἀσθενέστερον διεκείμην, γινώσκειν ἔξεστι τίς ἂν ἤμην ἐπὶ τῆς ἀρρωστίας. καίτοιγε ἐχρῆν (δὸς γὰρ τῷ πυρετῷ συγγνώμην ἐρεσχελοῦντι), ἐπειδή μοι κατὰ φύσιν ἦν τὸ νοσεῖν, ἐν τῇ μεταβολῇ ταύτῃ τῆς ἕξεως ὑγείας μοι νῦν τὸ κράτιστον περιεῖναι. ἀλλʼ ἐπειδὴ μάστιξ τοῦ Κυρίου ἐστὶ προσθήκαις ταῖς κατὰ τὴν ἡμετέραν ἀξίαν τὸ ἀλγεινὸν ἐπιτείνουσα, ἀσθένειαν ἐπὶ τῇ ἀσθενείᾳ προσεκτησάμην, ὥστε τὸ ἀπὸ τούτου καὶ παιδὶ φανερὸν εἶναι, ὅτι πᾶσα ἀνάγκη οἰχήσεσθαι ἡμῖν τὸ ἔλυτρον τοῦτο, πλὴν εἰ μή που ἄρα ἡ τοῦ Θεοῦ φιλανθρωπία ἡμῖν ἐν τῇ μακροθυμίᾳ αὐτοῦ χρόνους εἰς μετάνοιαν χαριζομένη, ποιήσειε καὶ νῦν, ὡς καὶ πολλάκις πρότερον, λύσιν τινὰ καὶ πόρον ἐκ τῶν ἀμηχάνων δεινῶν. ταῦτα μὲν οὖν ἕξει ὡς αὐτῷ φίλον καὶ ἡμῖν συμφέρον. Τὰ δὲ τῶν ἐκκλησιῶν ὅπως οἴχεται καὶ προπέποται, ἡμῶν τῆς οἰκείας ἀσφαλείας ἕνεκεν τὰ τῶν πλησίον περιορώντων καὶ οὐδὲ τοῦτο συνορᾷν δυναμένων, ὅτι τῇ τοῦ κοινοῦ κακοπραγίᾳ καὶ τὸ καθʼ ἕκαστον συναπόλλυται, τί χρὴ καὶ λέγειν; ἄλλως τε καὶ πρὸς ἄνδρα, ὃς πόρρωθεν ἕκαστα προειδώς, καὶ προδιεμαρτύρω καὶ προεκήρυξας, καὶ αὐτός τε προεξανέστης, καὶ τοὺς λοιποὺς συνεπήγειρας, ἐπιστέλλων, αὐτὸς παραγινόμενος, τί οὐ ποιῶν, τίνα φωνὴν οὐκ ἀφιείς ϲ ὧν μεμνήμεθα μὲν ἐφʼ ἑκάστῳ τῶν ἐκβαινόντων, ὠφελούμεθα δὲ ἀπʼ αὐτῶν οὐκέτι. καὶ νῦν εἰ μὴ αἱ ἁμαρτίαι ἀντέστησάν μοι, καὶ τὸ μὲν πρῶτον ὁ εὐλαβέστατος καὶ ἀγαπητὸς ἀδελφὸς ἡμῶν Εὐστάθιος ὁ συνδιάκονος, εἰς νόσον χαλεπὴν καταπεσών, εἰς ὅλους με δύο παρέτεινε μῆνας, ἡμέραν ἐξ ἡμέρας τὴν σωτηρίαν αὐτοῦ περιμένοντα· ἔπειτα δὲ οἱ σὺν ἐμοὶ πάντες ἠσθένησαν, ὧν τὰ μὲν καταλείμματα ἐξαριθμήσεται ὁ ἀδελφὸς Ἰσαάκης· τὸ δὲ τελευταῖον αὐτὸς ἐγὼ τῇ νόσῳ κατεσχέθην ταύτῃ· ἐπεὶ πάλαι ἂν ἤμην παρὰ τὴν σὴν τιμιότητα, οὐκ ὄφελός τι τοῖς κοινοῖς παρεχόμενος, ἀλλʼ ἐμαυτῷ μέγα κέρδος ἐκ τῆς συντυχίας σου κτώμενος. καὶ γὰρ ἐγνώκειν ἔξω τῶν ἐκκλησιαστικῶν γενέσθαι βελῶν διὰ τὸ ἀφύλακτον ἡμῶν πρὸς τὰ σκευωρούμενα παρὰ τῶν ἐναντίων. σώζοι σε τῷ βίῳ παντὶ ἡ μεγάλη τοῦ Θεοῦ χείρ, τὸν γενναῖον φύλακα τῆς πίστεως καὶ νήφοντα τῶν ἐκκλησιῶν προστάτην· καὶ καταξιώσειεν ἡμᾶς πρὸ τῆς ἐξόδου τῆς συντυχίας σου ἐπʼ ὠφελείᾳ τῶν ψυχῶν ἡμῶν.
Νῦν μοι δοκῶ μάλιστα ἐπαισθάνεσθαι τῆς ζημίας, ἣν ὑπομένω διὰ τὸ ἀρρωστεῖν, ὁπότε, ἀνδρὸς τοιούτου τὴν πατρίδα ἡμῶν ἐφέποντος, αὐτὸς ἀπεῖναι διὰ τὴν ἐπιμέλειαν τοῦ σώματος ἀναγκάζομαι. μῆνα γὰρ ὅλον ἤδη προσκαθέζομαι τῇ ἐκ τῶν αὐτοφυῶς θερμῶν ὑδάτων θεραπείᾳ ὡς δή τι ὄφελος ἐντεῦθεν ἕξων. ἔοικα δὲ διακενῆς πονεῖν ἐπὶ τῆς ἐρημίας, ἢ καὶ γέλωτος τοῖς πολλοῖς ἄξιος εἶναι φαίνεσθαι, μηδὲ τῆς παροιμίας ἀκούων τῆς οὐδὲν ἀπὸ θερμῶν ὄφελος εἶναι τοῖς τεθνηκόσι λεγούσης. Διόπερ καὶ οὕτως ἔχων βούλομαι πάντα παρεὶς καταλαβεῖν σου τὴν σεμνοπρέπειαν, ὥστε τῶν ἐν σοὶ καλῶν ἀπολαύειν καὶ τὰ κατὰ τὸν οἶκον τὸν ἐμαυτοῦ πράγματα διὰ τῆς σῆς ὀρθότητος εὐπρεπῶς διαθέσθαι. ἐμὸς γάρ ἐστιν ἴδιος ὁ τῆς σεμνοτάτης μητρὸς ἡμῶν Παλλαδίας οἶκος, ἣν οὐ μόνον ἡ τοῦ γένους οἰκειότης ἡμῖν συνάπτει, ἀλλὰ καὶ τὸ τοῦ τρόπου δεξιὸν ἀντὶ μητρὸς ἡμῖν εἶναι πεποίηκεν. ἐπεὶ οὖν κεκίνηταί τις ταραχὴ περὶ τὸν οἶκον αὐτῆς, ἀξιοῦμέν σου τὴν μεγαλόνοιαν μικρὸν ὑπερθέσθαι τὴν ἐξέτασιν καὶ ἀναμεῖναι ἡμῶν τὴν παρουσίαν, οὐχ ὥστε διαφθαρῆναί τὸ δίκαιον (μυριάκις γὰρ ἂν ἀποθανεῖν ἑλοίμην ἢ τοιαύτην αἰτῆσαι χάριν παρὰ δικαστοῦ φίλου τοῖς νόμοις καὶ τῷ δικαίῳ), ἀλλʼ ὥστε ἃ οὐκ εὐπρεπὲς ἐμοὶ γράφειν, ταῦτα ἀπὸ στόματος ἀπαγγέλλοντός μου μαθεῖν. οὕτω γὰρ οὔτε αὐτὸς τῆς ἀληθείας διαμαρτήσῃ, οὔτε ἡμεῖς πεισόμεθά τι τῶν ἀβουλήτων. δέομαι οὖν, τοῦ προσώπου ἐν ἀσφαλείᾳ ὄντος καὶ κατεχομένου παρὰ τῆς τάξεως, ἀνεπαχθῆ ταύτην χάριν καὶ ἀνεπίφθονον ἡμῖν καταθέσθαι.
Τίνα με οἴει ψυχὴν ἐσχηκέναι, ὅτε τὴν ἐπιστολὴν ἐδεξάμην τῆς θεοσεβείας σου; εἰ μὲν γὰρ πρὸς τὴν ἐν τῷ γράμματι ἀπεῖδον διάθεσιν, εὐθὺς ὥρμων πέτεσθαι τὴν εὐθὺς Σύρων, εἰ δὲ πρὸς τὴν ἀρρωστίαν τοῦ σώματος, ὑφʼ ἧς πεπεδημένος ἐκείμην, ᾐσθανόμην οὐχὶ τοῦ πέτεσθαι μόνον ἀλλὰ καὶ τοῦ ἐπὶ τῆς κλίνης στρέφεσθαι ἐνδεῶς ἔχων. πεντηκοστὴν γὰρ ταύτην ἡμέραν ἦγον ἐν τῇ ἀρρωστίᾳ, καθʼ ἣν ἐπέστη ἡμῖν ὁ ἀγαπητὸς καὶ σπουδαιότατος ἀδελφὸς ἡμῶν συνδιάκονος Ἐλπίδιος· πολλὰ μὲν τῷ πυρετῷ δαπανηθείς, ὃς ἀπορίᾳ τῆς τρεφούσης αὐτὸν ὕλης, τῇ ξηρᾷ ταύτῃ σαρκὶ οἷον θρυαλλίδι κεκαυμένῃ περιειλούμενος, μαρασμὸν καὶ χρονίαν ἐπήγαγεν ἀρρωστίαν· τὰ δὲ ἐφεξῆς, ἡ ἀρχαία πληγή μου, τὸ ἧπαρ τοῦτο διαδεξάμενον, ἀπέκλεισε μέν με τῶν σιτίων, ἀπεδίωξε δὲ τῶν ὀμμάτων τὸν ὕπνον, ἐν μεθορίοις δὲ κατέσχε ζωῆς καὶ θανάτου, τοσοῦτον ζῆν ἐπίτρεπον, ὅσον τῶν ἀπʼ αὐτοῦ δυσχερῶν ἐπαισθάνεσθαι. ὥστε καὶ ὕδασιν ἐχρησάμην αὐτοφυῶς θερμοῖς καί τινας παρʼ ἰατρῶν ἐπιμελείας κατεδεξάμην. ἅπαντα δὲ ἤλεγξε τὸ νεανικὸν τοῦτο κακόν· ὅ, τοῦ μὲν ἔθους παρόντος, κἂν ἄλλος ἐνέγκοι, ἀμελετήτως δὲ προσπεσόντος οὐδεὶς οὕτως ἀδαμάντινος ὥστε ἀντισχεῖν. Ὑφʼ οὗ πολὺν ὀχληθεὶς χρόνον, οὐδέποτε οὕτως ἠνιάθην ὅσον νῦν, ἐμποδισθεὶς παρʼ αὐτοῦ πρὸς τὴν συντυχίαν τῆς ἀληθινῆς ἀγάπης σου. οἵας γὰρ ἀπεστερήθημεν θυμηδίας οἶδα καὶ αὐτός, εἰ καὶ ἄκρῳ δακτύλῳ τοῦ γλυκυτάτου μέλιτος τῆς παρʼ ὑμῖν ἐκκλησίας ἀπεγευσάμην πέρυσιν. Ἐγὼ δὲ καὶ ἄλλων ἀναγκαίων ἕνεκεν πραγμάτων ἐδεόμην εἰς ταὐτὸν γενέσθαι τῇ θεοσεβείᾳ σου καὶ περὶ πολλῶν μὲν ἀνακοινώσασθαι, πολλὰ δὲ μαθεῖν. καὶ γὰρ οὐδέ ἐστιν ἐνταῦθα οὐδὲ ἀγάπης ἀληθινῆς ἐπιτυχεῖν. ὅταν δὲ καὶ πάνυ τις ἀγαπῶντα εὕροι, οὐκ ἔστιν ὁ δυνάμενος παραπλησίως τῇ τελείᾳ σου φρονήσει καὶ τῇ ἐμπειρίᾳ, ἣν ἐκ πολλῶν τῶν περὶ τὰς ἐκκλησίας συνελέξω καμάτων, δοῦναι γνώμην ἡμῖν περὶ τῶν προκειμένων. Τὰ μὲν οὖν ἄλλα οὐκ ἐνῆν γράφειν· ἃ δʼ οὖν καὶ ἐξενεγκεῖν ἀσφαλὲς ταῦτά ἐστιν. ὁ πρεσβύτερος· Εὐάγριος, ὁ υἱὸς Πομπηϊανοῦ τοῦ Ἀντιοχέως, ὁ συναπάρας ποτὲ ἐπὶ τὴν δύσιν τῷ μακαρίῳ Εὐσεβίῳ ἐπανῆκε νῦν ἐκ τῆς Ῥώμης, ἀπαιτῶν ἡμᾶς ἐπιστολὴν αὐτὰ τὰ παρʼ ἐκείνων γεγραμμένα ἔχουσαν αὐτολεξεὶ (ἀνεκόμισε δὲ ἡμῖν εἰς τοὐπίσω τὰ παρʼ ἡμῶν, ὡς οὐκ ἀρέσαντα τοῖς ἀκριβεστέροις τῶν ἐκεῖ), καὶ πρεσβείαν τινὰ δι’ ἀνδρῶν ἀξιολόγων ἤδη κατεπείγεσθαι, ὑπὲρ τοῦ εὐπρόσωπον ἔχειν ἀφορμὴν τοὺς ἄνδρας τῆς ἐπισκέψεως ἡμῶν. Οἱ κατὰ Σεβάστειαν τὰ ἡμέτερα φρονοῦντες, Εὐσταθίου τὸ ὕπουλον τῆς κακοδοξίας ἕλκος ἀπογυμνώσαντες, ἀπαιτοῦσί τινα παρʼ ἡμῶν ἐκκλησιαστικὴν ἐπιμέλειαν. Ἰκόνιον πόλις ἐστὶ τῆς Πισιδίας, τὸ μὲν παλαιὸν μετὰ τὴν μεγίστην ἡ πρώτη, νῦν δὲ καὶ αὐτὴ προκάθηται μέρους, ὅ, ἐκ διαφόρων τμημάτων συναχθέν, ἐπαρχίας ἰδίας οἰκονομίαν ἐδέξατο. αὕτη καλεῖ καὶ ἡμᾶς εἰς ἐπίσκεψιν, ὥστε αὐτῇ δοῦναι ἐπίσκοπον. τετελευτήκει γὰρ ὁ Φαυστῖνος. Εἰ οὖν δεῖ μὴ κατοκνεῖν τὰς ὑπερορίους χειροτονίας, καὶ ποίαν τινὰ χρὴ δοῦναι τοῖς Σεβαστηνοῖς ἀπόκρισιν, καὶ πῶς πρὸς τὰς τοῦ Εὐαγρίου διατεθῆναι γνώμας, ἐδεόμην διδαχθῆναι αὐτὸς δι’ ἐμαυτοῦ συντυχὼν τῇ τιμιότητί σου, ὧν πάντων ἀπεστερήθην διὰ τὴν παροῦσαν ἀσθένειαν. ἐὰν μὲν οὖν ᾖ τινὸς ἐπιτυχεῖν ταχέως πρὸς ἡμᾶς ἀφικνουμένου, καταξίωσον περὶ πάντων ἀποστεῖλαί μοι τὰς ἀποκρίσεις· εἰ δὲ μή, εὖξαι ἐλθεῖν ἐπὶ νοῦν μοι, ὅπερ εὐάρεστον ᾖ τῷ Κυρίῳ. ἐν δὲ τῇ συνόδῳ μνήμην ἡμῶν κέλευσον γενέσθαι, καὶ αὐτὸς δὲ πρόσευξαι ὑπὲρ ἡμῶν, καὶ τὸν λαὸν συμπαράλαβε, ἵνα τὰς λειπομένας ἡμέρας ἢ ὥρας τῆς παροικίας ἡμῶν καταξιωθῶμεν δουλεῦσαι, ὡς ἔστιν εὐάρεστον τῷ Κυρίῳ.
Ἡμᾶς μὲν ἡ ἀκοὴ τῶν γεγενημένων κατά τε τὴν Ἀλεξάνδρειαν καὶ τὴν λοιπὴν Αἴγυπτον διωγμῶν πάλαι κατέλαβε, καὶ διέθηκε τὰς ψυχάς, ὡς εἰκὸς ἦν. ἐλογισάμεθα γὰρ τὸ ἔντεχνον τοῦ διαβολικοῦ πολέμου· ὃς ἐπειδὴ εἶδεν ἐν τοῖς παρὰ τῶν ἐχθρῶν διωγμοῖς πληθυνομένην τὴν Ἐκκλησίαν καὶ μᾶλλον θάλλουσαν, μετέστρεψεν ἑαυτοῦ τὴν βουλήν, καὶ οὐκέτι ἐκ τοῦ προφανοῦς πολεμεῖ, ἀλλὰ κεκρυμμένα ἡμῖν τὰ ἔνεδρα τίθησι, καλύπτων αὐτοῦ τὴν ἐπιβουλὴν διὰ τοῦ ὀνόματος ὃ περιφέρουσιν, ἵνα καὶ πάθωμεν τὰ αὐτὰ τοῖς πατράσιν ἡμῶν, καὶ μὴ δόξωμεν πάσχειν ὑπὲρ Χριστοῦ, διὰ τὸ Χριστιανῶν ὄνομα ἔχειν καὶ τοὺς διώκοντας. ταῦτα λογιζόμενοι πολὺν χρόνον ἐκαθέσθημεν ἐπὶ τῇ ἀγγελίᾳ τῶν γεγενημένων ἐκπεπληγμένοι. καὶ γὰρ τῷ ὄντι ἤχησαν ἡμῶν ἀμφότερα τὰ ὦτα μαθόντα τὴν ἀναιδῆ καὶ μισάνθρωπον αἵρεσιν τῶν διωξάντων ὑμᾶς, ὅτι οὐχ ἡλικίαν ᾐδέσθησαν, οὐ τοὺς ἐν τῇ πολιτείᾳ καμάτους, οὐ λαῶν ἀγάπην· ἀλλὰ καὶ ᾐκίσαντο τὰ σώματα, καὶ ἠτίμωσαν, καὶ ἐξορίαις παρέδωκαν, καὶ διήρπασαν τὰς ὑπάρξεις ὧν εὑρεῖν ἠδυνήθησαν, οὔτε τὴν παρὰ ἀνθρώπων κατάγνωσιν ἐντρεπόμενοι, οὔτε τὴν φοβερὰν τοῦ δικαίου κριτοῦ ἀνταπόδοσιν προορώμενοι. ταῦτα ἡμᾶς ἐξέπληξε καὶ μικροῦ ἔξω ἐποίησε τῶν λογισμῶν. συνεισῆλθε δὲ τούτοις τοῖς διαλογισμοῖς κἀκείνη ἡ ἔννοια· ἆρα μὴ ἐγκατέλιπεν ἑαυτοῦ τὰς ἐκκλησίας παντελῶς ὁ Κύριος; ἆρα μὴ ἐσχάτη ὥρα ἐστί, καὶ ἡ ἀποστασία διὰ τούτων λαμβάνει τὴν εἴσοδον, ἵνα λοιπὸν ἀποκαλυφθῇ ὁ ἄνομος, ὁ υἱὸς τῆς ἀπωλείας, ὁ ἀντικείμενος, καὶ ὑπεραιρόμενος ἐπὶ πάντα λεγόμενον Θεὸν ἢ σέβασμα; Πλὴν εἴτε πρόσκαιρός ἐστιν ὁ πειρασμός, βαστάσατε αὐτόν, οἱ καλοὶ τοῦ Χριστοῦ ἀγωνισταί· εἴτε καὶ τῇ παντελεῖ φθορᾷ τὰ πράγματα παραδίδοται, μὴ ἀκηδιάσωμεν πρὸς τὰ παρόντα, ἀλλʼ ἀναμείνωμεν τὴν ἐξ οὐρανῶν ἀποκάλυψιν καὶ ἐπιφάνειαν τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. εἰ γὰρ πᾶσα ἡ κτίσις λυθήσεται καὶ μεταποιηθήσεται τὸ σχῆμα τοῦ κόσμου τούτου, τί θαυμαστὸν καὶ ἡμᾶς, μέρος ὄντας τῆς κτίσεως, παθεῖν τὰ κοινὰ πάθη καὶ παραδοθῆναι θλίψεσιν, ἃς κατὰ τὸ μέτρον τῆς δυνάμεως ἡμῶν ἐπάγει ἡμῖν ὁ δίκαιος κριτής, οὐκ ἐῶν ἡμᾶς πειρασθῆναι ὑπὲρ ὃ δυνάμεθα, ἀλλὰ διδοὺς σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν, τοῦ δυνηθῆναι ὑπενεγκεῖν; Ἀναμένουσιν ὑμᾶς, ἀδελφοί, οἱ τῶν μαρτύρων στέφανοι· ἕτοιμοί εἰσιν οἱ χοροὶ τῶν ὁμολογητῶν προτεῖναι ὑμῖν τὰς χεῖρας καὶ ὑποδέξασθαι ὑμᾶς εἰς τὸν ἴδιον ἀριθμόν. μνήσθητε τῶν πάλαι ἁγίων, ὅτι οὐδεὶς τρυφῶν οὐδὲ κολακευόμενος τῶν στεφάνων τῆς ὑπομονῆς ἠξιώθη, ἀλλὰ πάντες, διὰ μεγάλων θλίψεων πυρωθέντες, τὸ δοκίμιον ἐπεδείξαντο. οἱ μὲν γὰρ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, ἄλλοι δὲ ἐπρίσθησαν, οἱ δὲ ἐν φόνῳ μαχαίρας ἀπέθανον. ταῦτά ἐστι τὰ σεμνολογήματα τῶν ἁγίων. μακάριος ὁ καταξιωθεὶς τῶν ὑπὲρ Χριστοῦ παθημάτων. μακαριώτερος δὲ ὁ πλεονάσας ἐν τοῖς παθήμασι· διότι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς. Εἰ μὲν οὖν ἦν δυνατὸν αὐτόν με παραγενέσθαι, οὐδὲν ἂν προετίμησα τῆς συντυχίας ὑμῶν, ὥστε καὶ ἰδεῖν τοὺς ἀθλητὰς τοῦ Χριστοῦ, καὶ περιπτύξασθαι, καὶ κοινωνῆσαι τῶν προσευχῶν καὶ τῶν πνευματικῶν ἐν ὑμῖν χαρισμάτων. ἐπειδὴ δὲ τὸ σῶμά μοι λοιπὸν ὑπὸ χρονίας νόσου κατανάλωται, ὡς μηδὲ ἀπὸ τῆς κλίνης δύνασθαί με καταβαίνειν, καὶ οἱ ἐφεδρεύοντες ἡμῖν πολλοί, ὡς λύκοι ἅρπαγες, ἐπιτηροῦντες καιρὸν πότε δυνηθῶσι διαρπάσαι τὰ πρόβατα τοῦ Χριστοῦ, ἀναγκαίως ἐπὶ τὴν διὰ τοῦ γράμματος ἐπίσκεψιν ἦλθον, παρακαλῶν προηγουμένως μὲν ἐκτενεῖς τὰς ὑπὲρ ἐμοῦ ποιεῖσθαι ὑμᾶς δεήσεις, ἵνα καταξιωθῶ τὰς γοῦν λειπομένας ἡμέρας ἢ ὥρας δουλεῦσαι τῷ Κυρίῳ κατὰ τὸ εὐαγγέλιον τῆς βασιλείας, ἔπειτα καὶ συγγνώμην ἔχειν μου τῇ ἀπολείψει καὶ τῇ βραδυτῆτι ταύτῃ τῶν γραμμάτων. μόλις γὰρ ηὐπορήσαμεν ἀνθρώπου τοῦ δυναμένου ἐξυπηρετήσασθαι ἡμῶν τῇ ἐπιθυμίᾳ· λέγομεν δὲ τὸν υἱὸν ἡμῶν Εὐγένιον τὸν μονάζοντα, δι’ οὗ παρακαλῶ εὔξασθαι ὑπὲρ ἡμῶν καὶ τῆς Ἐκκλησίας πάσης, καὶ ἀντιγράψαι ἡμῖν τὰ περὶ ὑμῶν, ἵνα γνόντες εὐθυμότερον διατεθῶμεν.
Τίς δώσει μοι πτέρυγας, ὡσεὶ περιστερᾶς; καὶ πετασθήσομαι πρὸς ὑμᾶς καὶ καταπαύσω τὸν πόθον ὃν ἔχω ἐπὶ τῇ συντυχίᾳ τῆς ὑμετέρας ἀγάπης. νυνὶ δὲ οὐχὶ πτερύγων ἐνδεῶς ἔχω μόνον, ἀλλὰ καὶ αὐτοῦ τοῦ σώματος, πάλαι μέν μοι ὑπὸ μακρᾶς τῆς ἀρρωστίας πεπονηκότος, νῦν δὲ ὑπὸ τῶν συνεχῶν θλίψεων παντελῶς συντετριμμένου. τίς γὰρ οὕτως ἀδαμάντινος τὴν ψυχήν, τίς οὕτω παντελῶς ἀσυμπαθὴς καὶ ἀνήμερος, ὡς ἀκούων τοῦ πανταχόθεν ἡμᾶς προσβάλλοντος στεναγμοῦ, οἷον ἀπό τινος χοροῦ κατηφοῦς κοινόν τινα θρῆνον καὶ σύμφωνον προσηχοῦντος, μὴ οὐχὶ παθεῖν τὴν ψυχήν, καὶ κατακαμφθῆναι εἰς γῆν, καὶ ταῖς ἀμηχάνοις ταύταις μερίμναις παντελῶς ἐκτακῆναι; ἀλλὰ δυνατὸς ὁ ἅγιος Θεὸς δοῦναί τινα λύσιν τῶν ἀμηχάνων καὶ χαρίσασθαι ἡμῖν τινὰ τῶν μακρῶν πόνων ἀναπνοήν. ὥστε καὶ ὑμᾶς τὴν αὐτὴν ἔχειν ἀξιῶ παράκλησιν καὶ τῇ ἐλπίδι τῆς παρακλήσεως χαίροντας ὑμᾶς τὸ παρὸν ἀλγεινὸν τῶν θλίψεων ὑπομένειν. εἴτε γὰρ ἁμαρτημάτων ἀποτίννυμεν δίκας, ἱκαναὶ αἱ μάστιγες πρὸς παραίτησιν λοιπὸν τῆς ἐφʼ ἡμῖν ὀργῆς τοῦ Θεοῦ· εἴτε εἰς τοὺς ὑπὲρ τῆς εὐσεβείας ἀγῶνας διὰ τῶν πειρασμῶν τούτων κεκλήμεθα, δίκαιος ὁ ἀθλοθέτης μὴ ἐᾶσαι ἡμᾶς πειρασθῆναι ὑπὲρ ὃ δυνάμεθα ὑπενεγκεῖν, ἀλλʼ ἐπὶ τοῖς προπεπονημένοις ἀποδοῦναι ἡμῖν τὸν τῆς ὑπομονῆς καὶ τῆς εἰς αὐτὸν ἐλπίδος στέφανον. μὴ οὖν ἀποκάμωμεν ἐναθλοῦντες εἰς τοὺς ὑπὲρ τῆς εὐσεβείας ἀγῶνας, μηδὲ δι’ ἀνελπιστίας τὰ πονηθέντα ἡμῖν προώμεθα. οὐ γὰρ μία πρᾶξις ἀνδρείας οὐδὲ βραχὺς πόνος τὸ τῆς ψυχῆς καρτερὸν διαδείκνυσιν, ἀλλʼ ὁ δοκιμάζων ἡμῶν τὰς καρδίας διὰ μακρᾶς καὶ παρατεταμένης τῆς δοκιμασίας βούλεται ἡμᾶς τῆς δικαιοσύνης στεφανίτας ἀποδειχθῆναι. Μόνον ἀνένδοτον φυλασσέσθω τὸ φρόνημα ἡμῶν, ἄσειστον τὸ στερέωμα τῆς εἰς Χριστὸν πίστεως διατηρείσθω, καὶ ἥξει ἐν τάχει ὁ ἀντιληψόμενος ἡμῶν· ἥξει καὶ οὐ χρονιεῖ. προσδέχου γὰρ θλίψιν ἐπὶ θλίψει, ἐλπίδα ἐπʼ ἐλπίδι, ἔτι μικρόν, ἔτι μικρόν. οὕτως οἶδε ψυχαγωγεῖν τῇ ἐπαγγελίᾳ τοῦ μέλλοντος τοὺς ἑαυτοῦ τροφίμους τὸ Πνεῦμα τὸ ἅγιον. μετὰ γὰρ τὰς θλίψεις ἡ ἐλπίς, ἐκ τοῦ σύνεγγυς δὲ πάρεστι τὰ ἐλπιζόμενα. κἂν γὰρ ὅλον τις εἴποι τὸν ἀνθρώπινον βίον, σμικρότατόν ἐστι διάστημα παντελῶς, συγκρίσει ἐκείνου τοῦ ἀπεράντου αἰῶνος τοῦ ἐν ταῖς ἐλπίσιν ἀποκειμένου. Πίστιν δὲ ἡμεῖς οὔτε παρʼ ἄλλων γραφομένην ἡμῖν νεωτέραν παραδεχόμεθα, οὔτε αὐτοὶ τὰ τῆς ἡμετέρας διανοίας γεννήματα παραδιδόναι τολμῶμεν, ἵνα μὴ ἀνθρώπινα ποιήσωμεν τὰ τῆς εὐσεβείας ῥήματα· ἀλλʼ ἅπερ παρὰ τῶν ἁγίων πατέρων δεδιδάγμεθα, ταῦτα τοῖς ἐρωτῶσιν ἡμᾶς διαγγέλλομεν. ἔστι τοίνυν ἐκ πατέρων ἐμπολιτευομένη τῇ ἐκκλησίᾳ ἡμῶν ἡ γραφεῖσα παρὰ τῶν ἁγίων πατέρων πίστις τῶν κατὰ τὴν Νίκαιαν συνελθόντων· ἣν ἡγούμεθα μὲν διὰ στόματος εἶναι καὶ παρʼ ὑμῖν, οὐ παραιτούμεθα δέ, ἵνα μὴ ὄκνου ἔγκλημα ἀπενεγκώμεθα, καὶ αὐτὰ τὰ ῥήματα ἐνσημᾶναι τῷ γράμματι. ἔστι δὲ ταῦτα. πιστεύομεν εἰς ἕνα Θεὸν Πατέρα παντοκράτορα, ὁρατῶν τε πάντων καὶ ἀοράτων ποιητήν. καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστὸν τὸν Υἱὸν τοῦ Θεοῦ, γεννηθέντα ἐκ τοῦ Πατρὸς μονογενῆ· τουτέστιν, ἐκ τῆς οὐσίας τοῦ Πατρός· φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ· γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι’ οὗ τὰ πάντα ἐγένετο, τά τε ἐν τῷ οὐρανῷ καὶ τὰ ἐν τῇ γῇ. τὸν δι’ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα· σαρκωθέντα, ἐνανθρωπήσαντα, παθόντα, καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ· ἀνελθόντα εἰς οὐρανούς, ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς. καὶ εἰς τὸ ἅγιον Πνεῦμα. τοὺς δὲ λέγοντας, ἦν ποτέ, ὅτε οὐκ ἦν· καί, πρὶν γεννηθῆναι οὐκ ἦν· καί, ὅτι ἐξ οὐκ ὄντων ἐγένετο· ἢ ἐξ ἑτέρας ὑποστάσεως ἢ οὐσίας φάσκοντας εἶναι, ἢ τρεπτόν, ἢ ἀλλοιωτὸν τὸν Υἱὸν τοῦ Θεοῦ, τούτους ἀναθεματίζει ἡ καθολικὴ καὶ ἀποστολικὴ Ἐκκλησία. Πιστεύομεν τούτοις. ἐπειδὴ δὲ ἀδιόριστός ἐστιν ὁ περὶ τοῦ ἁγίου Πνεύματος λόγος, οὔπω τότε τῶν πνευματομάχων ἀναφανέντων, τὸ χρῆναι ἀναθεματίζεσθαι τοὺς λέγοντας τῆς κτιστῆς εἶναι καὶ δουλικῆς φύσεως τὸ Πνεῦμα τὸ ἅγιον ἐσίγησαν. οὐδὲν γὰρ ὅλως τῆς θείας καὶ μακαρίας Τριάδος κτιστόν.
Ἐδεξάμην ἤδη δύο ἐπιστολὰς παρὰ τῆς ἐνθέου καὶ τελειοτάτης φρονήσεώς σου, ὧν ἡ μὲν ὑπέγραφεν ἡμῖν ἐναργῶς, ὅπως μὲν προσεδοκήθημεν ὑπὸ τοῦ λαοῦ τοῦ ὑπὸ τὴν χεῖρα τῆς ὁσιότητός σου, ὅσον δὲ ἐλυπήσαμεν ἀπολειφθέντες τῆς ἁγιωτάτης συνόδου. ἡ δὲ ἑτέρα, ἡ παλαιοτέρα μέν, ὡς εἰκάζω τῷ γράμματι, ὕστερον δὲ ἡμῖν ἀποδοθεῖσα, διδασκαλίαν περιεῖχε πρέπουσάν σοι καὶ ἡμῖν ἀναγκαίαν, μὴ καταρρᾳθυμεῖν τῶν ἐκκλησιῶν τοῦ Θεοῦ, μηδὲ κατὰ μικρὸν προΐεσθαι τοῖς ὑπεναντίοις τὰ πράγματα, ἀφʼ ὧν τὰ μὲν ἐκείνων αὐξήσει, τὰ δὲ ἡμέτερα μειωθήσεται. καὶ οἶμαι πρὸς ἑκατέραν ἀποκεκρίσθαι· πλὴν ἀλλὰ καὶ νῦν, ἐπειδὴ ἄδηλον εἰ οἱ πιστευθέντες τὴν διακονίαν διέσωσαν ἡμῶν τὰς ἀποκρίσεις, περὶ τῶν αὐτῶν ἀπολογοῦμαι· πρὸς μὲν τὴν ἀπόλειψιν ἀληθεστάτην πρόφασιν γράφων, ἧς οἶμαι τὴν ἀκοὴν καὶ μέχρι τῆς σῆς ὁσιότητος διαβεβηκέναι, ὅτι ὑπὸ ἀρρωστίας κατεσχέθην τῆς μέχρις αὐτῶν με τῶν πυλῶν τοῦ θανάτου καταγαγούσης. καὶ ἔτι καὶ νῦν, ἡνίκα ἀπέστελλον περὶ τούτων, λείψανα φέρων τῆς ἀρρωστίας ἔγραφον. ταῦτα δέ ἐστι τοιαῦτα, ὥστε ἐξαρκεῖν ἑτέρῳ νοσήματα εἶναι δύσφορα. Πρὸς δὲ τό, ὅτι οὐ ῥᾳθυμίᾳ ἡμετέρᾳ τὰ τῶν ἐκκλησιῶν τοῖς ἐναντίοις προδέδοται, εἰδέναι βούλομαι τὴν θεοσέβειάν σου, ὅτι οἱ κοινωνικοὶ δῆθεν ἡμῖν τῶν ἐπισκόπων, ἢ ὄκνῳ, ἢ τῷ πρὸς ἡμᾶς ὑπόπτως ἔχειν ἔτι καὶ μὴ καθαρῶς, ἢ τῇ παρὰ τοῦ διαβόλου ἐγγινομένῃ πρὸς τὰς ἀγαθὰς πράξεις ἐναντιώσει, συνάρασθαι ἡμῖν οὐκ ἀνέχονται. ἀλλὰ σχήματι μὲν δῆθεν οἱ πλείους ἐσμὲν μετʼ ἀλλήλων, προστεθέντος ἡμῖν καὶ τοῦ χρηστοῦ Βοσπορίου, ἀληθείᾳ δὲ πρὸς οὐδὲν ἡμῖν τῶν ἀναγκαιοτάτων συναίρονται· ὥστε με καὶ ὑπὸ τῆς ἀθυμίας ταύτης τὸ πλεῖστον μέρος πρὸς τὴν ἀνάληψιν ἐμποδίζεσθαι, συνεχῶς μοι τῶν ἀρρωστημάτων ἐκ τῆς σφοδρᾶς λύπης ἀποστρεφόντων. Τί δʼ ἂν ποιήσαιμι μόνος, τῶν κανόνων, ὡς καὶ αὐτὸς οἶδας, ἐνὶ τὰς τοιαύτας οἰκονομίας μὴ συγχωρούντων; καίτοι τίνα θεραπείαν οὐκ ἐθεράπευσα; ποίου κρίματος αὐτοὺς οὐκ ἀνέμνησα τὰ μὲν διὰ γραμμάτων, τὰ δὲ καὶ διὰ τῆς συντυχίας; ἦλθον γὰρ καὶ μέχρι τῆς πόλεως κατὰ ἀκοὴν τοῦ ἐμοῦ θανάτου. ἐπεὶ δὲ ἔδοξε τῷ Θεῷ ζῶντας ἡμᾶς παρʼ αὐτῶν καταληφθῆναι, διελέχθημεν αὐτοῖς τὰ εἰκότα. καὶ παρόντα μὲν αἰδοῦνται, καὶ ὑπισχνοῦνται τὰ εἰκότα πάντα, ἀπολειφθέντες δὲ πάλιν πρὸς τὴν ἑαυτῶν ἀνατρέχουσι γνώμην. ταῦτα καὶ ἡμεῖς τῆς κοινῆς καταστάσεως τῶν πραγμάτων ἀπολαύομεν, προδήλως τοῦ Κυρίου ἐγκαταλιπόντος ἡμᾶς, τοὺς διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν ψύξαντας τὴν ἀγάπην. ἀλλὰ πρὸς πάντα ἡμῖν ἀρκεσάτω ἡ μεγάλη σου καὶ δυνατωτάτη πρὸς Θεὸν ἱκεσία. τάχα γὰρ ἂν ἢ γενοίμεθά τι τοῖς πράγμασι χρήσιμοι, ἢ διαμαρτόντες τῶν σπουδαζομένων, φύγοιμεν τὴν κατάκρισιν.
Συνήγαγον μὲν πάντας ἐν τῇ συνόδῳ τοῦ μακαρίου μάρτυρος Εὐψυχίου τοὺς ἀδελφοὺς ἡμῶν τοὺς χωρεπισκόπους, ὥστε γνωρίμους ποιῆσαι τῇ τιμιότητί σου. ἐπεὶ δὲ ἀπελείφθης, διὰ γραμμάτων αὐτοὺς ἀναγκαῖόν ἐστι προσαχθῆναί σου τῇ τελειότητι. γνώριζε τοίνυν τὸν ἀδελφὸν τόνδε ἄξιον ὄντα τοῦ πιστεύεσθαι παρὰ τῆς σῆς φρονήσεως διὰ τὸν φόβον τοῦ Κυρίου. καὶ ἅπερ ἂν τῶν πτωχῶν ἕνεκεν ἀναφέρῃ σου τῇ ἀγαθῇ προαιρέσει, καταξίωσον ὡς ἀληθεύοντι πείθεσθαι καὶ τὴν δυνατὴν ἐπικουρίαν παρέχεσθαι τοῖς καταπονουμένοις. καταξιώσεις δὲ δηλονότι καὶ πτωχοτροφίαν τῆς συμμορίας τῆς ὑπʼ αὐτὸν ἐπισκέψασθαι καὶ πάντη ἀνεῖναι τῆς συντελείας. τοῦτο γὰρ ἤδη καὶ τῷ ἑταίρῳ σου συνήρεσε τὴν μικρὰν κτῆσιν τῶν πενήτων ἀλειτουργητον καταστῆσαι.
Εἰ μὲν αὐτῷ μοι δυνατὸν ἦν συμπαρεῖναι τῇ τιμιότητί σου, δι’ ἐμαυτοῦ ἂν πάντως ἀνήνεγκα περὶ ὧν ἐβουλόμην καὶ προέστην τῶν καταπονουμένων. ἐπεὶ δέ με ἀρρωστία σώματος καὶ ἀσχολίαι πραγμάτων ἀφέλκουσιν, ἀντʼ ἐμαυτοῦ σοι τὸν ἀδελφὸν τόνδε τὸν χωρεπίσκοπον συνίστημι, ὥστε σε αὐτῷ γνησίως προσχόντα χρήσασθαι συμβούλῳ, ὡς φιλαλήθως καὶ ἐμφρόνως δυναμένῳ συμβουλεῦσαι περὶ τῶν πραγμάτων. τὸ γὰρ πτωχοτροφεῖον τὸ παρʼ αὐτοῦ οἰκονομούμενον ἐπειδὰν καταξιώσῃς θεάσασθαι(ὄψει γάρ, εὖ οἶδα, καὶ οὐ παραδραμῇ, ἐπειδὴ οὐδὲ ἄπειρος εἶ τοῦ ἔργου, ἀλλʼ, ὡς ὁ δεῖνά μοι ἀνήνεγκεν, ἓν τῶν ἐν τῇ Ἀμασείᾳ ἐξ ὧν ἔδωκέ σοι ὁ Κύριος διατρέφεις), ἐπειδὰν οὖν ἴδῃς καὶ τοῦτο, πάντα αὐτῷ παρέξῃ τὰ ἐπιζητούμενα. ἤδη γάρ μοι καὶ ὁ ἑταῖρός σου κατεπηγγείλατο φιλανθρωπίαν τινὰ περὶ τὰ πτωχοτροφεῖα. τοῦτο δὲ λέγω, οὐχ ἵνα ἄλλον αὐτὸς μιμήσῃ (σὲ γὰρ εἰκὸς ἑτέροις εἶναι τῶν καλῶν ἡγεμόνα), ἀλλʼ ἵνα γνῷς ὅτι δὴ περὶ αὐτῶν τούτων καὶ ἄλλοι ἡμᾶς ἐδυσωπήθησαν.
Γνωρίζεις πάντως τόνδε ἐκ τῆς κατὰ τὴν πόλιν συντυχίας, ὅμως δέ σοι αὐτὸν καὶ διὰ τῆς ἐπιστολῆς προσάγομεν συνιστῶντες, ὅτι εἰς πολλά σοι τῶν σπουδαζομένων χρήσιμος ἔσται, διὰ τὸ καὶ συνετῶς καὶ εὐλαβῶς δύνασθαι ὑποτίθεσθαι τὰ πρακτέα. ἃ δὲ ἐμοὶ εἰς τὸ οὖς διελέχθης, ταῦτα νῦν ἐστὶ καιρὸς ἐπιδείξασθαι, ἐπειδάν σοι ὁ προειρημένος ἀδελφὸς τὰ τῶν πτωχῶν ὑποδείξῃ.
Οἶδα τοὺς μυρίους πόνους σου, οὓς ἀνέτλης ὑπὲρ τῶν ἐκκλησιῶν τοῦ Θεοῦ, καὶ τῶν ἀσχολιῶν τὸ πλῆθος οὐκ ἀγνοῶ, ἃς ἔχεις, τὴν οἰκονομίαν οὐ παρέργως ἀλλὰ κατὰ τὸ θέλημα τοῦ Κυρίου διατιθέμενος. καὶ τὸν ἐκ γειτόνων ὑμῖν ἐπικαθήμενον ἐννοῶ, ᾧ ἀνάγκη ὑμᾶς, ὥσπερ ὄρνιθας ἀετῷ ὑποπτήσσοντας, μὴ πόρρω τῆς σκέπης ἕκαστον ἀποτρέχειν. τούτων με οὐδὲν λέληθεν. ἀλλʼ ὁ πόθος πρᾶγμα βίαιον, καὶ ἐλπίσαι τὰ μὴ ἐνδεχόμενα καὶ ἐγχειρῆσαι τοῖς ἀδυνάτοις· μᾶλλον δὲ ἡ ἐπὶ Κύριον ἐλπὶς ἰσχυρότατον πάντων. οὐ γὰρ ἀλόγῳ ἐπιθυμίᾳ, ἀλλʼ ἰσχύϊ πίστεως προσδοκῶ καὶ πόρον ἐν ἀμηχάνοις φανήσεσθαι καὶ πάντων ῥᾳδίως σε τῶν κωλυμάτων περιγενήσεσθαι, πρὸς τὸ ἰδεῖν σε τὴν φιλτάτην τῶν ἐκκλησιῶν, καὶ μέντοι καὶ ὀφθῆναι παρʼ αὐτῆς· ὃ πάντων αὐτῇ τῶν ἀγαθῶν προτιμότατον, τῷ σῷ προσβλέψαι προσώπῳ καὶ τῆς σῆς ἀκοῦσαι φωνῆς. μὴ τοίνυν αὐτῇ τὰς ἐλπίδας ἀτελεῖς καταστήσῃς. καὶ γὰρ πέρυσιν ἀπὸ τῆς Συρίας ἐπανελθών, ἣν ἐδεξάμην ἐπαγγελίαν, ταύτην διακομίσας, πῶς οἴει μετέωρον αὐτὴν κατέστησα ταῖς ἐλπίσι; μὴ οὖν εἰς ἄλλον καιρὸν ὑπέρθῃ τὴν ἐπίσκεψιν αὐτῆς, ὦ θαυμάσιε. καὶ γὰρ ἐὰν ᾖ δυνατὸν ἰδεῖν αὐτήν ποτε, ἀλλʼ οὐχὶ καὶ μεθʼ ἡμῶν, οὓς ἐπείγει ἡ νόσος ἀπᾶραι λοιπὸν τοῦ ὀδυνηροῦ τούτου βίου.
Οὐκ ἔχω μέμψασθαί σοι ἀργίαν οὐδὲ ῥᾳθυμίαν, ὅτι καιροῦ παραπεσόντος γραμμάτων ἀπεσιώπησας. ἣν γὰρ διὰ τῆς τιμίας ἐμοὶ χειρὸς διεπέμψω προσηγορίαν πολλῶν ἐπιστολῶν τιμιωτέραν ποιοῦμαι. ἀντὶ οὖν ταύτης προσαγορεύω σε, καὶ παρακαλῶ σπουδαίως ἀντέχεσθαι τῆς κατὰ ψυχὴν σωτηρίας, πάντα τὰ πάθη τῆς σαρκὸς παιδαγωγοῦντα τῷ λόγῳ, καὶ διηνεκῶς τὴν περὶ Θεοῦ ἔννοιαν, οἷον ἐν ναῷ τινὶ ἁγιωτάτῳ, τῇ σαυτοῦ ψυχῇ ἐνιδρυμένην ἔχοντα· ἐπὶ πάσης δὲ πράξεως καὶ παντὸς λόγου πρὸ ὀφθαλμῶν λαμβάνειν τὸ τοῦ Χριστοῦ δικαστήριον, ὥστε σοι τὰς κατὰ μέρος ἐνεργείας συναχθείσας ἐπὶ τῆς ἀκριβοῦς ἐκείνης καὶ φοβερᾶς ἐξετάσεως δόξαν ἐν τῇ ἡμέρᾳ τῆς ἀνταποδόσεως ἐνεγκεῖν, ἐπὶ πάσης τῆς κτίσεως τῶν ἐπαίνων ἀξιουμένῳ. εἰ δὲ καταδέχοιτο τὴν μέχρις ἡμῶν ὁδὸν ὁ μέγας, οὐ μικρὸν κέρδος ἰδεῖν σε μετʼ αὐτοῦ ἐπὶ τῆς ἡμετέρας.
Μῦθον ἐνόμιζον τέως τὰ τοῦ Ὁμήρου, ὅτε ἐπῄειν αὐτοῦ τὸ ἕτερον μέρος τῆς ποιήσεως, ἐν ᾧ τὰ τοῦ Ὀδυσσέως πάθη μεταδιδάσκει. ἀλλʼ ἐκεῖνα τὰ μυθικὰ τέως καὶ ἄπιστα πάνυ ἡμᾶς πιθανὰ νομίζειν ἐδίδαξεν ἡ περὶ τὸν πάντα ἄριστον Μάξιμον περιπέτεια. καὶ γὰρ καὶ οὗτος ἄρχων ἐγένετο ἔθνους οὐ φαυλοτάτου, ὥσπερ ἐκεῖνος ὁ στρατηγὸς τῶν Κεφαλλήνων. καὶ πολλὰ χρήματα ἄγων ἐκεῖνος γυμνὸς ἐπανῆλθε, καὶ τοῦτον οὕτως ἡ συμφορὰ διέθηκεν, ὡς κινδυνεῦσαι ἐν ἀλλοτρίοις ῥάκεσιν ὀφθῆναι τοῖς οἴκοι. καὶ ταῦτα πέπονθε, Λαιστρυγόνας τάχα που ἐφʼ ἑαυτὸν παροξύνας, καὶ Σκύλλῃ περιπεσὼν ἐν γυναικείᾳ μορφῇ κυνείαν ἐχούσῃ ἀπανθρωπίαν καὶ ἀγριότητα. ἐπεὶ οὖν μόλις αὐτῷ ὑπῆρξε τὸν ἄφυκτον τοῦτον διανήξασθαι κλύδωνα, σὲ δι’ ἡμῶν ἱκετεύει, ἀξιῶν αἰδεσθῆναι τὴν κοινὴν φύσιν καὶ ἐπὶ ταῖς παρʼ ἀξίαν αὐτοῦ συμφοραῖς ἀλγήσαντα, μὴ σιωπῇ κρύψαι τὰ κατʼ αὐτόν, ἀλλὰ διαγγεῖλαι τοῖς ἐν δυνάμει, ὥστε μάλιστα μὲν καὶ γενέσθαι τινὰ αὐτῷ βοήθειαν πρὸς τὴν σκευωρηθεῖσαν ἐπήρειαν· εἰ δὲ μή, δημοσιευθῆναι γοῦν τὴν προαίρεσιν τοῦ εἰς αὐτὸν ἐμπαροινήσαντος. ἀρκοῦσα γὰρ τῷ ἠδικημένῳ παραμυθία ἡ τῶν ἐπιβουλευσάντων αὐτῷ τῆς πονηρίας φανέρωσις.
Πολλὴν φέρει τοῖς καταπονουμένοις παραμυθίαν καὶ τὸ ἔχειν ἀποδύρασθαι τὰς ἑαυτῶν συμφοράς, καὶ μάλιστα ὅταν ἀνδρῶν ἐπιτύχωσι δυναμένων ἐκ τῆς τοῦ τρόπου καλοκἀγαθίας συμπαθῆσαι τοῖς ἀλγεινοῖς. ὅθεν καὶ ὁ αἰδεσιμώτατος ἀδελφὸς Μάξιμος, ὁ τῆς πατρίδος ἡμῶν ἡγησάμενος, παθὼν οἷα οὐδέπω τις ἀνθρώπων ἕτερος, καὶ πάντων μὲν γυμνωθεὶς τῶν προσόντων, ὅσα τε ἦν αὐτῷ πατρῷα καὶ ὅσα ἐκ προτέρων πόνων ὑπῆρχε συνειλεγμένα, κακοπαθήσας δὲ τῷ σώματι μυρία ταῖς ἄνω καὶ κάτω πλάναις, καὶ οὐδὲ αὐτὴν τὴν ἐπιτιμίαν ἀνεπηρέαστον διασώσας, ἧς ἕνεκα πάντα πονεῖν τοῖς ἐλευθέροις σύνηθες, πολλὰ μὲν πρὸς ἡμᾶς περὶ τῶν συμβάντων αὐτῷ ἀπωλοφύρατο, ἠξίωσε δὲ δι’ ἡμῶν ὡς ἐν κεφαλαίῳ φανερὰν γενέσθαι σοι τὴν περιστᾶσαν αὐτῷ τῶν κακῶν Ἰλιάδα. κἀγώ, ἐπειδὴ ἄλλως οὐδὲν ἀφελεῖν αὐτοῦ τῶν δεινῶν ἠδυνήθην, ἑτοίμως ταύτην ἔδωκα τὴν χάριν· τὸ ὀλίγα ἐκ πολλῶν ὧν ἤκουσα παρʼ αὐτοῦ διαγγεῖλαι τῇ κοσμιότητί σου, ἐπειδὴ αὐτὸς ἐρυθριᾷν μοι ἐδόκει τὰς ἑαυτοῦ συμφορὰς ἐναργῶς διηγήσασθαι. Εἰ γὰρ καὶ οὐ πονηρὸν τὸν ἠδικηκότα συνίστησι τὰ γενόμενα, ἀλλʼ οὖν γε τὸν πεπονθότα τῆς ἐλεεινοτάτης ὄντα μερίδος δείκνυσιν, ἐπειδὴ αὐτὸ τὸ περιπεσεῖν τοῖς θεηλάτοις κακοῖς ἀπόδειξίν πως ἔχειν δοκεῖ τοῦ παραδεδόσθαι τοῖς πάθεσιν. ἀλλʼ ἀρκεῖ αὐτῷ πρὸς παραμυθίαν τῶν συμβάντων τὸ εὐμενεῖ αὐτὸν προσβλέψαι τῷ ὄμματί σε καὶ τὴν πολυαρκῆ χάριν, ἧς πάντες ἀπολαύοντες δαπανᾷν οὐ δύνανται, τὴν τῆς σῆς ἡμερότητος λέγω, καὶ ἐπʼ αὐτὸν ἀφεθῆναι. ὅτι δὲ καὶ ἐν δικαστηρίοις μεγάλη αὐτῷ ἀφορμὴ πρὸς τὴν νίκην ἡ παρὰ σοῦ ῥοπή, πάντες ἀκριβῶς πεπείσμεθα. δικαιότατος δὲ πάντων καὶ αὐτὸς οὗτος, ὁ τὴν ἐπιστολὴν ἡμῶν, ὥς τι ὄφελος αὐτῷ ἐσομένην, ἐπιζητήσας· ὃν μετὰ τῶν ἄλλων ἴδοιμεν τῇ κατὰ δύναμιν αὐτοῦ φωνῇ τὴν σὴν εὐφημοῦντα σεμνότητα.
Καὶ αὐτὸς ὑπέβαλες ὀφθαλμῷ τὴν κακοπάθειαν τοῦ πρότερον μὲν εὐδοκίμου, νῦν δὲ ἐλεεινοτάτου πάντων Μαξίμου, τοῦ ἄρξαντος τῆς πατρίδος ἡμῶν, ὡς οὐκ ὤφελενϲ οἶμαι γὰρ ἂν πολλοῖς ἀπευκτὴν ἔσεσθαι τὴν τῶν ἐθνῶν ἀρχήν, εἰ πρὸς τοιοῦτον πέρας μέλλουσι καταστρέφειν αἱ προστασίαι. ὥστε τί δεῖ ἡμᾶς τὰ καθʼ ἕκαστον ἀπαγγέλλειν, ὧν τε εἴδομεν, ὧν τε ἠκούσαμεν, ἀνδρὶ διὰ πολλὴν τῆς διανοίας ὀξύτητα ἱκανῷ ἐξ ὀλίγων τῶν πραχθέντων στοχάσασθαι τὰ λειπόμενα; πλὴν ἐκεῖνό γε εἰπών, ἴσως οὐ περιττός σοι φανήσομαι, ὅτι πολλῶν ὄντων καὶ δεινῶν τῶν εἰς αὐτὸν τολμηθέντων πρὸ τῆς σῆς παρουσίας, τοιαῦτα γέγονε τὰ μετὰ ταῦτα, ὡς φιλανθρωπίαν ποιῆσαι νομισθῆναι τὰ φθάσαντα. τοσαύτην εἶχεν ὑπερβολὴν ὕβρεως καὶ ζημίας καὶ τῆς εἰς αὐτὸ τὸ σῶμα κακοπαθείας, τὰ δὴ ὕστερον αὐτῷ παρὰ τοῦ κρατοῦντος ἐξευρεθέντα. καὶ νῦν ἔμφρουρος ἥκει τὰ λείψανα τῶν ὧδε κακῶν αὐτοῦ ἀποπληρώσων, ἐὰν μὴ σὺ τὴν μεγάλην σαυτοῦ χεῖρα ὑπερσχεῖν ἐθελήσῃς τῷ καταπονουμένῳ. περιττὸν μὲν οὖν οἶδα ποιῶν, τὴν σὴν χρηστότητα εἰς φιλανθρωπίαν παρακαλῶν. πλὴν ἀλλʼ ἐπειδὴ βούλομαι γενέσθαι χρήσιμος τῷ ἀνδρί, ἱκετεύω σου τὴν σεμνοπρέπειαν προσθεῖναί τι τῇ ἐκ φύσεως περὶ τὸ καλὸν σπουδῇ δι’ ἡμᾶς, ὥστε ἐναργὲς τῷ ἀνδρὶ γενέσθαι τῆς ὑπὲρ αὐτοῦ παρακλήσεως ἡμῶν τὸ ὄφελος.
Ἐγὼ καὶ τῶν ὁμιληθέντων ἡμῖν πρὸς ἀλλήλους ποτὲ μέμνημαι, καὶ ὧν τε αὐτὸς εἶπον, ὧν τε ἤκουσα παρὰ τῆς εὐγενείας σου, οὐκ ἐπιλέλησμαι. καὶ νῦν βίος μέν με δημόσιος οὐ κατέχει. εἰ γὰρ καὶ τῇ καρδίᾳ ὁ αὐτός εἰμι καὶ οὔπω τὸν παλαιὸν ἀπεδυσάμην ἄνθρωπον, πλὴν τῷ γε σχήματι, καὶ τῷ μακρὰν ἐμαυτὸν ποιῆσαι τῶν τοῦ βίου πραγμάτων, ἔδοξα λοιπὸν οἷον ἐπιβεβηκέναι τῆς ὁδοῦ τῆς κατὰ Χριστὸν πολιτείας. καθέζομαι δὲ ἐπʼ ἐμαυτοῦ, ὥσπερ οἱ εἰς πέλαγος ἀφιέναι μέλλοντες ἀποσκοπεύων τὸ μέλλον. οἱ μὲν γὰρ πλέοντες ἀνέμων χρῄζουσι πρὸς τὴν εὔπλοιαν, ἡμεῖς δὲ τοῦ χειραγωγήσοντος ἡμᾶς καὶ ἀσφαλῶς διὰ τῶν ἁλμυρῶν κυμάτων τοῦ βίου παραπέμψοντος. χρῄζειν γὰρ ἐμαυτὸν λογίζομαι πρῶτον μὲν χαλινοῦ πρὸς τὴν νεότητα, ἔπειτα κέντρων πρὸς τὸν δρόμον τῆς εὐσεβείας. τούτων δὲ πρόξενος λόγος δηλονότι, νῦν μὲν παιδαγωγῶν ἡμῶν τὸ ἄτακτον, νῦν δὲ τὸ νωθρὸν τῆς ψυχῆς διεγείρων. πάλιν μοι χρεία φαρμάκων ἑτέρων, ὥστε τὸν ἐκ τῆς συνηθείας ἀποπλύνασθαι ῥύπον. οἶδας γὰρ ὅτι ἡμεῖς, οἱ πολὺν χρόνον ἐνεθισθέντες τῇ ἀγορᾷ, ἀφειδῶς μὲν ἔχομεν τῶν ῥημάτων, ἀφυλάκτως δὲ πρὸς τὰς ἐν τῇ διανοίᾳ συνισταμένας ἐκ τοῦ πονηροῦ φαντασίας. ἡττήμεθα δὲ καὶ τιμῆς καὶ τὸ ἐφʼ ἑαυτοῖς τι φρονεῖν οὐ ῥᾳδίως ἀποτιθέμεθα. πρὸς ταῦτα μεγάλου μοι δεῖν καὶ ἐμπείρου λογίζομαι διδασκάλου. ἔπειτα μέντοι καὶ τὸν ὀφθαλμὸν τῆς ψυχῆς ἀποκαθαρθῆναι, ὥστε πᾶσαν τὴν ἀπὸ τῆς ἀγνοίας ἐπισκότησιν, οἱονεί τινα λήμην, ἀφαιρεθέντα, δύνασθαι ἐνατενίζειν τῷ κάλλει τῆς δόξης τοῦ Θεοῦ, οὐ μικροῦ ἔργου κρίνω, οὐδʼ ἐπʼ ὀλίγον τὴν ὠφέλειαν φέρειν. Ἃ καὶ τὴν σὴν λογιότητα συνορᾷν, καὶ ἐπιθυμεῖν ὑπάρξαι τινὰ εἰς ταύτην τὴν βοήθειαν ἀκριβῶς ἐπίσταμαι· καὶ ἐάν ποτε δῷ ὁ Θεὸς εἰς ταὐτὸν ἀφικέσθαι τῇ κοσμιότητί σου, δηλονότι πλείονα μαθήσομαι ὑπὲρ ὧν φροντίζειν με χρή. νῦν γὰρ ὑπὸ πολλῆς ἀμαθίας οὐδὲ ὅσων ἐνδεής εἰμι γνωρίζειν δύναμαι· πλήν γε ὅτι οὐδὲν μετεμέλησέ μοι τῆς πρώτης ὁρμῆς, οὔτε ὀκλάζει μου ἡ ψυχὴ πρὸς τὸν σκοπὸν τοῦ κατὰ Θεὸν βίου, ὅπερ ἠγωνίασας ἐπʼ ἐμοί, καλῶς καὶ προσηκόντως ἑαυτῷ ποιῶν, μήποτε στραφεὶς εἰς τὰ ὀπίσω στήλη γένωμαι ἁλός, ὅπερ γυνή τις ἔπαθεν, ὥσπερ ἀκούω. ἀλλʼ ἔτι μέν με καὶ αἱ ἔξωθεν ἀρχαὶ συστέλλουσιν, ὥσπερ λειποτάκτην τινὰ τῶν ἀρχόντων ἀναζητούντων. ἐπέχει δέ με μάλιστα ἡ ἐμοῦ αὐτοῦ καρδία, ἐκεῖνα μαρτυροῦσα ἑαυτῇ ἅπερ εἴρηκα. Ἐπειδὴ δὲ συνθηκῶν ἐμνήσθης, καὶ κατηγορεῖν ἐπηγγείλω, γελάσαι με ἐποίησας ἐν ταύτῃ τῇ κατηφείᾳ μου, ὅτι ἔτι ῥήτωρ εἶ καὶ τῆς δεινότητος οὐκ ἀφίστασαι. ἐγὼ γὰρ οὕτω νομίζω, εἰ μὴ πάντη ὡς ἀμαθὴς διαμαρτάνω τῆς ἀληθείας, μίαν εἶναι ὁδὸν τὴν πρὸς Κύριον ἄγουσαν, καὶ πάντας τοὺς πρὸς αὐτὸν πορευομένους συνοδεύειν ἀλλήλοις καὶ κατὰ μίαν συνθήκην τοῦ βίου πορεύεσθαι. ὥστε ποῦ ἀπελθὼν χωρισθῆναί σου δύναμαι καὶ μὴ μετὰ σοῦ ζῇν καὶ μετὰ σοῦ δουλεύειν Θεῷ, ᾧ κοινῇ προσεφύγομεν; τὰ μὲν γὰρ σώματα ἡμῶν τόποις διασταθήσεται, ὁ δὲ τοῦ Θεοῦ ὀφθαλμὸς κοινῇ ἀμφοτέρους ἐφορᾷ δηλονότι, εἴπερ οὖν ἄξιος καὶ ὁ ἐμὸς βίος ὑπὸ τῶν ὀφθαλμῶν τοῦ Θεοῦ ἐποπτεύεσθαι· ἀνέγνων γάρ που ἐν Ψαλμοῖς, ὅτι Ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους. ἐγὼ μὲν γὰρ εὔχομαι καὶ σοὶ καὶ παντὶ τῷ παραπλησίως σοι προαιρουμένῳ καὶ τῷ σώματι συνεῖναι, καὶ πᾶσαν νύκτα καὶ ἡμέραν μετὰ σοῦ κλίνειν τὰ γόνατα πρὸς τὸν Πατέρα ἡμῶν τὸν ἐν τοῖς οὐρανοῖς, καὶ εἴ τις ἄλλος ἀξίως ἐπικαλούμενος τὸν Θεόν. οἶδα γὰρ τὴν ἐν ταῖς προσευχαῖς κοινωνίαν πολὺ τὸ κέρδος φέρουσαν. ἐὰν δέ, ὁσάκις ὑπάρξῃ μοι ἐν διαφόρῳ γωνιδίῳ παρερριμμένῳ στενάζειν, ἀκολουθήσει μοι πάντως τὸ ψεύδεσθαι, μάχεσθαι μὲν πρὸς τὸν λόγον οὐκ ἔχω, ἤδη δὲ ὡς ψεύστου ἐμαυτὸν κατακρίνω, εἴ τι τοιοῦτον κατὰ τὴν παλαιὰν ἀδιαφορίαν ἐφθεγξάμην, ὅ με τῷ κρίματι τοῦ ψεύδους ὑπόδικον καθιστᾷ. Γενόμενος δὲ πλησίον Καισαρείας, ὥστε γνωρίσαι τὰ πράγματα, καὶ αὐτῇ παραβαλεῖν τῇ πόλει μὴ ἀνασχόμενος, τῷ πλησίον προσέφυγον πτωχοτροφείῳ, ὥστε ἐκεῖ μαθεῖν περὶ ὧν ἐβουλόμην. εἶτα κατὰ συνήθειαν ἐπιδημήσαντι τῷ θεοφιλεστάτῳ ἐπισκόπῳ ἀνήνεγκα περὶ ὧν ἐπέταξεν ἡμῖν ἡ λογιότης σου. καὶ ἃ μὲν ἀπεκρίνατο, οὔτε τῇ μνήμῃ φυλαχθῆναι παρʼ ἡμῶν δυνατὸν ἦν, καὶ ἐπιστολῆς ὑπερέβαινε μέτρον· ὡς ἐν κεφαλαίῳ δὲ περὶ τῆς ἀκτημοσύνης ἐκεῖνο ἔφη τὸ μέτρον εἶναι, ὥστε εἰς τὸν ἔσχατον χιτῶνα ἕκαστον ἑαυτῷ περιιστάναι τὴν κτῆσιν. καὶ παρείχετο ἡμῖν ἐκ τοῦ Εὐαγγελίου τὰς ἀποδείξεις· μίαν μέν, ὡς Ἰωάννου τοῦ βαπτιστοῦ εἰπόντος· Ὁ ἔχων δύο χιτῶνας μεταδότω τῷ μὴ ἔχοντι· ἑτέραν δέ, ὡς τοῦ Κυρίου τοῖς μαθηταῖς ἀπαγορεύσαντος μὴ ἔχειν δύο χιτῶνας. προσετίθει δὲ τούτοις καὶ τό· Εἰ θέλεις τέλειος εἶναι, ὕπαγε, πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς. ἔλεγε δὲ καὶ τὴν τοῦ μαργαρίτου παραβολὴν εἰς τοῦτο φέρειν· ὅτι ὁ ἔμπορος ὁ εὑρὼν τὸν πολύτιμον μαργαρίτην ἀπελθὼν ἐπώλησεν ἑαυτοῦ πάντα τὰ ὑπάρχοντα καὶ ἠγόρασεν ἐκεῖνον. προσετίθει δὲ τούτοις, ὅτι οὐδὲ ἑαυτῷ τινὰ ἐπιτρέπειν χρὴ τὴν τῶν χρημάτων διανομήν, ἀλλὰ τῷ τὰ τῶν πτωχῶν οἰκονομεῖν πεπιστευμένῳ. καὶ τοῦτο ἀπὸ τῶν Πράξεων ἐπιστοῦτο· ὅτι πωλοῦντες τὰ προσόντα αὐτοῖς, φέροντες ἐτίθουν παρὰ τοὺς πόδας τῶν ἀποστόλων, καὶ παρʼ ἐκείνων διεδίδοτο ἑκάστῳ, καθότι ἄν τις χρείαν εἶχεν. ἔλεγε γὰρ ἐμπειρίας χρῄζειν τὴν διάγνωσιν τοῦ ἀληθῶς δεομένου καὶ τοῦ κατὰ πλεονεξίαν αἰτοῦντος. καὶ ὁ μὲν τῷ θλιβομένῳ διδοὺς τῷ Κυρίῳ ἔδωκε, καὶ παρʼ αὐτοῦ λήψεται τὸν μισθόν· ὁ δὲ τῷ περιερχομένῳ παρασχόμενος παντὶ προσέρριψε κυνί, φορτικῷ μὲν διὰ τὴν ἀναίδειαν, οὐκ ἐλεεινῷ δὲ διὰ τὴν ἔνδειαν. Περὶ δὲ τοῦ πῶς χρὴ βιοῦν ἡμᾶς καθʼ ἡμέραν, ὀλίγα μὲν ἔφθη εἰρηκὼς ὡς πρὸς τὸ τῆς ὑποθέσεως μέγεθος· πλὴν ἀλλʼ ἐβουλόμην παρʼ αὐτοῦ ἐκείνου σε μαθεῖν. ἐμὲ γὰρ ἀφανίζειν τὴν ἀκρίβειαν τῶν διδαγμάτων οὐκ εὔλογον. ηὐχόμην δὲ μετὰ σοῦ ποτὲ καταλαβεῖν αὐτόν, ἵνα καὶ τῇ μνήμῃ ἀκριβῶς φυλάξας τὰ λεχθέντα, καὶ τῇ σεαυτοῦ συνέσει προσεξεύρῃς τὰ λείποντα. ἐκεῖνο γὰρ μέμνημαι ἐκ τῶν πολλῶν ὧν ἤκουσα, ὅτι ἡ περὶ τοῦ πῶς χρὴ ζῇν τὸν Χριστιανὸν διδασκαλία οὐ τοσοῦτον δεῖται λόγου ὅσον τοῦ καθημερινοῦ ὑποδείγματος. καὶ οἶδα ὅτι, εἰ μή σε κατεῖχεν ὁ δεσμὸς τῆς γηροκομίας τοῦ πατρός, οὐκ ἂν οὔτε αὐτὸς ἄλλο τι προετίμησας τῆς συντυχίας τοῦ ἐπισκόπου, οὔτʼ ἂν ἐμοὶ συνεβούλευσας καταλιπόντι τοῦτον εἰς ἐρημίας πλανᾶσθαι. τὰ μὲν γὰρ σπήλαια καὶ αἱ πέτραι ἀναμένουσιν ἡμᾶς, αἱ δὲ παρὰ τῶν ἀνδρῶν ὠφέλειαι οὐκ ἀεὶ ἡμῖν παραμένουσιν. ὥστε, εἰ ἀνέχῃ μου συμβουλεύοντος, τυπώσεις τὸν πατέρα μικρὸν ἐπιτρέπειν σοι ἀναχωρεῖν αὐτοῦ καὶ περιτυγχάνειν ἀνδρὶ πολλὰ καὶ ἐκ τῆς ἑτέρων πείρας καὶ ἐκ τῆς οἰκείας συνέσεως καὶ εἰδότι καὶ παρέχειν τοῖς προσιοῦσιν αὐτῷ δυναμένῳ.
Εἴ τι ὄφελος ἡμετέρων γραμμάτων, μηδένα χρόνον διαλίπῃς ἐπιστέλλων ἡμῖν καὶ διεγείρων ἡμᾶς πρὸς τὸ γράφειν. αὐτοὶ μὲν γὰρ προδήλως ἡδίους γινόμεθα ἐντυγχάνοντες ἐπιστολαῖς συνετῶν ἀνδρῶν ἀγαπώντων τὸν Κύριον· εἰ δὲ καὶ αὐτοί τι ἄξιον σπουδῆς εὑρίσκετε παρʼ ἡμῖν, ὑμέτερον εἰδέναι τῶν ἐντυγχανόντων. εἰ μὲν οὖν μὴ ὑπὸ τοῦ πλήθους τῶν ἀσχολιῶν ἀπηγόμεθα, οὐκ ἂν τῆς ἐκ τοῦ γράφειν συνεχῶς εὐφροσύνης ἀπειχόμεθα. ὑμεῖς δέ, οἷς ἐλάττους αἱ φροντίδες, ὁσάκις ἂν οἷόν τε ᾖ κατακηλεῖτε ἡμᾶς τοῖς γράμμασι. καὶ γὰρ τὰ φρέατά φασιν ἀντλούμενα βελτίω γίνεσθαι. ἐοίκασι δέ σου αἱ ἐξ ἰατρικῆς παραινέσεις εἰς πάρεργον χωρεῖν, οὐχ ἡμῶν ἐπαγόντων τὸν σίδηρον, ἀλλʼ ἑαυτοῖς ἐκπιπτόντων τῶν ἀπαχρειουμένων. Ὁ μὲν οὖν τοῦ Στωϊκοῦ λόγος· ἐπειδή, φησί, μὴ γίνεται τὰ πράγματα ὡς βουλόμεθα, ὡς γίνεται βουλόμεθα. ἐγὼ δὲ τοῖς μὲν πράγμασι τὴν γνώμην συγκατατίθεσθαι οὐ καταδέχομαι, τὸ δὲ ἀβουλήτως τινὰς ποιεῖν τι τῶν ἀναγκαίων οὐκ ἀποδοκιμάζω. οὔτε γὰρ ὑμῖν τοῖς ἰατροῖς τὸ καίειν τὸν ἄρρωστον ἢ ἄλλως ποιεῖν ἀλγεῖν βουλητόν· ἀλλʼ οὖν καταδέχεσθε πολλάκις τῇ δυσχερείᾳ τοῦ πάθους ἑπόμενοι· οὔτε οἱ πλέοντες ἑκουσίως ἐκβάλλουσι τὰ ἀγώγιμα, ἀλλʼ ὥστε διαφυγεῖν τὰ ναυάγια ὑφίστανται τὴν ἐκβολήν, τὸν ἐν πενίᾳ βίον τοῦ ἀποθανεῖν προτιμῶντες. ὥστε καὶ ἡμᾶς οἴου ἀλγεινῶς μὲν καὶ μετὰ μυρίων ὀδυρμῶν φέρειν τὸν χωρισμὸν τῶν ἀφισταμένων, φέρειν δʼ οὖν ὅμως· ἐπειδὴ τοῦ Θεοῦ καὶ τῆς ἐπʼ αὐτὸν ἐλπίδος οὐδὲν τοῖς τῆς ἀληθείας ἐρασταῖς προτιμότερον.
Ἄλλῳ μέν τινι μὴ ἐπιστέλλων, τάχα ἂν δεξαίμην δικαίως ἔγκλημα ῥᾳθυμίας ἢ λήθης. σοῦ δὲ πῶς ἔστιν ἐπιλαθέσθαι, οὗ παρὰ πᾶσιν ἀνθρώποις λαλεῖται τὸ ὄνομα; πῶς δὲ καταρρᾳθυμῆσαι, ὃς πάντων σχεδὸν τῶν κατὰ τὴν οἰκουμένην τῷ ὕψει τῶν ἀξιωμάτων ὑπερανέστηκας; ἀλλὰ δήλη ἡμῶν ἡ αἰτία τῆς σιωπῆς· ὀκνοῦμεν δι’ ὄχλου γίνεσθαι ἀνδρὶ τοσούτῳ. εἰ δὲ πρὸς τῇ λοιπῇ σου ἀρετῇ καὶ τοῦτο κατεδέξω, οὐ μόνον πεμπόμενα παρ ἡμῶν δέχεσθαι γράμματα, ἀλλὰ καὶ ἐλλειφθέντα ἐπιζητεῖν, ἰδοὺ καὶ γράφομεν νῦν τεθαρρηκότως καὶ γράψομέν γε εἰς τὸ ἐφεξῆς, εὐχόμενοι τῷ ἁγίῳ Θεῷ δοθῆναί σοι τὴν ἀμοιβὴν τῆς περὶ ἡμᾶς τιμῆς. ὑπὲρ δὲ τῆς Ἐκκλησίας προέλαβες ἡμῶν τὰς παρακλήσεις, πάντα ποιήσας ὅσα ἂν ἡμεῖς ἐπεζητήσαμεν. ποιεῖς δὲ οὐκ ἀνθρώποις χαριζόμενος, ἀλλὰ Θεῷ τῷ τιμήσαντί σε, ὃς τὰ μὲν ἔδωκεν ἐν τῇ νῦν ζωῇ ἀγαθά, τὰ δὲ δώσει ἐν τῷ μέλλοντι αἰῶνι, ἀνθʼ ὧν μετὰ ἀληθείας ἐπορεύθης τὴν ὁδὸν αὐτοῦ, ἀκλινῆ τὴν καρδίαν ἐν τῇ ὀρθότητι τῆς πίστεως ἀπʼ ἀρχῆς εἰς τέλος διασωσάμενος.
Ὁσάκις ἂν ἡμῖν ὑπάρξῃ γράμμασιν ἐντυχεῖν τῆς κοσμιότητός σου, τοσαυτάκις χάριν ὁμολογοῦμεν τῷ Θεῷ, ὅτι διαμένεις καὶ μεμνημένος ἡμῶν καὶ ὑπʼ οὐδεμιᾶς διαβολῆς τὴν ἀγάπην ἐλαττῶν, ἣν ἅπαξ κρίσει τῇ ὀρθοτάτῃ ἢ συνηθείᾳ χρηστῇ ἀναλαβεῖν κατεδέξω. εὐχόμεθα οὖν τῷ ἁγίῳ Θεῷ καὶ σὲ διαμεῖναι ἐν τῇ ὁμοίᾳ πρὸς ἡμᾶς διαθέσει, καὶ ἡμᾶς ἀξίους εἶναι τῆς παρὰ σοῦ τιμῆς, ἣν τιμᾷς ἡμᾶς διὰ τοῦ γράμματος.
Καλῶς ἐποίησας, καὶ κατὰ τὸν τῆς πνευματικῆς ἀγάπης νόμον, κατάρξας τῶν πρὸς ἡμᾶς γραμμάτων καὶ τῷ ἀγαθῷ ὑποδείγματι πρὸς τὸν ὅμοιον ζῆλον ἡμᾶς ἐκκαλεσάμενος. καὶ γὰρ ἡ μὲν τοῦ κόσμου φιλία ὀφθαλμῶν δεῖται καὶ συντυχίας, ὥστε ἐκεῖθεν ἀρχὴν τῆς συνηθείας γενέσθαι, οἱ δὲ πνευματικῶς ἀγαπᾷν εἰδότες οὐ τῇ σαρκὶ προξένῳ κέχρηνται τῆς φιλίας, ἀλλὰ τῇ τῆς πίστεως κοινωνίᾳ πρὸς τὴν πνευματικὴν συνάφειαν ἄγονται. χάρις οὖν τῷ Κυρίῳ τῷ παρακαλέσαντι ἡμῶν τὰς καρδίας ἐν τῷ δεῖξαι ὅτι οὐκ ἐν πᾶσι κατέψυκται ἡ ἀγάπη, ἀλλʼ εἰσί που τῆς οἰκουμένης οἱ τῆς Χριστοῦ μαθητείας τὸν χαρακτῆρα δεικνύντες. καὶ τοίνυν ἔδοξέ μοι τὸ καθʼ ὑμᾶς ἐοικέναι πρᾶγμα ἄστροις ἐν νυκτερινῇ συναφείᾳ· ἄλλοις κατʼ ἄλλα μέρη τοῦ οὐρανοῦ διαλάμπουσιν, ὧν χαρίεσσα μὲν ἡ λαμπρότης, χαριέστερον δὲ δήπου τὸ ἀπροσδόκητον. τοιοῦτοι δὲ καὶ ὑμεῖς οἱ τῶν ἐκκλησιῶν φωστῆρες, ὀλίγοι παντελῶς καὶ εὐαρίθμητοι ἐν τῇ σκυθρωπῇ ταύτῃ καταστάσει, οἷον ἐν σκοτομήνῃ διαφαινόμενοι, πρὸς τῷ ἐκ τῆς ἀρετῆς χαρίεντι, ἔτι καὶ τῷ σπανίῳ τῆς εὑρέσεως τὸ περιπόθητον ἔχοντες. Ἐγνώρισε δέ σου τὴν διάθεσιν ἡμῖν τὸ γράμμα αὐτάρκως. εἰ γὰρ καὶ μικρὸν ἦν τῷ πλήθει τῶν συλλαβῶν, ἀλλὰ τῇ γε ὀρθότητι τῆς διανοίας ἀρκοῦσαν ἡμῖν τῆς προαιρέσεως τὴν ἀπόδειξιν ἔδωκε. τὸ γὰρ περὶ τὸν μακαριώτατον Ἀθανάσιον ἐσπουδακέναι δεῖγμα ἐναργέστατον τοῦ ὑγιῶς ἔχειν περὶ τὰ μέγιστα. ἀντὶ οὖν τῆς ἐπὶ τοῖς γράμμασιν εὐφροσύνης πολλὴν οἴδαμεν χάριν τῷ τιμιωτάτῳ υἱῷ ἡμῶν Εὐφημίῳ· ᾧ καὶ αὐτὸς εὔχομαι πᾶσαν ὑπάρχειν βοήθειαν ἐξ ἁγίου· καὶ σὲ συνεύχεσθαι ἡμῖν παρακαλῶ, ὅπως ἂν ἀπολάβοιμεν αὐτὸν ἐν τάχει μετὰ τῆς κοσμιωτάτης ὁμόζυγος αὐτοῦ, θυγατρὸς δὲ ἡμῶν ἐν Κυρίῳ. παρακλήθητι δὲ καὶ αὐτὸς μὴ ἐν προοιμίοις ἡμῖν στῆσαι τὴν εὐφροσύνην, ἀλλὰ διὰ τῆς ἀεὶ παραπιπτούσης προφάσεως ἐπιστέλλειν καὶ τὴν πρὸς ἡμᾶς διάθεσιν τῷ πυκνῷ τῆς ὁμιλίας αὔξειν, καὶ τὰ περὶ τῶν αὐτοῦ ἐκκλησιῶν, ὅπως ἔχει κατὰ τὴν συμφωνίαν, σημαίνειν· περὶ δὲ τῶν ἐνταῦθα προσεύχεσθαι, ὥστε γενέσθαι καὶ παρʼ ἡμῖν γαλήνην μεγάλην, ἐπιτιμήσαντος τοῦ Κυρίου ἡμῶν τῷ ἀνέμῳ καὶ τῇ θαλάσσῃ.
Πρὸς πολλὰς τὰς διὰ τῆς ἐπιστολῆς ἣν πρώτην καὶ μόνην κατηξίωσεν ἡμῖν ἡ εὐγένειά σου διαπέμψασθαι ἐγγεγραμμένας κατηγορίας ἀπορῶ ἀπολογήσασθαι, οὐ διὰ τὴν τοῦ δικαίου ἔνδειαν, ἀλλὰ διὰ τὸ ἐν πλήθει τῶν ἐπιφερομένων δύσκολον εἶναι τῶν καιριωτέρων τὴν προτίμησιν, καὶ ὅθεν δεῖ πρῶτον ἡμᾶς ἄρξασθαι τῆς θεραπείας. ἢ τάχα δεῖ αὐτῇ τῇ τάξει τῶν γεγραμμένων χρησαμένους ὁδῷ πρὸς ἕκαστον ἀπαντᾷν. Τοὺς ἐπὶ Σκυθίαν ἀπαίροντας ἐντεῦθεν μέχρι σήμερον οὐκ ἐγνωρίσαμεν· ἀλλʼ οὐδὲ τῶν ἐκ τῆς οἰκίας ὑπέμνησαν ἡμᾶς, ὥστε προσειπεῖν σε δι’ αὐτῶν, καίτοι πάνυ διὰ σπουδῆς τιθεμένους ἐπὶ πάσης προφάσεως προσφθέγγεσθαί σου τὴν τιμιότητα. ἐπιλαθέσθαι δέ σου ἐν προσευχαῖς ἀδύνατον, εἰ μὴ πρότερον τοῦ ἔργου ἡμῶν ἐπιλαθώμεθα, εἰς ὃ ἔταξεν ἡμᾶς ὁ Κύριος. μέμνησαι γὰρ πάντως τῶν κηρυγμάτων τῶν ἐκκλησιαστικῶν, πιστὸς ὢν τῇ τοῦ Θεοῦ χάριτι, ὅτι καὶ ὑπὲρ τῶν ἐν ἀποδημίαις ἀδελφῶν δεόμεθα, καὶ ὑπὲρ τῶν ἐν ταῖς στρατείαις ἐξεταζομένων, καὶ ὑπὲρ παρρησιαζομένων διὰ τὸ ὄνομα Κυρίου, καὶ ὑπὲρ τῶν τοὺς πνευματικοὺς καρποὺς ἐπιδεικνυμένων, ἐν τῇ ἁγίᾳ Ἐκκλησίᾳ τὰς εὐχὰς ποιούμεθα· ὧν πάντως ἐν τοῖς πλείοσιν ἢ καὶ ἐν τοῖς πᾶσι νομίζομεν καὶ τὴν σὴν ἐμπεριλαμβάνεσθαι τιμιότητα. ἰδίᾳ δέ σου ἡμεῖς πῶς ἂν ἐπιλαθώμεθα, τοσαῦτα ἔχοντες τὰ κινοῦντα ἡμᾶς πρὸς μνήμην, ἀδελφὴν τοιαύτην, ἀδελφιδοὺς τοιούτους, συγγένειαν οὕτω χρηστήν, οὕτως ἀγαπῶσαν ἡμᾶς, οἶκον, οἰκέτας, φίλους, ἐξ ὧν, κἂν μὴ βουλώμεθα, ἀναγκαίως ὑπομιμνησκόμεθά σου τῆς ἀγαθῆς προαιρέσεως; Περὶ δὲ τοῦδε ὁ ἀδελφὸς ὁ δεῖνα οὐδὲν ἡμῖν ἤνεγκεν ἐπαχθές, οὐδὲ παρʼ ἡμῶν βλάπτουσα αὐτόν τις κρίσις ἐξενήνεκται οὐδεμία. τρέψον οὖν τὴν λύπην ἐπὶ τοὺς τὰ ψευδῆ διηγησαμένους, ἀπολύσας πάσης μέμψεως καὶ τὸν χωρεπίσκοπον καὶ ἐμέ. εἰ δέ τινα δίκην γυμνάζει ὁ σχολαστικὸς ὁ δεῖνα, ἔχει δικαστήρια δημόσια καὶ νόμους. ἀξιῶ οὖν ὑμᾶς ἐπὶ τούτοις μηδεμίαν ἔχειν μέμψιν. Αὐτὸς δὲ ὅσα ποιεῖς ἀγαθά, σεαυτῷ θησαυρίζεις· καὶ ἣν παρέχῃ ἀνάπαυσιν τοῖς διὰ τὸ ὄνομα τοῦ Κυρίου διωκομένοις, ταύτην σεαυτῷ ἐν ἡμέρᾳ τῆς μισθαποδοσίας προετοιμάζεις. καλῶς δὲ ποιήσεις, ἐὰν καὶ λείψανα μαρτύρων τῇ πατρίδι ἐκπέμψῃς, εἴπερ, ὡς ἐπέστειλας ἡμῖν, ὁ ἐκεῖ διωγμὸς ποιεῖ καὶ νῦν μάρτυρας τῷ Κυρίῳ.
Τοσοῦτον ἀπέσχον τοῦ δυσχερᾶναι πρὸς τὸ μῆκος τῶν γραμμάτων, ὥστε καὶ μικρά μοι ἔδοξεν εἶναι ἡ ἐπιστολὴ ὑπὸ τῆς κατὰ τὴν ἀνάγνωσιν ἡδονῆς. τί γὰρ ἥδιον ἄκουσμα τοῦ τῆς εἰρήνης ὀνόματος; ἢ τί τοῦ ὑπὲρ τῶν τοιούτων βουλεύεσθαι ἱεροπρεπέστερον καὶ μᾶλλον τῷ Κυρίῳ κεχαρισμένον; σοὶ μὲν οὖν παράσχοι ὁ Κύριος τὸν μισθὸν τῆς εἰρηνοποιίας, οὕτω καλῶς προαιρουμένῳ καὶ σπουδαίως ἐγκειμένῳ πράγματι μακαριστῷ. ἡμᾶς δὲ νόμιζε, τιμία κεφαλή, ἕνεκα μὲν τοῦ προῃρῆσθαι καὶ εὔχεσθαι ἰδεῖν ποτὲ τὴν ἡμέραν ἐν ᾗ πάντες τὸν αὐτὸν πληρώσουσι σύλλογον, οἱ ταῖς διανοίαις ἀλλήλων μὴ ἀπεσχισμένοι, μηδενὶ παραχωρεῖν τῶν εἰς τὴν σπουδὴν τούτων πρωτείων. καὶ γὰρ ἂν εἴημεν ὡς ἀληθῶς πάντων ἀνθρώπων ἀτοπώτατοι, σχίσμασι καὶ κατατομαῖς ἐκκλησιῶν ἐφηδόμενοι, καὶ μὴ τὴν συνάφειαν τῶν μελῶν τοῦ σώματος τοῦ Χριστοῦ τὸ μέγιστον τῶν ἀγαθῶν τιθέμενοι. ὅσον μέντοι τῆς ἐπιθυμίας ἡμῖν περίεστι, τοσοῦτον γίνωσκε τῆς δυνάμεως ἐνδεῖν. οὐ γὰρ ἀγνοεῖ σου ἡ τελεία φρόνησις, ὅτι τὰ χρόνῳ κρατυνθέντα πάθη πρῶτον μὲν χρόνου δεῖται πρὸς τὴν διόρθωσιν, ἔπειτα ἰσχυρᾶς καὶ εὐτονωτέρας ἀγωγῆς, εἰ μέλλοι τις τοῦ βάθους αὐτοῦ καθικνεῖσθαι, ὥστε πρόρριζα ἐξελεῖν τῶν καμνόντων τὰ ἀρρωστήματα. οἶδας δὲ ὃ λέγω, καὶ εἰ δεῖ τρανότερον εἰπεῖν, οὐδεὶς ὁ φόβος. Τὴν φιλαυτίαν ἔθει μακρῷ ταῖς ψυχαῖς ἐρριζωθεῖσαν εἷς ἀνὴρ ἀνελεῖν οὐχ οἷός τε, οὐδʼ ἐπιστολὴ μία, οὐδὲ χρόνος βραχύς. τὰς γὰρ ὑπονοίας καὶ τὰς ἐξ ἀντιλογιῶν παρατριβὰς παντελῶς ἀναιρεθῆναι, μὴ ἀξιοπίστου τινὸς μεσιτεύοντος τῇ εἰρήνῃ, ἀμήχανον. καὶ εἰ μὲν ἐπέρρει ἡμῖν τὰ παρὰ τῆς χάριτος καὶ ἦμεν δυνατοὶ λόγῳ καὶ ἔργῳ καὶ τοῖς πνευματικοῖς χαρίσμασι δυσωπῆσαι τοὺς ἀντιδιατιθεμένους, ἔδει κατατολμῆσαι τοῦ τοσούτου πράγματος. τάχα δὲ οὐδʼ ἂν τότε συνεβούλευσας ἡμῖν μόνοις ἐλθεῖν ἐπὶ τὴν ἐπανόρθωσιν, ὄντος τοῦ ἐπισκόπου τῇ τοῦ Θεοῦ χάριτι, ᾧ ἡ φροντὶς ἀνῆκε προηγουμένως τῆς ἐκκλησίας· ὃν οὔτε αὐτὸν ἐλθεῖν πρὸς ἡμᾶς οἷόν τε, καὶ ἡμῖν ἀποδημήσειν τέως ὑπὸ τοῦ χειμῶνος οὐ ῥᾴδιον, μᾶλλον δὲ παντελῶς ἀδύνατον, οὐ μόνον καθότι τὸ σῶμά μοι ὑπὸ μακρᾶς ἀρρωστίας ἀπείρηκεν, ἀλλʼ ὅτι καὶ αἱ τῶν Ἀρμενιακῶν ὀρῶν αἱ ὑπερβάσεις μικρὸν ὕστερον ἄβατοι γίνονται καὶ τοῖς πάνυ καθʼ ἡλικίαν σφριγῶσι. γράμματι δὲ αὐτῷ σημᾶναι ταῦτα οὐ παραιτήσομαι. οὐ μέντοι προσδοκῶ τι ἐκ τῶν γραμμάτων ἀξιόλογον ἀποβήσεσθαι, τῆς τε τοῦ ἀνδρὸς ἀκριβείας στοχαζόμενος καὶ αὐτῆς τῆς φύσεως τῶν γραμμάτων· ὅτι οὐ πέφυκεν ἐναργῶς δύνασθαι δυσωπεῖν ὁ διαπεμπόμενος λόγος. πολλὰ γὰρ δεῖ εἰπεῖν, πολλὰ καὶ ἀντακοῦσαι, καὶ λῦσαι τὰ ὑποπίπτοντα, καὶ ἀνθυπενεγκεῖν τὰ ὑφορμοῦντα, ὧν οὐδὲν δύναται ὁ ἐν τοῖς γράμμασι λόγος, ἀργὸς καὶ ἄψυχος ἐν τῷ χάρτῃ διερριμμένος. Πλὴν ἀλλʼ, ὅπερ ἔφην, οὐκ ἀποκνήσω γράψαι. γίνωσκε μέντοι, ὡς ἀληθῶς εὐλαβέστατε καὶ πολυπόθητε ἡμῖν ἀδελφέ, ὅτι οὐδεμία μοι πρὸς οὐδένα τῇ τοῦ Θεοῦ χάριτι ἰδιάζουσά ἐστι φιλονεικία. οὐδὲ γὰρ πολυπραγμονήσας οἶδα τὰ ἐγκλήματα, οἷς ἕκαστος ὑπεύθυνος ἢ ἔστιν ἢ ὀνομάζεται. ὥστε οὕτως ὑμᾶς προσέχειν τῇ ἡμετέρᾳ διανοίᾳ προσήκει, ὡς μηδὲν ἡμῶν δυναμένων ποιῆσαι κατὰ πρόσκλισιν, μηδὲ προειλημμένων εἰς τὴν κατά τινων διαβολήν. μόνον εἰ εὐδοκία γένοιτο τοῦ Κυρίου ἐκκλησιαστικῶς πάντα καὶ ἀκολούθως πραχθῆναι. Ελύπησε δὲ ἡμᾶς ὁ ποθεινότατος υἱὸς Δωρόθεος ὁ συνδιάκονος, ἀπαγγείλας περὶ τῆς εὐλαβείας σου, ὅτι ὤκνησας μετασχεῖν αὐτῷ τῆς συνάξεως. καίτοι οὐ τοιαῦτα ἡμῖν ἦν τὰ ὡμιλημένα, εἴ τι ἐγὼ μέμνημαι. ἀποστεῖλαι μέντοι πρὸς τὴν δύσιν ἐμοὶ μὲν παντελῶς ἐστὶν ἀδύνατον, οὐδένα ἔχοντι τῶν εἰς τὴν διακονίαν ταύτην ἐπιτηδείων. τῶν δὲ αὐτόθεν ἀδελφῶν, ἐάν τις αἱρῆται τὸν ὑπὲρ τῶν ἐκκλησιῶν κόπον ἀναδέξασθαι, οἶδε δηλονότι καὶ πρὸς τίνας ὁρμήσει, καὶ ἐπὶ ποίῳ σκοπῷ, καὶ παρὰ τίνων ἐφοδιασθῇ τοῖς γράμμασι, καὶ ποταποῖς τούτοις. ἐγὼ μὲν γὰρ ἐν κύκλῳ περισκεψάμενος ὁρῶ μεθʼ ἑαυτοῦ οὐδένα. καὶ εὔχομαι μὲν τοῖς ἑπτακισχιλίοις ἐναριθμηθῆναι τοῖς μὴ κάμψασι γόνυ τῇ Βάαλ. πλὴν ὅτι ζητοῦσι καὶ ἡμῶν τὴν ψυχὴν οἱ πᾶσι τὰς ἑαυτῶν ἐπιβάλλοντες χεῖρας. οὐ μέντοι τούτου γε ἕνεκεν ἐλλείψομέν τι τῆς ὀφειλομένης σπουδῆς ταῖς τοῦ Θεοῦ ἐκκλησίαις.
Πῶς οἴει βαρέως ἤνεγκα διαμαρτών σου τῆς συντυχίας κατὰ τὸ θέρος; καίτοι οὐδὲ ἡ τῶν ἄλλων τοιαύτη γέγονεν, ὥστε μέχρι κόρου ἡμῖν προελθεῖν· ἀλλʼ οὖν καὶ ὄναρ ἰδεῖν τὰ ποθούμενα φέρει τινὰ τοῖς ἀγαπῶσι παραμυθίαν. σὺ δὲ οὐδὲ ἐπιστέλλεις, οὕτως ἀργὸς εἶ, ὥστε μηδὲ τὴν ὑπόλειψιν ἄλλῃ τινὶ αἰτίᾳ μᾶλλον ἢ τῷ ἀργῶς ἔχειν πρὸς τὰς ὑπὲρ τῆς ἀγάπης ἀποδημίας λογίζεσθαι. ἀλλὰ τοῦτο μὲν πεπαύσθω ἡμῖν. εὔχου δὲ ὑπὲρ ἡμῶν καὶ παρακάλει τὸν Κύριον μὴ ἐγκαταλιπεῖν ἡμᾶς, ἀλλʼ ὡς ἐκ τῶν ἐπελθόντων παρήγαγεν ἡμᾶς πειρασμῶν, οὕτω καὶ ἐκ τῶν προσδοκωμένων ῥύσασθαι εἰς δόξαν τοῦ ὀνόματος αὐτοῦ, ἐφʼ ᾧ ἠλπίσαμεν.
Ἐπειδὴ ἀντέστησάν μοι αἱ ἁμαρτίαι μου πρὸς τὸ μὴ δυνηθῆναί με ἣν πάλαι εἶχον ἐπιθυμίαν τῆς ὑμετέρας συντυχίας ἀγαγεῖν εἰς πέρας, γράμμασι γοῦν παραμυθοῦμαι τὴν ἀπόλειψιν· καὶ παρακαλοῦμεν μὴ διαλιπεῖν μεμνημένους ἡμῶν ἐν ταῖς προσευχαῖς, ἵνα, ἐὰν ζῶμεν, καταξιωθῶμεν ὑμῶν ἀπολαῦσαι, εἰ δὲ μή, διὰ τῆς βοηθείας τῶν προσευχῶν ὑμῶν μετὰ ἀγαθῆς ἐλπίδος μεταναστεύσωμεν ἀπὸ τοῦ κόσμου τούτου. τὸν δὲ ἀδελφὸν τὸν ἐπὶ ταῖς καμήλοις παρατιθέμεθα ὑμῖν.
Ὅσην εὐφροσύνην παρέσχε μοι τὸ γράμμα τῆς κοσμιότητός σου εἰκάζεις πάντως αὐτοῖς τοῖς ἐπεσταλμένοις. τί γὰρ ἂν ἥδιον γένοιτο ἀνθρώπῳ εὐχὴν ποιουμένῳ φοβουμένοις Θεὸν ἀεὶ προσομιλεῖν καὶ τοῦ παρʼ αὐτῶν κέρδους μεταλαμβάνειν, γραμμάτων τοιούτων, δι’ ὧν ἡ Θεοῦ γνῶσις ἐπιζητεῖται; εἰ γὰρ τὸ ζῇν ἡμῖν Χριστός, ἀκολούθως καὶ ὁ λόγος ἡμῶν περὶ Χριστοῦ ὀφείλει εἶναι, καὶ ἡ ἔννοια καὶ πᾶσα πρᾶξις τῶν ἐντολῶν αὐτοῦ ἠρτῆσθαι, καὶ ἡ ψυχὴ ἡμῶν κατʼ αὐτὸν μεμορφῶσθαι. χαίρω τοίνυν περὶ τοιούτων ἐρωτώμενος καὶ συγχαίρω τοῖς ἐρωτῶσιν. ἡμῖν τοίνυν ἑνὶ μὲν λόγῳ ἡ τῶν ἐν Νικαίᾳ συνελθόντων πατέρων πίστις πασῶν τῶν ὕστερον ἐφευρεθεισῶν προτετίμηται· ἐν ᾗ ὁμοούσιος ὁμολογεῖται ὁ Υἱὸς τῷ Πατρί, καὶ τῆς αὐτῆς ὑπάρχων φύσεως ἧς ὁ γεννήσας. φῶς γὰρ ἐκ φωτός, καὶ Θεὸν ἐκ Θεοῦ, καὶ ἀγαθὸν ἐξ ἀγαθοῦ, καὶ τὰ τοιαῦτα πάντα, ὑπό τε τῶν ἁγίων ἐκείνων ὡμολογήθη· καὶ ὑφʼ ἡμῶν νῦν, τῶν εὐχομένων κατʼ ἴχνη βαίνειν ἐκείνοις, προσμαρτυρεῖται. Ἐπειδὴ δὲ τὸ νῦν ἀνακύψαν παρὰ τῶν ἀεὶ καινοτομεῖν ἐπιχειρούντων ζήτημα, παρασιωπηθὲν τοῖς πάλαι διὰ τὸ ἀναντίρρητον, ἀδιάρθρωτον κατελείφθη (λέγω δὴ τὸ περὶ τοῦ ἁγίου Πνεύματος). προστίθεμεν τὸν περὶ τούτου λόγον ἀκολούθως τῇ τῆς Γραφῆς ἐννοίᾳ· ὅτι ὡς βαπτιζόμεθα, οὕτω καὶ πιστεύομεν· ὡς πιστεύομεν, οὕτω καὶ δοξολογοῦμεν. ἐπειδὴ οὖν βάπτισμα ἡμῖν δέδοται παρὰ τοῦ Σωτῆρος εἰς ὄνομα Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος, ἀκόλουθον τῷ βαπτίσματι τὴν ὁμολογίαν τῆς πίστεως παρεχόμεθα, ἀκόλουθον δὲ καὶ τὴν δοξολογίαν τῇ πίστει, συνδοξάζοντες Πατρὶ καὶ Υἱῷ τὸ ἅγιον Πνεῦμα, τῷ πεπεῖσθαι μὴ ἀλλότριον εἶναι τῆς θείας φύσεως. οὐ γὰρ ἂν τῶν αὐτῶν μετέσχε τιμῶν τὸ ἀπεξενωμένον κατὰ τὴν φύσιν. τοὺς δὲ κτίσμα λέγοντας τὸ Πνεῦμα τὸ ἅγιον ἐλεοῦμεν, ὡς εἰς τὸ ἀσυγχώρητον πτῶμα τῆς εἰς αὐτὸ βλασφημίας διὰ τῆς τοιαύτης φωνῆς καταπίπτοντας. ὅτι γὰρ διώρισται κτίσις θεότητος οὐδενὸς λόγου προσδεῖ τοῖς κατὰ μικρὸν ταῖς Γραφαῖς ἐγγεγυμνασμένοις. ἡ μὲν γὰρ κτίσις δουλεύει, τὸ δὲ Πνεῦμα ἐλευθεροῖ· ἡ κτίσις ζωῆς προσδεής ἐστι, τὸ Πνεῦμά ἐστι τὸ ζωοποιοῦν· ἡ κτίσις διδασκαλίας προσδεῖται, τὸ Πνεῦμά ἐστι τὸ δίδασκον· ἡ κτίσις ἁγιάζεται, τὸ Πνεῦμά ἐστι τὸ ἁγίαζον. κἂν ἀγγέλους εἴπῃς, κἂν ἀρχαγγέλους, κἂν πάσας τὰς ὑπερκοσμίους δυνάμεις, διὰ τοῦ Πνεύματος τὴν ἁγιωσύνην λαμβάνουσιν. αὐτὸ δὲ τὸ Πνεῦμα φυσικὴν ἔχει τὴν ἁγιότητα, οὐ κατὰ χάριν λαβόν, ἀλλὰ συνουσιωμένην αὐτῷ· ὅθεν καὶ τῆς προσηγορίας τῆς τοῦ ἁγίου ἐξαιρέτως τετύχηκεν. ὃ τοίνυν φύσει ἅγιον, ὡς φύσει ἅγιος ὁ Πατήρ, καὶ φύσει ἅγιος ὁ Υἱός, οὔτε αὐτοὶ τῆς θείας καὶ μακαρίας Τριάδος χωρίσαι καὶ διατεμεῖν ἀνεχόμεθα, οὔτε τοὺς εὐκόλως τῇ κτίσει συναριθμοῦντας ἀποδεχόμεθα. Ταῦτα, ὥσπερ ἐν κεφαλαίῳ, ἀρκούντως τῇ εὐλαβείᾳ ὑμῶν εἰρήσθω. ἀπὸ γὰρ μικρῶν σπερμάτων γεωργήσετε τὸ πλεῖον τῆς εὐσεβείας, συνεργοῦντος ὑμῖν τοῦ ἁγίου Πνεύματος. δίδου γὰρ σοφῷ ἀφορμήν, καὶ σοφώτερος ἔσται. τὴν δὲ τελειοτέραν διδασκαλίαν εἰς τὴν κατʼ ὀφθαλμοὺς συντυχίαν ὑπερθησόμεθα, δι’ ἧς καὶ τὰ ἀντικείμενα ἐπιλύσασθαι, καὶ πλατυτέρας τὰς ἐκ τῶν Γραφῶν παρασχέσθαι μαρτυρίας, καὶ πάντα τύπον τὸν ὑγιῆ τῆς πίστεως βεβαιώσασθαι δυνατόν. τὸ δὲ νῦν ἔχον συγγνώμην νείματε τῇ βραχύτητι. καὶ γὰρ οὐδʼ ἂν ἐπέστειλα τὴν ἀρχήν, εἰ μὴ μείζονα ἡγούμην τὴν βλάβην ἀρνήσασθαι τὴν αἴτησιν παντελῶς, ἢ ἐλλιπῶς παρασχέσθαι.
Ἀφίκετο ἡμῖν γράμματα τὴν ἐπιγραφὴν ἔχοντα Διοδώρου, τὰ δὲ ἐφεξῆς ἄλλου τινὸς πρέποντα εἶναι μᾶλλον ἢ Διοδώρου. δοκεῖ γάρ μοί τις τῶν τεχνικῶν, τὸ σὸν πρόσωπον ὑποδύς, οὕτως ἑαυτὸν ἀξιόπιστον ἐθελῆσαι ποιῆσαι τοῖς ἀκροωμένοις. ὅς γε, ἐρωτηθεὶς ὑπό τινος, εἰ θεμιτὸν αὐτῷ πρὸς γάμον ἀγαγέσθαι τῆς γυναικὸς τελευτησάσης τὴν ἀδελφήν, οὐκ ἔφριξε τὴν ἐρώτησιν, ἀλλὰ καὶ πράως ἤνεγκε τὴν ἀκοήν, καὶ τὸ ἀσελγὲς ἐπιθύμημα πάνυ γενναίως καὶ ἀγωνιστικῶς συγκατέπραξεν. εἰ μὲν οὖν παρῆν μοι τὸ γράμμα, αὐτὸ ἂν ἀπέστειλα καὶ ἐξήρκεις σαυτῷ τε ἀμῦναι καὶ τῇ ἀληθείᾳ. ἐπεὶ δὲ ὁ δείξας πάλιν ἀφείλετο καὶ ὥσπερ τι τρόπαιον καθʼ ἡμῶν περιέφερε, κεκωλυκότων τὸ ἐξ ἀρχῆς, ἔγγραφον ἔχειν λέγων τὴν ἐξουσίαν, ἐπέστειλα νῦν σοι, ὥστε διπλῇ τῇ χειρὶ ἡμᾶς ἐλθεῖν ἐπὶ τὸν νόθον ἐκεῖνον λόγον καὶ μηδεμίαν αὐτῷ ἰσχὺν καταλιπεῖν, ἵνα μὴ ἔχῃ βλάπτειν ῥᾳδίως τοὺς ἐντυγχάνοντας. Πρῶτον μὲν οὖν, ὃ μέγιστον ἐπὶ τῶν τοιούτων ἐστί, τὸ παρʼ ἡμῖν ἔθος, ὃ ἔχομεν προβάλλειν, νόμου δύναμιν ἔχον, διὰ τὸ ὑφʼ ἁγίων ἀνδρῶν τοὺς θεσμοὺς ἡμῖν παραδοθῆναι. τοῦτο δὲ τοιοῦτόν ἐστιν· ἐάν τις πάθει ἀκαθαρσίας ποτὲ κρατηθεὶς ἐκπέσῃ πρὸς δυεῖν ἀδελφῶν ἄθεσμον κοινωνίαν, μήτε γάμον ἡγεῖσθαι τοῦτον, μηθʼ ὅλως εἰς ἐκκλησίας πλήρωμα παραδέχεσθαι πρότερον ἢ διαλῦσαι αὐτοὺς ἀπʼ ἀλλήλων. ὥστε, εἰ καὶ μηδὲν ἕτερον εἰπεῖν ἦν, ἐξήρκει τὸ ἔθος πρὸς τὴν τοῦ καλοῦ φυλακήν. ἐπειδὴ δὲ ὁ τὴν ἐπιστολὴν γράψας ἐπιχειρήματι κιβδήλῳ κακὸν τοσοῦτον ἐπειράθη τῷ βίῳ ἐπαγαγεῖν, ἀνάγκη μηδὲ ἡμᾶς τῆς ἐκ τῶν λογισμῶν βοηθείας ὑφέσθαι· καίτοι γε ἐπὶ τῶν σφόδρα ἐναργῶν μείζων ἐστὶ τοῦ λόγου ἡ παρʼ ἑκάστου πρόληψις. Γέγραπται, φησίν, ἐν τῷ Λευιτικῷ· Γυναῖκα ἐπʼ ἀδελφῇ αὐτῆς οὐ λήψῃ ἀντίζηλον, ἀποκαλύψαι τὴν ἀσχημοσύνην αὐτῆς ἐπʼ αὐτῇ, ἔτι ζώσης αὐτῆς. δῆλον δὴ οὖν ἐκ τούτου εἶναί φησιν ὅτι συγχωρεῖται λαμβάνειν τελευτησάσης. πρὸς δὴ τοῦτο πρῶτον μὲν ἐκεῖνο ἐρῶ· ὅτι, ὅσα ὁ νόμος λέγει, τοῖς ἐν τῷ νόμῳ λαλεῖ· ἐπεὶ οὕτω γε καὶ περιτομῇ, καὶ Σαββάτῳ, καὶ ἀποχῇ βρωμάτων ὑποκεισόμεθα. οὐ γὰρ δή, ἐὰν μέν τι εὕρωμεν συντρέχον ἡμῶν ταῖς ἡδοναῖς, τῷ ζυγῷ τῆς δουλείας τοῦ νόμου ἑαυτοὺς ὑποθήσομεν, ἐὰν δέ τι φανῇ βαρὺ τῶν νομίμων, τότε πρὸς τὴν ἐν Χριστῷ ἐλευθερίαν ἀποδραμούμεθα. ἠρωτήθημεν εἰ γέγραπται λαμβάνειν γυναῖκα ἐπʼ ἀδελφῇ. εἴπομεν, ὅπερ ἀσφαλὲς ἡμῖν καὶ ἀληθές, ὅτι οὐ γέγραπται. τὸ δʼ ἐκ τῆς τοῦ ἀκολούθου ἐπιφορᾶς τὸ σιωπηθὲν συλλογίζεσθαι νομοθετοῦντός ἐστιν, οὐ τὰ τοῦ νόμου λέγοντος· ἐπεὶ οὕτω γε ἐξέσται τῷ βουλομένῳ κατατολμῆσαι καὶ ἔτι ζώσης τῆς γυναικὸς λαμβάνειν τὴν ἀδελφήν. τὸ γὰρ αὐτὸ τοῦτο σόφισμα καὶ ἐπʼ ἐκείνου ἁρμόζει. γέγραπται γάρ, φησίν· οὐ λήψῃ ἀντίζηλον, ὡς τήν γε ἔξω τοῦ ζήλου λαβεῖν οὐκ ἐκώλυσεν. ὁ δὴ συνηγορῶν τῷ πάθει ἀζηλότυπον εἶναι διοριεῖται τὸ ἦθος τῶν ἀδελφῶν. ἀνῃρημένης οὖν τῆς αἰτίας, δι’ ἣν ἀπηγόρευσε τὴν ἀμφοτέρων συνοίκησιν, τί τὸ κωλῦον ἔσται λαμβάνειν τὰς ἀδελφάς; ἀλλʼ οὐ γέγραπται ταῦτα, φήσομεν. ἀλλʼ οὐδὲ ἐκεῖνα ὥρισται. ἡ δὲ ἔννοια τοῦ ἀκολούθου ὁμοίως ἀμφοτέραις τὴν ἄδειαν δίδωσιν. ἔδει δέ, καὶ μικρὸν ἐπὶ τὰ κατόπιν τῆς νομοθεσίας ἐπαναδραμόντα, ἀπηλλάχθαι πραγμάτων. Ἔοικε γὰρ οὐ πᾶν εἶδος ἁμαρτημάτων περιλαμβάνειν ὁ νομοθέτης, ἀλλʼ ἰδίως ἀπαγορεύειν τὰ τῶν Αἰγυπτίων, ὅθεν ἀπῆρεν ὁ Ἰσραήλ, καὶ τὰ τῶν Χαναναίων, πρὸς οὓς μεθίσταται. ἔχει γὰρ οὕτως ἡ λέξις. κατὰ τὰ ἐπιτηδεύματα γῆς Αἰγύπτου, ἐν ᾗ παρῳκήσατε ἐπʼ αὐτῆς, οὐ ποιήσετε· καὶ κατὰ τὰ ἐπιτηδεύματα γῆς Χαναάν, εἰς ἣν ἐγὼ εἰσάξω ὑμᾶς ἐκεῖ, οὐ ποιήσετε, καὶ ἐν τοῖς νομίμοις αὐτῶν οὐ πορεύσεσθε. ὥστε τοῦτο εἰκός που τὸ εἶδος τῆς ἁμαρτίας μὴ ἐμπολιτεύεσθαι τότε παρὰ τοῖς ἔθνεσι· διὸ μηδὲ τῆς ἐπʼ αὐτῷ φυλακῆς προσδεηθῆναι τὸν νομοθέτην, ἀλλʼ ἀρκεσθῆναι τῷ ἀδιδάκτῳ ἔθει πρὸς τὴν τοῦ μύσους διαβολήν. πῶς οὖν, τὸ μεῖζον ἀπαγορεύσας, τὸ ἔλαττον ἐσιώπησεν; ὅτι ἐδόκει πολλοὺς τῶν φιλοσάρκων, πρὸς τὸ ἔτι ζώσαις ἀδελφαῖς συνοικεῖν, τὸ ὑπόδειγμα βλάπτειν τοῦ πατριάρχου. Ἡμᾶς δὲ τί χρὴ ποιεῖν; τὰ γεγραμμένα λέγειν, ἢ τὰ σιωπηθέντα προσεξεργάζεσθαι; αὐτίκα τὸ μὴ δεῖν μιᾶ ἑταίρᾳ κεχρῆσθαι πατέρα καὶ υἱὸν ἐν μὲν τοῖς νόμοις τούτοις οὐ γέγραπται, παρὰ δὲ τῷ προφήτῃ μεγίστης κατηγορίας ἠξίωται. Υἱὸς γάρ, φησί, καὶ πατὴρ πρὸς τὴν αὐτὴν παιδίσκην εἰσεπορεύοντο. πόσα δὲ εἴδη ἄλλα τῶν ἀκαθάρτων παθῶν τὸ μὲν τῶν δαιμόνων διδασκαλεῖον ἐξεῦρεν, ἡ δὲ θεία Γραφὴ ἀπεσιώπησε, τὸ σεμνὸν ἑαυτῆς ταῖς τῶν αἰσχρῶν ὀνομασίαις καταρρυπαίνειν οὐχ αἱρουμένη, ἀλλὰ γενικοῖς ὀνόμασι τὰς ἀκαθαρσίας διέβαλενϲ ὡς καὶ ἀπόστολος Παῦλός φησι· Πορνεία δὲ καὶ ἀκαθαρσία πᾶσα μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν, καθὼς πρέπει ἁγίοις, τῷ τῆς ἀκαθαρσίας ὀνόματι τάς τε τῶν ἀρρένων ἀρρητοποιίας καὶ τὰς τῶν θηλειῶν περιλαμβάνων. ὥστε οὐ πάντως ἡ σιωπὴ ἄδειαν φέρει τοῖς φιληδόνοις. Ἐγὼ δὲ οὐδὲ σεσιωπῆσθαι τὸ μέρος τοῦτό φημι, ἀλλὰ καὶ πάνυ σφοδρῶς ἀπηγορευκέναι τὸν νομοθέτην. τὸ γάρ. Οὐκ εἰσελεύσῃ πρὸς πάντα οἰκεῖον σαρκός σου, ἀποκαλύψαι ἀσχημοσύνην αὐτῶν, ἐμπεριεκτικόν ἐστι καὶ τούτου τοῦ εἴδους τῆς οἰκειότητος. τί γὰρ ἂν γένοιτο οἰκειότερον ἀνδρὶ τῆς ἑαυτοῦ γυναικός, μᾶλλον δὲ τῆς ἑαυτοῦ σαρκός; οὐ γὰρ ἔτι εἰσὶ δύο, ἀλλὰ σὰρξ μία. ὥστε διὰ τῆς γυναικὸς ἡ ἀδελφὴ πρὸς τὴν τοῦ ἀνδρὸς οἰκειότητα μεταβαίνει. ὡς γὰρ μητέρα γυναικὸς οὐ λήψεται, οὐδὲ θυγατέρα τῆς γυναικός, διότι μηδὲ τὴν ἑαυτοῦ μητέρα, μηδὲ τὴν ἑαυτοῦ θυγατέρα, οὕτως οὐδʼ ἀδελφὴν γυναικός, διότι μηδὲ ἀδελφὴν ἑαυτοῦ. καὶ τὸ ἀνάπαλιν, οὐδὲ τῇ γυναικὶ ἐξέσται τοῖς οἰκείοις τοῦ ἀνδρὸς συνοικεῖν. κοινὰ γὰρ ἐπʼ ἀμφοτέρων τῆς συγγενείας τὰ δίκαια. ἐγὼ δὲ παντὶ τῷ περὶ γάμου βουλευομένῳ διαμαρτύρομαι, ὅτι παράγει τὸ σχῆμα τοῦ κόσμου τούτου, καὶ ὁ καιρὸς συνεσταλμένος ἐστίν, Ἵνα καὶ οἱ ἔχοντες γυναῖκας ὡς μὴ ἔχοντες ὦσιν. ἐὰν δέ μοι παραναγινώσκῃ τὸ Αὐξάνεσθε καὶ πληθύνεσθε, καταγελῶ τοῦ τῶν νομοθεσιῶν τοὺς καιροὺς μὴ διακρίνοντος. πορνείας παραμυθία ὁ δεύτερος γάμος, οὐκ ἐφόδιον εἰς ἀσέλγειαν. εἰ οὐκ ἐγκαρτερεύονται, γαμησάτωσαν, φησίν, οὐχὶ δὲ καὶ γαμοῦντες παρανομείτωσαν. Οἱ δὲ οὐδὲ πρὸς τὴν φύσιν ἀποβλέπουσιν οἱ τὴν ψυχὴν λημῶντες τῷ πάθει τῆς ἀτιμίας, πάλαι διακρίνασαν τὰς τοῦ γένους προσηγορίας. ἐκ ποίας γὰρ συγγενείας τοὺς γεννηθέντας προσαγορεύσουσιν; ἀδελφοὺς αὐτοὺς ἀλλήλων ἢ ἀνεψιοὺς προσεροῦσιν; ἀμφότερα γὰρ αὐτοῖς προσαρμόσει διὰ τὴν σύγχυσιν. μὴ ποιήσῃς, ὦ ἄνθρωπε, τὴν θείαν μητρυιὰν τῶν νηπίων· μηδὲ τὴν ἐν μητρὸς τάξει θάλπειν ὀφείλουσαν, ταύτην ἐφοπλίσῃς ταῖς ἀμειλίκτοις ζηλοτυπίαις. μόνον γὰρ τὸ γένος τῶν μητρυιῶν καὶ μετὰ θάνατον ἐλαύνει τὴν ἔχθραν. μᾶλλον δὲ οἱ μὲν ἄλλως πολέμιοι τοῖς τεθνηκόσι σπένδονται, αἱ δὲ μητρυιαὶ τοῦ μίσους μετὰ τὸν θάνατον ἄρχονται. Κεφάλαιον δὲ τῶν εἰρημένων, εἰ μὲν νόμῳ τις ὁρμᾶται πρὸς τὸν γάμον, ἤνοικται πᾶσα ἡ οἰκουμένη· εἰ δὲ ἐμπαθὴς αὐτῷ ἡ σπουδή, διὰ τοῦτο καὶ πλέον ἀποκλεισθήτω, Ἵνα μάθῃ τὸ ἑαυτοῦ σκεῦος κτᾶσθαι ἐν ἁγιασμῷ καὶ τιμῇ, μὴ ἐν πάθει ἐπιθυμίας. πλείονά με λέγειν ὡρμημένον τὸ μέτρον ἐπέχει τῆς ἐπιστολῆς· εὔχομαι δὲ ἢ τὴν παραίνεσιν ἡμῶν ἰσχυροτέραν τοῦ πάθους ἀποδειχθῆναι, ἢ μὴ ἐπιδημῆσαι τῇ ἡμετέρᾳ τὸ ἄγος τοῦτο, ἀλλʼ ἐν οἷς ἂν ἐτολμήθη τόποις ἐναπομεῖναι.
Εὐλογητὸς ὁ Θεός, ὁ τοὺς καθʼ ἑκάστην γενεὰν εὐαρεστοῦντας αὐτῷ ἐκλεγόμενος, καὶ γνωρίζων τὰ σκεύη τῆς ἐκλογῆς, καὶ κεχρημένος αὐτοῖς πρὸς τὴν λειτουργίαν τῶν ἁγίων· ὁ καὶ νῦν σε φεύγοντα, ὡς αὐτὸς φῄς, οὐχ ἡμᾶς, ἀλλὰ τὴν δι’ ἡμῶν προσδοκωμένην κλῆσιν, τοῖς ἀφύκτοις δικτύοις τῆς χάριτος σαγηνεύσας, καὶ ἀγαγὼν εἰς τὰ μέσα τῆς Πισιδίας, ὥστε ἀνθρώπους ζωγρεῖν τῷ Κυρίῳ καὶ ἕλκειν ἀπὸ τοῦ βυθοῦ εἰς τὸ φῶς τοὺς ἐζωγρημένους ὑπὸ τοῦ διαβόλου εἰς τὸ ἐκείνου θέλημα. λέγε οὖν καὶ σὺ τὰ τοῦ μακαρίου Δαβίδ· Ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου; καὶ ἀπὸ τοῦ προσώπου σου, ποῦ φύγω; τοιαῦτα γὰρ θαυματουργεῖ ὁ φιλάνθρωπος ἡμῶν Δεσπότης. ὄνοι ἀπόλλυνται, ἵνα βασιλεὺς Ἰσραὴλ γένηται. ἀλλʼ ἐκεῖνος μὲν Ἰσραηλίτης ὢν τῷ Ἰσραὴλ ἐδόθη· σὲ δὲ ἡ θρεψαμένη καὶ πρὸς τοσοῦτον ἀναβιβάσασα τῆς ἀρετῆς ὕψος οὐκ ἔχει, ἀλλὰ τὴν γείτονα ὁρᾷ τῷ ἰδίῳ κόσμῳ σεμνυνομένην. ἐπειδὴ δὲ εἷς λαὸς πάντες οἱ εἰς Χριστὸν ἠλπικότες καὶ μία Ἐκκλησία νῦν οἱ Χριστοῦ, κἂν ἐκ διαφόρων τόπων προσαγορεύηται, χαίρει καὶ ἡ πατρὶς καὶ εὐφραίνεται ταῖς τοῦ Κυρίου οἰκονομίαις, καὶ οὐχ ἡγεῖται ἕνα ἄνδρα ἐζημιῶσθαι, ἀλλὰ δι’ ἑνὸς ἐκκλησίας ὅλας προσειληφέναι. μόνον παράσχοι ὁ Κύριος καὶ παρόντας ὁρᾷν ἡμᾶς καὶ ἀπόντας ἀκούειν τὴν προκοπήν σου τὴν ἐν τῷ εὐαγγελίῳ καὶ τὴν εὐταξίαν τῶν ἐκκλησιῶν. Ἀνδρίζου τοίνυν καὶ ἴσχυε, καὶ προπορεύου τοῦ λαοῦ, ὃν ἐπίστευσε τῇ δεξιᾷ σου ὁ Ὕψιστος. καὶ ὡς νοήμων κυβέρνησιν ποιησάμενος, πάσης ζάλης ἀπὸ τῶν αἱρετικῶν πνευμάτων ἐγειρομένης ὑψηλότερος γενόμενος τῇ γνώμῃ, ἀβάπτιστον τοῖς ἁλμυροῖς καὶ πικροῖς τῆς κακοδοξίας κύμασι διαφύλασσε τὴν ὁλκάδα, ἀναμένων τὴν γαλήνην, ἣν ποιήσει ὁ Κύριος, ἐπειδὰν εὑρεθῇ φωνὴ ἀξία τοῦ διαναστῆσαι αὐτὸν πρὸς τὴν ἐπιτίμησιν τῶν πνευμάτων καὶ τῆς θαλάσσης. εἰ δὲ βούλει ἡμᾶς λοιπὸν ὑπὸ τῆς μακρᾶς ἀρρωστίας ἐπειγομένους πρὸς τὴν ἀναγκαίαν ἔξοδον ἐπισκέψασθαι, μήτε καιρὸν ἀναμείνῃς, μήτε τὸ παρʼ ἡμῶν σύνθημα, εἰδὼς ὅτι πατρικοῖς σπλάγχνοις πᾶσα εὐκαιρία ἐστὶ περιπτύσσεσθαι τέκνον ἀγαπητὸν καὶ λόγου παντὸς κρείττων ἡ κατὰ ψυχὴν διάθεσις. Βάρος δὲ ὑπερβαῖνον τὴν δύναμιν μὴ ὀδύρου. εἰ μὲν γὰρ αὐτὸς ἦς ὁ μέλλων φέρειν τὸ βάσταγμα τοῦτο, οὐδὲ οὕτως ἂν ἦν βαρύ, ἀλλʼ ἀφορητὸν παντελῶς. εἰ δὲ Κύριος ὁ συνδιαφέρων, Ἐπίρριψον ἐπὶ Κύριον τὴν μέριμνάν σου, καὶ αὐτὸς ποιήσει. μόνον ἐκεῖνο παραφυλάσσειν ἐν πᾶσι παρακλήθητι, μὴ αὐτὸς τοῖς μοχθηροῖς ἔθεσι συμπεριφέρεσθαι, ἀλλὰ τὰ κακῶς προειλημμένα διὰ τῆς δεδομένης σοι παρὰ Θεοῦ σοφίας μετατιθέναι πρὸς τὸ χρήσιμον. καὶ γὰρ ἀπέστειλέ σε Χριστὸς οὐχ ἑτέροις κατακολουθεῖν, ἀλλʼ αὐτὸν καθηγεῖσθαι τῶν σωζομένων. καὶ παρακαλοῦμεν προσεύχεσθαι ὑπὲρ ἡμῶν, ἵνα, ἐὰν μὲν ἔτι ὦμεν ἐπὶ τῆς ζωῆς ταύτης, ἰδεῖν σε μετὰ τῆς ἐκκλησίας καταξιωθῶμεν· ἐὰν δὲ ἀπελθεῖν λοιπὸν προσταχθῶμεν, ἐκεῖ ὑμᾶς ἴδωμεν παρὰ τῷ Κυρίῳ, τὴν μὲν ὡς ἄμπελον εὐθηνοῦσαν ἐπʼ ἀγαθοῖς ἔργοις, σὲ δέ, ὡς σοφὸν γεωργὸν καὶ ἀγαθὸν δοῦλον ἐν καιρῷ διδόντα τοῖς ὁμοδούλοις τὸ σιτομέτριον, πιστοῦ καὶ φρονίμου οἰκονόμου τὸν μισθὸν κομιζόμενον. Οἱ σὺν ἡμῖν πάντες ἀσπάζονταί σου τὴν εὐλάβειαν. ἐρρωμένος καὶ εὔθυμος ἐν Κυρίῳ εἴης· εὐδοκιμῶν ἐπὶ χαρίσμασι Πνεύματος καὶ σοφίας φυλαχθείης.
Ἔοικέ μοι τοῦτο καὶ ὄκνον ἐμποιεῖν πρὸς τὸ γράφειν καὶ ἀναγκαῖον αὐτὸ πάλιν ὑποδεικνύναι. ὅταν μὲν γὰρ πρὸς τὸ τῆς ἐπιδημίας τῆς ἐμαυτοῦ ἀπίδω χρέος καὶ τὸ τῆς συντυχίας ὑπολογίσωμαι ὄφελος, πάνυ μοι τῶν ἐπιστολῶν ὑπερορᾷν ἔπεισιν ὡς οὐδὲ σκιᾶς λόγον ἐκπληροῦν δυναμένων πρὸς τὴν ἀλήθειαν· ὅταν δὲ πάλιν λογίσωμαι, ὅτι μόνη παραμυθία ἐστὶ τῶν μεγίστων καὶ πρώτων διαμαρτόντα προσειπεῖν ἄνδρα τοσοῦτον, καὶ ἱκετεῦσαι συνήθως ὥστε μὴ ἐπιλανθάνεσθαι ἡμῶν ἐπὶ τῶν προσευχῶν, οὐ μικρόν τί μοι κρίνειν τὸ τῶν ἐπιστολῶν ἔπεισι. τὴν μὲν οὖν ἐλπίδα τῆς παρουσίας οὔτε αὐτὸς ῥίψαι τῆς ψυχῆς βούλομαι, οὔτε τὴν σὴν θεοσέβειαν ἀπογνῶναι. αἰσχύνομαι γὰρ εἰ μὴ ταῖς σαῖς εὐχαῖς τοσοῦτον φανείην θαρσῶν, ὡς καὶ νέος ἐκ γέροντος ἔσεσθαι, εἰ τούτου γένοιτο χρεία, οὐχ ὅπως ἐρρωμενέστερος μικρὸν ἐξ ἀσθενοῦς καὶ ἐξιτήλου παντάπασιν, ὁποῖος δὴ νῦν εἰμί. Τοῦ δὲ μὴ ἤδη παρεῖναι τὰ αἴτια λόγῳ μὲν εἰπεῖν οὐ ῥᾴδιον, οὐ μόνον ὑπὸ τῆς παρούσης ἀσθενείας ἐξειργομένῳ, ἀλλʼ οὐδὲ σχόντι ποτὲ τοσαύτην τοῦ λόγου δύναμιν, ὥστε παντοδαπὴν καὶ ποικίλην νόσον ἐναργῶς ἐξαγγεῖλαι. πλὴν ὅτι ἀπὸ τῆς ἡμέρας τοῦ Πάσχα μέχρι νῦν πυρετοὶ καὶ διάρροιαι, καὶ σπλάγχνων ἐπαναστάσεις, ὥσπερ κύματά με ἐπιβαπτίζοντα ὑπερσχεῖν οὐκ ἐᾷ. τὰ δὲ παρόντα οἷα καὶ τίνα ἦν, εἴποι ἂν καὶ ὁ ἀδελφὸς Βάραχος, εἰ καὶ μὴ τῆς ἀληθείας ἀξίως, ἀλλʼ ὅσον μαρτυρῆσαι τῇ αἰτίᾳ τῆς ὑπερθέσεως. πάνυ δὲ πέπεισμαι, εἰ γνησίως ἡμῖν συνεύξαιο, πάνθʼ ἡμῖν λυθήσεσθαι ῥᾳδίως τὰ δυσχερῆ.
Εἶδόν σου τὴν ψυχὴν ἐν τοῖς γράμμασι. καὶ γὰρ τῷ ὄντι οὐδεὶς γραφεὺς χαρακτῆρα σώματος οὕτως ἀκριβῶς ἐκλαβεῖν δύναται ὡς λόγος ἐξεικονίσαι τῆς ψυχῆς τὰ ἀπόρρητα. τότε γὰρ τὸ τοῦ ἤθους εὐσταθές, καὶ τὸ τῆς τιμῆς ἀληθινόν, καὶ τὸ τῆς γνώμης ἐν πᾶσιν ἀκέραιον ἱκανῶς ἡμῖν ὁ ἐν τοῖς γράμμασι λόγος ἐχαρακτήρισεν· ὅθεν καὶ μεγάλην ἡμῖν παραμυθίαν τῆς ἀπολείψεώς σου παρέσχετο. μὴ τοίνυν διαλίπῃς τῇ ἀεὶ παραπιπτούσῃ προφάσει χρώμενος πρὸς τὸ ἐπιστέλλειν καὶ τὴν διὰ μακροῦ ταύτην ὁμιλίαν χαρίζεσθαι· ἐπειδὴ τῆς κατʼ ὀφθαλμοὺς συντυχίας ἀπόγνωσιν ἡμῖν λοιπὸν ἡ ἀσθένεια τοῦ σώματος ἐμποιεῖ. ἣν ὁπόση ἐστὶν ἐρεῖ σοι ὁ θεοφιλέστατος ἐπίσκοπος Ἀμφιλόχιος, ὁ καὶ γνωρίσας τῷ ἐπὶ πλεῖον συγγεγενῆσθαι ἡμῖν καὶ δυνατὸς ὢν λόγῳ παραστῆσαι τὰ θεαθέντα. γνωρίζεσθαι δὲ βούλομαι τὰ ἐμαυτοῦ δυσχερῆ οὐκ ἄλλου τινὸς ἕνεκεν ἢ τῆς πρὸς τὸ ἐφεξῆς συγγνώμης, ὡς μὴ ῥᾳθυμίας ἔχειν κατάγνωσιν ἐὰν ἄρα ἐλλίπωμεν τὴν ἐπίσκεψιν ὑμῶν. καίτοιγε οὐκ ἀπολογίας μᾶλλον ἢ παραμυθίας δεῖ πρὸς τὴν ζημίαν ταύτην. εἰ γὰρ ἦν μοι δυνατὸν συνεῖναί σου τῇ σεμνότητι, πολλῷ ἂν ἐγὼ τῶν παρʼ ἄλλοις σπουδαζομένων ταύτην ἐμαυτῷ προτιμοτέραν ἐθέμην.
Ὅσης ἡμᾶς εὐφροσύνης ἐνέπλησε τὰ γράμματα τῆς ὁσιότητός σου ἡμεῖς μὲν οὐκ ἂν ῥᾳδίως ἐνδείξασθαι δυνηθείημεν, ἀσθενοῦντος τοῦ λόγου πρὸς τὴν ἐνάργειαν· αὐτὸς δὲ καὶ παρὰ σεαυτῷ εἰκάζειν ὀφείλεις, τεκμαιρόμενος τῷ κάλλει τῶν ἐπεσταλμένων. τί γὰρ οὐκ εἶχε τὰ γράμματα; οὐ τὴν πρὸς Κύριον ἀγάπην; οὐ τὸ περὶ τοὺς μάρτυρας θαῦμα, οὕτως ἐναργῶς τὸν τρόπον τῆς ἀθλήσεως ὑπογράφοντα, ὥστε ὑπʼ ὄψιν ἡμῖν ἀγαγεῖν τὰ πράγματα; οὐ τὴν περὶ ἡμᾶς αὐτοὺς τιμήν τε καὶ διάθεσιν; οὐχ ὅ τι ἂν εἴποι τις τῶν καλλίστων; ὥστε, ὅτε εἰς χεῖρας τὴν ἐπιστολὴν ἐδεξάμεθα, καὶ ἀνέγνωμεν αὐτὴν πολλάκις, καὶ τὴν βρύουσαν ἐν αὐτῇ χάριν τοῦ Πνεύματος κατεμάθομεν, νομίσαι ἡμᾶς ἐπὶ τῶν ἀρχαίων καιρῶν γεγενῆσθαι, ἡνίκα ἤνθουν αἱ ἐκκλησίαι τοῦ Θεοῦ, ἐρριζωμέναι τῇ πίστει, ἡνωμέναι τῇ ἀγάπῃ, ὥσπερ ἐν ἑνὶ σώματι μιᾶς συμπνοίας διαφόρων μελῶν ὑπαρχούσης· ὅτε φανεροὶ μὲν οἱ διώκοντες, φανεροὶ δὲ οἱ διωκόμενοι· πολεμούμενοι δὲ οἱ λαοὶ πλείους ἐγίνοντο, καὶ τὸ αἷμα τῶν μαρτύρων ἄρδον τὰς ἐκκλησίας πολυπλασίονας τοὺς ἀγωνιστὰς τῆς εὐσεβείας ἐξέτρεφε, τῷ ζήλῳ τῶν προλαβόντων ἐπαποδυομένων τῶν ἐφεξῆς. τότε Χριστιανοὶ μὲν πρὸς ἀλλήλους εἰρήνην ἤγομεν, εἰρήνην ἐκείνην, ἣν ὁ Κύριος ἡμῖν κατέλιπεν, ἧς νῦν οὐδʼ ἴχνος ἡμῖν λοιπὸν ὑπολέλειπται, οὕτως αὐτὴν ἀπηνῶς ἀπʼ ἀλλήλων ἀπεδιώξαμεν. πλὴν ἀλλʼ ὅτι αἱ ψυχαὶ ἡμῶν πρὸς τὴν παλαιὰν ἐκείνην μακαριότητα ἐπανῆλθον, ἐπειδὴ γράμματα μὲν ἦλθεν ἐκ τῆς μακρόθεν, ἀνθοῦντα τῷ τῆς ἀγάπης κάλλει, μάρτυς δὲ ἡμῖν ἐπεδήμησεν ἐκ τῶν ἐπέκεινα Ἴστρου βαρβάρων, δι’ ἑαυτοῦ κηρύσσων τῆς ἐκεῖ πολιτευομένης πίστεως τὴν ἀκρίβειαν. τίς ἂν τὴν ἐπὶ τούτοις εὐφροσύνην τῶν ψυχῶν ἡμῶν διηγήσαιτο; τίς ἂν ἐπινοηθείη δύναμις λόγου ἐναργῶς ἐξαγγεῖλαι τὴν ἐν τῷ κρυπτῷ τῆς καρδίας ἡμῶν διάθεσιν δυναμένη; ὅτε μέντοι εἴδομεν τὸν ἀθλητήν, ἐμακαρίσαμεν αὐτοῦ τὸν ἀλείπτην, ὃς παρὰ τῷ δικαίῳ κριτῇ τὸν τῆς δικαιοσύνης στέφανον καὶ αὐτὸς ἀπολήψεται, πολλοὺς εἰς τὸν ὑπὲρ τῆς εὐσεβείας ἐπιρρώσας ἀγῶνα. Ἐπεὶ δὲ καὶ τοῦ μακαρίου ἀνδρὸς Εὐτυχοῦς εἰς μνήμην ἡμᾶς ἤγαγες, καὶ ἐσέμνυνας ἡμῶν τὴν πατρίδα ὡς αὐτὴν παρασχομένην τῆς εὐσεβείας τὰ σπέρματα, εὔφρανας μὲν ἡμᾶς τῇ ὑπομνήσει τῶν παλαιῶν, ἐλύπησας δὲ τῷ ἐλέγχῳ τῶν ὁρωμένων. οὐδεὶς γὰρ ἡμῶν Εὐτυχεῖ τὴν ἀρετὴν παραπλήσιος, οἵ γε τοσοῦτον ἀπέχομεν βαρβάρους ἐξημερῶσαι τῇ δυνάμει τοῦ Πνεύματος καὶ τῇ ἐνεργείᾳ τῶν παρʼ αὐτοῦ χαρισμάτων, ὥστε καὶ τοὺς ἡμέρως ἔχοντας τῇ ὑπερβολῇ τῶν ἁμαρτιῶν ἡμῶν ἐξηγριῶσθαι. ἑαυτοῖς γὰρ λογιζόμεθα καὶ ταῖς ἡμετέραις ἁμαρτίαις τὴν αἰτίαν τοῦ ἐπὶ τοσοῦτον χυθῆναι τὴν τῶν αἱρετικῶν δυναστείαν. σχεδὸν γὰρ οὐδὲν μέρος τῆς οἰκουμένης διαπέφευγε τὸν ἐκ τῆς αἱρέσεως ἐμπρησμόν. τὰ δὲ σὰ διηγήματα, ἐνστάσεις ἀθλητικαί, σώματα ὑπὲρ τῆς εὐσεβείας καταξαινόμενα, θυμὸς βαρβαρικὸς ὑπὸ τῶν ἀκαταπλήκτων τὴν καρδίαν καταφρονούμενος, αἱ ποικίλαι βάσανοι τῶν διωκόντων, αἱ διὰ πάντων ἐνστάσεις τῶν ἀγωνιζομένων, τὸ ξύλον, τὸ ὕδωρ, τὰ τελειωτικὰ τῶν μαρτύρων. τὰ δὲ ἡμέτερα οἷα; ἀπέψυκται ἡ ἀγάπη· πορθεῖται ἡ τῶν πατέρων διδασκαλία· ναυάγια περὶ τὴν πίστιν πυκνά· σιγᾷ τῶν εὐσεβούντων τὰ στόματα· λαοὶ τῶν εὐκτηρίων οἴκων ἐξελαθέντες ἐν τῷ ὑπαίθρῳ πρὸς τὸν ἐν οὐρανοῖς Δεσπότην τὰς χεῖρας αἴρουσι. καὶ αἱ μὲν θλίψεις βαρεῖαι, μαρτύριον δὲ οὐδαμοῦ, διὰ τὸ τοὺς κακοῦνταλβ́ἡμᾶς τὴν αὐτὴν ἡμῖν ἔχειν προσηγορίαν. ὑπὲρ τούτων αὐτός τε δεήθητι τοῦ Κυρίου, καὶ πάντας τοὺς γενναίους ἀθλητὰς τοῦ Χριστοῦ εἰς τὴν ὑπὲρ τῶν ἐκκλησιῶν προσευχὴν συμπαράλαβε, ἵνα εἴπερ ἔτι χρόνοι τινὲς ὑπολείπονται τῇ συστάσει τοῦ κόσμου, καὶ μὴ πρὸς τὴν ἐναντίαν φορὰν συνελαύνεται τὰ πάντα, διαλλαγεὶς ὁ Θεὸς ταῖς ἑαυτοῦ ἐκκλησίαις ἐπαναγάγῃ αὐτὰς πρὸς τὴν ἀρχαίαν εἰρήνην.
Παλαιὰν ἡμῖν εὐχὴν ὁ ἅγιος Θεὸς ἐξεπλήρωσε, καταξιώσας ἡμᾶς γράμμασι τῆς ἀληθινῆς σου θεοσεβείας ἐντυχεῖν. τὸ μὲν γὰρ μέγιστον καὶ τῆς μεγίστης σπουδῆς ἄξιον αὐτόν σε ἰδεῖν καὶ ὀφθῆναί σοι, καὶ τῶν ἐν σοὶ τοῦ Πνεύματος χαρισμάτων δι’ ἑαυτῶν ἀπολαῦσαι· ἐπειδὴ δὲ τοῦτο ἥ τε τοῦ τόπου διάστασις ἀφαιρεῖται, καὶ αἱ ἰδίᾳ ἑκάτερον ἡμῶν κατέχουσαι περιστάσεις, δευτέρας εὐχῆς ἄξιον γράμμασι συνεχέσι τῆς ἐν Χριστῷ σου ἀγάπης τρέφεσθαι τὴν ψυχήν. ὃ καὶ νῦν ἡμῖν ὑπῆρξεν, ὅτε ἐλάβομεν εἰς χεῖρας τὴν ἐπιστολὴν τῆς συνέσεώς σου· πλέον γὰρ ἢ διπλασίους ἐγενόμεθα τῇ ἀπολαύσει τῶν ἐπεσταλμένων. καὶ γὰρ ἦν τῷ ὄντι καὶ αὐτήν σου καθορᾷν τὴν ψυχήν, οἷον δι’ ἐσόπτρου τινὸς τῶν λόγων διαφαινομένην. πολυπλασίονα δὲ ἡμῖν τὴν εὐφροσύνην ἐποίει οὐ μόνον τὸ τοιοῦτον εἶναί σε ὁποῖον ἡ πάντων μαρτυρία παρίστησιν, ἀλλʼ ὅτι τὰ ἐν σοὶ καλὰ τῆς πατρίδος ἡμῶν ἐστὶ σεμνολογήματα. οἷον γὰρ εὐθαλής τις κλάδος ῥίζης γενναίας ἀφορμηθεὶς τῶν πνευματικῶν καρπῶν τὴν ὑπερορίαν ἐνέπλησας. ὥστε εἰκότως ἡ πατρὶς ἡμῶν τοῖς οἰκείοις βλαστήμασιν ἐπαγάλλεται. καὶ ἡνίκα τοὺς ὑπὲρ τῆς πίστεως ἀγῶνας διήθλεις, ἐδόξαζε τὸν Θεόν, ἀκούουσα τὴν τῶν πατέρων ἀγαθὴν κληρονομίαν διαφυλαττομένην ἔν σοι. Οἷα δέ σου καὶ τὰ παρόντα; μάρτυρι, νέον ἀθλήσαντι ἐπὶ τῆς γείτονος ὑμῖν βαρβάρου, τὴν ἐνεγκοῦσαν ἐτίμησας, οἷόν τις εὐγνώμων γεωργὸς τοῖς παρασχομένοις τὰ σπέρματα τὰς ἀπαρχὰς τῶν καρπῶν ἀποπέμπων. ὄντως πρέποντα ἀθλητῇ Χριστοῦ τὰ δῶρα· μάρτυς τῆς ἀληθείας ἄρτι τὸν τῆς δικαιοσύνης ἀναδησάμενος στέφανον· ὃν καὶ ὑπεδεξάμεθα χαίροντες, καὶ ἐδοξάσαμεν τὸν Θεὸν τὸν ἐν πᾶσι τοῖς ἔθνεσι πληρώσαντα λοιπὸν τὸ εὐαγγέλιον τοῦ Χριστοῦ αὐτοῦ. παρακέκλησο δὲ καὶ ἡμῶν τῶν ἀγαπώντων σε μεμνῆσθαι ἐν ταῖς προσευχαῖς, καὶ σπουδαίως ὑπὲρ τῶν ψυχῶν ἡμῶν προσεύχεσθαι τῷ Κυρίῳ, ἵνα καταξιωθῶμέν ποτε ἄρξασθαι καὶ αὐτοὶ δουλεύειν τῷ Θεῷ κατὰ τὴν ὁδὸν τῶν ἐντολῶν αὐτοῦ, ἃς ἔδωκεν ἡμῖν εἰς σωτηρίαν.
Τὰ πάντα τίμιος ὢν ἡμῖν καὶ τῶν φίλων ἐν τοῖς γνησίοις ὁ αἰδεσιμώτατος ἀδελφὸς ἡμῶν Εὐπράξιος τιμιώτερος ὤφθη καὶ γνησιώτερος ἐκ τῆς περὶ σὲ διαθέσεως· ὅς γε καὶ νῦν οὕτως ὥρμησε πρὸς τὴν σὴν θεοσέβειαν (ἵνʼ εἴπω τὸ τοῦ Δαβίδ), ὡς ἔλαφος πολὺ δίψος καὶ οὐ φορητὸν ποτίμῳ καὶ καθαρᾷ πηγῇ καταψύχουσα. καὶ μακάριος ὅ σοι πλησιάζειν ἠξιωμένος. καὶ μακαριώτερος δὲ ὁ ὑπὲρ Χριστοῦ παθήμασι καὶ τοῖς ὑπὲρ ἀληθείας ἱδρῶσι τοιαύτην ἐπιθεὶς κορωνίδα, ἧς ὀλίγοι τῶν φοβουμένων τὸν Θεὸν τετυχήκασιν. οὐ γὰρ ἀβασάνιστον ἐπεδείξω τὴν ἀρετήν, οὐδὲ ἐν εὐδίας καιρῷ μόνον ὀρθῶς ἔπλευσας καὶ τὰς τῶν ἄλλων ψυχὰς ἐκυβέρνησας, ἀλλʼ ἐν ταῖς δυσχερείαις τῶν πειρασμῶν διεφάνης, καὶ τῶν διωκόντων γέγονας ὑψηλότερος τῷ γενναίως μεταστῆναι τῆς ἐνεγκούσης. Καὶ ἄλλοι μὲν τὸ πατρῷον ἔδαφος ἔχουσιν, ἡμεῖς δὲ τὴν ἄνω πόλιν· ἄλλοι τὸν ἡμέτερον ἴσως θρόνον, ἡμεῖς δὲ Χριστόν. ὢ τῆς πραγματείας οἵων ὑπεριδόντες, οἷα κεκομίσμεθα· διήλθομεν διὰ πυρὸς καὶ ὕδατος· πιστεύω δὲ ὅτι καὶ ἐξελευσόμεθα εἰς ἀναψυχήν. οὐ γὰρ ἐγκαταλείψει ἡμᾶς ὁ Θεὸς εἰς τέλος, οὐδὲ περιόψεται τὸν ὀρθὸν λόγον δεδιωγμένον· ἀλλὰ κατὰ τὸ πλῆθος τῶν ὀδυνῶν ἡμῶν αἱ παρακλήσεις αὐτοῦ εὐφρανοῦσιν ἡμᾶς. τοῦτο μὲν οὖν καὶ πιστεύομεν καὶ εὐχόμεθα. σὺ δέ, παρακαλῶ, ὑπερεύχου τῆς ταπεινώσεως ἡμῶν, καὶ ὁσάκις ἂν ἐμπίπτῃ καιρός, εὐλογεῖν ἡμᾶς διὰ γραμμάτων μὴ κατόκνει, καὶ εὐθυμοτέρους ποιεῖν τὰ κατὰ σεαυτὸν δηλῶν, ὃ ποιῆσαι νῦν κατηξίωσας.
Καὶ γράφων καὶ μεμνημένος εὐφραίνεις ἡμᾶς, καὶ τὸ τούτου μεῖζον, εὐλογῶν ἡμᾶς ἐν τοῖς γράμμασιν. ἡμεῖς δέ, εἰ μὲν ἄξιοι τῶν σῶν παθημάτων καὶ τῆς ὑπὲρ Χριστοῦ ἀθλήσεως, κατηξιώθημεν ἂν καὶ μέχρι σου γενόμενοι περιπτύξασθαί σου τὴν θεοσέβειαν καὶ τύπον λαβεῖν τῆς ἐν τοῖς παθήμασι καρτερίας. ἐπειδὴ δὲ ἀνάξιοι τούτου τυγχάνομεν, πολλαῖς θλίψεσι καὶ ἀσχολίαις ἐνεχόμενοι, ὃ δεύτερόν ἐστι ποιοῦμεν· προσαγορεύομεν τὴν σὴν τελειότητα, καὶ ἀξιοῦμεν μὴ κάμνειν σε μεμνημένον ἡμῶν. οὐ γὰρ ὠφέλεια μόνον ἡμῖν τῶν σῶν καταξιοῦσθαι γραμμάτων, ἀλλὰ καὶ καύχημα πρὸς τοὺς πολλοὺς καὶ καλλώπισμα, ὅτι λόγος ἡμῶν ἐστὶ παρὰ ἀνδρὶ τοσούτῳ τὴν ἀρετὴν καὶ τοσαύτην ἔχοντι πρὸς Θεὸν οἰκειότητα, ὥστε καὶ ἄλλους οἰκειοῦν δύνασθαι καὶ λόγῳ καὶ ὑποδείγματι.
Ὅσον ὀδύρομαι τὴν ἐκκλησίαν τὴν στερηθεῖσαν τῆς τοῦ τοιούτου ποιμένος ἐπιστασίας, τοσοῦτον μακαρίζω ὑμᾶς καταξιωθέντας ἐν τοιούτῳ καιρῷ συνεῖναι ἀνδρὶ τὸν μέγαν ὑπὲρ τῆς εὐσεβείας διαθλοῦντι ἀγῶνα. πέπεισμαι γὰρ ὅτι ὁ Κύριος καὶ ὑμᾶς τῆς αὐτῆς μερίδος καταξιώσει τοὺς καλῶς ἀλείφοντας καὶ ἐπεγείροντας αὐτοῦ τὴν προθυμίαν. ἡλίκον δὲ κέρδος ἐν ἡσυχίᾳ βαθείᾳ ἀπολαύειν ἀνδρὸς τοσαῦτα μὲν ἐκ τῆς μαθήσεως τοσαῦτα δὲ ἐκ τῆς πείρας τῶν πραγμάτων συνειληχότοσϲ ὥστε πέπεισμαι ὑμᾶς νῦν ἐγνωκέναι τὸν ἄνδρα, ἡλίκος ἐστὶ τὴν σύνεσιν· διότι ἐν τῷ παρελθόντι χρόνῳ καὶ αὐτὸς τὴν διάνοιαν εἶχεν εἰς πολλὰ σχιζομένην καὶ ὑμεῖς οὐκ ἤγετε σχολὴν ἀπὸ τῶν τοῦ βίου πραγμάτων, ὥστε ὅλοι προσκεῖσθαι τῷ πνευματικῷ νάματι τῷ ἀπὸ καθαρᾶς καρδίας τοῦ ἀνδρὸς προχεομένῳ. ἀλλὰ παράσχοι ὁ Κύριος ὑμᾶς καὶ αὐτῷ παράκλησιν εἶναι καὶ αὐτοὺς μὴ δεῖσθαι τῆς ἑτέρων παρηγορίας· ὅπερ οὖν καὶ πέπεισμαι περὶ τῶν καρδιῶν ὑμῶν, τεκμαιρόμενος τῇ τε ἐμαυτοῦ πείρᾳ, ἣν πρὸς ὀλίγον ὑμῶν ἐπειράθην, καὶ τῇ μεγάλῃ διδασκαλίᾳ τοῦ καλοῦ καθηγητοῦ, οὗ μιᾶς ἡμέρας συνουσία αὐταρκές ἐστιν ἐφόδιον πρὸς σωτηρίαν.
Πρᾶγμα μὲν ὑπέστης ἐπιεικὲς καὶ ἥμερον καὶ φιλάνθρωπον τὴν τοῦ καταφρονητοῦ Γλυκερίου (τέως γὰρ οὕτω γράφομεν) αἰχμαλωσίαν συναγαγών, καὶ τὴν κοινὴν ἀσχημοσύνην ἡμῶν, ὡς οἷόν τε ἦν, συγκαλύψας. δεῖ δὲ ὅμως τὴν σὴν εὐλάβειαν μαθοῦσαν τὰ κατʼ αὐτὸν οὕτω λῦσαι τὴν ἀτιμίαν. Οὗτος ὁ νῦν σοβαρὸς καὶ σεμνὸς ὑμῖν Γλυκέριος ἐχειροτονήθη μὲν παρʼ ἡμῶν τῆς κατὰ Οὐήνεσαν ἐκκλησίας διάκονος, ὡς καὶ τῷ πρεσβυτέρῳ διακονήσων καὶ τοῦ ἔργου τῆς ἐκκλησίας ἐπιμελησόμενος. καὶ γάρ ἐστιν, εἰ καὶ τὰ ἄλλα δύστροπος ὁ ἀνήρ, ἀλλὰ τὰ ἐπίχειρα οὐκ ἀφυής. ἐπεὶ δὲ κατέστη, τοῦ μὲν ἔργου ἠμέλησε τοσοῦτον ὅσον οὐδὲ τὴν ἀρχὴν γεγονότος· παρθένους δὲ ἀθλίας συναγαγὼν κατʼ ἰδίαν ἐξουσίαν καὶ αὐθεντίαν, τὰς μὲν ἑκούσας προσδραμούσας αὐτῷ (οἶσθα δὲ τὸ τῶν νέων περὶ τὰ τοιαῦτα πρόχειρον), τὰς δὲ ἀκούσας ἀγελαρχεῖν ἐπεχείρησε, καὶ πατριαρχίας ὄνομα ἑαυτῷ καὶ σχῆμα περιθείς, ἐξαίφνης ἐσοβαρεύσατο, οὐκ ἔκ τινος ἀκολουθίας καὶ εὐσεβείας ἐπὶ τοῦτο ἐλθών, ἀλλʼ ἀφορμὴν βίου ταύτην ὥσπερ ἄλλος τινὰ προστησάμενος· καὶ μικροῦ τὴν ἐκκλησίαν πᾶσαν ἀνάστατον πεποίηκε, περιφρονῶν μὲν τὸν ἑαυτοῦ πρεσβύτερον, ἄνδρα καὶ πολιτείᾳ καὶ ἡλικίᾳ αἰδέσιμον, περιφρονῶν δὲ τὸν χωρεπίσκοπον καὶ ἡμᾶς ὡς οὐδενὸς ἀξίους, θορύβων δὲ ἀεὶ καὶ ταραχῶν πληρῶν τὴν πόλιν καὶ σύμπαν τὸ ἱερατεῖον. Καὶ τέλος, ἵνα τι μὴ λόγῳ ἐπιτιμηθῇ μικρὸν παρʼ ἡμῶν καὶ τοῦ χωρεπισκόπου πρὸς τὸ μὴ καταφρονεῖν αὐτὸν (καὶ γὰρ καὶ τοὺς νέους ἐγύμναζεν εἰς τὴν αὐτὴν ἀπόνοιαν), πρᾶγμα διανοεῖται λίαν τολμηρὸν καὶ ἀπάνθρωπον. συλήσας νῶν παρθένων ὅσας ἠδύνατο, καὶ νύκτα τηρήσας, δραπέτης γίνεται. πάνυ σοι δεινὰ ταῦτα φανεῖται. σκόπει καὶ τὸν καιρόν. ἤγετο μὲν ἡ ἐκεῖσε σύνοδος καὶ πολὺ πανταχόθεν, ὡς εἰκός, ἐπέρρει τὸ πλῆθος. ὁ δὲ ἀντεξῆγε τὸν ἑαυτοῦ χορὸν νέοις ἑπόμενον καὶ περιχορεύοντα, καὶ πολλὴν μὲν κατήφειαν κινοῦντα τοῖς εὐλαβέσι, πολὺν δὲ γέλωτα τοῖς ἀκρατέσι καὶ τὴν γλῶσσαν ἑτοιμοτέροις. καὶ οὐκ ἀρκεῖ ταῦτα, καίπερ τηλικαῦτα ὄντα τὸ μέγεθος· ἀλλʼ ἔτι καὶ τοὺς γονεῖς, ὡς πυνθάνομαι, τῶν παρθένων τὴν ἀτεκνίαν οὐ φέροντας, καὶ τὴν διασπορὰν ἐπαναγαγεῖν βουλομένους, καὶ μετʼ ὀδυρμῶν προσπίπτοντας, ὡς εἰκός, ταῖς ἑαυτῶν θυγατράσι, περιυβρίζει καὶ ἀτιμοῖ ὁ θαυμαστὸς νεανίσκος μετὰ τοῦ λῃστρικοῦ συντάγματος. Ταῦτα μὴ ἀνεκτὰ φανήτω τῇ σῇ εὐλαβείᾳ· καὶ γὰρ κοινὸς πάντων ἡμῶν ὁ γέλως· ἀλλὰ μάλιστα μὲν αὐτὸν κέλευσον μετὰ τῶν παρθένων ἐπανελθεῖν· τύχοι γὰρ ἄν τινος φιλανθρωπίας εἰ μετὰ σῶν ἐπανήκοι γραμμάτων· εἰ δὲ μή, τάς γε παρθένους ἀπόπεμψον τῇ μητρὶ αὐτῶν τῇ ἐκκλησίᾳ. εἰ δὲ μή, τάς γε βουλομένας τυραννεῖσθαι μῂ συγχωρήσῃς, ἀλλʼ ἐπανελθεῖν τύπωσον πρὸς ἡμᾶς. ἢ μαρτυρόμεθά σοι ὡς καὶ Θεῷ καὶ ἀνθρώποις, ὅτι μὴ καλῶς ταῦτα γίνεται μηδὲ θεσμοῖς ἐκκλησίας. Γλυκέριος δὲ εἰ μὲν ἐπανέλθοι μετʼ ἐπιστήμης καὶ τῆς πρεπούσης εὐσταθείας, τοῦτο ἄριστον, εἰ δὲ μή, ἔστω πεπαυμένος τῆς ὑπηρεσίας.
Μέχρι τίνος ἀπονοῇ, καὶ κακῶς μὲν βουλεύῃ περὶ σεαυτοῦ, κινεῖς δὲ ἡμᾶς, αἰσχύνεις δὲ τὸ κοινὸν τάγμα τῶν μοναστῶν; ἐπάνελθε οὖν τῷ Θεῷ θαρρῶν καὶ ἡμῖν, οὗ τὴν φιλανθρωπίαν μιμούμεθα. εἰ γὰρ καὶ πατρικῶς ἐπετιμήσαμεν, ἀλλὰ καὶ συγγνωσόμεθα πατρικῶς. ταῦτά σοι παρʼ ἡμῶν, ἐπειδὴ πολλοί τε ἱκετεύουσιν ἄλλοι, καὶ πρὸ τῶν ἄλλων ὁ σὸς πρεσβύτερος, οὗ τὴν πολιὰν αἰδούμεθα καὶ τὴν εὐσπλαγχνίαν. εἰ δὲ μακρύνεις ἀφʼ ἡμῶν, τοῦ βαθμοῦ μὲν πάντως ἐκπέπτωκας, ἐκπεσῇ δὲ καὶ τοῦ Θεοῦ μετὰ τῶν μελῶν σου καὶ τῆς στολῆς, οἷς ἄγεις τὰς νέας, οὐ πρὸς Θεόν, ἀλλʼ εἰς βάραθρον.
Ἐπέσταλκά σοι καὶ πρώην περὶ Γλυκερίου καὶ τῶν παρθένων. οἱ δὲ οὐδέπω καὶ τήμερον ἐπανήκασιν, ἀλλʼ ἔτι μέλλουσιν, οὐκ οἶδα ὅθεν καὶ ὅπως. οὐ γὰρ ἂν ἐκεῖνό σου καταγνοίην, ὡς ἐφʼ ἡμετέρᾳ διαβολῇ τοῦτο ποιεῖς, ἢ αὐτὸς πάσχων τι πρὸς ἡμᾶς, ἢ ἄλλοις χαριζόμενος. ἡκέτωσαν οὖν μηδὲν δεδοικότες· σὺ γενοῦ τούτου ἐγγυητής. καὶ γὰρ ἀλγοῦμεν τεμνομένων τῶν μελῶν, εἰ καὶ καλῶς ἐτμήθησαν. εἰ δὲ ἀντιτείνοιεν, ἐπʼ ἄλλους τὸ βάρος, ἡμεῖς δὲ ἀποπλυνόμεθα.
Ὅπως ηὔφρανας ἡμᾶς τοῖς γράμμασιν οὐδὲν δεόμεθα γράφειν. εἰκάζεις γὰρ πάντως αὐτοῖς οἷς ἐπέστειλας τοιούτοις οὖσι. τὸν γὰρ πρῶτον καρπὸν τοῦ Πνεύματος, τὴν ἀγάπην, ἔδειξας ἡμῖν διὰ τοῦ γράμματος. τούτου δὲ τί ἂν γένοιτο τιμιώτερον ἡμῖν ἐν τῇ παρούσῃ τῶν καιρῶν καταστάσει, ἡνίκα διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν, ἐψύγη τῶν πολλῶν ἡ ἀγάπη; οὐδὲν γὰρ οὕτω σπάνιον νῦν ὡς ἀδελφοῦ συντυχία πνευματικοῦ, καὶ ῥῆμα εἰρηνικόν, καὶ πνευματικὴ κοινωνία, ἣν εὑρόντες ἐν τῇ σῇ τελειότητι ὑπερευχαριστήσαμεν τῷ Κυρίῳ, δεόμενοι καὶ τῆς τελείας ἐπὶ σοὶ μετασχεῖν εὐφροσύνης. εἰ γὰρ ἐπιστολαὶ τοιαῦται, ὁποία ἡ συντυχία; καὶ εἰ πόρρωθεν οὕτως αἱρεῖς, πόσου ἄξιος ἔσῃ ἐγγύθεν ἡμῖν ἐπιφανείς; εὖ δὲ ἴσθι, εἰ μὴ μυρίων ἀσχολιῶν περιεῖχε πλῆθος καὶ αἱ ἀπαραίτητοι αὗται ἀνάγκαι αἷς ἐνδεδέμεθα, αὐτόν με ἐπειχθῆναι πρὸς τὴν σὴν τελειότητα. καίτοιγε μέγα μοι ἐμπόδιόν ἐστι πρὸς τὰς κινήσεις ἡ παλαιὰ αὕτη τοῦ σώματος ἀρρωστία, ἀλλʼ ὅμως οὐκ ἂν ὑπελογισάμην τοῦτο ἐμπόδιον τῆς προσδοκωμένης ἕνεκεν ὠφελείας. τὸ γὰρ ἀνδρὶ τὰ αὐτὰ φρονοῦντι καὶ τὴν τῶν πατέρων πρεσβεύοντι πίστιν, ὡς ὁ τῶν τιμίων ἀδελφῶν καὶ συμπρεσβυτέρων λόγος, καταξιωθῆναι περιτυχεῖν, ὄντως ἐστὶν εἰς τὴν ἀρχαίαν μακαριότητα τῶν ἐκκλησιῶν ἐπανελθεῖν, ὅτε ὀλίγοι μὲν ἦσαν οἱ νοσοῦντες περὶ ζητήσεις, ἐν ἡσυχίᾳ δὲ ἦσαν πάντες, ἐργάται ὄντες τῶν ἐντολῶν ἀνεπαίσχυντοι, διὰ τῆς ἁπλῆς καὶ ἀπεριέργου ὁμολογίας λατρεύοντες τῷ Κυρίῳ, καὶ ἄσυλον τὴν πίστιν καὶ ἀπερίεργον τὴν εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα διαφυλάσσοντες.
Ὀκνηροὺς ἡμᾶς ποιεῖ πρὸς τὸ γράφειν τὸ μὴ πεπεῖσθαι τὰς ἐπιστολὰς ἡμῶν πάντως ἐγχειρίζεσθαι τῇ σῇ ἀγάπῃ ἀλλὰ κακίᾳ τῶν διακονούντων μυρίους προεντυγχάνειν ἑτέρους· καὶ μάλιστα νῦν οὕτω τεταραγμένων τῶν κατὰ τὴν οἰκουμένην πραγμάτων. διόπερ ἀναμένω τρόπον τινὰ μεμφθῆναι καὶ ἀπαιτηθῆναι βιαίως τὰς ἐπιστολάς, ὥστε αὐτῷ τούτῳ τεκμηρίῳ χρήσασθαι τῆς ἀποδόσεως. καὶ γράφοντες μὲν οὖν καὶ σιωπῶντες ἓν ἔργον ἔχομεν ἐν ταῖς καρδίαις ἡμῶν, φυλάσσειν τὴν μνήμην τῆς κοσμιότητός σου, καὶ προσεύχεσθαι τῷ Κυρίῳ δοῦναί σοι τελέσαι τὸν δρόμον τῆς ἀγαθῆς πολιτείας καθὰ προείλου. τῷ ὄντι γὰρ οὐ μικρὸς ἀγὼν ὁμολογοῦντι τῆς ἐπαγγελίας τὰ ἐφεξῆς ἐπάγειν. τὸ μὲν γὰρ προελέσθαι τὴν κατὰ τὸ εὐαγγέλιον πολιτείαν παντός, τὸ δὲ καὶ μέχρι τῶν μικροτάτων ἄγειν τὴν παρατήρησιν, καὶ μηδὲν τῶν ἐκεῖ γεγραμμένων παρορᾷν, τοῦτο πάνυ ὀλίγοις τῶν εἰς ἡμετέραν γνῶσιν ἡκόντων κατώρθωται· ὥστε καὶ γλώσσῃ πεπεδημένῃ κεχρῆσθαι καὶ ὀφθαλμῷ πεπαιδαγωγημένῳ κατὰ τὸ βούλημα τοῦ εὐαγγελίου, καὶ χερσὶν ἐνεργεῖν κατὰ τὸν σκοπὸν τῆς εὐαρεστήσεως τοῦ Θεοῦ, καὶ πόδας κινεῖν καὶ ἑκάστῳ τῶν μελῶν οὕτω κεχρῆσθαι ὡς ἐξ ἀρχῆς ὁ Δημιουργὸς ἡμῶν ᾠκονόμησε· τὸ ἐν τῇ καταστολῇ κόσμιον, τὸ ἐν ταῖς συντυχίαις τῶν ἀνδρῶν πεφυλαγμένον, τὸ ἐν βρώμασιν αὔταρκες, τὸ ἐν τῇ κτήσει τῶν ἀναγκαίων ἀπέριττον. ταῦτα πάντα μικρὰ μὲν ἁπλῶς οὕτω λεγόμενα, μεγάλου δὲ ἀγῶνος εἰς τὸ κατορθωθῆναι χρῄζοντα, ὡς ἐπʼ αὐτῆς τῆς ἀληθείας εὕρομεν. καὶ μὲν καὶ τὸ ἐν τῇ ταπεινοφροσύνῃ τέλειον, ὡς μήτε προγόνων περιφανείας μεμνῆσθαι, μήτε, εἴ τι ὑπάρχει ἡμῖν ἐκ φύσεως πλεονέκτημα ἢ κατὰ σῶμα ἢ κατὰ ψυχήν, τούτῳ ἐπαίρεσθαι, μήτε τὰς ἔξωθεν περὶ ἡμῶν ὑπολήψεις ἀφορμὴν ἐπάρσεώς τε καὶ φυσιώσεως ποιεῖσθαι, ταῦτα τοῦ εὐαγγελικοῦ ἔχεται βίου. τὸ ἐν ἐγκρατείᾳ εὔτονον, τὸ ἐν προσευχαῖς φιλόπονον, τὸ ἐν φιλαδελφίᾳ συμπαθές, τὸ πρὸς τοὺς δεομένους κοινωνικόν, τὸ τοῦ φρονήματος καταβεβλημένον, ὁ συντριμμὸς τῆς καρδίας, τὸ τῆς πίστεως ὑγιές, τὸ ἐν σκυθρωπότητι ὁμαλόν, μηδέποτε τῆς ἐννοίας ἡμῶν λειπούσης τοῦ φοβεροῦ καὶ ἀπαραιτήτου δικαστηρίου τὴν μνήμην πρὸς ὃ ἐπειγόμεθα μὲν ἅπαντες, μέμνηνται δὲ αὐτοῦ καὶ τὴν ἀπʼ αὐτοῦ ἔκβασιν ἀγωνιῶσιν ἐλάχιστοι.
Ἐγώ, καὶ πάνυ βουλόμενος συνεχῶς ἐπιστέλλειν τῇ εὐγενείᾳ ὑμῶν, ἐπέσχον ἐμαυτὸν ἀεί, μήπως δόξω τινὰς ὑμῖν πειρασμοὺς ἐπεγείρειν διὰ τοὺς φιλέχθρως πρὸς ἡμᾶς διακειμένους καί, ὡς ἀκούω, μέχρι καὶ τούτων τὴν ἔχθραν ἐλαύνοντας, ὥστε πολυπραγμονεῖν εἴ πού τις καὶ γράμμα ἡμέτερον δέχοιτο. ἐπειδὴ δὲ αὐτή, καλῶς ποιοῦσα, κατῆρξας τοῦ γράμματος καὶ ἐπέστειλας ἡμῖν ἃ ἐχρῆν περὶ τῶν κατὰ τὴν ψυχήν σου πραγμάτων ἀνακοινουμένη, προετράπην εἰς τὸ ἀντεπιστεῖλαι, ὁμοῦ μὲν τὰ ἐν τῷ παρελθόντι χρόνῳ ἐλλειφθέντα ἐπανορθούμενος, ὁμοῦ δὲ καὶ πρὸς τὰ ἐπεσταλμένα παρὰ τῆς σῆς εὐγενείας ἀποκρινόμενος. Ὅτι μακαρία ἐστὶ ψυχὴ ἡ νυκτὸς καὶ ἡμέρας μηδεμίαν ἄλλην μέριμναν στρέφουσα ἢ πῶς ἐπὶ τῆς μεγάλης ἡμέρας, καθʼ ἣν πᾶσα ἡ κτίσις περιστήσεται τὸν κριτὴν τὰς εὐθύνας τῶν πεπραγμένων ἀποδιδοῦσα, καὶ αὐτὴ δυνηθῇ κούφως ἀποθέσθαι τὸν λόγον τῶν βεβιωμένων. ὁ γὰρ ἐκείνην τὴν ἡμέραν καὶ τὴν ὥραν πρὸ ὀφθαλμῶν τιθέμενος, καὶ ἀεὶ μελετῶν τὴν ἐπὶ τοῦ ἀπαραλογίστου κριτηρίου ἀπολογίαν, ὁ τοιοῦτος ἢ οὐδὲν παντελῶς ἢ ἐλάχιστα ἁμαρτήσεται, διότι τὸ ἁμαρτάνειν ἡμῖν κατὰ ἀπουσίαν τοῦ φόβου τοῦ Θεοῦ γίνεται. οἷς δʼ ἂν ἐναργὴς παρῇ τῶν ἀπειλουμένων ἡ προσδοκία, οὐδένα καιρὸν δώσει τοῖς τοιούτοις ὁ σύνοικος φόβος εἰς ἀβουλήτους πράξεις ἢ ἐνθυμήσεις ἐκπεσεῖν. Καὶ μέμνησο τοίνυν τοῦ Θεοῦ, καὶ ἔχε τὸν αὐτοῦ φόβον ἐν τῇ καρδίᾳ, καὶ πάντας εἰς τὴν κοινωνίαν τῶν εὐχῶν παραλάμβανε. μεγάλη γὰρ καὶ ἡ τῶν δυναμένων δυσωπεῖν τὸν Θεὸν βοήθεια. καὶ μὴ διαλίπῃς ταῦτα ποιοῦσα. καὶ γὰρ καὶ ζῶσιν ἡμῖν τὴν ἐν σαρκὶ ταύτῃ ζωὴν ἀγαθὴ ἔσται βοηθὸς ἡ προσευχή, καὶ ἀπερχομένοις ἐντεῦθεν ἐφόδιον διαρκὲς πρὸς τὸν αἰῶνα τὸν μέλλοντα. ὥσπερ δὲ ἡ φροντὶς πρᾶγμά ἐστιν ἀγαθόν, οὕτω πάλιν ἡ ἀθυμία καὶ ἡ ἀπόγνωσις καὶ τὸ δυσελπίστως ἔχειν πρὸς σωτηρίαν τῶν βλαπτόντων ἐστὶ τὴν ψυχήν. ἐπέλπιζε τοίνυν τῇ ἀγαθότητι τοῦ Θεοῦ, καὶ ἐκδέχου αὐτοῦ τὴν ἀντίληψιν, γινώσκουσα ὅτι, ἐὰν καλῶς καὶ γνησίως πρὸς αὐτὸν ἐπιστραφῶμεν, οὐ μόνον οὐκ ἀπορρίψει ἡμᾶς εἰς τὸ παντελές, ἀλλʼ ἔτι λαλούντων ἡμῶν τὰ ῥήματα τῆς προσευχῆς ἐρεῖ· Ἰδοὺ πάρειμι.
Πρώην ἐπέστελλέ μοι ἡ σεμνότης σου ἄλλα τινὰ καὶ περὶ πίστεως γράψαι ἡμᾶς ἐναργῶς προστάσσουσα. ἀλλʼ ἐγὼ τὴν μὲν σὴν περὶ τὸ πρᾶγμα ἄγαμαι σπουδήν, καὶ εὔχομαι τῷ Θεῷ ἀνενδότως σοι τῶν ἀγαθῶν τὴν αἵρεσιν ἐνυπάρχειν καὶ ἀεί σε προκόπτοντα καὶ γνώσει καὶ ἔργοις ἀγαθοῖς τελειοῦσθαι· διὰ δὲ τὸ μὴ βούλεσθαι περὶ πίστεως σύνταγμα καταλιμπάνειν μηδὲ γράφειν διαφόρους πίστεις, παρετηρησάμην μὴ ἀποστεῖλαι ἃ ἐπεζητήσατε. Πλὴν δοκεῖτέ μοι περιηχεῖσθαι παρὰ τῶν αὐτόθι, τῶν μηδὲν ἐργαζομένων, οἳ ἐπὶ διαβολῇ ἡμετέρᾳ λέγουσί τινα, ὡς ἐκ τούτου ἑαυτοὺς συστήσοντες, ἐὰν ἡμῶν τὰ αἴσχιστα καταψεύσωνται. ἐκείνους μὲν γὰρ φανεροῖ ὁ παρελθὼν χρόνος, καὶ προϊοῦσα ἡ πεῖρα φανερωτέρους ποιήσει. ἡμεῖς δὲ παρακαλοῦμεν τοὺς ἠλπικότας εἰς Χριστὸν μηδὲν παρὰ τὴν ἀρχαίαν περιεργάζεσθαι πίστιν, ἀλλʼ ὡς πιστεύομεν, οὕτω καὶ βαπτίζεσθαι, ὡς δὲ βαπτιζόμεθα, οὕτω καὶ δοξολογεῖν. ὀνόματα δὲ ἡμῖν ἀρκεῖ ἐκεῖνα ὁμολογεῖν, ἃ παρελάβομεν παρὰ τῆς ἁγιας Γραφῆς καὶ τὴν ἐπὶ τούτοις καινοτομίαν διαφεύγειν. οὐ γὰρ ἐν τῇ ἐφευρέσει τῶν προσηγοριῶν ἡ σωτηρία ἡμῶν, ἀλλʼ ἐν τῇ ὑγιεῖ περὶ τῆς θεότητος εἰς ἣν πεπιστεύκαμεν ὁμολογίᾳ.
Παράσχοι ὁ ἅγιος Θεὸς ἐρρωμένῳ σοι τὸ σῶμα, καὶ ἀπὸ πάσης ἀσχολίας ἀνειμένῳ, καὶ πάντα πράττοντι κατὰ νοῦν, τὴν ἐπιστολὴν ἡμῶν ταύτην εἰς χεῖρας ἐλθεῖν, ἵνα μὴ ἄπρακτος ἡμῶν ἡ παράκλησις γένηται, ἣν παρακαλοῦμεν νῦν ἐπιφανῆναί σε ἡμῶν τῇ πόλει, ἐπὶ τῷ σεμνοτέραν γενέσθαι τὴν πανήγυριν, ἣν δι’ ἔτους ἄγειν ἐπὶ τοῖς μάρτυσιν ἔθος ἐστὶν ἡμῶν τῇ ἐκκλησίᾳ. πέπεισο γάρ, τιμιώτατέ μοι καὶ ποθεινότατε ὡς ἀληθῶς, ὅτι πολλῶν εἰς πεῖραν ἐλθὼν ὁ παρʼ ἡμῖν λαὸς τῆς οὐδενὸς οὕτως ἀντέχεται ἐπιτυχίας, ὡς τῆς σῆς παρουσίας· τοιοῦτον κέντρον ἀγάπης ἐκ τῆς μικρᾶς ἐκείνης συντυχίας ἐναφῆκας. ἵνα οὖν καὶ ὁ Κύριος δοξασθῇ, καὶ λαοὶ εὐφρανθῶαι, καὶ τιμηθῶσι μάρτυρες, καὶ ἡμεῖς οἱ γέροντες τῆς ὀφειλομένης ἡμῖν παρὰ τέκνου γνησίου τύχωμεν θεραπείας, καταξίωσον ἀόκνως μέχρις ἡμῶν διαβῆναι, καὶ προλαβεῖν τὰς ἡμέρας τῆς συνόδου, ὥστε ἐπὶ σχολῆς ἡμᾶς ἀλλήλοις συγγενέσθαι καὶ συμπαρακληθῆναι διὰ τῆς κοινωνίας τῶν πνευματικῶν χαρισμάτων. ἔστι δὲ ἡ ἡμέρα τῇ πέμπτῃ τοῦ Σεπτεμβρίου. διὸ παρακαλοῦμεν πρὸ τριῶν ἡμερῶν ἐπιστῆναι, ἵνα καὶ τοῦ πτωχοτροφείου τὴν μνήμην μεγάλην ποιήσῃς τῇ παρουσίᾳ. ἐρρωμένος καὶ εὔθυμος ἐν Κυρίῳ ὑπερευχόμενός μου διαφυλαχθείης μοι καὶ τῇ τοῦ Θεοῦ ἐκκλησίᾳ χάριτι τοῦ Κυρίου.
Καταλέγειν μὲν πάντας τοὺς δι’ ἡμᾶς εὐεργετηθέντας παρὰ τῆς σῆς μεγαλονοίας οὐ ῥᾴδιον· οὕτω πολλοὺς μὲν σύνισμεν ἑαυτοῖς εὐπεποιηκόσι διὰ τῆς μεγάλης σου χειρός, ἣν ὁ Κύριος ἡμῖν σύμμαχον ἐπὶ τῶν μεγίστων καιρῶν ἐχαρίσατο. δικαιότατος δὲ πάντων καὶ ὁ νῦν προσαγόμενος διὰ τοῦ γράμματος ἡμῶν τυγχάνει, ὁ αἰδεσιμώτατος ἀδελφὸς Εὐσέβιος, παραλόγῳ συκοφαντίᾳ περιπεσών, ἣν ἀποσκεδάσαι μόνης ἐστὶ τῆς σῆς ὀρθότητος. διὸ παρακαλοῦμεν, καὶ τῷ δικαίῳ χαριζόμενον, καὶ πρὸς τὸ ἀνθρώπινον ἀφορῶντα, καὶ ἡμῖν τὰς συνήθεις παρεχόμενον χάριτας, ἀντὶ πάντων γενέσθαι τῷ ἀνδρί, καὶ προστῆναι αὐτοῦ μετὰ τῆς ἀληθείας. ἔχει γὰρ οὐ μικρὰν συμμαχίαν τὴν ἀπὸ τοῦ δικαίου· ἣν εἰ μὴ ὀ παρὼν καιρὸς καταβλάψειε, πάνυ ῥᾴδιον σαφῶς καὶ ἀναντιρρήτως ἐπιδειχθήσεσθαι.
Πολλοὺς οἶδα πολλάκις συστήσας τῇ τιμιότητί σου καὶ γενόμενος ἐπὶ μεγίστων καιρῶν χρήσιμος ἱκανῶς τοῖς καταπονουμένοις. οὐ μὴν τιμιώτερόν γε ἐμοὶ οὐδʼ ὑπὲρ μειζόνων ἀγωνιζόμενον οἶδα πρότερον παραπέμψας τῇ κοσμιότητί σου τοῦ ποθεινοτάτου υἱοῦ Εὐσεβίου, τοῦ νῦν τὴν ἐπιστολὴν ταύτην ἐγχειρίζοντός σοι παρʼ ἡμῶν. ὃς ποταπῷ μὲν συμπέπλεκται πράγματι αὐτός, ἂν τύχοι τινὸς καιροῦ, διηγήσεταί σου τῇ σεμνότητι. ἃ δὲ παρʼ ἡμῶν λεχθῆναι προσῆκε ταῦτά ἐστι· μὴ παρασυρῆναι τὸν ἄνδρα, μηδὲ τῷ πολλοὺς πεφηνέναι τοὺς ἐπὶ ταῖς χαλεπωτάταις πράξεσιν ἑαλωκότας καὶ αὐτόν τι τῆς τῶν πολλῶν ὑπονοίας παραπολαῦσαι· ἀλλὰ τυχεῖν δικαστηρίου, καὶ εἰς ἐξέτασιν αὐτοῦ τὸν βίον ἀχθῆναι. ῥᾷστα γὰρ οὕτω καὶ ἡ συκοφαντία φανερὰ γενήσεται, καὶ ὁ ἀνὴρ τυχὼν τῆς δικαιοτάτης προστασίας κῆρυξ ἔσται διηνεκὴς τῶν ὑπηργμένων αὐτῷ παρὰ τῆς σῆς ἡμερότητος.
Καὶ φιλελεύθερόν σε εἶναι καὶ φιλάνθρωπον τό τε τῆς φύσεως εὐγενὲς καὶ τὸ πρὸς πάντας κοινωνικὸν ἱκανῶς ἡμᾶς ἐκδιδάσκει. διὸ θαρρούντως πρεσβεύομεν ὑπὲρ ἀνδρὸς λαμπροῦ μὲν ἄνωθεν καὶ ἐκ προγόνων, πλείονος δὲ δι’ ἑαυτὸν τιμῆς καὶ αἰδοῦς ἀξίου διὰ τὴν ἐνυπάρχουσαν αὐτῷ τῶν τρόπων ἡμερότητα· ὥστε σε παρακληθέντα ὑφʼ ἡμῶν παραστῆναι αὐτῷ ἀγωνιζομένῳ δίκην, τῆς μὲν ἀληθείας ἕνεκεν εὐκαταφρόνητον, ἐναγώνιον δὲ ἄλλως διὰ τὸ τῆς συκοφαντίας βαρύ. μεγάλη γὰρ ἂν γένοιτο αὐτῷ ῥοπὴ πρὸς σωτηρίαν, εἰ καταξιώσειάς τι ῥῆμα φιλάνθρωπον ὑπὲρ αὐτοῦ προέσθαι, προηγουμένως μὲν τῷ δικαίῳ χαριζόμενος, ἔπειτα καὶ ἡμῖν τοῖς ἐξαιρέτοις σου τὴν συνήθη τιμὴν καὶ χάριν καὶ ἐν τούτῳ χαριζόμενος.
Ἀνδρὶ ἀξιολόγῳ περιτυχὼν περιστάσει οὐκ ἀνεκτῇ κεχρημένῳ ἔπαθον τὴν ψυχήν. τί γὰρ οὐκ ἔμελλον, ἄνθρωπος ὤν, ἀνθρώπῳ ἐλευθέρῳ παρʼ ἀξίαν ἐμπεπλεγμένῳ πράγμασι συναλγεῖν; καὶ βουλευσάμενος πῶς ἂν γενοίμην αὐτῷ χρήσιμος, μίαν εὗρον λύσιν τῆς κατεχούσης αὐτὸν δυσχερείας, εἰ τῇ σῇ κοσμιότητι ποιήσαιμι γνώριμον. σὸν οὖν τὸ ἐφεξῆς, τὴν σαυτοῦ σπουδήν, ἣν εἰς πολλοὺς ἐφʼ ἡμῖν μάρτυσιν ἐπιδέδειξαι, καὶ αὐτῷ παρασχέσθαι. Τὸ δὲ πρᾶγμα γνωρίσει ἡ ἐπιδοθεῖσα παρʼ αὐτοῦ δέησις τοῖς βασιλεῦσιν, ἣν καὶ λαβεῖν εἰς χεῖρας καὶ συμπρᾶξαι τῷ ἀνδρὶ τὰ δυνατὰ παρακλήθητι. καὶ γὰρ Χριστιανῷ χαρίζῃ, καὶ εὐγενεῖ, καὶ ἀπὸ λόγου πολλοῦ τὸ αἰδέσιμον ἐπαγομένῳ. ἐὰν δὲ προσθῶμεν, ὅτι καὶ ἡμεῖς μεγάλην διὰ τῆς εἰς αὐτὸν εὐποιίας ὑποδεχόμεθα χάριν, πάντως, κἂν μικρὸν ᾖ ἄλλως τὸ ἡμέτερον, ἀλλὰ τῆς σῆς σεμνότητος ἀεὶ ἐν λόγῳ ποιεῖσθαι τὰ καθʼ ἡμᾶς ἀνεχομένης, οὐ μικρὸν φανεῖται τὸ χαρισθὲν ἡμῖν.
Οἶδα ὅτι καὶ τῆς σῆς εὐλαβείας τοσοῦτον ἅπτεται ὁ χωρισμὸς τοῦ θεοφιλεστάτου ἐπισκόπου Εὐσεβίου ὅσον καὶ ἡμῶν αὐτῶν. ἐπεὶ οὖν ἀμφότεροι χρῄζομεν παρακλήσεως, ἀλλήλοις γενώμεθα παραμυθία. καὶ σύ τε ἡμῖν ἐπίστελλε τὰ ἐκ Σαμοσάτων, ἡμεῖς τε ἅπερ ἂν μάθωμεν ἀπὸ τῆς Θρᾴκης ἀπαγγελοῦμεν. φέρει γὰρ ἐμοὶ μὲν τὸ γινώσκειν τοῦ λαοῦ τὴν ἔνστασιν οὐ μικρὰν ῥᾳστώνην ἐκ τῶν παρόντων λυπηρῶν, τῇ δὲ σῇ χρηστότητι τὸ διδάσκεσθαι ἐν οἷς ἐστὶν ὁ κοινὸς ἡμῶν πατήρ. ἀμέλει καὶ νῦν οὐ γράμμασι σημαίνειν ἔχομεν· ἀλλʼ αὐτὸν παρεστήσαμέν σοι τὸν ἀκριβῶς εἰδότα καὶ ἀπαγγέλλοντα ἐν οἷς αὐτὸν κατέλιπε, καὶ ὅπως καὶ φέροντα τὰ συμπίπτοντα. εὔχου τοίνυν καὶ ὑπὲρ αὐτοῦ καὶ ὑπὲρ ἡμῶν, ἵνα ὁ Κύριος ταχεῖαν ἀπαγάγῃ τῶν δεινῶν τούτων τὴν λύσιν.
Ὅσον λυπούμεθα ἐνθυμούμενοι τὴν ἐρημίαν τῆς ἐκκλησίας, τοσοῦτον μακαρίζομεν ὑμᾶς εἰς τοῦτο φθάσαντας τὸ μέτρον τῆς ἀθλήσεως, ὃ παράσχοι ὑμῖν ὁ Κύριος μακροθύμως παρελθεῖν, ἵνα καὶ τῆς πιστῆς οἰκονομίας καὶ τῆς γενναίας ἐνστάσεως, ἣν ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ ἐπεδείξασθε, τὸν μέγαν μισθὸν ὑποδέξησθε.
Ὅταν ἀπίδω ὅτι ὁ μὲν πειρασμὸς κατὰ πάσης ἤδη κέχυται τῆς οἰκουμένης, καὶ αἱ μέγισται τῶν ἐπὶ Συρίας πόλεων τῶν ἴσων ὑμῖν πεπείρανται παθημάτων, οὐ πανταχοῦ δὲ οὕτω δόκιμον καὶ διαπρεπὲς ἐπʼ ἀγαθοῖς ἔργοις τὸ βουλευτήριον, ὡς τὸ ὑμέτερον νῦν ἐπὶ τῇ σπουδῇ τῶν ἀγαθῶν ἔργων διαβεβόηται, ἐγγύς εἰμι καὶ χάριν ἔχειν τοῖς οἰκονομηθεῖσιν. εἰ γὰρ μὴ ἐγεγόνει ἡ θλίψις αὕτη, οὐκ ἂν ὑμῶν διεφάνη τὸ δόκιμον. ὥστε ἔοικεν, ὅπερ ἐστὶ κάμινος χρυσῷ, τοῦτο εἶναι ἡ ὑπὲρ τῆς εἰς Θεὸν ἐλπίδος θλίψις τοῖς ἀντιποιουμένοις τινὸς ἀρετῆς. Ἄγε οὖν, ὦ θαυμάσιοι, ὅπως τοῖς προπεπονημένοις ἄξια ἐπαγάγητε τὰ ἑπόμενα, καὶ φανῆτε μεγάλῃ κρηπῖδι ἀξιολογωτέραν ἐπιτιθέντες τὴν κορυφήν, καὶ περίστητε μὲν τὸν ποιμένα τῆς ἐκκλησίας, ὅταν δῷ ὁ Κύριος αὐτὸν ἐπὶ τῶν ἰδίων φανῆναι θρόνων, ἄλλος ἄλλο τι τῶν ὑπὲρ τῆς Ἐκκλησίας τοῦ Θεοῦ πεπολιτευμένων ἡμῖν διηγούμενοι, ἐν δὲ τῇ μεγάλῃ τοῦ Κυρίου ἡμέρᾳ ἕκαστος κατὰ τὴν ἀναλογίαν τῶν πεπονημένων παρὰ τοῦ μεγαλοδώρου Θεοῦ δεχόμενοι τὴν ἀντίδοσιν. ἡμῶν δὲ μεμνημένοι καὶ ἐπιστέλλοντες ὁσάκις ἂν ᾖ δυνατόν, δίκαιά τε ποιήσετε τοῖς ἴσοις ἡμᾶς ἀμειβόμενοι, καὶ ἅμα οὐ μικρῶς ἡμᾶς εὐφρανεῖτε, τῆς ἡδίστης ἡμῖν φωνῆς ὑμῶν ἐναργῆ σύμβολα διὰ τῶν γραμμάτων διαπεμπόμενοι.
Οἶδα ὅτι στυγνοποιὸν πρᾶγμα ἡ ὀρφανία καὶ πολυάσχολον, διὰ τὸ ἐρημίαν ἐπάγειν τῶν προεστώτων. ὅθεν λογίζομαι καὶ τὴν σὴν εὐλάβειαν ἐπιστυγνάζουσαν τοῖς συμβεβηκόσι μὴ ἐπιστέλλειν ἡμῖν, καὶ ὁμοῦ ἐν πλείονι εἶναι νῦν ἀσχολίᾳ, περιτρέχειν τὰ τοῦ Χριστοῦ ποίμνια διὰ τὴν πανταχόθεν τῶν ἐχθρῶν ἐπανάστασιν. ἀλλʼ ἐπειδὴ πάσης λύπης παρηγορία ἡ πρὸς τοὺς ὁμοψύχους ἐστὶν ὁμιλία, καταξίου ὁσάκις ἂν δυνατόν σοι ἐπιστέλλειν ἡμῖν, καὶ αὐτός τε ἀναπαύεσθαι ἐν τῷ φθέγγεσθαι πρὸς ἡμᾶς, καὶ ἡμᾶς παρηγορεῖν ἐν τῷ μεταδιδόναι ἡμῖν τῶν σεαυτοῦ ῥημάτων. τοῦτο δὲ καὶ ἡμεῖς σπουδάσομεν ποιῆσαι ὁσάκις ἂν ἡμῖν ἐνδιδῷ τὰ πράγματα. εὔχου δὲ καὶ αὐτὸς καὶ πᾶσαν τὴν ἀδελφότητα παρακάλεσον σπουδαίως δυσωπεῖν τὸν Κύριον, ἵνα δείξῃ ποτὲ ἡμῖν λύσιν τῆς περιεχούσης ἡμᾶς κατηφείας.
Οἶδα ὅτι, εἰ καὶ μὴ ἐπιστέλλεις ἡμῖν, ἀλλʼ ἐν τῇ καρδίᾳ σου ὑπάρχει ἡ μνήμη ἡμῶν. καὶ τοῦτο τεκμαίρομαι, οὐχ ὅτι αὐτὸς ἄξιός εἰμι μνήμης τινὸς δεξιᾶς, ἀλλʼ ὅτι ἡ σὴ ψυχὴ πλουτεῖ ἐν τῇ τῆς ἀγάπης περιουσίᾳ. πλὴν ἀλλʼ ὅσον δυνατόν σοι ταῖς παρεμπιπτούσαις προφάσεσι κέχρησο εἰς τὸ ἐπιστέλλειν ἡμῖν, ἵνα καὶ ἡμεῖς μᾶλλον εὐψυχῶμεν μανθάνοντες τὰ περὶ ὑμῶν, καὶ ἀφορμὴν λαμβάνωμεν εἰς τὸ καὶ αὐτοὶ σημαίνειν ὑμῖν τὰ ἡμέτερα. οὗτος γάρ ἐστιν ὁ τρόπος τῆς ὁμιλίας τοῖς τοσοῦτον διεζευγμένοις τῷ σώματι, ὁ δι’ ἐπιστολῶν, οὗ μὴ ἀποστερῶμεν ἀλλήλους, καθόσον ἂν ἐνδιδῷ τὰ πράγματα. παράσχοι δὲ ὁ Κύριος καὶ τὴν κατʼ ὀφθαλμοὺς ἡμῖν συντυχίαν, ἵνα καὶ τὴν ἀγάπην αὐξήσωμεν καὶ τὴν εἰς τὸν Δεσπότην ἡμῶν εὐχαριστίαν πλεονάσωμεν ἐπὶ μείζοσι ταῖς παρʼ αὐτοῦ δωρεαῖς.
Ὡς καλὴ ἡ φιλοσοφία, τά τε ἄλλα, καὶ ὅτι οὐδὲ ἰατρεύεσθαι πολυτελῶς τοῖς τροφίμοις αὐτῆς ἐπιτρέπει· ἀλλὰ τὸ αὐτὸ καὶ ὄψον ἐστὶ παρʼ αὐτῇ καὶ πρὸς ὑγίειαν ἀρκεῖ. τὰς γάρ τοι ὀρέξεις ἀποκαμούσας, ὡς ἐπυθόμην, κράμβαις ἐν ὄξει ταριχευθείσαις ἀνεκαλέσω· ἃς ἐγὼ πρότερον μὲν ἐδυσχέραινον καὶ διὰ τὴν παροιμίαν, καὶ ὅτι ὑπόμνημα ἦσαν τῆς συντρόφου πενίας. Νῦν δέ μοι δοκῶ καὶ ἐμαυτὸν μεταπείσειν, καὶ τῆς παροιμίας καταγελάσεσθαι, ὁρῶν αὐτὴν οὕτως ἀγαθὴν κουροτρόφον, ἣ τὸν ἄρχοντα ἡμῶν εἰς ἀκμὴν ἐπανήγαγε. καὶ οὐδὲν εἶναι τοῦ λοιποῦ κατʼ αὐτὴν ἡγήσομαι, οὐχ ὅπως τὸν Ὁμηρικὸν λωτόν, ἀλλʼ οὐδὲ τὴν ἀμβροσίαν ἐκείνην, ἥτις ποτʼ ἄρα ἦν, ἡ τοὺς Ὀλυμπίους χορτάζουσα.
Δὶς κράμβη θάνατος, ἡ βάσκανός φησι παροιμία. ἐγὼ δὲ πολλάκις αἰτήσας ἅπαξ ἀποθανοῦμαι· πάντως δὲ καὶ μὴ αἰτήσας. εἰ δὲ πάντως, μὴ κατόκνει ἐσθίειν ὄψον ἡδύ, μάτην ὑπὸ τῆς παροιμίας λοιδορηθέν.
Ἀνοήτῳ, φησίν, ἐπερωτήσαντι σοφία λογισθήσεται. σοφοῦ δέ, ὡς ἔοικεν, ἐπερώτημα καὶ τὸν ἀνόητον σοφίζει· ὅπερ τῇ τοῦ Θεοῦ χάριτι συμβαίνει ἡμῖν, ὁσάκις ἂν δεξώμεθά σου τῆς φιλοπόνου ψυχῆς τὰ γράμματα. ἐπιστατικώτεροι γὰρ ἑαυτῶν καὶ ἐμφρονέστεροι γινόμεθα ἀπʼ αὐτῆς τῆς ἐρωτήσεως, πολλὰ ὧν οὐκ ἐπιστάμεθα διδασκόμενοι· καὶ γίνεται ἡμῶν διδάσκαλος ἡ περὶ τὸ ἀποκρίνεσθαι μέριμνα. ἀμέλει καὶ νῦν, οὐδέποτε λαβόντες ἐν φροντίδι τὰ ἐπερωτήματά σου, ἠναγκάσθημεν ἐπισκέψασθαι ἀκριβῶς, καὶ εἴ τέ τι ἠκούσαμεν παρὰ τῶν πρεσβυτέρων, ἀναμνησθῆναι, καὶ τὰ συγγενῆ ὧν ἐδιδάχθημεν παρʼ ἑαυτῶν ἐπιλογίσασθαι. Τὸ μὲν οὖν περὶ τοὺς Καθαροὺς ζήτημα καὶ εἴρηται πρότερον, καὶ καλῶς ἀπεμνημόνευσας, ὅτι δεῖ τῷ ἔθει τῶν καθʼ ἑκάστην χώραν ἕπεσθαι, διὰ τὸ διαφόρως ἐνεχθῆναι περὶ τοῦ βαπτίσματος αὐτῶν τοὺς τότε περὶ τούτων διαλαβόντας· τὸ δὲ τῶν Πεπουζηνῶν οὐδένα μοι λόγον ἔχειν δοκεῖ· καὶ ἐθαύμασα πῶς κανονικὸν ὄντα τὸν Διονύσιον παρῆλθεν. ἐκεῖνο γὰρ ἔκρινον οἱ παλαιοὶ δέχεσθαι βάπτισμα, τὸ μηδὲν τῆς πίστεως παρεκβαῖνον· ὅθεν τὰς μὲν αἱρέσεις ὠνόμασαν, τὰ δὲ σχίσματα, τὰς δὲ παρασυναγωγάς· αἱρέσεις μὲν τοὺς παντελῶς ἀπερρηγμένους, καὶ κατʼ αὐτὴν τὴν πίστιν ἀπηλλοτριωμένους· σχίσματα δὲ τοὺς δι’ αἰτίας τινὰς ἐκκλησιαστικὰς καὶ ζητήματα ἰάσιμα πρὸς ἀλλήλους διενεχθέντας· παρασυναγωγὰς δὲ τὰς συνάξεις τὰς παρὰ τῶν ἀνυποτάκτων πρεσβυτέρων ἢ ἐπισκόπων καὶ παρὰ τῶν ἀπαιδεύτων λαῶν γινομένας. οἷον εἴ τις ἐν πταίσματι ἐξετασθεὶς ἐπεσχέθη τῆς λειτουργίας, καὶ μὴ ὑπέκυψε τοῖς κανόσιν, ἀλλʼ ἑαυτῷ ἐξεδίκησε τὴν προεδρίαν καὶ τὴν λειτουργίαν, καὶ συναπῆλθον τούτῳ τινὲς καταλιπόντες τὴν καθολικὴν Ἐκκλησίαν, παρασυναγωγὴ τὸ τοιοῦτο. σχίσμα δὲ τὸ περὶ τῆς μετανοίας διαφόρως ἔχειν πρὸς τοὺς ἀπὸ τῆς Ἐκκλησίας. αἱρέσεις δέ, οἷον ἡ τῶν Μανιχαίων, καὶ Οὐαλεντίνων, καὶ Μαρκιονιστῶν, καὶ αὐτῶν τούτων τῶν Πεπουζηνῶν· εὐθὺς γὰρ περὶ αὐτῆς τῆς εἰς Θεὸν πίστεώς ἐστιν ἡ διαφορά. ἔδοξε τοίνυν τοῖς ἐξ ἀρχῆς, τὸ μὲν τῶν αἱρετικῶν παντελῶς ἀθετῆσαι, τὸ δὲ τῶν ἀποσχισάντων, ὡς ἔτι ἐκ τῆς Ἐκκλησίας ὄντων, παραδέξασθαι· τοὺς δὲ ἐν ταῖς παρασυναγωγαῖς, μετανοίᾳ ἀξιολόγῳ καὶ ἐπιστροφῇ βελτιωθέντας, συνάπτεσθαι πάλιν τῇ Ἐκκλησίᾳ, ὥστε πολλάκις καὶ τοὺς ἐν βαθμῷ, συναπελθόντας τοῖς ἀνυποτάκτοις, ἐπειδὰν μεταμεληθῶσιν, εἰς τὴν αὐτὴν παραδέχεσθαι τάξιν. οἱ τοίνυν Πεπουζηνοὶ προδήλως εἰσὶν αἱρέτικοι· εἰς γὰρ τὸ Πνεῦμα τὸ ἅγιον ἐβλασφήμησαν, Μοντανῷ καὶ Πρισκίλλῃ τὴν τοῦ Παρακλήτου προσηγορίαν ἀθεμίτως καὶ ἀναισχύντως ἐπιφημίσαντες. εἴτε οὖν ὡς ἀνθρώπους θεοποιοῦντες, κατάκριτοι· εἴτε ὡς τὸ Πνεῦμα τὸ ἅγιον τῇ πρὸς ἀνθρώπους συγκρίσει καθυβρίζοντες, καὶ οὕτω τῇ αἰωνίῳ καταδίκῃ ὑπεύθυνοι, διὰ τὸ ἀσυγχώρητον εἶναι τὴν εἰς τὸ Πνεῦμα τὸ ἅγιον βλασφημίαν. τίνα οὖν λόγον ἔχει τὸ τούτων βάπτισμα ἐγκριθῆναι τῶν βαπτιζόντων εἰς Πατέρα καὶ Υἱὸν καὶ Μοντανὸν ἢ Πρίσκιλλαν; οὐ γὰρ ἐβαπτίσθησαν οἱ εἰς τὰ μὴ παραδεδομένα ἡμῖν βαπτισθέντες. ὥστε, εἰ καὶ τὸν μέγαν Διονύσιον τοῦτο παρέλαθεν, ἀλλʼ ἡμῖν οὐ φυλακτέον τὴν μίμησιν τοῦ σφάλματος. τὸ γὰρ ἄτοπον αὐτόθεν πρόδηλον, καὶ πᾶσιν ἐναργές, οἷς τι καὶ μικρὸν τοῦ λογίζεσθαι μέτεστιν. Οἱ Καθαροὶ καὶ αὐτοὶ τῶν ἀπεσχισμένων εἰσί. πλὴν ἀλλʼ ἔδοξε τοῖς ἀρχαίοις, τοῖς περὶ Κυπριανὸν λέγω καὶ Φιρμιλιανὸν τὸν ἡμέτερον, τούτους πάντας μιᾷ ψήφῳ ὑποβαλεῖν, Καθαρούς, καὶ Ἐγκρατίτας, καὶ Ὑδροπαραστάτας· διότι ἡ μὲν ἀρχὴ τοῦ χωρισμοῦ διὰ σχίσματος γέγονεν· οἱ δὲ τῆς Ἐκκλησίας ἀποστάντες οὐκέτι ἔσχον τὴν χάριν τοῦ ἁγίου Πνεύματος ἐφʼ ἑαυτοῖς· ἐπέλιπε γὰρ ἡ μετάδοσις τῷ διακοπῆναι τὴν ἀκολουθίαν. οἱ μὲν γὰρ πρῶτοι ἀναχωρήσαντες παρὰ τῶν πατέρων ἔσχον τὰς χειροτονίας καὶ διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν αὐτῶν εἶχον τὸ χάρισμα τὸ πνευματικόν· οἱ δὲ ἀπορραγέντες, λαϊκοὶ γενόμενοι, οὔτε τοῦ βαπτίζειν, οὔτε τοῦ χειροτονεῖν εἶχον τὴν ἐξουσίαν, οὐκέτι δυνάμενοι χάριν Πνεύματος ἁγίου ἑτέροις παρέχειν, ἧς αὐτοὶ ἐκπεπτώκασι. διὸ ὡς παρὰ λἁ̣̣̓κῶν βαπτιζομένους τοὺς παρʼ αὐτῶν, ἐκέλευσαν ἐρχομένους ἐπὶ τὴν Ἐκκλησίαν τῷ ἀληθινῷ βαπτίσματι τῷ τῆς Ἐκκλησίας ἀνακαθαίρεσθαι. ἐπειδὴ δὲ ὅλως ἔδοξέ τισι τῶν κατὰ τὴν Ἀσίαν οἰκονομίας ἕνεκα τῶν πολλῶν δεχθῆναι αὐτῶν τὸ βάπτισμα, ἔστω δεκτόν. Τὸ δὲ τῶν Ἐγκρανιτῶν κακούργημα νοῆσαι ἡμᾶς δεῖ, ὅτι ἵνʼ αὐτοὺς ἀπροσδέκτους ποιήσωσι τῇ Ἐκκλησίᾳ ἐπεχείρησαν λοιπὸν ἰδίῳ προκαταλαμβάνειν βαπτίσματι· ὅθεν καὶ τὴν συνήθειαν τὴν ἑαυτῶν παρεχάραξαν. νομίζω τοίνυν, ὅτι ἐπειδὴ οὐδέν ἐστι περὶ αὐτῶν φανερῶς διηγορευμένον, ἡμᾶς προσῆκεν ἀθετεῖν αὐτῶν τὸ βάπτισμα· κἄν τις ᾖ παρʼ αὐτῶν εἰληφώς, προσιόντα τῇ Ἐκκλησίᾳ βαπτίζειν. ἐὰν μέντοι μέλλοι τῇ καθόλου οἰκονομίᾳ ἐμπόδιον ἔσεσθαι τοῦτο, πάλιν τῷ ἔθει χρηστέον, καὶ τοῖς οἰκονομήσασι τὰ καθʼ ἡμᾶς πατράσιν ἀκολουθητέον. ὑφορῶμαι γὰρ μήποτε, ὡς βουλόμεθα ὀκνηροὺς αὐτοὺς περὶ τὸ βαπτίζειν ποιῆσαι, ἐμποδίσωμεν τοῖς σωζομένοις διὰ τὸ τῆς προτάσεως αὐστηρόν. εἰ δὲ ἐκεῖνοι φυλάσσουσι τὸ ἡμέτερον βάπτισμα, τοῦτο ἡμᾶς μὴ δυσωπείτω. οὐ γὰρ ἀντιδιδόναι αὐτοῖς ὑπεύθυνοι χάριν ἐσμέν, ἀλλὰ δουλεύειν ἀκριβείᾳ κανόνων. παντὶ δὲ λόγῳ τυπωθήτω, τοὺς ἀπὸ τοῦ βαπτισμοῦ ἐκείνων προσερχομένους χρίεσθαι ἐπὶ τῶν πιστῶν δηλονότι, καὶ οὕτω προσιέναι τοῖς μυστηρίοις. οἶδα δὲ ὅτι τοὺς ἀδελφοὺς τοὺς περὶ Ἰζοΐν, καὶ Σατρυνῖνον, ἀπʼ ἐκείνης ὄντας τῆς τάξεως, προσεδεξάμεθα εἰς τὴν καθέδραν τῶν ἐπισκόπων. ὥστε τοὺς τῷ τάγματι ἐκείνων συνημμένους οὐκέτι δυνάμεθα διακρίνειν ἀπὸ τῆς Ἐκκλησιάς, οἷον κανόνα τινὰ τῆς πρὸς αὐτοὺς κοινωνίας ἐκθέμενοι διὰ τῆς τῶν ἐπισκόπων παραδοχῆς. Φθείρασα κατʼ ἐπιτήδευσιν, φόνου δίκην ὑπέχει. ἀκριβολογία δὲ ἐκμεμορφωμένου καὶ ἀνεξεικονίστου παρʼ ἡμῖν οὐκ ἔστιν. ἐνταῦθα γὰρ ἐκδικεῖται οὐ μόνον τὸ γεννηθησόμενον, ἀλλὰ καὶ αὐτὴ ἡ ἑαυτῇ ἐπιβουλεύσασα· διότι ὡς ἐπὶ τὸ πολὺ ἐναποθνήσκουσι ταῖς τοιαύταις ἐπιχειρήσεσιν αἱ γυναῖκες. πρόσεστι δὲ τούτῳ καὶ ἡ φθορὰ τοῦ ἐμβρύου, ἕτερος φόνος, κατά γε τὴν ἐπίνοιαν τῶν ταῦτα τολμῶντων. δεῖ μέντοι μὴ μέχρι τῆς ἐξόδου παρατείνειν αὐτῶν τὴν ἐξομολόγησιν, ἀλλὰ δέχεσθαι μὲν τὸ μέτρον τῶν δέκα ἐτῶν· ὁρίζειν δὲ μὴ χρόνῳ, ἀλλὰ τρόπῳ τῆς μετανοίας τὴν θεραπείαν. Διάκονος, μετὰ τὴν διακονίαν πορνεύσας, ἀπόβλητος μὲν τῆς διακονίας ἔσται· εἰς δὲ τὸν τῶν λαϊκῶν ἀπωσθεὶς τόπον, τῆς κοινωνίας οὐκ εἰρχθήσεται. διότι ἀρχαῖός ἐστι κανὼν τοὺς ἀπὸ βαθμοῦ πεπτωκότας τούτῳ μόνῳ τῷ τρόπῳ τῆς κολάσεως ὑποβάλλεσθαι· ἀκολουθησάντων, ὡς οἶμαι, τῶν ἐξ ἀρχῆς τῷ νόμῳ ἐκείνῳ τῷ, Οὐκ ἐκδικήσεις δὶς ἐπὶ τὸ αὐτό· καὶ δι’ ἑτέραν δὲ αἰτίαν· ὅτι οἱ μὲν ἐν τῷ λαϊκῷ ὄντες τάγματι, ἐκβεβλημένοι τοῦ τόπου τῶν πιστῶν, πάλιν εἰς τὸν ἀφʼ οὗ ἐξέπεσον τόπον ἀναλαμβάνονται· ὁ δὲ διάκονος ἅπαξ ἔχει διαρκῆ τὴν δίκην τῆς καθαιρέσεως. ὡς οὖν οὐκ ἀποδιδομένης αὐτῷ τῆς διακονίας, ἐπὶ ταύτης ἔστησαν μόνης τῆς ἐκδικήσεως. ταῦτα μὲν οὖν τὰ ἐκ τῶν τύπων. καθόλου δὲ ἀληθέστερόν ἐστιν ἴαμα ἡ τῆς ἁμαρτίας ἀναχώρησις. ὥστε ὁ διὰ σαρκὸς ἡδονὴν ἀθετήσας τὴν χάριν, διὰ τοῦ συντριμμοῦ τῆς σαρκὸς καὶ πάσης δουλαγωγίας τῆς κατʼ ἐγκράτειαν ἀποστὰς τῶν ἡδονῶν, ὑφʼ ὧν κατεστράφη, τελείαν ἡμῖν παρέξει τῆς ἰατρεύσεως αὐτοῦ τὴν ἀπόδειξιν. ἀμφότερα τοίνυν εἰδέναι ἡμᾶς δεῖ, καὶ τὰ τῆς ἀκριβείας καὶ τὰ τῆς συνηθείας· ἕπεσθαι δὲ ἐπὶ τῶν μὴ καταδεξαμένων τὴν ἀκρότητα τῷ παραδοθέντι τύπῳ. Περὶ τριγάμων καὶ πολυγάμων τὸν αὐτὸν ὥρισαν κανόνα, ὃν καὶ ἐπὶ τῶν διγάμων, ἀναλόγως· ἐνιαυτὸν μὲν γὰρ ἐπὶ τῶν διγάμων, ἄλλοι δὲ δύο ἔτη· τοὺς δὲ τριγάμους ἐν τρισὶ καὶ τέταρσι πολλάκις ἔτεσιν ἀφορίζουσιν. ὀνομάζουσι δὲ τὸ τοιοῦτον οὐκ ἔτι γάμον, ἀλλὰ πολυγαμίαν, μᾶλλον δὲ πορνείαν κεκολασμένην. διὸ καὶ ὁ Κύριος τῇ Σαμαρείτιδι πέντε ἄνδρας διαμειψάσῃ, Ὃν νῦν, φησίν, ἔχεις, οὐκ ἔστι σου ἀνήρ· ὡς οὐκέτι ἀξίων ὄντων τῶν ὑπερεκπεσόντων τοῦ μέτρου τῆς διγαμίας τῷ τοῦ ἀνδρὸς ἢ τῆς γυναικὸς καλεῖσθαι προσρήματι. συνηθειαν δὲ κατελάβομεν ἐπὶ τῶν τριγάμων πενταετίας ἀφορισμόν· οὐκ ἀπὸ κανόνων, ἀλλʼ ἀπὸ τῆς τῶν προειληφότων ἀκολουθίας. δεῖ δὲ μὴ πάντη αὐτοὺς ἀπείργειν τῆς Ἐκκλησίας, ἀλλʼ ἀκροάσεως αὐτοὺς ἀξιοῦν ἐν δύο που ἔτεσιν ἢ τρισί· καὶ μετὰ ταῦτα ἐπιτρέπειν συστήκειν μέν, τῆς δὲ κοινωνίας τοῦ ἀγαθοῦ ἀπέχεσθαι, καὶ οὕτως ἐπιδειξαμένους καρπόν τινα μετανοίας ἀποκαθιστᾷν τῷ τόπῳ τῆς κοινωνίας. Τοὺς δὲ ἐπὶ ἐξόδῳ μετανοοῦντας τῶν αἱρετικῶν δέχεσθαι χρή· δέχεσθαι δὲ δηλονότι οὐκ ἀκρίτως, ἀλλὰ δοκιμάζοντας εἰ ἀληθινὴν ἐπιδείκνυνται μετάνοιαν, καὶ εἰ τοὺς καρποὺς ἔχουσι μαρτυροῦντας τῇ πρὸς τὸ σωθῆναι σπουδῇ. Τῶν κανονικῶν τὰς πορνείας εἰς γάμον μὴ καταλογίζεσθαι, ἀλλὰ παντὶ τρόπῳ διασπᾷν αὐτῶν τὴν συνάφειαν. τοῦτο γὰρ καὶ τῇ Ἐκκλησίᾳ πρὸς ἀσφάλειαν λυσιτελές, καὶ τοῖς αἱρετικοῖς οὐ δώσει καθʼ ἡμῶν λαβήν, ὡς διὰ τὴν τοῦ ἁμαρτάνειν ἄδειαν ἐπισπωμένων πρὸς ἑαυτούς. Ἀρρενοφθόροι καὶ ζωοφθόροι, καὶ φονεῖς, καὶ φαρμακοί, καὶ μοιχοί, καὶ εἰδωλολάτραι τῆς αὐτῆς καταδίκης εἰσὶν ἠξιωμένοι. ὥστε ὃν ἔχεις ἐπὶ τῶν ἄλλων τύπον, καὶ ἐπὶ τούτων φύλαξον. τοὺς δὲ ἐν τριάκοντα ἔτεσι μετανοήσαντας ἐπὶ τῇ ἀκαθαραίᾳ, ἣν ἐν ἀγνοίᾳ ἔπραξαν, οὐδʼ ἀμφιβάλλειν ἡμᾶς προσῆκεν εἰς τὸ παραδέξασθαι. ἥ τε γὰρ ἄγνοια συγγνώμης ἀξίους αὐτοὺς ποιεῖ, καὶ τὸ ἑκούσιον τῆς ἐξαγορεύσεως, καὶ ἡ παράτασις ἐν τοσούτῳ χρόνῳ γενομένη. σχεδὸν γὰρ ὅλην γενεὰν ἀνθρώπου παρεδόθησαν τῷ Σατανᾷ, ἵνα παιδευθῶσι μὴ ἀσχημονεῖν. ὥστε κέλευσον αὐτοὺς ἤδη ἀνυπερθέτως δεχθῆναι, μάλιστα εἰ καὶ δάκρυα ἔχουσι δυσωποῦντά σου τὴν εὐσπλαγχνίαν, καὶ βίον ἐπιδείκνυνται ἄξιον συμπαθείας. Ὁ ἀξίνῃ παρὰ τὸν θυμὸν κατὰ τῆς ἑαυτοῦ γαμετῆς χρησάμενος φονεύς ἐστι. καλῶς δέ με ὑπέμνησας καὶ ἀξίως τῆς σεαυτοῦ συνέσεως εἰπεῖν περὶ τούτων πλατύτερον· διότι πολλαὶ ἐν τοῖς ἑκουσίοις καὶ ἀκουσίοις διαφοραί. ἀκούσιον μὲν γάρ ἐστι παντελῶς καὶ πόρρω τοῦ κατάρξαντος τὸ ἀκοντίσαντα λίθον ἐπὶ κύνα ἢ δένδρον ἀνθρώπου τυχεῖν. ἡ μὲν γὰρ ὁρμὴ ἦν τὸ θηρίον ἀμύνασθαι, ἢ τὸν καρπὸν κατασεῖσαι· ὑπέβη δὲ αὐτομάτως τῇ πληγῇ κατὰ πάροδον ὁ παραπεσών· ὥστε τὸ τοιοῦτον ἀκούσιον. ἀκούσιον μέντοι καὶ εἴ τις βουλόμενος ἐπιστρέψαι τινά, ἱμάντι ἢ ῥάβδῳ μὴ σκληρᾷ τύπτοι, ἀποθάνῃ δὲ ὁ τυπτόμενος. ἡ γὰρ πρόθεσις ἐνταῦθα σκοπεῖται, ὅτι βελτιῶσαι ἠβούλετο τὸν ἁμαρτάνοντα, οὐκ ἀνελεῖν. ἐν τοῖς ἀκουσίοις ἐστὶ κἀκεῖνο, τὸ ἀμυνόμενόν τινα ἐν μάχῃ ξύλῳ ἢ χειρί, ἀφειδῶς ἐπὶ τὰ καίρια τὴν πληγὴν ἐνεγκεῖν, ὥστε κακῶσαι αὐτόν, οὐχ ὥστε παντελῶς ἀνελεῖν. ἀλλὰ τοῦτο ἤδη προσεγγίζει τῷ ἑκουσίῳ. ὁ γὰρ τοσούτῳ χρησάμενος ὀργάνῳ πρὸς ἄμυναν, ἢ ὁ μὴ πεφεισμένως τὴν πληγὴν ἐπαγαγών, δῆλός ἐστι, διὰ τὸ κεκρατῆσθαι ὑπὸ τοῦ πάθους, ἀφειδῶν τοῦ ἀνθρώπου. ὁμοίως καὶ ὁ ξύλῳ βαρεῖ, καὶ ὁ λίθῳ μείζονι τῆς δυνάμεως τῆς ἀνθρωπίνης χρησάμενος, τοῖς ἀκουσίοις ἐναριθμεῖται, ἄλλο μέν τι προελόμενος, ἄλλο δέ τι ποιήσας. ὑπὸ γὰρ τοῦ θυμοῦ τοιαύτην ἤνεγκε τὴν πληγήν, ὥστε ἀνελεῖν τὸν πληγέντα· καίτοι ἡ σπουδὴ ἦν αὐτῷ συντρίψαι τυχόν, οὐχὶ δὲ καὶ παντελῶν θανατῶσαι. ὁ μέντοι ξίφει χρησάμενος, ἢ ᾡτινιοῦν τοιούτῳ, οὐδεμίαν ἔχει παραίτησιν· καί μάλιστα ὁ τὴν ἀξίνην ἀκοντίσας. καὶ γὰρ οὐδὲ ἀπὸ χειρὸς φαίνεται πλήξας, ὥστε τὸ μέτρον τῆς πληγῆς ἐπʼ αὐτῷ εἶναι, ἀλλʼ ἠκόντισεν, ὥστε καὶ τῷ βάρει τοῦ σιδήρου, καὶ τῇ ἀκμῇ, καὶ τῇ διὰ πλείστου φορᾷ, ὀλεθρίαν ἀναγκαίως τὴν πληγὴν γενέσθαι. Ἑκούσιον δὲ πάλιν παντελῶς, καὶ οὐδεμίαν ἀμφιβολίαν ἔχον, οἷόν ἐστι τὸ τῶν λῃστῶν καὶ τὸ τῶν πολεμικῶν ἐφόδων. οὗτοι μὲν γὰρ διὰ χρήματα ἀναιροῦσι, τὸν ἔλεγχον ἀποφεύγοντες· οἵ τε ἐν τοῖς πολέμοις ἐπὶ φόνους ἔρχονται, οὔτε φοβῆσαι, οὔτε σωφρονίσαι, ἀλλʼ ἀνελεῖν τοὺς ἐναντιουμένους ἐκ τοῦ φανεροῦ προαιρούμενοι. καὶ μέντοι, κἄν δι’ ἄλλην τινὰ αἰτίαν περίεργον φάρμακόν τις ἐγκεράσῃ, ἀνέλῃ δέ, ἑκούσιον τιθέμεθα τὸ τοιοῦτον· οἷον ποιοῦσιν αἱ γυναῖκες πολλάκις, ἐπαοιδαῖς τισι καὶ καταδέσμοις πρὸς τὸ ἑαυτῶν φίλτρον ἐπάγεσθαί τινας πειρώμεναι, καὶ προσδιδοῦσαι αὐτοῖς φάρμακα, σκότωσιν ἐμποιοῦντα ταῖς διανοίαις. αἱ τοιαῦται τοίνυν ἀνελοῦσαι, εἰ καὶ ἄλλο προελόμεναι ἄλλο ἐποίησαν, ὅμως διὰ τὸ περίεργον καὶ ἀπηγορευμένον τῆς ἐπιτηδεύσεως ἐν τοῖς ἑκουσίως φονεύουσι καταλογίζονται. καὶ αἱ τοίνυν τὰ ἀμβλωθρίδια διδοῦσαι φάρμακα φονεύτριαί εἰσι καὶ αὐταί, καὶ αἱ δεχόμεναι τὰ ἐμβρυοκτόνα δηλητήρια. ταῦτα μὲν εἰς τοσοῦτον. Ἡ δὲ τοῦ Κυρίου ἀπόφασις, κατὰ μὲν τὴν τῆς ἐννοίας ἀκολουθίαν ἐξ ἴσου καὶ ἀνδράσι καὶ γυναιξὶν ἁρμόζει, περὶ τοῦ μὴ ἐξεῖναι γάμου ἐξίστασθαι, παρεκτὸς λόγου πορνείας. ἡ δὲ συνήθεια οὐχ οὕτως ἔχει, ἀλλʼ ἐπὶ μὲν τῶν γυναικῶν πολλὴν εὑρίσκομεν ἀκριβολογίαν, τοῦ μὲν ἀποστόλου λέγοντος· Ὅτι ὁ κολλώμενος τῇ πόρνῃ ἓν σῶμά ἐστι· τοῦ δὲ Ἱερεμίου· Ὅτι, ἐὰν γένηται γυνὴ ἀνδρὶ ἑτέρῳ, οὐκ ἐπιστρέψει πρὸς τὸν ἄνδρα αὐτῆς, ἀλλὰ μιαινομένη μιανθήσεται· καὶ πάλιν· Ὁ ἔχων μοιχαλίδα ἄφρων καὶ ἀσεβής. ἡ δὲ συνήθεια καὶ μοιχεύοντας ἄνδρας καὶ ἐν πορνείαις ὄντας κατέχεσθαι ὑπὸ γυναικῶν προστάσσει. ὥστε ἡ τῷ ἀφειμένῳ ἀνδρὶ συνοικοῦσα οὐκ οἶδα εἰ δύναται μοιχαλις χρηματίζειν· τὸ γὰρ ἔγκλημα ἐνταῦθα τῆς ἀπολυσάσης τὸν ἄνδρα ἅπτεται, κατὰ ποίαν αἰτίαν ἀπέστη τοῦ γάμου. εἶτε καὶ τυπτομένη, μὴ φέρουσα τὰς πληγάς, ὑπομένειν ἐχρῆν μᾶλλον ἢ διαζευχθῆναι τοῦ συνοικοῦντος· εἴτε τὴν εἰς τὰ χρήματα ζημίαν μὴ φέρουσα, οὐδὲ αὕτη ἡ πρόφασις ἀξιόλογος. εἰ δὲ διὰ τὸ ἐν πορνείᾳ αὐτὸν ζῇν, οὐκ ἔχομεν τοῦτο ἐν τῇ συνηθείᾳ τῇ ἐκκλησιαστικῇ τὸ παρατήρημα· ἀλλὰ καὶ ἀπίστου ἀνδρὸς χωρίζεσθαι οὐ προσετάχθη γυνή, ἀλλὰ παραμένειν, διὰ τὸ ἄδηλον τῆς ἐκβάσεως. τί γὰρ οἶδας, γύναι, εἰ τὸν ἄνδρα σώσεις; ὥστε ἡ καταλιποῦσα, μοιχαλίς, εἰ ἐπʼ ἄλλον ἦλθεν ἄνδρα. ὁ δὲ καταλειφθεὶς συγγνωστός ἐστι, καὶ ἡ συνοικοῦσα τῷ τοιούτῳ οὐ κατακρίνεται. εἰ μέντοι ὁ ἀνὴρ ἀποστὰς τῆς γυναικός, ἐπʼ ἄλλην ἦλθε, καὶ αὐτὸς μοιχός, διότι ποιεῖ αὐτὴν μοιχευθῆναι· καὶ ἡ συνοικοῦσα αὐτῷ μοιχαλίς, διότι ἀλλότριον ἄνδρα πρὸς ἑαυτὴν μετέστησεν. οἱ ὀμνύοντες μὴ καταδέχεσθαι τὴν λειροτονίαν, ἐξομνύμενοι, μὴ ἀναγκαζέσθωσαν ἐπιορκεῖν. εἰ γὰρ καὶ δοκεῖ τις εἶναι κανὼν ὁ συγχωρῶν τοῖς τοιούτοις, ἀλλὰ πείρᾳ ἐγνώκαμεν, ὅτι οὐκ εὐοδοῦνται οἱ παρορκήσαντες. σκοπεῖν δὲ δεῖ καὶ τὸ εἶδος τοῦ ὅρκου, καὶ τὰ ῥήματα, καὶ τὴν διάθεσιν ἀφʼ ἧς ὀμωμόκασι, καὶ τὰς κατὰ λεπτὸν ἐν τοῖς ῥήμασι προσθήκας· ὡς ἐὰν μηδεμία ᾖ μηδαμόθεν παραμυθία, χρὴ παντελῶς ἐᾷν τοὺς τοιούτους. τὸ μέντοι κατὰ Σευῆρον πρᾶγμα, ἤτοι τὸν ὑπὸ τούτου χειροτονηθέντα πρεσβύτερον, τοιαύτην τινά μοι δοκεῖ παραμυθίαν ἔχειν, εἰ καὶ σοι συνδοκεῖ. τὸν ἀγρὸν ἐκεῖνον τὸν ὑποκείμενον τῇ Μηστείᾳ, ᾧ ἐπεκηρύχθη ὁ ἄνθρωπος, κέλευσον Οὐασόδοις ὑποτελεῖν· οὕτω γὰρ κἀκεῖνος οὐ παρορκήσει μὴ ἀναχωρῶν τοῦ τόπου· καὶ ὁ Λογγῖνος, ἔχων τὸν Κυριακὸν μεθʼ ἑαυτοῦ, οὐκ ἐρημώσει τὴν ἐκκλησίαν, οὐδὲ τὴν ἑαυτοῦ ψυχὴν διὰ τὴς ἀργίας καταδικάσει. καὶ ἡμεῖς δόξομεν μὴ παρὰ κανόνας ποιεῖν τι, συμπεριφερόμενοι τῷ Κυριακῷ, ὀμόσαντι μὲν συμπαραμένειν Μινδανοῖς, καταδεξαμένῳ δὲ τὴν μετάθεσιν. ἡ γάρ ἐπάνοδος φυλακὴ ἔσται τοῦ ὅρκου. τὸ δὲ εἶξαι αὐτὸν τῇ οἰκονομίᾳ εἰς ἐπιορκίαν αὐτῷ οὐ λογισθήσεται, διὰ τὸ μὴ προσκεῖσθαι τῷ ὅρκῳ, μηδὲ πρὸς βραχὺ ἀναχωρήσειν Μινδάνων, ἀλλὰ παραμενεῖν εἰς τὸ ἐφεξῆς. Σευήρῳ δὲ προφασιζομένῳ τὴν λήθην ἡμεῖς συγχωρήσομεν, εἰπόντες, ὅτι τῶν κρυπτῶν γνώστης οὐ περιόψεται τὴν ἑαυτοῦ Ἐκκλησίαν ὑπὸ τοιούτου λυμαινομένην, ποιοῦντος μὲν ἀκανονίστως τὸ ἐξ ἀρχῆς, ὅρκῳ δὲ καταδεσμοῦντος παρὰ τὰ εὐαγγέλια, παρορκεῖν δὲ διδάσκοντος δι’ ὧν μετετέθη, ψευδομένου δὲ νῦν δι’ ὧν τὴν λήθην σχηματίζεται. ἐπειδὴ δὲ οὐκ ἐσμὲν καρδιῶν κριταί, ἀλλʼ ἐξ ὧν ἀκούομεν κρίνομεν, δῶμεν τῷ Κυρίῳ τὴν ἐκδίκησιν, αὐτοὶ δὲ ἀδιακρίτως αὐτὸν δεξώμεθα, συγγνώμην δόντες ἀνθρωπίνῳ πάθει τῇ λήθῃ. Ὁ δὲ τὸν ἀκούσιον ποιήσας φόνον ἀρκούντως ἐξεπλήρωσε τὴν δίκην ἐν τοῖς ἕνδεκα ἔτεσι. δῆλον γὰρ ὅτι ἐπὶ τῶν πληγέντων τὰ Μωυσέως παρατηρήσομεν· καὶ τὸν κατακλιθέντα μὲν ἐπὶ τῶν πληγῶν ἃς ἔλαβε, βαδίσαντα δὲ πάλιν ἐπὶ τῇ ῥάβδῳ αὐτοῦ, οὐ λογισόμεθα πεφονεῦσθαι. εἰ δὲ καὶ οὐκ ἐξανέστη μετὰ τὰς πληγάσ—ἀλλʼ οὖν τῷ μὴ προελέσθαι αὐτὸν ἀνελεῖν ὁ τυπτήσας φονευτὴς μέν, ἀλλʼ ἀκούσιος διὰ τὴν πρόθεσιν. Τοὺς διγάμους παντελῶς ὁ κανὼν τῆς ὑπηρεσίας ἀπέκλεισε. Τοὺς ἐν πολέμοις φόνους οἱ πατέρες ἡμῶν ἐν τοῖς φόνοις οὐκ ἐλογίσαντο· ἐμοὶ δοκεῖν, συγγνώμην δόντες τοῖς ὑπὲρ σωφροσύνης καὶ εὐσεβείας ἀμυνομένοις. τάχα δὲ καλῶς ἔχει συμβουλεύειν, ὡς τὰς χεῖρας μὴ καθαροὺς τριῶν ἐτῶν τῆς κοινωνίας μόνης ἀπέχεσθαι. Ὁ τόκους λαμβάνων, ἐὰν καταδέξηται τὸ ἄδικον κέρδος εἰς πτωχοὺς ἀναλῶσαι, καὶ τοῦ λοιποῦ τοῦ νοσήματος τῆς φιλοχρηματίας ἀπαλλαγῆναι, δεκτός ἐστιν εἰς ἱερωσύνην. Θαυμάζω δέ σου, τὴν γραμματικὴν ἀκρίβειαν ἐπὶ τῆς Γραφῆς ἀπαιτοῦντος, καὶ λογιζομένου ὅτι ἠναγκασμένη ἐστὶν ἡ λέξις τῆς ἑρμηνείας τὸ αὑτῆς εὔσημον ἐκδιδούσης, οὐ τὸ κυρίως ὑπὸ τῆς Ἑβραϊκῆς φωνῆς σημαινόμενον μετατιθείσης. ἐπεὶ δὲ δεῖ μὴ ἀργῶς παρελθεῖν τὸ ὑπʼ ἀνδρὸς ζητητικοῦ κινηθὲν πρόβλημα, τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ οἱ ἰχθύες τῆς θαλάσσης καὶ ἐν τῇ κοσμοποιίᾳ τὴν αὐτὴν ἔλαχον γένεσιν. ἐκ τῶν ὑδάτων γὰρ ἐξήχθη ἀμφότερα τὰ γένη. τὸ δὲ αἴτιον, ὅτι ταὐτόν ἐστιν ἑκατέροις ἰδίωμα. τὰ μὲν γὰρ διανήχεται τὸ ὕδωρ τὰ δὲ ἐπινήχεται τῷ ἀέρι. διὰ τοῦτο μὲν οὖν κοινῇ αὐτῶν ἐπεμνήσθη. τὸ δὲ σχῆμα τοῦ λόγου ὡς μὲν πρὸς τοὺς ἰχθύας ἀκαταλλήλως ἀποδοθέν, ὡς δὲ πρὸς πάντα τὰ ἐν ὕδασι διαιτώμενα καὶ πάνυ οἰκείως. τὰ γὰρ πετεινὰ τοῦ οὐρανοῦ ὑποτέτακται τῷ ἀνθρώπῳ, καὶ οἱ ἰχθύες τῆς θαλάσσης· καὶ οὐκ αὐτοὶ μόνον, ἀλλὰ καὶ πάντα τὰ διαπορευόμενα τρίβους θαλασσῶν. οὐ γὰρ εἴ τι ἔνυδρον, καὶ ἰχθύς ἐστιν, ὡς τὰ κητώδη, φάλαιναι, καὶ ζύγαιναι, καὶ δελφῖνες, καὶ φῶκαι, καὶ προσέτι ἵπποι, καὶ κύνες, καὶ πρίονες, καὶ ξιφίαι, καὶ οἱ θαλάσσιοι βοῦς, εἰ δὲ βούλει, καὶ ἀκάληφαι, καὶ κτένες, καὶ τὰ ὀστρακόρινα πάντα, ὧν οὐδέν ἐστιν ἰχθύς, καὶ πάντα ἃ διαπορεύεται τρίβους θαλασσῶν· ὡς εἶναι τρία τὰ γένη, πετεινὰ οὐρανοῦ, ἰχθύας θαλάσσης, καὶ ὅσα τῶν ἐνύδρων τοῖς ἰχθύσιν ἀντιστελλόμενα διαπορεύονται καὶ αὐτὰ τὰς τρίβους θαλασσῶν. Ὁ δὲ Νεεμᾶν οὐχὶ μέγας παρὰ Κυρίῳ, ἀλλὰ παρʼ αὐτῷ τῷ κυρίῳ αὐτοῦ· τουτέστι, τῶν παραδυναστευόντων ἦν τῷ βασιλεῖ τῶν Σύρων. πρόσεχε οὖν ἀκριβῶς τῇ Γραφῇ καὶ αὐτόθεν εὑρήσεις τὴν λύσιν τοῦ ζητήματος.
Ἕστι μὲν καὶ πᾶσιν ὑμῖν τοῖς τὴν ἰατρικὴν μετιοῦσι φιλανθρωπία τὸ ἐπιτήδευμα. καί μοι δοκεῖ τῶν κατὰ τὸν βίον σπουδαζομένων ἁπάντων ὁ τὴν ὑμετέραν προτιθεὶς ἐπιστήμην ἐπιτυχεῖν ἂν τῆς πρεπούσης κρίσεως, καὶ μὴ διαμαρτεῖν τοῦ προσήκοντος· εἴπερ τὸ πάντων προτιμότατον, ἡ ζωή, φευκτόν ἐστι καὶ ἐπώδυνον, ἐὰν μὴ μεθʼ ὑγείας ἐξῇ ταύτην ἔχειν· ὑγείας δὲ χορηγὸς ἡ ὑμετέρα τέχνη. ἀλλά σοι διαφερόντως περιδέξιός ἐστιν ἡ ἐπιστήμη, καὶ μείζονας ποιεῖς σεαυτῷ τῆς φιλανθρωπίας τοὺς ὅρους, οὐ μέχρι τῶν σωμάτων περιορίζων τὴν ἐκ τῆς τέχνης χάριν, ἀλλὰ καὶ τῶν ψυχικῶν ἀρρωστημάτων ἐπινοῶν τὴν διόρθωσιν. ταῦτα δὲ λέγω, οὐ μόνον ταῖς τῶν πολλῶν φήμαις ἑπόμενος, ἀλλὰ καὶ τῇ κατʼ ἐμαυτὸν διδαχθεὶς πείρᾳ, ἐν πολλοῖς τε ἄλλοις, καὶ διαφερόντως νῦν ἐν τῇ τῶν ἐχθρῶν ἡμῶν ἀνεκδιηγήτῳ κακίᾳ· ἣν ῥεύματος πονηροῦ δίκην κατὰ τῆς ζωῆς ἡμῶν ἐπιρρυεῖσαν εὐμηχάνως διέχεας, τὴν βαρεῖαν ταύτην φλεγμονὴν τῆς καρδίας ἡμῶν τῇ ἐπαντλήσει τῶν παρηγορικῶν λόγων διαφορήσας. ἐγὼ γάρ, πρὸς τὴν ἐπάλληλον τῶν ἐχθρῶν ἡμῶν καὶ ποικίλην καθʼ ἡμῶν ἐπιχείρησιν ἀποβλέπων, σιωπᾷν ᾤμην δεῖν καὶ δέχεσθαι καθʼ ἡσυχίαν τὰ ἐπαγόμενα, μηδὲ ἀντερεῖν τοῖς καθωπλισμένοις τῷ ψεύδει, τῷ πονηρῷ τούτῳ ὅπλῳ, τῷ καὶ διὰ τῆς ἀληθείας πολλάκις τὴν ἀκμὴν εἰσωθοῦντι. σὺ δέ, καλῶς ποιῶν, μὴ καταπροδιδόναι τὴν ἀλήθειαν ἐνεκελεύου, ἀλλὰ διελέγχειν τοὺς συκοφάντας, ὡς ἂν μὴ πολλοὶ παραβλαβεῖεν, κατευημεροῦντος τῆς ἀληθείας τοῦ ψεύδους. Ἔδοξαν οὖν μοι παραπλήσιόν τι ποιεῖν τῷ Αἰσωπείῳ μύθῳ οἱ τὸ ἀπροφάσιστον καθʼ ἡμῶν ἀναλαβόντες μῖσος. ὡς γὰρ ἐκεῖνος ἐγκλήματά τινα τῷ ἀρνίῳ τὸν λύκον προφέρειν ἐποίησεν, αἰσχυνόμενον δῆθεν τὸ δοκεῖν ἄνευ δικαίας προφάσεως ἀναιρεῖν τὸν μηδὲν προλυπήσαντα· τοῦ δὲ ἀρνὸς πᾶσαν τὴν ἐκ συκοφαντίας ἐπαγομένην αἰτίαν εὐχερῶς διαλύοντος, μηδὲν μᾶλλον ὑφίεσθαι τῆς ὁρμῆς τὸν λύκον, ἀλλὰ τοῖς μὲν δικαίοις ἡττᾶσθαι, τοῖς δὲ ὀδοῦσι νικᾷν· οὕτως οἷς τὸ καθʼ ἡμῶν μῖσος ὥς τι τῶν ἀγαθῶν ἐσπουδάσθη, ἐρυθριῶντες τάχα τὸ δοκεῖν ἄνευ αἰτίας μισεῖν, αἰτίας πλάττουσι καθʼ ἡμῶν καὶ ἐγκλήματα· καὶ οὐδενὶ τῶν λεγομένων μέχρι παντὸς ἐπιμένουσιν, ἀλλὰ νῦν μὲν τοῦτο, μετʼ ὀλίγον δὲ ἄλλο, καὶ αὖθις ἕτερον τῆς καθʼ ἡμῶν δυσμενείας τὸ αἴτιον λέγουσι. βέβηκε δὲ αὐτοῖς ἐπʼ οὐδενὸς ἡ κακία· ἀλλʼ ὅταν τούτου τοῦ ἐγκλήματος ἀποσεισθῶσιν, ἑτέρῳ προσφύονται, καὶ ἀπʼ ἐκείνου πάλιν καταλαμβάνουσιν ἕτερον· κἂν πάντα διαλυθῇ τὰ ἐγκλήματα, τοῦ μισεῖν οὐκ ἀφίστανται. τρεῖς θεοὺς πρεσβεύεσθαι παρʼ ἡμῶν αἰτιῶνται, καὶ περιηχοῦσι τὰς ἀκοὰς τῶν πολλῶν, καὶ πιθανῶς κατασκευάζοντες τὴν διαβολὴν ταύτην οὐ παύονται. ἀλλʼ ὑπερμάχεται ἡμῶν ἡ ἀλήθεια, καὶ ἐν κοινῷ πρὸς πάντας καὶ ἰδίᾳ πρὸς τοὺς ἐντυγχάνοντας δεικνύντων ἡμῶν, ὅτι ἀνατεθεμάτισται παρʼ ἡμῶν πᾶς ὁ τρεῖς λέγων θεούς, καὶ οὐδὲ Χριστιανὸς εἶναι κρίνεται. ἀλλʼ ὅταν τοῦτο ἀκούσωσι, πρόχειρος αὐτοῖς καθʼ ἡμῶν ὁ Σαβέλλιος, καὶ ἡ ἐξ ἐκείνου νόσος ἐπιθρυλλεῖται τῷ ἡμετέρῳ λόγῳ. πάλιν καὶ πρὸς τοῦτο ἡμεῖς τὸ σύνηθες ὅπλον τὴν ἀλήθειαν προβαλλόμεθα, δεικνύντες ὅτι ἐπίσης τῷ Ἰουδαϊσμῷ καὶ τὴν τοιαύτην αἵρεσιν φρίττομεν. Τί οὖν; ἆρα μετὰ τοσαύτας ἐγχειρήσεις ἀποκαμόντες ἡσύχασαν; οὐκ ἔστι ταῦτα. ἀλλὰ καινοτομίαν ἡμῖν προφέρουσιν, οὑτωσὶ τὸ ἔγκλημα καθʼ ἡμῶν συντιθέντες τρεῖς ὑποστάσεις ὁμολογούντων· μίαν ἀγαθότητα, καὶ μίαν δύναμιν, καὶ μίαν θεότητα λέγειν ἡμᾶς αἰτιῶνται. καὶ οὐκ ἔξω τοῦτό φασι τῆς ἀληθείας· λέγομεν γάρ. ἀλλʼ ἐγκαλοῦντες τοῦτο προφέρουσιν, ὅτι ἡ συνήθεια αὐτῶν τοῦτο οὐκ ἔχει, καὶ ἡ Γραφὴ οὐ συντίθεται. τί οὖν καὶ πρὸς τοῦτο ἡμεῖς; οὐ νομίζομεν δίκαιον εἶναι τὴν παρʼ αὐτοῖς ἐπικρατοῦσαν συνήθειαν νόμον καὶ κανόνα τοῦ ὀρθοῦ ποιεῖσθαι λόγου. εἰ γὰρ ἰσχυρόν ἐστιν εἰς ἀπόδειξιν ὀρθότητος ἡ συνήθεια, ἔξεστι καὶ ἡμῖν πάντως ἀντιπροβάλλεσθαι τὴν παρʼ ἡμῖν ἐπικρατοῦσαν συνήθειαν. εἰ δὲ παραγράφονται ταύτην ἐκεῖνοι, οὐδὲ ἡμῖν πάντως ἀκολουθητέον ἐκείνοις. οὐκοῦν ἡ θεόπνευστος ἡμῖν διαιτησάτω Γραφή, καὶ παρʼ οἷς ἂν εὑρεθῇ τὰ δόγματα συνῳδὰ τοῖς θείοις λόγοις, ἐπὶ τούτους ἥξει πάντως τῆς ἀληθείας ἡ ψῆφος. τί οὖν ἐστι τὸ ἔγκλημα; δύο γὰρ κατὰ ταὐτὸν ἐν τῇ κατηγορίᾳ τῇ καθʼ ἡμῶν προενήνεκται· ἓν μὲν τὸ διαιρεῖν τὰς ὑποστάσεις· ἕτερον δὲ τὸ μηκέτι μηδὲν τῶν θεαπρεπῶν ὀνομάτων πληθυντικῶς ἀριθμεῖν, ἀλλὰ μίαν, καθὼς προείρηται, τὴν ἀγαθότητα καὶ τὴν δύναμιν καὶ τὴν θεότητα, καὶ πάντα τὰ τοιαῦτα μοναδικῶς ἐξαγγέλλειν. πρὸς μὲν οὖν τὴν διαίρεσιν τῶν ὑποστάσεων οὐκ ἂν ἔχοιεν ἀλλοτρίως οἱ τὴν ἑτερότητα τῶν οὐσιῶν ἐπὶ τῆς θείας δογματίζοντες φύσεως. οὐ γὰρ εἰκός ἐστι τοὺς τρεῖς λέγοντας οὐσίας μὴ καὶ τρεῖς ὑποστάσεις λέγειν. οὐκοῦν τοῦτο μόνον ἐστὶν ἐν ἐγκλήματι, τὸ τὰ ἐπιλεγόμενα τῇ θείᾳ φύσει ὀνόματα μοναδικῶς καταγγέλλειν. Ἀλλʼ ἕτοιμος ἡμῖν πρὸς τοῦτο καὶ σαφὴς ὁ λόγος. ὁ γὰρ καταγινώσκων τῶν μίαν λεγόντων θεότητα ἐξ ἀνάγκης τῷ πολλὰς λέγοντι, ἢ τῷ μηδεμίαν, συνθήσεται. οὐ γάρ ἐστι δυνατὸν ἕτερόν τι παρὰ τὸ εἰρημένον ἐπινοῆσαι. ἀλλʼ οὔτε πολλὰς λέγειν ἡ θεόπνευστος συγχωρεῖ διδασκαλία, εἴπου καὶ μέμνηται, μοναχῶς τῆς θεότητος μνημονεύουσα, ὅτι Ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος· καὶ ἑτέρωθι· Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης. εἰ οὖν εἰς πλῆθος ἐκτείνειν τὸν ἀριθμὸν τῶν θεοτήτων μόνον τῶν τὴν πολύθεον πλάνην νενοσηκότων ἐστί, τὸ δὲ καθόλου ἀρνεῖσθαι τὴν θεότητα τῶν ἀθέων ἂν εἴη, τίς λόγος ἐστὶν ὁ διαβάλλων ἡμᾶς ἐπὶ τῷ μίαν ὁμολογεῖν τὴν θεότητα; ἀλλʼ ἐκκαλύπτουσι φανερώτερον τὸν τοῦ λόγου σκοπόν· ἐπὶ μὲν τοῦ Πατρὸς καταδέχεσθαι τὸν Θεὸν εἶναι, καὶ τὸν Υἱὸν ὡσαύτως τιμᾶσθαι τῷ τῆς θεότητος ὀνόματι συντιθέμενοι, τὸ δὲ Πνεῦμα Πατρὶ καὶ Υἱῷ συναριθμούμενον, μηκέτι καὶ τῇ τῆς θεότητος ἐννοίᾳ συμπαραλαμβάνεσθαι, ἀλλʼ ἐκ Πατρὸς μέχρι τοῦ Υἱοῦ ἱσταμένην τὴν τῆς θεότητος δύναμιν, ἀποκρίνειν τῆς θεϊκῆς δόξης τὴν φύσιν τοῦ Πνεύματος. οὐκοῦν ἀπολογητέον καὶ ἡμῖν, ὡς ἂν οἷοί τε ὦμεν, διὰ βραχέων καὶ πρὸς ταύτην τὴν ἔννοιαν. Τίς οὖν ὁ ἡμέτερος λόγος; παραδιδοὺς ὁ Κύριος τὴν σωτήριον πίστιν τοῖς μαθητευομένοις τῷ λόγῳ, τῷ Πατρὶ καὶ τῷ Υἱῷ συνάπτει καὶ τὸ Πνεῦμα τὸ ἅγιον. τὸ δὲ συνημμένον ἅπαξ διὰ πάντων φαμὲν τὴν συνάφειαν ἔχειν. οὐ γὰρ ἐν τινὶ συντεταγμένον, ἐν ἑτέροις ἀποσχοινίζεται. ἀλλʼ ἐν τῇ ζωοποιῷ δυνάμει, καθʼ ἣν ἐκ τοῦ φθαρτοῦ βίου εἰς ἀθανασίαν ἡ φύσις ἡμῶν μετασκευάζεται, συμπαραληφθεῖσα ἡ τοῦ Πνεύματος δύναμις Πατρὶ καὶ Υἱῷ καὶ ἐν πολλοῖς ἑτέροις, οἷον ἐν τῇ κατὰ τὸ ἀγαθὸν ἐννοίᾳ, καὶ τὸ ἅγιόν τε καὶ ἀΐδιον, σοφόν, εὐθές, ἡγεμονικόν, δυνατόν, καὶ πανταχοῦ δηλονότι, τὸ ἀχώριστον ἔχει ἐν πᾶσι τοῖς πρὸς τὸ κρεῖττον ὑπειλημμένοις ὀνόμασιν. οὐκοῦν ἡγούμεθα καλῶς ἔχειν τὸ ἐν τοσαύταις ἐννοίαις ὑψηλαῖς τε καὶ θεοπρεπέσι συναπτόμενον Πατρὶ καὶ Υἱῷ ἐν οὐδενὶ διακεκρίσθαι νομίζειν. οὐδὲ γὰρ οἴδαμέν τινα τῶν περὶ τὴν θείαν φύσιν ἐπινοουμένων ὀνομάτων τὴν κατὰ τὸ κρεῖττον καὶ τὸ χεῖρον διαφοράν, ὡς εὐαγὲς εἶναι οἴεσθαι τὴν ἐν τοῖς καταδεεστέροις τῶν ὀνομάτων κοινωνίαν συγχωροῦντας τῷ Πνεύματι, τῶν ὑπεραιρόντων κρίνειν ἀνάξιον. πάντα γὰρ τὰ θεοπρεπῆ νοήματά τε καὶ ὀνόματα ὁμοτίμως ἔχει πρὸς ἄλληλα, τῷ μηδὲν περὶ τὴν τοῦ ὑποκειμένου διαφωνεῖν σημασίαν. οὐ γὰρ ἐπʼ ἄλλο τι ὑποκείμενον χειραγωγεῖ τὴν διάνοιαν τοῦ ἀγαθοῦ ἡ προσηγορία, ἐφʼ ἕτερον δὲ ἡ τοῦ σοφοῦ καὶ τοῦ δυνατοῦ καὶ τοῦ δικαίου, ἀλλʼ ὅσαπερ ἂν εἴπῃς ὀνόματα, ἓν διὰ πάντων ἐστὶ τὸ σημαινόμενον. κἂν Θεὸν εἴπῃς, τὸν αὐτὸν ἐνεδείξω ὃν διὰ τῶν λοιπῶν ὀνομάτων ἐνόησας. εἰ δὲ πάντα τὰ ὀνόματα τῇ θείᾳ φύσει ἐπιλεγόμενα ἰσοδυναμεῖ ἀλλήλοις κατὰ τὴν τοῦ ὑποκειμένου ἔνδειξιν, ἄλλα κατὰ ἄλλην ἔμφασιν ἐπὶ τὸ αὐτὸ τὴν διάνοιαν ἡμῶν ὁδηγοῦντα, τίς ὁ λόγος τὴν ἐν τοῖς ἄλλοις ὀνόμασι κοινωνίαν, πρὸς Πατέρα τε καὶ Υἱὸν συγχωροῦντα τῷ Πνεύματι, μόνης ἀποσχοινίζειν αὐτὸ τῆς θεότητος; ἀνάγκη γὰρ πᾶσα ἢ καὶ ἐν τούτῳ διδόναι τὴν κοινωνίαν, ἢ μηδὲ τὴν ἐν τοῖς λοιποῖς συγχωρεῖν. εἰ γὰρ ἐν ἐκείνοις ἄξιον, οὐδὲ ἐν τούτῳ πάντως ἀνάξιον. εἰ δὲ μικρότερον, κατὰ τὸν ἐκείνων λόγον, ἐστὶν ἢ ὥστε τοῦ τῆς θεότητος ὀνόματος πρὸς Πατέρα τε καὶ Υἱὸν τὴν κοινωνίαν χωρῆσαι, οὐδὲ ἄλλου τινὸς τῶν θεοπρεπῶν ὀνομάτων μετέχειν ἄξιον. καταμανθανόμενα γὰρ καὶ συγκρινόμενα πρὸς ἄλληλα τὰ ὀνόματα διὰ τῆς ἑκάστοις ἐνθεωρουμένης ἐμφάσεως, εὑρεθησεται μηδὲν τῆς τοῦ Θεοῦ προσηγορίας ἔλαττον ἔχοντα. τεκμήριον δὲ ὅτι τούτῳ μὲν τῷ ὀνόματι πολλὰ καὶ τῶν καταδεεστέρων ἐπονομάζεται· μᾶλλον δὲ οὐ φείδεται ἡ θεία Γραφὴ τῆς ὁμωνυμίας ταύτης, οὐδὲ ἐπὶ τῶν ἀπεμφαινόντων πραγμάτων, ὡς ὅταν τὰ εἴδωλα τῇ τοῦ Θεοῦ προσηγορίᾳ κατονομάζῃ. θεοὶ γάρ, φησίν, οἳ οὐκ ἐποίησαν τὸν οὐρανὸν καὶ τὴν γῆν, ἀρθήτωσαν, καὶ ὑποκάτω τῆς γῆς βληθήτωσαν· καί, Πάντες, φησίν, οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια. καὶ ἡ ἐγγαστρίμυθος ἐν ταῖς μαγγανείαις αὐτῆς ψυχαγωγοῦσα τῷ Σαοὺλ τὰς ἐπιζητουμένας ψυχάς, θεοὺς ἑωρακέναι φησίν. ἀλλὰ καὶ ὁ Βαλαὰμ οἰωνιστής τις ὢν καὶ μάντις, καὶ διὰ χειρὸς τὰ μαντεῖα φέρων, καθώς φησιν ἡ Γραφή, καὶ τὴν ἐκ δαιμόνων διδασκαλίαν διὰ τῆς οἰωνιστικῆς περιεργίας ἑαυτῷ κατορθώσας, παρὰ Θεοῦ συμβουλεύεσθαι ὑπὸ τῆς Γραφῆς ἱστορεῖται. καὶ πολλὰ τοιαῦτά ἐστι συλλεξάμενον ἐκ τῶν θείων παραθέσθαι Γραφῶν, ὅτι τὸ ὄνομα τοῦτο οὐδὲν ὑπὲρ τὰς λοιπὰς τὰς θεοπρεπεῖς προσηγορίας πρωτεύει, ὅτε, καθὼς εἴρηται, καὶ ἐπὶ τῶν ἀπεμφαινόντων ὁμωνύμως λεγόμενον εὑρίσκομεν. τὸ δὲ τοῦ ἁγίου ὄνομα, καὶ τοῦ ἀφθάρτου, καὶ τοῦ εὐθέος, καὶ τοῦ ἀγαθοῦ, οὐδαμοῦ κοινοποιούμενον πρὸς τὰ μὴ δέοντα παρὰ τῆς Γραφῆς ἐδιδάχθημεν. οὐκοῦν εἰ ἐν τοῖς ἐξαιρέτως ἐπὶ μόνης τῆς θείας φύσεως εὐσεβῶς λεγομένοις ὀνόμασι κοινωνεῖν τὸ ἅγιον Πνεῦμα πρὸς τὸν Υἱὸν καὶ τὸν Πατέρα οὐκ ἀντιλέγουσι, τίς ὁ λόγος, τούτῳ μόνῳ κατασκευάζειν ἀκοινώνητον εἶναι, οὗ μετέχειν ἐδείχθη, κατά τινα ὁμώνυμον χρῆσιν καὶ τὰ δαιμόνια καὶ τὰ εἴδωλα; Ἀλλὰ λέγουσι φύσεως ἐνδεικτικὴν εἶναι τὴν προσηγορίαν ταύτην, ἀκοινώνητον δὲ εἶναι πρὸς Πατέρα καὶ Υἱὸν τὴν τοῦ Πνεύματος φύσιν, καὶ διὰ τοῦτο μηδὲ τῆς κατὰ τὸ ὄνομα τοῦτο κοινωνίας μετέχειν. οὐκοῦν δειξάτωσαν, διὰ τίνων τὸ τῆς φύσεως παρηλλαγμένον ἐπέγνωσαν. εἰ μὲν γὰρ ἦν δυνατὸν αὐτὴν ἐφʼ ἑαυτῆς τὴν θείαν φύσιν θεωρηθῆναι, καὶ τό τε οἰκείως ἔχον καὶ τὸ ἀλλοτρίως διὰ τῶν φαινομένων εὑρεῖν, οὐκ ἂν πάντως ἐδεήθημεν λόγων ἢ τεκμηρίων ἑτέρων πρὸς τὴν τοῦ ζητουμένου κατάληψιν· ἐπειδὴ δὲ ἡ μὲν ὑψηλοτέρα τῆς τῶν ζητουμένων ἐστὶ κατανοήσεως, ἐκ δὲ τεκμηρίων τινῶν περὶ τῶν διαφευγόντων τὴν γνῶσιν ἡμῶν λογιζόμεθα, ἀνάγκη πᾶσα διὰ τῶν ἐνεργειῶν ἡμᾶς χειραγωγεῖσθαι πρὸς τὴν τῆς θείας φύσεως ἔρευναν. οὐκοῦν ἐὰν ἴδωμεν διαφερούσας ἀλλήλων τὰς ἐνεργείας τὰς παρὰ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος ἐνεργουμένας διαφόρους εἶναι, καὶ τὰς ἐνεργούσας φύσεις ἐκ τῆς ἑτερότητος τῶν ἐνεργειῶν στοχασόμεθα. οὐδὲ γὰρ ἐνδέχεται τὰ διεστῶτα κατὰ τὸν τῆς φύσεως λόγον πρὸς τὸ τῶν ἐνεργειῶν εἶδος ἀλλήλοις συνενεχθῆναι· (οὔτε ψύχει τὸ πῦρ, οὔτε θερμαίνει ὁ κρύσταλλος), ἀλλὰ τῇ τῶν φύσεων διαφορᾷ συνδιαχωρίζονται ἀπʼ ἀλλήλων καὶ αἱ παρὰ τούτων ἐνέργειαι. ἐὰν δὲ μίαν νοήσωμεν τὴν ἐνέργειαν Πατρός τε καὶ Υἱοῦ καὶ Πνεύματος ἁγίου, ἐν μηδενὶ διαφέρουσάν τι ἢ παραλλάσσουσαν, ἀνάγκη τῇ ταυτότητι τῆς ἐνεργείας τὸ ἡνωμένον τῆς φύσεως συλλογίζεσθαι. Ἁγιάζει, καὶ ζωοποιεῖ, καὶ φωτίζει, καὶ παρακαλεῖ, καὶ πάντα τὰ τοιαῦτα, ὁμοίως ὁ Πατὴρ καὶ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ ἅγιον. καὶ μηδεὶς κατʼ ἐξαίρετον ἀπονεμέτω τῇ ἐνεργείᾳ τοῦ Πνεύματος τὴν ἁγιαστικὴν ἐξουσίαν, ἀκούσας τοῦ Σωτῆρος ἐν τῷ Εὐαγγελίῳ περὶ τῶν μαθητῶν πρὸς τὸν Πατέρα λέγοντος· Πάτερ, ἁγίασον αὐτοὺς ἐν τῷ ὀνοματί σου. ὡσαύτως δὲ καὶ τὰ ἄλλα πάντα κατὰ τὸ ἴσον ἐνεργεῖται τοῖς ἀξίοις παρὰ τοῦ Πατρός τε καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος· πᾶσα χάρις καὶ δύναμις, ἡ ὁδηγία, ἡ ζωή, ἡ παράκλησις, ἡ πρὸς τὸ ἀθάνατον μεταβολή, ἡ εἰς ἐλευθερίαν μετάστασις, καὶ εἴ τι ἄλλο ἐστὶν ἀγαθόν, ὃ μέχρις ἡμῶν καταβαίνει. ἡ δὲ ὑπὲρ ἡμᾶς οἰκονομία, ἔν τε τῇ νοητῇ κτίσει καὶ τῇ αἰσθητῇ, εἴ τι χρὴ διὰ τῶν γινωσκομένων ἡμῖν καὶ περὶ τῶν ὑπερκειμένων στοχάζεσθαι, οὐδὲ αὐτὴ τῆς τοῦ ἀγίου Πνεύματος ἐνεργείας καὶ δυνάμεως ἔξω καθέστηκεν, ἑκάστου κατὰ τὴν ἰδίαν ἀξίαν τε καὶ χρείαν τῆς ὠφελείας μεταλαμβάνοντας. εἰ γὰρ καὶ ἄδηλος τῇ αἰσθήσει τῇ ἡμετέρᾳ ἡ περὶ τῶν ἄνω τῆς ἡμετέρας φύσεως διάταξίς τε καὶ διοίκησις, ὅμως ἐκ τῆς ἀκολουθίας εὐλογώτερον ἄν τις σύνθοιτο διὰ τῶν ἡμῖν γνωρίμων ἐνεργὸν εἶναι καὶ ἐπʼ ἐκείνων τὴν τοῦ Πνεύματος δύναμιν, ἢ ἀπεξενῶσθαι τῆς ἐν τοῖς ὑπερκειμένοις οἰκονομίας. ὁ μὲν γὰρ ἐκεῖνο λέγων ψιλὴν καὶ ἀκατάσκευον τὴν βλασφημίαν προβάλλεται, οὐδενὶ λογισμῷ κατασκευάζων τὴν ἀτοπίαν. ὁ δὲ συντιθέμενος καὶ τὰ ὑπὲρ ἡμᾶς μετὰ Πατρὸς καὶ Υἱοῦ τῇ δυνάμει τοῦ Πνεύματος οἰκονομεῖσθαι, ἐναργεῖ τεκμηρίῳ τῷ κατὰ τὴν ἰδίαν ζωὴν ἐπερειδόμενος περὶ τούτων διισχυρίζεται. οὐκοῦν ἡ τῆς ἐνεργείας ταυτότης ἐπὶ Πατρός τε καὶ Υἱοῦ καὶ Πνεύματος ἁγίου δείκνυσι σαφῶς τὸ τῆς φύσεως ἀπαράλλακτον. ὥστε κἂν φύσιν σημαίνῃ τὸ τῆς θεότητος ὄνομα, κυρίως καὶ τῷ ἁγίῳ Πνεύματι τὴν προσηγορίαν ἐφαρμόζεσθαι ταύτην ἡ τῆς οὐσίας κοινότης συντίθεται. Ἀλλʼ οὐκ οἶδα ὅπως ἐπὶ τὴν τῆς φύσεως ἔνδειξιν τὴν προσηγορίαν τῆς θεότητος φέρουσιν οἱ πάντα κατασκευάζοντες, ὥσπερ οὐκ ἀκηκοότες παρὰ τῆς Γραφῆς, ὅτι χειροτονητὴ φύσις οὐ γίνεται. Μωϋσῆς δὲ τῶν Αἰγυπτίων ἐχειροτονήθη θεός, οὕτω πρὸς αὐτὸν εἰπόντος τοῦ χρηματίζοντος, ὅτι Θεόν σε δέδωκα τῷ Φαραώ. οὐκοῦν ἐξουσίας τινός, εἴτε ἐποπτικῆς εἴτε ἐνεργητικῆς, ἔνδειξιν ἡ προσηγορία φέρει. ἡ δὲ θεία φύσις ἐν πᾶσι τοῖς ἐπινοουμένοις ὀνόμασι, καθό ἐστι, μένει ἀσήμαντος, ὡς ὁ ἡμέτερος λόγος. εὐεργέτην γάρ, καὶ κριτήν, ἀγαθόν τε καὶ δίκαιον, καὶ ὅσα ἄλλα τοιαῦτα μαθόντες, ἐνεργειῶν διαφορὰς ἐδιδάχθημεν· τοῦ δὲ ἐνεργοῦντος τὴν φύσιν οὐδὲν μᾶλλον διὰ τῆς τῶν ἐνεργειῶν κατανοήσεως ἐπιγνῶναι δυνάμεθα. ὅταν γὰρ ἀποδιδῷ τις λόγον ἑκάστου τε τούτων τῶν ὀνομάτων καὶ αὐτῆς τῆς φύσεως περὶ ἣν τὰ ὀνόματα, οὐ τὸν αὐτὸν ἀμφοτέρων ἀποδώσει λόγον. ὧν δὲ ὁ λόγος ἕτερος, τούτων καὶ ἡ φύσις διάφορος. οὐκοῦν ἄλλο μέν τί ἐστιν ἡ οὐσία, ἧς οὔπω λόγος μηνυτὴς ἐξευρέθη· ἑτέρα δὲ τῶν περὶ αὐτὴν ὀνομάτων ἡ σημασία, ἐξ ἐνεργείας τινὸς ἢ ἀξίας ὀνομαζομένων. Τὸ μὲν οὖν ἐν ταῖς ἐνεργείαις μηδεμίαν εἶναι διαφορὰν ἐκ τῆς τῶν ὀνομάτων κοινωνίας εὑρίσκομεν· τῆς δὲ κατὰ τὴν φύσιν παραλλαγῆς οὐδεμίαν καταλαμβάνομεν ἐναργῆ τὴν ἀπόδειξιν· καθὼς εἴρηται, τῆς τῶν ἐνεργειῶν ταὐτότητος τὸ κοινὸν τῆς φύσεως ὑποσημαινούσης. εἴτε οὖν ἐνεργείας ὄνομα ἡ θεότης, ὡς μίαν ἐνέργειαν Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος, οὕτω μίαν φαμὲν εἶναι τὴν θεότητα· εἴτε κατὰ τὰς τῶν πολλῶν δόξας, φύσεως ἐνδεικτικόν ἐστι τὸ τῆς θεότητος ὄνομα, διὰ τὸ μηδεμίαν εὑρίσκειν ἐν τῇ φύσει παραλλαγήν, οὐκ ἀπεικότως μιᾶς θεότητος τὴν ἁγίαν Τριάδα διοριζόμεθα.
Ἀξίως τῆς σεαυτοῦ ἐμμελείας καὶ σπουδῆς, ἧς ἀεὶ ἐπαινέτης εἰμὶ ἐγώ, ἐμερίμνησας τὰ περὶ τῆς ἐκκλησίας Ἰσαύρων. ὅτι μὲν οὖν τῷ παντὶ λυσιτελέστερον ἦν εἰς πλείονας ἐπισκόπους καταδιαιρεθῆναι τὴν μέριμναν, αὐτόθεν εἶναι δῆλον καὶ τῷ τυχόντι νομίζω· οὐδὲ γὰρ τὴν σὴν σύνεσιν τοῦτο ἔλαθεν, ἀλλʼ ὡς ἔχει καὶ ἐπεσημήνω καλῶς καὶ ἐγνώρισας ἡμῖν. ἐπεὶ δὲ οὐκ εὔκολον εὑρεῖν ἄνδρας ἀξίους, μήπου ἕως βουλόμεθα τὸ ἐκ τοῦ πλήθους ἀξιόπιστον ἔχειν, καὶ ὑπὸ πλειόνων ἀκριβέστερον ποιεῖν τὴν Ἐκκλησίαν τοῦ Θεοῦ οἰκονομεῖσθαι, λάθωμεν διὰ τὸ τῶν καλουμένων ἀδόκιμον εἰς εὐτέλειαν τὸν λόγον καταβαλόντες, ἀδιαφορίας μελέτην τοῖς λαοῖς ἐμποιεῖν; οἶδας γὰρ καὶ αὐτός, ὅτι ὁποῖοι δʼ ἄν ὦσιν οἰ προεστῶτες, τοιαῦτα ὡς ἐπὶ τὸ πολὺ καὶ τὰ ἤθη τῶν ἀρχομένων γίνεσθαι εἴωθεν. ὥστε τάχα βέλτιον ἕνα τινὰ δόκιμον, εἴπερ καὶ τοῦτο ῥᾴδιον, προβαλέσθαι τῆς πόλεως προστάτην, καὶ ἐπιτρέψαι τῷ ἐκείνου κινδύνῳ οἰκονομεῖσθαι τὰ καθʼ ἕκαστον· μόνον ἐὰν ᾖ τις δοῦλος Θεοῦ, ἐργάτης ἀνεπαίσχυντος, μὴ σκοπῶν τὸ ἑαυτοῦ, ἀλλὰ τὸ τῶν πολλῶν, ἵνα σωθῶσιν· ὃς ἐὰν εἰδῇ ἑαυτὸν μικρότερον πρὸς τὴν φροντίδα, προσλήψεται ἐργάτας εἰς τὸν θερισμόν. ἐὰν οὖν εὕρωμεν τοιοῦτον, ὁμολογῶ πολλῶν ἀντάξιον εἶναι τὸν ἕνα, καὶ ταῖς ἐκκλησίαις λυσιτελέστερον, καὶ ἡμῖν δὲ ἀκινδυνότερον, οὕτως οἰκονομῆσαι τῶν ψυχῶν τὴν ἐπιμέλειαν. ἐὰν δὲ τοῦτο μὴ ῥᾴδιον ᾖ, σπουδὴ γενέσθω ἡμῖν πρότερον ταῖς μικροπολιτείαις ἤτοι μικροκωμίαις ταῖς ἐκ παλαιοῦ ἐπισκόπων θρόνον ἐχούσαις δοῦναι τοὺς προϊσταμένους· καὶ τότε τὸν τῆς πόλεως ἀναστήσομεν, μήποτε ἐμπόδιον ἡμῖν πρὸς τὴν μετὰ ταῦτα οἰκονομίαν γένηται ὁ προβαλλόμενος, καὶ εὐθὺς ἀρξώμεθα ἡμεῖς τοῖς οἴκοι πολεμεῖν, διὰ τὸ πλειόνων βούλεσθαι ἄρχειν, καὶ μὴ καταδέχεσθαι τὰς χειροτονίας τῶν ἐπισκόπων. ἐὰν δὲ τοῦτο βαρὺ ᾖ, καὶ ὁ χρόνος μὴ ἐπιτρέπῃ, ἐκεῖνο σπουδασάτω ἡ σὴ σύνεσις, τοῦ ποιῆσαι περιγράψαι τῷ Ἰσαύρων τὸν ἴδιον κύκλον, διὰ τὸ χειροτονῆσαι αὐτὸν προσοίκους τινάς. τὸ δὲ ἐφεξῆς ἡμῖν ὑπάρξει τεταμιευμένον, εἰς τὸ κατὰ τὸν προσήκοντα καιρὸν δοῦναι πᾶσι τοῖς λοιποῖς ἐπισκόπους, οὓς ἂν κυριωτέρους εἶναι κρίνωμεν αὐτοί, διὰ πολλῆς ἐξετάσεως δοκιμάσαντες. Ἠρωτήσαμεν Γεώργιον, ὡς ἐκέλευσεν ἡ θεοσέβειά σου, καὶ εἶπεν ἃ καὶ ἡ σὴ εὐλάβεια ἀνήνεγκεν, ἐφʼ οἷς ἀνάγκη ἡμᾶς τὴν ἡσυχίαν ἄγειν, ἐπιρρίψαντας ἐπὶ Κύριον τὴν μέριμναν τοῦ οἴκου. πιστεύω γὰρ τῷ ἁγίῳ Θεῷ, ὅτι δώσει σύνεσιν, πρὸς τὸ ἑτέρῳ τρόπῳ ἐξελέσθαι τῶν ἀναγκῶν, καὶ ἡμῖν ἄλυπον τὴν ζωὴν προξενῆσαι. ἐὰν οὖν οὐ δοκῇ τοῦτο, αὐτὸς καταξίωσον ὑπομνηστικόν μοι ἀποστεῖλαι, περὶ τίνος χρὴ ἀξιώματος σπουδὴν εἰσενέγκασθαι, ἵνα ἀρξώμεθα αἰτεῖν ἕκαστον τῶν ἐν δυνάμει φίλων τὴν χάριν ταύτην, εἴτε προῖκα, εἴτε καὶ μετρίου τιμήματος, ὡς ἂν ἡμᾶς Κύριος εὐοδώσῃ. Ἐπέστειλα τῷ ἀδελφῷ Οὐαλερίῳ, ὡς προσέταξας. τὰ Νύσσης πράγματα ὅμοιά ἐστι τοῖς παρὰ τῆς σῆς θεοσεβείας καταλειφθεῖσι, καὶ προκόπτει ἐπὶ τὸ βέλτιον τῇ συνεργίᾳ τῶν σῶν προσευχῶν. οἱ μέντοι τότε ἀπορραγέντες ἡμῶν, οἱ μὲν ἀπῆλθον ἐπὶ τὸ στρατόπεδον, οἱ δὲ μένουσι τὴν ἐκεῖθεν ἀναμένοντες φήμην. δυνατὸς δὲ ὁ Κύριος καὶ τούτων ματαιῶσαι τὰς ἐλπίδας, κἀκείνοις ἄπρακτον τὴν ἐπάνοδον ποιῆσαι. Τὸ μάννα ὁ Φίλων ἑρμηνεύων ἔφη, ὥσπερ ἐκ παραδόσεώς τινος Ἰουδαϊκῆς δεδιδαγμένος, τοιαύτην αὐτοῦ εἶναι τὴν ποιότητα, ὥστε κατὰ τὴν φαντασίαν τοῦ ἐσθίοντος μετακιρνᾶσθαι· καὶ εἶναι μὲν καθʼ ἑαυτὸ οἱονεὶ κέγχρον ἑψημένον ἐν μέλιτι, παρέχειν δὲ νῦν μὲν ἄρτου, νῦν δὲ κρέως· καὶ κρέως τοιοῦδε, ἢ πετεινοῦ ἢ χερσαίου· νῦν δὲ λαχάνου, καὶ λαχάνου τοῦ κατὰ τὴν ἐπιθυμίαν ἑκάστου· καὶ ἰχθύος, ὡς τὸ ἰδίωμα τῆς καθʼ ἕκαστον γένος ποιότητος ἀκριβῶς ἐν τῇ γεύσει τοῦ ἐσθίοντος διασώζεσθαι. Ἅρματα ἀναβάτας τριστάτας ἔχοντα οἶδεν ἡ Γραφή, διὰ τὸ τῶν λοιπῶν ἁρμάτων δύο εἶναι τοὺς ἐπιβάτας, τόν τε ἡνίοχον καὶ τὸν ὁπλίτην· τὰ δὲ τοῦ Φαραῶ δύο μὲν εἶχε τοῦς πολεμοῦντας, ἕνα δὲ τὸν τὰς ἡνίας τῶν ἵππων ἔχοντα. Σύμπιος ἡμῖν ἐπέστειλε θεραπευτικὴν ἐπιστολὴν καὶ κοινωνικήν, ᾧ ἡμεῖς ἀντιγράψαντες ἐπέμψαμεν τῇ εὐλαβείᾳ σου τὰ γράμματα, ἵνα ἄγαν ἐγκρίνας κελεύσῃς αὐτῷ ἀποσταλῆναι, δηλονότι μετὰ προσθήκης καὶ σῶν γραμμάτων. Ἐρρωμένος, εὔθυμος ἐν Κυρίῳ, ὑπερευχόμενός μου χαρισθείης μοι καὶ τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ τῇ τοῦ ἁγίου φιλανθρωπίᾳ.
Ἐντυχόντες τοῖς γράμμασι τῆς εὐλαβείας σου, πολλὴν τῷ Θεῷ τὴν χάριν ἔσχομεν, ὅτι ἀρχαίας ἀγάπης ἴχνη εὕρομεν ἐν τοῖς ῥήμασι τῆς ἐπιστολῆς· ὅς γε οὐκ ἔπαθες τὸ τῶν πολλῶν, οὐδὲ φιλονείκως ἔσχες πρὸς τὸ μὴ καὶ αὐτὸς κατάρξαι τῆς ἀγαπητικῆς ὁμιλίας· ἀλλʼ ὡς πεπαιδευμένος τὸ ἐκ ταπεινοφροσύνης μεγαλεῖον περιγινόμενον τοῖς ἁγίοις, οὕτως εἵλου διὰ τῶν δευτερείων ἔμπροσθεν ἡμῶν ἀποφανθῆναι. καὶ γὰρ οὗτος νόμος τῆς ἐν Χριστιανοῖς νίκης, καὶ ὁ ἔλαττον ἔχειν καταδεξάμενος στεφανοῦται. ἵνα οὖν μὴ ἀπολειφθῶμεν τοῦ ἀγαθοῦ ζήλου, ἰδοὺ καὶ αὐτοὶ ἀντιφθεγγόμεθά σου τὴν σεμνότητα, καὶ δείκυμεν τὴν προαίρεσιν ἡμῶν, ὅτι Θεοῦ χάριτι τῆς κατὰ τὴν πίστιν συμφωνίας ἐρρωμένης ἡμῖν, οὐδὲν ἕτερόν ἐστι τὸ ἐμποδίζον πρὸς τὸ εἶναι ἡμᾶς ἓν σῶμα καὶ ἓν πνεῦμα, καθὼς ἐκλήθημεν ἐν μιᾷ ἐλπίδι διὰ τῆς κλήσεως. τῆς οὖν σῆς ἐστιν ἀγάπης τῇ ἀγαθῇ ἀρχῇ καὶ τὰ ἐφεξῆς ἀποδοῦναι, συστατεῖν μὲν περὶ σεαυτὸν τοὺς ὁμοψύχους, δηλῶσαι δὲ καὶ χρόνον καὶ τόπον τῆς συντυχίας, ἵνα οὕτω τῇ τοῦ Θεοῦ χάριτι ἀπολαβόντες ἀλλήλους, τῷ ἀρχαίῳ εἴδει τῆς ἀγάπης τὰς ἐκκλησίας οἰκονομήσωμεν, τοὺς παρʼ ἑκατέρου μέρους βαδίζοντας τῶν ἀδελφῶν ὡς ἴδια μέλη προσιέμενοι, προπέμποντες ὡς ἐπὶ οἰκείους, καὶ ὑποδεχόμενοι πάλιν ὡς παρʼ οἰκείων. τοῦτο γὰρ ἦν ποτε τῆς Ἐκκλησίας τὸ καύχημα, ὅτι ἀπὸ τῶν περάτων τῆς οἰκουμένης ἐπὶ τὰ πέρατα μικροῖς συμβόλοις ἐφοδιαζόμενοι οἱ ἐξ ἑκάστης ἐκκλησίας ἀδελφοὶ πάντας πατέρας καὶ ἀδελφοὺς εὕρισκον· ὃ νῦν μετὰ τῶν ἄλλων ἀφῄρηται ἡμῶν ὁ ἐχθρὸς τῶν ἐκκλησιῶν τοῦ Χριστοῦ, καὶ κατὰ πόλεις περιγεγράμμεθα, καὶ ἕκαστος δι’ ὑποψίας ἔχομεν τὸν πλησίον. καὶ τί γὰρ ἄλλο, ἢ ἐψύξαμεν τὴν ἀγάπην, ἀφʼ ἧς μόνης τοὺς ἑαυτοῦ μαθητὰς ὁ Κύριος ἡμῶν εἶπε χαρακτηρίζεσθαι; καὶ εἰ δοκεῖ, πρότερον αὐτοὶ μετʼ ἀλλήλων γνωρίσατε ἑαυτούς, ἵνα γνῶμεν πρὸς τίνας ἡμῖν ἔσται ἡ συμφωνία. καὶ οὕτως ἐκ κοινῆς συγκαταθέσεως τόπον τινὰ τοῖς ἀμφοτέροις ἀνεπαχθῆ, καὶ χρόνον ταῖς ὁδοιπορίαις πρέποντα ἐκλεξάμενοι, δραμούμεθα παρʼ ἀλλήλοις, καὶ ὁ Κύριος ἡμᾶς κατευοδώσει. ἐρρωμένος καὶ εὔθυμος εἴης, ὑπερευχόμενός μου, καὶ χαρισθείης μοι τῇ τοῦ ἁγίου φιλανθρωπίᾳ.
Εἰ αὐτὸς διπλῆν ἔλαβες χάριν, ὡς αὐτὸς τῇ ἀνυπερβλήτῳ προθυμίᾳ περὶ τὰ ἀγαθὰ ἔργα ἐπέστειλας ἡμῖν, μίαν μὲν τῷ δέξασθαι γράμματα, δευτέραν δὲ τῷ ὑπουργῆσαι τῇ χρείᾳ ἡμῶν· πόσην τινὰ χρὴ νομίζειν ἡμᾶς ἔχειν τὴν χάριν, γράμμασί τε τῆς ἡδίστης φωνῆς ἐντυχόντας, καὶ τὴν ἐπιζητηθεῖσαν χρείαν τοσούτῳ τάχει πληρωθεῖσαν ὁρῶντας. ὥστε ἡδέως δεξάμενοι τὸ ἀποσταλὲν διὰ τὴν οἰκείαν αὐτοῦ φύσιν, πολλῷ ἥδιον αὐτὸ προσηκάμεθα τῷ σὲ εἶναι τὸν τῆς κατασκευῆς αὐτοῦ προεστῶτα. παράσχοι δὲ ἡμῖν ὁ Κύριος ἰδεῖν σε ἐν τάχει, ὥστε ἀπὸ γλώττης ὁμολογῆσαι τὴν χάριν, καὶ πάντων ὁμοῦ τῶν ἐν σοὶ καλῶν ἀπολαῦσαι.
Ἡμῖν οὐδʼ ὅσον ταῖς γεράνοις ὑπάρχει τὰ δυσχερῆ τοῦ χειμῶνος διαφυγεῖν, ἀλλʼ ἕνεκα μὲν τοῦ προϊδέσθαι τὸ μέλλον οὐδὲν ἴσως τῶν γεράνων χείρους ἐσμέν· τῷ δὲ κατὰ τὸν βίον αὐτεξουσίῳ τοσούτον τῶν ὀρνίθων ἀπολιμπανόμεθα, ὅσον καὶ τοῦ πέτεσθαι δύνασθαι, μικροῦ δεῖν. πρῶτον μὲν γάρ με ἀσχολίαι τινὲς τῶν κατὰ τὸν βίον πραγμάτων ἐπέσχον· ἔπειτα δὲ πυρετοὶ συνεχεῖς καὶ λάβροι οὕτω μου τὸ σῶμα κατεδαπάνησαν, ὥστε ἐφάνη τι καὶ ἐμοῦ λεπτότερον, αὐτὸς ἐγὼ ἐμαυτοῦ· εἶτα τεταρταίων προσβολαὶ πρὸς πλεῖον ἢ εἴκοσι διαρκέσασαι κύκλους. νυνὶ δὲ ὅτε δοκῶ τῶν πυρετῶν ἀπηλλάχθαι, οὕτως ὑπὸ τῆς ἀδυναμίας διάκειμαι, ὥστε μηδὲν ἐν τούτῳ ἀποδεῖν ἀραχνίου. ὅθεν μοι πᾶσα μὲν ὁδὸς ἄβατος, πᾶσα δὲ πνεύματος προσβολὴ πλείονα φέρει τὸν κίνδυνον ἢ αἱ τρικυμίαι τοῖς πλέουσιν. ἀνάγκη τοίνυν ὑπὸ δωματίῳ κεκρύφθαι, καὶ ἀναμένειν τὸ ἔαρ, ἐάνπερ διαρκέσαι πρὸς αὐτὸ δυνηθῶμεν, ἀλλὰ μὴ προδιαμάρτοιμεν ὑπὸ τοῦ κακοῦ τοῦ τοῖς σπλάγχνοις ἐνιδρυμένου. ἐὰν δὲ διασώσῃ ἡμᾶς ὁ Κύριος τῇ μεγάλῃ αὐτοῦ χειρί, ἀσμενέστατα μὲν τὴν ἐσχατιὰν ὑμῶν καταληψόμεθα, ἀσμενέστατα δὲ σὲ τὴν φίλην ἡμῖν κεφαλὴν περιπτυξόμεθα. μόνου εὔχου πρὸς τὸ συμφέρον τῇ ψυχῇ τὴν ζωὴν ἡμῶν οἰκονομεῖσθαι.
Οἷα ποιεῖς, ὦ θαυμάσιε, προλαμβάνων ἡμᾶς εἰς τὸ τῆς ταπεινώσεως μέτρον; ὅς γε τοιοῦτος ὢν τὴν παίδευσιν, καὶ οὕτως εἰδὼς ἐπιστέλλειν, ὡς δηλοῖ τὰ γράμματα, ὅμως ἀξιοῖς ὡς ἐπὶ τολμηροτέρᾳ τινὶ ἐγχειρήσει καὶ ὑπερβαινούσῃ σου τὴν ἀξίαν, συγγνώμης παρʼ ἡμῶν τυγχάνειν. ἀλλὰ τῆς εἰρωνείας ταύτης ἀφέμενος, ἐπίστελλε ὑμῖν διὰ πάσης προφάσεως. εἴτε γὰρ ἡμῖν λόγων μέτεστιν, ἥδιστα λογίου ἀνδρὸς γράμμασιν ἐντευξόμεθα· εἴτε καὶ τὸ τῆς ἀγάπης καλὸν ὅσον ἐστὶ παρὰ τῆς Γραφῆς πεπαιδεύμεθα, τοῦ παντὸς ἀξίαν τιθέμεθα ἀνδρὸς ἀγαπῶντος ἡμᾶς ὁμιλίαν. εἴη δέ σε γράφειν ἃ εὐχόμεθά σοι ἀγαθά, ὑγείαν σώματος καὶ εὐθηνίαν οἴκου παντός. Τὰ δὲ ἡμέτερα μηδὲν ἀνεκτότερα γίνωσκε τῆς συνηθείας εἶναι. ἀρκεῖ δὲ τοσοῦτον εἰπεῖν, καὶ ἐνδείξασθαί σοι τοῦ σώματος ἡμῶν τὴν ἀσθένειαν. τὴν γὰρ νῦν κατέχουσαν ἡμᾶς εἰς τὸ ἀρρωστεῖν ὑπερβολήν, οὔτε λόγῳ ἐνδείξασθαι ῥᾷδιον, οὔτε ἔργῳ πεισθῆναι, εἴπερ ἐκείνων, ὧν αὐτὸς ᾔδεις, εὑρέθη τι πλεῖον παρʼ ἡμῖν εἰς ἀρρωστίαν. Θεοῦ δὲ τοῦ ἀγαθοῦ ἔργον δοῦναι ἡμῖν δύναμιν, πρὸς τὸ ἐν ὑπομονῇ φέρειν τὰς ἐπὶ συμφέροντι ἡμῖν ἐπαγομένας εἰς τὸ σῶμα πληγὰς παρὰ τοῦ εὐεργετοῦντος ἡμᾶς Κυρίου.
Διὰ τὸ μακρὰν ἀπῳκίσθαι τῶν ὁδευομένων τοπων τὴν Κολώνειαν, ἣν ὁ Κύριος ἔδωκεν ὑπὸ σοὶ διιθύνεσθαι, πολλάκις κἂν τοῖς ἄλλοις ἀδελφοῖς ἐπιστέλλωμεν τοῖς κατὰ τὴν μικρὰν Ἀρμενίαν, ὀκνηρῶς πέμπομεν γράμματα πρὸς τὴν εὐλάβειάν σου, μηδένα ἐλπίζοντες εἶναι τὸν μέχρις ἐκείνων διακομίζοντα. ἀλλὰ νῦν ἢ αὐτόν σε παρέσεσθαι προσδοκῶντες, ἢ διαπεμφθήσεσθαι τὴν ἐπιστολὴν παρὰ τῶν ἐπισκόπων οἷς ἐπεστείλαμεν, καὶ γράφομεν τῇ εὐλαβείᾳ σου, καὶ προσαγορεύομέν σε διὰ τοῦ γράμματος, ὁμοῦ μὲν σημαίνοντες ὅτι δοκοῦμεν ἔτι εἶναι ὑπὲρ τῆς γῆς, ὁμοῦ δὲ παρακαλοῦντες προσεύχεσθαι ὑπὲρ ἡμῶν, ἵνα ὁ Κύριος ἐλαττώσῃ τὰς θλίψεις, καὶ τὸ πολὺ τοῦτο βάρος τῆς ὀδύνης τῆς νῦν ἐπικειμένης ταῖς καρδίαις ἡμῶν, οἷόν τι νέφος, ἀφʼ ἡμῶν ἀπαγάγῃ. ἔσται δὲ τοῦτο ἐὰν ταχεῖαν δῷ τὴν ἐπάνοδον τοῖς θεοφιλεστάτοις ἐπισκόποις, οἳ νῦν εἰσιν ἐν τῇ διασπορᾷ, δίκας διδόντες ὑπὲρ τῆς εὐσεβείας.
Διάττειν σε ὡς τοὺς ἀστέρας, ἄλλοτε κατʼ ἄλλο μέρος τῆς βαρβαρικῆς ἀνίσχοντα, νῦν μὲν σιτηρέσια στρατιωτικὰ παρέχοντα, νῦν δὲ βασιλεῖ φαινόμενον μετὰ λαμπροῦ τοῦ σχήματος, ἡ τῶν ἀγαθῶν ἄγγελος φήμη ἀγγέλλουσα ἡμῖν οὐ διαλείπει. εὐχόμεθα δὲ τῷ Θεῷ, κατὰ λόγον σοι προϊοῦσαν τὴν ἐπιχείρησιν, ἐπὶ μέγα σε προσελθεῖν, καὶ φανῆναί ποτε τῇ πατρίδι. ἕως ἐσμὲν ὑπὲρ γῆς καὶ τὸν ἀέρα τοῦτον ἀνέλκομεν. τοσοῦτον γὰρ μέτεστιν ἡμῖν τοῦ βίου, ὅσον ἀναπνεῖν μόνον.
Μεγάλαι ἀεὶ καὶ πολλαὶ τοῦ Δεσπότου ἡμῶν αἱ δωρεαί, καὶ οὔτε τὸ μέγεθος αὐτῶν μετρητόν, οὔτε τὸ πλῆθος ἀριθμητόν. μία δὲ τῶν μεγίστων δωρεῶν ἐστι τοῖς εὐαισθήτως δεχομένοις τὰς χάριτας καὶ ἡ παροῦσα αὕτη, ὅτι πλεῖστον ἡμᾶς τῇ θέσει τοῦ τόπου διῃρημένους ἔδωκεν ἀλλήλοις συνάπτεσθαι διὰ τῆς ἐν τοῖς γράμμασι προσφωνήσεως. καὶ γνώσεως τρόπον διττὸν ἡμῖν ἐχαρίσατο· ἕνα μὲν διὰ τῆς συντυχίας, ἕτερον δὲ τὸν διὰ τὴς τοῦ γράμματος ὁμιλίας. ἐπεὶ οὖν ἐγνωρίσαμέν σε δι’ ὧν ἐφθέγξω, καὶ ἐγνωρίσαμεν, οὐ τὸν σωματικὸν χαρακτῆρα ταῖς μνήμαις ἡμῶν ἐντυπωσάμενοι, ἀλλὰ τοῦ ἔσω ἀνθρώπου τὸ κάλλος τῇ ποικιλίᾳ τῶν λόγων καταμαθόντες, ὅτι ἕκαστος ἡμῶν ἐκ τοῦ περισσεύματος τῆς καρδίας λαλεῖ, ἐδοξάσαμεν τὸν Θεὸν ἡμῶν, τὸν καθʼ ἑκάστην γενεὰν ἐκλεγόμενον τοὺς αὐτῷ εὐαρεστοῦντας· ὃς πρότερον μὲν ἐκ τῶν ποιμνίων τῶν προβάτων ἤγειρεν ἄρχοντα τῷ λαῷ αὐτοῦ· καὶ τὸν Ἀμῶς ἐκ τοῦ αἰπολίου ἐνδυναμώσας διὰ τοῦ Πνεύματος ὕψωσεν εἰς προφήτην· νῦν δὲ ἄνδρα ἐκ τῆς βασιλευούσης πόλεως, ἀρχὴν ὅλου ἔθνους πεπιστευμένον, ὑψηλὸν τῷ φρονήματι, γένους λαμπρότητι, περιφανείᾳ βίου, λόγων δυνάμει, πᾶσι τοῖς κατὰ τὸν βίον περίβλεπτον, εἵλκυσεν εἰς τὴν τῶν ποιμνίων τοῦ Χριστοῦ ἐπιμέλειαν· ὃς πάντα ῥίψας τὰ τοῦ βίου πλεονεκτήματα καὶ ἡγησάμενος αὐτὰ ζημίαν ἵνα Χριστὸν κερδήσῃ, τοὺς οἴακας δέξασθαι ἐπετράπη τῆς μεγάλης καὶ περιβοήτου νηὸς ἐπὶ τῇ εἰς Θεὸν πίστει, τοῦ Χριστοῦ Ἐκκλησίας. ἄγε τοίνυν, ὦ Θεοῦ ἄνθρωπε, ἐπειδὴ οὐ παρʼ ἀνθρώπων παρέλαβες ἢ ἐδιδάχθης τὸ εὐαγγέλιον τοῦ Χριστοῦ, ἀλλʼ αὐτός σε ὁ Κύριος ἀπὸ τῶν κριτῶν τῆς γῆς ἐπὶ τὴν καθέδραν τῶν ἀποστόλων μετέθηκεν, ἀγωνίζου τὸν καλὸν ἀγῶνα, διόρθωσαι τὰ ἀρρωστήματα τοῦ λαοῦ, εἴ τινος ἄρα τὸ πάθος τῆς Ἀρειανῆς μανίας ἥψατο· ἀνανέωσαι τὰ ἀρχαῖα τῶν πατέρων ἴχνη, καὶ τῆς πρὸς ἡμᾶς ἀγάπης ὃν κατεβάλου θεμέλιον ἐποικοδομεῖν σπούδαζε τῇ συνεχείᾳ τῶν προσρήσεων. οὕτω γὰρ δυνησόμεθα ἐγγὺς ἀλλήλων εἶναι τῷ πνεύματι, εἰ καὶ τῇ οἰκήσει τῇ ἐπὶ τῆς γῆς παμπληθὲς ἀπῳκίσμεθα. Ἡ δὲ περὶ τὸν μακαριώτατον Διονύσιον τὸν ἐπίσκοπον φιλοτιμία σου καὶ σπουδὴ πᾶσάν σοι μαρτυρεῖ ἀγάπην πρὸς τὸν Κύριον, τιμὴν εἰς τοὺς προλαβόντας, σπουδὴν περὶ τὴν πίστιν. ἡ γὰρ πρὸς τοὺς εὔνους τῶν ὁμοδούλων διάθεσις τὴν ἀναφορὰν ἐπὶ τὸν Δεσπότην ἔχει, ᾧ δεδουλεύκασι· καὶ ὁ τοὺς διὰ πίστιν ἠθληκότας τιμῶν δῆλός ἐστι τὸν ἴσον ζῆλον ἔχων τῆς πίστεως, ὥστε μία αὕτη πρᾶξις πολλῆς ἀρετῆς ἔχει τὴν μαρτυρίαν. γνωρίζομεν δέ σου τῇ ἐν Χριστῷ ἀγάπῃ, ὅτι οἱ σπουδαιότατοι ἀδελφοί, οἱ παρὰ τῆς εὐλαβείας σου εἰς τὴν τοῦ ἀγαθοῦ ἔργου διακονίαν προτιμηθέντες, πρῶτον μὲν παντὶ τῷ κλήρῳ ἔπαινον ἤνεγκαν διὰ τῆς ἐμμελείας τῶν τρόπων· ἐν γὰρ τῇ καθʼ ἑαυτοὺς εὐσχημοσύνῃ τὸ κοινὸν πάντων εὐσταθὲς κατεμήνυον· ἔπειτα πάσῃ σπουδῇ καὶ ἐμμελείᾳ χρησάμενοι, κατετόλμησαν μὲν χειμῶνος ἀβάτου, ἔπεισαν δὲ μετὰ πάσης εὐτονίας τοὺς πιστοὺς φύλακας τοῦ μακαρίου σώματος τὰ φυλακτήρια τῆς ἑαυτῶν ζωῆς παραχωρῆσαι τούτοις. καὶ γίνωσκε ὅτι οὔτε ἀρχαὶ οὔτε δυναστεῖαι ἀνθρώπων ἐξίσχυσαν ἄν ποτε βιάσασθαι τοὺς ἀνθρώπους ἐκείνους, εἰ μὴ τὸ εὔτονον τῆς προαιρέσεως τῶν ἀδελφῶν τούτων ἐξεδυσώπησεν αὐτοὺς πρὸς τὴν συγχώρησιν. συνήργησε δὲ μάλιστα πρὸς τὸ καταπραχθῆναι τὰ σπουδαζόμενα καὶ ἡ παρουσία τοῦ ποθεινοτάτου καὶ εὐλαβεστάτου υἱοῦ ἡμῶν Θηρασίου τοῦ συμπρεσβυτέρου, ὃς αὐθαιρέτως τὸν κόπον τῆς ὁδοιπορίας ὑποδεξάμενος, ἔπαυσε μὲν τὸ σφοδρὸν τῆς ὁρμῆς τῶν ἐκεῖ πιστῶν, λόγῳ δὲ συμπείσας τοὺς ἀντεχομένους, ἐπὶ πρεσβυτέρων καὶ διακόνων καὶ ἄλλων πολλῶν τῶν φοβουμένων τὸν Κύριον μετὰ τῆς πρεπούσης εὐλαβείας ἀνελόμενος τὰ λείψανα, συνδιέσωσε τοῖς ἀδελφοῖς· ἃ μετὰ τοσαύτης χαρᾶς ὑποδέξασθε, μεθʼ ὅσης λύπης προέπεμψαν οἱ φυλάσσοντες. μηδεὶς διακρινέσθω· μηδεὶς ἀμφιβαλλέτω· οὗτός ἐστιν ἐκεῖνος ὁ ἀήττητος ἀθλητής. ταῦτα γνωρίζει τὰ ὀστᾶ ὁ Κύριος, τὰ συνδιαθλήσαντα τῇ μακαρίᾳ ψυχῇ. ταῦτα μετʼ αὐτῆς στεφανώσει ἐν τῇ ἡμέρᾳ τῆς ἀνταποδόσεως αὐτοῦ τῇ δικαίᾳ κατὰ τὸ γεγραμμένον· ὅτι δεῖ ἡμᾶς παραστῆναι τῷ βήματι τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος πρὸς ἃ ἔπραξε διὰ τοῦ σώματος. μία λάρναξ ἦν ἡ ὑποδεξαμένη τὸ τίμιον ἐκεῖνο σῶμα· οὐδεὶς ὁ πλησίον αὐτοῦ κατακείμενος· ἐπίσημος ἡ ταφή· μάρτυρος ἡ τιμή. Χριστιανοὶ οἱ ξενίσαντες καὶ ταῖς ἰδίαις χερσὶ κατέθεντο τότε, καὶ ἀνείλοντο νῦν. οὗτοι ἔκλαυσαν μὲν ὡς πατέρος καὶ προστάτου στερούμενοι· προέπεμψαν δέ, τὴν ὑμετέραν χαρὰν τῆς ἰδίας παρακλήσεως προτιμοτέραν θέμενοι. οἱ παραδόντες τοίνυν εὐλαβεῖς· οἱ ὑποδεξάμενοι ἀκριβεῖς. οὐδαμοῦ ψεῦδος, οὐδαμοῦ δόλος· μαρτυροῦμεν ἡμεῖς· ἀσυκοφάντητος ἔστω παρʼ ὑμῶν ἡ ἀλήθεια.
Μετὰ τὴν ἐπιστολήν, τὴν διὰ τῶν ὀφφικιαλίων κομισθεῖσαν ἡμῖν, μίαν ἄλλην ἐδεξάμην μετὰ ταῦτα πρὸς ἡμᾶς ἀποσταλεῖσαν. αὐτοὶ δὲ ἐπεστείλαμεν, οὐ πολλὰς μέν, διὰ τὸ μηδὲ ἐπιτυχεῖν τῶν πρὸς ὑμᾶς ἀφικνουμένων, πλὴν πλείους τῶν τεσσάρων, ἐν αἷς καὶ τὰς ἀπὸ Σαμοσάτων κομισθείσας ἡμῖν ἐπὶ τοῖς πρώτοις γράμμασι τῆς σῆς θεοσεβείας ἐσφραγισμένας διεπεμψάμεθα τῷ αἰδεσιμωτάτῳ ἀδελφῷ Λεοντίῳ τῷ ἐξισωτῇ τῆς Νικαίας, παρακαλέσαντες δι’ ἐκείνου τῷ φροντίζοντι τῆς οἰκίας τοῦ αἰδεσιμωτάτου ἀδελφοῦ Σωφρονίου ἀποκομισθῆναι, ὥστε ἐκεῖνον ἐπιμεληθῆναι τῆς πρὸς ὑμᾶς διακομιδῆς. ἐπεὶ οὖν πολλὰς διαβαίνουσι χεῖρας αἱ ἐπιστολαί, εἰκὸς τὴν παρὰ ἕνα ἀσχολίαν ἢ ῥᾳθυμίαν αἰτίαν γενέσθαι τοῦ μὴ ὑποδέχεσθαι τὴν σὴν εὐλάβειαν. ὥστε συγγνώμην ἔχε, παρακαλοῦμεν, τῇ σπάνει τῶν γραμμάτων. Τὸ δέ, ὅτι ἀποστεῖλαί τινα δέον ἐξ ἡμῶν αὐτῶν, οὐκ ἐποιήσαμεν τοῦτο, αὐτὸς μὲν τῇ σεαυτοῦ συνέσει ὀρθῶς ἐπεζήτησας καὶ καθήψω ἡμῶν· γίνωσκε δὲ τὸν παρʼ ἡμῖν χειμῶνα τοσοῦτον γεγενῆσθαι, ὥστε πάσας μὲν ὁδοὺς ἐγκλεισθῆναι μέχρι τῶν ἡμερῶν τοῦ Πάσχα, μηδένα δὲ ἡμᾶς ἔχειν τὸν εὐθαρσῶς πρὸς τὰ τῆς ὁδοῦ δυσχερῆ διακείμενον. καὶ γάρ, εἰ καὶ πολυάνθρωπόν πως εἶναι δοκεῖ τὸ ἱερατεῖον ἡμῶν, ἀλλὰ ἀνθρώπων ἀμελετήτως ἐχόντων πρὸς τὰς ὁδοιπορίας, διὰ τὸ μήτε ἐμπορεύεσθαι μήτε τὴν ἔξω διατριβὴν αἱρεῖσθαι, τὰς δὲ ἑδραίας τῶν τεχνῶν μεταχειρίζεσθαι τοὺς πολλούς, ἐκεῖθεν ἔχοντας τὴν ἀφορμὴν τοῦ ἐφημέρου βίου. αὐτίκα καὶ τὸν ἀδελφὸν τοῦτον, ὃν νῦν ἀπεστείλαμεν πρὸς τὴν εὐλάβειάν σου· ἐκ τῆς χώρας μεταστειλάμενοι, ἐχρησάμεθα αὐτῷ διακόνῳ τῶν πρὸς τὴν σὴν ὁσιότητα γραμμάτων, ἵνα καὶ τὰ ἡμέτερα σαφῶς διαγγείλῃ, καὶ τὰ αὐτόθεν ἡμῖν ἐναργῶς καὶ ταχέως τῇ τοῦ Θεοῦ χάριτι διακομίσῃ. καὶ τὸν ποθεινότατον ἀδελφὸν Εὐσέβιον τὸν ἀναγνώστην πάλαι ἐπειγόμενον πρὸς τὴν σὴν θεοσέβειαν ἐπέσχομεν, τὸ τῶν ἀέρων εὐκραὲς ἀναμένοντες. καὶ νῦν μέντοι ἐν φροντίδι οὐ τῇ τυχούσῃ εἰμί, μήποτε αὐτῷ τὸ περὶ τὰς ὁδοιπορίας ἄηθες ξενισμὸν ἐμποιήσῃ, καὶ ἀρρωστίας αἰτίαν παράσχῃ τῷ σώματι εὐαφόρμως ἔχοντι πρὸς τὴν ἀσθένειαν. Τὰ μέντοι καινοτομηθέντα περὶ τὴν ἀνατολὴν περιττὸν ἡμᾶς ἐστι διὰ γραμμάτων σημαίνειν. αὐτῶν τῶν ἀδελφῶν ἀκριβῶς δυναμένων ἀφʼ ἑαυτῶν διαγγεῖλαι. γίνωσκε δέ, τιμιωτάτη μοι κεφαλή, ὅτι ἡνίκα ταῦτα ἐπέστελλον, οὕτω διεκείμην φαύλως, ὥστε πάσας με λοιπὸν τοῦ ζῇν τὰς ἐλπίδας ἐπιλελοιπέναι. καὶ γὰρ οὐδὲ ἐξαριθμήσασθαι δυνατὸν τῶν ἐπιγινομένων μοι συμπτωμάτων τὸ πλῆθος, καὶ τὴν ἀσθένειαν, καὶ τὸ μέγεθος τῶν πυρετῶν, καὶ τὴν κακοήθειαν ὁποῖα· πλὴν ὅτι ἐκ πάντων ἓν τὸ συναγόμενον, πληρῶσαι ἡμᾶς λοιπὸν τὸν χρόνον τῆς παροικίας τοῦ δυστήνου τούτου καὶ ὀδυνηροῦ βίου.
Πάλαι πρὸς τὰς παρὰ τῆς εὐλαβείας σου προταθείσας ἡμῖν ἐρωτήσεις ἀποκρινάμενος, οὐκ ἀπέστειλα τὸ γράμμα, τοῦτο μὲν ὑπὸ τῆς ἀρρωστίας τῆς μακρᾶς καὶ ἐπικινδύνου ἀσχοληθείς, τοῦτο δὲ ὑπὸ τῆς ἀπορίας τῶν διακονουμένων. ὀλίγοι γὰρ παρʼ ἡμῖν καὶ ὁδοῦ ἔμπειροι καὶ παρεσκευασμένοι πρὸς τὰς τοιαύτας ὑπηρεσίας. ὥστε μαθὼν τὰς αἰτίας τῆς βραδυτῆτος, δὸς ἡμῖν τὴν συγγνώμην. Ἐθαυμάσαμεν δέ σου τὴν φιλομάθειαν ὁμοῦ καὶ τὴν ταπεινοφροσύνην, ὅτι καὶ μαθεῖν καταδέχῃ, τὴν τοῦ διδάσκειν τάξιν πεπιστευμένος, καὶ μανθάνειν παρʼ ἡμῶν, οἷς οὐδὲν μέγα πρόσεστι πρὸς γνῶσιν. ἀλλʼ ὅμως, ἐπειδὴ καταδέχῃ διὰ τὸν φόβον τοῦ Θεοῦ ποιεῖν πρᾶγμα οὐ ῥᾳδίως παρʼ ἑτέρου γινόμενον, χρὴ καὶ ἡμᾶς τῇ προθυμίᾳ σου καὶ τῇ ἀγαθῇ σπουδῇ συναίρεσθαι καὶ ὑπὲρ δύναμιν. Ἠρώτησας ἡμᾶς περὶ Βιάνορος τοῦ πρεσβυτέρου, εἰ δεκτός ἐστιν εἰς τὸν κλῆρον, διὰ τὸν ὅρκον. ἐγὼ δὲ ἤδη τινὰ κοινὸν ὅρον περὶ πάντων ὁμοῦ τῶν μετʼ αὐτοῦ ὀμωμοκότων τοῖς κατʼ Ἀντιόχειαν κληρικοῖς οἶδα ἐκτεθεικώς· ὥστε τῶν μὲν δημοσίων αὐτοὺς ἀπέχεσθαι συλλόγων, ἰδίᾳ δὲ ἐνεργεῖν τὰ τῶν πρεσβυτέρων. τὸ αὐτὸ δὲ τοῦτο καὶ πρὸς τὴν ἑαυτοῦ ὑπηρεσίαν ἄδειαν αὐτῷ παρέχει, διότι οὐκ ἐν Ἀντιοχείᾳ ἐστὶν ἡ ἱερωσύνη, ἀλλʼ ἐν Ἰκονίῳ· ἥν, ὡς αὐτὸς ἐπέστειλας ἡμῖν, τῆς Ἀντιοχείας εἰς οἴκησιν ἀντηλλάξατο. ἔστιν οὖν δεκτὸς ἐκεῖνος ὁ ἀνήρ, ἀπαιτούμενος παρὰ τῆς εὐλαβείας σου μεταμέλεσθαι ἐπὶ τῇ εὐκολίᾳ τοῦ ὅρκου, ὃν ἐπὶ τοῦ ἀπίστου ἀνδρὸς ἐξωμόσατο, βαστάσαι τὴν ἐνόχλησιν τοῦ μικροῦ ἐκείνου κινδύνου μὴ δυνηθείς. Περὶ τῶν ἐκπεσουσῶν παρθένων τῶν καθομολογησαμένων τὸν ἐν σεμνότητι βίον τῷ Κυρίῳ, εἶτα διὰ τὸ ὑποπεσεῖν τοῖς πάθεσι τῆς σαρκὸς ἀθετουσῶν τὰς ἑαυτῶν συνθήκας, οἱ μὲν πατέρες ἡμῶν ἁπλῶς καὶ πράως συμπεριφερόμενοι ταῖς ἀσθενείαις τῶν κατολισθαινόντων, ἐνομοθέτησαν δεκτὰς εἶναι μετὰ τὸν ἐνιαυτόν, καθʼ ὁμοιότητα τῶν διγάμων διαταξάμενοι. ἐμοὶ δὲ δοκεῖ, ἐπειδὴ τῇ τοῦ Θεοῦ χάριτι προϊοῦσα ἡ Ἐκκλησία, κραταιοτέρα γίνεται, καὶ πληθύνεται νῦν τὸ τάγμα τῶν παρθένων, προσέχειν ἀκριβῶς τῷ τε κατʼ ἔννοιαν φαινομένῳ πράγματι, καὶ τῇ τῆς Γραφῆς διανοίᾳ, ἣν δυνατὸν ἐξευρεῖν ἀπὸ τοῦ ἀκολούθου. χηρεία γὰρ παρθενίας ἐλάττων· οὐκοῦν καὶ τὸ τῶν χηρῶν ἁμάρτημα πολλῷ δεύτερόν ἐστι τοῦ τῶν παρθένων. ἴδωμεν τοίνυν τί γέγραπται Τιμοθέῳ παρὰ τοῦ Παύλου. Νεωτέρας δὲ χήρας παραιτοῦ. ὅταν γὰρ καταστρηνιάσωσι τοῦ Χρίστου, γαμεῖν θέλουσιν, ἔχουσαι κρίμα, ὅτι τὴν πρώτην πίστιν ἠθέτησαν. εἰ τοίνυν χήρα κρίματι ὑπόκειται βαρυτάτῳ, ὡς τὴν εἰς Χριστὸν ἀθετήσασα πίστιν, τί χρὴ λογίζεσθαι ἡμᾶς περὶ τῆς παρθένου, ἥτις νύμφη ἐστὶ τοῦ Χριστοῦ καὶ σκεῦος ἱερὸν ἀνατεθὲν τῷ Δεσπότῃ; μέγα μὲν ἁμάρτημα καὶ δούλην λαθραίοις γάμοις ἑαυτὴν ἐπιδιδοῦσαν φθορᾶς ἀναπλῆσαι τὸν οἶκον, καὶ καθυβρίζειν διὰ τοῦ πονηροῦ βίου τὸν κεκτημένον· πολλῷ δὲ δήπου χαλεπώτερον τὴν νύμφην μοιχαλίδα γενέσθαι καί, τὴν πρὸς τὸν νυμφίον ἕνωσιν ἀτιμάσασαν, ἡδοναῖς ἀκολάστοις ἑαυτὴν ἐπιδοῦναι. οὐκοῦν ἡ μὲν χήρα, ὡς δούλη διεφθαρμένη, καταδικάζεται, ἡ δὲ παρθένος τῷ κρίματι τῆς μοιχαλίδος ὑπόκειται. ὥσπερ οὖν τὸν ἀλλοτρίᾳ γυναικὶ συνιόντα μοιχὸν ὀνομάζομεν, οὐ πρότερον παραδεξάμενοι εἰς κοινωνίαν, πρὶν ἢ παύσασθαι τῆς ἁμαρτίας, οὕτω δῆλον ὅτι καὶ ἐπὶ τοῦ τὴν παρθένον ἔχοντος διατεθησόμεθα. ἐκεῖνο δὲ νῦν προδιομολογεῖσθαι ἡμῖν ἀναγκαῖον, ὅτι παρθένος ὀνομάζεται ἡ ἑκουσίως ἑαυτὴν προσαγαγοῦσα τῷ Κυρίῳ, καὶ ἀποταξαμένη τῷ γάμῳ, καὶ τὸν ἐν ἁγιασμῷ βίον προτιμήσασα. τὰς δὲ ὁμολογίας τότε ἐγκρίνομεν, ἀφʼ οὗπερ ἂν ἡ ἡλικία τὴν τοῦ λόγου συμπλήρωσιν ἔχῃ. οὐδὲ γὰρ τὰς παιδικὰς φωνὰς πάντως κυρίας ἐπὶ τῶν τοιούτων ἡγεῖσθαι προσῆκεν, ἀλλὰ τὴν ὑπὲρ τὰ δέκα ἓξ ἢ δέκα καὶ ἑπτὰ γενομένην ἔτη, κυρίαν οὖσαν τῶν λογισμῶν, ἀνακριθεῖσαν ἐπὶ πλεῖον εἶτα παραμείνασαν, καὶ λιπαροῦσαν διὰ ἱκεσιῶν πρὸς τὸ παραδεχθῆναι, τότε ἐγκαταλέγεσθαι χρὴ ταῖς παρθένοις, καὶ τὴν ὁμολογίαν τῆς τοιαύτης κυροῦν, καὶ τὴν ἀθέτησιν αὐτῆς ἀπαραιτήτως κολάζειν. πολλὰς γὰρ γονεῖς προσάγουσι καὶ ἀδελφοὶ καὶ τῶν προσηκόντων τινὲς πρὸ τῆς ἡλικίας, οὐκ οἴκοθεν ὁρμηθείσας πρὸς ἀγαμίαν, ἀλλά τι βιωτικὸν ἑαυτοῖς διοικούμενοι. ἃς οὐ ῥᾳδίως προσδέχεσθαι δεῖ, ἕως ἂν φανερῶς τὴν ἰδίαν αὐτῶν ἐρευνήσωμεν γνώμην. Ἀνδρῶν δὲ ὁμολογίας οὐκ ἔγνωμεν, πλὴν εἰ μή τινες ἑαυτοὺς τῷ τάγματι τῶν μοναζόντων ἐγκατηρίθμησαν· οἳ κατὰ τὸ σιωπώμενον δοκοῦσι παραδεδέχθαι τῆν ἀγαμίαν. πλὴν καὶ ἐπʼ ἐκείνων ἐκεῖνο ἡγοῦμαι προηγεῖσθαι προσήκειν· ἐρωτᾶσθαι αὐτούς, καὶ λαμβάνεσθαι τὴν παρʼ αὐτῶν ὁμολογίαν ἐναργῆ, ὥστε, ἐπειδὰν μετατίθενται πρὸς τὸν φιλόσαρκον καὶ ἡδονικὸν βίον, ὑπάγειν αὐτοὺς τῷ τῶν πορνευόντων ἐπιτιμίῳ. Ὅσαι γυναῖκες, ἐν αἱρέσει οὖσαι, παρθενίαν ὡμολόγησαν, εἶτα μετὰ ταῦτα γάμον ἀνθείλοντο, οὐχ ἡγοῦμαι χρῆναι καταδικάζεσθαι ταύτας. ὅσα γὰρ ὁ νόμος λέγει, τοῖς ἐν τῷ νόμῳ λαλεῖ. αἱ δὲ μήπω ὑπελθοῦσαι τὸν ζυγὸν τοῦ Χριστοῦ οὐδὲ τὴν νομοθεσίαν ἐπιγινώσκουσι τοῦ Δεσπότου. ὥστε δεκταί εἰσι τῇ Ἐκκλησίᾳ μετὰ πάντων καὶ τὴν ἐπὶ τούτοις ἄφεσιν ἔχουσαι ἐκ τῆς πίστεως τῆς εἰς Χριστόν. καὶ καθόλου τὰ ἐν τῷ κατηχουμένῳ βίῳ γενόμενα εἰς εὐθύνας οὐκ ἄγεται. τούτους δὲ δηλονότι ἄνευ βαπτίσματος ἡ Ἐκκλησία οὐ παραδέχεται. ὥστε ἀναγκαιότατον ἐπὶ τούτοις τὰ πρεσβεῖα τῆς γενέσεως. Εἰ ἀνὴρ γυναικὶ συνοικῶν, ἐπειδὰν μὴ ἀρκεσθεὶς τῷ γάμῳ εἰς πορνείαν ἐκπέσῃ, πόρνον κρίνομεν τὸν τοιοῦτον, καὶ πλεῖον αὐτὸν παρατείνομεν ἐν τοῖς ἐπιτιμίοις· οὐ μέντοι ἔχομεν κανόνα, τῷ τῆς μοιχείας αὐτὸν ὑπαγαγεῖν ἐγκλήματι, ἐὰν εἰς ἐλευθέραν γάμου ἡ ἁμαρτία γένηται· διότι ἡ μοιχαλὶς μέν, Μιαινομένη, φησί, μιανθήσεται, καὶ οὐκ ἀναστρέψει πρὸς τὸν ἄνδρα αὐτῆς· καὶ Ὁ κατέχων μοιχαλίδα ἄφρων καὶ ἀσεβής. ὁ μέντοι πορνεύσας οὐκ ἀποκλεισθήσεται τῆς πρὸς γυναῖκα ἑαυτοῦ συνοικήσεως. ὥστε ἡ μὲν γυνὴ ἀπὸ πορνείας ἐπανιόντα τὸν ἄνδρα αὐτῆς παραδέξεται, ὁ δὲ ἀνὴρ τὴν μιανθεῖσαν τῶν οἴκων ἑαυτοῦ ἀποπέμψει. καὶ τούτων δὲ ὁ λόγος οὐ ῥᾴδιος· ἡ δὲ συνήθεια οὕτω κεκράτηκε. Τοὺς ἐξ ἁρπαγῆς ἔχοντας γυναῖκας, εἰ μὲν ἄλλοις προμεμνηστευμένας εἶεν ἀφῃρημένοι, οὐ πρότερον χρὴ παραδέχεσθαι, πρὶν ἢ ἀφελέσθαι αὐτῶν, καὶ ἐπʼ ἐξουσίᾳ τῶν ἐξ ἀρχῆς μνηστευσαμένων ποιῆσαι, εἴτε βούλοιντο λαβεῖν αὐτάς, εἴτε ἀποστῆναι· εἰ δὲ σχολάζουσάν τις λάβοι, ἀφαιρεῖσθαι μὲν δεῖ, καὶ τοῖς οἰκείοις ἀποκαθιστᾷν, ἐπιτρέπειν δὲ τῇ γνώμῃ τῶν οἰκείων, εἴτε γονεῖς εἶεν, εἴτε ἀδελφοί, εἴτε οἱτινεσοῦν προεστῶτες τῆς κόρης· κἂν μὲν ἕλωνται αὐτῷ παραδοῦναι, ἵστασθαι τὸ συνοικέσιον· ἐὰν δὲ ἀνανεύσωσι, μὴ βιάζεσθαι. τὸν μέντοι ἐκ διαφθορᾶς εἴτε λαθραίας εἴτε βιαιοτέρας γυναῖκα ἔχοντα ἀνάγκη τὸ τῆς πορνείας ἐπιγνῶναι ἐπιτίμιον. ἔστι δὲ ἐν τέσσαρσιν ἔτεσιν ὡρισμένη τοῖς πορνεύουσιν ἡ ἐπιτίμησις. χρὴ τῷ πρώτῳ ἐκβάλλεσθαι τῶν προσευχῶν, καὶ προσκλαίειν αὐτοὺς τῇ θύρᾳ τῆς ἐκκλησίας· τῷ δευτέρῳ δεχθῆναι εἰς ἀκρόασιν· τῷ τρίτῳ εἰς μετάνοιαν· τῷ τετάρτῳ εἰς σύστασιν μετὰ τοῦ λαοῦ, ἀπεχομένους τῆς προσφορᾶς· εἶτα αὐτοὺς ἐπιτρέπεσθαι τὴν κοινωνίαν τοῦ ἀγαθοῦ. Περὶ δὲ τῶν δύο ἀδελφὰς γαμούντων, ἢ ἀδελφοῖς δυσὶ γαμουμένων, ἐπιστολίδιον ἡμῖν ἐκπεφώνηται, οὗ τὸ ἀντίγραφον ἀπεστείλαμέν σου τῇ εὐλαβείᾳ. ὁ δὲ ἀδελφοῦ ἰδίου γυναῖκα λαβὼν οὐ πρότερον δεχθήσεται πρὶν ἀποστῆναι αὐτῆς. Χήραν, τὴν καταλεγεῖσαν εἰς τὸν ἀριθμὸν τῶν χηρῶν, τουτέστι, τὴν διακονουμένην ὑπὸ τῆς Ἐκκλησίας, ἔκρινεν ὁ ἀπόστολος γαμούμένην παρορᾶσθαι. ἀνδρὶ δὲ χηρεύσαντι οὐδεὶς ἐπίκειται νόμος, ἀλλʼ ἱκανὸν τῷ τοιούτῳ τὸ τῶν διγάμων ἐπιτίμιον. ἡ μέντοι χήρα ἑξηκονταετὴς γεγονυῖα, ἐὰν ἕληται πάλιν ἀνδρὶ συνοικεῖν, οὐ καταξιωθήσεται τῆς τοῦ ἀγαθοῦ κοινωνίας, ἕως ἂν τοῦ πάθους τῆς ἀκαθαρσίας παύσηται. ἐὰν μέντοι πρὸ ἑξήκοντα ἐτῶν ἀριθμήσωμεν αὐτήν, ἡμέτερον τὸ ἔγκλημα, οὐ τοῦ γυναίου. Ὁ τὴν διεφθαρμένην ὑφʼ ἑαυτοῦ εἰς γυναῖκα κατέχων τὸ μὲν ἐπὶ τῇ φθορᾷ ἐπιτίμιον ὑποστήσεται, τὴν δὲ γυναῖκα ἔχειν συγχωρηθήσεται. Ἡ πορνεία γάμος οὐκ ἔστιν· ἀλλʼ οὐδὲ γάμου ἀρχή. ὥστε, ἐὰν ᾖ δυνατὸν τοὺς κατὰ πορνείαν συναπτομένους χωρίζεσθαι, τοῦτο κράτιστον. ἐὰν δὲ στέργωσιν ἐκ παντὸς τρόπου τὸ συνοικέσιον, τὸ μὲν τῆς πορνείας ἐπιτίμιον γνωριζέτωσαν· ἀφιέσθωσαν δέ, ἵνα μὴ χεῖρόν τι γένηται. Περὶ τοῦ πρεσβυτέρου, τοῦ κατʼ ἄγνοιαν ἀθέσμῳ γάμῳ περιπαρέντος, ὥρισα ἃ ἐχρῆν· καθέδρας μὲν μετέχειν, τῶν δὲ λοιπῶν ἐνεργειῶν ἀπέχεσθαι. ἀρκετὸν γὰρ τῷ τοιούτῳ ἡ συγγνώμη. εὐλογεῖν δὲ ἕτερον, τὸν τὰ οἰκεῖα τημελεῖν ὀφείλοντα τραύματα, ἀνακόλουθον. εὐλογία γὰρ ἁγιασμοῦ μετάδοσίς ἐστιν. ὁ δὲ τοῦτο μὴ ἔχων, διὰ τὸ ἐκ τῆς ἀγνοίας παράπτωμα πῶς ἑτέρῳ μεταδώσει; μήτε τοίνυν δημοσίᾳ μήτε ἰδίᾳ εὐλογείτω, μήτε τὸ σῶμα τοῦ Χριστοῦ κατανεμέτω ἑτέροις, μήτε τι ἄλλο λειτουργείτω, ἀλλὰ ἀρκούμενος τῇ προεδρίᾳ προσκλαιέτω τῷ Κυρίῳ, συγχωρηθῆναι αὐτῷ τὸ ἐκ τῆς ἀγνοίας ἀνόμημα. Ἐκεῖνό γε μὴν γελοῖόν μοι κατεφάνη, τὸ εὔξασθαί τινα ὑείων ἀπέχεσθαι κρεῶν. ὥστε καταξίωσον διδάσκειν αὐτοὺς τῶν ἀπαιδεύτων προσευχῶν καὶ ἐπαγγελιῶν ἀπέχεσθαι· τὴν μέντοι χρῆσιν ἀδιάφορον εἶναι συγχώρησον. οὐδὲν γὰρ κτίσμα Θεοῦ ἀπόβλητον μετʼ εὐχαριστίας λαμβανόμενον. ὥστε ἡ εὐχὴ καταγέλαστος, οὐχ ἡ ἀποχὴ ἀναγκαία. Ἄρχοντας μέντοι ὀμνύειν, ἐπὶ τὸ κακοποιεῖν τοὺς ἀρχομένους, καὶ πάνυ θεραπεύεσθαι προσῆκε. θεραπεία δὲ τούτων διττή· μία μέν, μὴ ὀμνύειν αὐτοὺς διδάσκεσθαι προχείρως· ἑτέρα δέ, μὴ ἐπιμένειν ἐν ταῖς πονηραῖς κρίσεσιν. ὥστε ὅρκῳ προληφθείς τις εἰς κακοποιίαν ἑτέρου, τὴν μὲν ἐπὶ τῇ προπετείᾳ τοῦ ὅρκου μετάνοιαν ἐπιδεικνύσθω, μὴ μέντοι προσχήματι εὐλαβείας τὴν πονηρίαν ἑαυτοῦ βεβαιούτω. οὐδὲ γὰρ Ἡρώδῃ συνήνεγκεν εὐορκήσαντι, ὃς ἵνα μὴ ἐπιορκήσῃ δῆθεν, φονεὺς ἐγένετο τοῦ προφήτου. ἅπαξ δὲ ὁ ὅρκος ἀπηγόρευται· πολλῷ δὲ δήπου εἰκὸς τὸν ἐπὶ κακῷ γινόμενον κατακεκρίσθαι. ὥστε μεταφρονεῖν τὸν ὀμνύοντα χρή, οὐχὶ σπουδάζειν βεβαιοῦν ἑαυτοῦ τὸ ἀνόσιον. ἐξέτασον γὰρ πλατύτερον τὴν ἀτοπίαν. εἴ τις ὀμόσειεν ἐνεξορύξειν τοὺς ὀφθαλμοὺς τοῦ ἀδελφοῦ, εἰ καλὸν τὸ τοιοῦτον εἰς ἔργον ἀγαγεῖν αὐτῷ; εἴ τις φονεύσειν; εἴ τις ὅλως δι’ ὅρκου ἔντολήν τινα παραβήσεσθαι; ὤμοσα γὰρ καὶ ἔστησα, οὐχὶ τὴν ἁμαρτίαν, ἀλλὰ τοῦ φυλάξασθαι τὰ κρίματα τῆς δικαιοσύνης σου. ὥσπερ δὲ τὴν ἐντολὴν ἀμεταθέτοις κρίμασι προσῆκε βεβαιοῦσθαι, οὕτω τὴν ἁμαρτίαν παντοίως καθήκει ἀκυροῦσθαι καὶ ἀφανίζεσθαι. Περὶ τῶν ἁρπαζόντων κανόνα μὲν παλαιὸν οὐκ ἔχομεν, ἰδίαν δὲ γνώμην ἐποιησάμεθα· τρία ἔτη καὶ αὐτοὺς καὶ τοὺς συναρπάζοντας αὐτοῖς ἔξω τῶν εὐχῶν γίνεσθαι. τὸ δὲ μὴ βιαίως γινόμενον ἀνεύθυνόν ἐστιν, ὅταν μὴ φθορὰ ᾖ μηδὲ κλοπὴ ἡγουμένη τοῦ πράγματος. αὐτεξουσία δὲ ἡ χήρα, καὶ ἐπʼ αὐτῇ τὸ ἀκολουθῆσαι. ὥστε τῶν σχημάτων ἡμῖν οὐ φροντιστέον. Ἡ ἀναχωρήσαντος τοῦ ἀνδρὸς καὶ ἀφανοῦς ὄντος, πρὸ τοῦ πεισθῆναι περὶ τοῦ θανάτου αὐτοῦ ἑτέρῳ συνοικήσασα, μοιχᾶται. Οἱ τὴν πρὸς θάνατον ἁμαρτίαν ἁμαρτάνοντες κληρικοὶ τοῦ βαθμοῦ κατάγονται, τῆς κοινωνίας δὲ τῶν λαϊκῶν οὐκ ἐξείργονται· οὐ γὰρ ἐκδικήσεις δὶς ἐπὶ τὸ αὐτό. Ἡ γυνὴ ἡ διὰ τῆς ὁδοῦ κυήσασα καὶ ἀμελήσασα τοῦ κυήματος τῷ τοῦ φόνου ἐγκλήματι ὑποκείσθω. Τὰς μοιχευθείσας γυναῖκας καὶ ἐξαγορευούσας δι’ εὐλάβειαν, ἢ ὁπωσοῦν ἐλεγχομένας, δημοσιεύειν οὐκ ἐκέλευσαν οἱ πατέρες ἡμῶν, ἵνα μὴ θανάτου αἰτίαν παράσχωμεν ἐλεγχθείσαις· ἵστασθαι δὲ αὐτὰς ἄνευ κοινωνίας προσέταξαν μέχρι τοῦ συμπληροῦσθαι τὸν χρόνον τῆς μετανοίας. Ἐπὶ δὲ τοῦ καταλειφθέντος ἀνδρὸς ὑπὸ τῆς γυναικὸς χρὴ σκοπεῖν τὴν αἰτίαν τῆς ἐγκαταλείψεως· κἂν φανῇ ἀλόγως ἀναχωρήσασα, ὁ μὲν συγγνώμης ἐστὶν ἄξιος, ἡ δὲ ἐπιτιμίου. ἡ δὲ συγγνώμη τούτῳ πρὸς τὸ κοινωνεῖν τῇ Ἐκκλησίᾳ δοθήσεται. Στρατιώτιδες, αἱ τῶν ἀνδρῶν ἀφανῶν ὄντων γαμηθεῖσαι, τῷ αὐτῷ ὑπόκεινται λόγῳ, ᾧπερ ἂν καὶ αἱ διὰ τὴν ἀποδημίαν τῶν ἀνδρῶν μὴ ἀναμείνασαι τὴν ἐπάνοδον· πλὴν ἔχει τινὰ συγγνώμην τὸ πρᾶγμα ἐνταῦθα διὰ τὸ μᾶλλον πρὸς θάνατον εἶναι τὴν ὑπόνοιαν. Μετὰ τὸ ἀφαιρεθῆναι τὴν ἀλλοτρίαν ὁ γαμήσας ἐπὶ μὲν τῇ πρώτῃ μοιχείαν ἐγκληθήσεται, ἐπὶ δὲ τῇ δευτέρᾳ ἀνεύθυνος ἔσται. Αἱ κόραι αἱ παρὰ γνώμην πατρὸς ἀκολουθήσασαι πορνεύουσι· διαλλαγέντων δὲ τῶν γονέων, δοκεῖ θεραπείαν λαμβάνειν τὸ γεγονός· οὐκ εὐθὺς δὲ εἰς τὴν κοινωνίαν ἀποκαθίστανται, ἀλλʼ ἐπιτιμηθήσονται τρία ἔτη. Ἡ τῷ μοιχῷ συζῶσα μοιχαλίς ἐστι πάντα τὸν χρόνον. Ἡ παρὰ γνώμην τοῦ δεσπότου ἀνδρὶ ἑαυτὴν ἐκδιδοῦσα ἐπόρνευσεν· ἡ δὲ μετὰ ταῦτα πεπαρρησιασμένῳ γάμῳ χρησαμένη ἐγήματο. ὥστε ἐκεῖνο μὲν πορνεία, τοῦτο δὲ γάμος. αἱ γὰρ συνθῆκαι τῶν ὑπεξουσίων οὐδὲν ἔχουσι βέβαιον. Ἡ ἐν τῇ χηρείᾳ ἑαυτῆς ἐξουσίαν ἔχουσα ἀνδρὶ συνοικεῖν ἀνέγκλητος, εἰ μηδείς ἐστιν ὁ διασπῶν τὸ συνοικέσιον· τοῦ ἀποστόλου εἰπόντος· ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνήρ, ἐλευθέρα ἐστίν ᾧ θέλει γαμηθῆναι· μόνον ἐν Κυρίῳ. Οἱ ἄνευ τῶν κρατούντων γάμοι πορνεῖαί εἰσιν. οὔτε οὖν πατρὸς ζῶντος, οὔτε δεσπότου, οἱ συνιόντες ἀνεύθυνοί εἰσιν. ὡς ἐὰν ἐπινεύσωσιν οἱ κύριοι τὴν συνοίκησιν, τότε λαμβάνει τὸ τοῦ γάμου βέβαιον. Ὃς θανάτου πληγὴν τῷ πλησίον ἔδωκε φονεύς ἐστιν, εἴτε ἦρξε τῆς πληγῆς εἴτε ἠμύνατο. Ἡ διάκονος ἡ τῷ Ἕλληνι συμπορνεύσασα δεκτή ἐστιν εἰς μετάνοιαν, εἰς δὲ τὴν προσφορὰν δεχθήσεται τῷ ἑβδόμῳ ἔτει, δηλονότι, ἐν ἁγνείᾳ ζῶσα. ὁ δὲ μετὰ τὴν πίστιν Ἕλλην πάλιν τῇ ἱεροσυλίᾳ προσιών, ἐπὶ τὸν ἔμετον ὑποστρέφει. ἡμεῖς δὲ τῆς διακόνου τὸ σῶμα, ὡς καθιερωμένον, οὐκέτι ἐπιτρέπομεν ἐν χρήσει εἶναι σαρκικῇ. Ἐάν τις τὸ ὄνομα λαβὼν τοῦ Χριστιανισμοῦ, ἐνυβρίζῃ τὸν Χριστόν, οὐδὲν ὄφελος αὐτῷ ἀπὸ τῆς προσηγορίας. Ἡ δὲ τῷ καταλειφθέντι πρὸς καιρὸν παρὰ τῆς γυναικὸς κατὰ ἄγνοιαν γημαμένη, εἶτα ἀφεθεῖσα διὰ τὸ ἐπανελθεῖν πρὸς αὐτὸν τὴν προτέραν, ἐπόρνευσε μέν, ἐν ἀγνοίᾳ δέ. γάμου οὖν οὐκ εἰρχθήσεται. κάλλιον δέ, ἐὰν μείνῃ οὕτως. Ἐγκρατῖται καὶ Σακκοφόροι καὶ Ἀποτακτῖται τῷ αὐτῷ οὐχ ὑπόκεινται λόγῳ, ᾧ καὶ Ναυατιανοί, ὅτι περὶ μὲν ἐκείνων κανὼν ἐξεφωνήθη, εἰ καὶ διάφορος· τὰ δὲ κατὰ τούτους ἀποσεσιώπηται. ἡμεῖς μέντοι ἑνὶ λόγῳ ἀναβαπτίζομεν τοὺς τοιούτους. εἰ δὲ παρʼ ὑμῖν ἀπηγόρευται τὸ τοῦ ἀναβαπτισμοῦ, ὥσπερ οὖν καὶ παρὰ Ῥωμαίοις, οἰκονομίας τινὸς ἕνεκα, ἀλλʼ ὁ ἡμέτερος λόγος ἰσχὺν ἐχέτω. ὅτι ἐπειδὴ ὥσπερ Μαρκιωνιστῶν ἐστιν ἀποβλάστημα ἡ κατʼ αὐτοὺς αἵρεσις, βδελυσσομένων τὸν γάμον, καὶ ἀποστρεφομένων τὸν οἶνον, καὶ τὴν κτίσιν τοῦ Θεοῦ μεμιασμένην εἶναι λεγόντων, οὐ δεχόμεθα αὐτοὺς εἰς τὴν Ἐκκλησίαν, ἐὰν μὴ βαπτισθῶσιν εἰς τὸ ἡμέτερον βάπτισμα. μὴ γὰρ λεγέτωσαν ὅτι Εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα ἐβαπτίσθημεν, οἵ γε κακῶν ποιητὴν ὑποτιθέμενοι τὸν Θεόν, ἐφαμίλλως τῷ Μαρκίωνι καὶ ταῖς λοιπαῖς αἱρέσεσιν. ὥστε, ἐὰν ἀρέσῃ τοῦτο, δεῖ πλείονας ἐπισκόπους ἐν ταὐτῷ γενέσθαι καὶ οὕτως ἐκθέσθαι τὸν κανόνα, ἵνα καὶ τῷ ποιήσαντι τὸ ἀκίνδυνον ᾖ καὶ ὁ ἀποκρινόμενος τὸ ἀξιόπιστον ἔχῃ ἐν τῇ περὶ τῶν τοιούτων ἀποκρίσει. Ἡ δὲ ἐγκαταλειφθεῖσα παρὰ τοῦ ἀνδρός, κατὰ τὴν ἐμὴν γνώμην, μένειν ὀφείλει. εἰ γὰρ ὁ Κύριος εἶπεν, ὅτι Ἐάν τις καταλίπῃ γυναῖκα ἐκτὸς λόγου πορνείας, ποιεῖ αὐτὴν μοιχᾶσθαι, ἐκ τοῦ μοιχαλίδα αὐτὴν ὀνομάσαι ἀπέκλεισεν αὐτὴν τῆς πρὸς ἕτερον κοινωνίας. πῶς γὰρ δύναται ὁ μὲν ἀνὴρ ὑπεύθυνος εἶναι, ὡς μοιχείας αἴτιος, ἡ δὲ γυνὴ ἀνέγκλητος εἶναι, ἡ μοιχαλὶς παρὰ τοῦ Κυρίου διὰ τὴν πρὸς ἕτερον ἄνδρα κοινωνίαν προσαγορευθεῖσα; Αἱ πρὸς ἀνάγκην γενόμεναι φθοραὶ ἀνεύθυνοι ἔστωσαν. ὥστε καὶ ἡ δούλη, εἰ ἐβιάσθη παρὰ τοῦ οἰκείου δεσπότου, ἀνεύθυνός ἐστιν. Τριγαμίας νόμος οὐκ ἔστιν. ὥστε νόμῳ γάμος τρίτος οὐκ ἄγεται. τὰ μέντοι τοιαῦτα ὡς ῥυπάσματα τῆς Ἐκκλησίας ὁρῶμεν· δημοσίαις δὲ καταδίκαις οὐχ ὑποβάλλομεν, ὡς τῆς ἀνειμένης πορνείας αἱρετώτερα.
Ἡμᾶς ἀρρωστίαι ἐξ ἀρρωστιῶν τε διαδέχονται, καὶ ἀσχολίαι ἐκκλησιαστικῶν τε ὁμοῦ πραγμάτων καὶ τῶν ταῖς ἐκκλησίαις ἐπηρεαζόντων συνέσχον παρὰ πάντα τὸν χειμῶνα, καὶ τὸν μέχρι ταύτης τῆς ἐπιστολῆς χρόνον. διὸ οὔτε ἀποστεῖλαί τινα οὔτε ἐπισκέψασθαι τὴν εὐλάβειάν σου δυνατὸν ἡμῖν ἐγένετο. εἰκάζομεν δὲ καὶ τὰ σὰ τοιαῦτα ἕτερα εἶναι· οὐ κατὰ τὴν ἀρρωστίαν λέγω, μὴ γένοιτο· παράσχοι γὰρ ὁ Κύριος ὑγείαν τῷ σώματι σου διαρκῆ πρὸς ὑπηρεσίαν τῶν ἐντολῶν αὐτοῦ· ἀλλʼ ὅτι ἡ μέριμνα τῶν ἐκκλησιῶν καὶ σοὶ τὸν αὐτὸν ἐμβάλλει περισπασμόν. καὶ νῦν ἔμελλόν τινα ἀποστέλλειν αὐτοῦ τούτου ἕνεκεν, ὥστε γνωρίσαι ἡμῖν τὰ περὶ τῆς διαθέσεώς σου. ἐπεὶ δὲ ὁ ποθεινότατος υἱὸς Μελέτιος, παραπέμπων τοὺς νεολέκτους, ὑπέμνησεν ἡμᾶς, ὅτι εἴη σε δι’ αὐτοῦ προσειπεῖν, ἐδεξάμεθα τὴν ὑπόθεσιν τῶν γραμμάτων ἄσμενοι, καὶ τῷ διακόνῳ τῶν ἐπιστολῶν ἐπεδράμομεν, ἀνδρὶ ἐξαρκοῦντι καὶ ἀντʼ ἐπιστολῆς εἶναι, διά τε τὸ τοῦ τρόπου φιλάληθες, καὶ διὰ τὸ μηδὲν ἀγνοεῖν τῶν καθʼ ἡμᾶς. δι’ οὗ παρακαλοῦμεν τὴν εὐλάβειάν σου προηγουμένως εὔχεσθαι ὑπὲρ ἡμῶν, ἵνα δῷ Κύριος ἐμοὶ μὲν ἀπαλλαγὴν τοῦ φορτικοῦ τούτου σώματος, ταῖς δὲ ἐκκλησίαις αὐτοῦ τὴν εἰρήνην, σοὶ δὲ ἡσυχιάν καὶ ἄδειαν τοῦ, ἐπειδὰν διαθῇ τὰ κατὰ τὴν Λυκαονίαν ἀποστολικῶς, ὡς ἐνήρξω, ἐπισκέπτεσθαι καὶ τὰ ὧδε, κἄν τε ἐνδημῶμεν τῇ σαρκί, κἂν ἀποδημῆσαι ἤδη πρὸς τὸν Κύριον ἐπιταχθῶμεν, ἵνα αὐτός, ὡς ἰδίων, ὅπερ οὖν καὶ ἔστιν, ἀντέχῃ τῶν καθʼ ἡμᾶς τόπων καὶ στηρίζῃς μὲν τὰ σαθρά, ἐπεγείρῃς δὲ τὰ νωθρά, πάντα δὲ τῇ χάριτι τοῦ Πνεύματος, τοῦ ὄντος ἐν σοί, μετακοσμήσῃς πρὸς τὸ εὐάρεστον τῷ Κυρίῳ. Τοὺς δὲ τιμιωτάτους υἱοὺς ἡμῶν Μενέτιον καὶ Μελίτιον, οὓς πόρρωθεν οἶδας καὶ ἑαυτοῦ κρίνεις, ἔχε ἐν παρακαταθήκῃ, εὐχόμενος ὑπὲρ αὐτῶν. αὔταρκες γὰρ αὐτοῖς τοῦτο πρὸς πᾶσαν ἀσφάλειαν. ὥστε καὶ τοὺς συνόντας τῇ ὁσιότητί σου, καὶ πάντα τὸν κλῆρον καὶ τὸν λαὸν τὸν ὑπὸ σοῦ ποιμαινόμενον, καὶ τοὺς θεοφιλεστάτους ἀδελφοὺς ἡμῶν καὶ συλλειτουργοὺς προσειπεῖν παρʼ ἡμῶν καταξίωσον. τῆς μνήμης τοῦ μακαριωτάτου μάρτυρος Εὐψυχίου μέμνησο, καὶ μὴ ἀναμείνῃς δευτέραν ὑπόμνησιν, μηδὲ ἐμπρόθες μον σπουδάσῃς ποιήσασθαι τὴν ἀπάντησιν, ἀλλὰ προλαβεῖν καὶ εὐφρᾶναι ἡμᾶς, ἐὰν ἄρα ἔτι ὦμεν ἐπὶ τῆς γῆς. ἕως τότε ἐρρωμένος ἐν Κυρίῳ, ὑπερευχόμενος ἡμῶν, διαφυλαχθείης ἡμῖν καὶ ταῖς τοῦ Θεοῦ ἐκκλησίαις χάριτι τοῦ ἁγίου.
Πολλῶν ἕνεκεν ἐπιθυμῶ συντυχεῖν σοι, ἵνα καὶ συμβούλῳ χρήσωμαι περὶ τῶν ἐν χερσὶ πραγμάτων, καὶ ὅλως ἵνα διὰ μακροῦ θεασάμενός σε ἔχω παραμυθίαν τινὰ τῆς ἀπολείψεως. ἐπειδὴ δὲ τὰ αὐτὰ ἀμφοτέρους ἐπέσχεν, ἥ τε ὑμῖν συμβᾶσα ἀσθένεια, καὶ ἡ παλαιοτέρα ἡμῶν ἀρρωστία, μήπω ἀπολείψασα, ἀμφοτέροις δῶμεν συγγνώμην, εἰ βούλει, ἀμφότεροι, ὥστε δι’ ἑαυτῶν ἀλλήλους ἀφεῖναι τοῦ ἐγκλήματος.
Καὶ ἄλλως μέν ποι πολλοῦ ἄξιον τὸ συντυγχάνειν τῇ σεμνότητί σου, νῦν δὲ καὶ μάλιστα, ὅτε τοιοῦτόν ἐστι τὸ συνάγον ἡμᾶς πρᾶγμα. ἀλλʼ ἐπειδὴ τὰ λείψανα τῆς ἀρρωστίας μου τοιαῦτα, ὡς μηδὲ τὴν βραχυτάτην μοι κίνησιν συγχωρεῖν, ὅς γε ἵνα τὴν μέχρι τῶν μαρτύρων ὁδὸν ὀχήματι πορευθῶ πάλιν μικροῦ πρὸς τὴν αὐτὴν ὑπέστρεψα νόσον, ἀνάγκη συγγνώμης τυχεῖν παρʼ ὑμῶν. κἂν μὲν ᾖ δυνατὸν ὑπερτεθῆναι τὸ πρᾶγμα ὀλίγαις ὕστερον ἡμέραις, καὶ συνέσομαι ὑμῖν τῇ τοῦ Θεοῦ χάριτι καὶ κοινωνήσω τῶν φροντίδων. ἐὰν δὲ ἐπείγῃ τὰ σπουδαζόμενα, πράξατε μὲν τῇ τοῦ Θεοῦ συνεργίᾳ τὰ χερσί, συναριθμήσατε δέ με ἑαυτοῖς ὡς παρόντα καὶ τῶν καλῶς γινομένων συνεφαπτόμενον. ἐρρωμένος καὶ εὔθυμος ἐν Κυρίῳ ὑπερευχόμενός μου, φυλαχθείης τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ χάριτι τοῦ ἁγίου.
Ἐγένετό μοι πολλὴ ὁρμὴ τῆς συντυχίας ὑμῶν, καὶ ἀεί τι ἐπεγένετο κώλυμα, ἐμποδίζον μου τῇ προθυμίᾳ. ἢ γὰρ ἡ τοῦ σώματος ἀσθένεια συνεπόδισέ με (ἣν οὐκ ἀγνοεῖτε πάντως, ὅση μοι πάρεστιν ἐκ τῆς πρώτης ἡλικίας μέχρι τοῦ γήρως τούτου, συντραφεῖσά μοι καὶ παιδεύουσά με, κατὰ τὴν δικαίαν κρίσιν τοῦ πάντα ἐν σοφίᾳ οἰκονομοῦντος Θεοῦ), ἢ αἱ τῶν ἐκκλησιῶν ἐπιμέλειαι, ἢ οἱ πρὸς τοὺς ἐπανισταμένους τῷ λόγῳ τῆς ἀληθείας ἀγῶνες. διὸ μέχρι τοῦ παρόντος ἐν θλίψει πολλῇ καὶ λύπῃ διάγω, συνειδὼς ὅτι τὸ καθʼ ὑμᾶς ἐλλέλειπταί μοι. ἐγὼ γὰρ ἀκούσας παρὰ τοῦ Θεοῦ τοῦ διὰ τοῦτο τὴν διὰ σαρκὸς ἐπιδημίαν καταδεξαμένου, ἵνα καὶ τοῖς ὑποδείγμασι τῶν πρακτέων ῥυθμίσῃ τὸν βίον ἡμῶν καὶ διὰ τῆς ἰδίας φωνῆς ἀναγγείλῃ ἡμῖν τὸ εὐαγγέλιον τῆς βασιλείας, ὅτι Ἐν τούτῳ γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγαπᾶτε ἀλλήλους· καὶ ὅτι ἐξιτήριον δῶρον τοῖς ἑαυτοῦ μαθηταῖς, μέλλων συμπληροῦν τὴν ἐν σαρκὶ οἰκονομίαν, τὴν ἑαυτοῦ εἰρήνην ὁ Κύριος κατέλιπεν εἰπών· Εἰρήνην ἀφίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν· οὐ δύναμαι πεῖσαι ἐμαυτόν, ὅτι ἄνευ τῆς ἐν ἀλλήλοις ἀγάπης καὶ ἄνευ τοῦ, τὸ εἰς ἐμὲ ἧκον, εἰρηνεύειν πρὸς πάντας δύναμαι ἄξιος κληθῆναι δοῦλος Ἰησοῦ Χριστοῦ. πολὺν μὲν γὰρ ἀνέμεινα χρόνον, εἴ ποτε καὶ παρὰ τῆς ὑμετέρας ἀγάπης γένηται τις πρὸς ἡμᾶς ἐπισκέψις. οὐ γὰρ ἀγνοεῖτε ὅτι δημοσίᾳ προκείμενοι πᾶσιν, ὥσπερ οἱ ἐν τῇ θαλάσσῃ προβεβλημένοι σκόπελοι, ἡμεῖς τὸν θυμὸν τῶν αἱρετικῶν κυμάτων ὑποδεχόμεθα, καὶ περὶ ἡμᾶς ῥηγνύμενοι, τὰ κατόπιν ἡμῶν οὐκ ἐπικλύζουσι. τὸ δὲ ἡμεῖς ὅταν εἴπω, οὐκ εἰς τὴν ἀνθρωπίνην ἀναφέρω δύναμιν, ἀλλʼ εἰς τὴν τοῦ Θεοῦ χάριν, τοῦ ἐν τῇ ἀσθενείᾳ τῶν ἀνθρώπων τὸ δυνατὸν ἑαυτοῦ δεικνύντος, καθά φησιν ὁ προφήτης ἐκ προσώπου Κυρίου λέγων· ἢ ἐμὲ οὐ φοβηθήσεσθε, τὸν τιθέντα ἄμμον ὅριον τῇ θαλάσσῃ; τῷ γὰρ ἀσθενεστάτῳ πάντων καὶ εὐκαταφρονήτῳ πράγματι, τῇ ψάμμῳ, τὴν μεγάλην καὶ βαρεῖαν θάλασσαν ἐπέδησεν ὁ δυνατός. ἐπεὶ οὖν τοιοῦτόν τι ἐστὶ καὶ τὸ καθʼ ἡμᾶς, ἀκόλουθον ἦν παρὰ τῆς ὑμετέρας ἀγάπης καὶ τῶν γνησίων τινὰς ἀποστέλλεσθαι συνεχῶς εἰς ἐπίσκεψιν ἡμῶν τῶν καταπονουμένων, καὶ γράμματα ἀγαπητικὰ φοιτᾷν πρὸς ἡμᾶς συνεχέστερον, τοῦτο μὲν στηρίζοντα ἡμῶν τὴν προθυμίαν, τοῦτο δέ, καὶ εἴ τι σφαλλόμεθα, ἐπανορθούμενα. οὐκ ἀρνούμεθα γὰρ μυρίοις σφάλμασιν ὑποκεῖσθαι, ἄνθρωποι ὄντες καὶ ἐν σαρκὶ ζῶντες. Ἀλλʼ ἐπειδὴ τὸν πρὸ τούτου χρόνον, ἢ διὰ τὸ μὴ συνιδεῖν τὸ πρέπον, παρελίπετε τὰ ὀφειλόμενα ἡμῖν, ἀδελφοὶ τιμιώτατοι, ἢ διὰ τὸ προληφθῆναι παρὰ τινῶν εἰς τὰς καθʼ ἡμῶν διαβολάς, οὐκ ἐνομίσατε ἡμᾶς ἀξίους εἶναι ἀγαπητικῆς ἐπισκέψεως· ἰδοὺ νῦν καὶ κατάρχομεν τοῦ γράμματος αὐτοί, καὶ τὰς ἐπιφερομένας ἡμῖν αἰτίας ὁμολογοῦμεν ἑτοίμως ἔχειν ἐφʼ ὑμῶν ἀποδύσασθαι· μόνον ἐὰν καταδέχωνται οἱ ὑβρίζοντες ὑμᾶς ἀντιπρόσωποι ἡμῖν ἐπὶ τῆς ὑμετέρας εὐλαβείας καταστῆναι. ἐλεγχθέντες μὲν γὰρ καὶ ἡμεῖς τὴν ἁμαρτίαν ἡμῶν ἐπιγνωσόμεθα, καὶ ὑμεῖς μετὰ τοὺς ἐλέγχους συγγνώμην ἕξετε παρὰ τῷ Κυρίῳ ἐκ τῆς τῶν ἁμαρτωλῶν ἡμῶν κοινωνίας ἑαυτοὺς ὑποστέλλοντες, καὶ οἱ ἐλέγξαντες μισθὸν ἕξουσιν, ὡς τὴν κεκρυμμένην ἡμῶν κακίαν δημοσιεύσαντες. ἐὰν δὲ πρὸ τῶν ἐλέγχων καταδικάζητε ἡμᾶς, ἡμεῖς μὲν οὐδὲν ἐσόμεθα ἠδικημένοι, ἐκτὸς τοῦ ζημιωθῆναι τὸ πάντων ἡμῖν τιμιώτατον κτῆμα τὴν πρὸς ὑμᾶς ἀγάπην· ὑμεῖς δὲ καὶ τοῦτο αὐτὸ πείσεσθαι ἡμᾶς οὐκ ἔχοντες, καὶ τῷ εὐαγγελίῳ δόξετε μάχεσθαι τῷ εἰπόντι· Μὴ ὁ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον, ἐὰν μὴ ἀκούσῃ πρῶτον, καὶ γνῷ τί ποιεῖ; ὁ δὲ καταχέων ἡμῶν τὰς λοιδορίας, τὸν δὲ τῶν λεγομένων ἔλεγχον μὴ ἐπάγων, φανήσεται πονηρὰν ἑαυτῷ προσηγορίαν ἐπενεγκών, ἐκ τῆς ἀτόπου τῶν λόγων χρήσεως. τὸν γὰρ διαβάλλοντα πῶς ἄλλως προσῆκεν ὀνομάζειν, ἢ οὐχὶ ἣν ἐξ αὐτοῦ τοῦ πράγματος ἐπιτηδεύει προσηγορίαν αὐτῷ τιθεμένους; μήτε οὖν ὁ λοιδορῶν ἡμᾶς διάβολος ἔστω, ἀλλὰ κατήγορος· μᾶλλον δὲ μηδὲ τὸ τοῦ κατηγόρου δεχέσθω ὄνομα, ἀλλʼ ἀδελφὸς ἔστω ἐν ἀγάπῃ νουθετῶν, καὶ ἐπὶ διορθώσει ἐπάγων τὸν ἔλεγχον· μήτε ὑμεῖς λοιδοριῶν γένησθε ἀκροαταί, ἀλλʼ ἐλέγχων δοκιμασταί· μήτε ἡμεῖς ἀνιάτρευτοι καταλειφθῶμεν, μὴ φανερουμένης ἡμῖν τῆς ἁμαρτίας ἡμῶν. Μὴ γὰρ ἐκεῖνος ὑμᾶς ὁ λογισμὸς κατεχέτω, ὅτι οἱ τὴν παραλίαν οἰκοῦντες ἔξω ἐσμὲν τοῦ πάθους τῶν πολλῶν, καὶ οὐδὲν τῆς παρʼ ἑτέρων ἐπικουρίας δεόμεθα· ὥστε τίς ἡμῖν χρεία τῆς πρὸς ἑτέρους κοινωνίας; ὁ γὰρ Κύριος τὰς μὲν νήσους τῆς ἠπείρου διὰ θαλάσσης διέστησε, τοὺς δὲ νησιώτας τοῖς ἡπειρώταις διὰ τῆς ἀγάπης συνέδησεν. οὐδὲν ἡμᾶς χωρίζει ἀπʼ ἀλλήλων, ἀδελφοί, ἐὰν μὴ τῇ προαιρέσει τὸν χωρισμὸν ὑποστῶμεν. εἷς ἡμῶν Κύριος, μία πίστις, ἐλπὶς ἡ αὐτή. εἴτε κεφαλὴν ἑαυτοὺς τῆς καθόλου Ἐκκλησίας λογίζεσθε, οὐ δύναται ἡ κεφαλὴ εἰπεῖν τοῖς ποσί, χρείαν ὑμῶν οὐκ ἔχω· εἴτε καὶ ἐν ἄλλῃ τάξει τῶν ἐκκλησιαστικῶν μελῶν ἑαυτοὺς τάσσετε, οὐ δύνασθε λέγειν τοῖς ἐν τῷ αὐτῷ σώματι κατατεταγμένοις ἡμῖν τό, χρείαν ὑμῶν οὐκ ἔχομεν. αἵ τε γὰρ χεῖρες ἀλλήλων δέονται, καὶ οἱ πόδες ἀλλήλους στηρίζουσι, καὶ οἱ ὀφθαλμοὶ ἐν τῆ συμφωνίᾳ τὸ ἐναργὲς τῆς καταλήψεως ἔχουσιν. ἡμεῖς μὲν γὰρ ὁμολογοῦμεν τὸ ἑαυτῶν ἀσθενὲς καὶ ἐπιζητοῦμεν τὴν σύμπνοιαν ὑμῶν. οἴδαμεν γὰρ ὅτι κἂν μὴ παρῆτε τῷ σώματι, τῇ διὰ τῶν εὐχῶν βοηθείᾳ μέγα παρέξετε ἡμῖν ἐν τοῖς ἀναγκαιοτάτοις καιροῖς ὄφελος. ὑμᾶς δὲ οὐκ ἔστιν οὔτε παρὰ ἀνθρώποις εὐπρεπὲς οὔτε τῷ Θεῷ εὐάρεστον ταῖς τοιαύταις κεχρῆσθαι φωναῖς, αἷς οὐδὲ τὰ ἔθνη κέχρηνται τὰ μὴ εἰδότα τὸν Θεόν. ἀλλὰ κἀκεῖνα ἀκούομεν, κἂν εἰς πάντα αὐτάρκη τὴν χώραν νέμωνται, τῆς γοῦν τῶν μελλόντον ἕνεκεν ἀδηλίας τὴν πρὸς ἀλλήλους συμμαχίαν ἀσπάζεσθαι καὶ τὴν ἐπιμιξίαν ὡς ἔχουσάν τι κέρδος μεταδιώκειν. ἡμεῖς δέ, ἐκείνων ὄντες τῶν πατέρων, οἳ ἐνομοθέτησαν διὰ μικρῶν χαρακτήρων τὰ τῆς κοινωνίας σύμβολα ἀπὸ περάτων τῆς γῆς εἰς πέρατα περιφέρεσθαι, καὶ πάντας πᾶσι πολίτας καὶ οἰκείους εἶναι, νῦν ἀποτέμνομεν ἑαυτοὺς τῆς οἰκουμένης, καὶ οὔτε ἐπαισχυνόμεθα τῇ μονώσει, οὔτε ζημίαν φέρειν τὸν διασπασμὸν τῆς ὁμονοίας τιθέμεθα· οὔτε φρίσσομεν, ὅτι εἰς ἡμᾶς φθάνει ἡ φοβερὰ τοῦ Κυρίου ἡμῶν προφητεία, εἰπόντος, ὅτι Διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν, ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν; Μὴ ταῦτα, ἀδελφοὶ τιμιώτατοι, μὴ ἀνάσχησθε τοῦτο, ἀλλὰ καὶ ἐπὶ τοῖς παρελθοῦσι παρακαλέσατε ἡμᾶς γράμμασιν εἰρηνικοῖς καὶ ἀγαπητικαῖς προσφωνήσεσιν, οἱονεὶ πραείᾳ τινὶ ἐπαφῇ τὸ τῆς καρδίας ἡμῶν ἕλκος, ὃ ἐκ τῆς παρελθούσης ἀμελείας ἐνεποιήσατε ἡμῖν, παραμυθούμενοι. καὶ εἴτε αὐτοὶ βούλεσθε πρὸς ἡμᾶς ἀπαντῆσαι καὶ δι’ ἑαυτῶν ἐρευνῆσαι τὰ ἀρρωστήματα ἡμῶν, εἰ ὄντως τοιαῦτά ἐστιν οἷα ἀκούετε, ἢ ταῖς ἐκ τοῦ ψεύδους προσθήκαις βαρύτερα ὑμῖν ἀπαγγέλλεται τὰ ἁμαρτήματα ἡμῶν, γενέσθω καὶ τοῦτο· ἕτοιμοι ἡμεῖς ὑπτίαις χερσὶ τὴν παρουσίαν ὑμῶν ὑποδέξασθαι, καὶ προθεῖναι ἑαυτοὺς εἰς ἀκριβῆ βάσανον· μόνον ἀγάπη ἡγείσθω τῶν γινομένων· εἴτε καὶ βούλεσθε παρʼ ἑαυτοῖς ὑποδεῖξαί τινα τόπον, ἐν ᾧ γενόμενοι καὶ ὑμῖν τὸ ὀφειλόμενον τῆς ἐπισκέψεως χρέος ἀποπληρώσομεν καὶ ἑαυτῶν τὴν ἐνδεχομένην πεῖραν παρέξομεν, ὥστε καὶ τὰ προλαβόντα ἰάσασθαι, καὶ τοῦ λοιποῦ μηδεμίαν διαβολαῖς χώραν καταλιπεῖν, καὶ τοῦτο γενέσθω. πάντως γὰρ εἰ καὶ ἀσθενῆ περιφέρομεν σάρκα, ἀλλʼ ἕως ἀναπνέωμεν, ὑπεύθυνοί ἐσμεν μηδὲν ἐλλιμπάνειν τῶν εἰς οἰκοδομὴν τῶν ἐκκλησιῶν τοῦ Χριστοῦ. Μὴ οὖν παραλογίσησθε ἡμῶν τὴν παράκλησιν ταύτην, μὴ εἰς ἀνάγκην ἡμᾶς ἀγάγητε καὶ πρὸς ἄλλους ἐξειπεῖν τὴν ὀδύνην ἡμῶν. μέχρι γὰρ νῦν, γινώσκετε, ἀδελφοί, ἐν ἑαυτοῖς τὴν λύπην στέγομεν, αἰσχυνόμενοι τοῖς πόρρωθεν ἡμῶν κοινωνικοῖς τὴν πρὸς ἡμᾶς ἀλλοτρίωσιν ὑμῶν διαγγεῖλαι, ἵνα μὴ κἀκείνους θλίψωμεν καὶ χαρὰν τοῖς μισοῦσιν ἡμᾶς ἐμποιήσωμεν. ταῦτα μόνος ἐπέστειλα νῦν· γνώμῃ δὲ τῶν ἐν Καππαδοκίᾳ πάντων ἀδελφῶν ἔπεμψα, οἳ καὶ παρεκάλεσάν με, μὴ τῷ τυχόντι χρήσασθαι διακόνῳ τοῦ γράμματος, ἀλλʼ ἀνδρὶ ὃς δυνήσεται ὅσα διὰ τῆς ἐπιστολῆς παρήκαμεν φοβούμενοι μὴ εἰς ἀμετρίαν πολλὴν τὸν λόγον ἐκβάλωμεν, ταῦτα διὰ τῆς ἑαυτοῦ συνέσεως, ἣν ἔχει ἐκ τῆς χάριτος τοῦ Θεοῦ, ἀναπληρῶσαι. λέγομεν δὲ τὸν ποθεινότατον ἡμῖν καὶ εὐλαβέστατον ἀδελφὸν Πέτρον τὸν συμπρεσβύτερον, ὃν καὶ δέξασθε ἐν ἀγάπῃ καὶ προπέμψατε πρὸς ἡμᾶς εἰρηνικῶς, ἵνα γένηται ἡμῖν ἀγαθῶν ἄγγελος.
Πολὺν χρόνον ἀπεσιωπήσαμεν πρὸς ἀλλήλους, ἀδελφοὶ τιμιώτατοι ἡμῖν καὶ περιπόθητοι, ὥσπερ οἱ πρὸς ὀργὴν διαναστάντες. καίτοι τίς οὕτω βαρύμηνις καὶ δυσδιάλλακτος τῷ λελυπηκότι, ὥστε ὅλῃ σχεδὸν ἀνθρώπου γενεᾷ τὴν ἐκ τοῦ μίσους ὀργὴν συμπαρεκτεῖναι; ὃ περὶ ἡμᾶς ἐστιν ἰδεῖν γινόμενον, οὐδεμιᾶς τοῦ διεζεῦχθαι δικαίας ἀφορμῆς ὑπαρχούσης, οὐκοῦν ὅσα γε ἴσμεν αὐτοί, ἀλλὰ τὸ ἐναντίον, πολλῶν καὶ μεγάλων πρὸς τὴν ἄκραν ἡμῖν φιλίαν καὶ ἕνωσιν ἐνυπαρχόντων τὸ ἐξ ἀρχῆς· ἑνὸς μὲν τοῦ μεγίστου καὶ πρώτου, τῆς ἐντολῆς τοῦ Κυρίου διαρρήδην εἰπόντος, ὅτι Ἐν τούτῳ γνώσονται πάντες, ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγαπᾶτε ἀλλήλους· καὶ πάλιν τοῦ Ἀποστόλου σαφῶς τὸ τῆς ἀγάπης καλὸν παριστῶντος ἡμῖν, τοῦτο μὲν ἐν οἷς ἀποφαίνεται πλήρωμα νόμου εἶναι τὴν ἀγάπην, τοῦτο δὲ ὅταν προτίθησι πάντων ὁμοῦ τῶν μεγάλων τὸ τῆς ἀγάπης καλόν, ἐν οἷς φησιν· Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν, ἢ κύμβαλον ἀλαλάζον. καὶ ἐὰν ἔχω προφητείαν, καὶ εἰδῶ τὰ μυστήρια πάντα, καὶ πᾶσαν τὴν γνῶσιν, καὶ ἔχω πᾶσαν τὴν πίστιν ὥστε ὄρη μεθιστᾷν, ἀγάπην δὲ μὴ ἔχω, οὐδέν εἰμι. κἂν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου, καὶ παραδῶ τὸ σῶμά μου ἵνα καυθῇ, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι· οὐχ ὡς δυναμένου ποτὲ τῶν ἀπηριθμημένων ἑκάστου δίχα τῆς ἀγάπης ἐνεργηθῆναι, ἀλλὰ βουλομένου τοῦ ἁγίου, ὡς αὐτὸς εἶπε, τῷ καθʼ ὑπερβολὴν τρόπῳ τὴν κατὰ πάντων ὑπεροχὴν προσμαρτυρῆσαι τῇ ἐντολῇ. Δεύτερον δέ, ὅτι εἴ τι μέγα συμβάλλεται πρὸς συνάφειαν καὶ τὸ τῶν αὐτῶν μετασχεῖν διδασκάλων, οἱ αὐτοὶ ὑμῖν τέ εἰσι καὶ ἡμῖν διδάσκαλοί τε τῶν μυστηρίων τοῦ Θεοῦ, καὶ πατέρες πνευματικοί, οἱ ἐξ ἀρχῆς τὴν Ἐκκλησίαν τὴν ὑμετέραν θεμελιώσαντες. Γρηγόριον λέγω τὸν πάνυ, καὶ ὅσοι ἐφεξῆς ἐκείνῳ τῆς παρʼ ὑμῖν ἐπισκοπῆς τὸν θρόνον διαδεξάμενοι, ἄλλος ἐπʼ ἄλλῳ ὥσπερ τινὲς ἀστέρες ἐπανατέλλοντες, κατὰ τῶν αὐτῶν ἰχνῶν ἐπέβησαν, ὥστε διάγνωστα καταλιπεῖν τῆς κατʼ οὐρανὸν πολιτείας τὰ σημεῖα τοῖς βουλομένοις. εἰ δὲ καὶ αἱ σωματικαὶ οἰκειότητες οὐκ ἀπόβλητοι, ἀλλὰ καὶ μέγα συμβαλλόμεναι πρὸς ἀρραγῆ συνάφειαν καὶ κοινωνίαν βίου, καὶ ταῦτα ἡμῖν ὑπῆρξε πρὸς ὑμᾶς τὰ δίκαια. τίνος οὖν ἕνεκεν, ὦ σεμνοτάτη πόλεων (δι’ ὑμῶν γὰρ τῇ πόλει πάσῃ διαλέγομαι), οὐ γράμμα ἥμερον αὐτόθεν, οὐ φωνὴ δεξιά, ἀλλʼ ἤνοικται μὲν ὑμῶν τὰ ὦτα τοῖς διαβάλλειν ἐπιχειροῦσιν; ὥστε τοσοῦτον πλέον στενάζειν ὀφείλω, ὅσῳπερ ἂν μᾶλλον ἴδω τὸ σπουδαζόμενον αὐτοῖς κατορθούμενον· ἐπειδὴ τὸ τῆς διαβολῆς ἔργον φανερὸν ἔχει τὸν καθηγούμενον, ὅς ἀπὸ πολλῶν ὑπάρχων ἀδικημάτων γνώριμος, ἀπὸ ταύτης μάλιστα τῆς πονηρίας χαρακτηρίζεται, ὥστε καὶ ὄνομα αὐτῷ γενέσθαι τὴν ἁμαρτίαν. πλὴν ἀλλʼ ὑμεῖς ἀνάσχεσθέ μου τῆς παρρησίας· ἀμφοτέρας τὰς ἀκοὰς τοῖς διαβάλλουσιν ἡμᾶς ἀναπετάσαντες, πάντα ἀνεξετάστως ταῖς ψυχαῖς παραδέχεσθε· καὶ οὐδεὶς ὁ τοῦ ἀληθοῦς τὸ ψεῦδος φυλοκρινῶν. τίς ἠπόρησέ ποτε πονηρῶν ἐγκλημάτων μόνος ἀγωνιζόμενος; τίς ἠλέγχθη ψευδόμενος μὴ παρόντος τοῦ συκοφαντουμένου; ποῖον ῥῆμα οὐκ ἔστι πιθανὸν τοῖς ἀκούουσιν, ἐὰν ὁ μὲν λοίδορος διατείνηται, ἦ μὴν οὕτως ἔχειν, ὁ δὲ λοιδορούμενος μήτε παρῇ, μήτε ἐπακούῃ τῶν βλασφημιῶν; οὐδὲ αὐτὴ ἡ τοῦ βίου συνήθεια παιδεύει ὑμᾶς πρὸς ταῦτα, ὅτι δεῖ τὸν μέλλοντα ἴσον καὶ κοινὸν ἀκροατὴν γενήσεσθαι, μὴ ὅλον ἀπάγεσθαι παρὰ τοῦ προλαβόντος, ἀλλʼ ἀναμένειν καὶ τὴν ἀπολογίαν τοῦ ἐναγομένου, ἵνʼ οὕτως ἐκ τῆς παραθέσεως ἑκατέρων τῶν λόγων διαδειχθῇ ἡ ἀλήθεια; κρῖμα δίκαιον κρίνατε πρόσταγμά ἐστιν ἓν τῶν ἀναγκαιοτάτων εἰς σωτηρίαν. Καὶ ταῦτα λέγω, οὐκ ἐπιλελησμένος τῶν ἀποστολικῶν ῥημάτων, ὅτι φεύγων ἐκεῖνος τὰ ἀνθρώπινα κριτήρια, ὅλον ἑαυτοῦ τὸν βίον ταῖς εὐθύναις τοῦ ἀνεξαπατήτου δικαστηρίου ἐταμιεύετο ἐν οἷς φησιν· Ἐμοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν ἵνα ὑφʼ ὑμῶν ἀνακριθῶ, ἢ ὑπὸ ἀνθρωπίνης ἡμέρας. ἀλλʼ ὅμως ἐπειδὴ προλαβοῦσαι διαβολαὶ ψευδεῖς κατέσχον ὑμῶν τὰς ἀκοάς, καὶ διαβέβληται μὲν ἡμῶν ὁ βίος, διαβέβληται δὲ ἡ περὶ τὸν Θεὸν ἡμῶν πίστις, εἰδὼς ὅτι τρισὶν ὁμοῦ προσώποις τὴν βλάβην προστρίβεται ὁ διαβάλλων· τόν τε γὰρ συκοφαντούμενον ἀδικεῖ, καὶ πρὸς οὓς ὁ λόγος ἐστὶν αὐτῷ, καὶ ἑαυτόν· τῆς μὲν ἐμαυτοῦ βλάβης κἂν ἀπεσιώπησα, εὖ ἴστε, οὐ καταφρονῶν τῆς παρʼ ὑμῖν ὑπολήψεως,(πῶς γὰρ ὅς γε ἵνα μὴ ταύτην ζημιωθῶ, ταῦτα ἐπιστέλλω καὶ ἀγωνίζομαι νῦν;) ἀλλʼ ὁρῶν ὅτι ἐν τρισὶ τοῖς βλαπτομένοις ὁ τὰ ἐλάττονα ζημιούμενος εἰμὶ ἐγώ. ἐγὼ μὲν γὰρ ὑμᾶς ἀποστεροῦμαι, ὑμεῖς δὲ τὴν ἀλήθειαν ἀφαιρεῖσθε· καὶ ὁ τούτων αἴτιος ἐμὲ μὲν ὑμῶν διίστησιν, ἑαυτὸν δέ ἀλλοτριοῖ τοῦ Κυρίου· διότι οὐκ ἔστι Θεῷ ἐκ τῶν ἀπηγορευμένων οἰκειωθῆναι. ὑμῶν οὖν μᾶλλον ἕνεκεν ἢ ἐμαυτοῦ ποιοῦμαι τοὺς λόγους, καὶ τοῦ ὑμᾶς ἐξελέσθαι βλάβης οὐκ ἀνεκτῆς. τί γὰρ ἂν καὶ μεῖζον πάθοι κακόν τις τὸ τιμιώτατον τῶν ὄντων ζημιωθείς, τὴν ἀλήθειαν; Τί οὖν φημι, ἀδελφοί; οὐχ ὅτι ἀναμάρτητός τις ἐγώ, οὔθʼ ὅτι ὁ βίος ὁ ἐμὸς οὐχὶ πλήρης ἐστὶ μυρίων ἐλαττωμάτων· οἶδα γὰρ ἐμαυτὸν καὶ οὐ διαλείπω γε στάζων τὸ δάκρυον ὑπὲρ τῶν ἁμαρτημάτων, εἴ πως δυνηθείην ἐξιλάσασθαί μου τὸν Θεὸν καὶ διαφυγεῖν τὴν ἀπειληθεῖσαν κόλασιν· ἀλλʼ ὅτι ὁ τὰ ἡμέτερα κρίνων, εἰ μὲν καθαρὸν ἔχειν διαβεβαιοῦται τὸν ὀφθαλμόν, καρφολογείτω ἡμῶν τό ὄμμα. ὁμολογοῦμεν γὰρ δεῖσθαι πολλῆς τῆς ἐκ τῶν ὁγιαινόντων ἐπιμελείας· εἰ δὲ τοῦτο μὲν οὐκ ἂν εἴποι, καὶ τοσούτῳ γε πλέον οὐκ ἐρεῖ, ὅσῳπερ ἂν μᾶλλον ᾖ καθαρὸς, διότι ἴδιον τῶν τελείων τὸ μὴ ἑαυτοὺς ὑπεραίρειν, ἐπεὶ πάντως ὑπόδικοι τῇ ἀλαζονείᾳ τοῦ Φαρισαίου γενήσονται, ὃς ἑαυτὸν δικαιῶν κατέκρινε τὸν τελώνην, μετʼ ἐμοῦ ζητείτω τὸν ἰατρόν, καὶ μὴ πρὸ καιροῦ κρινέτω, ἕως ἂν ἔλθῃ ὁ Κύριος, ὃς ἀποκάλυψει τὰ κρυπτὰ τοῦ σκότους καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν. μεμνήσθω δὲ καὶ τοῦ εἰπόντος· μὴ κρίνετε, ἵνα μὴ κριθῆτε· καί, Μὴ καταδικάζετε, ἵνα μὴ καταδικασθῆτε. ὅλως δέ, ἀδελφοί, εἰ μὲν ἰάσιμα ἡμῶν ἐστι τὰ πλημμελήματα, τί οὐχὶ πείθεται τῷ διδασκάλῳ τῶν ἐκκλησιῶν λέγοντι· Ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον; εἰ δὲ ἀνίατος ἡμῶν ἡ ἀνομία, τί οὐχὶ εἰς πρόσωπον ἡμῖν ἀντικαθίσταται καὶ δημοσιεύσας ἡμῶν τὰ ἀνομήματα ἐλευθεροῖ τῆς παρʼ ἡμῶν βλάβης τὰς ἐκκλησίας; μὴ τοίνυν ἀνάσχησθε τῆς ὑπʼ ὀδόντα λαλουμένης καθʼ ἡμῶν λοιδορίας. τοῦτο γὰρ κἂν παιδίσκη μία τῶν ἐκ μύλωνος ποιήσειε, κἂν τῶν ἀγοραίων τις μεθʼ ὑπερβολῆς ἐπιδείξαιτο, οἷς ἡ γλῶσσα πρὸς πᾶσαν ἠκόνηται λοιδορίαν. ἀλλʼ εἰσὶν ἐπίσκοποι· κληθῶσιν εἰς ἀκρόασιν. ἔστι κλῆρος κατὰ πᾶσαν τοῦ Θεοῦ παροικίαν· συναχθήτωσαν οἱ δοκιμώτατοι. λεγέτω μετὰ παρρησίας ὁ βουλόμενος, ἵνα ἔλεγχος ἦ τὸ γινόμενον, καὶ μὴ λοιδορία. ὑπʼ ὄψιν ἀγέτω τὰ λανθάνοντά μου τῆς πονηρίας· μισείτω δὲ μηδὲ τότε, ἀλλὰ νουθετείτω ὡς ἀδελφόν. ἐλεεῖσθαί που δικαιότεροί ἐσμεν παρὰ τῶν μακαρίων ἀνδρῶν καὶ ἀναμαρτήτων οἱ ἁμαρτωλοὶ ἡμεῖς μᾶλλον ἢ χαλεπαίνεσθαι. Εἰ δὲ περὶ πίστιν τὸ σφάλμα, δειχθήτω ἡμῖν ἡ συγγραφή· πάλιν ἴσον καὶ κοινὸν κριτήριον καθισάτω. ἀναγνωσθήτω τὸ ἔγκλημα. δοκιμασθήτω, εἰ μὴ ἀγνοίᾳ τοῦ ἐγκαλοῦντος ἔγκλημα εἶναι δοκεῖ μᾶλλον, ἢ τῇ ἑαυτοῦ φύσει κατεγνωσμένον ἐστὶ τὸ γράμμα. πολλὰ γὰρ τῶν καλῶν οὐ δοκεῖ εἶναι τοιαῦτα τοῖς τὸ κριτήριον τῆς διανοίας οὐκ ἀκριβὲς κεκτημένοις. ἐπεὶ καὶ τὰ ἰσοβαρῆ τῶν ὄγκων οὐκ ἶσα εἶναι δοκεῖ, ὅταν μὴ ἰσορρόπως ἔχωσι πρὸς ἀλλήλας αἱ πλάστιγγες. καὶ τὸ μέλι ἤδη πικρόν τισι κατεφάνη, τὴν γευστικὴν αἴσθησιν ὑπὸ τοῦ πάθους διεφθαρμένοις. ἀλλὰ καὶ ὀφθαλμὸς οὐχ ὑγιῶς ἔχων πολλὰ μὲν τῶν ὄντων οὐκ εἶδε, πολλὰ δὲ τῶν οὐκ ὄντων ὑπέθετο. καὶ τοίνυν καὶ ἐπὶ τῆς τῶν λόγων δυνάμεως τὸ ἴσον ὁρῶ πολλάκις γινόμενον, ὅταν τῆς τῶν συγγραψαμένων ἕξεως ὁ κριτὴς ἀπολιμπάνηται. δεῖ γὰρ σχεδὸν ἐκ τῆς αὐτῆς παρασκευῆς ὡρμῆσθαι τόν τε κρίνοντα τοὺς λόγους καὶ τὸν συγγράφοντα. ἢ τὰ μὲν γεωργίας ἔργα οὐ δυνατός ἐστι κρίνειν ὅ γε μὴ γεωργικός, καὶ τὸ ἐκμελές τε καὶ ἐμμελὲς τῶν κατὰ μουσικὴν ῥυθμῶν οὐ διαγνώσεται ὁ μὴ τὴν ἐπιστήμην ἔχων τῆς μουσικῆς· λόγων δὲ κριτὴς εὐθὺς ὁ βουλόμενος ἔσται, ὁ μήτε διδάσκαλον ἔχων ἑαυτοῦ δεικνύναι, οὔτε χρόνον ἐν ᾧ μεμάθηκεν, οὔτε ὅλως ἐπαΐων τι μικρὸν ἢ μεῖζον τῶν περὶ λόγους. ἐγὼ δὲ ὁρῶ, ὅτι καὶ ἐν τοῖς λογίοις τοῦ Πνεύματος οὐ παντὶ ἐξῆν ἐπιβάλλειν τῇ ἐξετάσει τῶν εἰρημένων, ἀλλὰ τῷ ἔχοντι τὸ Πνεῦμα τῆς διακρίσεως, καθὼς ἐδίδαξεν ἡμᾶς ὁ ἀπόστολος, ἐν ταῖς διαιρέσεσι τῶν χαρισμάτων εἰπών· ᾧ μὲν γὰρ διὰ τοῦ Πνεῦματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως, κατὰ τὸ αὐτὸ Πνεῦμα· ἑτέρῳ δὲ πίστις ἐν τῷ αὐτῷ Πνεύματι· ἄλλῳ δὲ ἐνεργήματα δυνάμεων· ἄλλῳ προφητεία, ἄλλῳ διακρίσεις πνευμάτων. ὥστε εἰ μὲν πνευματικὰ τὰ ἡμέτερα, δεικνύτω ἑαυτὸν ἔχοντα τὸ χάρισμα τῆς διακρίσεως τῶν πνευματικῶν ὁ τὰ ἡμέτερα κρίνειν βουλόμενος· εἰ δέ, ὡς αὐτὸς λοιδορεῖ, ἀπὸ τῆς σοφίας ἐστὶ τοῦ κόσμου τούτου, δειξάτω ἑαυτὸν ἔμπειρον τῆς σοφίας τοῦ κόσμου, καὶ τότε αὐτῷ τὰς ψήφους τῆς κρίσεως ἐπιτρέψομεν. καὶ μηδεὶς οἰέσθω ταῦτα πρὸς ἀποφυγὴν τῶν ἐλέγχων ἐπινοεῖσθαι παρʼ ἡμῶν. ὑμῖν γὰρ ἐπιτρέπω, ποθεινότατοι ἀδελφοί, ἐφʼ ἑαυτῶν ποιήσασθαι τῶν ἐγκαλουμένων ἡμῖν τὴν ἐξέτασιν. οὕτως ἐστὲ βραδεῖς τὴν διάνοιαν, ὥστε πάντων δεῖσθαι τῶν συνηγόρων πρὸς τὴν τοῦ ἀληθοῦς εὕρεσιν; ἀλλʼ ἐὰν μὲν ἀναντίρρητα ὑμῖν φανῇ ἐφʼ ἑαυτῶν, πείσατε τοὺς ἐρεσχελοῦντας ἀφέσθαι πάσης φιλονεικίας· ἐὰν δέ τι δοκεῖ καὶ ἀμφίβολον ἔχειν, ἐρωτήσατε ἡμᾶς διά τινων μεσιτῶν δυναμένων πιστῶς διακονήσασθαι τὰ ἡμέτερα· ἢ καὶ ἐγγράφους, εἰ δοκεῖ, ἀπαιτήσατε ἡμᾶς τὰς ἀποδεῖξεις. πάντως δὲ παντὶ τρόπῳ σπουδάσατε μὴ ἀνεξέταστα ταῦτα καταλιπεῖν. Πίστεως δὲ τῆς ἡμετέρας τίς ἂν καὶ γένοιτο ἐναργεστέρα ἀπόδειξις ἢ ὅτι τραφέντες ἡμεῖς ὑπὸ τίτθῃ μακαρίᾳ γυναικί, παρʼ ὑμῶν ὡρμημένῃ; Μακρίναν λέγω τὴν περιβόητον, παρʼ ἧς ἐδιδάχθημεν τὰ τοῦ μακαριωτάτου Γρηγορίου ῥήματα, ὅσα πρὸς αὐτὴν ἀκολουθίᾳ μνήμης διασωθέντα αὐτή τε ἐφύλασσε, καὶ ἡμᾶς ἔτι νηπίους ὄντας ἔπλαττε καὶ ἐμόρφου τοῖς τῆς εὐσεβείας δόγμασιν. ἐπειδὴ δὲ καὶ αὐτοὶ τὴν τοῦ φρονεῖν δύναμιν ἀπελάβομεν, τοῦ λόγου ἡμῖν διὰ τῆς ἡλικίας συμπληρωθέντος, πολλὴν ἐπελθόντες γῆν τε καὶ θάλασσαν, εἴ τινας εὕρομεν τῷ παραδοθέντι κανόνι τῆς εὐσεβείας στοιχοῦντας, τούτους καὶ πατέρας ἐπεγραψάμεθα καὶ ὁδηγοὺς τῶν ψυχῶν ἡμῶν εἰς τὴν πρὸς Θεὸν πορείαν ἐποιησάμεθα. καὶ μέχρι γε τῆς ὥρας ταύτης, χάριτι τοῦ καλέσαντος ἡμᾶς κλήσει ἁγίᾳ εἰς τὴν ἑαυτοῦ ἐπίγνωσιν, οὐδένα οἴδαμεν λόγον ἐχθρὸν τῆς ὑγιαινούσης διδασκαλίας ταῖς καρδίαις παραδεξάμενοι, οὐδὲ μολυνθέντες ποτὲ τὰς ψυχὰς τῇ δυσωνύμῳ τῶν Ἀρειανῶν βλασφημίᾳ. ἀλλʼ εἴ τινάς ποτε ὡρμημένους ἐξ ἐκείνου τοῦ διδασκάλου εἰς κοινωνίαν προσελαβόμεθα, ἐπικρυπτομένους τὴν ἐν τῷ βάθει νόσον, καὶ ῥήματα λαλοῦντας εὐσεβῆ, ἢ τοῖς γε παρʼ ἡμῶν λεγομένοις μὴ ἀντιτείνοντας, οὕτω προσηκάμεθα, οὔτε πᾶσαν ἑαυτοῖς τὴν κατʼ αὐτοὺς κρίσιν ἐπιτρέψαντες, ἀλλὰ ταῖς προεξενεχθείσαις περὶ αὐτῶν ψήφοις παρὰ τῶν πατέρων ἡμῶν ἀκολουθήσαντες. ἐγὼ γὰρ δεξάμενος γράμματα τοῦ μακαριωτάτου πατρὸς Ἀθανασίου τοῦ τῆς Ἀλεξανδρείας ἐπισκόπου, ἃ καὶ ἔχω ἐν ταῖς χερσὶ καὶ προβάλλομαι τοῖς ἐπιζητοῦσιν, ἐν οἷς φανερῶς διηγόρευσεν, εἴ τις ἐκ τῆς τῶν Ἀρειανῶν αἱρέσεως βούλοιτο μετατίθεσθαι, ὁμολογῶν τὴν ἐν Νικαίᾳ πίστιν, τοῦτον προσίεσθαι, μηδὲν διακρινομένους ἐπʼ αὐτῷ· καὶ τούτου τοῦ δόγματος κοινωνούς μοι παρεχομένου τούς τε τῆς Μακεδονίας καὶ τῆς Ἀχαΐας ἐπισκόπους ἅπαντας, νομίζων ἀναγκαῖον εἶναι ἀκολουθεῖν ἀνδρὶ τοσούτῳ διὰ τὸ ἀξιόπιστον τῶν νομοθετησάντων, ὁμοῦ δὲ καὶ ἐπιθυμῶν τὸν τῆς εἰρηνοποιίας μισθὸν ὑποδέξασθαι, τοὺς ταύτην ὁμολογοῦντας τὴν πίστιν ἐγκατέτασσον τῇ μερίδι τῶν κοινωνικῶν. Δικαιότερον δὲ τὰ καθʼ ἡμᾶς κρίνεσθαι μὴ ἐξ ἑνὸς ἢ δευτέρου τῶν μὴ ὀρθοποδούντων πρὸς τὴν ἀλήθειαν, ἀλλʼ ἐκ τοῦ πλήθους τῶν κατὰ τὴν οἰκουμένην ἐπισκόπων συνημμένων ἡμῖν χάριτι τοῦ Κυρίου. ἐξετασθῶσι δὲ Πισίδαι, Λυκάονες, Ἰσαῦροι, Φρύγες ἑκάτεροι, Ἀρμενίων ὅσον ὑμῖν ἐστι πρόσοικον, Μακεδόνες, Ἀχαιοί, Ἰλλύριοι, Γάλλοι, Ἱσπανοί, Ἰταλία σύμπασα, Σικελιῶται, Ἄφροι, Αἰγύπτου τὸ ὑγιαῖνον, τῆς Συρίας ὁπόσον λείψανον οἵτινες πέμπουσί τε πρὸς ἡμᾶς γράμματα καὶ πάλιν δέχονται παρʼ ἡμῶν. ὧν ἐστιν ὑμῖν ἔκ τε τῶν ἐκεῖθεν φερομένων γραμμάτων μαθεῖν καὶ ἐκ τῶν ἐντεῦθεν πάλιν ἀντιπεμπομένων αὐτοῖς διδαχθῆναι, ὅτι σύμψυχοι πάντες ἐσμέν, τὸ ἓν φρονοῦντες. ὥστε ὁ τὴν πρὸς ἡμᾶς κοινωνίαν ἀποδιδράσκων μὴ λανθανέτω ὑμῶν τὴν ἀκρίβειαν, πάσης ἑαυτὸν τῆς Ἐκκλησίας ἀπορρηγνύς. περιβλέψασθε, ἀδελφοί, πρὸς τίνας ἐστὶν ὑμῖν ἡ κοινωνία· ἐπειδὰν παρʼ ἡμῶν μὴ δεχθῆτε, τίς λοιπὸν ὑμᾶς ἐπιγνώσεται; μὴ ἀγάγητε ἡμᾶς εἰς ἀνάγκην σκυθρωπόν τι βουλεύσασθαι περὶ τῆς φιλτάτης ἡμῖν ἐκκλησίας. μὴ ποιήσητέ με, ἃ νῦν ἐν τῇ καρδίᾳ κρύπτω τῇ ἐμαυτοῦ, κατʼ ἐμαυτὸν στενάζων καὶ ὀδυρόμενος τοῦ καιροῦ τὴν κακότητα, ὅτι αἰτίας οὐκ οὔσης, αἱ μέγισται τῶν ἐκκλησιῶν, καὶ ἐκ παλαιοῦ πρὸς ἀλλήλας ἀδελφῶν τάξιν ἐπέχουσαι, αὗται νῦν διεστήκασι· μή με ποιήσητε ταῦτα πρὸς πάντας ὁμοῦ τοὺς κοινωνικοὺς ἀποδύρασθαι. μὴ ἐκβιάσησθέ με ἀφεῖναι ῥήματα, ἃ μέχρι τοῦ νῦν τῷ ἐκ τοῦ λογισμοῦ χαλινῷ κεκρυμμένα ἔχω παρʼ ἐμαυτῷ. βέλτιόν ἐστιν ἡμᾶς ἐκποδῶν γενέσθαι, τὰς δὲ ἐκκλησίας ὁμονοεῖν πρὸς ἀλλήλας, ἢ διὰ τὰς μειρακιώδεις ἡμῶν μικροψυχίας κακὸν τοσοῦτον ἐπάγεσθαι τοῖς λαοῖς τοῦ Θεοῦ. ἐρωτήσατε τοὺς πατέρας ὑμῶν, καὶ ἀναγγελοῦσιν ὑμῖν, ὅτι εἰ καὶ τῇ θέσει τοῦ τόπου διῃρῆσθαι ἐδόκουν αἱ παροικίαι, ἀλλὰ τῷ γε φρονήματι ἓν ἦσαν, καὶ μιᾷ γνώμῃ ἐκυβερνῶντο. συνεχεῖς μὲν τοῦ λαοῦ αἱ ἐπιμιξίαι· συνεχεῖς δὲ τοῦ κλήρου ἐπιδημίαι· αὐτοῖς δὲ τοῖς ποιμέσι τοσοῦτον περιῆν τῆς πρὸς ἀλλήλους ἀγάπης, ὥστε ἑκάτερον αὐτῶν διδασκάλῳ τῷ ἑτέρῳ καὶ ἡγεμόνι χρῆσθαι εἰς τὰ πρὸς Κύριον.
Πάλιν ἡμεῖς τὸν ἀγαπητὸν καὶ συμπρεσβύτερον Μελέτιον ἐκινήσαμεν, ἐπὶ τὴν σὴν ἀγάπην προσηγορίας ἡμῶν διακομίζοντα. οὗ εἰ καὶ πάνυ ἐγνώκειμεν φείδεσθαι διὰ τὴν ἀσθένειαν, ἣν ἑκουσίως ἑαυτῷ ἐπηγάγετο, δουλαγωγῶν τὴν σάρκα διὰ τὸ εὐαγγέλιον τοῦ Χριστοῦ, ὅμως καὶ ἡμῖν αὐτοῖς πρέπον εἶναι κρίναντες διὰ τοιούτων προσφθέγγεσθαί σε, τῶν δυναμένων ὅσα διαφεύγει τὸ γράμμα παρʼ ἑαυτῶν ῥᾳδίως ἀναπληρῶσαι, καὶ οἱονεὶ ἀντʼ ἐπιστολῆς ἐμψύχου γενέσθαι τῷ τε γράφοντι καὶ τῷ δεχομένῳ, καὶ τὸν αὐτοῦ δὲ πόθον ἀναπληροῦντες, ὃν ἔχει ἀεὶ περὶ τὴν σὴν τελειότητα, ἀφʼ οὗ εἰς πεῖραν ἀφίκετο τῶν ἐν σοὶ καλῶν, καὶ νῦν αὐτὸν ἐλθεῖν ὡς σὲ ἐδυσωπήσαμεν· δι’ οὗ καὶ τὸ τῆς ἐπισκέψεως ἀποπληροῦμεν χρέος, καὶ παρακαλοῦμεν προσεύχεσθαί σε ὑπὲρ ἡμῶν καὶ τῆς Ἐκκλησίας τοῦ Θεοῦ, ἵνα δῷ ἡμῖν ὁ Κύριος ἤρεμον καὶ ἡσύχιον βίον διάγειν, τῆς ἐκ τῶν ἐχθρῶν τοῦ εὐαγγελίου ἐπηρείας ἀπαλλαγέντας. Εἰ δὲ καὶ τῇ σῇ συνέσει ἀκόλουθον καὶ ἀναγκαῖον καταφαίνεται εἰς ταὐτὸν ἡμᾶς ἀλλήλοις ἐλθεῖν, καὶ συντυχεῖν καὶ τοῖς λοιποῖς τιμιωτάτοις ἀδελφοῖς τοῖς τὴν παραλίαν κατοικοῦσιν ἐπισκόποις, αὐτὸς καὶ ἡμῖν ἀπόδειξον τόπον καὶ καιρὸν καθʼ ὃν ἔσται τοῦτο, καὶ τοῖς ἀδελφοῖς ἐπίστειλον, ἵνα ἐπὶ ὡρισμένοις καταλιπόντες ἕκαστος τὴν ἐν χερσὶν ἀσχολίαν, δυνηθῶμέν τι τῶν εἰς οἰκοδομὴν τῆς Ἐκκλησίας τοῦ Θεοῦ ποιῆσαι, καὶ ἀνελεῖν μὲν τὰς ἐξ ὑπονοιῶν νῦν ἡμῖν πρὸς ἀλλήλους ἐγγινομένας λύπας, κυρῶσαι δὲ τὴν ἀγάπην, ἧς ἄνευ ἀτελῆ εἶναι πάσης ἐντολῆς ἐργασίαν αὐτὸς ἡμῖν ὁ Κύριος διωρίσατο.
Νῦν μάλιστα τῆς τοῦ σώματος ἀσθενείας αἰσθάνομαι, ὅτε ὁρῶ μοι τοσοῦτον ἐμποδίζουσαν τῇ τῆς ψυχῆς ὠφελείᾳ. εἰ γάρ μοι κατὰ νοῦν ἐχώρει τὰ πράγματα, οὐκ ἂν δι’ ἐπιστολῶν οὐδὲ διὰ μέσων ἀνθρώπων προσεφθεγγόμην ὑμᾶς, ἀλλʼ αὐτὸς ἂν δι’ ἐμαυτοῦ καὶ τὸ τῆς ἀγάπης ἀπεπλήρουν χρέος καὶ ἐγγύθεν ἀπέλαυον τοῦ πνευματικοῦ κέρδους. νῦν δὲ οὕτω διάκειμαι, ὡς ἀγαπητῶς καὶ τὰς τῆς πατρίδος κινήσεις ὑφίστασθαι, ἃς ἀναγκαίως ποιούμεθα ἐπισκεπτόμενοι τὰς κατὰ τὴν χώραν ἡμῶν παροικίας. ἀλλὰ παράσχοι ὁ Κύριος καὶ ὑμῖν ἰσχὺν καὶ προθυμίαν, καὶ ἐμοὶ πρὸς τῇ σπουδῇ ἣν ἔχω νῦν, καὶ δύναμιν, ὥστε, καθὼς παρεκάλεσα ὑμᾶς, πραγματεύσασθαι ἡμῖν τὴν ἀπόλαυσιν, γενομένοις ἐπὶ τῆς Κομανικῆς ἐνορίας. Φοβοῦμαι δὲ περὶ τῆς σῆς κοσμιότητος, μήπου σοι ἐμπόδιον γένηται ἡ περὶ τῶν οἰκείων λύπη. καὶ γὰρ ἔμαθον ὅτι σε ἔθλιψε παιδίου τελευτή· οὗ τὴν στέρησιν, ὡς μὲν πάππῳ, λυπηρὰν εἰκὸς εἶναι, ὡς δὲ ἀνδρὶ πρὸς τοσοῦτον ἤδη διαβεβηκότι τῆς ἀρετῆς, καὶ ἐπισταμένῳ τῶν ἀνθρωπίνων τὴν φύσιν ἐκ τῆς κατὰ τὸν χρόνον ἐμπειρίας καὶ ἐκ τῆς πνευματικῆς διδασκαλίας, ἀκόλουθον μὴ πάντη δύσφορον εἶναι τῶν οἰκειοτάτων τὸν χωρισμόν. καὶ γὰρ οὐ τὰ αὐτὰ ἀπαιτεῖ ἡμᾶς τε καὶ τοὺς τυχόντας τῶν ἀνθρώπων ὁ Κύριος. οἱ μὲν γὰρ συνηθείᾳ ζῶσιν, ἡμεῖς δὲ κανόνι τῆς πολιτείας τῇ ἐντολῇ τοῦ Κυρίου κεχρήμεθα, καὶ τοῖς προλαβοῦσι τῶν μακαρίων ἀνδρῶν ὑποδείγμασιν, ὧν τὸ μεγαλοφυὲς τῆς διανοίας ἐπὶ τῶν περιστατικῶν καιρῶν μάλιστα διεδείκνυτο. ἵνα οὖν καὶ αὐτὸς ὑπόδειγμα ἀνδρείας καὶ τῆς ἐπὶ τοῖς ἐλπιζομένοις ἀληθινῆς διαθέσεως καταλίπῃς τῷ βίῳ, δεῖξον σαυτὸν μὴ καμπτόμενον τῷ πάθει, ἀλλʼ ὑψηλότερον ὄντα τῶν λυπηρῶν, τῇ μὲν θλίψει ὑπομένων, τῇ δὲ ἐλπίδι χαίρων. μηδὲν οὖν τούτων γένηται κώλυμα πρὸς τὴν ἐλπιζομένην ἡμῖν συντυχίαν. τοῖς μὲν γὰρ νηπίοις αὐτάρκης ἡ ἡλικία πρὸς τὸ ἀνέγκλητον, ἡμεῖς δὲ ὑπεύθυνοί ἐσμεν τὰ διατεταγμένα ἡμῖν ὑπηρετεῖν τῷ Δεσπότῃ καὶ εἰς πάντα εὔθετοι εἶναι τῇ οἰκονομίᾳ τῶν ἐκκλησιῶν, ἧς μεγάλους τοὺς μισθοὺς τοῖς πιστοῖς καὶ φρονίμοις οἰκονόμοις ὁ Κύριος ἡμῶν ἐταμιεύσατο.
Ἡ μὲν συμφωνία τοῦ καθʼ ἡμῶν μίσους, καὶ τὸ μέχρις ἑνὸς πάντας ἀκολουθῆσαι τῷ προεστῶτι τοῦ καθʼ ἡμῶν πολέμου, ἔπειθέ με ὁμοίως ἀποσιωπᾷν πρὸς ἅπαντας, καὶ μήτε γράμματος φιλικοῦ μήτε τινὸς ὁμιλίας κατάρχειν, ἀλλʼ ἐν ἡσυχίᾳ πέττειν τὴν ἐμαυτοῦ λύπην· ἐπειδὴ δὲ χρὴ πρὸς τὰς διαβολὰς μὴ ἀποσιωπᾷν, οὐχ ἵνα διὰ τῆς ἀντιλογίας ἡμᾶς αὐτοὺς ἐκδικῶμεν, ἀλλʼ ἵνα μὴ συγχωρήσωμεν εὐοδωθῆναι τῷ ψεύδει καὶ τοὺς ἠπατημένους μὴ ἐναφῶμεν τῇ βλάβῃ, ἀναγκαῖον ἐφάνη μοι καὶ τοῦτο προθεῖναι τοῖς πᾶσι, καὶ ἐπιστεῖλαι ὑμῶν τῇ συνέσει, εἰ καὶ ὅτι πρώην κοινῇ παντὶ τῷ πρεσβυτερίῳ γράψας, οὐδεμιᾶς παρʼ ὑμῶν ἀποκρίσεως ἠξιώθην. μὴ κολακεύετε, ὦ ἀδελφοί, τοὺς τὰ πονηρὰ δόγματα ταῖς ψυχαῖς ὑμῶν ἐπάγοντας· μηδὲ καταδέξησθε περιορᾷν ἐν γνώσει ὑμετέρᾳ τὸν λαὸν τοῦ Θεοῦ διὰ τῶν ἀσεβῶν διδαγμάτων καταστρεφόμενον. Σαβέλλιος ὁ Λίβυς καὶ Μάρκελλος ὁ Γαλάτης μόνοι ἐκ πάντων ἐτόλμησαν καὶ διδάξαι ταῦτα καὶ γράψαι, ἅπερ νῦν παρʼ ὑμῖν ὡς ἴδια ἑαυτῶν εὑρήματα ἐπιχειροῦσι προφέρειν οἱ καθηγούμενοι τοῦ λαοῦ, βαμβαίνοντες τῇ γλώσσῃ, καὶ οὐδὲ εἰς πιθανὴν κατασκευὴν ἄγειν τὰ σοφίσματα ταῦτα καὶ τοὺς παραλογισμοὺς ἐξαρκοῦντες. οὗτοι ῥητὰ καὶ ἄρρητα καθʼ ἡμῶν δημηγοροῦσι, καὶ πάντα τρόπον τὰς συντυχίας ἡμῶν ἐκκλίνουσι. τίνος ἕνεκεν; οὐχὶ τὸν ἐπὶ τοῖς πονηροῖς δόγμασιν ἑαυτῶν ἔλεγχον ὑφορώμενοι; οἵ γε ἐπὶ τοσοῦτον ἡμῶν κατηναισχύντησαν, ὥστε καὶ ὀνείρους τινὰς ἐφʼ ἡμᾶς συμπλάσαι, διαβάλλοντες ἡμῶν τὰς διδασκαλίας ὡς βλαβεράς· οἳ κἂν πάντα τὰ τῶν φυλλοχόων μηνῶν φαντάσματα ταῖς ἑαυτῶν κεφαλαῖς ὑποδέξωνται, οὐδεμίαν ἡμῖν βλασφημίαν δυνήσονται προστρίψασθαι, πολλῶν ὄντων τῶν ἐφʼ ἑκάστης ἐκκλησίας μαρτυρούντων τῇ ἀληθείᾳ. Κἂν τὴν αἰτίαν ἐρωτηθῶσι τοῦ ἀκηρύκτου τούτου καὶ ἀσπόνδου πολέμου, ψαλμοὺς λέγουσι καὶ τρόπον μελῳδίας τῆς παρʼ ὑμῖν κεκρατηκυίας συνηθείας παρηλλαγμένον, καὶ τοιαῦτά τινα, ἐφʼ οἷς ἐχρῆν αὐτοὺς ἐγκαλύπτεσθαι. ἐγκαλούμεθα δέ, ὅτι καὶ ἀνθρώπους ἔχομεν τῆς εὐσεβείας ἀσκητάς, ἀποταξαμένους τῷ κόσμῳ καὶ πάσαις ταῖς βιωτικαῖς μερίμναις, ἃς ἀκάνθαις παρεικάζει ὁ Κύριος, εἰς καρποφορίαν ἐλθεῖν τὸν λόγον μὴ συγχωρούσαις. οἱ τοιοῦτοι τὴν νεκρότητα τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιφέρουσι· καὶ ἄραντες τὸν ἑαυτῶν σταυρὸν ἕπονται τῷ Θεῷ. ἐγὼ δὲ παντὸς ἂν τιμησαίμην τοῦ ἐμαυτοῦ βίου, ἐμὰ εἶναι τὰ ἀδικήματα ταῦτα, καὶ ἔχειν ἄνδρας παρʼ ἐμαυτῷ, ὑπʼ ἐμοὶ διδασκάλῳ, τὴν ἄσκησιν ταύτην προελομένους. νῦν δὲ ἐν Αἰγύπτῳ μὲν ἀκούω τοιαύτην εἶναι ἀνδρῶν ἀρετήν· καὶ τάχα τινὲς καὶ ἐπὶ τῆς Παλαιστίνης τὴν κατὰ τὸ εὐαγγέλιον πολιτείαν κατορθοῦσιν. ἀκούω δέ τινας καὶ ἐπὶ τῆς Μέσης τῶν ποταμῶν τελείους καὶ μακαρίους ἄνδρας. ἡμεῖς δὲ παῖδές ἐσμεν πρός γε τὴν τῶν τελείων σύγκρισιν. εἰ δὲ καὶ γυναῖκες εὐαγγελικῶς ζῇν προελόμεναι, παρθενίαν μὲν γάμου προτιμῶσαι, δουλαγωγοῦσαι δὲ τὸ φρόνημα τῆς σαρκός, καὶ ἐν πένθει ζῶσαι τῷ μακαριζομένῳ, μακάριαι τῆς προαιρέσεως, ὅπου ἂν ὦσι τῆς γῆς. παρὰ δὲ ἡμῖν μικρὰ ταῦτα, στοιχουμένων ἔτι καὶ εἰσαγομένων πρὸς τὴν εὐσέβειαν. εἰ δέ τινα ἀκοσμίαν τῷ βίῳ τῶν γυναικῶν ἐπιφέρουσιν, ἀπολογεῖσθαι μὲν ὑπὲρ αὐτῶν οὐ καταδέχομαι· ἐκεῖνο δὲ ὑμῖν διαμαρτύρομαι, ὅτι ἃ μέχρι νῦν ὁ Σατανᾶς ὁ πατὴρ τοῦ ψεύδους εἰπεῖν οὐ κατεδέξατο, ταῦτα αἱ ἄφοβοι καρδίαι καὶ τὰ ἀχαλίνωτα στόματα ἀεὶ φθέγγεται ἀδεῶς. γινώσκειν δὲ ὑμᾶς βούλομαι, ὅτι ἡμεῖς εὐχόμεθα καὶ ἀνδρῶν καὶ γυναικῶν συντάγματα ἔχειν, ὧν τὸ πολίτευμά ἐστιν ἐν οὐρανοῖς, τῶν τὴν σάρκα σταυρωσάντων σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις, οἳ οὐ μεριμνῶσι περὶ βρωμάτων καὶ ἐνδυμάτων, ἀλλʼ ἀπερίσπαστοι ὄντες καὶ εὐπάρεδροι τῷ Κυρίῳ, νυκτὸς καὶ ἡμέρας προσμένουσι ταῖς δεήσεσιν. ὧν τὸ στόμα οὐ λαλεῖ τὰ ἔργα τῶν ἀνθρώπων, ἀλλὰ ψάλλουσιν ὕμνους τῷ Θεῷ ἡμῶν διηνεκῶς, ἐργαζόμενοι ταῖς ἑαυτῶν χερσίν, ἵνα ἔχωσι μεταδιδόναι τοῖς χρείαν ἔχουσι. Πρὸς δὲ τὸ ἐπὶ ταῖς ψαλμῳδίαις ἔγκλημα, ᾧ μάλιστα πρὸς ἁπλουστέρους φοβοῦσιν οἱ διαβάλλοντες ἡμᾶς, ἐκεῖνο εἰπεῖν ἔχω· ὅτι τὰ νῦν κεκρατηκότα ἔθη πάσαις ταῖς τοῦ Θεοῦ ἐκκλησίαις συνῳδά ἐστι καὶ σύμφωνα. ἐκ νυκτὸς γὰρ ὀρθρίζει παρʼ ἡμῖν ὁ λαὸς ἐπὶ τὸν οἶκον τῆς προσευχῆς, καὶ ἐν πόνῳ καὶ θλίψει καὶ συνοχῇ δακρύων ἐξομολογούμενοι τῷ Θεῷ, τελευταῖον ἐξαναστάντες τῶν προσευχῶν εἰς τὴν ψαλμῳδίαν καθίστανται. καὶ νῦν μὲν διχῆ διανεμηθέντες ἀντιψάλλουσιν ἀλλήλοις, ὁμοῦ μὲν τὴν μελέτην τῶν λογίων ἐντεῦθεν κρατύνοντες, ὁμοῦ δὲ καὶ τὴν προσοχὴν καὶ τὸ ἀμετεώριστον τῶν καρδιῶν ἑαυτοῖς διοικούμενοι· ἔπειτα πάλιν ἐπιτρέψαντες ἑνὶ κατάρχειν τοῦ μέλους, οἱ λοιποὶ ὑπηχοῦσι· καὶ οὕτως ἐν τῇ ποικιλίᾳ τῆς ψαλμῳδίας τὴν νύκτα διενεγκόντες, μεταξὺ προσευχόμενοι, ἡμέρας ἤδη ὑπολαμπούσης πάντες κοινῇ, ὡς ἑξ ἑνὸς στόματος καὶ μιᾶς καρδίας, τὸν τῆς ἑξομολογήσεως ψαλμὸν ἀναφέρουσι τῷ Κυρίῳ, ἴδια ἑαυτῶν ἕκαστος τὰ ῥήματα τῆς μετανοίας ποιούμενοι. ἐπὶ τούτοις λοιπὸν εἰ ἡμᾶς ἀποφεύγετε, φεύξεσθε μὲν Αἰγυπτίους, φεύξεσθε δὲ καὶ Λίβυας ἀμφοτέρους, Θηβαίους, Παλαιστίνους, Ἄραβας, Φοίνικας, Σύρους, καὶ τοὺς πρὸς τῷ Εὐφράτῃ κατῳκισμένους, καὶ πάντας ἁπαξαπλῶς, παρʼ οἷς ἀγρυπνίαι καὶ προσευχαὶ καὶ αἱ κοιναὶ ψαλμῳδίαι τετίμηνται. Ἀλλʼ οὐκ ἦν, φησί, ταῦτα ἐπὶ τοῦ μεγάλου Γρηγορίου. ἀλλʼ οὐδὲ αἱ λιτανεῖαι ἃς ὑμεῖς νῦν ἐπιτηδεύετε. καὶ οὐ κατηγορῶν ὑμῶν λέγω· ηὐχόμην γὰρ πάντας ὑμᾶς ἐν δάκρυσι ζῇν καὶ μετανοίᾳ διηνεκεῖ. ἐπεὶ καὶ ἡμεῖς οὐδὲν ἕτερον ἢ λιτανεύομεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν· πλὴν ὅσον οὐκ ἀνθρωπίνοις ῥήμασιν, ὥσπερ ὑμεῖς, ἀλλὰ τοῖς λογίοις τοῦ Πνεύματος τὸν Θεὸν ἡμῶν ἐξιλεούμεθα. ὅτι δὲ οὐκ ἦν ταῦτα ἐπὶ τοῦ θαυμαστοῦ Γρηγορίου, τίνας ἔχετε μάρτυρας, οἵ γε οὐδὲν τῶν ἐκείνου μέχρι νῦν διεσώσασθε; Γρηγόριος οὐ κατεκαλύπτετο ἐπὶ τῶν προσευχῶν. πῶς γάρ; ὅ γε τοῦ ἀποστόλου γνήσιος μαθητὴς τοῦ εἰπόντος· Πᾶς ἀνὴρ προσευχόμενος ἢ προφητεύων κατὰ κεφαλῆς ἔχων καταισχύνει τὴν κεφαλὴν αὐτοῦ· καί, Ἀνὴρ μὲν οὐκ ὀφείλει κατακαλύπτεσθαι τὴν κεφαλὴν αὐτοῦ, εἰκὼν καὶ δόξα Θεοῦ ὑπάρχων. ἔφευγε τοὺς ὅρκους ἡ καθαρὰ ἐκείνη ψυχή, καὶ ἀξία τῆς τοῦ ἁγίου Πνεύματος κοινωνίας, ἀρκουμένη τῷ ναὶ καὶ τῷ οὔ, διὰ τὸ πρόσταγμα τοῦ Κυρίου τοῦ εἰπόντος· Ἐγὼ δὲ λέγω ὑμῖν μὴ ὀμόσαι ὅλως. οὐκ ἠνείχετο εἰπεῖν τὸν ἑαυτοῦ ἀδελφὸν μωρὸν ἐκεῖνος· ἐφοβεῖτο γὰρ τὴν ἀπειλὴν τοῦ Κυρίου. θυμὸς καὶ ὀργὴ καὶ πικρία ἐκ τοῦ στόματος ἐκείνου οὐκ ἐξεπορεύετο. λοιδορίαν ἐμίσει ὡς εἰς βασιλείαν οὐρανῶν οὐκ εἰσάγουσαν. φθόνος καὶ ὑπερηφάνεια τῆς ἀδόλου ψυχῆς ἐκείνης ἀπελήλατο. οὐκ ἂν παρέστη τῷ θυσιαστηρίῳ, πρὶν καταλλαγῆναι τῷ ἀδελφῷ. ψευδῆ λόγον καὶ τεχνικὸν ἐπὶ διαβολῇ τινων μεμηχανημένον οὕτως ἐβδελύττετο, ὡς εἰδὼς ὅτι τὸ ψεῦδος ἐκ τοῦ διαβόλου γεγένηται, καὶ ὅτι Κύριος ἀπολεῖ πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος. τούτων εἰ μηδέν ἐστιν ἐν ὑμῖν, ἀλλὰ καθαρεύετε πάντων, τῷ ὄντι ἐστὲ μαθηταὶ τοῦ μαθητοῦ τῶν ἐντολῶν τοῦ Κυρίου. εἰ δὲ μή, σκοπεῖτε μὴ τὸν κώνωπα διυλίζετε, περὶ μὲν ἤχου φωνῆς τοῦ κατὰ τὰς ψαλμῳδίας ἀκριβολογούμενοι, τὰς δὲ μεγίστας τῶν ἐντολῶν παραλύοντες. εἰς τούτους με τοὺς λόγους ἤγαγεν ἡ ἀνάγκη τῆς ἀπολογίας, ἵνα διδαχθῆτε ἐκβάλλειν τὴν δοκὸν τῶν ὀφθαλμῶν ὑμῶν, καὶ τότε ἐξαίρειν τὰ ἀλλότρια κάρφη. πλὴν ἀλλὰ πάντα συγχωροῦμεν, εἰ καὶ ὅτι οὐδὲν ἀνεξέταστον παρὰ τῷ Θεῷ. μόνον ἐρρώσθω τὰ προηγούμενα, καὶ τὰς περὶ τὴν πίστιν καινοτομίας κατασιγάσατε. τὰς ὑποστάσεις μὴ ἀθετεῖτε. τὸ ὄνομα τοῦ Χριστοῦ μὴ ἀπαρνεῖσθε. τὰς τοῦ Γρηγορίου φωνὰς μὴ παρεξηγεῖσθε. εἰ δὲ μή, ἕως ἂν ἐμπνέωμεν καὶ δυνώμεθα φθέγγεσθαι, ἀμήχανον ἡμᾶς ἐπὶ τοσαύτῃ λύμῃ ψυχῶν σιωπᾷν.
Μακρὸν ἀπεσιώπησας χρόνον, καὶ ταῦτα λαλίστατος ὤν, καὶ μελέτην τοῦτο καὶ τέχνην ποιησάμενος ἀεί τι λαλεῖν καὶ σεαυτὸν δεικνύναι διὰ τῶν λόγων. ἀλλʼ ἔοικεν ἡ Νεοκαισάρεια αἰτία εἶναί σοι τῆς πρὸς ἡμᾶς σιωπῆς. καὶ ἐοίκαμεν ἀντὶ χάριτος δέχεσθαι τὸ μὴ μνημονεύεσθαι παρὰ τοῖς αὐτοῦ· ἐπειδὴ ἡμῖν ἡ μνήμη οὐκ ἀγαθή ἐστιν, ὡς ὁ τῶν ἀκουόντων λόγος. ἀλλὰ σὺ πάλαι τῶν μισουμένων ἦσθα δι’ ἡμᾶς, οὐ τῶν δι’ ἑτέρους ἡμᾶς μισεῖν ἀνεχομένων. ὁ αὐτὸς τοίνυν ἔσο, καὶ ἐπιστέλλων οὗπερ ἂν ᾖς, καὶ μεμνημένος ἡμῶν τὰ εἰκότα, εἴ τί σοι μέλει τοῦ δικαίου. δίκαιον δήπου τῆς ἀγάπης τοῖς ἴσοις ἀμείβεσθαι τοὺς ὑπάρξαντας.
Συνεκληρώθης ταῖς λύπαις καὶ τοῖς ὑπὲρ ἡμῶν ἀγῶσι. τοῦτο δὲ ἀπόδειξιν ἔχει νεανικῆς ψυχῆς. ὁ γὰρ τὰ ἡμέτερα οἰκονομῶν Θεὸς τοῖς τὰ μεγάλα διαφέρειν δυναμένοις ἀγωνίσματα μείζονας ὑποθέσεις εὐδοκιμήσεων προξενεῖ. καὶ σὺ τοίνυν βάσανον τῆς περὶ τοὺς φίλους ἀρετῆς, ὥσπερ τὴν κάμινον τῷ χρυσίῳ, τὸν σαυτοῦ βίον προέθηκας. εὐχόμεθα οὖν τῷ Θεῷ καὶ τοὺς λοιποὺς βελτίους γενέσθαι, καί σε ὅμοιον ἑαυτῷ διαμεῖναι, καὶ τὰ τοιαῦτα ἐγκαλοῦντα μὴ παύσασθαι, οἷα νῦν ἐνεκάλεσας, τὴν τῶν γραμμάτων ἔνδειαν ἀντὶ μεγίστης ἀδικίας ἡμῖν προφέρων. φίλου γὰρ τὸ ἔγκλημα, καὶ ἀνάμενε τῷ τὰ τοιαῦτα ἀπαιτεῖν ὀφλήματα. οὐ γὰρ οὕτω τις ἄτοπός εἰμι φιλίας χρήστης.
Ὅλως μὲν οὐδὲν ἐδεόμην τὴν ἐμαυτοῦ γνώμην δημοσιεύειν ὑμῖν, οὐδὲ τὰς αἰτίας λέγειν, δι’ ἃς νῦν ἐγὼ ἐπὶ τῶν τόπων εἰμὶ τούτων· καὶ γὰρ οὐδὲ ἄλλως τῶν φανητιώντων ἐγώ, οὐδὲ τὸ πρᾶγμα τοσούτων μαρτύρων ἄξιον. ἀλλʼ, οἶμαι, οὐχ ἃ βουλόμεθα ποιοῦμεν, ἀλλʼ ἐφʼ ἃ προκαλοῦνται ἡμᾶς οἱ καθηγούμενοι. ἐπεὶ· ἔμοιγε τὸ παντελῶς ἀγνοεῖσθαι πλέον ἐσπούδασται ἢ τοῖς φιλοδόξοις τὸ διαφαίνεσθαι. ἐπεὶ δὲ πάντων, ὡς ἀκούω, τῶν κατὰ τὴν ὑμετέραν πόλιν τὰ ὦτα διατεθρύλληται, καὶ εἰσί τινες λογοποιοί, δημιουργοὶ τοῦ ψεύδους, πρὸς αὐτὸ τοῦτο μεμισθωμένοι, οἳ τὰ ἐμὰ ὑμῖν ἐξηγοῦνται, οὐκ ᾠήθην δεῖν περιιδεῖν ὑμᾶς γνώμῃ πονηρᾷ καὶ φωνῇ ῥυπώσῃ δίδασκομένους, ἀλλʼ αὐτὸς εἰπεῖν τὰ ἐμαυτοῦ ὅπως ἔχει. ἐγὼ καὶ διὰ τὴν ἐκ παιδός μοι πρὸς τὸ χωρίον τοῦτο συνήθειαν (ἐνταῦθα γὰρ ἐτράφην παρὰ τῇ ἐμαυτοῦ τίτθῃ), καὶ διὰ τὴν μετὰ ταῦτα ἐπὶ πλεῖστον διατριβήν, ὅτε φεύγων τοὺς πολιτικοὺς θορύβους, ἐπιτήδειον ἐμφιλοσοφῆσαι διὰ τὴν ἐκ τῆς ἐρημίας ἡσυχίαν τὸ χωρίον τοῦτο καταμαθών, πολλῶν ἐτῶν ἐφεξῆς ἐνδιέτριψα χρόνον, καὶ διὰ τὴν νῦν τῶν ἀδελφῶν ἐνοίκησιν, βραχείας ἀναπνοῆς ἐκ τῶν κατεχουσῶν ἡμᾶς ἀσχολιῶν ἐπιτυχών, ἄσμενος ἦλθον ἐπὶ τὴν ἐσχατιὰν ταύτην, οὐχ ὡς ἑτέροις ἐντεῦθεν πράγματα παρέξων, ἀλλʼ ὡς αὐτὸς τὴν ἐμαυτοῦ θεραπεύσων ἐπιθυμίαν. Τί οὖν χρὴ πρὸς ὀνείρους καταφεύγειν, καὶ ὀνειροσκόπους μισθοῦσθαι, καὶ ἐν ταῖς πανδήμοις ἑστιάσεσιν ἡμᾶς ποιεῖσθαι παροίνιον διήγημα; ἐγὼ γάρ, εἰ καὶ παρʼ ἄλλοις τισὶν ἦσαν αἱ διαβολαί, ὑμᾶς ἂν τῆς ἐμαυτοῦ γνώμης μάρτυρας παρεστησάμην. καὶ νῦν ἀξιῶ αὐτῶν ἕκαστον τῶν παλαιῶν ἐκείνων ἀναμνησθῆναι, ὅτε ἐκάλει μὲν ἡμᾶς ἡ πόλις ἐπὶ τὴν τῶν νέων ἐπιμέλειαν, πρεσβεία δὲ παρῆν τῶν παρʼ ὑμῖν ἀνδρῶν οἱ ἐν τέλει· μετὰ δὲ ταῦτα, ὅπως πανδημεὶ πάντες περιχυθέντες ἡμᾶς, τί μὲν οὐχὶ διδόντες; τί δὲ οὐχ ὑπισχνούμενοι; ὅμως κατασχεῖν ἡμᾶς οὐκ ἠδυνήθησαν. πῶς οὖν ὁ τότε καλούμενος οὐχ ὑπακούων, νῦν ἐπεχείρουν ἂν ἄκλητος εἰσωθίζεσθαι; πῶς δὲ ὁ τοὺς ἐπαινοῦντάς με καὶ θαυμάζοντας ἀποφεύγων, ἔμελλον ἂν νῦν διώκειν τοὺς διαβάλλοντας; μὴ οἰηθῆτε, ὦ ἄριστοι· οὐχ οὕτως εὔωνα τὰ ἡμέτερα. οὔτε γὰρ ἄν τις ἀκυβερνήτου πλοίου σωφρονῶν ἐπιβαίη, οὔτε ἐκκλησίᾳ παραβάλοι, ᾗ τὸν κλύδωνα καὶ τὴν ζάλην αὐτοὶ οἱ ἐπὶ τῶν οἰακῶν καθεζόμενοι ἐμποιοῦσι. πόθεν γὰρ γέγονε θορύβου πλήρης ἡ πόλις, ὅτε οἱ μὲν ἔφευγον, οὐδενὸς διώκοντος, οἱ δὲ ὑπεξῄεσαν, οὐδενὸς ἐπιόντος· χρησμολόγοι δὲ καὶ ὀνειροσκόποι πάντες ἐμορμολύττοντο; πόθεν ἄλλοθεν ταῦτα; ἢ οὐχὶ καὶ παιδὶ γνώριμον, ὅτι ἐκ τῶν ἡγουμένων τοῦ πλήθους; ὧν τὰς αἰτίας τῆς ἔχθρας ἐμοὶ μὲν οὐκ εὐπρεπὲς λέγειν, ὑμῖν δὲ συνορᾷν καὶ πάνυ ῥᾴδιον. ὅταν γὰρ ἡ μὲν πικρία καὶ ἡ διάστασις μηδεμίαν ἔχοι ὑπερβολὴν εἰς χαλεπότητα, ἡ δὲ τῆς αἰτίας ἐξήγησις ἀνυπόστατος παντελῶς καὶ καταγέλαστος ᾖ, δῆλόν ἐστι τῆς ψυχῆς τὸ ἀρρώστημα, ἀλλοτρίοις μὲν ἀγαθοῖς ἐπισυμβαῖνον, οἰκεῖον δὲ καὶ πρῶτον κακὸν ὑπάρχον τῷ κεκτημένῳ. οἷς καὶ ἄλλο δή τι χάριεν πρόσεστιν. ἀμυσσόμενοι γὰρ ἐν τῷ βάθει καὶ ὀδυνώμενοι, ἐκλαλῆσαι τὴν συμφορὰν ὑπὸ τῆς αἰσχύνης οὐκ ἐπιτρέπονται. τοῦτο μὲν οὖν οὐκ ἐκ τῶν πρὸς ἡμᾶς μόνον, ἀλλὰ καὶ ἀπὸ τοῦ λοιποῦ βίου γνώριμόν ἐστι τῆς ψυχῆς αὐτῶν τὸ πάθημα· εἰ δὲ καὶ ἀγνοοῖτο, οὐ μεγάλη ζημία τοῖς πράγμασι. τὴν δὲ ἀληθεστάτην αἰτίαν δι’ ἣν φευκτὴν ἡμῶν τὴν συντυχίαν τίθενται, λανθάνουσαν ἴσως τοὺς πολλοὺς ὑμῶν, ἐγὼ διδάξω. ἀλλʼ ἀκούσατε. Πίστεως διαστροφὴ παρʼ ὑμῖν μελετᾶται, ἐχθρὰ μὲν τοῖς ἀποστολικοῖς καὶ εὐαγγελικοῖς δόγμασιν, ἐχθρὰ δὲ τῇ παραδόσει τοῦ μεγάλου ὡς ἀληθῶς· Γρηγορίου καὶ τῶν ἐφεξῆς ἀπʼ ἐκείνου μέχρι τοῦ μακαρίου Μουσωνίου· οὗ τὰ διδάγματα ἔναυλα ὑμῖν ἐστιν ἔτι καὶ νῦν δηλονότι. τὸ γὰρ τοῦ Σαβελλίου κακόν, πάλαι μὲν κινηθέν, καταβεσθὲν δὲ τῇ παραδόσει τοῦ μεγάλου, ἐπιχειροῦσι νῦν ἀνανεοῦσθαι οὗτοι, οἱ φόβῳ τῶν ἐλέγχων τοὺς καθʼ ἡμῶν ὀνείρους πλάττοντες. ἀλλʼ ὑμεῖς τὰς οἰνοβαρεῖς κεφαλάς, ἃς ὁ ἐκ τῆς κραιπάλης ἀναφερόμενος ἀτμός, εἶτα ἐγκυμαίνων, καταφαντάζει, χαίρειν ἀφέντες, παρὰ τῶν ἐγρηγορότων ἡμῶν, καὶ διὰ τὸν τοῦ Θεοῦ φόβον μὴ δυναμένων ἡσυχάζειν, τὴν βλάβην ὑμῶν ἀκούσατε. Ἰουδαισμός ἐστιν ὁ Σαβελλισμός, ἐν προσχήματι Χριστιανισμοῦ τῷ εὐαγγελικῷ κηρύγματι ἐπεισαγόμενος. ὁ γὰρ ἓν πρᾶγμα πολυπρόσωπον λέγων Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα, καὶ μίαν τῶν τριῶν τὴν ὑπόστασιν ἐκτιθέμενος, τί ἄλλο ποιεῖ, ἢ οὐχὶ ἀρνεῖται μὲν τὴν προαιώνιον τοῦ Μονογενοῦς ὕπαρξιν; ἀρνεῖται δὲ καὶ τὴν οἰκονομικὴν αὐτοῦ πρὸς ἀνθρώπους ἐπιδημίαν, τὴν εἰς ᾄδου κάθοδον, τὴν ἀνάστασιν, τὴν κρίσιν· ἀρνεῖται δὲ καὶ τὰς ἰδιαζούσας τοῦ Πνεύματος ἐνεργείας. παρὰ δὲ ὑμῖν νῦν καὶ νεανικώτερα ἀκούω τολμᾶσθαι τοῦ ματαιόφρονος Σαβελλίου. λέγουσι γάρ, ὡς οἱ ἀκηκοότες φασί, διατείνεσθαι τοὺς παρʼ ὑμῖν σοφοὺς καὶ λέγειν, ὅτι ὄνομα τοῦ Μονογενοῦς οὐ παραδέδοται, ὄνομα δὲ τοῦ ἀντικειμένου ἐστί· καὶ ἐπὶ τούτῳ γάννυσθαι μέν, καὶ μέγα φρονεῖν, ὡς ἐπὶ οἰκείῳ εὑρήματι. εἴρηται γάρ, φησίν· Ἐγὼ ἦλθον ἐν τῷ ὀνόματι τοῦ Πατρός μου, καὶ οὐκ ἐλάβετέ με· ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ ἰδίῳ ὀνόματι, ἐκεῖνον λήψεσθε. καὶ διὰ τὸ εἰρῆσθαι, Μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, δῆλόν ἐστι, φασίν, ὅτι ἕν ἐστιν ὄνομα. οὐ γὰρ εἴρηται εἰς τὰ ὀνόματα ἀλλʼ εἰς τὸ ὄνομα. Ταῦτα ἐρυθριῶν ἔγραφον ὑμῖν, ὅτι ἀφʼ αἵματος ἡμετέρου εἰσὶν οἱ τούτοις ἔνοχοι, καὶ καταστενάζω τῆς ἐμαυτοῦ ψυχῆς, ὅτι ἀναγκάζομαι, ὥσπερ οἱ πρὸς δύο πυκτεύοντες, τὰς ἐφʼ ἑκάτερα τοῦ λόγου παρατροπὰς κρούων τοῖς ἐλέγχοις καὶ καταβάλλων, τὴν προσήκουσαν ἰσχὺν ἀποδιδόναι τῇ ἀληθείᾳ. ἐντεῦθεν γὰρ ὁ Ἀνόμοιος ἡμᾶς σπαράσσει, ἑτέρωθεν δέ, ὡς ἔοικεν, ὁ Σαβέλλιος. ἀλλʼ ὑμᾶς παρακαλῶ, τοῖς βδελυροῖς τούτοις καὶ μηδένα παρατρέψαι δυναμένοις σοφίσμασι μὴ προσέχειν τὸν νοῦν, εἰδέναι δέ, ὅτι ἐστὶ τὸ ὄνομα τοῦ Χριστοῦ, τὸ ὑπὲρ πᾶν ὄνομα, αὐτὸ τὸ καλεῖσθαι αὐτὸν Υἱὸν τοῦ Θεοῦ, καὶ κατὰ τὸν Πέτρου λόγον· Οὐδέ ἐστιν ἕτερον ὄνομα ὑπὸ τὸν οὐρανόν, τὸ δεδομένον ἐν ἀνθρώποις, ἐν ᾧ δεῖ σωθῆναι ἡμᾶς. πρὸς δὲ τό, ὅτι Ἐγὼ ἦλθον ἐν τῷ ὀνόματι τοῦ Πατρός μου, ἐκεῖνο εἰδέναι χρή, ὅτι ἀρχὴν ἑαυτοῦ καὶ αἰτίαν ἐπιγραφόμενος τὸν Πατέρα, ταῦτα λέγει. εἰ δὲ εἴρηται, Πορευθέντες βαπτίζετε εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, οὐ παρὰ τοῦτο χρὴ νομίζειν ἓν ἡμῖν ὄνομα παραδεδόσθαι. ὡς γὰρ ὁ εἰπὼν Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος τρία μὲν εἶπεν ὀνόματα, συνέδησε δὲ αὐτὰ ἀλλήλοις διὰ τῆς καὶ συλλαβῆς· οὕτως ὁ εἰπὼν ὄνομα Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος, τρία εἰπών, συνέπλεξεν αὐτὰ τῷ συνδέσμῳ, ἑκάστῳ ὀνόματι ἴδιον ὑποβεβλῆσθαι τὸ σημαινόμενον ἐκδιδάσκων, διότι πραγμάτων ἐστὶ σημαντικὰ τὰ ὀνόματα. τὰ δὲ πράγματα ἰδιάζουσαν καὶ αὐτοτελῆ τὴν ὕπαρξιν ἔχειν οὐδεὶς τῶν καὶ μικρὸν μετεχόντων τοῦ φρονεῖν ἀμφιβάλλει. πατρὸς γὰρ καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος φύσις μὲν ἡ αὐτή, καὶ θεότης μία· ὀνόματα δὲ διάφορα, περιωρισμένας καὶ ἀπηρτισμένας τὰς ἐννοίας ἡμῖν παριστῶντα. ἀμήχανον γάρ, μὴ ἐν τοῖς ἑκάστου ἰδιώμασι τὴν διάνοιαν γενομένην ἀσύγχυτον, δυνηθῆναι Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι τὴν δοξολογίαν ἀποπληρῶσαι. ἐὰν μὲν οὖν ἀρνῶνται μὴ λέγειν ταῦτα, μηδὲ διδάσκειν οὕτω, κατώρθωται ἡμῖν τὰ σπουδαζόμενα. καίτοι χαλεπὴν αὐτοῖς οὖσαν ὁρῶ τὴν ἄρνησιν, διὰ τὸ πολλοὺς ἔχειν τῶν λόγων τούτων τοὺς μάρτυρας. πλὴν ἀλλʼ οὐ σκοποῦμεν τὰ παρελθόντα, τὰ παρόντα μόνον ὑγιαινέτωσαν. ἐὰν δὲ τοῖς αὐτοῖς ἐπιμένωσιν, ἀνάγκη καὶ πρὸς ἄλλας ἐκκλησίας ἐκβοῆσαι ἡμᾶς τὴν καθʼ ὑμᾶς συμφοράν, καὶ ποιῆσαι παρὰ πλειόνων ἐπισκόπων γράμματα ὑμῖν ἀφικέσθαι, τὸ μέγεθος τοῦτο τῆς ὑποκατασκευαζομένης ἀσεβείας καταρρηγνύντα. ἢ γὰρ προὔργου τι ἔσται εἰς τὴν σπουδὴν ἢ πάντως ἡ παροῦσα διαμαρτυρία ἀφήσει ἡμᾶς τῆς αἰτίας ἐπὶ τοῦ κριτηρίου. Ἤδη δὲ καὶ ἐν συντάγμασιν οἰκείοις κατεβάλοντο τοὺς λόγους τούτους, οὕσπερ καὶ ἀπέστειλαν πρῶτον τῷ ἀνθρώπῳ τοῦ Θεοῦ Μελετίῳ τῷ ἐπισκόπῳ, καὶ λαβόντες παρʼ αὐτοῦ τὰς προσηκούσας ἀποκρίσεις, ὡς αἱ τῶν τεράτων μητέρες ἐπαισχυνόμεναι τοῖς πηρώμασι τῆς φύσεως, οὕτω καὶ αὐτοὶ τὰς αἰσχρὰς ἑαυτῶν ὠδῖνας τῷ προσήκοντι σκότῳ κατακρύψαντες τιθηνοῦνται. καθῆκαν δέ τινα πεῖραν δι’ ἐπιστολῆς καὶ πρὸς τὸν ὁμόψυχον ἡμῶν Ἄνθιμον τὸν Τυάνων ἐπίσκοπον, ὡς ἄρα Γρηγορίου εἰπόντος ἐν ἐκθέσει Πίστεως, Πατέρα καὶ Υἱὸν ἐπινοίᾳ μὲν εἶναι δύο, ὑποστάσει δὲ ἕν. τοῦτο δὲ ὅτι οὐ δογματικῶς εἴρηται, ἀλλʼ ἀγωνιστικῶς ἐν τῇ πρὸς Αἰλιανὸν διαλέξει, οὐκ ἠδυνήθησαν συνιδεῖν οἱ ἐπὶ λεπτότητι τῶν φρενῶν ἑαυτοὺς μακαρίζοντες. ἐν ᾗ πολλὰ τῶν ἀπογραψαμένων ἐστὶ σφάλματα, ὡς ἐπʼ αὐτῶν τῶν λέξεων δείξομεν ἡμεῖς, ἐὰν ὁ Θεὸς θέλῃ. ἔπειτα μέντοι τὸν Ἕλληνα πείθων, οὐχ ἡγεῖτο χρῆναι ἀκριβολογεῖσθαι περὶ τὰ ῥήματα· ἀλλʼ ἔστιν ὅπη καὶ συνδιδόντα τῷ ἔθει τοῦ ἐναγομένου, ὡς ἂν μὴ ἀντιτείνοι πρὸς τὰ καίρια. διὸ δὴ καὶ πολλὰς ἂν εὕροις ἐκεῖ φωνάς, τὰς νῦν τοῖς αἱρετικοῖς μεγίστην ἰσχὺν παρεχομένας· ὡς τὸ κτίσμα, καὶ τὸ ποίημα, καὶ εἴ τι τοιοῦτον. πολλὰ δὲ καὶ περὶ τῆς πρὸς τὸν ἄνθρωπον συναφείας εἰρημένα, εἰς τὸν περὶ τῆς θεότητος ἀναφέρουσι λόγον οἱ ἀπαιδεύτως τῶν γεγραμμένων ἀκούοντες· ὁποῖόν ἐστι καὶ τοῦτο, τὸ παρὰ τούτων περιφερόμενον. εὖ γὰρ εἰδέναι χρή, ὅτι ὥσπερ ὁ τὸ κοινὸν τῆς οὐσίας μὴ ὁμολογῶν εἰς πολυθεΐαν ἐκπίπτει, οὕτως ὁ τὸ ἰδιάζον τῶν ὑποστάσεων μὴ διδοὺς εἰς τὸν Ἰουδαϊσμὸν ὑποφέρεται. δεῖ γὰρ τὴν διάνοιαν ἡμῶν οἱονεὶ ἐπερεισθεῖσαν ὑποκειμένῳ τινὶ καὶ ἐναργεῖς αὐτοῦ ἐντυπωσαμένην τοὺς χαρακτῆρας, οὕτως ἐν περινοίᾳ γενέσθαι τοῦ ποθουμένου. μὴ γὰρ νοήσαντες τὴν πατρότητα, μηδὲ περὶ ὃν ἀφώρισται τὸ ἰδίωμα τοῦτο ἐνθυμηθέντες, πῶς δυνατὸν Θεοῦ Πατρὸς ἔννοιαν παραδέξασθαι; οὐ γὰρ ἐξαρκεῖ διαφορὰς προσώπων ἀπαριθμήσασθαι, ἀλλὰ χρὴ ἕκαστον πρόσωπον ἐν ὑποστάσει ἀληθινῇ ὑπάρχον ὁμολογεῖν. ἐπεὶ τόν γε ἀνυπόστατον τῶν προσώπων ἀναπλασμὸν οὐδὲ ὁ Σαβέλλιος παρῃτήσατο, εἰπὼν τὸν αὐτὸν Θεόν, ἕνα τῷ ὑποκειμένῳ ὄντα, πρὸς τὰς ἑκάστοτε παραπιπτούσας χρείας μεταμορφούμενον, νῦν μὲν ὡς Πατέρα, νῦν δὲ ὡς Υἱόν, νῦν δὲ ὡς Πνεῦμα Ἅγιον διαλέγεσθαι. ταύτην πάλαι κατασβεσθεῖσαν τὴν πλάνην ἀνανεοῦνται νῦν οἱ τῆς ἀνωνύμου ταύτης αἱρέσεως ἐφευρεταί, οἱ τὰς ὑποστάσεις ἀθετοῦντες, καὶ τὸ ὄνομα τοῦ Υἱοῦ τοῦ Θεοῦ ἀπαρνούμενοι. οὓς ἐὰν μὴ παύσωνται λαλοῦντες κατὰ τοῦ Θεοῦ ἀδικίαν, ὀδύρεσθαι χρὴ μετὰ τῶν ἀρνησιχρίστων. Ταῦτα ἀναγκαίως ὑμῖν διεστειλάμεθα, ἵνα τὰς ἀπὸ τῶν πονηρῶν διδαγμάτων βλάβας φυλάξησθε. τῷ ὄντι γάρ, εἰ χρὴ τὰς πονηρὰς διδασκαλίας τοῖς ὀλεθρίοις φαρμάκοις ἐξομοιοῦν, ὡς οἱ παρʼ ὑμῖν ὀνειροσκόποι φασί, ταῦτα ἐστι καὶ κώνειον, καὶ ἀκόνιτον, καὶ εἴ τι ἕτερον φάρμακον ἀνδροφόνον. ταῦτα ψυχῶν δηλητήρια, οὐχ οἱ ἡμέτεροι λόγοι, ἅπερ αἱ οἰνόπληκτοι μήνιγγες ἐκβοῶσι, πολυφάνταστοι οὖσαι διὰ τὸ πάθος· οὕς εἴπερ ἐσωφρόνουν, ἐχρῆν εἰδέναι, ὅτι ταῖς ἀχράντοις καὶ πάσης κηλῖδος κεκαθαρμέναις ψυχαῖς τὸ προφητικὸν ἐναυγάζει χάρισμα. οὔτε γὰρ κατόπτρῳ ῥυπῶντι δυνατὸν τῶν εἰκόνων δέξασθαι τὰς ἐμφάσεις, οὔτε ψυχὴν ταῖς βιωτικαῖς προειλημμένην μερίμναις καὶ τοῖς ἐκ τοῦ φρονήματος τῆς σαρκὸς ἐπισκοτουμένην πάθεσι δυνατὸν ὑποδέξασθαι τοῦ Ἁγίου Πνεύματος τὰς ἐλλάμψεις. οὐ γὰρ πᾶν ἐνύπνιον εὐθὺς προφητεία, ὥς φησι Ζαχαρίας· κύριος ἐποίησε φαντασίαν, καὶ ὑετὸν χειμερινόν, διότι οἱ ἀποφθεγγόμενοι ἐλάλησαν κόπους, καὶ τὰ ἐνύπνια ψευδῆ ἐλάλουν. οὗτοι δὲ κἀκεῖνο ἀγνοοῦσιν, οἱ κατὰ τὸν Ἠσαΐαν ἐνυπνιαζόμενοι καὶ κοίτην φιλοῦντες νυστάξαι, ὅτι πολλάκις ἐνέργεια πλάνης ἀποστέλλεται ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας. καὶ ἔστι πνεῦμα ψευδές, ὃ ἐν τοῖς ψευδοπροφήταις γενόμενον τὸν Ἀχαὰβ ἐξηπάτησε. ταῦτα εἰδότες, ἔδει μὴ τοσοῦτον ὑπεραρθῆναι, ὥστε ἑαυτοῖς προφητείαν προσμαρτυρεῖν, οἵ γε δείκνυνται καὶ τοῦ οἰωνοσκόπου Βαλαὰμ τῆς ἀκριβείας ἀπολειπόμενοι. ὃς ὑπὸ τοῦ βασιλέως τῶν Μωαβιτῶν ἐπὶ μεγίσταις δωρεαῖς μετακληθείς, οὐκ ἠνέσχετο ἀφεῖναι φωνὴν παρὰ τὸ βούλημα τοῦ Θεοῦ, οὐδὲ ἀράσασθαι τὸν Ἰσραήλ, ὃν οὐκ ἀρᾷται Κύριος. εἰ μὲν οὖν ταῖς ἐντολαῖς τοῦ Κυρίου αἱ κατὰ τὸν ὕπνον αὐτῶν φαντασίαι συντρέχουσιν, ἀρκείσθωσαν τοῖς Εὐαγγελίοις, οὐδεμιᾶς βοηθείας ἐκ τῶν ὀνείρων εἰς τὴν ἀξιοπιστίαν προσδεομένοις· εἰ δὲ ὁ μὲν Κύριος τὴν ἑαυτοῦ εἰρήνην ἀφῆκεν ἡμῖν, καὶ ἐντολὴν καινὴν ἔδωκεν ἡμῖν, ἵνα ἀγαπῶμεν ἀλλήλους, τὰ δὲ ὀνείρατα μάχην καὶ διάστασιν καὶ ἀγάπης ἀφανισμὸν ὑφηγεῖται, μὴ διδότωσαν καιρὸν τῷ διαβόλῳ διὰ τοῦ ὕπνου ταῖς ψυχαῖς αὐτῶν ἐπιβαίνειν, μηδὲ κυριώτερα ποιείτωσαν τὰ παρʼ ἑαυτῶν φαντάσματα τῶν σωτηρίων διδαγμάτων.
Καὶ τοῖς γράμμασιν ἐντυχὼν τῆς τιμιότητος σου, ἡδίων ἐμαυτοῦ καὶ εὐθυμότερος ἐγενόμην, καὶ τοῖς ποθεινοτάτοις υἱέσιν εἰς ὁμιλίαν ἐλθών, αὐτόν σε ἔδοξα καθορᾷν. οἳ πάνυ μου τὴν ψυχὴν κεκακωμένην παραλαβόντες, οὕτω διέθηκαν, ὥστε ἐπιλαθέσθαι με τοῦ παρʼ ὑμῖν κωνείου, ὃ οἱ ὀνειροπῶλαι καὶ ὀνειροκάπηλοι, εἰς τὴν τῶν ἐκμισθωσαμένων αὐτοὺς χάριν, καθʼ ἡμῶν περιφέρουσιν· ἐπιστολὰς δὲ τὰς μὲν ἔπεμψα, τὰς δὲ καὶ εἰς ὕστερον δώσομεν, ἐὰν ἐθέλῃς. μόνον εἴη τί ὄφελος παρʼ αὐτῶν τοῖς λαμβάνουσιν.
Ἐμὲ δὲ τί οἴει πεπονθέναι, ἢ τίαν γνώμην ἐσχηκέναι, ἐπειδὴ ἐπεδήμησα μὲν τῷ Δαζιμῶνι, ἔμαθον δὲ ὀλίγαις ὕστερον ἡμέραις τῆς παρουσίας ἡμῶν ἐξεληλυθέναι σου τὴν λογιότητα; οὐ γὰρ μόνον διὰ τὸ ἐκ παιδὸς θαῦμα ὃ ἔσχον περὶ σέ, εὐθὺς ἀπὸ διατριβῶν αὐτῶν ἀεὶ πολλοῦ ἀξίαν ἐθέμην τὴν ὁμιλίαν σου, ἀλλὰ καὶ διὰ τὸ μηδὲν οὕτω σπουδαῖον εἶναι νῦν, ὡς φιλαλήθη ψυχὴν ὑγιὲς τῶν πραγμάτων τὸ κριτήριον κεκτημένην· ὅπερ ἡγούμεθα παρὰ σοὶ διασώζεσθαι. καὶ γὰρ τῶν λοιπῶν τοὺς πλείστους ὁρῶμεν, ὥσπερ ἐν ταῖς ἱπποδρομίαις, τοὺς μὲν ὡς τούτους, τοὺς δὲ ὡς ἐκείνους διῃρημένους, καὶ συνεκβοῶντας τοῖς στασιάζουσι. σὲ δὲ καὶ φόβου καὶ θεραπείας καὶ παντὸς ἀγεννοῦς πάθους ὑψηλότερον ὄντα, εἰκὸς ὀφθαλμῷ ὑγιαίνοντι καθορᾷν τὴν ἀλήθειαν. καὶ γὰρ αἰσθάνομαί σου μὴ παρέργως ἔχοντος πρὸς τὰ τῶν ἐκκλησιῶν, ὅπου γε καὶ πρὸς ἡμᾶς ἔπεμψάς τινα περὶ τούτων ἐπιστολήν, ὡς ἐν τοῖς ἔναγχος τούτοις ἐδήλους γράμμασιν, ἣν τίς ὁ παραλαβὼν ὥστε διακομίσαι, ἡδέως ἂν μάθοιμι, ὥστε εἰδέναι τὸν ἀδικήσαντα. οὐ γὰρ ἐνέτυχόν πω γράμμασι σοῖς πρὸς ἡμᾶς περὶ τούτων. Πόσου πότʼ ἂν οὖν οἴει πρίασθαί με τὴν ὁμιλίαν σου, ὑπὲρ τοῦ γνωρίσαι μέ σοι τὰ λυποῦντά με (φέρει γάρ, ὡς οἶσθα, καὶ τὸ ἐξειπεῖν ῥᾳστώνην τινὰ τοῖς ὀδυνωμένοις), ἀποκρίνασθαί τε περὶ τῶν ἐπιζητουμένων· οὐ γράμμασιν ἀψύχοις καταπιστεύσαντα, ἀλλʼ αὐτὸν δι’ ἐμαυτοῦ ἐναργῶς λέγοντα ἕκαστα, καὶ ἐπεξιόντα. οἱ γὰρ ἔμψυχοι λόγοι δραστικωτέραν ἔχουσι τὴν πειθώ· πρός τε τὸ εὐεπιχείρητον καὶ πρὸς συκοφαντίαν εὐάλωτον, οὐκέτι ὅμοιοι τοῖς γεγραμμένοις εἰσί. καὶ γὰρ οὐδὲν ἀτόλμητον λοιπὸν οὐδενί, ὅπου γε καὶ οἱ τὰ μέγιστα παρʼ ἡμῶν πιστευθέντες, οὓς ᾐσθανόμεθα μετὰ τῶν ἀνθρώπων ὁρῶντες, ὡς μεῖζόν τι ὄντας ἢ κατὰ ἄνθρωπον, οὖτοι κατεδέξαντο συγγράμματά τινος τὰ ὁποῖα δήποτε ὡς ἡμέτερα παραπέμπειν· καὶ ἐπʼ αὐτοῖς διαβάλλειν ταῖς ἀδελφότησιν, ὡς μηδὲν λοιπὸν τοῦ ἡμετέρου ὀνόματος φευκτότερον εἶναι τοῖς εὐλαβέσι. τὸ γὰρ ἀγνοηθῆναι γενόμενος ἐξ ἀρχῆς ἐπιτηδεύσας, ὡς οὐκ οἶδα εἴ τις ἄλλος τῶν ἐπεσκεμμένων τὴν ἀνθρωπίνην ἀσθένειαν, νῦν καθάπερ τὸ ἐναντίον προελόμενος πᾶσιν ἀνθρώποις γνώριμον ἐμαυτὸν καταστῆσαι, οὕτω πανταχοῦ γῆς, προσθήσω δὲ ὅτι καὶ θαλάσσης, διατεθρύλλημαι. οἵ τε γὰρ τὸν ἔσχατον ὅρον τῆς ἀσεβείας ἐπιτηδεύοντες, καὶ τὸ ἄθεον τῆς ἀνομοιότητος δόγμα ταῖς ἐκκλησίαις ἐπάγοντες, πρὸς ἐμὲ τὸν πόλεμον ἔχουσιν· οἵ τε τὴν μέσην ἐλαύνοντες, ὡς οἴονται, καὶ ἀπὸ μὲν τῶν αὐτῶν ἐκείνων ἀρχῶν ὡρμημένοι, τῇ δὲ τῶν λογισμῶν ἀκολουθίᾳ μὴ ἐφιέντες διὰ τὸ ὑπεναντίον ταῖς ἀκοαῖς τῶν πολλῶν, ἡμᾶς δυσχεραίνουσι καὶ πλύνουσι μὲν ταῖς λοιδορίαις, ἐφʼ ὅσον δύνανται, οὐδεμιᾶς δὲ ἀπέχονται τῆς ἐπιβουλῆς, εἰ καὶ ὅτι ὁ Κύριος ἀπράκτους αὐτῶν τὰς ἐγχειρήσεις ἐποίησε. ταῦτα πῶς οὐ λυπηρά; πῶς οὐχὶ ὀδυνηράν μοι τὴν ζωὴν κατασκευάζοντα; ὅς γε μίαν τίθεμαι τῶν κακῶν παραμυθίαν τὴν ἀσθένειαν τῆς σαρκός, ὑφʼ ἧς πέπεισμαι μὴ πολὺν χρόνον παραμένειν τῇ δυστήνῳ ταύτῃ ζωῇ. καὶ ταῦτα μὲν εἰς τοσοῦτον. Σὲ δὲ ἐπὶ τοῖς πάθεσι τοῦ σώματος παρακαλῶ μεγαλοφυῶς καὶ ἀξίως τοῦ καλέσαντος ἡμᾶς Θεοῦ διακεῖσθαι· ὃς ἐὰν ἴδῃ ἡμᾶς μετʼ εὐχαριστίας δεξαμένους τὰ παρόντα, ἢ ἐπανήσει τὰ λυποῦντα, ὡς ἐπὶ τοῦ Ἰώβ, ἢ τοῖς μεγάλοις στεφάνοις τῆς ὑπομονῆς ἀμείψεται ἐν τῇ μετὰ ταύτην τὴν ζωὴν ἡμῶν καταστάσει.
Κύριος ὁ παρασχόμενός μοι ταχεῖαν ἐπὶ ταῖς θλίψεσι τὴν ἀντίληψιν αὐτός σοι τῆς ἀναπαύσεως, ἣν ἀνέπαυσας ἡμᾶς ἐν τῇ παρούσῃ διὰ τοῦ γράμματος ἐπισκέψει, παράσχοιτο τὴν ἀντίληψιν, τῇ ἀληθινῇ καὶ μεγάλῃ εὐφροσύνῃ τοῦ πνεύματος τὸν ἐπὶ τῇ παρακλήσει μισθὸν τῆς ταπεινώσεως ἡμῶν ἀποπληρῶν. ἔτυχον γάρ πως τὴν ψυχὴν κεκακωμένος, ἐν πολυανθρώπῳ συλλήψει κτηνώδη τινὰ καὶ παντελῶς ἄλογον τοῦ λαοῦ καταμαθὼν ῥᾳθυμίαν, καὶ τῶν ἀγόντων αὐτοὺς παλαιὰν καὶ δυσδιόρθωτον συνήθειαν τοῦ κακοῦ. ἐπεὶ δὲ εἶδον τὰ γράμματα καὶ τὸν ἐν αὐτοῖς τῆς ἀγάπης θησαυρόν, ἐπέγνων ὅτι ἐπέλαμψεν ἡμῖν τοῖς ἐν πικρίᾳ ζῶσι γλυκεῖαν παραμυθίαν ὁ οἰκονομῶν τὰ ἡμέτερα. διὰ καὶ ἀντιφθέγγομαί σου τὴν ὁσιότητα, παρακαλῶν τὴν συνήθη παράκλησιν, μὴ διαλιπεῖν σε εὐχόμενον ὑπὲρ τῆς ἐλεεινῆς μου ζωῆς, μήποτε, τῇ φαντασίᾳ τοῦ βίου τούτου καταβαπτισθείς, ἐπιλάθωμαι μὲν τοῦ Θεοῦ τοῦ ἐγείροντος ἀπὸ γῆς πτωχόν, ἔπαρσιν δέ τινα παθὼν εἰς κρῖμα ἐμπέσω τοῦ διαβόλου· ῥαθυμήσας δὲ τῆς οἰκόνομίας καθεύδων ὑπὸ τοῦ Δεσπότου καταληφθῶ, ἢ καὶ διὰ τῶν βλαβερῶν ἔργων προστιθείς, καὶ τύπτων τὴν συνείδησιν τῶν συνδούλων, ἢ καὶ μετὰ τῶν μεθυόντων γινόμενος, ἐν τῇ δικαιοκρισίᾳ τοῦ Θεοῦ πάθω τὰ τοῖς πονηροῖς τῶν οἰκονόμων ἠπειλημένα. παρακαλῶ οὖν σε ἐπὶ πάσῃ προσευχῇ δέεσθαι τοῦ Θεοῦ νήφειν ἡμᾶς ἐν πᾶσιν, ἵνα μὴ αἰσχύνη γινώμεθα καὶ ὄνειδος τῷ ὀνόματι τοῦ Χριστοῦ, ἐν τῇ ἀποκαλύψει τῶν κρυπτῶν τῆς καρδίας ἡμῶν κατὰ τὴν μεγάλην ἡμέραν τῆς ἐπιφανείας τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Γίνωσκε δέ με ἐν προσδοκίᾳ εἶναι τοῦ κατʼ ἐπήρειαν τῶν αἱρετικῶν ἀνακληθήσεσθαι εἰς τὸ στρατόπεδον, ἐπὶ προφάσει δὴ τῆς εἰρήνης· καὶ τοῦτο ἀκούσαντα καὶ τὸν ἐπίσκοπον τόνδε ἐπεσταλκέναι ἡμῖν σπουδάσαι περὶ τὴν Μεσοποταμίαν γενέσθαι, καὶ τὸν ἐκεῖ τοὺς ὁμοδόξους καὶ ἐπικρατύνοντας τὰ τῶν ἐκκλησιῶν συναγαγόντα, μετʼ αὐτῶν ὁρμῆσαι πρὸς τὸν βασιλέα. ἐμοὶ δὲ τάχα μὲν οὐδὲ τὸ σῶμα αὐτὸ πρὸς τὴν ἐν τῷ χειμῶνι ὁδοιπορίαν ἀρκέσει· τέως δὲ οὐδὲ ἀναγκαῖον τὸ πρᾶγμα ἐφάνη, πλὴν εἰ μὴ αὐτὸς συμβουλεύσῃς. ἀναμενῶ γὰρ καὶ τὴν παρὰ τῆς θεοσεβείας σου συμβουλήν, ὥστε κρατυνθῆναι τὴν γνώμην. διὸ παρακαλῶ θᾶττον ἡμῖν διά τινος τῶν σπουδαίων ἀδελφῶν τὸ παραστὰν τῇ τελειότητί σου καὶ ἐνθέῳ συνέσει φανερωθῆναι.
Ὅτε ἠκούσαμεν τὴν σεμνότητά σου πάλιν ἐκβεβιάσθαι πρὸς τὴν τῶν κοινῶν ἐπιμέλειαν, εὐθὺς μὲν διεταράχθημεν (εἰρήσεται γὰρ τἀληθές), λογιζόμενοι ὅπως σοι παρὰ γνώμην ἐστίν, ἅπαξ ἀφεθέντι τῶν δημοσίων φροντίδων, καὶ σχολάσαντι τῇ ἐπιμελείᾳ τῆς ἑαυτοῦ ψυχῆς, πάλιν ἀναγκάζεσθαι πρὸς τὰ αὐτὰ ὑποστρέφειν. ἔπειτα εἰς ἔννοιαν ἐλθόντες, ὡς ὅτι τάχα ὁ Κύριος, βουλόμενος τῶν μυρίων ὀδυνῶν, αἳ νῦν τὰς καθʼ ἡμᾶς Ἐκκλησίας συνέχουσι, μίαν ταύτην χαρίσασθαι παραμυθίαν, τὴν σὴν σεμνοπρέπειαν πάλιν ᾠκονόμησεν ἐπὶ τῶν πραγμάτων φανῆναι, καὶ δὴ καὶ εὐθυμότεροι ἦμεν, ὡς μέλλοντες ἔτι γοῦν ἅπαξ, πρὶν ἀπιέναι τῆς ζωῆς ταύτης, συντεύξεσθαι τῇ τιμιότητί σου. Ἀλλὰ πάλιν ἡμᾶς ἑτέρα φήμη κατέσχεν, ὡς ἐπὶ τῆς Ἀντιοχείας διάγοντος καὶ τὰ ἐν χερσὶ πράγματα ταῖς μεγάλαις ἀρχαῖς συνδιέποντος. πρὸς δὲ τῇ φήμῃ ταύτῃ κατέλαβεν ἡμᾶς ἀκοή, ὅτι καὶ οἱ τῆς κατὰ Παυλῖνον συντάξεως ἀδελφοὶ διαλέγονταί τινα τῇ ὀρθότητί σου περὶ τῆς πρὸς ἡμᾶς ἑνώσεως· ἡμᾶς δὲ λέγω τοὺς τῆς μερίδος τοῦ ἀνθρώπου τοῦ Θεοῦ, Μελετίου, τοῦ ἐπισκόπου. οὓς καὶ γράμματα ἀκούω νῦν τῶν Δυτικῶν περιφέρειν, αὐτοῖς τὴν ἐπισκοπὴν τῆς κατὰ Ἀντιόχειαν ἐκκλησίας ἐπιτρέποντα, παραλογιζόμενα δὲ τὸν θαυμασιώτατον ἐπίσκοπον τῆς ἀληθινῆς τοῦ Θεοῦ Ἐκκλησίας Μελέτιον. καὶ οὐ θαυμάζω τοῦτο. οἱ μὲν γὰρ ἀγνοοῦσι παντελῶς τὰ ἐνταῦθα· οἱ δέ, καὶ δοκοῦντες εἰδέναι, φιλονεικότερον μᾶλλον ἢ ἀληθέστερον αὐτοῖς ἐξηγοῦνται. πλὴν ἀλλʼ ἐκείνους μὲν οὐδὲν ἀπεικὸς ἢ ἀγνοεῖν τὴν ἀλήθειαν ἢ καὶ ἀποκρύπτεσθαι τὴν αἰτίαν, δι’ ἣν εἰς τὸ γράφειν Παυλίνῳ ἦλθεν ὁ μακαριώτατος ἐπίσκοπος Ἀθανάσιος. τὴν δὲ σὴν τελειότητα αὐτοῦ ἔχουσαν τοὺς δυναμένους τὰ μεταξὺ τῶν ἐπισκόπων γενόμενα ἐπὶ τῆς Ἰοβιανοῦ βασιλείας ἀκριβῶς διηγήσασθαι, παρακαλοῦμεν ὑπʼ αὐτῶν πληροφορηθῆναι. πλὴν ἀλλʼ ἐπειδὴ οὐδενὸς κατηγοροῦμεν, πρὸς πάντας δὲ ἔχειν εὐχόμεθα τὴν ἀγάπην, καὶ μάλιστα πρὸς τοὺς οἰκείους τῆς πίστεως, συγχαίρομεν τοῖς κομισαμένοις τὰ ἀπὸ Ῥώμης γράμματα. κἄν τινα σεμνὴν καὶ μεγάλην ἔχῃ αὐτοῖς μαρτυρίαν, εὐχόμεθα ἀληθῆ εἶναι ταύτην καὶ δι’ αὐτῶν τῶν ἔργων βεβαιουμένην. οὐ μέντοι τούτου γε ἕνεκεν δυνάμεθά ποτε ἑαυτοὺς πεῖσαι ἢ Μελέτιον ἀγνοῆσαι, ἢ τῆς ὑπʼ αὐτὸν ἐκκλησίας ἐπιλαθέσθαι, ἢ τὰ ζητήματα, ὑπὲρ ὧν ἐξ ἀρχῆς ἡ διάστασις γέγονε, μικρὰ ἡγήσασθαι, καὶ ὀλίγην ἔχειν διαφορὰν νομίσαι πρὸς τὸν τῆς εὐσεβείας σκοπόν. ἐγὼ γάρ, οὐχ ὅπως εἰ ἐπιστολήν τις ἀνθρώπων δεξάμενος, ἐπʼ αὐτῇ μέγα φρονεῖ, τούτου ἕνεκεν ὑποσταλῆναί ποτε καταδέξομαι· ἀλλʼ οὐδʼ ἂν ἐξ αὐτῶν ἥκῃ τῶν οὐρανῶν, μὴ στοιχῇ δὲ τῷ ὑγιαίνοντι λόγῳ τῆς πίστεως, δύναμαι αὐτὸν κοινωνὸν ἡγήσασθαι τῶν ἁγίων. Ἐνθυμήθητι γάρ, ὦ θαυμάσιε, ὅτι οἱ παραχαράκται τῆς ἀληθείας, οἱ τὸ Ἀρειανὸν σχίσμα τῇ ὑγιεῖ τῶν πατέρων ἐπεισαγαγόντες πίστει, οὐδεμίαν ἄλλην αἰτίαν προβάλλονται τοῦ μὴ παραδέχεσθαι τὸ εὐσεβὲς τῶν πατέρων δόγμα, ἢ τὴν τοῦ ὁμουσίου διάνοιαν, ἣν αὐτοὶ πονηρῶς καὶ ἐπὶ διαβολῇ τῆς ὅλης πίστεως ἐξηγοῦνται, λέγοντες τὸν Υἱὸν κατὰ τὴν ὑπόστασιν ὁμοούσιον λέγεσθαι παρʼ ἡμῶν. οἷς ἐάν τινα δῶμεν ἀφορμήν, ἐκ τοῦ περιφέρεσθαι τοῖς δι’ ἁπλότητα μᾶλλον ἢ διὰ κακίαν ταῦτα ἢ τὰ τούτοις παραπλήσια λέγουσιν, οὐδὲν κωλύει καὶ ἡμᾶς ἀναντιρρήτους μὲν δοῦναι καθʼ ἑαυτῶν τὰς λαβάς, ἰσχυρὰν δὲ ἐκείνοις κατασκευάσαι τὴν αἵρεσιν, οἷς μία μελέτη ἐστίν, ἐν τοῖς ἐπὶ τῆς ἐκκλησίας λόγοις οὐ τὰ ἑαυτῶν κατασκευάζειν, ἀλλὰ τὰ ἡμέτερα διαβάλλειν. Τίς δʼ ἂν γένοιτο τῆς διαβολῆς ταύτης χαλεπωτέρα, καὶ μᾶλλον δυναμένη τοὺς πολλοὺς διασαλεῦσαι, ἢ εἰ φανείησάν τινες ἐξ ἡμῶν Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος μίαν ὑπόστασιν λέγοντες, οἳ κἂν πάνυ τὸ τῶν προσώπων διάφορον ἐναργῶς δογματίζωσιν, ἀλλʼ οὖν τῷ παρὰ τοῦ Σαβελλίου προειλῆφθαι τὸ αὐτὸ τοῦτο λέγοντος· ἕνα μὲν εἶναι τῇ ὑποστάσει τὸν Θεόν, προσωποποιεῖσθαι δὲ ὑπὸ τῆς Γραφῆς διαφόρως κατὰ τὸ ἰδίωμα τῆς ὑποκειμένης ἑκάστοτε χρείας· καὶ νῦν μὲν τὰς πατρικὰς ἑαυτῷ περιτιθέναι φωνάς, ὅταν τούτου καιρὸς ᾖ τοῦ προσώπου, νῦν δὲ τὰς Υἱῷ πρεπούσας, ὅταν πρὸς τὴν ἡμετέραν ἐπιμέλειαν ἢ πρὸς ἄλλας τινὰς οἰκονομικὰς ἐνεργείας ὑποβαίνῃ, νῦν δὲ τὸ τοῦ Πνεύματος ὑποδύεσθαι προσωπεῖον, ὅταν ὁ καιρὸς τὰς ἀπὸ τοῦ τοιούτου προσώπου φωνὰς ἀπαιτῇ. ἐὰν οὖν καὶ παρʼ ἡμῖν φανῶσί τινες ἓν τῷ ὑποκειμένῳ Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα λέγοντες, τρία δὲ πρόσωπα τέλεια ὁμολογοῦντες, πῶς οὐχὶ σαφῆ καὶ ἀναντίρρητον δόξουσι παρέχεσθαι τὴν ἀπόδειξιν τοῦ ἀληθῆ εἶναι τὰ λεγόμενα περὶ ἡμῶν; Περὶ δὲ τοῦ ὅτι ὑπόστασις καὶ οὐσία οὐ ταὐτόν ἐστι, καὶ αὐτοί, ὡς νομίζω, ὑπεσημήναντο οἱ ἀπὸ τῆς δύσεως ἀδελφοί, ἐν οἷς τὸ στενὸν τῆς ἑαυτων γλώττης ὑφορώμενοι τὸ τῆς οὐσίας ὄνομα τῇ Ἑλλάδι φωνῇ παραδεδώκασιν, ἵνα, εἴ τις εἴη διαφορὰ τῆς ἐννοίας, σώζοιτο αὐτὴ ἐν τῇ εὐκρινεῖ καὶ ἀσυγχύτῳ διαστάσει τῶν ὀνομάτων. εἰ δὲ δεῖ καὶ ἡμᾶς τὸ δοκοῦν ἡμῖν ἐν βραχεῖ εἰπεῖν, ἐκεῖνο ἐροῦμεν, ὅτι ὃν ἔχει λόγον τὸ κοινὸν πρὸς τὸ ἴδιον, τοῦτον ἔχει ἡ οὐσία πρὸς τὴν ὑπόστασιν. ἕκαστος γὰρ ἡμῶν καὶ τῷ κοινῷ τῆς οὐσίας λόγῳ τοῦ εἶναι μετέχει, καὶ τοῖς περὶ αὐτὸν ἰδιώμασιν ὁ δεῖνα ἔστι καὶ ὁ δεῖνα. οὕτω κἀκεῖ ὁ μὲν τῆς οὐσίας λόγος κοινός, οἷον ἡ ἀγαθότης, ἡ θεότης, ἢ εἴ τι ἄλλο νοοῖτο· ἡ δὲ ὑπόστασις ἐν τῷ ἰδιώματι τῆς πατρότητος, ἢ τῆς υἱότητος, ἢ τῆς ἁγιαστικῆς δυνάμεως θεωρεῖται. εἰ μὲν οὖν ἀνυπόστατα λέγουσι τὰ πρόσωπα, αὐτόθεν ἔχει ὁ λόγος τὴν ἀτοπίαν· εἰ δὲ ἐν ὑποστάσει εἶναι αὐτὰ ἀληθινῇ συγχωροῦσιν, ὃ ὁμολογοῦσι, καὶ ἀριθμείτωσαν, ἵνα καὶ ὁ τοῦ ὁμοουσίου λόγος διαφυλαχθῇ ἐν τῇ ἑνότητι τῆς θεότητος καὶ ἡ τῆς εὐσεβείας ἐπίγνωσις Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος, ἐν τῇ ἀπηρτισμένῃ καὶ ὁλοτελεῖ ἑκάστου τῶν ὀνομαζομένων ὑποστάσει κηρύσσηται. ὅμως δὲ ἐκεῖνο βούλομαι πεπεῖσθαι τὴν σεμνότητά σου, ὅτι καὶ σὲ καὶ πάντα τὸν παραπλησίως σοι τῆς ἀληθείας φροντίζοντα, καὶ τοὺς ὑπὲρ τῆς εὐσεβείας ἀγωνιζομένους μὴ ἀτιμάζοντα, ἀναμένειν δεῖ καθηγήσασθαι τῆς συναφείας ταύτης καὶ τῆς εἰρήνης τοὺς προστάτας τῶν ἐκκλησιῶν, οὓς ἐγὼ στύλους καὶ ἑδραίωμα τῆς ἀληθείας καὶ τῆς Ἐκκλησίας τίθεμαι· καὶ τοσούτῳ πλέον αὐτοὺς αἰδοῦμαι, ὅσῳ ἂν μακρότερον ἐξοικισθῶσιν, ἀντὶ τιμωρίας αὐτοῖς ἐπαγομένου τοῦ χωρισμοῦ. παρακαλῶ οὖν, φύλαξον ἡμῖν σεαυτὸν ἀπρόληπτον, ἵνʼ ἔχωμέν σοι γοῦν ἐπαναπαύεσθαι, ὃν ἐν πᾶσι βακτηρίαν ἡμῖν καὶ ἔρεισμα ὁ Θεὸς ἐχαρίσατο.
Εὐθὺς ἐπιτυχὼν ἀφορμῆς, ἐπέστειλα τῷ θαυμασιωτάτῳ ἀνδρὶ Τερεντίῳ τῷ κόμητι, λογισάμενος ἀνυποπτότερον εἶναι τὸ διὰ ξένων αὐτῷ γράφειν περὶ τῶν προκειμένων, καὶ ἅμα βουλόμενος μηδεμίαν ἐγγενέσθαι διατριβὴν τῷ πράγματι τὸν ποθεινότατον ἀδελφὸν Ἀκάκιον. τῷ διαψηφιστῇ τῆς τάξεως τῶν ἐπάρχων ἔδωκα οὖν τὴν ἐπιστολὴν δημοσίῳ δρόμῳ ὁδεύοντι, ᾧ καὶ ἐνετειλάμην πρώτοις ὑμῖν ἐμφανίσαι τὸ γράμμα. τὴν δὲ ἐπὶ Ῥώμην ὁδὸν οὐκ οἶδα ὅπως οὐδεὶς ἀνήγγειλε τῇ συνέσει ὑμῶν, ὅτι ἐν τῷ χειμῶνι παντελῶς ἐστιν ἄπορος, τῆς μεταξὺ χώρας ἀπὸ Κωνσταντινουπόλεως μέχρι τῶν καθʼ ἡμᾶς ὅρων πολεμίων πεπληρωμένης. εἰ δὲ δεῖ θαλάσσῃ χρήσασθαι, ἔσται καιρός, μόνον ἐὰν καταδέξηται καὶ τὸν πλοῦν καὶ τὴν ὑπὲρ τῶν τοιούτων πραγμάτων πρεσβείαν, ὁ θεοφιλέστατος ἐπίσκοπος Γρηγόριος ὁ ἀδελφός. ἐγὼ μὲν γὰρ οὔτε τοὺς συναπερχομένους αὐτῷ ὁρῶ, καὶ αὐτὸν γινώσκω παντελῶς ἄπειρον ὄντα τῶν κατὰ τὰς ἐκκλησίας· καὶ εὐγνώμονι μὲν ἀνδρὶ αἰδέσιμον αὐτοῦ καὶ πολλοῦ ἀξίαν τὴν συντυχίαν, ὑψηλῷ δὲ καὶ μετεώρῳ, ἄνω που καθημένῳ, καὶ διὰ τοῦτο ἀκούειν τῶν χαμόθεν αὐτῷ τὴν ἀλήθειαν φθεγγομένων μὴ δυναμένῳ, τί ἂν γένοιτο ὄφελος τοῖς κοινοῖς παρὰ τῆς τοῦ τοιούτου ἀνδρὸς ὁμιλίας, ὃς ἀλλότριον ἔχει θωπείας ἀνελευθέρου τὸ ἦθος;
Πολλαὶ μὲν ἡμᾶς καὶ ἄλλαι ἀποδημίαι τῆς πατρίδος ἀπήγαγον. καὶ γὰρ μέχρι τῆς Πισιδίας διέβημεν, ὥστε μετὰ τῶν ἐκεῖ ἐπισκόπων τὰ κατὰ τοὺς ἐν τῇ Ἰσαυρίᾳ ἀδελφοὺς τυπῶσαι. κἀκεῖθεν ἡ ἐπὶ τὸν Πόντον ἡμᾶς διεδέξατο ἀποδημία, ἱκανῶς τὸν Δαζιμῶνα ταράξαντος τοῦ Εὐσταθίου, καὶ πολλοὺς ἀναπείσαντος τῶν ἐκεῖ ἀποσχισθῆναι τῆς ἐκκλησίας ἡμῶν. ἐγενόμεθα δὲ καὶ μέχρι τοῦ οἰκιδίου Πέτρου τοῦ ἀδελφοῦ ἡμῶν, ὃ διὰ τὸ προσεγγίζειν τοῖς κατὰ Νεοκαισάρειαν τόποις πολλῆς μὲν τοῖς ἐκεῖ ταραχῆς παρέσχεν αἰτίαν, πολλῆς δὲ ὕβρεως ἡμῖν ὑπόθεσιν προεξένησεν. οἱ μὲν γὰρ ἔφευγον, οὐδενὸς διώκοντος, ἡμεῖς δὲ ἐνομιζόμεθα ἐπιθυμίᾳ τῶν παρʼ αὐτοῖς ἐπαίνων καὶ ἄκλητοι εἰσωθίζεσθαι. Ἐπεὶ δὲ ἐπανήλθομεν, ἐκ τῶν ὄμβρων καὶ τῶν ἀθυμιῶν πολλὴν ἀρρωστίαν συναγαγόντες, εὐθὺς ἡμᾶς ἐκ τῆς Ἀνατολῆς κατέλαβε γράμματα, σημαίνοντα τοῖς περὶ Παυλῖνον ἀπὸ τῆς Δύσεως ἐπιστολάς τινας, ὥσπερ τινὸς ἀρχῆς συνθήματα, κεκομίσθαι, καὶ μέγα φρονεῖν τοὺς στασιαστὰς τοῦ μέρους ἐκείνου, καὶ ἐπαγάλλεσθαι τοῖς γράμμασιν, εἶτα καὶ πίστιν προτείνεσθαι, καὶ ἐπὶ ταύτῃ ἑτοίμως ἔχειν συνάπτεσθαι τῇ καθʼ ἡμᾶς Ἐκκλησίᾳ. πρὸς δὲ τούτοις κἀκεῖνο ἡμῖν ἀπηγγέλθη, ὅτι ὑπηγάγοντο πρὸς τὴν ὑπὲρ αὐτῶν σπουδὴν τὸν πάντα ἄριστον ἄνδρα Τερέντιον, ᾧ ταχέως ἐπέστειλα, καθʼ ὅσον ἦν μοι δυνατόν, ἐπέχων αὐτὸν τῆς ὁρμῆς καὶ διδάσκων τὴν κατʼ αὐτοὺς ἀπάτην.
Απὸ ὁδοῦ μακρᾶς ἐπανελθὼν (ἐγενόμην γὰρ μέχρι τοῦ Πόντου ἐκκλησιαστικῶν ἕνεκεν χρειῶν καὶ κατʼ ἐπίσκεψιν τῶν ἐπιτηδείων), καὶ τὸ σῶμά μου συντετριμμένον ἐπαναγαγών, καὶ τὴν ψυχὴν μετρίως κεκακωμένος, ἐπειδὴ τὸ γράμμα τῆς εὐλαβείας σου ἐπὶ χεῖρας ἔλαβον, πάντων ἀθρόως ἐπελαθόμην, καὶ τῆς φωνῆς τῆς πασῶν ἐμοὶ ἡδίστης καὶ χειρὸς τῆς φιλτάτης ὑποδεξάμενος σύμβολα. ὃς οὖν ἐκ τῶν γραμμάτων οὕτως ἐγενόμην ἡδίων, εἰκάζειν ὀφείλεις πόσου ἀξίαν ποιοῦμαι τὴν συντυχίαν σου, ἣν οἰκονομήσειεν ὁ ἅγιος γενέσθαι, ὅπου ἀνεπαχθὲς ᾖ καὶ αὐτὸς ἡμᾶς προσκαλέσῃ. καὶ γὰρ οὐ χαλεπόν μοι, εἰ καταλάβοις τὸν οἶκον τὸν ἐπὶ τῆς Εὐφημιάδος, γενέσθαι ὁμοῦ, τά τε ὧδε ὀχληρὰ διαφεύγοντι, καὶ πρὸς τὴν ἀνυπόκριτόν σου ἀγάπην ἐπειγομένῳ. τάχα δέ μοι καὶ ἄλλως ἀναγκαίαν ποιεῖ τὴν μέχρι Ναζιανζοῦ ὁδὸν ἡ ἀθρόα τοῦ θεοφιλεστάτου ἐπισκόπου Γρηγορίου ἀναχώρησις, μετὰ ποίας αἰτίας γενομένη ἀγνοουμένη μέχρι τοῦ νῦν. ὁ δὲ ἄνθρωπος, περὶ οὗ κἀγὼ ἤμην διαλεχθεὶς τῇ τελειότητί σου, καὶ αὐτὸς νῦν ἤλπισας ἕτοιμον εἶναι, γίνωσκε ὅτι μακρᾷ ἀρρωστίᾳ περιπεσών, καὶ κάμνων λοιπὸν περὶ αὐτὰς τὰς ὄψεις ἐκ τοῦ παλαιοῦ πάθους καὶ τῆς ἔναγχος αὐτῷ ἐπισυμβάσης νόσου, παντελῶς ἄχρηστος πρὸς τὰς τυχούσας ἐνεργείας ἀπέμεινεν. ἄλλος δὲ οὐκ ἔστι παρʼ ἡμῖν. ὥστε βέλτιον, εἰ καὶ ἡμῖν ἐπέτρεψαν τὸ πρᾶγμα, ἀλλʼ οὖν ἐξ αὐτῶν ἐκείνων τινὰ προβληθῆναι. καὶ γὰρ ἡγεῖσθαι χρὴ ταῦτα μὲν τῆς ἀνάγκης εἶναι τὰ ῥήματα, τὴν δὲ ψυχὴν αὐτῶν ἐκεῖνο βούλεσθαι, ὅπερ ἐξ ἀρχῆς ἐπεζήτησαν, οἰκεῖον εἶναι τὸν καθηγούμενον. εἰ δέ ἐστί τις τῶν νεοφωτίστων, κἂν δοκῇ τῷ Μακεδονίῳ, κἂν μή, ἐκεῖνος προβληθήτω. τυπώσεις δὲ αὐτὸν πρὸς τὸ δέον, τοῦ ἐν πᾶσι συνεργοῦντός σοι Κυρίου καὶ τὴν εἰς τοῦτο χάριν παρεχομένου. Τὸ κατὰ τοὺς κληρικοὺς ἀδιορίστως οἱ κανόνες ἐξέθεντο, κελεύσαντες μίαν ἐπὶ τοῖς παραπεσοῦσιν ὁρίζεσθαι τιμωρίαν, τὴν ἔκπτωσιν τῆς ὑπηρεσίας, εἴτε ἐν βαθμῷ τυγχάνοιεν, εἴτε καὶ ἀχειροθέτῳ ὑπηρεσίᾳ προσκαρτεροῖεν. Ἡ τοῦ κυήματος κατὰ τὴν ὁδὸν ἀμελήσασα, εἰ μὲν οὖν δυναμένη περισώσασθαι κατεφρόνησεν, ἢ συγκαλύψειν τὴν ἁμαρτίαν ἐντεῦθεν νομίζουσα, ἢ ὅλως θηριώδει καὶ ἀπανθρώπῳ λογισμῷ χρησαμένη, ὡς ἐπὶ φόνῳ κρινέσθω. εἰ δὲ οὐκ ἠδυνήθη περιστεῖλαι, καὶ δι’ ἐρημίαν καὶ ἀπορίαν τῶν ἀναγκαίων διεφθάρη τὸ γεννηθέν, συγγνωστὴ ἡ μήτηρ. Ἡ χήρα δούλη τάχα οὐ μέγα ἔπταισεν, ἑλομένη δεύτερον γάμον ἐν σχήματι ἁρπαγῆς. ὥστε οὐδὲν τούτου ἕνεκεν ἐγκαλεῖσθαι χρή. οὐ γὰρ τὰ σχήματα κρίνεται, ἀλλʼ ἡ προαίρεσις. δῆλον δὲ ὅτι τὸ τῆς διγαμίας μένει αὐτὴν ἐπιτίμιον. Τὰς τῶν ἀκουσίων φόνων διαφορὰς πρὸ χρόνου οἶδα ἐπιστείλας τῇ θεοσεβείᾳ σου κατὰ τὸ ἐμοὶ δυνατὸν καὶ πλέον ἐκείνων οὐδὲν εἰπεῖν δύναμαι· τῆς δὲ σῆς συνέσεώς ἐστὶ κατὰ τὸ ἰδίωμα τῆς περιστάσεως ἐπιτείνειν τὰ ἐπιτίμια, ἢ καὶ ὑφεῖναι. Οἱ τοῖς λῃσταῖς ἀντεπεξιόντες, ἔξω μὲν ὄντες τῆς κοινωνίας εἴργονται τοῦ ἀγαθοῦ· κληρικοὶ δὲ ὄντες τοῦ βαθμοῦ καθαιροῦνται. πᾶς γάρ, φησίν, ὁ λαβὼν μάχαιραν ἐν μαχαίρᾳ ἀποθανεῖται. Ὁ ἑκουσίως φονεύσας, μετὰ δὲ τοῦτο μεταμεληθείς, εἴκοσιν ἔτεσιν ἀκοινώνητος ἔσται τοῖς ἁγιάσμασι. τὰ δὲ εἴκοσιν ἔτη οὕτως οἰκονομηθήσεται ἐπʼ αὐτῷ. ἐν τέσσαρσιν ἔτεσι προσκλαίειν ὀφείλει, ἔξω τῆς θύρας ἑστὼς τοῦ εὐκτηρίου οἴκου, καὶ τῶν εἰσιόντων πιστῶν δεόμενος εὐχὴν ὑπὲρ αὐτοῦ ποιεῖσθαι, ἐξαγορεύων τὴν ἰδίαν παρανομίαν. μετὰ δὲ τὰ τέσσαρα ἔτη εἰς τοὺς ἀκροωμένους δεχθήσεται· καὶ ἐν πέντε ἔτεσι μετʼ αὐτῶν ἐξελεύσεται. ἐν ἑπτὰ ἔτεσι μετὰ τῶν ἐν ὑποπτώσει προσευχόμενος ἐξελεύσεται· ἐν τέσσαρσι συστήσεται μόνον τοῖς πιστοῖς, προσφορᾶς δὲ οὐ μεταλήψεται. πληρωθέντων δὲ τούτων μεθέξει τῶν ἁγιασμάτων. Ὁ ἀκουσίως φονεύσας ἐν δέκα ἔτεσιν ἀκοινώνητος ἔσται τῶν ἁγιασμάτων. οἰκονομηθήσεται δὲ τὰ δέκα ἔτη ἐπʼ αὐτῷ οὕτω· δύο μὲν ἔτη προσκλαύσει, τρία δὲ ἔτη ἐν ἀκροωμένοις διατελέσει, τέσσαρσιν ὑποπίπτων, καὶ ἐνιαυτῷ συσταθήσεται μόνον· καὶ τῷ ἑξῆς εἰς τὰ ἅγια δεχθήσεται. Ὁ μοιχεύσας ἐν ιἔτεσιν ἀκοινώνητος ἔσται τῶν ἁγιασμάτων· ἐν τέσσαρσι μὲν προσκλαίων ἔτεσιν, ἐν πέντε δὲ ἀκροώμενος, ἐν τέσσαρσιν ὑποπίπτων, ἐν δυσὶ συνεστὼς ἄνευ κοινωνίας. Ὁ πόρνος ἐν ἑπτὰ ἔτεσιν ἀκοινώνητος ἔσται τῶν ἁγιασμάτων· δύο προσκλαίων, καὶ δύο ἀκροώμενος, καὶ δύο ὑποπίπτων, καὶ ἑνὶ συνεστως μόνον· τῷ ὀγδόῳ δεχθήσεται εἰς τὴν κοινωνίαν. Ἡ παρθενίαν ὁμολογήσασα καὶ ἐκπεσοῦσα τῆς ἐπαγγελίας τὸν χρόνον τοῦ ἐπὶ τῆς μοιχείας ἁμαρτήματος ἐν τῇ οἰκονομίᾳ τῆς καθʼ ἑαυτὴν ζωῆς πληρώσει. τὸ αὐτὸ καὶ ἐπὶ τῶν βίον μοναζόντων ἐπαγγειλαμένων καὶ ἐκπιπτόντων. Ὁ κλέψας, εἰ μὲν ἀφʼ ἑαυτοῦ μεταμεληθεὶς κατηγορήσειεν ἑαυτοῦ, ἐνιαυτὸν κωλυθήσεται μόνον τῆς κοινωνίας τῶν ἁγιασμάτων· εἰ δὲ ἐλεγχθείη, ἐν δυσὶν ἔτεσι. μερισθήσεται δὲ αὐτῷ ὁ χρόνος εἰς ὑπόπτωσιν καὶ σύστασιν· καὶ τότε ἀξιούσθω τῆς κοινωνίας. Ὁ τὴν ἀσχημοσύνην ἐν τοῖς ἄρρεσιν ἐπιδεικνύμενος τὸν χρόνον τοῦ ἐν τῇ μοιχείᾳ παρανομοῦντος οἰκονομηθήσεται. Ὁ ἐν ἀλόγοις τὴν ἑαυτοῦ ἀσέβειαν ἐξαγορεύων τὸν αὐτὸν χρόνον ἐξομολογούμενος παραφυλάξεται. Ὁ ἐπίορκος ἐν δέκα ἔτεσιν ἀκοινώνητος ἔσται· δυσὶν ἔτεσι προσκλαίων, τρισὶν ἀκροώμενος, τέσσαρσιν ὑποπίπτων, ἐνιαυτὸν συνεστὼς μόνον· καὶ τότε τῆς κοινωνίας ἀξιούμενος. Ὁ γοητείαν ἢ φαρμακείαν ἐξαγορεύων τὸν τοῦ φονέως χρόνον ἐξομολογήσεται, οὕτως οἰκονομούμενος, ὡς ἐν ἐκείνῳ τῷ ἁμαρτήματι ἑαυτὸν ἐλέγξας. Ὁ τυμβωρύχος ἐν δέκα ἔτεσιν ἀκοινώνητος ἔσται· ἐν δυσὶ προσκλαίων, ἐν γ’ ἀκροώμενος, ἐν δʼ ὑποπίπτων, ἐνιαυτὸν συνεστώς· καὶ τότε δεχθησόμενος. Ἀδελφομιξία τὸν τοῦ φονέως χρόνον ἐξομολογηθήσεται. Ἡ τῆς ἀπειρημένης συγγενείας εἰς γάμον ἀνθρώπων σύστασις, εἰ φωραθείη ἐν ἁμαρτήμασι γεγενημένη, τὰ τῶν μοιχῶν ἐπιτίμια δέξεται. Ἀναγνώστης, εἰ τῇ ἑαυτοῦ μνηστῇ πρὸ τοῦ γάμου συναλλάξειεν, ἐνιαυτὸν ἀργήσας, εἰς τὸ ἀναγινώσκειν δεχθήσεται, μένων ἀκρόκοπος. κλεψιγαμήσας δὲ ἄνευ μνηστείας, παυθήσεται τῆς ὑπηρεσίας. τὸ αὐτὸ καὶ ὑπηρέτης. Διάκονος ἐν χείλεσι μιανθεὶς καὶ μέχρι τούτου ἡμαρτηκέναι ὁμολογήσας, τῆς λειτουργίας ἐπισχεθήσεται· τοῦ δὲ μετέχειν τῶν ἁγιασμάτων μετὰ τῶν διακόνων ἀξιωθήσεται. τὸ δὲ αὐτὸ καὶ πρεσβύτερος. εἰ δέ τι τούτου πλεῖον φωραθείη τις ἡμαρτηκώς, ἐν οἵῳ ἂν ᾖ βαθμῷ, καθαιρεθήσεται. Ὁ συνεγνωκὼς ἑκάστῳ τῶν προειρημένων ἁμαρτημάτων, καὶ μὴ ὁμολογήσας, ἀλλʼ ἐλεγχθείς, τοῦ τοσούτου χρόνου, εἰς ὃν ἐργάτης τῶν κακῶν ἐπιτετίμηται, καὶ αὐτὸς ἔσται ἐν ἐπιτιμίῳ. Ὁ μάντεσιν ἑαυτὸν ἐπιδούς, ἤ τισι τοιούτοις, τὸν χρόνον τοῦ φονέως καὶ αὐτὸς οἰκονομηθήσεται, Ὁ τὸν Χριστὸν ἀρνησάμενος καὶ παραβὰς τὸ τῆς σωτηρίας μυστήριον, ἐν παντὶ τῷ χρόνῳ τῆς ζωῆς αὐτοῦ προσκλαίειν ὀφείλει καὶ ἐξομολογεῖσθαι χρεωστεῖ, ἐν τῷ καιρῷ ᾧ ἐκβαίνει τοῦ βίου τοῦ ἁγιάσματος ἀξιούμενος πίστει τῆς παρὰ Θεοῦ φιλανθρωπίας. Ἐὰν μέντοιγε ἕκαστος τῶν ἐν τοῖς προγεγραμμένοις ἁμαρτήμασι γενομένων σπουδαῖος γένηται ἐξομολογούμενος, ὁ πιστευθεὶς παρὰ τῆς τοῦ Θεοῦ φιλανθρωπίας λύειν καὶ δεσμεῖν, εἰ φιλανθρωπότερος γένοιτο, τὸ ὑπερβάλλον τῆς ἐξομολογήσεως ὁρῶν τοῦ ἡμαρτηκότος, εἰς τὸ ἐλαττῶσαι τὸν χρόνον τῶν ἐπιτιμίων, οὐκ ἔσται καταγνώσεως ἄξιος· τῆς ἐν ταῖς Γραφαῖς ἱστορίας γνωριζούσης ἡμῖν τοὺς μετὰ μείζονος πόνου ἐξομολογουμένους ταχέως τὴν τοῦ Θεοῦ φιλανθρωπίαν καταλαμβάνειν. Ὁ ἀδελφῇ ἰδίᾳ ἐκ πατρὸς ἢ ἐκ μητρὸς συμμιανθεὶς εἰς οἶκον προσευχῆς μὴ ἐπιτρεπέσθω παρεῖναι, ἕως ἂν ἀποστῇ τῆς παρανόμου καὶ ἀθεμίτου πράξεως. μετὰ δὲ τὸ ἐλθεῖν εἰς συναίσθησιν τῆς φοβερᾶς ἁμαρτίας ἐκείνης, τριετίαν προσκλαιέτω, τῇ θύρᾳ τῶν εὐκτηρίων οἴκων παρεστηκώς, καὶ δεόμενος τοῦ λαοῦ εἰσιόντος ἐπὶ τὴν προσευχήν, ὥστε ἕκαστον μετὰ συμπαθείας ὑπὲρ αὐτοῦ ἐκτενεῖς ποιεῖσθαι πρὸς τὸν Κύριον τὰς δεήσεις. μετὰ δὲ τοῦτο ἄλλην τριετίαν εἰς ἀκρόασιν μόνην παραδεχθήτω, καὶ ἀκούων τῶν Γραφῶν καὶ τῆς διδασκαλίας ἐκβαλλέσθω, καὶ μὴ καταξιούσθω προσευχῆς. ἔπειτα, εἴπερ μετὰ δακρύων ἐξεζήτησεν αὐτὴν καὶ προσέπεσε τῷ Κυρίῳ μετὰ συντριμμοῦ καρδίας καὶ ταπεινώσεως ἰσχυρᾶς, διδόσθω αὐτῷ ἡ ὑπόπτωσις ἐν ἄλλοις τρισὶν ἔτεσι. καὶ οὕτως, ἐπειδὰν τοὺς καρποὺς τῆς μετανοίας ἀξίους ἐπιδείξηται, τῷ δεκάτῳ ἔτει εἰς τὴν τῶν πιστῶν εὐχὴν δεχθήτω χωρὶς προσφορᾶς· καὶ δύο ἔτη συστὰς εἰς τὴν εὐχὴν τοῖς πιστοῖς, οὕτω λοιπὸν καταξιούσθω τῆς τοῦ ἀγαθοῦ κοινωνίας. Ὁ αὐτὸς τύπος καὶ περὶ τῶν τὰς νύμφας ἑαυτῶν λαμβανόντων. Ὁ μέντοι καταλιμπάνων τὴν νομίμως αὐτῷ συναφθεῖσαν γυναῖκα καὶ ἑτέραν συναγόμενος, κατὰ τὴν τοῦ Κυρίου ἀπόφασιν τῷ τῆς μοιχείας ὑπόκειται κρίματι. κεκανόνισται δὲ παρὰ τῶν πατέρων ἡμῶν τοὺς τοιούτους ἐνιαυτὸν προσκλαίειν, διετίαν ἐπακροᾶσθαι, τριετίαν ὑποπίπτειν, τῷ δὲ ἑβδόμῳ συνίστασθαι τοῖς πιστοῖς· καὶ οὕτω τῆς προσφορᾶς καταξιοῦσθαι, ἐὰν μετὰ δακρύων μετανοήσωσιν. Ὁ δὲ αὐτὸς τύπος κρατείτω καὶ ἐπὶ τῶν τὰς δύο ἀδελφὰς λαμβανόντων εἰς συνοικέσιον, εἰ καὶ κατὰ διαφόρους χρόνους. Οἱ δὲ ταῖς μητρυιαῖς ταῖς ἑαυτῶν ἐπιμαινόμενοι τῷ αὐτῷ ὑπόκεινται κανόνι, ᾧκαὶ οἱ ταῖς ἑαυτῶν ἀδελφαῖς ἐπιμαινόμενοι. Τὴν δὲ πολυγαμίαν οἱ πατέρες ἀπεσιώπησαν, ὡς κτηνώδη καὶ παντελῶς ἀλλοτρίαν τοῦ γένους τῶν ἀνθρώπων. ἡμῖν δὲ παρίσταται πλέον τι πορνείας εἶναι τὸ ἁμάρτημα. διὸ εὔλογον τοὺς τοιούτους ὑποβάλλεσθαι τοῖς κανόσι· δηλονότι ἐνιαυτὸν προσκλαύσαντας, καὶ ἐν τρισὶν ὑποπεσόντας, οὕτω δεκτοὺς εἶναι. Ἐπειδὴ δὲ πολλοὶ ἐν τῇ τῶν βαρβάρων καταδρομῇ παρέβησαν τὴν εἰς Θεὸν πίστιν, ὅρκους ἐθνικοὺς ἐπιτελέσαντες, καὶ ἀθεμίτων τινῶν γευσάμενοι τῶν ἐν τοῖς εἰδώλοις τοῖς μαγικοῖς προσενεχθέντων αὐτοῖς, οὗτοι κατὰ τοὺς ἤδη παρὰ τῶν πατέρων ἡμῶν ἐξενεχθέντας κανόνας οἰκονομείσθωσαν. οἱ μὲν γὰρ ἀνάγκην χαλεπὴν ἐκ βασάνων ὑπομείναντες, καὶ μὴ φέροντες τοὺς πόνους, καὶ ἑλκυσθέντες πρὸς τὴν ἄρνησιν, ἐν τρισὶν ἔτεσιν ἀδέκτους εἶναι, καὶ ἐν δυσὶν ἀκροᾶσθαι· καὶ ἐν τρισὶν ὑποπεσόντας, οὕτω δεκτοὺς γενέσθαι εἰς τὴν κοινωνίαν· οἱ δὲ ἄνευ ἀνάγκης μεγάλης προδόντες τὴν εἰς Θεὸν πίστιν, καὶ ἁψάμενοι τῆς τραπέζης τῶν δαιμονίων, καὶ ὀμόσαντες ὅρκους Ἑλληνικούς, ἐκβάλλεσθαι μὲν ἐν γʼ ἔτεσι, καὶ ἐν ἀκροᾶσθαι· ἐν ὑποπτώσει δὲ εὐξαμένους ἐν ἔτεσι, καὶ ἐν ἄλλοις γʼ συστάντας τοῖς πιστοῖς εἰς τὴν δέησιν, οὕτω δεκτοὺς εἶναι τῇ τοῦ ἀγαθοῦ κοινωνίᾳ. Καὶ περὶ τῶν ἐπιορκησάντων, εἰ μὲν ἐκ βίας καὶ ἀνάγκης παρέβησαν τοὺς ὅρκους, κουφοτέροις ὑπόκεινται ἐπιτιμίοις, ὥστε μετὰ ἔτη εἶναι αὐτοὺς δεκτούς· εἰ δὲ ἄνευ ἀνάγκης προδόντες τὴν ἑαυτῶν πίστιν, ἐν δυσὶν ἔτεσι προσκλαύσαντες, καὶ ἐν δυσὶν ἀκροασάμενοι, καὶ ἐν πέντε ἐν ὑποπτώσει εὐξάμενοι, καὶ ἐν δυσὶν ἄλλοις ἄνευ προσφορᾶς εἰς τὴν κοινωνίαν τῆς προσευχῆς παραδεχθέντες, οὕτω τελευταῖον ἀξιόλογον, δηλαδή, τὴν μετάνοιαν ἐπιδειξάμενοι, ἀποκαταστήσονται εἰς τὴν κοινωνίαν τοῦ σώματος τοῦ Χριστοῦ. Οἱ καταμαντευόμενοι καὶ ταῖς συνηθείαις τῶν ἐθνῶν ἀκολουθοῦντες, ἢ εἰσάγοντές τινας εἰς τοὺς ἑαυτῶν οἴκους ἐπὶ ἀνευρέσει φαρμακειῶν, καὶ καθάρσει, ὑπὸ τὸν κανόνα πιπτέτωσαν τῆς ἑξαετίας. ἐνιαυτὸν προσκλαύσαντες, καὶ ἐνιαυτὸν ἀκροασάμενοι, καὶ ἐν γ ἔτεσιν ὑποπίπτοντες, καὶ ἐνιαυτὸν συστάντες τοῖς πιστοῖς, οὕτω δεχθήτωσαν. Πάντα δὲ ταῦτα γράφομεν, ὥστε τοὺς καρποὺς δοκιμάζεσθαι τῆς μετανοίας. οὐ γὰρ πάντως τῷ χρόνῳ κρίνομεν τὰ τοιαῦτα, ἀλλὰ τῷ τρόπῳ τῆς μετανοίας προσέχομεν. ἐὰν δὲ δυσαποσπάστως ἔχωσι τῶν ἰδίων ἐθῶν, καὶ ταῖς ἡδοναῖς τῆς σαρκὸς μᾶλλον δουλεύειν θέλωσιν ἢ τῷ Κυρίῳ, καὶ τὴν κατὰ τὸ εὐαγγέλιον ζωὴν μὴ καταδέχωνται, οὐδεὶς ἡμῖν πρὸς αὐτοὺς κοινὸς λόγος. ἡμεῖς γὰρ ἐν λαῷ ἀπειθεῖ καὶ ἀντιλέγοντι δεδιδάγμεθα ἀκούειν, ὅτι Σώζων σῶζε τὴν σεαυτοῦ ψυχήν. μὴ τοίνυν καταδεξώμεθα συναπόλλυσθαι τοῖς τοιούτοις· ἀλλὰ φοβηθέντες τὸ βαρὺ κρίμα, καὶ τὴν φοβερὰν ἡμέραν τῆς ἀνταποδόσεως τοῦ Κυρίου πρὸ τῶν ὀφθαλμῶν λαβόντες, μὴ θελήσωμεν ἁμαρτίαις ἀλλοτρίαις συναπόλλυσθαι. εἰ γὰρ μὴ ἐπαίδευσεν ἡμᾶς τὰ φοβερὰ τοῦ Κυρίου, μηδὲ αἱ τηλικαῦται πληγαὶ εἰς αἴσθησιν ἡμᾶς ἤγαγον, ὅτι διὰ τὴν ἀνομίαν ἡμῶν ἐγκατέλιπεν ἡμᾶς ὁ Κύριος καὶ παρέδωκεν εἰς χεῖρας βαρβάρων, καὶ ἀπήχθη αἰχμάλωτος εἰς τοὺς πολεμίους ὁ λαὸς καὶ παρεδόθη τῇ διασπορᾷ, διότι ταῦτα ἐτόλμων οἱ τὸ ὄνομα τοῦ Χριστοῦ περιφέροντες· εἰ μὴ ἔγνωσαν, μηδὲ συνῆκαν, ὅτι διὰ ταῦτα ἦλθεν ἐφʼ ἡμᾶς ἡ ὀργὴ τοῦ Θεοῦ, τίς ἡμῖν κοινὸς πρὸς τούτους λόγος; ἀλλὰ διαμαρτύρεσθαι αὐτοῖς καὶ νυκτὸς καὶ ἡμέρας καὶ δημοσίᾳ καὶ ἰδίᾳ ὀφείλομεν· συναπάγεσθαι δὲ αὐτῶν ταῖς πονηρίαις μὴ καταδεχώμεθα, προσευχόμενοι μάλιστα μὲν κερδῆσαι αὐτοὺς καὶ ἐξελέσθαι τῆς παγίδος τοῦ πονηροῦ· ἐὰν δὲ τοῦτο μὴ δυνηθῶμεν, σπουδάσωμεν τὰς γοῦν ἑαυτῶν ψυχὰς τῆς αἰωνίου κατακρίσεως περισώσασθαι.
Τὴν μὲν χρεῖαν, ἧς ἕνεκεν παρεγένετο ὁ ἀδελφὸς Αἰλιανός, κατώρθωσεν ἐφʼ ἑαυτοῦ, οὐδεμιᾶς παρʼ ἡμῶν συνεργίας προσδεηθείς· ἡμῖν δὲ διπλῆν ἔδωκε χάριν, κομίσας τε γράμματα τῆς σῆς θεοσεβείας καὶ ἀφορμὴν τῶν πρὸς σὲ γραμμάτων ἡμῖν παρασχόμενος. καὶ προσαγορεύομεν οὖν δι’ αὐτοῦ τὴν ἀληθινήν σου καὶ ἀμίμητον ἀγάπην· καὶ παρακαλοῦμεν προσεύχεσθαι περὶ ἡμῶν, νῦν, εἴπερ ποτέ, τῆς ἐκ τῶν προσευχῶν σου βοηθείας προσδεομένων. τὸ γὰρ σῶμά μου, ἐκ τῆς ὁδοῦ τῆς ἐπὶ τὸν Πόντον συντριβέν, ὑπὸ ἀρρωστίας συνέχεται οὐκ ἀνεκτῶς. ἐκεῖνο δὲ καὶ πάλαι ἐβουλόμην γνώριμον ποιῆσαι τῇ σῇ συνέσει (οὐχ ὡς ὑπʼ ἄλλης προηγουμένης αἰτίας διακρουσθεὶς ἐξελαθόμην)· νῦν δὲ ὑπομιμνήσκω, ἵνα καταξιώσῃς ἄνδρα σπουδαῖον πέμψαι εἰς τὴν Λυκίαν, κατασκέψασθαι, τίνες εἰσὶν οἱ τῆς ὀρθῆς πίστεως. δεῖ γὰρ τάχα μὴ παροφθῆναι αὐτούς, εἴπερ ἀληθῆ ἐστιν ἅ τις τῶν ἐκεῖθεν παραγενομένων πρὸς ἡμᾶς εὐλαβῶν διηγήσατο· ὅτι πάντη πρὸς τὸ Ἀσιανὸν φρόνημα ἀπηλλοτριωμένοι, ἡμᾶς καταδέχονται ἐπιγράφεσθαι κοινωνούς. εἰ δὲ μέλλει τις ἀπιέναι, ἐπιζητησάτω ἐν Κορυδάλοις Ἀλέξανδρον ἀπὸ μοναζόντων ἐπίσκοπον, καὶ ἐν Λιμύρᾳ Διάτιμον, καὶ ἐν Μύροις Τατιανὸν καὶ Πολέμωνα καὶ Μακάριον πρεσβυτέρους, ἐν Πατάροις ἐπίσκοπον Εὔδημον, ἐν Τελμεσῷ Ἱλάριον ἐπίσκοπον, ἐν Φέλῳ Λολλιανὸν ἐπίσκοπον. Τούτους καὶ ἔτι πλείους ἀνεγνώρισέ τις ἡμῖν, ὡς ὑγιαίνοντας περὶ τὴν πίστιν· καὶ πολλὴν ἔσχον χάριν τῷ Θεῷ, εἴ τινες ὅλως ἐν τῷ κλίματι τῷ Ἀσιανῷ ἔξω εἰσὶ τῆς βλάβης τῶν αἱρετικῶν. ἐὰν μὲν οὖν ᾖ δυνατόν, τέως ἄνευ γραμμάτων αὐτοὺς κατασκεψώμεθα· πεισθέντες δέ, λοιπὸν καὶ ἀποστέλλομεν ἐπιστολήν, καὶ σπουδάζομέν τινα ἐξ αὐτῶν προσκαλέσασθαι εἰς τὴν συντυχίαν ἡμῶν. γένοιτο δὲ πάντα ἐν καιρῷ περὶ τὴν ποθεινοτάτην ὑμῖν ἐκκλησίαν τὴν Ἰκονίου. πάντα τὸν τίμιον κλῆρον καὶ τοὺς συνόντας τῇ θεοσεβείᾳ σου ἀσπαζόμεθα διὰ σοῦ.
Ὁ πάντα μέτρῳ καὶ σταθμῷ ὁρίζων ἡμῖν Κύριος, καὶ τοὺς πειρασμοὺς ἐπάγων μὴ ὑπερβαίνοντας ἡμῶν τὴν δύναμιν, ἀλλὰ δοκιμάζων μὲν διὰ τῆς περιστάσεως τοὺς ἀγωνιστὰς τῆς εὐσεβείας, οὐκ ἐῶν δὲ πειρασθῆναι ὑπὲρ ὃ δύνανται ὑπενεγκεῖν, καὶ ποτίζων δάκρυσιν ἐν μέτρῳ τοὺς ὀφείλοντας διδαχθῆναι, εἰ ἐν ταῖς θλίψεσι τὸ πρὸς τὸν Θεὸν εὐχάριστον διασώζουσι, μάλιστα ἐπὶ τῆς οἰκονομίας τῆς καθʼ ὑμᾶς τὸ ἑαυτοῦ φιλάνθρωπον ἐφανέρωσε, μὴ συγχωρήσας ὑμῖν τὸν παρὰ τῶν ἐχθρῶν διωγμὸν τοιοῦτον ἐπενεχθῆναι, οἷον δύνασθαι περιτρέψαι τινὰς ἢ διασαλεῦσαι ἀπὸ τῆς εἰς Χριστὸν πίστεως. κούφοις γὰρ καὶ εὐκαταγωνίστοις ἀντιπάλοις παραζεύξας ὑμᾶς, ἐν τῇ κατʼ αὐτῶν νίκῃ τὸ βραβεῖον ὑμῖν τῆς ὑπομονῆς ηὐτρέπισεν. ἀλλʼ ὁ κοινὸς ἐχθρὸς τῆς ζωῆς ἡμῶν, ὁ ταῖς ἑαυτοῦ μεθοδείαις ἀντιμαχόμενος τοῦ Θεοῦ τῇ χρηστότητι, ἐπειδὴ εἶδεν ὑμᾶς ὡς τεῖχος κραταιὸν τῆς ἔξωθεν προσβολῆς καταφρονοῦντας, ἐν ὑμῖν αὐτοῖς, ὡς ἀκούω, ἐπενόησε γενέσθαι τινὰς λύπας πρὸς ἀλλήλους καὶ μικροψυχίας· αἳ παρὰ μὲν τὴν πρώτην μικραί εἰσι καὶ εὐθεράπευτοι, προϊόντος δὲ τοῦ χρόνου ὑπὸ φιλονεικίας αὐξανόμεναι, εἰς ἀνίατον παντελῶς ἐκπίπτειν πεφύκασι. διὸ ὥρμησα πρὸς τὴν διὰ τοῦ γράμματος τοῦδε παράκλησιν. εἰ μὲν ἦν δυνατόν, αὐτὸς ἂν παρεγενόμην, καὶ δι’ ἐμαυτοῦ ἱκέτευσα ὑμᾶς· ἐπειδὴ δὲ τοῦτο οἱ καιροὶ οὐκ ἐπιτρέπουσι, τὴν ἐπιστολὴν ταύτην ἀνθʼ ἱκετηρίας ὑμῖν προτείνομεν, ἵνα αἰδεσθέντες ἡμῶν τὰς παρακλήσεις καταλύσητε πᾶσαν τὴν πρὸς ἀλλήλους φιλονεικίαν, καὶ ταχέως μοι διαπέμψησθε τὴν ἀγαθὴν ἀγγελίαν, ὅτι ἀφήκατε ἀλλήλοις τὰς μέμψεις. Ἐκεῖνο γὰρ εἰδέναι βούλομαι τὴν σύνεσιν ὑμῶν, ὅτι ἐκεῖνος μέγας παρὰ Θεῷ, ὁ ταπεινοφρόνως ὑποκατακλιθεὶς τῷ πλησίον καὶ ἀνεπαισχύντως ἐφʼ ἑαυτὸν ἀναδεξάμενος τὰ ἐγκλήματα, κἂν μὴ ἀληθῆ ᾖ, ὑπὲρ τοῦ τὸ μέγα ὄφελος τὴν εἰρήνην χαρίσασθαι τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ. γενέσθω οὖν ἐν ὑμῖν ἅμιλλα ἀγαθή, τίς πρῶτος καταξιθωῇ υἱὸς Θεοῦ κληθῆναι, διὰ τῆς εἰρηνοποιίας ἑαυτῷ τὸ ἀξίωμα τοῦτο περιποιησάμενος. ἐπέστειλε δὲ καὶ ὁ θεοφιλέστατος ἐπίσκοπος ὑμῖν τὰ πρέποντα, καὶ ἐπιστελεῖ πάλιν τὰ ἐπιβάλλοντα αὐτῷ. πλὴν ἀλλὰ καὶ ἡμεῖς. διὰ τὸ ἔτι συγκεχωρῆσθαι ἐγγύτεροι ὑμῶν εἶναι, ἀμελεῖν τῶν καθʼ ὑμᾶς οὐ δυνάμεθα. ὅθεν καὶ παραγενομένου τοῦ εὐλαβεστάτου ἀδελφοῦ Θεοδώρου τοῦ ὑποδιακόνου, καὶ εἰπόντος τὴν ἐκκλησίαν ἐν λύπῃ εἶναι καὶ ταραχῇ, σφοδρῶς συντριβέντες καὶ βαθείᾳ ὀδύνῃ τὴν καρδίαν πληγέντες, ἡσυχάσαι οὐκ ἠνειχόμεθα· ἀλλὰ παρεκαλέσαμεν ὑμᾶς, πᾶσαν δικαιολογίαν τὴν πρὸς ἀλλήλους ῥίψαντας, καταπράξασθαι τὴν εἰρήνην, ἵνα μήτε ἡδονὴν τοῖς ἐναντίοις παράσχησθε, μήτε τὸ καύχημα τῆς Ἐκκλησίας προδῶτε, ὃ νῦν εἰς πᾶσαν τὴν οἰκουμένην διαβεβόηται, ὅτι οἱ πάντες, ὡς ὑπὸ μιᾶς ψυχῆς καὶ καρδίας οἰκονομούμενοι, ἐν ἑνὶ σώματι οὕτω διάγετε. πάντα τὸν λαὸν τοῦ Θεοῦ, τούς τε ἐν ἀξιώμασι καὶ δυναστείαις πολιτικαῖς καὶ τοῦ παντὸς κλήρου τὸ πλήρωμα διὰ τῆς ὑμετέρας εὐλαβείας κατασπαζόμεθα, καὶ παρακαλοῦμεν ὁμοίους ἑαυτοῖς διαμεῖναι. οὐδεμίαν γὰρ προσθήκην ἐπιζητοῦμεν, διὰ τὸ πᾶσαν ὑπερβολὴν προλαβόντας αὐτοὺς διὰ τῆς τῶν ἀγαθῶν ἔργων ἐπιδείξεως ἀποκλεῖσαι.
Μεγάλην ὁ Κύριος ἔδωκε παραμυθίαν τοῖς ἀπολιμπανομένοις τῆς κατʼ ὀφθαλμοὺς συντυχίας, τὴν διὰ τοῦ γράμματος ὁμιλίαν, ἐξ ἧς ἔστι μανθάνειν οὐ τὸν σωματικὸν χαρακτῆρα, ἀλλʼ αὐτῆς τῆς ψυχῆς τὴν διάθεσιν. ὅθεν καὶ νῦν δεξάμενοι τὰ γράμματα τῆς εὐλαβείας ὑμῶν, ὁμοῦ τε ἐγνωρίσαμεν ὑμᾶς, καὶ τὴν περὶ ὑμᾶς ἀγάπην ταῖς καρδίαις ἡμῶν ἀνελάβομεν, οὐ δεηθέντες χρόνου μακροῦ συνήθειαν ἐμποιοῦντος ἡμῖν. ἐξ αὐτῆς γὰρ τῆς ἐναποκειμένης τοῖς γράμμασι διανοίας εἰς τὸ φίλτρον τοῦ κάλλους τῆς ψυχῆς ὑμῶν ἐξεκαύθημεν. καὶ γὰρ πρὸς τοῖς ἐπεσταλμένοις, τοιούτοις οὖσιν, ἔτι καὶ ἡ τῶν μεσιτευόντων ἀδελφῶν ἐπιτηδειότης ἐναργέστερον ἡμῖν ἐδείκνυ τὰ καθʼ ὑμᾶς. ὁ γὰρ ποθεινότατος καὶ εὐλαβέστατος συμπρεσβύτερος ἡμῶν Ἀκάκιος, πλείονα τῶν ἐπεσταλμένων διηγούμενος, καὶ ὑπʼ ὄψιν ἄγων τὴν καθημερινὴν ὑμῶν ἄθλησιν καὶ τὴν εὔτονον ὑπὲρ τῆς εὐσεβείας ἔνστασιν, τοσοῦτον ἡμῖν ἐνεποίησε τὸ θαῦμα, καὶ τοσοῦτον ἤγειρε τὸν πόθον τῆς ἀπολαύσεως τῶν ἐν ὑμῖν καλῶν, ὥστε προσεύχεσθαι ἡμᾶς τῷ Κυρίῳ γενέσθαι ποτὲ καιρὸν καὶ διὰ τῆς οἰκείας πείρας γνωρίσαι τὰ καθʼ ὑμᾶς. καὶ γὰρ ἀπήγγειλεν ἡμῖν οὐ μόνον ὑμῶν τῶν τὴν λειτουργίαν τοῦ θυσιαστηρίου πεπιστευμένων τὴν ἀκρίβειαν, ἀλλὰ καὶ τοῦ δήμου παντὸς τὴν συμφωνίαν, καὶ τῶν καθηγουμένων τῆς πόλεως καὶ προπολιτευομένων αὐτῆς τὸ μεγαλοφυὲς τῶν τρόπων, καὶ τὸ γνήσιον τῆς περὶ Θεὸν διαθέσεως, ὥστε μακαρίσαι ἡμᾶς τὴν ἐκ τῶν τοιούτων συμπληρουμένην ἐκκλησίαν, καὶ εὔχεσθαι νῦν πλέον δοθῆναι ὑμῖν τὴν πνευματικὴν γαλήνην, ἵνα ἃ νῦν ἐν τῷ καιρῷ τῆς ἀθλήσεως ἐπεδείξασθε, τούτων ἐκ τῷ τῆς ἀνέσεως χρόνῳ κομίσησθε τὴν ἀπόλαυσιν. πέφυκε γάρ πως τὰ δυσχερῆ κατὰ τὴν πεῖραν ἡδονὴν φέρειν τοῖς ὑπομιμνησκομένοις. τὸ δὲ νῦν ἔχον παρακαλοῦμεν ὑμᾶς μὴ ἐκκακεῖν, μηδὲ ἀπαγορεύειν πρὸς τὴν συνέχειαν τῶν κακώσεων. ἐγγὺς γὰρ οἱ στέφανοι, καὶ ἐγγὺς ἡ ἀντίληψις τοῦ Κυρίου. μὴ ἐκχέητε τὰ προπεπονημένα ὑμῖν· μὴ ἀχρειώσητε τὸν κόπον τὸν διὰ πάσης τῆς οἰκουμένης βεβοημένον. ὀλιγοχρόνιοι τῶν ἀνθρωπίνων πραγμάτων αἱ καταστάσεις· Πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου. ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος ἐξέπεσε· τὸ δὲ ῥῆμα Κυρίου μένει εἰς τὸν αἰῶνα. Τῆς διαμενούσης ἐντολῆς ἀντεχόμενοι, τῆς παρερχομένης φαντασίας καταφρονήσωμεν. πολλὰς Ἐκκλησίας ἀνώρθωσε τὸ καθʼ ὑμᾶς ὑπόδειγμα. πολύν, κατὰ τὸ λανθάνον, ἑαυτοῖς συνηγάγετε τὸν μισθόν, δι’ ὧν τοὺς ἀπειροτέρους εἰς τὸν ὅμοιον ζῆλον προσεκαλέσασθε. πλούσιος ὁ μισθαποδότης, δυνάμενος ὑμῖν ἄξια χαρίσασθαι τῶν ἀγώνων τά ἔπαθλα.
Ἔγνωμεν ὑμᾶς προλαβόντες, ποθεινότατοι, ἐκ τῆς ἐκβεβοημένης ὑμῶν εὐλαβείας καὶ τοῦ στεφάνου τῆς κατὰ Χριστὸν ὁμολογίας. καὶ ἴσως ἄν τις ὑμῶν φαίη· Καὶ τίς ὁ εἰς τὴν μακρὰν ταῦτα διαπορθμεύσας; Κύριος αὐτός, ὃς τοὺς εὐσεβοῦντας εἰς αὐτὸν τρόπῳ λύχνου τιθεὶς ἐπὶ τὴν λυχνίαν, φαίνειν ποιεῖ καθʼ ὅλης τῆς οἰκουμένης. ἢ οὐχὶ τοὺς ἀριστέας τῶν ἀγωνιστῶν ἀνακηρύττειν εἴωθε τὸ τῆς νίκης βραβεῖον, καὶ τοὺς μηχανικοὺς ἡ τοῦ ἔργου ἐπίνοια; εἰ δὲ ἐπὶ τούτοις καὶ τοῖς τοιούτοις ἄληστος ἡ μνήμη διαμένει, τοὺς κατὰ Χριστὸν εὐσεβοῦντας, περὶ ὧν αὐτός φησιν ὁ Κύριος· Τοὺς δοξάζοντάς με δοξάσω, πῶς οὐχὶ γνωρίμους καὶ διαφανεῖς τοῖς πᾶσι καταστήσει, ταῖς ἀκτῖσι τοῦ ἡλίου συνεφαπτῶν τῆς ἐξαστραπτούσης αὐτῶν λαμπηδόνος τὸ φαιδρόν; Μείζονα δὲ αὖθις ἡμῖν τὸν περὶ ὑμᾶς πόθον ἐνεθήκατε γραμμάτων ἡμᾶς ἀξιώσαντες, καὶ γραμμάτων τοιούτων, ἐν οἷς πρὸς τοῖς προλαβοῦσιν ὑπὲρ τῆς εὐσεβείας παλαίσμασι πλουσίαν καὶ ἀκμαιοτέραν τὴν ὑπὲρ τῆς ἀληθοῦς πίστεως καρτεροψυχίαν ἐπεδαψιλεύσασθε. ἐφʼ οἷς συνηδόμεθα ὑμῖν, καὶ συνευχόμεθα, ὅπως ὁ τῶν ὅλων Θεός, οὗ ὁ ἀγών, καὶ οὗ τὸ σκάμμα, καὶ δι’ οὗ οἱ στέφανοι, προθυμίαν ἐμποιήσῃ, ῥῶσιν ψυχῆς παράσχῃ, καὶ εἰς τελείαν εὐδοκίμησιν τὴν παρʼ αὐτῷ τὸ ἔργον ὑμῶν ἀγάγῃ.
Τὸ γράμμα τῆς εὐλαβείας ὑμῶν τοιοῦτον γέγονεν ἡμῖν ἐν καιρῷ θλίψεως ἐπιφανέν, ὁποῖον γίνεται πολλάκις ἀγωνισταῖς ἵπποις, ἐν μεσημβρίᾳ σταθερᾷ λάβρῳ τῷ ἄσθματι κόνιν σπωμένοις ἐν μέσῳ τῷ σταδίῳ, ὕδωρ τοῖς στόμασι προσχυθέν. ἀνεπνεύσαμεν γὰρ ἐκ τῆς συνεχείας τῶν πειρασμῶν, καὶ ὁμοῦ τε τοῖς ῥήμασιν ὑμῶν ἐπερρώσθημεν, καὶ τῇ μνήμῃ τῶν καθʼ ὑμᾶς ἀγωνισμάτων εὐτονώτεροι γεγόναμεν πρὸς τὸ ἀνενδότως ὑπενεγκεῖν τὸν προκείμενον ἡμῖν ἀγῶνα. ὁ γὰρ ἐμπρησμός, ὁ τὰ πολλὰ τῆς Ἀνατολῆς ἐπινειμάμενος ὑφέρπει ἤδη καὶ τὴν ἡμετέραν, καὶ τὰ κύκλῳ πάντα περιφλέξας ἅπτεσθαι φιλονεικεῖ καὶ τῶν ἐν Καππαδοκίᾳ ἐκκλησιῶν, ἃς τέως ἐκίνει πρὸς δάκρυον ὁ ἐκ γειτόνων καπνός. ἅπτεσθαι δʼ οὖν λοιπὸν καὶ ἡμῶν ἐπείγεται, ὃν ὁ Κύριος ἀποστρέψειε τῷ πνεύματι τοῦ στόματος αὐτοῦ, καὶ διακόψειε τὴν φλόγα τοῦ πονηροῦ τούτου πυρός. τίς γὰρ οὕτω δειλὸς καὶ ἄνανδρος, ἢ πρὸς πόνους ἀθλητικοὺς ἀμελέτητος, ὡς μὴ τοῖς ὑμετέροις ὑποφωνήμασιν ἐπιρρωσθῆναι πρὸς τὸν ἀγῶνα, καὶ εὔχεσθαι μεθʼ ὑμῶν στεφανίτης ἀναρρηθῆναι; προλαβόντες γὰρ ἐναπεδύσασθε τῷ τῆς εὐσεβείας σταδίῳ, καὶ πολλὰς μὲν ἀπεκρούσασθε πείρας αἱρετικῶν παλαισμάτων, πολὺν δὲ τὸν καύσωνα τῶν πειρασμῶν ὑπηνέγκατε, οἵ τε κορυφαῖοι τῆς ἐκκλησίας ὑμεῖς, οἷς ἡ θεραπεία τοῦ θυσιαστηρίου πεπίστευται, καὶ οἱ καθʼ ἕνα τοῦ λαοῦ, καὶ οἱ δυνατώτεροι. τοῦτο γὰρ καὶ μάλιστα θαυμαστὸν ὑμῶν καὶ πάσης ἀποδοχῆς ἄξιον, ὅτι πάντες εἷς ἐστε ἐν Κυρίῳ, οἱ μὲν καθηγούμενοι πρὸς τὸ ἀγαθόν, οἱ δὲ ἐφεπόμενοι μετὰ συμπνοίας. διὸ καὶ κρείττους ἐστὲ τῆς τῶν ἀντιπάλων ἐπιχειρήσεως, οὐδεμίαν παρέχοντες ἀπʼ οὐδενὸς μέλους λαβὴν τοῖς ἀνταγωνιζομένοις. Τούτου χάριν εὐχόμεθα νυκτὸς καὶ ἡμέρας τῷ Βασιλεῖ τῶν Αἰώνων φυλάξαι μὲν τὸν λαὸν ἐν τῇ ὁλοκληρίᾳ τῆς πίστεως, φυλάξαι δὲ αὐτῷ τὸν κλῆρον, ὥσπερ κεφαλὴν ἀκέραιον ἐπὶ τοῦ ὕψους κειμένην, καὶ τὴν ἀφʼ ἑαυτῆς προμήθειαν τοῖς ὑποκειμένοις τοῦ σώματος μέλεσι παρεχομένην. ὀφθαλμῶν γὰρ τὰ καθʼ ἑαυτοὺς ἐνεργούντων, ἔντεχνοι μὲν τῶν χειρῶν αἱ ἐργασίαι, ἀπρόσκοποι δὲ τῶν ποδῶν αἱ κινήσεις, οὐδὲν δὲ μέρος τοῦ σώματος τῆς προσηκούσης προνοίας ἀποστερεῖται. ὥστε παρακαλοῦμεν ὑμᾶς, ὃ ποεῖτε καὶ ποιήσετε, ἀντέχεσθαι ἀλλήλων, καὶ ὑμᾶς μὲν τοὺς τὴν τῶν ψυχῶν ἐπιμέλειαν πεπιστευμένους συνέχειν τοὺς καθʼ ἕκαστον, καὶ θάλπειν ὡς τέκνα ἀγαπητά, τὸν δὲ λαὸν τὴν πατράσιν ὀφειλομένην αἰδὼ καὶ τιμὴν ὑμῖν ἀποσώζειν, ἵνα ἐν τῇ εὐσχημοσύνῃ τῆς ἐκκλησίας σώζηται μὲν ὑμῶν ἡ ἰσχύς, καὶ τὸ στερέωμα τῆς εἰς Χριστὸν πίστεως, δοξάζηται δὲ τὸ ὄνομα τοῦ Θεοῦ, πλεονάζῃ δὲ καὶ πληθύνῃ τὸ τῆς ἀγάπης καλόν. ἀκούοντες δὲ ἡμεῖς εὐφραινώμεθα ἐπὶ τῇ προκοπῇ ὑμῶν τῇ κατὰ Θεόν· καὶ εἰ μὲν ἔτι διὰ σαρκὸς ἐπιδημεῖν τῷ κόσμῳ τούτῳ κελευόμεθα, καὶ ἴδοιμέν ποτε ὑμᾶς ἐν τῇ εἰρήνῃ τοῦ Θεοῦ· ἐὰν δὲ κελευσθῶμεν λοιπὸν ἀπᾶραι τῆς ζωῆς ταύτης, ἴδωμεν ὑμᾶς ἐν τῇ λαμπρότητι τῶν ἁγίων, μετὰ τῶν δι’ ὑπομονῆς καὶ πάσης ἐπιδείξεως ἀγαθῶν ἔργων εὐδοκιμούντων στεφανωθέντας.
Καιρός, φησί, τοῦ σιγᾷν, καὶ καιρὸς τοῦ λαλεῖν, ὁ τοῦ Ἐκκλησιαστοῦ λόγος. οὐκοῦν καὶ νῦν, ἐπειδὴ αὐτάρκης ὁ τῆς σιωπῆς ἐγένετο χρόνος, εὔκαιρον λοιπὸν ἀνοῖξαι τὸ στόμα εἰς φανέρωσιν τῆς ἀληθείας τῶν ἀγνοουμένων. ἐπεὶ καὶ ὁ μέγας Ἰὼβ πολὺν μὲν χρόνον σιωπῇ τὰς συμφορὰς ἤνεγκεν, αὐτῷ τούτῳ τὴν ἀνδρείαν ἐπιδεικνύμενος, τῷ ἐγκαρτερεῖν τοῖς δυσφορωτάτοις πάθεσιν, ὅτε δὲ ἱκανῶς ἐν τῇ σιωπῇ διήθλησε, καὶ διέμεινεν ἐν τῷ βάθει τῆς καρδίας ἀποστέγων τὴν ἀλγηδόνα, τότε ἀνοίξας τὸ στόμα ἀπεφθέγξατο ἐκεῖνα ἃ πάντες ἴσασι. καὶ ἡμῖν τοίνυν τρίτον τοῦτο ἔτος τῆς σιωπῆς ζηλωτὸν ἐγένετο τοῦ προφήτου τὸ καύχημα λέγοντος· Ἐγενόμην ὡσεὶ ἄνθρωπος οὐκ ἀκούων, καὶ οὐκ ἔχων ἐν τῷ στόματι αὐτοῦ ἐλεγμούς. διὸ ἐναπεκλείσαμεν τῷ βάθει τῆς καρδίας ἡμῶν τὴν ἐκ τῆς συκοφαντίας ἡμῖν ἐγγινομένην ὀδύνην. τῷ ὄντι γὰρ συκοφαντία ἄνδρα ταπεινοῖ, καὶ συκοφαντία περιφέρει πτωχόν. εἰ οὖν τοσοῦτον τὸ ἐκ τῆς συκοφαντίας κακόν, ὥστε καὶ τὸν τέλειον ἤδη (τοῦτο γὰρ διὰ τῆς προσηγορίας τοῦ ἀνδρὸς ὁ λόγος αἰνίσσεται) κατάγειν ἀπὸ τοῦ ὕψους καὶ τὸν πτωχόν, τουτέστι τὸν ἐνδεῶς ἔχοντα τῶν μεγάλων δογμάτων (καθὼς καὶ τῷ προφήτῃ δοκεῖ λέγοντι· Ἴσως πτωχοί εἰσι· διὰ τοῦτο οὐκ ἀκούσονται. πορεύσομαι πρὸς τοὺς ἁδρούς· πτωχοὺς τοὺς περὶ τὴν σύνεσιν ἐνδεεῖς λέγων· καὶ ἐνταῦθα, δηλονότι, τοὺς οὔπω κατηρτισμένους τὸν ἔσω ἄνθρωπον, οὐδὲ εἰς τὸ τέλειον ἐφθαρκότας τῆς ἡλικίας μέτρον, τούτους περιφέρεσθαι καὶ σαλεύεσθαι ἡ παροιμία φησίν)· ἀλλʼ ὅμως ᾤμην χρῆναι σιωπῇ φέρειν τὰ λυπηρά, ἐκδεχόμενός τινα δι’ αὐτῶν τῶν ἔργων ἐπανόρθωσιν. οὐδὲ γὰρ κακίᾳ τινί, ἀλλʼ ἀγνοίᾳ τῆς ἀληθείας ἡγούμην ἐκεῖνα καθʼ ἡμῶν εἰρῆσθαι. Ἐπειδὴ δὲ ὁρῶ τῷ χρόνῳ συμπροϊοῦσαν τὴν ἔχθραν, καὶ μὴ μεταμελομένους ἐπὶ τοῖς ἐξ ἀρχῆς λαληθεῖσι, μηδʼ ὅπως τὰ παρελθόντα ἐξιάσοιντο ποιουμένους τινὰ φροντίδα, ἀλλʼ ἐπεξεργαζομένους, καὶ πρὸς τὸν ἐξ ἀρχῆς σκοπὸν συντεταγμένους, ὃν ἐνεστήσαντο, κακῶσαι ἡμῶν τὴν ζωὴν καὶ χρᾶναι τὴν ὑπόληψιν παρὰ τοῖς ἀδελφοῖς μηχανώμενοι, οὐκέτι μοι τὸ τῆς σιωπῆς ἀσφαλὲς καταφαίνεται. ἀλλʼ εἰσῆλθέ με τὸ τοῦ Ἡσαΐου λέγοντος· Ἐσιώπησα, μὴ καὶ ἀεὶ σιωπήσομαι καὶ ἀνέξομαι; Ἐκαρτέρησα ὡς ἡ τίκτουσα. γένοιτο δὲ καὶ ἡμᾶς καὶ τὸν ἐπὶ τῇ σιωπῇ μισθὸν δέξασθαι, καὶ λαβεῖν τινα ἐπὶ τοῖς ἐλέγχοις δύναμιν, ὥστε ἐλέγξαντας ἡμᾶς ξηρᾶναι τὸν πικρὸν τοῦτον τῆς καθʼ ἡμῶν ῥυείσης ψευδολογίας χείμαρρον, ὥστε ἂν εἰπεῖν καὶ ἡμᾶς· ὅτι Χείμαρρον διῆλθεν ἡ ψυχὴ ἡμῶν· καὶ τό, Εἰ μὴ Κύριος ἦν ἐν ἡμῖν, ἐν τῷ ἐπαναστῆναι ἀνθρώπους ἐφʼ ἡμᾶς, ἄρα ζῶντας ἂν κατέπιον ἡμᾶς, ἄρα τὸ ὕδωρ ἂν κατεπόντισεν ἡμᾶς. Ἐγὼ πολὺν χρόνον προσαναλώσας τῇ ματαιότητι, καὶ πᾶσαν σχεδὸν τὴν ἐμαυτοῦ νεότητα ἐναφανίσας τῇ ματαιοπονίᾳ, ἣν εἶχον προσδιατρίβων τῇ ἀναλήψει τῶν μαθημάτων τῆς παρὰ τοῦ Θεοῦ μωρανθείσης σοφίας, ἐπειδή ποτε, ὥσπερ ἐξ ὕπνου βαθέος διαναστὰς ἀπέβλεψα μὲν πρὸς τὸ θαυμαστὸν φῶς τῆς ἀληθείας τοῦ εὐαγγελίου, κατεῖδον δὲ τὸ ἄχρηστον τῆς σοφίας τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων, πολλὰ τὴν ἐλεεινήν μου ζωὴν ἀποκλαύσας, ηὐχόμην δοθῆναί μοι χειραγωγίαν πρὸς τὴν εἰσαγωγὴν τῶν δογμάτων τῆς εὐσεβείας. καὶ πρό γε πάντων ἐπιμελὲς ἦν μοι διόρθωσίν τινα τοῦ ἤθους ποιήσασθαι, πολὺν χρόνον ἐκ τῆς πρὸς τοὺς φαύλους ὁμιλίας διαστραφέντος. καὶ τοίνυν ἀναγνοὺς τὸ Εὐαγγέλιον, καὶ θεασάμενος ἐκεῖ μεγίστην ἀφορμὴν εἰς τελείωσιν τὴν διάπρασιν τῶν ὑπαρχόντων, καὶ τὴν πρὸς τοὺς ἐνδεεῖς τῶν ἀδελφῶν κοινωνίαν, καὶ ὅλως τὸ ἀφροντίστως ἔχειν τοῦ βίου τούτου, καὶ ὑπὸ μηδεμιᾶς συμπαθείας πρὸς τὰ ὧδε τὴν ψυχὴν ἐπιστρέφεσθαι, ηὐχόμην εὑρεῖν τινα τῶν ἀδελφῶν ταύτην ἑλόμενον τὴν ὁδὸν τοῦ βίου, ὥστε αὐτῷ συνδιαπεραιωθῆναι τὸν βραχὺν τοῦτον τοῦ βίου κλύδωνα. Καὶ δὴ πολλοὺς μὲν εὗρον κατὰ τὴν Ἀλεξάνδρειαν, πολλοὺς δὲ κατὰ τὴν λοιπὴν Αἴγυπτον, καὶ ἐπὶ τῆς Παλαιστίνης ἑτέρους, καὶ τῆς κοίλης Συρίας καὶ τῆς Μεσοποταμίας· ὧν ἐθαύμαζον μὲν τὸ περὶ δίαιταν ἐγκρατές, ἐθαύμαζον δὲ τὸ καρτερικὸν ἐν πόνοις, ἐξεπλάγην τὴν ἐν προσευχαῖς εὐτονίαν, ὅπως ὕπνου κατεκράτουν, ὑπʼ οὐδεμιᾶς φυσικῆς ἀνάγκης κατακαμπτόμενοι, ὑψηλὸν ἀεὶ καὶ ἀδούλωτον τῆς ψυχῆς τὸ φρόνημα διασώζοντες, ἐν λιμῷ καὶ δίψει, ἐν ψύχει καὶ γυμνότητι, μὴ ἐπιστρεφόμενοι πρὸς τὸ σῶμα, μηδὲ καταδεχόμενοι αὐτῷ προσαναλῶσαί τινα φροντίδα, ἀλλʼ ὡς ἐν ἀλλοτρίᾳ τῇ σαρκὶ διάγοντες, ἔργῳ ἐδείκνυσαν, τί τὸ παροικεῖν τοῖς ὧδε, καὶ τί τὸ πολίτευμα ἔχειν ἐν οὐρανῷ. ἐκεῖνα θαυμάσας, καὶ μακαρίσας τῶν ἀνδρῶν τὴν ζωήν, ὅτι ἔργῳ δεικνύουσι τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες, ηὐχόμην καὶ αὐτός, καθόσον ἐμοὶ ἐφικτόν, ζηλωτὴς εἶναι τῶν ἀνδρῶν ἐκείνων. Τούτου γοῦν ἕνεκεν θεασάμενός τινας ἐπὶ τῆς πατρίδος ξηλοῦν τὰ ἐκείνων ἐπιχειροῦντας, ἐνόμισά τινα βοήθειαν εὑρηκέναι πρὸς τὴν ἐμαυτοῦ σωτηρίαν, καὶ ἀπόδειξιν ἐποιούμην τῶν ἀφανῶν τὰ ὁρώμενα. ἐπεὶ οὖν ἄδηλα ἑκάστου ἡμῶν τὰ ἐν τῷ κρυπτῷ, ἡγούμην αὐτάρκη μηνύματα εἶναι τῆς ταπεινοφροσύνης τὸ ταπεινὸν τοῦ ἐνδύματος, καὶ ἤρκει μοι πρὸς πληροφορίαν τὸ παχὺ ἱμάτιον, καὶ ἡ ζώνη, καὶ τῆς ἀδεψήτου βύρσης τὰ ὑποδήματα. καὶ πολλῶν ἀπαγόντων με τῆς πρὸς αὐτοὺς συνηθείας, οὐκ ἠνειχόμην, ὁρῶν αὐτοὺς τοῦ ἀπολαυστικοῦ βίου τὸν καρτερικὸν προτιμῶντας· καὶ διὰ τὸ παρηλλαγμένον τῆς πολιτείας ζηλοτύπως εἶχον πρὸς αὐτούς. ὅθεν οὐδὲ τὰς περὶ τῶν δογμάτων διαβολὰς προσιέμην, καίτοι πολλῶν διαβεβαιουμένων μὴ ὀρθὰς ἔχειν περὶ Θεοῦ τὰς ὑπολήψεις, ἀλλὰ τῷ προστάτῃ τῆς νῦν αἱρέσεως μαθητευθέντας, τὰ ἐκείνου λάθρα κατασπείρειν διδάγματα· ὧν ἐπειδὴ οὐδέποτε αὐτήκοος ἐγενόμην, συκοφάντας ἡγούμην τοὺς ἀπαγγέλλοντας. ἐπεὶ δὲ λοιπὸν ἐκλήθημεν εἰς τὴν προστασίαν τῆς ἐκκλησίας, τοὺς μὲν παραδοθέντας ἡμῖν φύλακας καὶ σκοπευτὰς τοῦ βίου ἐν προσποιήσει δὴ βοηθείας καὶ κοινωνίας ἀγαπητικῆς σιωπῶ, ἵνα μὴ δόξω ἢ ἄπιστα λέγων ἐμαυτὸν διαβάλλειν, ἢ πιστευόμενος μισανθρωπίας ἀφορμὴν τοῖς πιστεύουσιν ἐμποιεῖν. ὃ καὶ ἐμοὶ μικροῦ συνέβη, εἰ μή με ταχὺ προκατελάβοντο οἱ οἰκτιρμοὶ τοῦ Θεοῦ. μικροῦ γὰρ εἰς τὴν κατὰ πάντων ἐξέπεσον ὑποψίαν, οὐδὲν ἡγούμενος εἶναι παρʼ οὐδενὶ πιστόν, ἐκ τῶν δολερῶν τραυμάτων τὴν ψυχὴν πεπληγμένος. ἀλλʼ ὅμως ἐδόκει τέως εἶναί τι ἡμῖν σχῆμα τῆς πρὸς αὐτοὺς συνηθείας. καὶ προσβολαὶ μὲν ἐγένοντο ἡμῖν περὶ δογμάτων καὶ ἅπαξ καὶ δίς· καὶ ἐδόξαμεν μὴ διακρίνεσθαι συμφωνήσαντες. ὡς δὲ ηὕρισκον μὲν ἡμᾶς τὰς αὐτὰς ἀφιέντας φωνὰς περὶ τῆς εἰς Θεὸν πίστεως, ἃς παρὰ πάντα τὸν χρόνον ἤκουσαν παρʼ ἡμῶν. εἰ γὰρ καὶ τἄλλα ἡμῶν στεναγμῶν ἄξια, ἀλλʼ οὖν ἕν γε τοῦτο τολμῶ καυχᾶσθαι ἐν Κυρίῳ, ὅτι οὐδέποτε πεπλανημένας ἔσχον τὰς περὶ Θεοῦ ὑπολήψεις, ἢ ἑτέρως φρονῶν μετέμαθον ὕστερον. ἀλλʼ ἣν ἐκ παιδὸς ἔλαβον ἔννοιαν περὶ Θεοῦ παρὰ τῆς μακαρίας μητρός μου καὶ τῆς μάμμης Μακρίνης, ταύτην αὐξηθεῖσαν ἔσχον ἐν ἐμαυτῷ· οὐ γὰρ ἄλλα ἐξ ἄλλων μετέλαβον ἐν τῇ τοῦ λόγου συμπληρώσει, ἀλλὰ τὰς παραδοθείσας μοι παρʼ αὐτῶν ἀρχὰς ἐτελείωσα. ὥσπερ γὰρ τὸ σπέρμα αὐξανόμενον, μεῖζον μὲν ἀπὸ μικροῦ γίνεται ταὐτὸν δέ ἐστιν ἐν ἑαυτῷ, οὐ κατὰ γένος μεταβαλλόμενον, ἀλλὰ κατʼ αὔξησιν τελειούμενον, οὕτω λογίζομαι καὶ ἐμοὶ τὸν αὐτὸν λόγον διὰ τῆς προκοπῆς ηὐξῆσθαι, οὐχὶ δὲ ἀντὶ τοῦ ἐξ ἀρχῆς ὄντος τὸν νῦν ὑπάρχοντα γεγενῆσθαι. ὥστε ἐρευνάτωσαν μὲν τὸ ἑαυτῶν συνειδός, ἐνθυμείσθωσαν δὲ τὸ τοῦ Χριστοῦ δικαστήριον, εἴ ποτε ἄλλο τι ἤκουσαν παρʼ ἡμῶν, παρʼ ὃ νῦν λέγομεν, οἱ νῦν ἡμᾶς διαθρυλλήσαντες ἐπὶ κακοδοξίᾳ, καὶ ταῖς στηλιτευτικαῖς ἐπιστολαῖς, ἃς συνέγραψαν καθʼ ἡμῶν, πᾶσαν περικτυπήσαντες ἀκοήν. ὅθεν καὶ ἡμεῖς πρὸς τὴν ἀνάγκην ἤλθομεν τῆς ἀπολογίας ταύτης. Ἐγκαλούμεθα γὰρ τὴν εἰς Θεὸν βλασφημίαν, οὔτε ἀπὸ συγγραφῆς, ἣν αὐτοὶ προκατεβαλόμεθα περὶ πίστεως, ἐλεγχθῆναι δυνάμενοι, οὔτε ἀπὸ ῥημάτων, ὅσα ἀγράφως ἀπὸ στόματος ἀεὶ ἐν τῷ φανερῷ ταῖς ἐκκλησίαις τοῦ Θεοῦ διελέχθημεν. ἀλλʼ οὐδὲ μάρτυς εὑρέθη ὁ λέγων παρʼ ἡμῶν ἀκηκοέναι τι τῶν ἀσεβῶν ἐν παραβύστῳ φθεγξαμένων. πόθεν οὖν κρινόμεθα, εἰ μήτε συγγράφομεν ἀσεβῶς, μήτε δημηγοροῦμεν ἐπιβλαβῶς, μήτε ἐν ταῖς κατʼ οἶκον ὁμιλίαις τοὺς ἐντυγχάνοντας διαστρέφομεν; ὢ τοῦ καινοῦ δράματοσϲ ὁ δεῖνα, φησίν, ἐπὶ τῆς Συρίας ἔγραψέ τινα ὡς οὐκ εὐσεβῶς· σὺ δὲ ἐπέστειλας αὐτῷ πρὸ εἴκοσιν ἐτῶν καὶ πλειόνων. κοινωνὸς ἄρα σὺ τοῦ ἀνθρώπου, καὶ τὰ ἐκείνου κατηγορήματα καὶ σὰ γινέσθω. ἀλλʼ, ὦ φίλε τῆς ἀληθείας ἄνθρωπε, ὁ τὸ ψεῦδος γέννημα εἶναι τοῦ διαβόλου δεδιδαγμένος, πῶς ἐπείσθης ἐμὴν εἶναι τὴν ἐπιστολὴν ἐκείνην; οὐ γὰρ ἀπέστειλας, οὐδʼ ἠρώτησας, οὐδὲ παρʼ ἐμοῦ, τοῦ δυναμένου σοι τἀληθὲς εἰπεῖν, ἐδιδάχθης. εἰ δὲ καὶ ἐμὸν τὸ γράμμα, πόθεν δῆλον ὅτι τοῦτο τὸ νῦν σοι ἐμπεσὸν σύνταγμα σύγχρονον τοῖς ἐμοῖς γράμμασι; τίς σοι ὁ εἰπών, ὅτι εἴκοσίν ἐστιν ἐτῶν ἡ συγγραφὴ αὐτή; πόθεν δὲ δῆλον ὅτι ἐκείνου ἐστὶ τοῦ ἀνθρώπου τὸ σύνταγμα, πρὸς ὃν καὶ ἡ παρʼ ἐμοῦ ἐπιστολὴ διεπέμφθη; εἰ δὲ κἀκεῖνος ὁ συγγραφεύς, κἀγὼ ἐκείνῳ ἐπέστειλα, καὶ χρόνος εἷς τῶν τʼ ἐμῶν γραμμάτων καὶ τοῦ συγγράμματος, ὅτι παρεδεξάμην αὐτὸ τῇ διανοίᾳ καὶ ἔχω ἐν ἐμαυτῷ ἐκεῖνο τὸ φρόνημα, τίς ἡ ἀπόδειξις; Ἐρώτησον σεαυτόν· ποσάκις ἡμᾶς ἐπεσκέψω ἐπὶ τῆς μονῆς τῆς ἐπὶ τῷ Ἴριδι ποταμῷ, ὅτε δὲ συμπαρῆν μοι ὁ θεοφιλέστατος ἀδελφὸς Γρηγόριος, τὸν αὐτόν μοι τοῦ βίου σκοπὸν διανύων; εἰ ἤκουσάς τι τοιοῦτον; ἢ ἔλαβες ἔμφασιν μικρὰν ἢ μείζονα; πόσας δὲ ἡμέρας ἐπὶ τῆς ἀντιπέραν κώμης, παρὰ τῇ μητρί μου, ἔνθα ὡς φίλοι μετʼ ἀλλήλων διάγοντες, καὶ ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ λόγων κινουμένων ἡμῖν; εἰ εὑρέθημέν τι συγγενὲς ἔχοντες ἐν τῇ διανοίᾳ; ὅτε δὲ τὸν μακάριον Σιλουανὸν κατὰ ταὐτὸν ἐπεσκεπτόμεθα, οὐχ ἡ ὁδὸς ἡμῖν τοὺς περὶ τούτων εἶχε λόγους; ἐπὶ δὲ τῆς Εὐσινόης, ὅτε μετὰ πλειόνων ἐπισκόπων μέλλοντες ὁρμᾷν ἐπὶ Λάμψακον, προσεκαλέσασθέ με, οὐ περὶ πίστεως ἦσαν οἱ λόγοι; οὐχὶ δὲ πάντα τὸν χρόνον οἱ σοὶ ταχυγράφοι παρῆσαν ἐμοὶ ὑπαγορεύοντι τὰ πρὸς τὴν αἵρεσιν; οὐ τῶν σῶν μαθητῶν οἱ γνησιώτατοι πάντα μοι τὸν χρόνον παρῆσαν; οὐ τὰς ἀδελφότητας ἐπισκεπτόμενος, καὶ συνδιανυκτερεύων αὐταῖς ἐν ταῖς προσευχαῖς, λέγων καὶ ἀκούων ἀεὶ τὰ περὶ Θεοῦ ἀφιλονείκως, οὐκ ἀκριβεῖς παρεῖχον τῆς ἐννοίας ἐμαυτοῦ τὰς ἀποδείξεις; πῶς οὖν ἡ ἐν τοσούτῳ χρόνῳ πεῖρα ἐλάττων ἐφάνη τῆς οὕτω σαθρᾶς καὶ ἀδρανοῦς ὑπονοίας; τίνα δὲ ἔδει πρὸ σοῦ μάρτυρα εἶναι τῆς ἐμῆς διαθέσεως; τὰ ἐπὶ Χαλκηδόνος λαληθέντα ἡμῖν περὶ πίστεως, τὰ ἐν Ἡρακλείᾳ πολλάκις, τὰ πρότερον ἐπὶ τῆς Καισαρείας ἐν τῷ προαστείῳ, εἰ μὴ πάντα σύμφωνα παρʼ ἡμῶν; εἰ μὴ πάντα ἀλλήλοις συμβαίνοντα; ἐκτὸς τοῦ, ὅπερ εἶπον, ἐκ προκοπῆς τινα αὔξησιν ἐπιθεωρεῖσθαι τοῖς λεγομένοις, ὅπερ οὐχὶ μεταβολή ἐστιν ἐκ τοῦ χείρονος πρὸς τὸ βέλτιον, ἀλλὰ συμπλήρωσις τοῦ λείποντος κατὰ τὴν προσθήκην τῆς γνώσεως. πῶς δὲ κἀκεῖνο οὐκ ἐνθυμῇ, ὅτι πατὴρ οὐ λήψεται ἁμαρτίαν παιδός, οὐδὲ υἱὸς λήψεται ἁμαρτίαν πατρός, ἕκαστος δὲ ἐν τῇ ἰδίᾳ ἁμαρτίᾳ ἀποθανεῖται; ἐμοὶ δὲ οὔτε πατὴρ ὁ παρὰ σοὶ διαβαλλόμενος, οὔθʼ υἱός. οὔτε γὰρ διδάσκαλός μου γέγονεν οὔτε μαθητής. εἰ δὲ δεῖ τὰς τῶν γεννησάντων ἁμαρτίας ἐγκλήματα τοῖς τέκνοις γίνεσθαι, πολὺ δικαιότερον τὰ Ἀρείου κατὰ τῶν μαθητῶν αὐτοῦ γίνεσθαι· καὶ εἴ τις Ἀέτιον ἐγέννησε τὸν αἱρετικόν, ἐπὶ τὴν κεφαλὴν τοῦ πατρὸς ἀναβαίνειν τοῦ παιδὸς τὰ ἐγκλήματα. εἰ δʼ οὐ δίκαιον ἐπʼ ἐκείνοις ἐγκαλεῖσθαί τινα, πολλῷ δήπου δικαιότερον ἡμᾶς ἐπὶ τοῖς μηδὲν ἡμῖν προσήκουσι μὴ ὑπέχειν εὐθύνας, εἴ γε καὶ ἥμαρτον ὅλως, εἴ τι καὶ γέγραπται αὐτοῖς ἄξιον κατακρίσεως. συγγνώμη γάρ μοι ἀπιστοῦντι τοῖς κατʼ αὐτῶν λεγομένοις, ἐπειδὴ ἡ κατʼ ἐμοῦ πεῖρα τὸ πρὸς συκοφαντίαν εὔκολον τῶν κατηγορούντων συνίστησι. Καὶ γὰρ εἰ μὲν ἀπατηθέντες, καὶ νομίσαντες ἐμὲ κοινωνὸν εἶναι τῆς γνώμης τῶν συγγραψάντων ἐκεῖνα τὰ Σαβελλίου ῥήματα, ἅπερ αὐτοὶ περιφέρουσιν, ἐπὶ τὴν κατʼ ἐμοῦ διαβολὴν ἦλθον, οὐδʼ οὕτω μὲν ἦσαν συγγνώμης ἄξιοι, πρὸ ἐναργῶν ἀποδείξεων εὐθὺς ταῖς βλασφημίαις βάλλοντες καὶ τιτρώσκοντες τοὺς μηδὲν ἀδικήσαντας, ἵνα μὴ εἴπω, ὅτι καὶ τοὺς εἰς τὴν ἄκραν αὐτοῖς φιλίαν συνδεδεμένους, καὶ ὅτι ἀπόδειξις τοῦ μὴ Πνεύματι ἄγεσθαι ἁγίῳ τὸ ψευδεῖς ἔχειν ἐν ἑαυτοῖς τὰς ὑπολήψεις. πολλὰ γὰρ δεῖ μεριμνῆσαι καὶ πολλὰς ἀγρύπνους νύκτας διενεγκεῖν, καὶ μετὰ πολλῶν δακρύων ἐκζητῆσαι παρὰ Θεοῦ τὴν ἀλήθειαν, τὸν μέλλοντα φιλίας ἀδελφοῦ διατέμνεσθαι. εἰ γὰρ οἱ τοῦ κόσμου τούτου ἄρχοντες, ὅταν τινὰ τῶν κακούργων θανάτῳ καταδικάζειν μέλλωσιν, ἀφέλκονται τὰ παραπετάσματα, καλοῦσι δὲ τοὺς ἐμπειροτάτους πρὸς τὴν ὑπὲρ τῶν προκειμένων σκέψιν, καὶ πολὺν ἐνσχολάζουσι χρόνον, νῦν μὲν τοῦ νόμου τὸ αὐστηρὸν ὁρῶντες, νῦν δὲ τὴν κοινωνίαν τῆς φύσεως δυσωπούμενοι, καὶ πολλὰ στενάξαντες καὶ τὴν ἀνάγκην ἀπολοφυρόμενοι, πάνδημοι πᾶσι γίνονται πρὸς ἀνάγκην ὑπηρετοῦντες τῷ νόμῳ, οὐ κατʼ οἰκείαν ἡδονὴν ἐπάγοντες τὴν κατάκρισιν, πόσῳ χρὴ πλείονος σπουδῆς ἄξιον ἡγεῖσθαι καὶ μερίμνης καὶ τῆς μετὰ πλειόνων βουλῆς τὸν μέλλοντα φιλίας ἀδελφῶν ἀπορρήγνυσθαι, τῆς ἐν πολλῷ χρόνῳ βεβαιωθείσης; ἀλλὰ μία ἐπιστολὴ καὶ αὐτὴ ἀμφίβολος. οὐδὲ γὰρ ἂν εἴποιεν ἐκ τῶν τῆς ὑπογραφῆς συμβόλων αὐτὴν ἐπεγνωκέναι, οἵ γε οὐχὶ τὴν πρώτως γραφεῖσαν, ἀλλὰ τὴν μεταγραφεῖσαν εἰς χεῖρας ἔλαβον. ἐξ ἑνὸς τοίνυν γράμματος, καὶ τούτου παλαιοῦ. εἴκοσι γὰρ ἔτη ἐστὶν εἰς τὸν νῦν χρόνον ἀφʼ οὗ γέγραπταί τι πρὸς τὸν ἄνδρα ἐκεῖνον. ἐν δὲ τῷ μεταξὺ τούτῳ χρόνῳ οὐδένα τοιοῦτον ἔχω μάρτυρα τῆς ἐμαυτοῦ προαιρέσεως καὶ τοῦ βίου, ὡς τοὺς νῦν ἐφεστῶτάς μοι κατηγόρους. Ἀλλʼ οὐ γὰρ ἡ ἐπιστολὴ τοῦ χωρισμοῦ αἰτία, ἑτέρα δέ ἐστι τῆς διαστάσεως ἡ ὑπόθεσις, ἣν ἐγὼ λέγειν αἰσχύνομαι, κἂν ἐσίγησα δὲ πάντα τὸν χρόνον, εἰ μὴ τὰ νῦν πεπραγμένα ἀναγκαίαν μοι καθίστη διὰ τὸ τῶν πολλῶν λυσιτελὲς τῆς ὅλης αὐτῶν προαιρέσεως τὴν φανέρωσιν. ἐνόμισαν οἱ χρηστοὶ ἐμπόδιον αὐτοῖς εἶναι πρὸς τὴν τῆς δυναστείας ἀνάληψιν τὴν πρὸς ἡμᾶς κοινωνίαν. καὶ ἐπειδὴ ὑπογραφῇ τινι πίστεως προελήφθησαν, ἣν ἡμεῖς αὐτοῖς προετείναμεν—οὐκ αὐτοὶ ἀπιστοῦντες αὐτῶν τῷ φρονήματι (ὁμολογῶ γάρ), ἀλλὰ τὰς ἐπʼ αὐτοῖς ὑπονοίας, ἃς οἱ πολλοὶ τῶν ὁμοψύχων ἡμῶν ἀδελφῶν εἶχον, θεραπεῦσαι βουλόμενοι—ἵνα μηδὲν ἐκ τῆς ὁμολογίας ἐκείνης δόξῃ αὐτοῖς ἐμπόδιον ἀπαντᾷν, πρὸς τὸ ὑπὸ τῶν νῦν κρατούντων παραδεχθῆναι, ἀπείπαντο τὴν πρὸς ἡμᾶς κοινωνίαν· καὶ ὑπόθεσις τῆς ἀπορρήξεως τὸ γράμμα τοῦτο ἐπενοήθη. σημεῖον δὲ τῶν λεγομένων ἐναργέστατον, ὅτι ἀποκηρύξαντες ἡμᾶς, καὶ συνθέντες τὰς μέμψεις ἃς ἠβούλοντο καθʼ ἡμῶν, πρὶν ἡμῖν ἀποστεῖλαι, τὰ γράμματα περιέπεμπον πανταχοῦ. ἑπτὰ γὰρ πρότερον ἡμέραις τοῦ εἰς τὰς ἐμὰς ἀφικέσθαι χεῖρας, παρʼ ἄλλοις ἐφάνη ἡ ἐπιστολή· οἳ ἐξ ἑτέρων διαδεξάμενοι, ἑτέροις ἔμελλον παραπέμπειν. οὕτω γὰρ ἐπενόησαν ἕνα ἑνὶ παραδιδόναι, ἵνα ταχεῖα αὐτοῖς κατὰ πᾶσαν τὴν χώραν γένηται ἡ διάδοσις. καὶ ταῦτʼ ἐλέγετο μὲν ἔτι τότε παρὰ τῶν σαφέστατα ἡμῖν τὰ ἐκείνων ἐξαγγελλόντων, ἐκρίναμεν δὲ σιωπᾷν, ἕως ἂν ὁ ἀποκαλύπτων τὰ βαθέα σαφεστάτοις καὶ ἀναντιρρήτοις ἐλέγχοις δημοσιεύσῃ τὰ κατʼ αὐτούς.
Ἐδεξάμην τὰ γράμματα τῆς σῆς εὐλαβείας καὶ ἐπῄνεσα τὴν προσηγορίαν ἣν εὐστόχως ὠνόμασας τὸ βιβλίον τὸ ὑπʼ αὐτῶν συγγεγραμμένον, προσαγορεύσας βιβλίον ἀποστασίου. ὅπερ οἱ συγγράψαντες (ἀπὸ τῆς ἀγάπης ἡμῶν ἀποστῆναι) τίνα ηὐτρέπισαν τὴν ἀπολογίαν ὑπὲρ αὐτοῦ ἐπὶ τοῦ ἀπαραλογίστου βήματος τοῦ Χριστοῦ, ἐννοεῖν οὐκ ἔχω. προθέντες γὰρ ἡμετέραν κατηγορίαν, καὶ σφοδρῶν ἡμῶν καταδραμόντες, καὶ διηγησάμενοι ἃ ἐβούλοντο, οὐχ οἷα ἡ ἀλήθεια ἔχει, σχηματισάμενοι ἑαυτῶν πολλὴν ταπείνωσιν, καὶ ἡμῖν περιθέντες ὑπερηφανίας ὄγκον, ὡς μὴ δεξαμένοις τοὺς παρʼ αὐτῶν ἀποσταλέντας, πάντα ψευδῆ, ἢ τά γε πλεῖστα αὐτῶν, ἵνα μὴ ἐπικινδύνως φθέγξωμαι, ὡς ἀνθρώπους πείθοντες, καὶ οὐχὶ Θεόν, καὶ ζητοῦντες ἀνθρώποις ἀρέσαι, καὶ οὐχὶ Θεῷ, παρʼ ᾧ οὐδέν ἐστιν ἀληθείας προτιμότερον, οὕτω συνέγραψαν. εἶτα ἐκεῖνοι τοῖς καθʼ ἡμῶν γράμμασιν ὑπέταξαν ῥήματα αἱρετικά, τὸν συγγραφέα τῆς ἀσεβείας ἀποκρυψάμενοι, ἵνʼ οἱ πολλοὶ καὶ ἁπλούστεροι ἐκ τῆς προτεταγμένης ἡμῶν κατηγορίας ἡμέτερα εἶναι νομίσωσι τὰ συνημμένα, διὰ τὸ παρὰ τῶν τεχνικῶς ἡμᾶς διαβαλλόντων σιωπηθῆναι μὲν τὸ ὄνομα τοῦ πατρὸς τῶν πονηρῶν δογμάτων, καταλειφθῆναι δὲ τῇ ὑπονοίᾳ τῶν ἀκεραιοτέρων τὸ ἡμᾶς εἶναι τοὺς ταῦτα ἢ ἐνθυμηθέντας ἢ γράψαντας. ταῦτα οὖν γινώσκοντας ὑμᾶς παρακαλοῦμεν αὐτούς τε μὴ ταράσσεσθαι, καὶ τῶν σαλευομένων τοὺς θορύβους κατασιγάζειν· εἰ καὶ ὅτι οἴδαμεν δυσπαράδεκτον ἡμῶν οὖσαν τὴν ἀπολογίαν, διὰ τὸ ὑπὸ προσώπων ἀξιοπίστων προκατασχεθῆναι ἡμῶν τὰς πονηρὰς βλασφημίας. Περὶ μὲν οὖν τοῦ ὅτι οὐκ ἔστιν ἡμέτερα τὰ ὡς ἡμέτερα περιφερόμενα, νομίζω, εἰ καὶ πάνυ ὁ καθʼ ἡμῶν θυμὸς ἐπισκοτεῖ τοῖς λογισμοῖς αὐτῶν πρὸς τὸ συνορᾷν τὸ συμφέρον, ὅμως, ἐὰν ἐρωτηθῶσι παρʼ ὑμῶν αὐτῶν, μὴ ἂν αὐτοὺς εἰς τοσοῦτον ἐλθεῖν σκληρότητος, ὥστε τολμῆσαι φθέγξασθαι τῷ ἰδίῳ στόματι τὸ ψεῦδος καὶ εἰπεῖν ὅτι ἐμά ἐστι τὰ συντάγματα. εἰ δʼ οὐκ ἐμά, διὰ τί κρίνομαι ὑπὲρ τῶν ἀλλοτρίων; ἀλλʼ ἐροῦσιν, ὅτι κοινωνὸς Ἀπολλιναρίου ἐγώ, καὶ τῶν τοιούτων δογμάτων τὴν διαστροφὴν ἔχων ἐν ἐμαυτῷ. ἀπαιτηθήτωσαν τὰς ἀποδείξεις. εἰ μὲν γὰρ καρδίαν ἀνθρώπου διερευνᾷν ἴσασι, τοῦτο ὁμολογησάτωσαν, καὶ γνωρίσατε αὐτῶν τὴν περὶ πάντα ἀλήθειαν· εἰ δὲ ἐκ τῶν φαινομένων καὶ πᾶσι προδήλων ἐλέγχουσί μου τὴν κοινωνίαν, δειξάτωσαν ἢ κανονικὰ γράμματα παρʼ ἐμοῦ πρὸς αὐτὸν διαπεμπόμενα, ἢ παρʼ ἐκείνου πρὸς ἐμέ, ἢ τῶν κληρικῶν τὰς πρὸς ἡμᾶς ἐπιμιξίας, ἢ εἴ τινα αὐτῶν εἰς κοινωνίαν εὐχῆς ἐδεξάμεθά ποτε. εἰ δὲ ἐπιστολὴν προφέρουσι τὴν λοιπὸν πρὸ κέ ἐτῶν γραφεῖσαν αὐτῷ, παρὰ λαϊκοῦ πρὸς λαϊκόν, καὶ οὐδὲ ταύτην ὡς γέγραπται παρʼ ἐμοῦ, ἀλλὰ μεταποιηθεῖσαν, ὑπὸ τίνων δὲ ὁ Θεὸς οἶδε· γνωρίσατε αὐτόθεν τὴν ἀδικίαν, ὅτι οὐδεὶς ἐν ἐπισκοπῇ ὢν ἐγκαλεῖται, εἴ τι κατὰ ἀδιαφορίαν ἐν τῷ λαϊκῷ βίῳ ἀπαρατηρήτως ἔγραψε, καὶ τοῦτο μηδὲ περὶ πίστεως, ἀλλὰ ψιλὸν γράμμα φιλικὴν ἔχον προσηγορίαν. τάχα δὲ κἀκεῖνοι φαίνονται καὶ Ἕλλησι καὶ Ἰουδαίοις γράψαντες καὶ μὴ ἔχοντες ἔγκλημα. μέχρι γὰρ σήμερον οὐδεὶς ἐκρίθη ἐπὶ τοιούτῳ πράγματι, ἐφʼ ᾧ ἡμεῖς καταδικαζόμεθα παρὰ τῶν διυλιζόντων τοὺς κώνωπας. ὅτι μὲν οὖν οὔτε ἐγράψαμεν ἐκεῖνα, οὔτε συντεθείμεθα αὐτοῖς, ἀλλὰ καὶ ἀναθεματίζομεν τοὺς ἔχοντας ἐκεῖνο τὸ πονηρὸν φρόνημα, τὸ τῆς συγχύσεως τῶν ὑποστάσεων, ἐν ᾧ ἡ ἀσεβεστάτη αἵρεσις τοῦ Σαβελλίου ἀνενεώθη, τοῦτο μὲν οὖν γνώριμον τῷ Θεῷ, τῷ τὰς καρδίας γινώσκοντι, γνώριμον δὲ καὶ πάσῃ τῇ ἀδελφότητι τῇ εἰς πεῖραν ἐλθούσῃ τῆς ἡμετέρας ταπεινώσεως. καὶ αὐτοὶ δὲ ἐκεῖνοι, οἱ νῦν σφοδροὶ κατήγοροι ἡμῶν, ἐρευνησάτωσαν τὸ ἴδιον συνειδός, καὶ γνώσονται, ὅτι ἐκ παιδὸς μακρὰν ἐγενόμεθα τῶν τοιούτων δογμάτων. Τί δέ ἐστι τὸ ἡμέτερον φρόνημα, εἴ τις ἐπιζητεῖ, γνώσεται ἀπʼ αὐτοῦ τοῦ γραμματίου, ἐν ᾧ ἡ ὑπογραφὴ αὐτῶν ἐστιν ἰδιόχειρος. ἣν ἐκεῖνοι βουλόμενοι ἀθετῆσαι, τὴν ἑαυτῶν μεταβολὴν κρύπτουσιν ἐν τῇ ἡμετέρᾳ συκοφαντίᾳ. οὐ γὰρ ὁμολογοῦσιν, ὅτι μετεμελήθησαν τῷ παρʼ ἡμῶν ἐπιδοθέντι αὐτοῖς βιβλίῳ ὑπογράφοντες· ἀλλʼ ἡμῖν ἐπιφέρουσιν ἐγκλήματα ἀσεβείας, νομίζοντες ἀγνοεῖσθαι, ὅτι πρόσχημα μὲν αὐτοῖς ἐστιν ἡ ἀφʼ ἡμῶν ἀναχώρησις· τῇ δὲ ἀληθείᾳ τῆς πίστεως ἀνακεχωρήκασιν, ἣν πολλάκις ἐπὶ πολλῶν ἐγγράφως ὁμολογήσαντες, τὸ τελευταῖον καὶ παρʼ ἡμῶν ἐπιδοθεῖσαν ἐδέξαντο, καὶ ὑπέγραψαν, ἃ πᾶσιν ἔξεστιν ἀναγινώσκειν, καὶ παρʼ αὐτῶν τῶν γραμμάτων διδάσκεσθαι τὴν ἀλήθειαν. γνωρίμη δὲ αὐτῶν ἔσται ἡ προαίρεσις, ἐάν τις μετὰ τὴν ὑπογραφήν, ἣν ἡμῖν ἐπέδωκαν, ἀναγνῷ τὴν πίστιν, ἣν Γελασίῳ ἐπέδωκαν, καὶ γνῷ πόσον τὸ διάφορον ἐκείνης τῆς ὁμολογίας πρὸς ταύτην. οἱ τοίνυν οὕτως εὐκόλως πρὸς τὰ ἐναντία μετατρεπόμενοι μὴ τὰ ἀλλότρια κάρφη διερευνάτωσαν, ἀλλὰ τὴν δοκὸν τὴν ἐν τῷ οἰκείῳ ὀφθαλμῷ ἐκβαλλέτωσαν. Ἐντελέστερον δὲ δι’ ἄλλης ἐπιστολῆς περὶ πάντων καὶ ἀπολογούμεθα καὶ διδάσκομεν, ἥτις πληροφορήσει τοὺς τὸ πλέον ἐπιζητοῦντας. ὑμεῖς δὲ ἐν τῷ παρόντι, ταῦτα ἡμῶν δεξάμενοι τὰ γράμματα, πᾶσαν ἄφετε λύπην, καὶ κυρώσατε τὴν εἰς ἡμᾶς ἀγάπην, δι’ ἣν σφοδρῶς ἀντέχομαι τῆς πρὸς ὑμᾶς ἑνώσεως. καὶ μεγίστη ἡμῖν ἐστι λύπη, καὶ ἀπαραμύθητος ὀδύνη τῇ καρδίᾳ ἡμῶν, ἐὰν τοσοῦτον κατισχύσωσιν ὑμῶν αἱ καθʼ ἡμῶν διαβολαί, ὥστε ψῦξαι τὴν ἀγάπην καὶ ἀπαλλοτριῶσαι ἡμᾶς ἀπʼ ἀλλήλων. ἔρρωσθε.
Πολλὴν χάριν ἔχομεν ἀεὶ τῷ Θεῷ, καὶ βασιλεῦσι τοῖς ἐπιμελομένοις ἡμῶν, ὅταν ποτὲ ἴδωμεν τῆς πατρίδος ἡμῶν τὴν ἀρχὴν ἀνδρὶ πιστευθεῖσαν πρῶτον μὲν Χριστιανῷ, ἔπειτα ὀρθῷ τὸν τρόπον, καὶ ἀκριβεῖ τῶν νόμων φύλακι, καθʼ οὓς πολιτευόμεθα τὰ ἀνθρώπινα. διαφερόντως δὲ ἐπὶ τῆς σῆς ἐπιδημίας ταύτην τὴν χάριν ὡμολογήσαμεν τῷ Θεῷ καὶ τῷ θεοφιλεῖ βασιλεῖ. αἰσθόμενοι δὲ ὅτι τινὲς τῶν ἐχθρῶν τῆς εἰρήνης ἔμελλον τὰ σεμνά σου δικαστήρια καθʼ ἡμῶν διοχλεῖν, ἐξεδεχόμεθα κληθήσεσθαι παρὰ τῆς μεγαλονοίας σου, ὥστε διδαχθῆναι παρʼ ἡμῶν τὴν ἀλήθειαν· εἴπερ ἄρα κατεδέχετό σου ἡ μεγάλη φρόνησις τῶν ἐκκλησιαστικῶν πραγμάτων οἰκειοῦσθαι τὰς ἐξετάσεις. ἐπειδὴ δὲ ἡμᾶς μὲν παρεῖδε τὸ δικαστήριον, τὸν δὲ ἀδελφὸν ἡμῶν καὶ συλλειτουργὸν Γρηγόριον κινηθεῖσά σου ἡ ἐξουσία ἐπὶ ταῖς Φιλοχάρους λοιδορίαις ἀναρπαγῆναι προσέταξεν, ὁ δὲ ὑπήκουσε μὲν τῷ προστάγματι, (πῶς γὰρ οὐκ ἔμελλεν;) ὑπὸ δὲ πλευριτικοῦ πάθους κατασχεθείς, καὶ ἅμα ἐκ τῆς προσγενομένης αὐτῷ ψύξεως, τῆς τῶν νεφρῶν ἀρρωστίας συνήθως ἐπαναστάσης, ἠναγκάσθη, ἀπαραιτήτως ὑπὸ τῶν στρατιωτῶν κατεχόμενος, ἐπιμελείας ἕνεκεν τοῦ σώματος καὶ παραμυθίας τῶν ἀφορήτων ὀδυνῶν, πρός τι χωρίον ἡσυχίαν ἔχον μετατεθῆναι· τούτου χάριν πάντες ἤλθομεν ἐπὶ τὸ ἱκετεῦσαι τὸ μέγεθός σου, μηδὲν ἀγανακτῆσαι τῇ ἀναβολῇ τῆς ἀπαντήσεως, καὶ γὰρ οὔτε τι τῶν δημοσίων χεῖρον ἔσχεν ἐκ τῆς ἡμετέρας ὑπερθέσεως, οὔτε τι τῶν ἐκκλησιαστικῶν τούτου ἕνεκεν παρεβλάβη. Ἀλλʼ εἰ μὲν περὶ χρημάτων ἐστὶν ὁ λόγος, ὡς διαφορηθέντων, αὐτοῦ εἰσιν οἱ ταμίαι τῶν ἱερῶν χρημάτων ἕτοιμοι δοῦναι λόγον τῷ βουλομένῳ, καὶ δεῖξαι τὴν συκοφαντίαν τῶν κατατολμησάντων τῆς ἀκριβοῦς ἀκοῆς σου· ῥᾴδιον γὰρ αὐτοῖς ἀπʼ αὐτῶν τῶν γραμμάτων τοῦ μακαρίου ἐπισκόπου φανερὰν τὴν ἀλήθειαν τοῖς ἐπιζητοῦσι ποιῆσαι· εἰ δέ τι ἕτερόν ἐστι κανονικὸν ἐξετάσεως δεόμενον, καὶ τούτου καταδέχεται ὑποδέξασθαι τὴν ἀκρόασιν καὶ τὴν κρίσιν ἡ μεγαλόνοιά σου, πάντων ἡμῶν χρεία, ὅτι εἴπερ τι ἐλλέλειπται τῶν κανονικῶν, οἱ χειροτονήσαντες αἴτιοι, οὐχ ὁ κατὰ πᾶσαν ἀνάγκην ὑποδέξασθαι τὴν λειτουργίαν ἐκβιασθείς. Ὥστε ἱκετεύομέν σε φυλάξαι ἡμῖν τὴν ἀκρόασιν ἐπὶ τῆς πατρίδος, καὶ μὴ ἕλκειν εἰς τὴν ὑπερορίαν, μηδὲ εἰς ἀνάγκην ἄγειν συντυχίας ἐπισκόπων, πρὸς οὓς οὔπω τὰ περὶ τῶν ἐκκλησιαστικῶν ζητημάτων ἀπελυσάμεθα. ὁμοῦ δὲ καὶ φείσασθαι τοῦ γήρως ἡμῶν καὶ τῆς ἀσθενείας δεόμεθα. γνώσῃ γὰρ αὐτῇ τῇ πείρᾳ, τοῦ Θεοῦ βουλομένου, ὡς οὔτε μικρὸν οὔτε μεῖζον παρεῖταί τι τῶν κανονικῶν ἐν τῇ καταστάσει τοῦ ἐπισκόπου. εὐχόμεθα οὖν ἐπὶ τῆς σῆς ἀρχῆς καὶ τὴν πρὸς τοὺς ἀδελφοὺς ἡμῶν ὁμόνοιαν καὶ εἰρήνην καταπραχθῆναι· ἧς μήπω γενομένης, βαρὺ ἡμῖν ἐστι καὶ τὸ τῆς συντυχίας, διὰ τὸ πολλοὺς τῶν ἁπλουστέρων βλάπτεσθαι ἐν τῇ διαστάσει ἡμῶν τῇ πρὸς ἀλλήλους.
Δυνατὸς μὲν ὁ ἅγιος Θεὸς καὶ τὴν διὰ τῆς συντυχίας εὐφροσύνην ἡμῖν χαρίσασθαι τοῖς ἐπιθυμοῦσι καὶ βλέπειν ὑμᾶς ἀεὶ καὶ ἀκούειν τὰ περὶ ὑμῶν· διότι ἐν οὐδενὶ ἑτέρῳ ἔχομεν τὴν ἀνάπαυσιν τῶν ψυχῶν ἢ ἐν τῇ προκοπῇ τῇ ὑμετέρᾳ καὶ τῇ διὰ τῶν ἐντολῶν τοῦ Χριστοῦ τελειώσει. ἕως δὲ τοῦθʼ ἡμῖν οὐχ ὑπάρχει, ἀναγκαῖον τιθέμεθα διὰ τῶν γνησιωτάτων καὶ φοβουμένων τὸν Κύριον ἀδελφῶν ἐπισκέπτεσθαι ὑμᾶς, καὶ γράμμασι προσομιλεῖν τῇ ἀγάπῃ ὑμῶν. αὐτοῦ οὖν τούτου ἕνεκεν ἀπεστείλαμεν τὸν εὐλαβέστατον καὶ γνησιώτατον ἀδελφὸν ἡμῶν καὶ συνεργὸν τοῦ εὐαγγελίου Μελέτιον τὸν συμπρεσβύτερον, ὃς διηγήσεται ὑμῖν τὸν ἡμέτερον πόθον ὃν ἔχομεν ἐφʼ ὑμῖν, καὶ τὴν μέριμναν τῶν ψυχῶν ἡμῶν, ὅτι νυκτὸς καὶ ἡμέρας δεόμεθα τοῦ Κυρίου περὶ τῆς ὑμῶν εὐδοκιμήσεως, ἵνα καὶ ἡμεῖς ἔχωμεν παρρησίαν ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ διὰ τῆς ὑμῶν σωτηρίας, καὶ ὑμεῖς ἐκλάμψητε ἐν τῇ λαμπρότητι τῶν ἁγίων δοκιμαζομένου ὑμῶν τοῦ ἔργου ὑπὸ τῆς δικαιοκρισίας τοῦ Θεοῦ. Ἅμα δὲ ἡμῖν πολλὴν μέριμναν ἐμποιεῖ τοῦ κατασχόντος καιροῦ τούτου ἡ χαλεπότης, ἐν ᾧ πᾶσαι μὲν ἐκκλησίαι ἐσαλεύθησαν, πᾶσαι δὲ ψυχαὶ σινιάζονται. ἤνοιξαν γάρ τινες ἀφειδῶς στόματα κατὰ τῶν ὁμοδούλων. λαλεῖται τὸ ψεῦδος ἀφόβως· ἡ ἀλήθεια συγκεκάλυπται. καὶ οἱ μὲν κατηγορούμενοι καταδικάζονται ἀκρίτως· οἱ δὲ κατηγοροῦντες πιστεύονται ἀνεξετάστως, ὅθεν κἀγὼ ἀκούσας ὅτι πολλαὶ κατʼ ἐμοῦ περιφέρονται ἐπιστολαί, στίζουσαι ἡμᾶς καὶ στηλιτεύουσαι καὶ κατηγοροῦσαι ἐπὶ πράγμασιν, ὧν τὴν ἀπολογίαν ἑτοίμην ἔχομεν ἐπὶ τοῦ δικαστηρίου τῆς ἀληθείας, ὥρμησα μὲν σιωπῆσαι, ὃ καὶ ἐποίησα· τρίτον γὰρ ἤδη τοῦτο ἔτος ἐστίν, ἐν ᾧ τυπτόμενος ὑπὸ τῶν διαβολῶν φέρω τὰς τῆς κατηγορίας μάστιγας, ἀρκούμενος, ὅτι ἔχω Κύριον, τὸν τῶν κρυπτῶν γνώστην, μάρτυρα τῆς συκοφαντίας. ἐπειδὴ δὲ ὁρῶ, ὅτι πολλοὶ ἤδη τὴν σιωπὴν ἡμῶν εἰς βεβαίωσιν τῶν διαβολῶν παρεδέξαντο, καὶ οὐ διὰ μακροθυμίαν ἐνόμισαν ἡμᾶς σιωπᾷν, ἀλλὰ διὰ τὸ μὴ ἔχειν διᾶραι στόμα πρὸς τὴν ἀλήθειαν, τούτου ἕνεκεν ἐπειράθην ἐπιστεῖλαι ὑμῖν, παρακαλῶν τὴν ἐν Χριστῷ ἀγάπην ὑμῶν ὥστε τὰς ἐξ ἑνὸς μέρους γινομένας διαβολὰς μὴ πάντη παραδέχεσθαι ὡς ἀληθεῖς· διότι, καθὼς γέγραπται, οὐδένα κρίνει ὁ νόμος, ἐὰν μὴ πρῶτον ἀκούσῃ καὶ γνῷ τί ποιεῖ. Καίτοι εὐγνώμονι κριτῇ ἀρκεῖ αὐτὰ τὰ πράγματα πρὸς τὴν τῆς ἀληθείας φανέρωσιν. ὥστε κἂν ἡμεῖς σιωπήσωμεν, ἔξεστιν ὑμῖν διαβλέψαι πρὸς τὰ γινόμενα. οἱ γὰρ ἡμῖν κακοδοξίαν ἐγκαλοῦντες ἐφάνησαν νῦν ἐκ τοῦ προφανοῦς τῇ μερίδι τῶν αἱρετικῶν προστιθέμενοι, οἱ ὑπὲρ ἀλλοτρίων συνταγμάτων ἡμᾶς κατακρίνοντες ταῖς ἰδίαις ὁμολογίαις, ἃς ἐγγράφως ἡμῖν κατέθεντο, ἐναντιούμενοι φαίνονται. νοήσατε τὴν συνήθειαν τῶν ταῦτα τολμώντων, ὅτι ἔθος αὐτοῖς ἀεὶ πρὸς τὸ δυνατὸν μετατίθεσθαι μέρος, καὶ τοὺς ἀσθενοῦντας τῶν φίλων καταπατεῖν θεραπεύειν δὲ τοὺς κρατοῦντας. οἱ γὰρ τὰς πολυθρυλλήτους ἐκείνας ἐπιστολὰς κατὰ Εὐδοξίου καὶ πάσης αὐτῶν τῆς μερίδος συγγράφοντες, καὶ περιπέμποντες πάσαις ταῖς ἀδελφότησι, καὶ διαμαρτυρόμενοι φεύγειν τὴν κοινωνίαν αὐτῶν ὡς ὄλεθρον τῶν ψυχῶν, καὶ διὰ τοῦτο μὴ καταδεξάμενοι τὰς ἐπὶ καθαιρέσει αὐτῶν ἐξενεχθείσας ψήφους, ἐπειδὴ παρʼ αἱρετικῶν ἦσαν γενόμεναι, ὡς ἔπειθον ἡμᾶς τότε, οὗτοι νῦν πάντων ἐπιλαθόμενοι, μετʼ αὐτῶν γεγόνασι. καὶ οὐδεμία αὐτοῖς ἄρνησις καταλείπεται· φανερῶς γὰρ ἀπεκάλυψαν ἑαυτῶν τὴν προαιρεσίν, ἐν Ἀγκύρᾳ τὰς κατʼ οἶκον αὐτῶν κοινωνίας κατασπαζόμενοι, ἐπειδὴ εἰς τὸ κοινὸν ὑπʼ αὐτῶν ἐκείνων οὔπω ἐδέχθησαν. ἐρωτήσατε οὖν αὐτούς, εἰ ὀρθόδοξος νῦν Βασιλείδης ὁ κοινωνικὸς Ἐκδικίου, διὰ τί ἀπὸ τῆς Δαρδανίας ἐπανιόντες, τὰ θυσιαστήρια ἐκείνου ἐν τῇ χώρᾳ τῶν Γαγγρηνῶν κατέστρεφον, καὶ ἑαυτῶν τραπέζας ἐτίθεσαν; διὰ τί καὶ μέχρι νῦν ἐπέρχονται ταῖς ἐκκλησίαις τῆς Ἀμασείας καὶ Ζήλων, καὶ παρʼ ἑαυτῶν ἐγκαθιστῶσι πρεσβυτέρους καὶ διακόνους; εἰ μὲν γὰρ ὡς ὀρθοδόξοις κοινωνοῦσι, τίνος ἕνεκεν ὡς αἱρετικοῖς ἐπέρχονται; εἰ δὲ ὡς αἱρετικοὺς ὑπειλήφασι, πῶς τὴν κοινωνίαν αὐτῶν οὐκ ἐκτρέπονται; ταῦτα οὐχὶ καὶ παιδικῇ διανοίᾳ δῆλά ἐστιν, ἀδελφοὶ τιμιώτατοι, ὅτι ἀεὶ πρὸς τὸ ἴδιον συμφέρον βλέποντες ἢ διαβάλλειν τινάς, ἢ συνιστᾷν ἐπιχειροῦσι; Καὶ ἡμῶν τοίνυν ἀπέστησαν, οὔτε ἀγανακτήσαντες, ὅτι οὐκ ἀντεγράψαμεν (τοῦτο γάρ ἐστιν ἐφʼ οὗ μάλιστα λέγουσι παρωξύνθαι), οὔτε ὅτι τοὺς χωρεπισκόπους, οὓς λέγουσιν ἀπεσταλκέναι, οὐκ ἐδεξάμεθα. καίτοι δώσουσι λόγον τῷ Κυρίῳ οἱ τοῦτο κατασκευάζοντες. εἷς γάρ τις Εὐστάθιος ἀποσταλείς, καὶ γράμματα διαδοὺς τῇ τάξει τοῦ Οὐικαρίου, τρεῖς ἡμέρας ποιήσας ἐπὶ τῆς πόλεως, καὶ μέλλων ἀπαίρειν ἐπὶ τὰ ἴδια, ἑσπέρας ἤδη βαθείας, καθεύδοντί μοι λέγεται πλησιάσαι τῷ οἰκήματι ἡμῶν. ἀκούσας δὲ ὅτι καθεύδω, ἀπελθών, οὐκέτι τῇ ὑστεραίᾳ ἡμῖν προσήγγισεν, ἀλλʼ οὕτως ἀφοσιωσάμενος τὸ καθʼ ἡμᾶς, ἐπανῆλθε. καὶ τοῦτό ἐστι τὸ ἔγκλημα, ὃ ἠδικήσαμεν ἡμεῖς, καὶ οἱ μακρόθυμοι οὐκ ἀντεστάθμησαν τὴν πρὸ τούτου δουλείαν ἡμῶν, ἣν ἐδουλεύσαμεν αὐτοῖς ἐν ἀγάπῃ, τῷ πταίσματι τούτῳ· ἀλλὰ τοσοῦτον ἐβάρυναν τὴν καθʼ ἡμῶν ὀργὴν ἐπὶ ταύτῃ τῇ ἁμαρτίᾳ, ὥστε πάσαις ταῖς κατὰ τὴν οἰκουμένην ἐκκλησίαις, τό γε εἰς αὐτοὺς ἧκον, ἐκκηρύκτους ἡμᾶς ποιῆσαι. Οὐ μὴν αὕτη γέ ἐστι κατὰ ἀλήθειαν τῆς διαστάσεως ἡ αἰτία· ἀλλʼ ἐπειδὴ ἐνόμισαν εὐδοκιμήσειν τότε παρὰ τῷ Εὐζωΐῳ, εἰ ἡμῶν ἑαυτοὺς ἀλλοτριώσειαν, ἐκείνας ἑαυτοῖς ἐπενόησαν τὰς προφάσεις, ἵνα εὕρωσί τινα σύστασιν παρʼ αὐτοῖς διὰ τοῦ πρὸς ἡμᾶς πολέμου. οὗτοι νῦν καὶ τὴν ἐν Νικαίᾳ διαβάλλουσι πίστιν, καὶ ὁμοουσιάστας ἡμᾶς ἀποκαλοῦσι, διὰ τὸ ἐν ἐκείνῃ τῇ πίστει τὸν μονογενῆ Υἱὸν τῷ Θεῷ καὶ Πατρὶ ὁμοούσιον ὁμολογεῖσθαι, οὐχ ὡς ἀπὸ μιᾶς οὐσίας μερισθείσης εἰς δύο ἀδελφά, μὴ γένοιτο· οὐ γὰρ τοῦτο ἐνόησεν ἡ ἁγία ἐκείνη καὶ θεοφιλὴς σύνοδος, ἀλλʼ ὡς, ὅπερ ἐστὶ κατὰ τὴν οὐσίαν ὁ Πατήρ, τοῦτο ὀφείλοντος νοεῖσθαι καὶ τοῦ Υἱοῦ. οὕτω γὰρ ἡμῖν ἐκεῖνοι αὐτοὶ ἡρμήνευσαν εἰπόντες, φῶς ἐκ φωτός. ἔστι δὲ ἡ ἐν Νικαίᾳ πίστις, ἡ παρʼ αὐτῶν ἀπὸ τῆς δύσεως κομισθεῖσα, ἣν ἐπέδωκαν τῇ συνόδῳ τῇ ἐν Τυάνοις, ὑφʼ ἧς καὶ παρεδέχθησαν. ἀλλʼ ἔχουσί τι σοφὸν δόγμα εἰς τὰς τοιαύτας ἑαυτῶν μεταβολάς· ὅτι τοῖς ῥήμασι τῆς πίστεως ὡς ἰατροὶ κέχρηνται κατὰ καιρόν, ἄλλοτε ἄλλως πρὸς τὰ ὑποκείμενα πάθη μεθαρμοζόμενοι. τούτου δὲ τοῦ σοφίσματος τὸ σαθρὸν οὐκ ἐμὲ ἐλέγχειν προσῆκεν, ἀλλʼ ὑμᾶς νοεῖν. δώσει γὰρ ὑμῖν ὁ Κύριος σύνεσιν πρὸς τὸ γνωρίζειν, τίς μὲν ὁ εὐθὴς λόγος, τίς δὲ ὁ σκολιὸς καὶ διεστραμμένος, εἰ γὰρ ἄλλοτε ἄλλας δεῖ πίστεις συγγράφειν, καὶ μετὰ τῶν καιρῶν ἀλλοιοῦσθαι, ψευδὴς ἡ ἀπόφασις τοῦ εἰπόντος· Εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα. εἰ δὲ ἐκεῖνα ἀληθῆ, μηδεὶς ὑμᾶς ἐξαπατάτω τοῖς κενοῖς τούτοις λόγοις. διαβάλλουσι γὰρ ἡμᾶς ὡς καινοτομοῦντας περὶ τοῦ Πνεύματος τοῦ ἁγίου. ἐρωτήσατε οὖν τίς ἡ καινοτομία. ἡμεῖς γὰρ ὁμολογοῦμεν ὃ καὶ παρελάβομεν, μετὰ Πατρὸς καὶ Υἱοῦ τετάχθαι τὸν Παράκλητον, οὐ μετὰ τῆς κτίσεως ἀριθμεῖσθαι. εἰς γὰρ Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα πεπιστεύκαμεν· καὶ βαπτιζόμεθα εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. διὰ τοῦτο οὐδέποτε τῆς πρὸς τὸν Πατέρα καὶ Υἱὸν συναφείας τὸν Παράκλητον ἀποσπῶμεν. ὁ γὰρ νοῦς ἡμῶν φωτιζόμενος ὑπὸ τοῦ Πνεύματος πρὸς Υἱὸν ἀναβλέπει, καὶ ἐν αὐτῷ ὡς ἐν εἰκόνι θεωρεῖ τὸν Πατέρα. οὔτε οὖν ὀνόματα παρʼ ἑαυτῶν ἐπινοοῦμεν, ἀλλὰ Πνεῦμα ἅγιον καὶ Παράκλητον ὀνομάζομεν, οὔτε τὴν ὀφειλομένην αὐτῷ δόξαν ἀθετεῖν καταδεχόμεθα. ταῦτά ἐστι τὰ ἡμέτερα μετὰ πάσης ἀληθείας. ἐπὶ τούτοις ὁ κατηγορῶν κατηγορείτω· ὁ διώκων ἡμᾶς διωκέτω· ὁ πιστεύων ταῖς καθʼ ἡμῶν διαβολαῖς ἑτοιμαζέσθω πρὸς τὴν διαδικασίαν. ὁ Κύριος ἐγγύς, μηδὲν μεριμνῶμεν. Εἴ τις ἐν Συρίᾳ συγγράφει, τοῦτο οὐδὲν πρὸς ἡμᾶς. ἐκ γὰρ τῶν λόγων σου δικαιωθήσῃ, φησί, καὶ ἐκ τῶν λόγων σου καταδικασθήσῃ. οἱ ἐμοὶ λόγοι ἐμὲ κρινέτωσαν· ὑπὲρ δὲ ἀλλοτρίων ἡμᾶς σφαλμάτων μηδεὶς καταδικαζέτω, μηδὲ τὰς πρὸ εἴκοσιν ἐτῶν γραφείσας παρʼ ἡμῶν ἐπιστολὰς εἰς ἀπόδειξιν προβαλλέσθω τοῦ νῦν κοινωνικοὺς ἡμᾶς εἶναι τοῖς ἐκεῖνα συγγράψασιν. ἡμεῖς γάρ, πρὸ τῶν συγγραμμάτων, λαϊκοὶ ὄντες πρὸς λαϊκοὺς ἐπεστέλλομεν, πρὸ τοῦ τινὰ καὶ ὑπόνοιαν τοιαύτην κατʼ αὐτῶν κινεῖσθαι· καὶ ἐπεστέλλομεν οὐδὲν περὶ πίστεως, οὐδʼ οἷα νῦν ἐπὶ τῇ καθʼ ἡμῶν διαβολῇ περιφέρουσιν οὗτοι, ἀλλὰ ψιλὰς προσηγορίας, ἀγαπητικὴν προσφώνησιν ἀποπληρούσας. ἡμεῖς γὰρ ὁμοίως καὶ τοὺς τὰ Σαβελλίου νοσοῦντας καὶ τοὺς τὰ Ἀρείου δόγματα ἐκδικοῦντας, ὡς ἀσεβεῖς, ἀποφεύγομεν καὶ ἀναθεματίζομεν. εἴ τις τὸν αὐτὸν Πατέρα λέγει καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα, καὶ ἓν πρᾶγμα πολυώνυμον ὑποτίθεται, καὶ μίαν ὑπόστασιν ὑπὸ τριῶν προσηγοριῶν ἐκφωνουμένην, τὸν τοιοῦτον ἡμεῖς ἐν τῇ μερίδι τῶν Ἰουδαίων τάσσομεν. ὁμοίως καὶ εἴ τις ἀνόμοιον λέγει κατὰ τὴν οὐσίαν τὸν Υἱὸν τῷ Πατρί, ἢ εἰς κτίσμα κατάγει τὸ Πνεῦμα τὸ ἅγιον, ἀναθεματίζομεν, καὶ ἐγγὺς εἶναι τῆς Ἑλληνικῆς τιθέμεθα πλάνης. ἀλλὰ τὰ μὲν στόματα τῶν κατηγορούντων ἡμᾶς ἐπισχεθῆναι διὰ τῶν ἡμετέρων γραμμάτων ἀμήχανον· μᾶλλον μὲν οὖν εἰκὸς καὶ ἐρεθίζεσθαι αὐτοὺς ἐπὶ ταῖς ἀπολογίαις ἡμῶν καὶ μείζονα καὶ χαλεπώτερα καθʼ ἡμῶν κατασκευάζειν. τὰς μέντοι ὑμετέρας ἀκοὰς φυλαχθῆναι οὐ χαλεπόν. ὥστε, ὅ ἐστιν ἐφʼ ὑμῖν, τοῦτο ποιήσατε. ἀκεραίαν ἡμῖν καὶ ἀπρόληπτον ταῖς διαβολαῖς τὴν καρδίαν ὑμῶν φυλάξατε· καὶ πρὸς τὰ προβαλλόμενα ἐγκλήματα ἀπαιτεῖτε ἡμᾶς τὰς εὐθύνας. καὶ εἰ μὲν εὕρητε παρʼ ἡμῖν τὴν ἀλήθειαν, μὴ δῶτε χώραν τῷ ψεύδει· ἐὰν δὲ ἀτονούντων ἡμῶν πρὸς τὴν ἀπολογίαν αἴσθησθε, τότε πιστεύσατε τοῖς κατηγόροις ἡμῶν ὡς ἀληθεύουσιν. ἀγρυπνοῦσιν ἐκεῖνοι πρὸς τὸ ἡμᾶς κακοποιῆσαι· τοῦτο παρʼ ὑμῶν οὐκ ἐπιζητοῦμεν. ἐμπορικὸν βίον μεταχειριζόμενοι, παρεμπόρευμα ποιοῦνται τὴν ἡμετέραν διαβολήν· ὑμᾶς δὲ οἴκοι μένειν καὶ εὐσχημονεῖν, ἐν ἡσυχίᾳ τὸ ἔργον τοῦ Χριστοῦ πληροῦντας, παρακαλοῦμεν, τὰς μέντοι συντυχίας αὐτῶν, τὰς δολερῶς ἐπὶ καταστροφῇ τῶν ἀκουόντων γινομένας, ἐκκλίνειν· ἵνα καὶ τὴν πρὸς ἡμᾶς ἀγάπην ἀκεραίαν φυλάξητε, καὶ τὴν τῶν πατέρων πίστιν ἄθραυστον διασώσητε, καὶ παρὰ τῷ Κυρίῳ εὐδόκιμοι φανῆτε ὡς φίλοι τῆς ἀληθείας.
Καὶ τί οὕτω καλὸν καὶ εὐδόκιμον παρὰ θεῷ καὶ ἀνθρώποις ὡς ἀγάπη τελεία, ἣν πλήρωμα παντὸς εἶναι νόμου παρὰ τοῦ σοφοῦ δεδιδάγμεθα διδασκάλου; ὥστε ἀποδέχομαι ὑμῶν τὸ διάπυρον τῆς περὶ τὸν ποιμένα ὑμῶν διαθέσεως. οὔτε γὰρ παιδὶ φιλοπάτορι πατρὸς ἀγαθοῦ στέρησις ἀνεκτή, οὔτε ἐκκλησίᾳ Χριστοῦ ποιμένος καὶ διδασκάλου ἀναχώρησις φορητή. ὥστε καλῆς καὶ ἀγαθῆς προαιρέσεως ἀπόδειξιν ἐν τῇ ὑπερβαλλούσῃ περὶ τὸν ἐπίσκοπον ὑμῶν διαθέσει παρέχεσθε. ἀλλὰ τὸ χρηστὸν ὑμῶν τοῦτο καὶ περὶ τὸν πνευματικὸν πατέρα ἐνδιάθετον, μέτρῳ καὶ λογισμῷ γινόμενον, ἀπόδεκτόν ἐστιν, ἐκβαῖνον δὲ τοὺς ὅρους οὐκ ἔτι τῆς αὐτῆς ἀποδοχῆς ἄξιον γίνεται. Οἰκονομία καλὴ περὶ τὸν θεοφιλέστατον ἀδελφὸν ὑμῶν τὸν συλλειτουργὸν Εὐφρόνιον παρὰ τῶν οἰκονομεῖν τὰς ἐκκλησίας πεπιστευμένων γεγένηται, ἀναγκαία τῷ καιρῷ, λυσιτελὴς καὶ τῇ ἐκκλησίᾳ πρὸς ἣν μετετέθη καὶ ὑμῖν αὐτοῖς ἀφʼ ὧν ἐλήφθη. ταύτην μὴ ἀνθρωπίνην νομίσητε, μηδὲ ἐκ λογισμῶν κεκινῆσθαι τὰ γήινα φρονοῦντων ἀνθρώπων, ἀλλὰ τῇ συνηθείᾳ τοῦ Πνεύματος τοὺς τὴν μέριμναν ἀνηρτημένους τῶν ἐκκλησιῶν τοῦ Θεοῦ τοῦτο ποιῆσαι πέπεισθε, καὶ ἐμβάλλεσθε τῇ διανοίᾳ τὴν ὁρμὴν ταύτην, καὶ σπουδάσατε αὐτὴν τελειῶσαι. δέξασθε οὖν ἡσυχῇ καὶ μετʼ εὐχαριστίας τὸ γενόμενον, ἐκεῖνο πεπεισμένοι, ὅτι οἱ μὴ δεχόμενοι παρὰ τῶν ἐκκλησιῶν τοῦ Θεοῦ τὰ ταῖς ἐκκλησίαις διατυπούμενα τῇ τοῦ Θεοῦ διαταγῇ ἀνθίστανται. μὴ δικαιολογεῖσθε πρὸς τὴν μητέρα ὑμῶν τὴν ἐν Νικοπόλει ἐκκλησίαν. μὴ τραχύνεσθε πρὸς τοὺς τῶν ψυχῶν ὑμῶν ἀναδεδεγμένους τὴν μέριμναν. ἐν γὰρ τῷ τὰ τῆς Νικοπόλεως συνεστάναι πράγματα καὶ τὸ καθʼ ὑμᾶς μέρος συνδιασωθήσεται· ἐὰν δὲ ἐκείνης ἅψηταί τις σάλος κἂν μυρίους ἔχητε τοὺς φυλάσσοντας ὑμᾶς, συμπαραναλωθήσεται τῷ κεφαλαίῳ καὶ τὸ μέρος. ὡς οὖν οἱ τοῖς ποταμοῖς παροικοῦντες, ἐπειδὰν ἴδωσί τινας πόρρωθεν ὀχυρώματα καταβαλλομένους τοῖς ῥεύμασιν, ἴσασιν ὅτι αὐτοῖς προδιοικοῦνται τὴν ἀσφάλειαν, τὰς ἐπιδρομὰς τῶν ῥευμάτων ἀποκρουόμενοι, οὕτω καὶ οἱ νῦν τὸ βάρος τῆς φροντίδος τῶν ἐκκλησιῶν ἀναδεξάμενοι ἐν τῇ τῶν ἄλλων φυλακῇ τὴν καθʼ ὑμᾶς ἄδειαν διοικοῦνται· καὶ ἐν σκέπῃ γενήσεσθε πάσης ταραχῆς, ἑτέρων ὑποδεχομένων τοῦ πολέμου τὰς προσβολάς. πρὸς δὲ κἀκεῖνο ἐνθυμεῖσθαι ὑμᾶς προσῆκεν, ὅτι οὐχ ὑμᾶς ἀπέβαλεν, ἀλλʼ ἑτέρους προσέλαβεν. οὐ δήπου γὰρ βάσκανοι τινές ἐσμεν ἡμεῖς, ὥστε τὸν δυνάμενον καὶ ἄλλοις τῶν ἑαυτοῦ χαρισμάτων μεταδιδόναι ἀναγκάζειν ὑμῖν ἐναποκλείειν τὴν χάριν καὶ τῷ καθʼ ὑμᾶς μόνῳ χωρίῳ στενοχωρεῖν. οὔτε γὰρ ὁ πηγὴν περιφράσσων καὶ ὕδατος ἔξοδον λυμαινόμενος, οὔτε ὁ διδασκαλίαν διαρκῆ κωλύων ἐπὶ πλεῖον χωρεῖν ἔξω τοῦ πάθους τῆς βασκανίας ἐστίν. ἐχέτω τοίνυν καὶ τὴν Νικοπόλεως μέριμναν, καὶ τὸ ὑμέτερον προσθήκη ἔστω τῶν ἐκεῖ φροντισμάτων. τῷ μὲν γὰρ ἀνδρὶ πλείων προσῆλθεν ὁ κόπος, ὑμῶν δὲ οὐδὲν ἐλαττοῦται ἡ ἐπιμέλεια. Ἐκεῖνο δέ με πάνυ ἐλύπησε, καὶ ἔξω ἐφάνη τοῦ μέτρου, τὸ εἰρῆσθαι, ὅτι ἀποτυχόντες τῶν ἐπιζητουμένων τὰ δικαστήρια καταληψόμεθα, καὶ ἐπιστήσομεν ἀνθρώπους τοῖς πράγμασιν, οἷς ἡ καταστροφὴ τῶν ἐκκλησιῶν εὐχῆς ἐστι τὸ κεφάλαιον. μή ποτε οὖν ἄφρονι θυμῷ φερόμενοί τινες παραπείσωσιν ὑμᾶς φθέγξασθαί τι εἰς τὸ δημόσιον, καὶ γένηται μέν τις ἐντεῦθεν καταστροφή, περιτραπῇ δὲ τῶν γινομένων τὸ βάρος ταῖς κεφαλαῖς τῶν τὴν αἰτίαν παρασχομένων. ἀλλὰ δέξασθε καὶ τὴν ἡμετέραν συμβουλὴν ἐν πατρικοῖς ὑμῖν σπλάγχνοις προσαγομένην, καὶ τὴν τῶν θεοφιλεστάτων ἐπισκόπων οἰκονομίαν, κατὰ βούλησιν Θεοῦ γενομένην. καὶ ἀναμείνατε καὶ ἡμᾶς, οἳ παραγενόμενοι, ἐὰν ὁ Κύριος ἡμῖν συνεργήσῃ, ὅσα οὐκ ἐνεχώρει διὰ τῆς ἐπιστολῆς παρακαλέσαι τὴν εὐλάβειαν ὑμῶν, δι’ ἑαυτῶν παραινέσομεν, καὶ τὴν ἐνδεχομένην παραμυθίαν δι’ αὐτῶν τῶν ἔργων ἐπαγαγεῖν ὑμῖν πειρασόμεθα.
Ἐδεξάμην τὰ γράμματα τῆς κοσμιότητος ὑμῶν, καὶ εὐχαρίστησα τῷ παναγίω Θεῷ, ὅτι ἄσχολοι ὄντες περὶ τὴν μέριμναν τῶν δημοσίων, οὐκ ἐν παρέργῳ τίθεσθε τὰ τῶν ἐκκλησιῶν· ἀλλʼ ἕκαστος, ὡς ὑπὲρ ἰδίου πράγματος καὶ συνέχοντος αὐτοῦ τὴν ζωήν, οὕτως ἐμερίμνησε· καὶ ἐπεστείλατε ἡμῖν ἀνιώμενοι ἐπὶ τῷ χωρισμῷ τοῦ θεοφιλεστάτου ἐπισκόπου ὑμῶν Εὐφρονίου, ὃν οὐκ ἀφείλετο ὑμῶν ἡ Νικόπολις, ἀλλὰ δικαιολογουμένη μὲν εἴποι ἂν ὅτι τὸν οἰκεῖον ἀπέλαβε· θεραπευομένη δὲ φθέγξεται ὑμῖν φωνὴν μητρὶ φιλοστόργῳ πρέπουσαν, ὅτι κοινὸν ἕξει πρὸς ὑμᾶς τὸν πατέρα, ὃς ἐν μέρει ἑκατέροις τῆς ἑαυτοῦ μεταδώσει χάριτος, οὔτε ἐκείνους ἐάσει τι παθεῖν ἐκ τῆς τῶν ἐναντίων ἐπιδρομῆς, καὶ ὑμᾶς τῆς συνήθους κηδεμονίας οὐκ ἀποστερήσει. τοῦ τε οὖν καιροῦ τὴν χαλεπότητα λογισάμενοι, καὶ τὸ τῆς οἰκονομίας ἀναγκαῖον σώφρονι γνώμῃ καταμαθόντες, σύγγνωτε μὲν τοῖς ἐπισκόποις ἐπὶ ταύτην ἐλθοῦσι τὴν ὁδὸν τῆς καταστάσεως τῶν ἐκκλησιῶν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· παραινέσατε δὲ ἑαυτοῖς, ὃ πρέπει ἀνδράσι τέλειον μὲν τὸν οἰκεῖον νοῦν κεκτημένοις, εἰδόσι δὲ καὶ τὰς παρὰ τῶν ἀγαπώντων ὑποθήκας προσίεσθαι. ὑμᾶς μὲν γὰρ εἰκὸς πολλὰ τῶν κινουμένων ἀγνοεῖν, διὰ τὸ ἐν ἐσχατιᾷ τῆς Ἀρμενίας τετάχθαι· ἡμεῖς δὲ οἱ μέσοις ἐμβεβηκότες τοῖς πράγμασι, καὶ πανταχόθεν ἐφʼ ἑκάστης ἡμέρας τὰς ἀκοὰς βαλλόμενοι τῶν καταστρεφομένων ἐκκλησιῶν, ἐν πολλῷ ἀγῶνί ἐσμεν, μήποτε ὁ κοινὸς ἐχθρὸς τῇ μακρᾷ εἰρήνῃ τοῦ βίου ὑμῶν βασκήνας, ἐπισπεῖραι δυνηθῇ τὰ ἑαυτοῦ ζιζάνια καὶ τοῖς καθʼ ὑμᾶς τόποις, καὶ γένηται καὶ τὸ τῶν Ἀρμενίων μέρος κατάβρωμα τῶν ὑπεναντίων. ἀλλὰ νῦν μὲν ἡσυχάσατε, ὥσπερ σκεύους ἀγαθοῦ χρῆσιν κοινὴν ἔχειν πρὸς τοὺς γείτονας ὑμῶν καταδεξάμενοι· μικρὸν δὲ ὕστερον, ἂν δῷ ὁ Κύριος τὴν ἐπιδημίαν ἡμῶν, καὶ τελεωτέραν παραμυθίαν τῶν γενομένων ἐκδέξεσθε, ἐὰν τοῦτο ὑμῖν ἀναγκαῖον καταφανῇ.
Καὶ παρʼ ἑνὸς εὐλαβοῦς καὶ δευτέρου γενόμενον ἔργον πληροφορεῖ ἡμᾶς τῇ συμβουλίᾳ τοῦ Πνεύματος γίγνεσθαι. ὅταν γὰρ μηδὲν ᾖ ἀνθρώπινον πρὸ ὀφθαλμῶν κείμενον, μηδὲ σκοπῷ οἰκείας ἀπολαύσεως πρὸς τὰς ἐνεργείας ὁρμῶσιν οἱ ὅσιοι, ἀλλʼ ὅ τι εὐάρεστον τῷ Θεῷ προθέμενοι, δῆλον ὅτι Κύριός ἐστιν ὁ τὰς καρδίας αὐτῶν κατευθύνων. ὅπου δὲ ἄνδρες πνευματικοὶ τῶν βουλευμάτων κατάρχουσιν. ἕπεται δὲ τούτοις λαὸς Κυρίου ἐν συμφωνίᾳ τῆς γνώμης, τίς ἀμφιβαλεῖ μὴ οὐχὶ τῇ κοινωνίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ τὸ αἷμα αὐτοῦ ὑπὲρ τῶν ἐκκλησιῶν ἐκχέαντος, τὴν βουλὴν γεγενῆσθαι; ὅθεν καὶ αὐτοὶ καλῶς εἰκάσατε τὸν θεοφιλέστατον ἀδελφὸν ἡμῶν καὶ συλλειτουργὸν Ποιμένιον κατὰ Θεὸν κεκινῆσθαι, ὃς καὶ ἐπέστη ὑμῖν ἐν καιρῷ, καὶ ἦλθεν ἐπὶ τὸν τρόπον τοῦτον τῆς παραμυθίας. οὗ ἐγὼ οὐχὶ τὴν εὕρεσιν μόνον τοῦ συμφέροντος ἐπαινῶ, ἀλλὰ καὶ τὸ τῆς γνώμης γενναῖον θαυμάζω, ὅτι μὴ εἰς ὑπερθέσεις ἀγαγὼν τὸ πρᾶγμα, ἐξέλυσε μὲν τὴν σπουδὴν τῶν ἐπιζητούντων, ἔδωκε δὲ καιρὸν φυλακῆς τοῖς ἀντιποιουμένοις, ἐπήγειρε δὲ τὰς ἐπιβουλὰς τῶν ἐφεδρευόντων, ἀλλʼ εὐθὺς τῷ καλῷ βουλεύματι τὸ τέλος ἐπήγαγεν. ὃν πανέστιον φυλάξειεν ὁ Κύριος τῇ ἑαυτοῦ χάριτι, ὥστε τὴν ἐκκλησίαν ὁμοίαν ἑαυτῇ διαμεῖναι ἐν τῇ ὁμοτίμῳ τοῦ προλαβόντος διαδοχῇ, καὶ μὴ δοῦναι χώραν τῷ πονηρῷ, ὃς νῦν, εἴπερ ποτέ, τῇ καταστάσει τῶν ἐκκλησιῶν δυσχεραίνει. Τοὺς δὲ ἐν Κολωνείᾳ ἀδελφοὺς πολλὰ μὲν καὶ ἡμεῖς παρεκαλέσαμεν διὰ γραμμάτων, καὶ ὑμεῖς δὲ ἀποδέχεσθαι αὐτῶν ὀφείλετε τὴν διάθεσιν μᾶλλον ἢ παροξύνειν αὐτούς, ὡς διὰ σμικρότητα παροφθέντας, μηδὲ τῇ καταφρονήσει προάγειν αὐτοὺς εἰς φιλονεικίαν. διότι πεφύκασί πως οἱ φιλονεικοῦντες ἀβουλότεροι γίνεσθαι, καὶ πολλὰ τῶν ἰδίων κακῶς διατίθεσθαι ὑπὲρ τοῦ λυπῆσαι τοὺς ἐναντιουμένους. οὐδεὶς δὲ οὕτω μικρὸς ὡς μὴ δύνασθαι νῦν κακῶν μεγάλων ἀφορμὴν παρασχεῖν τοῖς ἐθέλουσιν ἀφορμήν. καὶ τοῦτο οὐ στοχαζόμενοι λέγομεν, ἀλλὰ πείρᾳ κακῶν οἰκείων δεδιδαγμένοι, ἃ παραγάγοι ὁ Θεὸς ταῖς ὑμετέραις προσευχαῖς. συνεύξασθε δὲ καὶ ἡμῖν τὴν εὐοδίαν, ἵνα παραγενόμενοι ἐφησθῶμεν ὑμῖν ἐπὶ τῷ παρόντι ποιμένι, καὶ συμπαρακληθῶμεν ἐπὶ τῇ ἀναχωρήσει τοῦ κοινοῦ πατρὸς ἡμῶν.
Αἱ περὶ τὰς ἐκκλησίας οἰκονομίαι γίνονται μὲν παρὰ τῶν πεπιστευμένων τὴν προστασίαν αὐτῶν, βεβαιοῦνται δὲ παρὰ τῶν λαῶν. ὥστε ὃ μὲν ἦν ἐπὶ τοῖς θεοφιλεστάτοις ἐπισκόποις, πεπλήρωται· τὸ δὲ λειπόμενον ἤδη πρὸς ὑμᾶς βλέπει, ἐὰν καταξιώσητε ἐκθύμως περιέχεσθαι τοῦ δεδομένου ὑμῖν ἐπισκόπου, καὶ τὰς παρὰ τῶν ἔξωθεν πείρας ἰσχυρῶς ἀποκρούεσθαι. οὐδὲν γὰρ οὕτω δυσωπεῖ οὔτε ἄρχοντας οὔτε τοὺς λοιπούς, ὅσοι βασκαίνουσιν ὑμῶν τῇ εἰρηνικῇ καταστάσει, ὡς σύμφωνον περὶ τὴν τοῦ δεδομένου ἀγάπην, καὶ τὸ ἰσχυρὸν τῆς ἐνστάσεως. ἀπόγνωσιν γὰρ ἐμποιεῖ αὐτοῖς πάσης ἐπιχειρήσεως πονηρᾶς, ἐὰν ἴδωσι μήτε κλῆρον μήτε λαὸν τὰς αὐτῶν ἐπινοίας παραδεχόμενον. ἣν οὖν γνώμην ἔχετε περὶ τοῦ καλοῦ, ταύτην κοινὴν ποιήσασθε τῆς πόλεως· καὶ τοῖς δήμοις καὶ πᾶσι τοῖς οἰκοῦσι τὴν χώραν διαλέχθητε ἐπιρρώσοντες αὐτῶν τὰς καλὰς προαιρέσεις, ὥστε διαβοηθῆναι παρὰ πᾶσι τὸ γνήσιον ὑμῶν τῆς εἰς Θεὸν ἀγάπης. ἐὰν δὲ καὶ αὐτοὶ καταξιωθῶμέν ποτε παραγενέσθαι καὶ ἐπισκέψασθαι τὴν ἐκκλησίαν τὴν τροφὸν τῆς εὐσεβείας, ἣν ὡς μητρόπολιν τῆς ὀρθοδοξίας τιμῶμεν, διὰ τὸ ἐκ παλαιοῦ ὑπὸ τιμιωτάτων ἀνδρῶν καὶ ἐκλεκτῶν τοῦ Θεοῦ οἰκονομεῖσθαι αὐτὴν ἀντεχομένων τοῦ κατὰ τὴν διδαχὴν πιστοῦ λόγου, ὧν ἄξιον εἶναι τὸν νῦν ἀναφανέντα καὶ ὑμεῖς ἐδοκιμάσατε, καὶ ἡμεῖς συνεθέμεθα. Μόνον φυλαχθείητε παρὰ τῆς χάριτος τοῦ Θεοῦ, παραλύοντος μὲν τὰ πονηρὰ βουλεύματα τῶν ἐχθρῶν, ἰσχὺν δὲ καὶ εὐτονίαν πρὸς φυλακὴν τῶν καλῶς δεδογμένων ταῖς ψυχαῖς ὑμῶν ἐμποιοῦντος.
Ὀλίγας εὑρίσκω τοῦ γράφειν πρὸς τὴν θεοσέβειάν σου τὰς ἀφορμάς, καὶ λυπεῖ με τοῦτο οὐ σμικρῶς. ὅμοιον γάρ, ὥσπερ ἂν εἰ καὶ ἐξὸν πολλάκις ὁρᾷν σε καὶ ἀπολαύειν σου, ὀλιγάκις ἐποίουν τοῦτο. ἀλλʼ οὐκ ἔξεστί μοι γράφειν δι’ ἀπορίαν τῶν ἐντεῦθεν πρὸς ὑμᾶς ἀφικνουμένων· ἐπεὶ οὐδὲν ἐκώλυεν, οἱονεὶ ἐφημερίδα τοῦ ἐμοῦ βίου τὰ γράμματα εἶναι, τὰ καθʼ ἑκάστην ἡμέραν συμπίπτοντα διαγγέλλειν σου τῇ ἀγάπῃ. ἐμοί τε γὰρ κουφισμὸν φέρει τὸ ἀνακοινοῦσθαί σοι τὰ καθʼ ἡμᾶς, σέ τε οἶδα οὐδὲν οὕτω μεριμνῶντα, ὡς τὰ ἡμέτερα. ἀλλὰ νῦν Ἐλπίδιος πρὸς τὸν ἑαυτοῦ δεσπότην ἐπειγόμενος, τοῦ ἀποδύσασθαι τὰς διαβολὰς τὰς ψευδῶς αὐτῷ παρά τινων ἐχθρῶν κατασκευασθείσας, ᾔτησεν ἡμᾶς τὴν ἐπιστολήν. δι’ οὗ καὶ προσφθεγγόμεθά σου τὴν εὐλάβειαν, καὶ συνιστῶμέν σοι τὸν ἄνδρα διά τε τὸ δίκαιον ἄξιον ὄντα τῆς παρὰ σοῦ προστασίας καὶ δι’ ἡμᾶς· οἳ εἰ καὶ μηδὲν ἄλλο ἔχομεν αὐτῷ μαρτυρεῖν, ἀλλʼ ὅτι περὶ πολλοῦ ἐποιήσατο γραμμάτων ἡμετέρων γενέσθαι διάκονος, τοῦτόν τε ἔχε ἐν τοῖς οἰκείοις, καὶ ἡμῶν μέμνησο, καὶ ὑπὲρ τῆς ἐκκλησίας εὔχου. Γίνωσκε δέ, ὅτι ὁ μὲν θεοφιλέστατος ἀδελφὸς ἡμῶν ὑπερόριός ἐστι, τὰς ὀχλήσεις μὴ φέρων τῶν ἀναισχύντων. Δόαρα δὲ χειμάζεται, τοῦ κήτους τοῦ πολυσάρκου τὰ ἐκεῖ συνταράσσοντος. ἡμῖν δὲ οἱ ἐχθροὶ τὰς ἐπιβουλὰς ἐπὶ τοῦ στρατοπέδου τυρεύουσιν, ὡς ὁ τῶν εἰδότων λόγος· ἡ δὲ χεὶρ τοῦ Κυρίου τέως ἐστὶ μεθʼ ἡμῶν. μόνον εὔχου μὴ ἐγκαταλειφθῆναι ἡμᾶς εἰς τέλος. καὶ γὰρ καὶ ὁ ἀδελφὸς διάγει ἄνετος· καὶ Δόαρα τὸν παλαιὸν ἀπέλαβε μουλίωνα· πλέον δὲ ἔχει οὐδέν· καὶ τὰς βουλὰς τῶν ἐχθρῶν ἡμῶν διασκεδάσει Κύριος. πάντων μέντοι καὶ τῶν παρόντων καὶ τῶν προσδοκωμένων λυπηρῶν λύσις ἡμῖν τὸ σὲ θεάσασθαι. ὥστε ἐὰν γένηταί σοί ποτε δυνατόν, ἕως ἔτι ἐσμὲν ὑπὲρ γῆς, καταξίωσον ἡμᾶς ἰδεῖν. Τὸ περὶ τοῦ Πνεύματος βιβλίον γέγραπται μὲν ἡμῖν καὶ ἐξείργασται, ὡς αὐτὸς οἶδας· ἀποστεῖλαι δὲ ἐν χάρτῃ γεγραμμένον ἐκώλυσάν με οἱ μετʼ ἐμοῦ ἀδελφοί, εἰπόντες παρὰ τῆς εὐγενείας σου ἐντολὰς ἔχειν ἐν σωματίῳ γράψαι. ἵνʼ οὖν μή τι δόξωμεν ὑπεναντίον ποιεῖν τῷ προστάγματί σου, ἐπέσχομεν νῦν, ἀποστελοῦμεν δὲ μικρὸν ὕστερον, μόνον ἐάν τινος ἐπιτηδείου τοῦ διακομίζοντος ἐπιτύχωμεν. ἐρρωμένος καὶ εὔθυμος εὐχόμενος τῷ Κυρίῳ ὑπὲρ ἡμῶν χαρισθείης μοι καὶ τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ τῇ τοῦ ἁγίου φιλανθρωπίᾳ.
Πᾶσα ἡμέρα γράμματα ἔχουσα τῆς θεοσεβείας σου ἑορτὴ ἡμῖν ἐστι, καὶ ἑορτῶν ἡ μεγίστη. ὅταν δὲ καὶ σύμβολα ἐπιφέρηται ἑορτῆς, τί ἄλλο χρὴ ὀνομάζειν ἢ οὐχὶ ἑορτὴν ἑορτῶν, ὥσπερ ὁ παλαιὸς νόμος Σάββατα Σαββάτων προσαγορεύειν εἰώθει; εὐχαριστοῦμεν οὖν τῷ Κυρίῳ, μαθόντες ὅτι καὶ ἔρρωσαι τῷ σώματι, καὶ εἰρηνευούσῃ τῇ ἐκκλησίᾳ τῆς σωτηρίου οἰκονομίας τὴν ἀνάμνησιν ἐτέλεσας. Ἡμᾶς δὲ θόρυβοί τινες διετάραξαν· οὐ μὴν ἔξω κατηφείας διηγάγομεν, τῷ τὸν θεοφιλέστατον ἀδελφὸν ἡμῶν πεφυγαδευμένον εἶναι. ἀλλʼ ὑπὲρ μὲν ἐκείνου προσεύχου, ἵνα δῴη αὐτῷ ὁ Θεός ποτε ἐπιδεῖν τὴν ἑαυτοῦ ἐκκλησίαν τῶν αἱρετικῶν δηγμάτων τὰ τραύματα ἰαθεῖσαν· ἡμᾶς δὲ λίαν καταξίωσον ἐπισκέψασθαι, ἕως ἔτι ἐσμὲν ἐπὶ γῆς. ποίησον ἔργον σαυτῷ μὲν ἀκόλουθον, ἡμῖν δὲ εὐχῆς ἄξιον τῆς μεγίστης. θαυμάσαι δέ ἐστι καὶ τὴν διάνοιαν τῶν εὐλογιῶν, ὅτι δι’ αἰνιγμάτων ηὔξω ἡμῖν γῆρας ἰσχυρόν. ἔδειξας γάρ, ὅτι διὰ μὲν τῶν λαμπηνῶν πρὸς τοὺς νυκτερινοὺς διεγείρεις καμάτους, διὰ δὲ τῶν τραγημάτων τὸ πᾶσι τοῖς μέρεσι τετονῶσθαι κατεγγυᾷ. οὐ γὰρ ἔμοιγε καθʼ ἡλικίαν τὸ τρώγειν, πάλαι τῶν ὀδόντων ἔκ τε τοῦ χρόνου καὶ τῆς ἀρρωστίας ἐκτετριμμένων. πρὸς μὲν οὖν τὰ ἐπερωτηθέντα γεγόνασί τινες ἐν τῷ ὑπομνηστικῷ ἀποκρίσεις, οἵας ἐμοὶ δυνατὸν ἦν, καὶ ὡς ὁ καιρὸς ἐδίδου.
Οἶδα καὶ αὐτὸς ἀκούσας τούτου, καὶ γνωρίζω τῶν ἀνθρώπων τὴν κατασκευήν. τί οὖν ἐροῦμεν πρὸς ταῦτα; ὅτι καλὸν μὲν ὁ νοῦς· καὶ ἐν τούτῳ ἔχομεν τὸ κατʼ εἰκόνα τοῦ κτίσαντος· καὶ καλὸν τοῦ νοῦ ἡ ἐνέργεια· καὶ ὅτι ἀεικίνητος ὢν οὗτος, πολλάκις μὲν φαντασιοῦται περὶ τῶν οὐκ ὄντων ὡς ὄντων, πολλάκις δὲ εὐθυβόλως ἐπὶ τὴν ἀλήθειαν φέρεται. ἀλλʼ ἐπειδὴ τούτῳ διτταὶ δυνάμεις παραπεφύκασι, κατὰ τὴν ἡμετέραν τῶν εἰς Θεὸν πεπιστευκότων ὑπόληψιν, ἡ μὲν πονηρά, ἡ τῶν δαιμόνων, πρὸς τὴν ἰδίαν ἀποστασίαν ἡμᾶς συνεφελκομένη, ἡ δὲ θειοτέρα καὶ ἀγαθὴ πρὸς τὴν τοῦ Θεοῦ ὁμοίωσιν ἡμᾶς ἀνάγουσα· ὅταν μὲν ἐφʼ ἑαυτοῦ μένῃ ὁ νοῦς, μικρὰ καθορᾷ καὶ τὰ ἑαυτῷ σύμμετρα, ὅταν δὲ τοῖς ἀπατῶσιν ἑαυτὸν ἐπιδῷ, ἀφανίσας τὸ οἰκεῖον κριτήριον φαντασίαις σύνεστιν ἀλλοκότοις. τότε καὶ τὸ ξύλον οὐχὶ ξύλον εἶναι νομίζει, ἀλλὰ Θεόν, καὶ χρυσὸν οὐχὶ χρήματα εἶναι κρίνει, ἀλλὰ σεβάσματα. ἐὰν δὲ πρὸς τὴν θειοτέραν ἀπονεύσῃ μερίδα, καὶ τὰς τοῦ Πνεύματος ὑποδέξηται χάριτας, τότε γίνεται τῶν θειοτέρων καταληπτικός, ὅσον αὐτοῦ τῇ φύσει σύμμετρον. Τρεῖς οὖν εἰσιν οἱονεὶ βίων καταστάσεις, καὶ ἰσάριθμοι τούτοις αἱ τοῦ νοῦ ἡμῶν ἐνέργειαι. ἢ γὰρ πονηρὰ ἡμῶν τὰ ἐπιτηδεύματα, καὶ πονηρὰ ἡμῶν δηλονότι τὰ τοῦ νοῦ κινήματα· οἷον μοιχεῖαι, κλοπαί, εἰδωλολατρείαι, συκοφαντίαι, ἔριδες, θυμοί, ἐριθεῖαι, φυσιώσεις, καὶ ὅσα ἐν τοῖς ἔργοις τῆς σαρκὸς ὁ ἀπόστολος Παῦλος ἀπηριθμήσατο· ἢ καλά· ἢ μέση τίς ἐστι τῆς ψυχῆς ἡ ἐνέργεια, οὔτε κατεγνωσμένον τι ἔχουσα, οὔτε ἐπαινετόν· ὡς ἡ τῶν βαναύσων τούτων τεχνῶν ἀνάληψις, ἃς δὴ καὶ μέσας προσαγορεύομεν, οὐδὲν τῷ ἑαυτῶν λόγῳ πρὸς ἀρετὴν ἢ κακίαν ἀποκλινούσας. ποία γὰρ κακία κυβερνητικῆς ἢ ἰατρικῆς; οὐ μέντοιγε οὐδὲ ἀρεταὶ αὐταὶ καθʼ ἑαυτάς, ἀλλʼ ἐκ τῆς τῶν κεχρημένων προαιρέσεως πρὸς τὴν τοῦ ἑτέρου τῶν ἀντικειμένων ἀποκλίνουσι μοῖραν. ὁ μέντοι τῇ θεότητι τοῦ Πνεύματος ἀνακραθεὶς νοῦς, οὗτος ἤδη τῶν μεγάλων ἐστὶ θεωρημάτων ἐποπτικός, καὶ καθορᾷ τὰ θεῖα κάλλη, τοσοῦτον μέντοι, ὅσον ἡ χάρις ἐνδίδωσι καὶ ἡ κατασκευὴ αὐτοῦ ὑποδέχεται. Ὥστε ἀφέντες ἐκείνας τὰς διαλεκτικὰς ἐρωτήσεις, μὴ κακεντρεχῶς, ἀλλʼ εὐλαβῶς ἐξεταζέτωσαν τὴν ἀλήθειαν. δέδοται ἡμῖν τὸ τοῦ νοῦ κριτήριον εἰς τὴν τῆς ἀληθείας σύνεσιν. ἔστι δὲ ἡ αὐτοαλήθεια ὁ Θεὸς ἡμῶν. ὥστε προηγούμενόν ἐστιν τῷ νῷ τὸν Θεὸν ἡμῶν ἐπιγινώσκειν, ἐπιγινώσκειν δὲ οὕτως ὡς δυνατὸν γνωρίζεσθαι τὸν ἀπειρομεγέθη ὑπὸ τοῦ μικροτάτου. οὐδὲ γὰρ ἐπειδὴ ὀφθαλμοὶ εἰς κατανόησιν τῶν ὁρατῶν εἰσι τεταγμένοι, ἤδη πάντα τὰ ὁρατὰ ὑπὸ τὴν ὄψιν ἄγεται. οὐδὲ γὰρ τὸ ἡμισφαίριον τοῦ οὐρανοῦ ἐν μιᾷ ῥοπῇ καθορᾶται, ἀλλὰ φαντασία μὲν ὄψεως ἡμᾶς περιίσταται, κατὰ δὲ τὴν ἀλήθειαν πολλά, ἵνα μὴ πάντα εἴπω, ἔστιν ἐν αὐτῷ τὰ ἀγνοούμενα· ἀστέρων φύσις, μεγέθη τούτων, διαστήματα, κινήσεις, συνδρομαί, ἀποστάσεις, αἱ λοιπαὶ σχέσεις, αὐτὴ ἡ οὐσία τοῦ στερεώματος, τὸ βάθος τὸ ἀπὸ τῆς κοίλης περιφερείας ἐπὶ τὴν κυρτὴν ἐπιφάνειαν. ἀλλʼ ὅμως οὐκ ἂν εἴποιμεν ἀόρατον εἶναι τὸν οὐρανὸν διὰ τὰ ἀγνοούμενα, ἀλλʼ ὁρατὸν διὰ τὴν μετρίαν αὐτοῦ κατανόησιν. οὕτω δὴ καὶ περὶ Θεοῦ. εἰ μὲν βεβλαμμένος ἐστὶν ὑπὸ δαιμόνων ὁ νοῦς, εἰδωλολατρήσει, ἢ πρὸς ἄλλο τι εἶδος ἀσεβείας παρατραπήσεται· εἰ δὲ τῇ τοῦ Πνεύματος ἑαυτὸν ἐπιδέδωκε βοηθείᾳ, τὴν ἀλήθειαν γνωρίσει, καὶ Θεὸν ἐπιγνώσεται. ἐπιγνώσεται δέ, ὡς ὁ ἀπόστολος εἶπεν, ἐκ μέρους, ἐν δὲ τῇ μετὰ ταῦτα ζωῇ τελεώτερον· ὅταν γὰρ ἔλθῃ τὸ τέλειον, τὸ ἐκ μέρους καταργηθήσεται. ὥστε καὶ καλὸν τοῦ νοῦ τὸ κριτήριον καὶ πρὸς εὔχρηστον τέλος, τὴν Θεοῦ κατανόησιν, δεδομένον, ἐνεργοῦν μέντοι τοσοῦτον ὅσον αὐτῷ χωρητόν.
Ο οἶδας, σέβεις, ἢ ὃ ἀγνοεῖς; ἐὰν ἀποκρινώμεθα, Ὃ οἴδαμεν, τοῦτο προσκυνοῦμεν, ταχεῖα παρʼ αὐτῶν ἡ ἀπάντησις, Τίς ἡ οὐσία τοῦ προσκυνουμένου; ἐὰν δὲ ἀγνοεῖν ὁμολογήσωμεν τὴν οὐσίαν, πάλιν ἡμῖν περιτρέψαντες λέγουσιν, ὅτι Οὐκοῦν ὃ οὐκ οἴδατε προσκυνεῖτε. ἡμεῖς δὲ λέγομεν, ὅτι τὸ εἰδέναι πολύσημον. καὶ γὰρ τὴν μεγαλειότητα τοῦ Θεοῦ εἰδέναι λέγομεν, καὶ τὴν δύναμιν, καὶ τὴν σοφίαν, καὶ τὴν ἀγαθότητα, καὶ τὴν πρόνοιαν ᾗ ἐπιμελεῖται ἡμῶν, καὶ τὸ δίκαιον αὐτοῦ τῆς κρίσεως· οὐκ αὐτὴν τὴν οὐσίαν. ὥστε ἐπηρεαστικὴ ἡ ἐρώτησις. οὐ γὰρ ὁ τὴν οὐσίαν μὴ φάσκων εἰδέναι ὡμολόγησε τὸν Θεὸν μὴ ἐπίστασθαι, ἐκ πολλῶν ὧν ἀπηριθμησάμεθα συναγομένης ἡμῖν τῆς περὶ Θεοῦ ἐννοίας. ἀλλʼ ἁπλοῦς, φησίν, ὁ Θεός, καὶ πᾶν ὅπερ ἂν αὐτοῦ ἀπαριθμήσῃ γνωστόν, τῆς οὐσίας ἐστί. τοῦτο δὲ σόφισμά ἐστι μυρίας τὰς ἀτοπίας ἔχον. τοσούτων τῶν ἀπηριθμημένων ὄντων, πότερον ταῦτα πάντα μιᾶς οὐσίας ὀνόματα; καὶ ἰσοδυναμεῖ ἀλλήλοις τὸ φοβερὸν αὐτοῦ καὶ τὸ φιλάνθρωπον, τὸ δίκαιον καὶ τὸ δημιουργικόν, τὸ προγνωστικὸν καὶ τὸ ἀνταποδοτικόν, τὸ μεγαλεῖον καὶ τὸ προνοητικόν; ἢ καὶ ὅπερ ἂν τούτων εἴπωμεν, τὴν οὐσίαν δηλοῦμεν; εἴπερ γὰρ τοῦτο λέγουσι, μὴ ἐρωτάτωσαν, εἰ τὴν οὐσίαν οἴδαμεν τοῦ Θεοῦ, ἀλλὰ πυνθανέσθωσαν ἡμῶν, εἰ φοβερὸν οἴδαμεν τὸν Θεόν, ἢ εἰ δίκαιον, ἢ εἰ φιλάνθρωπον. ταῦτα ὁμολογοῦμεν εἰδέναι. εἰ δὲ ἄλλο τι λέγουσι τὴν οὐσίαν, μὴ παραλογιζέσθωσαν ἡμᾶς διὰ τῆς ἁπλότητος. αὐτοὶ γὰρ ὡμολόγησαν ἄλλο καὶ ἄλλο εἶναι τήν τε οὐσίαν καὶ τῶν ἀπηριθμημένων ἕκαστον. ἀλλʼ αἱ μὲν ἐνέργειαι ποικίλαι, ἡ δὲ οὐσία ἁπλῆ. ἡμεῖς δὲ ἐκ μὲν τῶν ἐνεργειῶν γνωρίζειν λέγομεν τὸν θεὸν ἡμῶν, τῇ δὲ οὐσίᾳ αὐτῇ προσεγγίζειν οὐχ ὑπισχνούμεθα. αἱ μὲν γὰρ ἐνέργειαι αὐτοῦ πρὸς ἡμᾶς καταβαίνουσιν, ἡ δὲ οὐσία αὐτοῦ μένει ἀπρόσιτος. Ἀλλʼ εἰ τὴν οὐσίαν, φησίν, ἀγνοεῖς, αὐτὸν ἀγνοεῖς. σὺ δὲ ἀντίστρεψον, ὅτι εἰ τὴν οὐσίαν λέγεις εἰδέναι, αὐτὸν οὐκ ἐπίστασαι. οὔτε γὰρ ὁ λυσσόδηκτος βλέπων τὸν κύνα ἐν τῇ φιαλῇ, πλεῖον ὁρᾷ τῶν ὑγιαινόντων· ἀλλὰ διὰ τοῦτο ἐλεεινός, ὅτι οἴεται βλέπειν ἃ μὴ ὁρᾷ. μὴ οὖν θαυμάσῃς τοῦτον τῆς ἐπαγγελίας, ἀλλὰ τῆς παρανοίας αὐτὸν ἐλεεινὸν κρῖνον. γίνωσκε τοίνυν ὅτι παιζόντων ἐστὶν ἡ φωνή· εἰ τὴν οὐσίαν τοῦ Θεοῦ ἀγνοεῖς, ὃ μὴ γινώσκεις, σέβεις. ἐγὼ δέ, ὅτι μὲν ἔστιν οἶδα, τί δὲ ἡ οὐσία ὑπὲρ διάνοιαν τίθεμαι. πῶς οὖν σώζομαι; διὰ τῆς πίστεως. πίστις δὲ αὐτάρκης εἰδέναι ὅτι ἐστὶ Θεός, οὐχὶ τί ἐστι, καὶ τοῖς ἐκζητοῦσιν αὐτὸν μισθαποδότης γίνεται. εἴδησις ἄρα τῆς θείας οὐσίας, ἡ αἴσθησις αὐτοῦ τῆς ἀκαταληψίας· καὶ σεπτόν, οὐ τὸ καταληφθὲν τίς ἡ οὐσία, ἀλλʼ ὅτι ἐστὶν ἡ οὐσία. Καὶ ἀντερωτάσθωσαν οὕτω. Θεὸν οὐδεὶς ἑώρακε πώποτε· ὁ μονογενὴς Υἱός, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρός, οὗτος ἐξηγήσατο. τί ἐξηγήσατο τοῦ Πατρὸς ὁ μονογενής; τὴν οὐσίαν, ἢ τὴν δύναμιν; εἰ τὴν δύναμιν, ὅσον ἐξηγήσατο ἡμῖν, τοσοῦτον γνωρίζομεν. εἰ τὴν οὐσίαν, εἰπέ, ποῦ εἶπεν αὐτοῦ τὴν ἀγεννησίαν οὐσίαν; Ἀβραὰμ πότε προσεκύνησεν; οὐχ ὅτε ἐπίστευσε; πότε δὲ ἐπίστευσεν; οὐχ ὅτε ἐκλήθη; ποῦ οὖν ἐνταῦθα ἡ κατάληψις αὐτῷ ἐμαρτυρήθη παρὰ τῆς Γραφῆς; οἱ μαθηταὶ δὲ αὐτὸν πότε προσεκύνησαν; οὐχ ὅτε τὴν κτίσιν αὐτῷ εἶδον ὑποτεταγμένην; ἀπὸ γὰρ θαλάσσης καὶ ἀνέμων ὑπακουσάντων αὐτῷ ἐγνώρισαν αὐτοῦ τὴν θεότητα. οὐκοῦν ἀπὸ μὲν τῶν ἐνεργειῶν ἡ γνῶσις, ἀπὸ δὲ τῆς γνώσεως ἡ προσκύνησις. πιστεύεις ὅτι δύναμαι τοῦτο ποιῆσαι; πιστεύω, Κύριε· καὶ προσεκύνησεν αὐτῷ, οὕτως ἡ μὲν προσκύνησις τῇ πίστει ἀκολουθεῖ, ἡ δὲ πίστις ἀπὸ δυνάμεως βεβαιοῦται. εἰ δὲ λέγεις τὸν πιστεύοντα καὶ γινώσκειν, ἀφʼ ὧν πιστεύει, ἀπὸ τούτων καὶ γινώσκει· ἢ καὶ ἀνάπαλιν, ἀφʼ ὧν γινώσκει, ἀπὸ τούτων καὶ πιστεύει. γινώσκομεν δὲ ἐκ τῆς δυνάμεως τὸν Θεόν. ὥστε πιστεύομεν μὲν τῷ γνωσθέντι, προσκυνοῦμεν δὲ τῷ πιστευθέντι.
Τί πρότερον, ἡ γνῶσις, ἢ ἡ πίστις; ἡμεῖς δὲ λέγομεν, ὅτι καθόλου μὲν ἐπὶ τῶν μαθημάτων πίστις γνώσεως προηγεῖται, ἐπὶ δὲ τοῦ καθʼ ἡμᾶς λόγου, κἂν λέγῃ τις προκατάρχειν τὴν γνῶσιν τῆς πίστεως, οὐ διαφερόμεθα, γνῶσιν μέντοι τὴν τῇ ἀνθρωπίνῃ καταλήψει σύμμετρον. ἐπὶ μὲν γὰρ τῶν μαθημάτων πιστεῦσαι δεῖ πρῶτον, ὅτι ἄλφα λέγεται, καὶ μαθόντα τοὺς χαρακτῆρας καὶ τὴν ἐκφώνησιν, ὕστερον λαβεῖν καὶ τὴν ἀκριβῆ κατανόησιν τῆς δυνάμεως τοῦ στοιχείου. ἐν δὲ τῇ περὶ Θεοῦ πίστει ἡγεῖται μὲν ἡ ἔννοια ἡ περὶ τοῦ ὅτι ἐστὶ Θεός, ταύτην δὲ ἐκ τῶν δημιουργημάτων συνάγομεν. σοφὸν γάρ, καὶ δυνατόν, καὶ ἀγαθόν, καὶ πάντα αὐτοῦ τὰ ἀόρατα ἀπὸ τῆς τοῦ κόσμου κτίσεως νοοῦτες ἐπιγινώσκομεν. οὕτω δὴ καὶ Δεσπότην ἑαυτῶν αὐτὸν καταδεχόμεθα. ἐπειδὴ γὰρ παντὸς μὲν τοῦ κόσμου δημιουργὸς ὁ Θεός, μέρος δὲ κόσμου ἡμεῖς, καὶ ἡμῶν ἄρα δημιουργὸς ὁ Θεός. ταύτῃ δὲ τῇ γνώσει ἡ πίστις ἀκολουθεῖ, καὶ τῇ τοιαύτῃ πίστει ἡ προσκύνησις. Νῦν δὲ ἐπειδὴ πολύσημόν ἐστι τὸ τῆς γνώσεως ὄνομα, οἱ καταπαίζοντες τῶν ἀκεραιοτέρων, καὶ ὁμοίως ἐπιδεικνύμενοι τοῖς παραδόξοις, ὡς οἱ ἐν τοῖς θεάτροις ἐν ταῖς πάντων ὄψεσι τὰς ψήφους κλέπτοντες, τῇ ἐρωτήσει τοῦ καθόλου τὸ πᾶν συναρπάζουσιν. ἐπειδὴ γὰρ τὸ τῆς γνώσεως ὄνομα ἐπὶ πολὺ διαβαίνει, καὶ γνωστόν τί ἐστι, τὸ μὲν κατὰ ἀριθμόν, τὸ δὲ κατὰ μέγεθος, τὸ δὲ κατὰ δύναμιν, τὸ δὲ κατὰ τὸν τρόπον τῆς ὑπάρξεως, τὸ δὲ κατὰ τὸν χρόνον τῆς γεννήσεως, τὸ δὲ κατʼ οὐσίαν, οὗτοι ἐν ἐρωτήματι τὸ ὅλον παραλαμβάνοντες, ἐὰν μὲν λάβωσιν ἡμᾶς ὁμολογοῦντας ὅτι γινώσκομεν, ἀπαιτοῦσιν ἡμῖν τῆς οὐσίας τὴν εἴδησιν· ἐὰν δὲ ἴδωσιν ἡμᾶς εὐλαβουμένους πρὸς τὴν ἀπόφασιν, περιτρέπουσιν ἡμῖν τῆς ἀσεβείας τὸ ὄνειδος. ἀλλʼ ἡμεῖς εἰδέναι μὲν ὁμολογοῦμεν τὸ γνωστὸν τοῦ Θεοῦ, εἰδέναι δέ τι πάλιν ὃ ἐκφεύγει ἡμῶν τὴν κατάληψιν ἀδύνατον. ὡς οὖν ἐάν με ἐρωτήσῃς, εἰ οἶδα, τί ἐστιν ἄμμος, κἂν ἀποκρίνωμαι, ὅτι ἐπίσταμαι, συκοφαντήσεις προδηλως, ἐὰν εὐθὺς καὶ τὸν ἀριθμὸν αὐτῆς ἀπαιτήσῃς, διότι ἡ μὲν πρώτη σου ἐρώτησις πρὸς τὸ εἶδος ἔφερε τῆς ἄμμου, ἡ δὲ δευτέρα, συκοφαντία, περὶ τὸν ἀριθμὸν αὐτῆς περιετράπη. ὅμοιόν ἐστι τοῦτο τὸ σόφισμα τῷ λέγοντι· Οἶδας Τιμόθεον; Οὐκοῦν ἐὰν Τιμόθεον οἶδας, οἶδας αὐτοῦ καὶ τὴν φύσιν, ἀλλὰ μὴν ὡμολόγησας εἰδέναι Τιμόθεον, ἀπόδος τοίνυν ἡμῖν τὸν λόγον τῆς Τιμόθεου φύσεως. ἐγὼ δὲ καὶ οἶδα Τιμόθεον, καὶ οὐκ οἶδα, οὐ μὴν κατὰ ταὐτὸν καὶ ἐν τῷ αὐτῷ. οὐ γὰρ καθʼ ὃ οἶδα, κατὰ τοῦτο καὶ οὐκ οἶδα, ἀλλὰ κατʼ ἄλλο μὲν οἶδα, κατʼ ἄλλο δὲ ἀγνοῶ. οἶδα μὲν γὰρ αὐτὸν κατὰ τὸν χαρακτῆρα καὶ τὰ λοιπὰ ἰδιώματα, ἀγνοῶ δὲ αὐτοῦ τὴν οὐσίαν. ἐπεὶ καὶ ἐμαυτὸν οὕτω τούτῳ τῷ λόγῳ καὶ οἶδα καὶ ἀγνοῶ. οἶδα μὲν γὰρ ἐμαυτὸν ὅστις εἰμί, οὐκ οἶδα δὲ καθὸ τὴν οὐσίαν μου ἀγνοῶ. Ἐπεὶ ἐξηγησάσθωσαν ἡμῖν, πῶς εἶπεν ὁ Παῦλος, ὅτι Νῦν μὲν ἐκ μέρους γινώσκομεν. ἆρα ἐκ μέρους τὴν οὐσίαν αὐτοῦ γινώσκομεν, οἱονεὶ μέρη τῆς οὐσίας αὐτοῦ γινώσκομεν; ἀλλʼ ἄτοπον, ἀμερὴς γὰρ ὁ Θεός. ἀλλʼ ὅλην αὐτὴν γινώσκομεν; πῶς οὖν, Ὅταν ἔλθῃ τὸ τέλειον, τὸ ἐκ μέρους καταργηθήσεται; οἱ δὲ εἰδωλολάτραι τί ἐγκαλοῦνται; οὐχ ὅτι γνόντες τὸν Θεόν, οὐχ ὡς Θεὸν ἐδόξασαν; ἢ Γαλάται δὲ οἱ ἀνόητοι ὑπὸ τοῦ Παύλου διὰ τί ὀνειδίζονται, λέγοντος· Νυνὶ δὲ γνόντες τὸν Θεόν, μᾶλλον δὲ γνωσθέντες ὑπὸ Θεοῦ, πῶς ἐπιστρέφετε πάλιν ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα; γνωστὸς δὲ πῶς ἦν ἐν τῇ Ἰουδαίᾳ ὁ Θεός; ἆρα ἐπειδὴ ἐν τῇ Ἰουδαίᾳ ἡ οὐσία, ἥτις ποτὲ ἦν, ἐπεγνώσθη; ἔγνω, φησί, βοῦς τὸν κτησάμενον αὐτόν· δηλονότι ὁ βοῦς καθʼ ὑμᾶς ἔγνω τὴν οὐσίαν τοῦ κυρίου· καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ. ἔγνω οὖν καὶ ὁ ὄνος τῆς φάτνης τὴν οὐσίαν. Ἰσραὴλ δέ με, φησίν, οὐκ ἔγνω. τοῦτο ἐγκαλεῖται καθʼ ὑμᾶς Ἰσραήλ, ὅτι τὴν οὐσίαν, ἥτις ποτέ ἐστι, τοῦ Θεοῦ οὐκ ἐπέγνω. ἔκχεον, φησί, τὴν ὀργήν σου ἐπὶ τὰ ἔθνη τὰ μὴ γινώσκοντά σε· τουτέστι, τὰ τὴν οὐσίαν σου μὴ κατειληφότα. ἀλλὰ πολλαχῶς ἡ γνῶσις, ὡς ἔφαμεν. ἥ τε γὰρ τοῦ κτίσαντος ἡμᾶς σύνεσις, καὶ ἡ τῶν θαυμασίων αὐτοῦ κατανόησις, καὶ ἡ τήρησις τῶν ἐντολῶν, καὶ ἡ οἰκείωσις ἡ πρὸς αὐτόν· οἱ δὲ πάντα ταῦτα παρωσάμενοι, ἐπὶ ἓν σημαινόμενον τὴν γνῶσιν ἕλκουσι, τὴν θεωρίαν αὐτῆς τοῦ Θεοῦ τῆς οὐσίας. θήσεις, φησίν, ἀπέναντι τῶν μαρτυρίων, ὅθεν γνωσθήσομαί σοι ἐκεῖθεν. ἆρα τὸ γνωσθήσομαι, ἀντὶ τοῦ τὴν οὐσίαν μου ἐμφανίσω; ἔγνω Κύριος τοὺς ὄντας αὐτοῦ. ἆρα οὖν τῶν μὲν ἑαυτοῦ τὴν οὐσίαν ἔγνω, τῶν δὲ ἀπειθούντων ἀγνοεῖ τὴν οὐσίαν; ἔγνω Ἀδὰμ τὴν γυναῖκα αὐτοῦ. ἆρα τὴν οὐσίαν αὐτῆς ἐγνώρισε; καὶ περὶ τῆς Ῥεβέκκας, Παρθένος, φησίν· ἀνὴρ οὐκ ἔγνω αὐτήν· καί, Πῶς ἔσται τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω; ἆρα Ῥεβέκκας μὲν τὴν οὐσίαν οὐδεὶς ἐπέγνω; Μαρία δὲ τοῦτό φησιν· ὅτι οὐδενὸς ἀνδρὸς ἐνόησα τὴν οὐσίαν; ἢ τὸ ἔγνω ἐπὶ τῶν γαμικῶν συμπλοκῶν ἔθος τῇ Γραφῇ ὀνομάζειν; καὶ τὸ γνωσθήσεσθαι τὸν Θεὸν ἀπὸ τοῦ ἱλαστηρίου, τουτέστιν, ἐμφανισθήσεσθαι τοῖς λατρεύουσι. καὶ τὸ Ἔγνω Κύριος τοὺς ὄντας αὐτοῦ, τουτέστιν, ἐδέξατο αὐτοὺς διὰ τῶν ἀγαθῶν ἔργων εἰς τὴν πρὸς αὐτὸν οἰκείωσιν.
Ἐζητημένον ἤδη παρὰ πολλοῖς τὸ εὐαγγελικὸν ῥητὸν περὶ τοῦ ἀγνοεῖν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὴν ἡμέραν τοῦ τέλους καὶ τὴν ὥραν, καὶ μάλιστα συνεχῶς προβαλλόμενον παρὰ τῶν Ἀνομοίων ἐπὶ καθαιρέσει τῆς δόξης τοῦ Μονογενοῦς εἰς ἀπόδειξιν τοῦ κατὰ τὴν οὐσίαν ἀνομοίου, καὶ τῆς κατὰ τὴν ἀξίαν ὑφέσεως, ὡς οὐ δυναμένου οὔτε τὴν αὐτὴν ἔχειν φύσιν, οὔτε ἐν ὁμοιότητι μιᾷ νοεῖσθαι τοῦ μὴ πάντα εἰδότος πρὸς τὸν ἐμπεριλαβόντα τὴν εἴδησιν τῶν ὅλων τῇ προγνωστικῇ ἑαυτοῦ καὶ ἐπιβλητικῇ τῶν μελλόντων δυνάμει, τοῦτο νῦν παρὰ τῆς σῆς συνέσεως ἡμῖν ὡς καινὸν προεβλήθη. ἃ τοίνυν ἐκ παιδὸς παρὰ τῶν πατέρων ἠκούσαμεν, καὶ διὰ τὴν πρὸς τὰ καλὰ φιλίαν ἀβασανιστως παρεδεξάμεθα, ταῦτα εἰπεῖν ἔχομεν, τῶν μὲν Χριστομάχων τὴν ἀναισχυντίαν οὐ διαλύοντα (τίς γὰρ ἂν καὶ φανείη λόγος τῆς ὁρμῆς αὐτῶν ἰσχυρότερος;)· τοῖς δὲ ἀγαπῶσι τὸν Κύριον, καὶ τῆς ἐκ τοῦ λόγου ἀποδείξεως ἰσχυροτέραν τὴν ἐκ πίστεως πρόληψιν κεκτημένοις, ἀρκοῦσαν ἴσως παρεχόμενα τὴν πληροφορίαν. Ὅτι τὸ οὐδεὶς καθολικὸν μὲν εἶναι δοκεῖ ῥῆμα, ὡς μηδὲ ἓν πρόσωπον διὰ τῆς φωνῆς ταύτης ὑπεξῃρῆσθαι· ἔστι δὲ οὐχ οὕτω παρὰ τῇ Γραφῇ ἀναφερόμενον, ὡς τετηρήκαμεν ἐπὶ τοῦ, Οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεός. οὐδὲ γὰρ ἐκεῖ ἑαυτὸν ἔξω τιθεὶς τῆς τοῦ ἀγαθοῦ φύσεως ὁ Υἱός, ταῦτα λέγει. ἀλλʼ ἐπειδὴ τὸ πρῶτον ἀγαθὸν ὁ Πατήρ, τὸ οὐδεὶς συνυπακουομένου τοῦ πρῶτος, εἰρῆσθαι πιστεύομεν. καὶ τὸ Οὐδεὶς οἶδε τὸν Υἱὸν εἰ μὴ ὁ Πατήρ. οὐδὲ γὰρ ἐκεῖ ἄγνοιαν τοῦ Πνεύματος κατηγορεῖ, ἀλλὰ πρώτῳ τῷ Πατρὶ ὑπάρχειν τὴν γνῶσιν τῆς ἑαυτοῦ φύσεως μαρτυρεῖ. οὕτω καὶ τὸ Οὐδεὶς οἶδε τὴν πρώτην εἴδησιν τῶν τε ὄντων καὶ τῶν ἐσομένων ἐπὶ τὸν Πατέρα ἀνάγοντος, καὶ διὰ πάντων τὴν πρώτην αἰτίαν τοῖς ἀνθρώποις ὑποδεικνύντος εἰρῆσθαι νομίζομεν. ἐπεὶ πῶς ἢ ταῖς λοιπαῖς μαρτυρίαις τῆς Γραφῆς ἀκολουθεῖ τὸ ῥητόν, ἢ ταῖς κοιναῖς ἡμῶν ἐννοίαις συμβαίνειν δύναται, τῶν πεπιστευκότων εἰκόνα δὲ εἶναι τοῦ Θεοῦ τοῦ ἀοράτου τὸν Μονογενῆ, εἰκόνα δέ, οὐ χαρακτῆρος σωματικοῦ, ἀλλʼ αὐτῆς τῆς θεότητος, καὶ τῶν ἐπινοουμένων τῇ οὐσίᾳ τοῦ Θεοῦ μεγαλείων, εἰκόνα δυνάμεως, εἰκόνα σοφίας, καθὸ εἴρηται Χριστὸς Θεοῦ δύναμις καὶ Θεοῦ σοφία; μέρος δὲ δηλονότι τῆς σοφίας ἡ γνῶσις· ἣν οὐκ ἐξεικονίζει πᾶσαν, εἴπερ τινῶν ἀπολείπεται. πῶς δὲ καὶ ὁ Πατήρ, δι’ οὗ τοὺς αἰῶνας ἐποίησε, τούτῳ τὸ ἐλάχιστον μέρος τῶν αἰώνων, τὴν ἡμέραν ἐκείνην καὶ τὴν ὥραν, οὐκ ἔδειξεν; ἢ πῶς ὁ τῶν ὅλων ποιητὴς τοῦ ἐλαχίστου μέρους τῶν ὑπʼ αὐτοῦ κτισθέντων τῆς γνώσεως ἀπολείπεται; ὁ δὲ λέγων, πλησίον τοῦ τέλους, τάδε καὶ τάδε ἐν τῷ οὐρανῷ σημεῖα καὶ ἐν τοῖς κατὰ γῆν χωρίοις φανήσεσθαι, πῶς αὐτὸ τὸ τέλος ἀγνοεῖ; ἐν οἷς γὰρ λέγει, Οὔπω τὸ τέλος, οὐχ ὡς ἀμφιβάλλων, ἀλλʼ ὡς εἰδὼς διορίζεται. ἔπειτα μέντοι εὐγνωμόνως σκοποῦντι, πολλὰ καὶ ἀπὸ τοῦ ἀνθρωπίνου μέρους ὁ Κύριος διαλέγεται τοῖς ἀνθρώποις· οἷον, Δός μοι πιεῖν, φωνή ἐστι τοῦ Κυρίου τὴν σωματικὴν χρείαν ἐκπληροῦσα. καίτοι ὁ αἰτῶν οὐχὶ σὰρξ ἦν ἄψυχος, ἀλλὰ θεότης σαρκὶ ἐμψύχῳ κεχρημένη. οὕτω καὶ νῦν τὸ τῆς ἀγνοίας ἐπὶ τὸν οἰκονομικῶς πάντα καταδεξάμενον, καὶ προκόπτοντα παρὰ Θεῷ καὶ ἀνθρώποις σοφίᾳ καὶ χάριτι, λαμβάνων τις, οὐκ ἔξω τῆς εὐσεβοῦς ἐνεχθήσεται διανοίας. Τῆς σῆς δʼ ἂν εἴη φιλοπονίας ἐκθέσθαι τὰς εὐαγγελικὰς ῥήσεις καὶ συγκρῖναι ἀλλήλαις τήν τε Ματθαίου καὶ τὴν Μάρκου. οὗτοι γὰρ μόνοι συνενεχθέντες περὶ τὸν τόπον τοῦτον ἀλλήλοις φαίνονται. ἡ μὲν οὖν τοῦ Ματθαίου λέξις οὕτως ἔχει· Περὶ δὲ τῆς ἡμέρας ἐκείνης καὶ τῆς ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι τῶν οὐρανῶν, εἰ μὴ ὁ Πατὴρ μόνος· ἡ δὲ τοῦ Μαρκου· Περὶ δὲ τῆς ἡμέρας ἐκείνης καὶ ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι οἱ ἐν οὐρανῷ, οὐδὲ ὁ Υἱός, εἰ μὴ ὁ Πατήρ. τί τοίνυν ἐστὶν ἐν τούτοις ἐπισημήνασθαι ἄξιον; ὅτι ὁ μὲν Ματθαῖος οὐδὲν εἶπε περὶ τῆς τοῦ Υἱοῦ ἀγνωσίας, δοκεῖ δὲ τῷ Μάρκῳ συμφέρεσθαι κατὰ τὴν ἔννοιαν, ἐκ τοῦ φάναι, Εἰ μὴ ὁ Πατὴρ μόνος. ἡμεῖς δὲ ἡγούμεθα τὸ μόνος πρὸς τὴν τῶν ἀγγέλων ἀντιδιαστολὴν εἰρῆσθαι· τὸν δὲ Υἱὸν μὴ συμπαραλαμβάνεσθαι τοῖς ἑαυτοῦ δούλοις κατὰ τὴν ἄγνοιαν. Ἀψευδὴς γὰρ ὁ εἰπών, ὅτι Πάντα ὅσα ἔχει ὁ Πατὴρ ἐμά ἐστιν. ἓν δὲ ὧν ἔχει καὶ ἡ γνῶσίς ἐστι τῆς ἡμέρας ἐκείνης καὶ τῆς ὥρας. παρασιωπήσας τοίνυν, ὡς ὁμολογούμενον, τὸ ἑαυτοῦ πρόσωπον ἐν τῇ λέξει τοῦ Ματθαίου ὁ Κύριος τοὺς ἀγγέλους εἶπεν ἀγνοεῖν, εἰδέναι δὲ τὸν Πατέρα μόνον, τὴν τοῦ Πατρὸς γνῶσιν κατὰ τὸ σιωπώμενον καὶ ἑαυτοῦ εἶναι λέγων, διὰ τὸ καὶ ἐν ἄλλοις εἰρηκέναι· Καθὼς γινώσκει με ὁ Πατήρ, κἀγὼ γινώσκω τὸν Πατέρα. εἰ δὲ γινώσκει ὁ Πατὴρ τὸν Υἱὸν ὅλον δι’ ὅλου, ὥστε καὶ τὴν ἐναποκειμένην αὐτῷ σοφίαν πᾶσαν ἐπίστασθαι, κατὰ τὸ ἴσον μέτρον καὶ ἐπιγνωσθήσεται παρὰ τοῦ Υἱοῦ, δηλονότι, μετὰ πάσης τῆς ἐνυπαρχούσης αὐτῷ σοφίας καὶ τῆς προγνώσεως τῶν μελλόντων. ταύτης μὲν οὖν ἀξιοῦμεν τῆς παραμυθίας τὸ παρὰ τῷ Ματθαίῳ κείμενον· Εἰ μὴ ὁ Πατὴρ μόνος. τὸ δὲ Μάρκου, ἐπειδὴ φανερῶς δοκεῖ καὶ τὸν Υἱὸν ἀπομερίζειν τῆς γνώσεως, οὕτω νοοῦμεν· ὅτι οὐδεὶς οἶδεν, οὔτε οἱ ἄγγελοι τοῦ Θεοῦ, ἀλλʼ οὐδὲ ὁ Υἱὸς ἔγνω, εἰ μὴ ὁ Πατήρ· τουτέστιν, ἡ αἰτία τοῦ εἰδέναι τὸν Υἱὸν παρὰ τοῦ Πατρός. καὶ ἀβιαστός ἐστι τῷ εὐγνωμόνως ἀκούοντι ἡ ἐξήγησις αὕτη, ἐπειδὴ οὐ πρόσκειται τὸ μόνος, ὡς καὶ παρὰ τῷ Ματθαίῳ. ἔστιν οὖν ὁ νοῦς ὁ παρὰ τῷ Μάρκῳ τοιοῦτος· περὶ δὲ τῆς ἡμέρας ἐκείνης ἢ ὥρας οὐδεὶς οἶδεν, οὔτε οἱ ἄγγελοι τοῦ Θεοῦ, ἀλλʼ οὐδʼ ἂν ὁ Υἱὸς ἔγνω, εἰ μὴ ὁ Πατήρ· ἐκ γὰρ τοῦ Πατρὸς αὐτῷ ὑπῆρχε δεδομένη ἡ γνῶσις. τοῦτο δὲ εὐφημότατόν ἐστι καὶ θεοπρεπὲς περὶ τοῦ Υἱοῦ λέγειν, ὅτι οὗπέρ ἐστιν ὁμοούσιος, ἐξ αὐτοῦ καὶ τὸ γινώσκειν ἔχει καὶ τὸ ἐν πάσῃ σοφίᾳ καὶ δόξῃ τῇ πρεπούσῃ αὐτοῦ τῇ θεότητι θεωρεῖσθαι. Περὶ δὲ τοῦ Ἰεχονίου, ὃν ἐκκήρυκτον ἀπὸ τῆς Ἰουδαίας γῆς γεγενῆσθαί φησιν ὁ προφήτης Ἱερεμίας εἰπών· Ἠτιμώθη Ἰεχονίας ὡς σκεῦος, οὗ οὐκ ἔστιν αὐτοῦ χρεία· καὶ ὅτι ἀπερρίφη αὐτὸς καὶ τὸ σπέρμα αὐτοῦ, καὶ οὐ μὴ ἀναστῇ ἐκ τοῦ σπέρματος αὐτοῦ καθήμενος ἐπὶ τοῦ θρόνου Δαβίδ, ἄρχων ἐν τῷ Ἰούδᾳ· ἁπλοῦς καὶ σαφής ἐστιν ὁ λόγος. καθαιρεθείσης γὰρ τῆς Ἱερουσαλὴμ ὑπὸ Ναβουχοδονόσορ, λέλυτο μὲν τὰ βασίλεια, οὐκέτι δὲ πατρικαὶ διαδοχαὶ τῶν ἡγεμονιῶν ἦσαν, ὥσπερ καὶ πρότερον· ἀλλὰ τότε μὲν ἐξ ἀρχῆς ἐπὶ τῆς αἰχμαλωσίας διῆγον οἱ ἀπόγονοι τοῦ Δαβίδ. ἐπανελθόντες δὲ οἱ περὶ τὸν Σαλαθιὴλ καὶ Ζοροβάβελ, δημοτικώτερον καθηγοῦντο τοῦ λαοῦ, τῆς ἀρχῆς λοιπὸν ἐπὶ τὴν ἱερωσύνην μεταπεσούσης, διὰ τὸ ἀναμιγῆναι τὴν ἱερατικὴν καὶ τὴν βασιλικὴν φυλήν. ὅθεν ὁ κύριος καὶ βασιλεύς ἐστι καὶ ἀρχιερεὺς τὰ πρὸς τὸν Θεόν. καὶ οὐκ ἐξέλιπε μὲν ἡ βασιλικὴ φυλὴ μέχρι τῆς τοῦ Χριστοῦ παρουσίας, οὐ μὴν ἔτι ἐκάθισεν ἐπὶ τοῦ θρόνου Δαβὶδ τὸ σπέρμα τοῦ Ἰεχονίου. θρόνος γὰρ δηλονότι λέγεται τὸ βασιλικὸν ἀξίωμα. πάντως δὲ τῆς ἱστορίας μέμνησαι, ὅτι ὑπόφορος μὲν ἦν τῷ Δαβὶδ πᾶσα ἡ Ἰουδαία, καὶ ἡ Ἰδουμαία χώρα καὶ ἡ Μωαβῖτις, καὶ τῆς Συρίας ὅσα τε πρόσχωρα καὶ τὰ πορρωτέρω μέχρι τῆς Μέσης τῶν ποταμῶν· καὶ καθʼ ἕτερον μέρος ἕως ποταμοῦ Αἰγύπτου. εἰ οὖν οὐδεὶς ἐφάνη ἐπὶ τοσούτου ἀξιώματος τῶν μετὰ ταῦτα, πῶς οὐκ ἀληθὴς ὁ τοῦ προφήτου λόγος, ὅτι οὐκ ἔτι καθιεῖται ἐπὶ τοῦ θρόνου Δαβὶδ ἐκ τοῦ σπέρματος Ἰεχονίου; οὐδεὶς γὰρ φαίνεται τῆς ἀξίας ταύτης ἐπειλημμένος ἐξ αὐτοῦ. οὐ μέντοι ἐξέλιπεν ἡ τοῦ Ἰούδα φυλή, ἕως οὗ ἦλθεν ᾧ ἀπέκειτο, ὃς οὐδὲ αὐτὸς ἐκαθέσθη ἐπὶ τοῦ σωματικοῦ θρόνου, μεταπεσούσης λοιπὸν τῆς Ἰουδαϊκῆς βασιλείας ἐπὶ τὸν υἱὸν τοῦ Ἀσκαλωνίτου Ἀντιπάτρου Ἡρώδην, καὶ τοὺς ἐκείνου παῖδας, οἳ εἰς τέσσαρας ἀρχὰς κατενείμαντο τὴν Ἰουδαίαν, ἡγεμονεύοντος μὲν Πιλάτου, τὸ δὲ σύμπαν τῆς Ῥωμαϊκῆς ἀρχῆς κράτος ἔχοντος Τιβερίου. ἀλλὰ θρόνον λέγει Δαβίδ, ἐφʼ ὃν ὁ Κύριος ἐκάθισε, τὴν ἀκαθαίρετον βασιλείαν. αὐτὸς γάρ ἐστι προσδοκία ἐθνῶν, οὐχὶ τοῦ ἐλαχίστου μέρους τῆς οἰκουμένης· Ἔσται γάρ, φησίν, ἡ ῥίζα τοῦ Ἰεσσαί, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν· ἐπʼ αὐτῷ ἔθνη ἐλπιοῦσι. τέθεικα γάρ σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν. καὶ θήσομαι, φησίν, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τὸ σπέρμα αὐτοῦ, καὶ τὸν θρόνον αὐτοῦ ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ. οὕτως οὖν καὶ ἱερεὺς διέμεινεν, εἰ καὶ μὴ τὰ σκῆπτρα τῆς Ἰουδαίας παρέλαβε, καὶ βασιλεὺς πάσης τῆς γῆς ὁ Θεός, καὶ ἡ εὐλογία τοῦ Ἰακὼβ ἐβεβαιώθη· καὶ ἐνευλογηθήσονται τῷ σπέρματι αὐτοῦ πᾶσαι αἱ φυλαὶ τῆς γῆς, καὶ πάντα τὰ ἔθνη μακαριοῦσι τὸν Χριστόν. Τοῖς δὲ κομψοῖς Ἐγκρατίταις πρὸς τὸν σεμνὸν αὐτῶν πρόβλημα· διὰ τί καὶ ἡμεῖς οὐχὶ πάντα ἐσθίομεν, ἐκεῖνο λεγέσθω, ὅτι καὶ τὰ περιττώματα ἡμῶν βδελυσσόμεθα. κατὰ μὲν γὰρ τὴν ἀξίαν, λάχανα χόρτου ἡμῖν ἐστι τὰ κρέα· κατὰ δὲ τὴν τῶν συμφερόντων διάκρισιν, ὡς καὶ ἐν λαχάνοις τὸ βλαβερὸν τοῦ καταλλήλου χωρίζομεν, οὕτω καὶ ἐν τοῖς κρέασι τοῦ χρησίμου τὸ βλαβερὸν διακρίνομεν. ἐπεί τοι λάχανόν ἐστι καὶ τὸ κώνειον, ὥσπερ κρέας ἐστὶ καὶ τὸ γύπειον· ἀλλʼ ὅμως οὔτε ὑοσκύαμον φάγοι ἄν τις νοῦν ἔχων, οὔτε κυνὸς ἅψαιτο μὴ μεγάλης ἀνάγκης κατεπειγούσης· ὡς ὅ γε φαγὼν οὐκ ἠνόμησεν. Πρὸς δὲ τοὺς λέγοντας καθʼ εἱμαρμένην διοικεῖσθαι τὰ ἀνθρώπινα, μὴ παρʼ ἡμῶν ζήτει λόγους, ἀλλὰ ταῖς οἰκείαις τῆς ῥητορικῆς ἀκίσιν αὐτοὺς κατατίτρωσκε· μακρότερον γάρ ἐστι τὸ πρόβλημα τῆς παρούσης μου ἀσθενείας. Περὶ δὲ τῆς ἐν τῷ βαπτίσματι ἀνανεύσεως οὐκ οἶδα τί ἐπῆλθέ σοι ἐρωτῆσαι, εἴπερ ἐδέξω τὴν κατάδυσιν τὸν τύπον τῶν τριῶν ἡμερῶν ἐκπληροῦν. βαπτισθῆναι γὰρ τρισσάκις ἀδύνατον μὴ ἀναδύντα τοσαυτάκις. Τὸν δὲ φάγον παροξυτονοῦμεν ἡμεῖς. Οὐσία δὲ καὶ ὑπόστασις ταύτην ἔχει τὴν διαφοράν, ἣν ἔχει τὸ κοινὸν πρὸς τὸ καθʼ ἕκαστον· οἷον, ὡς ἔχει τὸ ζῶον πρὸς τὸν δεῖνα ἄνθρωπον. διὰ τοῦτο οὐσίαν μὲν μίαν ἐπὶ τῆς θεότητος ὁμολογοῦμεν, ὥστε τὸν τοῦ εἶναι λόγον μὴ διαφόρως ἀποδιδόναι, ὑπόστασιν δὲ ἰδιάζουσαν, ἵνʼ ἀσύγχυτος ἡμῖν καὶ τετρανωμένη ἡ περὶ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος ἔννοια ἐνυπάρχῃ. μὴ γὰρ νοούντων ἡμῶν τοὺς ἀφωρισμένους περὶ ἕκαστον χαρακτῆρας, οἷον πατρότητα καὶ υἱότητα καὶ ἁγιασμόν, ἀλλʼ ἐκ τῆς κοινῆς ἐννοίας τοῦ εἶναι ὁμολογούντων Θεόν, ἀμήχανον ὑγιῶς τὸν λόγον τῆς πίστεως ἀποδίδοσθαι. χρὴ οὖν τῷ κοινῷ τὸ ἰδιάζον προστιθέντας, οὕτω τὴν πίστιν ὁμολογεῖν· κοινὸν ἡ θεότης, ἴδιον ἡ πατρότης· συνάπτοντας δὲ λέγειν· Πιστεύω εἰς Θεὸν Πατέρα. καὶ πάλιν ἐν τῇ τοῦ Υἱοῦ ὁμολογίᾳ τὸ παραπλήσιον ποιεῖν, τῷ κοινῷ συνάπτειν τὸ ἴδιον, καὶ λέγειν· Πιστεύω εἰς Θεὸν Υἱόν. ὁμοίως καὶ ἐπὶ τοῦ Πνεύματος τοῦ ἁγίου κατὰ τὸ ἀκόλουθον τῆς ἐκφωνήσεως τὴν προφορὰν σχηματίζοντας λέγειν· Πιστεύω καὶ εἰς τὸ θεῖον Πνεῦμα τὸ ἅγιον· ὥστε δι’ ὅλου καὶ τὴν ἑνότητα σώζεσθαι ἐν τῇ τῆς μιᾶς θεότητος ὁμολογίᾳ, καὶ τὸ τῶν προσώπων ἰδιάζον ὁμολογεῖσθαι ἐν τῷ ἀφορισμῷ τῶν περὶ ἕκαστον νοουμένων ἰδιωμάτων. οἱ δὲ ταὐτὸν λέγοντες οὐσίαν καὶ ὑπόστασιν ἀναγκάζονται πρόσωπα μόνον ὁμολογεῖν διάφορα, καὶ ἐν τῷ περιίστασθαι λέγειν τρεῖς ὑποστάσεις, εὑρίσκονται μὴ φεύγοντες τὸ τοῦ Σαβελλίου κακόν, ὃς καὶ αὐτὸς πολλαχοῦ συγχέων τὴν ἔννοιαν, ἐπιχειρεῖ διαιρεῖν τὰ πρόσωπα, τὴν αὐτὴν ὑπόστασιν λέγων πρὸς τὴν ἑκάστοτε παρεμπίπτουσαν χρείαν μετασχηματίζεσθαι. Καὶ περὶ ὧν ἠρώτησας, πῶς τὰ μέσα καὶ τὰ ἀδιάφορα περὶ ἡμᾶς οἰκονομεῖται, εἴτε συντυχίᾳ τινὶ αὐτομάτῳ, εἴτε τῇ δικαίᾳ τοῦ Θεοῦ προνοίᾳ, ἐκεῖνό φαμεν, ὅτι ὑγεία καὶ νόσος, πλοῦτος καὶ πενία, δόξα καὶ ἀτιμία, καθὸ μὲν οὐ ποιεῖ τοὺς ἔχοντας ἀγαθούς, οὐκ ἔστι τῶν κατὰ φύσιν ἀγαθῶν· καθὸ δὲ εὔροιάν τινα παρέχεται ἡμῶν τῷ βίῳ, αἱρετώτερά ἐστι τῶν ἐναντίων τὰ προηγούμενα, καὶ ἔχει τινὰ ἀξίαν λεγόμενα. ταῦτα μέντοι τοῖς μὲν οἰκονομίας ἕνεκεν δίδοται παρὰ Θεοῦ, ὡς τῷ Ἀβραάμ, καὶ τῷ Ἰώβ, καὶ τοῖς τοιούτοις· τοῖς δὲ φαυλοτέροις πρόκλησίς ἐστι τοῦ βελτιωθῆναι κατὰ τὸν τρόπον, ὡς ὅ γε μετὰ τοσαύτην παρὰ Θεοῦ δεξίωσιν ἐπιμένων τῇ ἀδικίᾳ ἀναντιρρήτως ἑαυτὸν ὑπόδικον τῇ κατακρίσει καθίστησιν. ὁ μέντοι δίκαιος οὔτε παρόντος ἐπιστρέφεται τοῦ πλούτου, οὔτε μὴ παρόντα ἐπιζητεῖ· οὐ γὰρ ἀπολαυστικός ἐστι τῶν δεδομένων, ἀλλʼ οἰκονομικός. οὐδεὶς δὲ τῶν νοῦν ἐχόντων ἐπιτρέχει τῇ ἀσχολίᾳ τῆς τῶν ἀλλοτρίων διανομῆς, ἐὰν μὴ πρὸς τὴν τῶν πολλῶν ἀποβλέπῃ δόξαν, οἳ θαυμάζουσι καὶ ζηλοῦσι τοὺς ἐν ἐξουσίᾳ τινὶ καθεστῶτας. τὴν δὲ νόσον ὡς ἄθλησιν οἱ δίκαιοι δέχονται, μεγάλους ἐπὶ τῇ ὑπομονῇ τοὺς στεφάνους ἀναμένοντες. ἄλλον δέ τινα ἐφιστᾷν τῇ διοικήσει τούτων οὐκ ἀπεμφαῖνον μόνον, ἀλλὰ καὶ ἀσεβές.
Ἐγὼ καὶ διὰ τοῦ βικαρίου τῆς Θρᾴκης ἐπέστειλα τῇ θεοσεβείᾳ σου, καὶ διά τινος πραιποσίτου τῶν κατὰ Φιλιππούπολιν θησαυρῶν ἐκ τῆς ἡμετέρας ἐπὶ τὴν Θρᾴκην διαβαίνοντος ἔγραψα ἑτέρας ἐπιστολάς, καὶ παρεκάλεσα αὐτὸν ἀνελέσθαι, ὅταν ἀπαίρῃ. ἀλλʼ οὔτε ὁ βικάριος ὑπεδέξατο ἡμῶν τὰ γράμματα. περιοδευόντων γὰρ ἡμῶν τὴν παροικίαν, ἐπιστὰς τῇ πόλει ἑσπέρας, ὄρθρου βαθέος πάλιν ἀπήλασεν· ὥστε τοὺς οἰκονόμους λαθεῖν τῆς ἐκκλησίας τὴν τοῦ ἀνδρὸς ἐπιδημίαν, καὶ οὕτω μεῖναι παρʼ ἡμῖν τὰ γράμματα. ὁ δὲ πραιπόσιτος τάχα, ἀβουλήτου τινὸς αὐτὸν περιστάσεως κατασχούσης, ἐξώρμησε, μήτε τὰς ἐπιστολὰς ἀνελόμενος, μήτε ἡμᾶς θεασάμενος. ἄλλου δὲ οὐδενὸς ἦν ἐπιτυχεῖν. ὅθεν ἐμείναμεν λυπούμενοι, ὅτι μήτε ἐπιστέλλειν ἡμῖν ἔξεστι, μήτε δέχεσθαι παρὰ τῆς σῆς θεοσεβείας γράμματα. καίτοιτγε ἐβουλόμην, εἴ μοι ἦν δυνατόν, τὰ ἐφʼ ἑκάστης ἡμέρας συμπίπτοντα ἡμῖν διαγγέλλειν σοι. οὕτω γὰρ πολλὰ καὶ παράδοξά ἐστι τὰ πράγματα, ὥστε ἱστορίας ἐφημερίδος χρῄζειν, ἣν καὶ συνέταξα, εὖ ἴσθι, εἰ μὴ τῇ συνεχείᾳ τῶν προσπιπτόντων τοὺς λογισμοὺς εἶχον τῶν προκειμένων ἐκκρουομένους. Ἐπεδήμησεν ἡμῖν βικάριος, τὸ πρῶτον καὶ μέγιστον τῶν ἡμετέρων κακῶν. ἅνθρωπος εἰ μὲν καὶ αἱρετικὸς τὸ φρόνημα, οὐκ ἐπίσταμαι (οἶμαι γὰρ αὐτὸν παντὸς ἄπειρον εἶναι λόγου, καὶ μηδὲ ἔχειν τινὰ σπουδὴν μηδὲ μελέτην περὶ τὰ τοιαῦτα. ἐν ἄλλοις γὰρ αὐτὸν ὁρῶ τῇ ψυχῇ καὶ τῇ σαρκὶ νύκτωρ καὶ μεθʼ ἡμέραν ἐνασχολούμενον), πλὴν ἀλλὰ φιλαιρετικός· καὶ οὐ πλέον ἐκείνους φιλῶν ἢ πρὸς ἡμᾶς ἀπεχθῶς ἔχων. συνεκρότησε μὲν γὰρ σύνοδον ἀθετούντων ἐν μέσῳ τῷ χειμῶνι ἐπὶ τῆς Γαλατίας· καὶ ἐξέβαλε μὲν τὸν Ὕψιν, ἀντικατέστησε δὲ τὸν Ἐκδίκιον. ἀγώγιμον δὲ προσέταξε γενέσθαι τὸν ἀδελφὸν τὸν ἐμόν, ὑπὸ ἑνὸς ἀνθρώπου, καὶ τούτου ἀσήμου, αἰτιαθέντα. εἶτα μικρὸν ἀσχοληθεὶς περὶ τὸ στρατόπεδον, πάλιν ἡμῖν ἐπῆλθε θυμοῦ καὶ φόνου πνέων, καὶ πάντας μὲν μιᾷ φωνῇ τοὺς ἱερατικοὺς τῆς ἐν Καισαρείᾳ ἐκκλησίας παρέδωκε τῇ βουλῇ· ἐν δὲ Σεβαστείᾳ ἐκαθέσθη πολλὰς ἡμέρας φυλοκρινῶν, καὶ τοὺς μὲν ἡμῖν κοινωνοῦντας βουλευτὰς ὀνομάζων, καὶ καταδικάζων τῇ ὑπηρεσίᾳ τῶν δημοσίων, τοὺς δὲ τῷ Εὐσταθίῳ προσκειμένους ταῖς μεγίσταις τιμαῖς περιέπων. Πάλιν σύνοδον περὶ Νύσσαν Γαλατῶν καὶ Ποντικῶν συγκροτηθῆναι προσέταξεν. οἱ δὲ ὑπήκουσαν, καὶ συνδραμόντες ἔπεμψάν τινα ταῖς ἐκκλησίαις, ὃν οὐκ ἂν ἑλοίμην ἐγὼ εἰπεῖν ὁποῖος, εἰκάζειν δὲ ἔξεστι τῇ σῇ φρονήσει ποταπὸν εἰκὸς εἶναι τὸν τοιαύταις προαιρέσεσιν ἀνθρώπων ὑπηρετούμενον. καὶ νῦν ὅτε ταῦτα ἐπέστελλον τὸ αὐτὸ τοῦτο σύνταγμα ἐπὶ τὴν Σεβάστειαν ὥρμησε, τῷ τε Εὐσταθίῳ συναφθῆναι, καὶ μετʼ αὐτοῦ τὰ τῶν Νικοπολιτῶν καταστρέψασθαι. ὁ γὰρ μακάριος Θεόδοτος κεκοίμηται. καὶ τέως μὲν τὰς πρώτας τοῦ βικαρίου προσβολὰς γενναίως καὶ καρτερῶς ἀπεκρούσαντο· πείθειν γὰρ αὐτοὺς ἐπειρᾶτο δέξασθαι τὸν Εὐστάθιον, καὶ δι’ αὐτοῦ λαβεῖν τὸν ἐπίσκοπον· ὡς δὲ εἶδεν αὐτοὺς ἑκόντας οὐκ ἐνδιδόντας, νῦν πειρᾶται βιαιοτέρᾳ χειρὶ ἐγκαταστῆσαι τὸν διδόμενον. ὑποθρυλλεῖται δέ τις καὶ συνόδου προσδοκία, καθʼ ἣν προαιροῦνται καλέσαντες ἡμᾶς ἢ λαβεῖν κοινωνούς, ἢ χρήσασθαι τῇ συνηθείᾳ. τὰ μὲν οὖν τῶν ἐκκλησιῶν τοιαῦτα. ἐγὼ δὲ αὐτὸς ὅπως διάκειμαι κατὰ τὸ σῶμα σιωπᾷν ἡγοῦμαι βέλτιον εἶναι ἢ γράφειν, διότι τὰ μὲν ἀληθῆ λέγων λυπήσω, ψεύσασθαι δὲ οὐκ ἀνέχομαι.
Ἐδεξάμην τὰ γράμματα τῆς εὐλαβείας ὑμῶν, καὶ οὐδὲν ἔσχον καινότερον τῶν ἐγνωσμένων ἤδη παρʼ αὐτῶν διδαχθῆναι. καὶ γὰρ ἔφθασεν ἡ φήμη εἰς πᾶσαν τὴν περιοικίδα, τοῦ παρʼ ὑμῖν καταπεσόντος τὴν αἰσχύνην περιαγγέλλουσα, ὃς ἐπιθυμίᾳ δόξης κενῆς τὴν αἰσχίστην ἑαυτῷ συνήγαγεν ἀτιμίαν, καὶ εὑρέθη τῶν μὲν ἐπὶ τῇ πίστει μισθῶν διὰ τὴν φιλαυτίαν ἐκπεσών· αὐτὸ δὲ τὸ δύστηνον δοξάριον, οὗ ἐπιθυμήσας ἐπράθη τῇ ἀσεβείᾳ, οὐκ ἔχων διὰ τὸ δίκαιον μῖσος τῶν φοβουμένων τὸν Κύριον. ἀλλὰ ἐκεῖνος μὲν παντὸς τοῦ ἑαυτοῦ βίου ἐναργέστατον ἐξήνεγκε δεῖγμα ἐκ τῆς νῦν προαιρέσεως, ὅτι οὐδέποτε ἔζη ἐπʼ ἐλπίδι τῶν ἀποκειμένων ἡμῖν ἐπαγγελιῶν παρὰ τοῦ Κυρίου, ἀλλὰ εἴ τι ἑαυτῷ ἐπραγματεύετο τῶν ἀνθρωπίνων, καὶ ῥήματα πίστεως καὶ πλάσμα εὐλαβείας, πάντα πρὸς τὴν τῶν ἐντυγχανόντων ἀπάτην ἐπετηδεύετο. Ὑμᾶς δὲ τί καταπονεῖ τὸ συμβάν; τί χείρους ἑαυτῶν γεγόνατε παρὰ τοῦτο; ἔλειψεν εἷς ἐκ τοῦ πληρώματος ὑμῶν, εἰ δὲ καὶ συναπῆλθέ που ἄλλος εἷς ἢ δεύτερος, ἐλεεινοὶ τοῦ πτώματος οὗτοι, ὑμῶν δὲ τὸ σῶμα ὁλόκληρόν ἐστι τῇ τοῦ Θεοῦ χάριτι. καὶ γὰρ καὶ τὸ ἀχρειωθὲν ἀπερρύη, καὶ οὐκ ἐκολοβώθη τὸ μένον. εἰ δὲ ἀνιᾷ ὑμᾶς, ὅτι τῶν τοίχων ἐξεβλήθητε, ἀλλʼ ἐν σκέπῃ τοῦ Θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεσθε, καὶ ὁ ἄγγελος ὁ τῆς ἐκκλησίας ἔφορος συναπῆλθεν ὑμῖν. ὥστε κενοῖς ἐγκατακλίνονται καθʼ ἑκάστην ἡμέραν, ἐκ τῆς διασπορᾶς τοῦ λαοῦ βαρὺ ἑαυτοῖς τὸ κρῖμα κατασκευάζοντες. εἰ δέ τις καὶ κόπος ἐστὶν ἐν τῷ πράγματι, πέπεισμαι τῷ Κυρίῳ μὴ εἰς κενὸν ὑμῖν ἀποβήσεσθαι τοῦτο. ὥστε ὅσῳ ἂν ἐν πλείοσι πειρατηρίοις γένησθε, τοσούτῳ πολυτελέστερον παρὰ τοῦ δικαίου κριτοῦ μισθὸν ἀναμένετε. μήτε οὖν δυσφορεῖτε τοῖς παροῦσι, μήτε ἀποκάμνετε τῇ ἐλπίδι. ἔτι γὰρ μικρὸν ὅσον ὅσον, ἥξει πρὸς ὑμᾶς ὁ ἀντιλαμβανόμενος ὑμῶν, καὶ οὐ χρονιεῖ.
Ἔδωκεν ὁ Κύριος ἡμῖν καὶ νῦν διὰ τοῦ ποθεινοτάτου καὶ εὐλαβεστάτου ἀδελφοῦ ἡμῶν Ἀντιόχου τοῦ συμπρεσβυτέρου προσφθέγξασθαί σου τὴν ὁσιότητα, καὶ σὲ μὲν παρακαλέσαι τὰ συνήθη ποιεῖν, προσεύχεσθαι ὑπὲρ ἡμῶν, ἑαυτοῖς δὲ εὑρεῖν τινα τῆς μακρᾶς ἀπολείψεως παραμυθίαν ἐκ τῆς διὰ τοῦ γράμματος ὁμιλίας. προσευχόμενος δὲ τοῦτο πρῶτον καὶ μέγιστον παρακαλοῦμεν αἰτεῖν παρὰ τοῦ Κυρίου, ῥυσθῆναι ἡμᾶς ἀπὸ τῶν ἀτόπων καὶ πονηρῶν ἀνθρώπων, οἳ τοσοῦτον κατεκράτησαν τῶν λαῶν, ὥστε οὐδὲν ἕτερον νῦν ἢ τὰ τῆς Ἰουδαϊκῆς ἁλώσεως ἡμᾶς ἐνεικονίζεσθαι πράγματα. ὅσῳ γὰρ ἐπὶ τὸ ἀσθενέστερον ὑπορρέουσιν αἱ ἐκκλησίαι, τοσοῦτον ἐπακμάζουσιν αἱ τῶν ἀνθρώπων φιλαρχίαι. καὶ εἰς δυστήνους ἀνθρώπους οἰκότριβας περιέστη νῦν τὸ τῆς ἐπισκοπῆς ὄνομα, οὐδενὸς αἱρουμένου ἀντεισάγειν ἑαυτὸν τῶν δούλων τοῦ Θεοῦ, ἢ τῶν ἀπεγνωσμένων, ὁποῖοί εἰσιν οἱ νῦν ἐπιπεμφθέντες παρʼ Ἀνυσίου τοῦ θρέμματος Εὐιππίου, καὶ Ἐκδικίου τοῦ Παρνασσηνοῦ· ὃν κακὸν ἑαυτῷ τῆς μελλούσης ζωῆς ἐφόδιον ἐναφῆκε ταῖς ἐκκλησίαις ὁ καταστήσας. οὗτοι νῦν ἐξήλασαν μὲν τῆς Νύσσης τὸν ἀδελφὸν τὸν ἐμόν, καὶ ἀντεισήγαγον ἄνδρα, μᾶλλον δὲ ἀνδράποδον ὀλίγων ὀβολῶν ἄξιον, τὴν δὲ τῆς πίστεως διαφθορὰν ἐφάμιλλον τοῖς καταστήσασι. Δοάροις δὲ τῇ κώμῃ φθορὸν ἄνθρωπον, ὀρφανῶν οἰκέτην, ἀποδράντα μὲν τοὺς ἑαυτοῦ δεσπότας, διὰ δὲ κολακείας ἀθέου γυναίου ἣ πρότερον μὲν Γεωργίῳ ἐκέχρητο πρὸς τὸ ἴδιον θέλημα, νῦν δὲ τούτον ἔσχε διάδοχον ἐκείνου, ἔπεμψαν, τὸ ἐλεεινὸν τῆς ἐπισκοπῆς καθυβρίζοντες ὄνομα. τὰ δὲ Νικοπολιτῶν τίς ἂν πρὸς ἀξίαν ὀδύραιτο, τοῦ ἀθλίου Φρόντωνος πρότερον μὲν δῆθεν τὴν ὑπὲρ τῆς ἀληθείας συνηγορίαν σχηματιζομένου, τελευταῖον δὲ αἰσχρῶς προδόντος καὶ τὴν πίστιν καὶ ἑαυτόν, καὶ μισθὸν τῆς προδοσίας λαβόντος ὄνομα ἀτιμίας; ἐδέξατο μὲν γὰρ παρʼ αὐτῶν ἐπισκοπῆς ἀξίωμα, ὡς οἴεται, γέγονε δὲ τῇ τοῦ Θεοῦ χάριτι κοινὸν βδέλυγμα πάσης τῆς Ἀρμενίας. πλὴν ὅτι οὔτε αὐτοῖς ἀτόλμητόν τι, οὔτε ἀποροῦσι τῶν ἀξίων αὐτοῖς συνεργῶν. τὰ δὲ λοιπὰ τῆς Συρίας ἄμεινον ἡμῶν καὶ οἶδε καὶ διηγήσεται ὁ ἀδελφὸς Ἀντίοχος. Τοῖς δὲ ἐκ τῆς δύσεως αὐτὸς προενέτυχες, διηγησαμένου πάντα τοῦ ἀδελφοῦ Δωροθέου· ᾧ ποταπὰς χρὴ δοῦναι πάλιν ἐπιστολὰς ἀπιόντι; ἴσως γὰρ κοινωνήσει τῆς ὁδοῦ τῷ καλῷ Σαγκτισσίμῳ, πολλὴν ἔχοντι σπουδήν, καὶ περιιόντι τὴν ἀνατολήν, καὶ παρʼ ἑκάστου τῶν ἐπισήμων ὑπογραφὰς καὶ ἐπιστολὰς κομιζομένῳ. τίνα οὖν δεῖ ἐπιστεῖλαι δι’ αὐτῶν, ἢ τοῖς ἐπιστέλλουσι πῶς συνθέσθαι, αὐτὸς μὲν ἀπορῶ· ἐὰν δὲ εὕρῃς ἐν τάχει τοὺς πρὸς ἡμᾶς ἀφικνουμένους, καταξίωσον ἡμῖν γνωρίσαι. ἐμοὶ μὲν γὰρ τὸ τοῦ Διομήδους ἐπέρχεται λέγειν· μὴ ὄφελες λίσσεσθαι· διότι, φησίν, ἀγήνωρ ἐστὶν ὁ ἀνήρ. τῷ ὄντι γὰρ θεραπευόμενα τὰ ὑπερήφανα ἤθη ἑαυτῶν ὑπεροπτικώτερα γίνεσθαι πέφυκε. καὶ γὰρ ἐὰν μὲν ἱλασθῇ ἡμῖν ὁ Κύριος, ποίας ἑτέρας προσθήκης δεόμεθα· ἐὰν δὲ ἐπιμείνῃ ἡ ὀργὴ τοῦ Θεοῦ, ποία βοήθεια ἡμῖν τῆς δυτικῆς ὀφρύος; οἳ τὸ ἀληθὲς οὔτε ἴσασιν, οὔτε μαθεῖν ἀνέχονται, ψευδέσι δὲ ὑπονοίαις προειλημμένοι, ἐκεῖνα ποιοῦσι νῦν, ἃ πρότερον ἐπὶ Μαρκέλλῳ, πρὸς μὲν τοὺς τὴν ἀλήθειαν αὐτοῖς ἀπαγγέλλοντας φιλονεικήσαντες, τὴν δὲ αἵρεσιν δι’ ἑαυτῶν βεβαιώσαντας. ἐγὼ μὲν γὰρ αὐτὸς ἄνευ τοῦ κοινοῦ σχήματος ἐβουλόμην αὐτῶν ἐπιστεῖλαι τῷ κορυφαίῳ· περὶ μὲν τῶν ἐκκλησιαστικῶν οὐδέν, εἰ μὴ ὅσον παραινίξασθαι, ὅτι οὔτε ἴσασι τῶν παρʼ ἡμῖν τὴν ἀλήθειαν, οὔτε τὴν ὁδὸν δι’ ἧς ἂν μανθάνοιεν καταδέχονται· καθόλου δὲ περὶ τοῦ μὴ δεῖν τοῖς ὑπὸ τῶν πειρασμῶν ταπεινωθεῖσιν ἐπιτίθεσθαι, μηδὲ ἀξίωμα κρίνειν ὑπερηφάνιαν, ἁμάρτημα καὶ μόνον ἀρκοῦν ἔχθραν ποιῆσαι εἰς Θεόν.
Καὶ ἐπιστείλαντες ἡμῖν καλῶς ἐποιήσατε καὶ διὰ τοιούτου ἀνδρὸς ἐπιστείλαντες, ὃς καὶ ἄνευ γραμμάτων ἐξήρκεσεν ἂν ἡμῖν τήν τε ἐπὶ ταῖς φροντίσι παραμυθίαν ἱκανὴν παρασχεῖν καὶ διδασκαλίαν ἀκριβῆ τῶν πραγμάτων ποιήσασθαι. πολλὰ γὰρ ἦν ἃ ἐπεζητοῦμεν παρὰ τοῦ σαφέστατα ἐπισταμένου μαθεῖν, διὰ τὸ τὰς φήμας πεπλανημένως πρὸς ἡμᾶς διαβαίνειν, ἃ πάντα εὐσταθῶς καὶ ἐμπείρως διηγήσατο ἡμῖν ὁ ποθεινότατος καὶ τιμιώτατος ἀδελφὸς ἡμῶν Θεοδόσιος ὁ συμπρεσβύτερος. ἃ τοίνυν ἑαυτοῖς συμβουλεύομεν, ταῦτα καὶ πρὸς τὴν ὑμετέραν εὐλάβειαν γράφομεν· ὅτι πολλοῖς συνέβη ταῦτα, ἃ καὶ ὑμῖν, καὶ οὐ κατὰ τὸν παρόντα καιρὸν μόνον, ἀλλὰ καὶ ἐν τῷ παρελθόντι χρόνῳ μυρία τῶν τοιούτων τὰ ὑποδείγματα· τὰ μὲν ἐγγράφως αἱ ἱστορίαι καταλελοίπασι, τὰ δὲ τῇ ἀγράφῳ μνήμῃ παρὰ τῶν εἰδότων διεδεξάμεθα· ὅτι καὶ κατὰ ἄνδρα ἕκαστον, καὶ κατὰ πόλεις πειρασμοὶ περιέσχον ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου τοὺς εἰς αὐτὸν ἠλπικότας. ἀλλʼ ὅμως παρῆλθε πάντα, καὶ οὐδὲν τῶν σκυθρωπῶν ἀθάνατον ἔσχε τὸ λυπηρόν. ὡς γὰρ αἱ χάλαζαι, καὶ οἱ χείμαρροι, καὶ ὅσα τῶν κακῶν αὐτοσχέδια, τὰ μὲν μαλακὰ ῥᾳδίως ἔβλαψε καὶ διελυμήνατο, τοῖς δὲ ἀντιτύποις περιτυχόντα ἔπαθέ τι μᾶλλον ἢ ἔδρασεν, οὕτω καὶ οἱ λάβροι κατὰ τῆς Ἐκκλησίας πειρασμοὶ κινηθέντες ἀσθενέστεροι τοῦ στερεώματος τῆς εἰς Χριστὸν πίστεως διεδείχθησαν. ὡς οὖν παρῆλθε τῆς χαλάζης τὸ νέφος, καὶ παρερρύη τὴν χαράδραν ὁ χείμαρρος (τὸ μὲν γὰρ εἰς αἰθρίαν διελύθη, ὁ δὲ ἐνηφανίσθη τῷ βυθῷ, ξηρὰν καὶ ἄνικμον τὴν ὁδὸν δι’ ἧς ἐρρύη καταλιπών), οὕτω καὶ τὰ νῦν ἡμᾶς χειμάζοντα μικρὸν ὕστερον οὐκ ἔσται· μόνον ἐὰν καταδεξώμεθα μὴ τὸ παρὸν ὁρᾷν, ἀλλὰ τοῖς μικρὸν πορρωτέρω ταῖς ἐλπίσιν ἐνατενίζειν. Εἴτε οὖν βαρὺς ὁ πειρασμός, ἀδελφοί, ὑπομείνωμεν τὰ ἐπίπονα· οὐδεὶς γὰρ μὴ πληγεὶς ἐν ἀγῶσι, μηδὲ κονισάμενος, στεφανοῦται. εἴτε κοῦφα ταῦτα τοῦ διαβόλου τὰ παίγνια, καὶ οἱ ἐπιπεμφθέντες ἡμῖν, ὀχληροὶ μέν, διότι τούτου εἰσὶν ὑπηρέται, εὐκαταφρόνητοι δέ, ὅτι τῇ πονηρίᾳ αὐτῶν ὁ Θεὸς ἀδυναμίαν συνῆψε, φυλαξώμεθα τὴν κατάγνωσιν, ὡς ἐπὶ μικροῖς παθήμασι μεγάλα ὀδυρόμενοι. ἓν γάρ ἐστιν ὀδύνης ἄξιον, ἡ αὐτοῦ ἐκείνου ἀπώλεια, τοῦ τῆς προσκαίρου ἕνεκεν δόξης (εἴπερ οὖν δόξαν χρὴ λέγειν τὸ δημοσίᾳ ἀσχημονεῖν) τῆς αἰωνίας τῶν δικαίων τιμῆς ἑαυτὸν ἀποστερήσαντος. τέκνα ὁμολογητῶν, καὶ τέκνα μαρτύρων ἐστέ, τῶν μέχρις αἵματος ἀντικαταστάντων πρὸς τὴν ἁμαρτίαν. τοῖς οἰκείοις ἕκαστος χρησάσθω ὑποδείγμασι πρὸς τὴν ὑπὲρ τῆς εὐσεβείας ἔνστασιν. οὐδεὶς ἡμῶν πληγαῖς κατεξάνθη, οὐδενὸς οἶκος ἐδημεύθη, οὐ τὴν ὑπερορίαν ᾠκήσαμεν, οὐ δεσμωτήριον ἐγνωρίσαμεν. τί πεπόνθαμεν δεινόν; εἰ μὴ τάχα τοῦτο λυπηρόν, ὅτι μηδὲν πεπόνθαμεν, μηδὲ ἐνομίσθημεν ἄξιοι τῶν ὑπὲρ Χριστοῦ παθημάτων. εἰ δὲ ὅτι ὁ δεῖνα τὸν οἶκον κατέχει τῆς προσευχῆς, ὑμεῖς δὲ ἐν τῷ ὑπαίθρῳ προσκυνεῖτε τὸν οὐρανοῦ καὶ γῆς Δεσπότην, τοῦτο ὑμᾶς ἀνιᾷ, ἐνθυμήθητε, ὅτι οἱ μὲν ἕνδεκα μαθηταὶ ἐν τῷ ὑπερῴῳ ἦσαν ἀποκεκλεισμένοι, οἱ δὲ σταυρώσαντες τὸν Κύριον ἐν τῷ περιβοήτῳ ναῷ τὴν Ἰουδαϊκὴν λατρείαν ἐπλήρουν. Ἰούδας γὰρ τὸν δι’ ἀγχόνης θάνατον τοῦ μετʼ αἰσχύνης ζῇν προτιμήσας, ἔδειξε τάχα τῶν νῦν ἀπερυθριασάντων πρὸς πᾶσαν ἀνθρώπων κατάγνωσιν, καὶ διὰ τοῦτο ἀναιδῶς πρὸς τὰ αἰσχρὰ διακειμένων, ἑαυτὸν αἱρετώτερον. Μόνον μὴ ἐξαπατηθῆτε ταῖς ψευδολογίαις αὐτῶν ἐπαγγελλομένων ὀρθότητα πίστεως. Χριστέμποροι γὰρ οἱ τοιοῦτοι, καὶ οὐ Χριστιανοί, τὸ ἀεὶ αὐτοῖς κατὰ τὸν βίον τοῦτον λυσιτελοῦν τοῦ κατʼ ἀλήθειαν ζῇν προτιμῶντες. ὅτε ἐνόμισαν κτᾶσθαι τὴν κενὴν ταύτην ἀρχήν, προσέθεντο τοῖς ἐχθροῖς τοῦ Χριστοῦ· ὅτε εἶδον τοὺς λαοὺς ἀγριαίνοντας, σχηματίζονται πάλιν τὴν ὀρθότητα. οὐκ οἶδα ἐπίσκοπον, μηδὲ ἀριθμήσαιμι ἐν ἱερεῦσι Χριστοῦ τὸν παρὰ τῶν βεβήλων χειρῶν ἐπὶ καταλύσει τῆς πίστεως εἰς προστασίαν προβεβλημένον. αὕτη ἐστὶν ἡ ἐμὴ κρίσις. ὑμεῖς δὲ εἴ τινα ἔχετε μεθʼ ἡμῶν μερίδα, ταὐτὰ ἡμῖν φρονήσετε δηλονότι. εἰ δὲ ἐφʼ ἑαυτῶν βουλεύεσθε, τῆς ἰδίας γνώμης ἕκαστος κύριός ἐστιν, ἡμεῖς ἀθῶοι ἀπὸ τοῦ αἵματος τούτου. ταῦτα δὲ ἔγραψα, οὐχ ὑμῖν ἀπιστῶν, ἀλλὰ τὸ τινῶν ἀμφίβολον στηρίζων ἐκ τοῦ γνωρίσαι τὴν ἐμαυτοῦ γνώμην, ὡς μὴ προληφθῆναί τινα εἰς κοινωνίαν, μηδὲ τῆς χειρὸς αὐτῶν ἐπιβολὴν δεξαμένους, μετὰ ταῦτα εἰρήνης γενομένης, βιάζεσθαι ἑαυτοὺς ἐναριθμεῖν τῷ ἱερατικῷ πληρώματι. πάντα τὸν κλῆρον, τόν τε κατὰ τὴν πόλιν καὶ τὸν ἐπὶ τῆς παροικίας, μετὰ παντὸς τοῦ λαοῦ φοβουμένου τὸν Κύριον, ἀσπαζόμεθα δι’ ὑμῶν.
Οὐχ ὥστε πλείους ποιῆσαι τὰς ἀθυμίας, τῶν δυσχερῶν πολλάκις ἐν τοῖς πρὸς τὴν τιμιότητά σου γράμμασιν οὐ φειδόμεθα, ἀλλʼ ὥστε ἑαυτοῖς τέ τινα παραμυθίαν δοῦναι διὰ τῶν στεναγμῶν, οἳ πεφύκασί πως τὸ ἐν τῷ βάθει ἀλγεινὸν διαφορεῖν, ὅταν γίνωνται· καὶ τὴν σὴν μεγαλόνοιαν πρὸς ἐκτενεστέραν τὴν ὑπὲρ τῶν ἐκκλησιῶν εὐχὴν παρορμῆσαι. ἐπεὶ καὶ Μωϋσῆς ηὔχετο μὲν ἀεὶ ὑπὲρ τοῦ λαοῦ δηλονότι· ὅτε μέντοι πρὸς τὸν Ἀμαλὴκ ἀγὼν αὐτῷ συνειστήκει, οὐ καθῆκε τὰς χεῖρας ἐξ ἕω μέχρις ἑσπέρας· ἀλλʼ ἡ ἔκτασις τῶν χειρῶν τοῦ ἁγίου τῷ τέλει τῆς μάχης συναπηρτίζετο.
Θεοῦ τοῦ ἁγίου τὴν ἐκ πάσης θλίψεως διέξοδον τοῖς ἐλπίζουσιν ἐπʼ αὐτὸν ὑποσχομένου, εἰ καὶ ἐν μέσῳ πελάγει κακῶν ἀπελήφθημεν, καὶ τρικυμίαις παρὰ τῶν πνευμάτων τῆς πονηρίας ἐγειρομέναις ἡμῖν βασανιζόμεθα, ὅμως ἀντέχομεν ἐν τῷ ἐνδυναμοῦντι ἡμᾶς Χριστῷ, καὶ οὐ παρελύσαμεν τὸν τόνον τῆς ὑπὲρ τῶν ἐκκλησιῶν σπουδῆς, οὐδὲ ὥσπερ ἐν χειμῶνι τοῦ κλύδωνος ὑπερέχοντος ἀπογνόντες τῆς σωτηρίας τὴν διάλυσιν ἀναμένομεν· ἀλλʼ ἔτι ἐχόμεθα τῆς ἐνδεχομένης ἡμῖν σπουδῆς, εἰδότες ὅτι καὶ ὁ καταποθεὶς ὑπὸ τοῦ κήτους, διὰ τὸ μὴ ἀπογνῶναι ἑαυτοῦ, ἀλλὰ βοῆσαι πρὸς Κύριον, τῆς σωτηρίας κατηξιώθη. οὕτω δὴ καὶ αὐτοὶ πρὸς ἔσχατον ἥκοντες τῶν κακῶν, τῆς εἰς Θεὸν ἐλπίδος οὐκ ἀφιέμεθα· ἀλλὰ πανταχόθεν αὐτοῦ περισκοπούμεθα τὴν βοήθειαν. ὅθεν καὶ πρὸς ὑμᾶς ἀπεβλέψαμεν νῦν, τιμιώτατοι ἡμῖν ἀδελφοί, οὓς πολλάκις μὲν ἐν καιρῷ τῶν θλίψεων ἐπιφανήσεσθαι ἡμῖν προσεδοκήσαμεν. ἀποπεσόντες δὲ τῆς ἐλπίδος, εἴπομεν πρὸς ἑαυτοὺς καὶ ἡμεῖς, ὅτι Ὑπέμεινα συλλυπούμενον, καὶ οὐχ ὑπῆρξε, καὶ παρακαλοῦντας, καὶ οὐχ εὗρον. τοιαῦτα γὰρ ἡμῶν τὰ παθήματα, ὡς καὶ τῶν περάτων ἐφικέσθαι τῆς καθʼ ἡμᾶς οἰκουμένης· καὶ εἴπερ πάσχοντος μέλους ἑνὸς συμπάσχει πάντα τὰ μέλη, ἔπρεπε δήπου καὶ ἡμῖν ἐν πολλῷ χρόνῳ πεπονηκόσι συνδιατεθῆναι τὴν εὐσπλαγχνίαν ὑμῶν. οὐ γὰρ ἡ τῶν τόπων ἐγγύτης ἀλλʼ ἡ κατὰ πνεῦμα συνάφεια ἐμποιεῖν πέφυκε τὴν οἰκείωσιν, ἣν ἡμῖν εἶναι πρὸς τὴν ἀγάπην ὑμῶν πεπιστεύκαμεν. Τί δήποτε οὖν οὐ γράμμα παρακλήσεως, οὐκ ἀδελφῶν ἐπίσκεψις, οὐκ ἄλλο τι τῶν ὀφειλομένων ἡμῖν παρὰ τοῦ θεσμοῦ τῆς ἀγάπης γεγένηται; τρισκαιδέκατον γὰρ ἔτος ἐστίν, ἀφʼ οὗ ὁ αἱρετικὸς ἡμῖν πόλεμος ἐπανέστη· ἐν ᾧ πλείους γεγόνασι ταῖς ἐκκλησίαις αἱ θλίψεις τῶν μνημονευομένων ἀφʼ οὗ τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ καταγγέλλεται. ὧν τὰ καθʼ ἕκαστον διηγεῖσθαι ὑμῖν παραιτούμεθα, μή ποτε τὸ τοῦ λόγου ἡμῶν ἀσθενὲς τὴν ἐναργείαν τῶν κακῶν ὑπεκλύσῃ· καὶ ἅμα οὐδὲ ἡγούμεθα ὑμᾶς διδασκαλίας προσδεῖσθαι, τὴν ἀλήθειαν τῶν πραγμάτων πάλαι τῇ φήμῃ δεδιδαγμένους. κεφάλαιον δὲ τοῦ κακοῦ· οἱ λαοὶ τοὺς τῶν προσευχῶν καταλιπόντες οἴκους, ἐν ταῖς ἐρήμοις συνάγονται, θέαμα ἐλεεινόν· γυναῖκες, καὶ παιδία, καὶ γέροντες, καὶ οἱ ἄλλως ἀσθενεῖς, ἐν ὄμβροις λαβροτάτοις, καὶ νιφετοῖς καὶ ἀνέμοις καὶ παγετῷ τοῦ χειμῶνος, ὁμοίως δὲ καὶ ἐν θέρει ὑπὸ τὴν φλόγα τοῦ ἡλίου ἐν τῷ ὑπαίθρῳ ταλαιπωροῦντες. καὶ ταῦτα πάσχουσι διὰ τὸ τῆς πονηρᾶς ζύμης Ἀρείου γενέσθαι μὴ καταδέχεσθαι. Πῶς ἂν ὑμῖν ταῦτα λόγος ἐναργῶς παραστήσειεν, εἰ μὴ αὐτὴ ἡ πεῖρα καὶ ἡ διὰ τῶν ὀφθαλμῶν θέα κινήσειειν ὑμᾶς πρὸς συμπάθειαν; ὥστε παρακαλοῦμεν ὑμᾶς νῦν γοῦν χεῖρα ὀρέξαι ταῖς κατὰ τὴν ἀνατολὴν ἐκκλησίαις εἰς γόνυ κλιθείσαις ἤδη, καὶ ἀποστεῖλαί τινας τοὺς τῶν μισθῶν ὑπομιμνήσκοντας τῶν ἀποκειμένων ἐπὶ τῇ ὑπομονῇ τῶν ὑπὲρ Χριστοῦ παθημάτων. οὐ γὰρ τοσοῦτον ὁ συνήθης λόγος ἐνεργεῖν πέφυκεν, ὅσον ἡ ξένη φωνὴ ἐμποιεῖν τὴν παράκλησιν, καὶ ταῦτα παρὰ ἀνδρῶν γινομένη πανταχοῦ ἐπὶ τοῖς καλλίστοις τῇ τοῦ Θεοῦ χάριτι γνωριζομένων, ὁποίους ὑμᾶς ἡ φήμη πᾶσιν ἀνθρώποις περιαγγέλλει, ἀτρώτους κατὰ τὴν πίστιν διαμείναντας, ἄσυλον τὴν ἀποστολικὴν παρακαταθήκην διαφυλάξαντας. ἀλλʼ οὐχὶ καὶ τὰ ἡμέτερα τοιαῦτα· ἀλλʼ ἔχομέν τινας ἐπιθυμίᾳ δόξης, καὶ τῇ μάλιστα καταστρεφούσῃ Χριστιανῶν ψυχὰς φυσιώσει, καταθαρρήσαντάς τινων καινοτομίας ῥημάτων, ὅθεν αἱ ἐκκλησίαι σαθρωθεῖσαι, ὥσπερ ἀγγεῖα ἀραιωθέντα, τὴν αἱρετικὴν διαφθορὰν εἰσρυεῖσαν ἐδέξαντο. ἀλλʼ ὑμεῖς, ὦ ἀγαπητοὶ ἡμῖν καὶ περιπόθητοι, γένεσθε τῶν μὲν τραυματιῶν ἰατροί, τῶν δὲ ὑγιαινόντων παιδοτρίβαι, τὸ μὲν νενοσηκὸς ὑγιάζοντες τὸ δὲ ὑγιαῖνον ἀλείφοντες εἰς εὐσέβειαν.
τῆς καταστάσεως καὶ συγχύσεως τῶν ἐκκλησιῶν. Τοῖς ὡς ἀληθῶς θεοφιλεστάτοις καὶ ποθεινοτάτοις ἀδελφοῖς καὶ ὁμοψύχοις συλλειτουργοῖς, τοῖς κατὰ τὴν Γαλλίαν καὶ Ἰταλίαν ἐπισκόποις, Βασίλειος ἐπίσκοπος Καισαρείας τῆς Καππαδοκίας. Ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς σῶμα ἑαυτοῦ καταδεξάμενος ὀνομάσαι τὴν πᾶσαν τοῦ Θεοῦ Ἐκκλησίαν, καὶ τοὺς καθʼ ἕνα ἡμῶν ἀλλήλων ἀποδείξας μέλη, ἔδωκε καὶ ἡμῖν πᾶσι πρὸς πάντας ἔχειν οἰκείως, κατὰ τὴν τῶν μελῶν συμφωνίαν. διόπερ εἰ καὶ πλεῖστον ἀλλήλων διωρίσμεθα ταῖς οἰκήσεσιν, ἀλλὰ τῷ γε λόγῳ τῆς συναφείας ἐγγὺς ἀλλήλων ἐσμέν. ἐπεὶ οὖν οὐ δύναται ἡ κεφαλὴ τοῖς ποσὶν εἰπεῖν, χρείαν ὑμῶν οὐκ ἔχω, πάντως οὐδὲ ὑμεῖς ἀνέξεσθε ἀποποιήσασθαι ἡμᾶς, ἀλλὰ τοσοῦτον συμπαθήσετε ἡμῶν ταῖς θλίψεσιν αἷς παρεδόθημεν διὰ τὰς ἁμαρτίας ἡμῶν, ὅσον καὶ ἡμεῖς συγχαίρομεν ὑμῖν τοῖς δοξαζομένοις ἐν τῇ εἰρήνῃ, ᾗ ἐχαρίσατο ὑμῖν ὁ Κύριος. ἤδη μὲν οὖν καὶ ἄλλοτε ἐπεβοησάμεθα τὴν ὑμετέραν ἀγάπην εἰς ἀντίληψιν ἡμῶν καὶ συμπάθειαν· ἀλλὰ πάντως διὰ τὸ μὴ ἀναπληρωθῆναι τὴν ἐκδίκησιν, οὐ συνεχωρήθητε διαναστῆναι πρὸς τὴν ἀντίληψιν ἐπιζητοῦμεν γὰρ μάλιστα μὲν καὶ αὐτῷ τῷ κρατοῦντι τῆς καθʼ ὑμᾶς οἰκουμένης φανερὰν γενέσθαι διὰ τῆς ὑμετέρας εὐλαβείας τὴν ἡμετέραν σύγχυσιν· εἰ δὲ τοῦτο δύσκολον, ἀλλʼ ἐλθεῖν τινας παρʼ ὑμῶν εἰς ἐπίσκεψιν καὶ παραμυθίαν τῶν θλιβομένων, ἵνʼ ὀφθαλμοῖς ὑποβάλωσι τὰ πάθη τῆς ἀνατολῆς, ἅπερ ἀκοαῖς ἀδύνατον παραδέξασθαι, τῷ μηδένα λόγον εὑρίσκεσθαι ἐναργῶς παριστῶντα ὑμῖν τὰ ἡμέτερα. Διωγμὸς κατείληφεν ἡμᾶς, ἀδελφοὶ τιμιώτατοι, καὶ διωγμῶν ὁ βαρύτατος. διώκονται γὰρ ποιμένες, ἵνα διασκορπισθῶσι τὰ ποίμνια. καὶ τὸ βαρύτατον, ὅτι οὔτε οἱ μὲν κακούμενοι ἐν πληροφορίᾳ μαρτυρίου τὰ πάθη δέχονται, οὔτε οἱ λαοὶ ἐν μαρτύρων τάξει τοὺς ἀθλητὰς θεραπεύουσι, διὰ τὸ Χριστιανῶν ὄνομα τοῖς διώκουσι περικεῖσθαι. ἕν ἐστιν ἔγκλημα νῦν σφοδρῶς ἐκδικούμενον, ἡ ἀκριβὴς τήρησις τῶν πατρικῶν παραδόσεων. διὰ τοῦτο ἀπελαύνονται μὲν τῶν πατρίδων οἱ εὐσεβεῖς, πρὸς δὲ τὰς ἐρημίας μετοικίζονται. οὐ πολιὰ τοῖς κριταῖς τῆς ἀδικίας αἰδέσιμος, οὐκ ἄσκησις εὐσεβείας, οὐ πολιτεία κατὰ τὸ Εὐαγγέλιον ἐκ νεότητος εἰς γῆρας διανυσθεῖσα. ἀλλὰ κακοῦργος μὲν οὐδεὶς ἄνευ ἐλέγχων καταδικάζεται, ἐπίσκοποι δὲ ἀπὸ μόνης συκοφαντίας ἑάλωσαν, καὶ μηδεμιᾶς ἀποδείξεως τοῖς ἐγκλήμασιν ἐπενεχθείσης ταῖς τιμωρίαις ἐκδίδονται. τινὲς δὲ οὔτε ἐγνώρισαν κατηγόρους, οὔτε εἶδον δικαστήρια, οὔτε ἐσυκοφαντήθησαν τὴν ἀρχήν, ἀλλʼ ἀωρὶ τῶν νυκτῶν βιαίως ἀναρπασθέντες εἰς τὴν ὑπερορίαν ἐφυγαδεύθησαν, ταῖς ἐκ τῆς ἐρημίας κακοπαθείαις παραδοθέντες εἰς θάνατον. τὰ δὲ τούτοις ἑπόμενα γνώριμα παντί, κἂν ἡμεῖς σιωπήσωμεν· φυγαὶ πρεσβυτέρων, φυγαὶ διακόνων, καὶ παντὸς τοῦ κλήρου λεηλασία. ἀνάγκη γὰρ ἢ προσκυνῆσαι τῇ εἰκόνι, ἢ τῇ πονηρᾷ φλογὶ τῶν μαστίγων παραδοθῆναι. στεναγμοὶ λαῶν, δάκρυον διηνεκὲς καὶ κατʼ οἴκους καὶ δημοσίᾳ, πάντων πρὸς ἀλλήλους ὀδυρομένων ἃ πάσχουσιν. οὐδεὶς γὰρ οὕτω λίθινος τὴν καρδίαν, ὥστε πατρὸς στερηθείς, πράως φέρειν τὴν ὀρφανίαν. ἦχος θρηνούντων ἐν πόλει, ἦχος ἐν ἀγροῖς, ἐν ὁδοῖς, ἐν ἐρημίαις. μία φωνὴ ἐλεεινὰ π̣̣̔̓ντων καὶ σκυθρωπὰ φθεγγομένων. ἐξῇρται χαρὰ καὶ εὐφροσύνη πνευματική. εἰς πένθος ἐστράφησαν ἡμῶν αἱ ἑορταί· οἶκοι προσευχῶν ἀπεκλείσθησαν· ἀργὰ τὰ θυσιαστήρια τῆς πνευματικῆς λατρείας. οὐκέτι σύλλογοι Χριστιανῶν, οὐκέτι διδασκάλων προεδρίαι, οὐ διδάγματα σωτήρια, οὐ πανηγύρεις, οὐχ ὑμνῳδίαι νυκτεριναί, οὐ τὸ μακάριον ἐκεῖνο τῶν ψυχῶν ἀγαλλίαμα, τὸ ἐπὶ ταῖς συνάξεσι καὶ τῇ κοινωνίᾳ τῶν πνευματικῶν χαρισμάτων ταῖς ψυχαῖς ἐγγινόμενον τῶν πιστευόντων εἰς Κύριον. ἡμῖν πρέπει λέγειν, ὅτι Οὐκ ἔστιν ἐν τῷ καιρῷ τούτῳ ἄρχων, οὔτε προφήτης, οὔτε ἡγούμενος, οὔτε προσφορά, οὔτε θυμίαμα, οὐ τόπος τοῦ καρπῶσαι ἐνώπιον Κυρίου, καὶ εὑρεῖν ἔλεος. Ταῦτα εἰδόσιν ἐπιστέλλομεν, διότι οὐδὲν μέρος ἐστὶ τῆς οἰκουμένης, ὃ τὰς ἡμετέρας λοιπὸν ἠγνόησε συμφοράς. ὥστε οὐ διδασκαλίας ἕνεκεν τοὺς λόγους τούτους ποιεῖσθαι ἡμᾶς νομίζειν προσῆκεν, οὐδὲ τοῦ ὑπομνῆσαι ὑμῶν τὴν ἐμμέλειαν. οἴδαμεν γάρ, ὅτι οὐκ ἄν ποτε ἐπιλάθοισθε ἡμῶν, οὐ μᾶλλόν γε ἢ ἡ μήτηρ τῶν ἐκγόνων τῆς κοιλίας αὐτῆς. ἀλλʼ ἐπειδὴ οἱ περιωδυνίᾳ τινὶ κατεχόμενοι διὰ τῶν στεναγμῶν κουφίζειν πως τὰς ἀλγηδόνας πεφύκασι, τοῦτο καὶ ἡμεῖς ποιοῦμεν· οἷον ἀποσκευαζόμεθα τῆς λύπης τὸ βάρος, δι’ ὧν πρὸς τὴν ὑμετέραν ἀγάπην τὰς πολυειδεῖς ἡμῶν συμφορὰς ἐξαγγέλλομεν, εἴ πως ἄν, σφοδρότερον εἰς τὰς ὑπὲρ ἡμῶν προσευχὰς κινηθέντες, δυσωπήσητε τὸν Κύριον διαλλαγῆναι ἡμῖν. εἰ μὲν οὖν αἱ θλίψεις ἦσαν μόναι αἱ καταπονοῦσαι ἡμᾶς, κἂν συνεβουλεύσαμεν ἑαυτοῖς τὴν ἡσυχίαν ἄγειν, καὶ χαίρειν τοῖς ὑπὲρ Χριστοῦ παθήμασιν, ἐπειδὴ Οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆσεσθαι εἰς ἡμᾶς. νῦν δὲ φοβούμεθα, μήποτε αὐξανόμενον τὸ κακόν, ὥσπερ τις φλὸξ διὰ τῆς καιομένης ὕλης βαδίζουσα, ἐπειδὰν καταναλώσῃ τὰ πλησίον, ἅψηται καὶ τῶν πόρρω. ἐπινέμεται γὰρ τὸ κακὸν τῆς αἱρέσεως· καὶ δέος ἐστί, μὴ τὰς ἡμετέρας ἐκκλησίας καταφαγοῦσα, ἕρψῃ λοιπὸν καὶ ἐπὶ τὸ ὑγιαῖνον μέρος τῆς καθʼ ὑμᾶς παροικίας. τάχα μὲν οὖν διὰ τὸ παρʼ ἡμῖν πλεονάσαι τὴν ἁμαρτίαν, πρῶτοι παρεδόθημεν εἰς κατάβρωσιν τοῖς ὠμοφάγοις ὀδοῦσι τῶν ἐχθρῶν τοῦ Θεοῦ· τάχα δέ, ὃ καὶ μᾶλλόν ἐστιν εἰκάσαι, ὅτι ἐπειδὴ τὸ εὐαγγέλιον τῆς βασιλείας ἀπὸ τῶν ἡμετέρων τόπων ἀρξάμενον εἰς πᾶσαν ἐξῆλθε τὴν οἰκουμένην, διὰ τοῦτο ὁ κοινὸς τῶν ψυχῶν ἡμῶν ἐχθρός, τὰ τῆς ἀποστασίας σπέρματα, ἀπὸ τῶν αὐτῶν τόπων τὴν ἀρχὴν λαβόντα, εἰς πᾶσαν οἰκουμένην διαδοθῆναι φιλονεικεῖ. ἐφʼ οὓς γὰρ ἔλαμψεν ὁ φωτισμὸς τῆς γνώσεως τοῦ Χριστοῦ, ἐπὶ τούτους ἐλθεῖν καὶ τὸ τῆς ἀσεβείας σκότος ἐπινοεῖ. Ὑμέτερα οὖν λογίσασθε τὰ πάθη ἡμῶν, ὡς γνήσιοι μαθηταὶ τοῦ Κυρίου. οὐχ ὑπὲρ χρημάτων, οὐχ ὑπὲρ δόξης, οὐχ ὑπὲρ ἄλλου τινὸς τῶν προσκαίρων καταπολεμούμεθα, ἀλλʼ ὑπὲρ τοῦ κοινοῦ κτήματος, τοῦ πατρικοῦ θησαυροῦ τῆς ὑγιαινούσης πίστεως, ἑστήκαμεν ἀγωνιζόμενοι. συναλγήσατε ἡμῖν, ὦ φιλάδελφοι, ὅτι ἀποκέκλεισται μὲν παρʼ ἡμῖν τῶν εὐσεβούντων τὰ στόματα, ἤνοικται δὲ πᾶσα θρασεῖα καὶ βλάσφημος γλῶσσα τῶν λαλούντων κατὰ τοῦ Θεοῦ ἀδικίαν. οἱ στῦλοι καὶ τὸ ἑδραίωμα τῆς ἀληθείας ἐν διασπορᾷ, ἡμεῖς δέ, οἱ διὰ σμικρότητα παροφθέντες, ἀπαρρησίαστοι. ἀγωνιάσατε ὑπὲρ τῶν λαῶν· καὶ μὴ τὸ καθʼ ἑαυτοὺς σκοπεῖτε μόνον, ὅτι ἐν λιμέσιν εὐδίοις ὁρμίζεσθε, τῆς τοῦ Θεοῦ χάριτος πᾶσαν ὑμῖν σκέπην χαρισαμένης ἀπὸ τῆς ζάλης τῶν πνευμάτων τῆς πονηρίας. ἀλλὰ καὶ ταῖς χειμαζομέναις τῶν ἐκκλησιῶν χεῖρα ὀρέξατε, μήποτε ἐγκαταλειφθεῖσαι, παντελῶς ὑπομείνωσι τῆς πίστεως τὸ ναυάγιον. στενάξατε ἐφʼ ἡμῖν ὅτι ὁ Μονογενὴς βλασφημεῖται, καὶ ὁ ἀντιλέγων οὐκ ἔστι. τὸ Πνεῦμα τὸ ἅγιον ἀθετεῖται, καὶ ὁ δυνάμενος ἐλέγχειν ἀποδιώκεται. πολυθεΐα κεκράτηκε. μέγας Θεὸς παρʼ αὐτοῖς καὶ μικρός. Υἱὸς οὐχὶ φύσεως ὄνομα, ἀλλὰ τιμῆς τινος εἶναι προσηγορία νενόμισται· τὸ Πνεῦμα τὸ ἅγιον, οὐ συμπληρωτικὸν εἶναι τῆς ἁγίας Τριάδος, οὐδὲ κοινωνὸν τῆς θείας καὶ μακαρίας φύσεως, ἀλλʼ ἕν τι τῶν ἐκ τῆς κτίσεως, εἰκῆ καὶ ὡς ἔτυχε, Πατρὶ καὶ Υἱῷ προσερρῖφθαι. τίς δώσει τῇ κεφαλῇ μου ὕδωρ, καὶ τοῖς ὀφθαλμοῖς μου πηγὴν δακρύων; καὶ κλαύσομαι τὸν λαὸν ἡμέρας πολλάς, τὸν ταῖς πονηραῖς ταύταις διδασκαλίαις πρὸς τὴν ἀπώλειαν συνωθούμενον. παρασύρονται τῶν ἀκεραιοτέρων αἱ ἀκοαί· εἰς συνήθειαν λοιπὸν ἦλθον τῆς αἱρετικῆς δυσσεβείας. συνεκτρέφεται τὰ νήπια τῆς Ἐκκλησίας τοῖς λόγοις τῆς ἀσεβείας. τί γὰρ καὶ ποιήσουσι; βαπτίσματα παρʼ ἐκείνοις, προπομπαὶ τῶν ἐξοδευόντων, ἐπισκέψεις τῶν ἀσθενούντων, παρακλήσεις τῶν λυπουμένων, βοήθειαι τῶν καταπονουμένων, ἀντιλήψεις παντοδαπαί, μυστηρίων κοινωνίαι· ἃ πάντα, δι’ ἐκείνων ἐπιτελούμενα, σύνδεσμος γίνεται τοῖς λαοῖς τῆς πρὸς αὐτοὺς ὁμονοίας· ὥστε μικροῦ χρόνου προελθόντος, μηδʼ εἰ γένοιτό τις ἄδεια, ἐλπίδα λοιπὸν εἶναι τοὺς ὑπὸ τῆς χρονίας ἀπάτης κατασχεθέντας, πάλιν πρὸς τὴν ἐπίγνωσιν τῆς ἀληθείας ἀνακληθῆναι. Τούτων ἕνεκεν πολλοὺς ἡμᾶς ἐχρῆν συνδραμεῖν πρὸς τὴν ὑμετέραν σεμνότητα, καὶ ἕκαστον τῶν ἑαυτοῦ πραγμάτων ἐξηγητὴν γενέσθαι. νῦν δὲ καὶ αὐτὸ τοῦτο δεῖγμα γενέσθω ὑμῖν τῆς κακοπαθείας, ἐν ᾗ διάγομεν, ὅτι οὐδʼ ἀποδημίας ἐσμὲν κύριοι. εἰ γάρ τις καὶ πρὸς τὸ βραχύτατον τῆς ἐκκλησίας ἑαυτοῦ ἀποσταίη, ἐκδότους ἀφήσει τοὺς λαοὺς τοῖς ἐφεδρεύουσιν. ἀλλὰ τῇ τοῦ Θεοῦ χάριτι ἕνα ἀπεστείλαμεν ἀντὶ πολλῶν, τὸν εὐλαβέστατον καὶ ἀγαπητὸν ἀδελφὸν ἡμῶν Δωρόθεον τὸν συμπρεσβύτερον· ὃς καὶ ὅσα διαπέφευγεν ἡμῶν τὰ γράμματα τῇ παρʼ ἑαυτοῦ διηγήσει δυνατός ἐστιν ἀναπληρῶσαι, παρηκολουθηκὼς πᾶσι μετὰ ἀκριβείας, καὶ ζηλωτὴς ὑπάρχων τῆς ὀρθῆς πίστεως. ὃν προσδεξάμενοι ἐν εἰρήνῃ διὰ ταχέων ἡμῖν ἀποπέμψατε, ἀγαθὰ ἡμῖν εὐαγγέλια φέροντα τῆς σπουδῆς ὑμῶν, ἣν ἔχετε πρὸς τὸ ἀντιλαμβάνεσθαι τῆς ἀδελφότητος.
Ἐνέτυχόν σου τοῖς γράμμασιν, ἃ διὰ τοῦ ἀδελφοῦ ἡμῶν Στρατηγίου τοῦ συμπρεσβυτέρου ἀπέστειλας, καὶ ἐνέτυχον ἡδέως. πῶς γὰρ οὐκ ἔμελλον, καὶ παρὰ ἀνδρὸς συνετοῦ γεγραμμένοις, καὶ παρὰ καρδίας τὴν πρὸς πάντας ἀγάπην ἐκ τῆς ἐντολῆς τοῦ Κυρίου κατορθοῦν δεδιδαγμένης; καὶ σχεδὸν ἐγνώρισα τῆς ἐν τῷ παρελθόντι χρόνῳ σιωπῆς τὴν αἰτίαν. ἀποροῦντι γὰρ ἐῴκεις καὶ ἐκθαμβουμένῳ, εἰ Βασίλειος ἐκεῖνος, ὁ τοιῶσδε δουλεύσας ἐκ παιδὸς τῷ δεῖνι, ὁ τάδε ποιήσας ἐπὶ τῶν καιρῶν τῶνδε καὶ τάδε, ὁ τὸν πρὸς τοὺς μυρίους πόλεμον τῆς πρὸς τὸν ἕνα θεραπείας ἕνεκεν καταδεξάμενος· οὗτος νῦν ἕτερος γέγονεν ἐξ ἑτέρου, καὶ πόλεμον ἀντὶ τῆς ἀγάπης ἀνῄρηται, καὶ ὅσα ἄλλα ἐπέστειλας, ἱκανῶς τῆς ψυχῆς τὴν ἔκπληξιν ἐν τῇ παραλόγῳ τῶν πραγμάτων μεταβολῇ ἐνδεικνύμενος. καὶ εἴ τι ἡμῶν καὶ καθήψω, οὐκ ἐδεξάμην τοῦτο δυσκόλως. οὐ γὰρ οὕτως εἰμὶ ἀνουθέτητος, ὡς πρὸς τὰς ἀγαπητικὰς ἐπιπλήξει τῶν ἀδελφῶν δυσχεραίνειν. τοσοῦτον γὰρ ἀπέχω τοῖς ἐπεσταλμένοις ἄχθεσθαι, ὥστε μικροῦ καὶ ἐγέλασα ἐπʼ αὐτοῖς, εἴ τοσούτων ὄντων καὶ τηλικούτων, ἃ ἡμῖν ἐδόκει τὴν πρὸς ἀλλήλους φιλίαν πρότερον βεβαιοῦν, αὐτὸς ἐπὶ μικροῖς τοῖς μέχρι σοῦ φθάσασι τηλικαύτην ἔγραψας τὴν ἔκπληξιν πεπονθέναι. ἄρʼ οὖν καὶ σὺ τὸ τῶν πολλῶν πέπονθας, οἳ καταλιπόντες τῶν πραγμάτων ἐξετάζειν τὴν φύσιν, τοῖς ἀνθρώποις προσέχουσι, περὶ ὧν οἱ λόγοι, καὶ γίνονται, οὐχὶ τῆς ἀληθείας ἐξετασταί, ἀλλὰ τῆς διαφορᾶς τῶν προσώπων δοκιμασταί, ἐπιλαθόμενοι τῆς παραινέσεως, ὅτι Ἐπιγινώσκειν πρόσωπον ἐν κρίσει, οὐ καλόν. Πλὴν ἀλλʼ ἐπειδὴ Θεὸς πρόσωπον ἐν κρίσει ἀνθρώπου οὐ λαμβάνει, ἣν πρὸς τὸ μέγα δικαστήριον ἀπολογίαν παρεσκεύασα, ταύτην καὶ σοὶ γνωρίσαι οὐ παραιτήσομαι. ὅτι οὐδὲν παρʼ ἡμῶν τὸ ἐξ ἀρχῆς, οὔτε μικρὸν οὔτε μεῖζον, γέγονε τῆς διαστάσεως αἴτιον· ἀλλʼ ἄνθρωποι μισοῦντες ἡμᾶς, δι’ ἃς ἴσασιν προφάσεις αὐτοὶ (οὐ γὰρ ἐμὲ χρὴ λέγειν περὶ αὐτῶν οὐδέν), συνεχεῖς ἐποιοῦντο τὰς διαβολάς, καὶ ἅπαξ μὲν ταύτας καὶ δὶς ἀπεδυσάμεθα, ὡς δὲ ἀπέραντον ἦν τὸ πρᾶγμα, καὶ οὐδὲν ὄφελος τῆς συνεχοῦς ἀπολογίας. ἡμῶν μὲν μακρὰν ἀπῳκισμένων, τῶν δὲ ψευδολόγων ἐγγύθεν ἐχόντων ταῖς καθʼ ἡμῶν τιτρώσκειν διαβολαῖς καρδίαν εὐκαταγώνιστον καὶ οὐ δεδιδαγμένην τὴν ἑτέραν τῶν ἀκοῶν ἀκεραίαν φυλάττειν τῷ μὴ παρόντι· τῶν Νικοπολιτῶν ἀπαιτούντων τινὰ πληροφορίαν πίστεως, ὃ πάντως οὐδὲ ὑμεῖς ἠγνοήσατε, ἔδοξεν ἡμῖν τὴν διακονίαν τοῦ γράμματος ὑποδέξασθαι. ἐλογισάμεθα γὰρ δύο κατορθώσειν ἐν ταὐτῷ· τούς τε Νικοπολίτας πείσειν μὴ κακῶς φρονεῖν περὶ τοῦ ἀνδρός, καὶ τῶν διαβαλλόντων ἡμᾶς ἐμφράξειν τὰ στόματα, τῆς κατὰ τὴν πίστιν συμφωνίας τὰς ἑκατέρωθεν συκοφαντίας ἀποκλειούσης. καὶ δὴ καὶ συγγέγραπτο μὲν ἡ πίστις, προσηνέχθη δὲ παρʼ ἡμῶν· ὑπεγράφη δέ ὡς ὑπεγράφη, καὶ χωρίον ὑπεδείχθη συνόδου δευτέρας, καὶ καιρὸς ἕτερος, ὥστε καὶ τοὺς κατὰ τὴν παροικίαν ἀδελφοὺς ἡμῶν συνελθόντας ἑνωθῆναι ἀλλήλοις, καὶ γνησίαν καὶ ἄδολον τοῦ λοιποῦ εἶναι τὴν κοινωνίαν. Ἡμεῖς μὲν οὖν ἀπηντήσαμεν κατὰ τὴν προθεσμίαν, καὶ οἱ σὺν ἡμῖν ἀδελφοὶ οἱ μὲν παρῆσαν, οἱ δὲ ἐπέρρεον, φαιδροὶ πάντες καὶ πρόθυμοι, ὡς ἐπὶ εἰρήνην τρέχοντες· καὶ γράμματα παρʼ ἡμῶν, καὶ ἡμεροδρόμοι σημαίνοντες, ὅτι πάρεσμεν· καὶ γὰρ ἡμέτερον ἦν τὸ χωρίον τὸ ἀποδεδειγμένον εἰς ὑποδοχὴν τῶν συντρεχόντων. ὡς δὲ ἐκ τοῦ ἑτέρου μέρους οὐδεὶς ἦν, οὔτε προτρέχων, οὔτε εὐαγγελιζόμενος τὴν παρουσίαν τῶν προσδοκωμένων, οἱ δὲ παρʼ ἡμῶν ἀποσταλέντες ἐπανῆλθον κατήφειαν πολλὴν καὶ γογγυσμὸν τῶν ἐκεῖ διηγούμενοι, ὡς καινῆς πίστεως παρʼ ἡμῶν καταγγελθείσης· καὶ ἐλέγοντο διορίζεσθαι, ἦ μὴν μὴ ἐπιτρέψειν τῷ ἐπισκόπῳ αὐτῶν πρὸς ἡμᾶς διαβῆναι· ἦλθε δέ τις καὶ γράμμα φέρων ἡμῖν, ἀφωσιωμένον καὶ οὐδεμίαν ἔχον μνήμην τῶν ἐξ ἀρχῆς συγκειμένων. καὶ ὁ πάσης δέ μοι αἰδοῦς καὶ τιμῆς ἄξιος ἀδελφὸς Θεόφιλος, ἕνα τῶν αὐτῷ συνόντων ἀποστείλας, ἐδήλωσέ τινα, ἃ ἐνόμισε καὶ αὐτῷ ἐπιβάλλοντα εἶναι εἰπεῖν καὶ ἡμῖν ἀκοῦσαι πρέποντα. ἐπιστεῖλαι γὰρ οὐκ ἠξίωσεν, οὐ τὸν ἐκ τῶν γραμμάτων ἔλεγχον ὑφορώμενος τοσοῦτον, ὅσον φροντίζων τοῦ μὴ εἰς ἀνάγκην ἐλθεῖν προσειπεῖν ἡμᾶς ὡς ἐπισκόπους· πλήν γε δή, ὅτι σφοδρὰ ἦν τὰ ῥήματα, καὶ ἀπὸ καρδίας ἐκθερμανθείσης ἐξενεχθέντα. ἐπὶ τούτοις διελύθημεν κατῃσχυμμένοι, καὶ συμπεπτωκότες τῇ γνώμῃ, οὐκ ἔχοντες ὅ τι τοῖς ἐρωτῶσιν ἀποκρινούμεθα. χρόνος δὲ οὐ πολὺς ἐν τῷ μέσῳ, καὶ ἀποδημία μέχρι Κιλίκων· κἀκεῖθεν ἐπάνοδος. καὶ γράμματα εὐθύς, ἀπαγόρευσιν ἔχοντα τῆς πρὸς ἡμᾶς κοινωνίας. Ἡ δὲ αἰτία τῆς ἀπορρήξεως, ὅτι Ἀπολλιναρίῳ, φησίν, ἐπεστείλαμεν, καὶ τὸν συμπρεσβύτερον ἡμῶν Διόδωρον ἔχομεν κοινωνικόν. ἐγὼ δὲ Ἀπολλινάριον μὲν ἐχθρὸν οὐδέποτε ἡγησάμην, ἀλλʼ ἔστιν ἐφʼ οἷς καὶ αἰδοῦμαι τὸν ἄνδρα· οὐ μὴν οὕτως ἐμαυτὸν τῷ ἀνθρώπῳ συνῆψα, ὥστε τὰ ἐκείνου ἐγκλήματα αὐτὸς ὑποδέχεσθαι· ὅπου γε ἔχω τινὰ καὶ αὐτὸς ἐγκαλεῖν αὐτῷ, ἐντυχών τισι τῶν συνταγμάτων αὐτοῦ. οὐ μὴν περὶ τοῦ Πνεύματος τοῦ ἁγίου ἢ αἰτήσας αὐτὸν οἶδα βιβλίον, ἢ ἀποσταλὲν ὑποδεξάμενος. ἀλλὰ πολυφωνότατον μὲν αὐτὸν ἀκούω πάντων συγγραφέων γεγενῆσθαι, ὀλίγοις δὲ ἐντετύχηκα τῶν συνταγμάτων αὐτοῦ· οὐδὲ γὰρ σχολή μοί ἐστι τὰ τοιαῦτα διερευνᾶσθαι, καὶ ἅμα δυσχερής τις εἰμὶ πρὸς τὴν τῶν νεωτέρων παραδοχήν, ᾧ γε τὸ σῶμα οὐδὲ τῇ ἀναγνώσει τῶν θεοπνεύστων Γραφῶν φιλοπόνως καὶ καθʼ ὃν δεῖ τρόπον συγχωρεῖ παραμένειν. τί οὖν πρὸς ἐμὲ τοῦτο, εἴ τις συνέγραψέ τι μὴ ἀρέσκον τῷ δεῖνι; καίτοι εἰ δεῖ ἄλλον ὑπὲρ ἄλλου τὰς εὐθύνας ὑπέχειν, ὁ ἐμοὶ ἐγκαλῶν ὑπὲρ Ἀπολλιναρίου ἀπολογείσθω ἡμῖν ὑπὲρ Ἀρείου τοῦ ἰδίου διδασκάλου. καὶ ὑπὲρ Ἀετίου τοῦ ἰδίου αὐτοῦ μαθητοῦ. ἡμεῖς δὲ οὔτε ἐδιδάχθημέν τι, οὔτε ἐμαθητεύθημεν τῷ ἀνδρί, οὗ τὰ ἐγκλήματα ἡμῖν περιτρέπουσι. Διόδωρον δέ, ὡς θρέμμα τοῦ μακαρίου Σιλουανοῦ, τὸ ἐξ ἀρχῆς ὑπεδεξάμεθα· νῦν δὲ καὶ ἀγαπῶμεν καὶ περιέπομεν διὰ τὴν προσοῦσαν αὐτῷ τοῦ λόγου χάριν, δι’ ἧς πολλοὶ τῶν ἐντυγχανόντων βελτίους γίνονται. Ἐπὶ τούτοις τοῖς γράμμασι διατεθεὶς ὡς εἰκὸς ἦν, καὶ ἐκπλαγεὶς πρὸς τὴν οὕτω παράλογον καὶ ἀθρόαν μεταβολήν, οὐδὲ ἀντιφθέγξασθαι ἠδυνήθην. συνδέδετο μὲν γάρ μοι ἡ καρδία, παρεῖτο δὲ ἡ γλῶσσα, νεναρκήκει δὲ ἡ χείρ· καὶ ἔπαθον πάθος ψυχῆς ἀγεννοῦς (εἰρήσεται γὰρ τἀληθές, πλὴν ἀλλὰ συγγνώμης ἄξιον)· μικροῦ καὶ εἰς μισανθρωπίαν ἐξέπεσον, καὶ πᾶν μοι ἦθος ὕποπτον ἐνομίσθη, καὶ μὴ εἶναι ἐν ἀνθρώπου φύσει τὸ τῆς ἀγάπης καλόν, ἀλλὰ ῥῆμα εἶναι εὐπρόσωπον καλλωπισμόν τινα παρέχον τοῖς κεχρημένοις, οὐ μὴν ἐνυπάρχειν κατʼ ἀλήθειαν καρδίᾳ ἀνθρώπου τὴν διάθεσιν ταύτην, εἰ γὰρ ὁ δοκῶν ἐκ παιδὸς εἰς γῆρας βαθὺ ἐπιμέλειαν ἑαυτοῦ πεποιῆσθαι ἐκ τοιούτων προφάσεων οὕτω ῥᾳδίως ἐξηγριώθη, μηδὲν τῶν ἡμετέρων ὑπολογισάμενος, μηδὲ τὴν ἐν τῷ παρελθόντι πεῖραν τῆς οὕτως εὐτελοῦς διαβολῆς κυριωτέραν θέμενος, ἀλλʼ οἷόν τις πῶλος ἀδάμαστος, οὔπω φέρειν καλῶς τὸν ἀναβάτην δεδιδαγμένος, ἐκ μικρᾶς ὑποψίας ἀνεχαίτισε καὶ ἀπεσείσατο καὶ χαμαὶ ἔρριψεν οἷς πρότερον ἐπηγάλλετο· τί χρὴ περὶ τῶν ἄλλων ὑπονοεῖν, πρὸς οὓς οὔτε ἡμῖν τοσαῦτα τῆς φιλίας ἐστὶν ἐνέχυρα οὔτε παρʼ αὐτῶν τοιαύτη τῆς τῶν τρόπων ἐπιμελείας ἐπίδειξις; ταῦτα κατʼ ἐμαυτὸν ἀνελίσσων ἐν τῇ ψυχῇ, καὶ συνεχῶς στρέφων ἐν τῇ καρδίᾳ, μᾶλλον δὲ ἀναστρεφόμενος ὑπʼ αὐτῶν τὴν καρδίαν, οὕτω δακνόντων με καὶ νυσσόντων διὰ τῆς μνήμης, οὐδὲν ἐκείνοις ἀπεκρινάμην τοῖς γράμμασιν, οὐχ ὑπεροψίᾳ σιωπήσας (μὴ τοῦτο οἰηθῇς, ἀδελφέ· οὐ γὰρ ἀνθρώποις ἀπολογούμεθα, ἀλλὰ κατενώπιον τοῦ Θεοῦ ἐν Χριστῷ λαλοῦμεν), ἀπορίᾳ δὲ καὶ ἀμηχανίᾳ καὶ τῷ μὴ ἔχειν εἰπεῖν τι τῆς λύπης ἄξιον. Ἕως ἐν τούτοις ἦμεν, ἐπικατέλαβεν ἡμᾶς ἕτερα γράμματα πρὸς Δαζίζαν τινὰ γεγραμμένα δῆθεν, τῇ δὲ ἀληθείᾳ πᾶσιν ἀνθρώποις ἐπεσταλμένα, ὡς δηλοῖ αὐτῶν ἡ οὕτως ὀξεῖα διάδοσις, ὡς ἐν ὀλίγαις ἡμέραις ἐν παντὶ μὲν τῷ Πόντῳ κατασπαρῆναι καὶ τὴν Γαλατίαν ἐπιδραμεῖν. φασὶ δέ τινες, ὅτι καὶ Βιθυνοὺς διεξελθόντες οἱ τῶν ἀγαθῶν τούτων ἄγγελοι μέχρις αὐτοῦ ἔφθασαν Ἑλλησπόντου. τίνα δὲ ἦν τὰ καθʼ ἡμῶν πρὸς Δαζίζαν ἐπεσταλμένα, πάντως μὲν οἶδας. οὐ γὰρ οὕτω σε μακρὰν τῆς ἑαυτῶν φιλίας τίθενται, ὥστε σε μόνον ἀγέραστον τῆς τιμῆς ἐκείνης καταλιπεῖν. εἰ δὲ οὐκ ἦλθεν εἰς σὲ τὰ γράμματα, ἀλλʼ ἐγώ σοι ἀποστέλλω. ἐν οἷς εὑρήσεις ἡμᾶς κατηγορουμένους, δόλον καὶ ῥᾳδιουργίαν, φθορὰν ἐκκλησιῶν καὶ ψυχῶν ἀπώλειαν, καὶ τὸ πάντων, ὡς αὐτοὶ νομίζουσιν, ἀληθέστερον, ὅτι ἐγκάθετον ἐκείνην τὴν προβολὴν τῆς πίστεως ἐποιησάμεθα, οὐ Νικοπολίταις διακονούμενοι, ἀλλʼ αὐτοὶ λαβεῖν δολερῶς ὁμολογίαν ἐπινοήσαντες. τούτων μὲν οὖν κριτὴς Κύριος· καὶ γὰρ τίς ἂν γένοιτο τῶν ἐν καρδίᾳ λογισμῶν ἐναργὴς ἀπόδειξις; ἐκεῖνο δὲ αὐτῶν ἐθαύμασα, εἰ ὅτι μὲν τῷ παρʼ ἡμῶν ἐπιδοθέντι βιβλίῳ ὑπέγραψαν τοσαύτῃ κέχρηνται διαστάσει, ὥστε καὶ ὄντα καὶ μὴ ὄντα εἰς τὴν τῶν ἐγκαλούντων αὐτοῖς πληροφορίαν συμφύρειν, ὅτι δὲ ἐν τῇ Ῥώμῃ ἔγγραφος αὐτῶν ὁμολογία τῆς ἐν Νικαίᾳ πίστεως ἀπόκειται, τοῦτο οὐκ ἐννοοῦσιν, οὐδὲ ὅτι διὰ τῆς ἑαυτῶν χειρὸς ἐπέδωκαν τῇ ἐν Τυάνοις συνόδῳ τὸ ἀπὸ Ῥώμης βιβλίον, ὃ παρʼ ἡμῖν κατάκειται, τὴν αὐτὴν ταύτην πίστιν ἔχον. καὶ τῆς ἰδίας ἑαυτῶν δημηγορίας ἐπελάθοντο, ἣν εἰς τὸ μέσον καταστάντες τότε, ὠδύροντο μὲν τὴν ἀπάτην, δι’ ἧς ὑπήχθησαν συνθέσθαι τῷ τόμῳ τῷ παρὰ τοῦ συστήματος Εὐδοξίου συντεταγμένῳ· διότι ταύτην ἐπενόησαν τοῦ σφάλματος ἐκείνου ἀπολογίαν, τὸ ἀπελθόντας εἰς Ῥώμην, ἐκεῖθεν λαβεῖν τὴν τῶν πατέρων πίστιν, ἵνα ἣν ἐποίησαν βλάβην ταῖς ἐκκλησίαις τῇ πρὸς τὸ κακὸν συνθήκῃ, ταύτην ἐπανορθώσωνται τῇ ἐπεισαγωγῇ τοῦ βελτίονος. ἀλλʼ οἱ τὰς μακροτάτας ἀποδημίας ὑπὲρ τῆς πίστεως ὑποστάντες, καὶ τὰ σοφὰ ταῦτα δημηγορήσαντες, νῦν λοιδοροῦνται ἡμᾶς, ὡς δολίως πορευομένους, καὶ ἐν σχήματι ἀγάπης τὰ τῶν ἐπιβουλευόντων ποιοῦντας. δηλοῖ δὲ καὶ τὰ νῦν περιφερόμενα κατεγνωκέναι αὐτοὺς τῆς ἐν Νικαίᾳ πίστεως. εἶδον γὰρ Κύζικον, καὶ μετʼ ἄλλης πίστεως ἐπανῆλθον. Καὶ τί τὸ ἐν τοῖς ῥήμασιν εὐμετάθετον λέγω, πολλῷ μείζονας ἐξ αὐτῶν τῶν πραγμάτων τῆς ἐπὶ τὰ ἐναντία περιτροπῆς ἔχων τὰς ἀποδείξεις; οἱ γὰρ πεντακοσίων ἐπισκόπων δόγματι κατʼ αὐτῶν ἐξενεχθέντι μὴ εἴξαντες, μηδὲ καταδεξάμενοι τῆς οἰκονομίας τῶν ἐκκλησιῶν ἀποστῆναι, τοσούτων εἰς τὴν τῆς καθαιρέσεως αὐτῶν γνώμην συμφωνησάντων· διότι, φασίν, οὐκ ἦσαν Πνεύματος ἁγίου μέτοχοι, οὐδὲ Θεοῦ χάριτι τὰς ἐκκλησίας οἰκονομοῦντες, ἀλλʼ ἀνθρωπίνῃ δυναστείᾳ καὶ ἐπιθυμίᾳ δόξης κενῆς τὰ προστασίας ἁρπάσαντες· οὗτοι νῦν τοὺς παρʼ ἐκείνων χειροτονηθέντας ὡς ἐπισκόπους δέχονται. οὓς ἐρώτησον ἀντʼ ἐμοῦ, εἰ καὶ τῶν ἀνθρώπων πάντων καταφρονοῦσιν, ὡς οὔτʼ ὀφθαλμοὺς ἐχόντων, οὔτʼ ὦτα, οὔτε καρδίαν αἰσθητικήν, ὅσον γοῦν δύνασθαι συνιδεῖν τῶν γενομένων τὸ ἀνακόλουθον, ἐν τῇ ἑαυτῶν καρδίᾳ τίνα διάνοιαν ἔχουσι; πῶς δύνανται δύο εἶναι ἐπίσκοποι, ὅ τε καθῃρημένος ὑπὸ Εὐιππίου, καὶ ὁ παρʼ αὐτοῦ κεχειροτονημένος; τῆς γὰρ αὐτῆς χειρὸς ἔργον ἀμφότερα. ὃς εἰ μὴ εἶχε τὴν δεδομένην τῷ Ἱερεμίᾳ χάριν, κατασκάπτειν καὶ ἀνοικοδομεῖν, ἐκριζοῦν καὶ καταφυτεύειν, οὔτʼ ἂν ἐξερρίζωσε τοῦτον, οὔτʼ ἂν ἐκεῖνον ἐφύτευσεν. εἰ δὲ τὸ ἕτερον αὐτῷ δίδως, συγχωρήσεις αὐτῷ καὶ τὸ ἕτερον. ἀλλʼ εἷς σκοπός, ὡς ἔοικε, τὸ ἑαυτῶν ζητεῖν πανταχοῦ, καὶ φίλον μὲν ἡγεῖσθαι τὸν ταῖς ἐπιθυμίαις αὐτῶν συνεργοῦντα, πολέμιον δὲ κρίνειν, καὶ μηδεμιᾶς κατʼ αὐτοῦ διαβολῆς φείδεσθαι, τὸν ταῖς ἐπιθυμίαις αὐτῶν ἀνθιστάμενον. Οἷαι γὰρ αὐτῶν καὶ αἱ νῦν κατὰ τῆς Ἐκκλησίας οἰκονομίαι. φρικταὶ μὲν διὰ τὴν τῶν ποιούντων εὐκολίαν, ἐλεειναὶ δὲ διὰ τὴν τῶν πασχόντων ἀναισθησίαν. Εὐιππίου τέκνα καὶ Εὐιππίου ἔκγονα, διὰ πρεσβείας ἀξιοπίστου ἐκ τῆς ὑπερορίας μετακληθέντες εἰς τὴν Σεβάστειαν, ἐπιστεύθησαν τὸν λαόν. παρέλαβον τὸ θυσιαστήριον, ζύμη ἐγένοντο τῆς ἐκεῖ ἐκκλησίας. παρʼ ὧν ἡμεῖς μὲν ὡς ὁμοουσιασταὶ διωκόμεθα. Εὐστάθιος δὲ ὁ βαστάσας ἐν τῷ χάρτῃ ἀπὸ Ῥώμης μέχρι Τυάνων τὸ ὁμοούσιον, οὗτος νῦν αὐτοῖς ἀνακέκραται, εἰ καὶ ὅτι παραδεχθῆναι εἰς τὴν πολυπόθητον αὐτῶν κοινωνίαν οὐκ ἠδυνήθη, ἢ φοβηθέντων τὸ πλῆθος τῶν κατʼ αὐτοῦ συμφωνησάντων, ἢ αἰδεσθέντων τὸ ἀξιόπιστον. τίνες γὰρ ἦσαν οἱ συνειλεγμένοι, καὶ πῶς μὲν χειροτονηθεὶς ἕκαστος, ἀπὸ ποίου δὲ τοῦ ἐξ ἀρχῆς βίου ἐπὶ ταύτην παρῆλθε τὴν δυναστείαν νῦν, ἐγὼ μὲν μή ποτε οὕτω σχολάσαιμι, ὥστε τὰς ἐκείνων πράξεις ἐκδιηγεῖσθαι. ἔμαθον γὰρ προσεύχεσθαι· Ὅπως ἂν μὴ λαλήσῃ τὸ στόμα μου τὰ ἔργα τῶν ἀνθρώπων. αὐτὸς δὲ ἐρευνήσας μαθήσῃ· κἄν σε διαφύγῃ, τὸν κριτὴν πάντως οὐ λήσεται. Ὃ μέντοι πέπονθα πάθος οὐ παραιτήσομαι καὶ πρὸς τὴν σὴν ἐξειπεῖν ἀγάπην, ὅτι πέρυσιν, ἀσθενήσας πυρετῷ λαβροτάτῳ, καὶ ἐγγίσας μέχρις αὐτῶν τῶν πυλῶν τοῦ θανάτου, εἶτα ὑπὸ τῆς τοῦ Θεοῦ φιλανθρωπίας ἀνακληθείς, δυσχερῶς εἶχον πρὸς τὴν ἐπάνοδον, λογιζόμενος εἰς οἷα πάλιν ἔρχομαι κακά· καὶ κατʼ ἐμαυτὸν ἐσκόπουν, τί ποτε ἄρα ἐστὶ τὸ ἐν τῷ βάθεῖ τῆς σοφίας ἀποκείμενον τοῦ Θεοῦ, δι’ ὃ ἐμοὶ πάλιν τῆς ἐν σαρκὶ ζωῆς ἡμέραι συνεχωρήθησαν. ἐπειδὴ δὲ ἔγνων ταῦτα, ἐλογισάμην, ὅτι ἐβουλήθη ἡμᾶς ὁ Κύριος ἰδεῖν παυσαμένας τοῦ σάλου τὰς ἐκκλησίας, ὃν ἔπαθον πρὸ τούτου ἐπὶ τῷ χωρισμῷ τῶν διὰ τὴν περιπεπλασμένην αὐτοῖς σεμνότητα πάντα πιστευομένων. ἢ καὶ τάχα τονῶσαί μου τὴν ψυχὴν καὶ νηπτικωτέραν πρός γε τὸ ἐφεξῆς καταστῆσαι ὁ Κύριος ἐβουλήθη, ὡς μὴ προσέχειν ἀνθρώποις, ἀλλὰ διὰ τῶν εὐαγγελικῶν ἐντολῶν καταρτίζεσθαι, αἳ οὔτε καιροῖς οὔτε περιστάσεσιν ἀνθρωπίνων πραγμάτων συμμεταβάλλονται, ἀλλʼ αἱ αὐταὶ διαμένουσιν, ὡς προηνέχθησαν ἀπὸ τοῦ ἀψευδοῦς καὶ μακαρίου στόματος, οὕτω διαιωνίζουσαι. Ἄνθρωποι δὲ ταῖς νεφέλαις ἐοίκασι, πρὸς τὰς τῶν πνευμάτων μεταβολὰς ἄλλοτε κατʼ ἄλλο μέρος τοῦ ἀέρος ἐμφερομέναις. καὶ μάλιστα δὴ οὗτοι, περὶ ὧν ὁ λόγος, πολυτροπώτατοι τῶν εἰς ἡμετέραν πεῖραν ἡκόντων ἐφάνησαν. εἰ μὲν καὶ εἰς τὰ λοιπὰ τοῦ βίου πράγματα εἴποιεν ἂν οἱ συμβεβιωκότες, ὃ δʼ οὖν ἐμοὶ ἐφάνη, τὸ περὶ τὴν πίστιν αὐτῶν εὐμετάθετον, οὐκ οἶδα μέχρι τοῦ νῦν ἐν ἄλλοις οὔτε αὐτὸς ἱστορήσας οὔτε ἀκούσας ἑτέρων. Ἀρείῳ κατηκολούθουν τὸ ἐξ ἀρχῆς· μετέθεντο πρὸς Ἑρμογένην, τὸν κατὰ διάμετρον ἐχθρὸν ὄντα τῆς Ἀρείου κακοδοξίας, ὡς δηλοῖ αὐτὴ ἡ πίστις ἡ κατὰ Νίκαιαν παρʼ ἐκείνου τοῦ ἀνδρὸς ἐκφωνηθεῖσα ἐξ ἀρχῆς. ἐκοιμήθη Ἑρμογένης, καὶ πάλιν μετέστησαν πρὸς Εὐσέβιον, ἄνδρα κορυφαῖον τοῦ κατὰ Ἄρειον κύκλου, ὡς οἱ πειραθέντες φασίν. ἐκεῖθεν ἐκπεσόντες δι’ ἃς δήποτε αἰτίας, πάλιν ἀνέδραμον εἰς τὴν πατρίδα, καὶ πάλιν τὸ Ἀρειανὸν ὑπέκρυπτον φρόνημα. παρελθόντες εἰς τὴν ἐπισκοπήν, ἵνα τὰ ἐν μέσῳ παραλίπω, ὅσας ἐξέθεντο πίστεις. ἐπʼ Ἀγκύρας ἄλλην, ἑτέραν ἐν Σελευκείᾳ, ἑτέραν ἐν Κωνσταντινουπόλει, τὴν πολυθρύλλητον, ἐν Λαμψάκῳ ἑτέραν, μετὰ ταῦτα τὴν ἐν Νίκῃ τῆς Θράκης, νῦν πάλιν τὴν ἐν Κυζίκῳ· ἧς τὰ μὲν ἄλλα οὐκ ἐπίσταμαι, τοσοῦτον δὲ ἀκούω, ὅτι τὸ ὁμοούσιον κατασιγάσαντες, τὸ κατʼ οὐσίαν ὅμοιον νῦν ἐπιφέρουσι, καὶ τὰς εἰς Πνεῦμα τὸ ἅγιον βλασφημίας μετʼ Εὐνομίου συγγράφουσι. τούτων δὲ τῶν πίστεων ἃς ἀπηριθμησάμην, εἰ καὶ μὴ πᾶσαι πρὸς ἀλλήλας ἔχουσιν ἐναντίως, ἀλλʼ οὖν τὸ εὐμετάβολον τοῦ τρόπου ὁμοίως συνιστῶσι, διὰ τὸ μηδέποτε αὐτοὺς ἐπὶ τῶν αὐτῶν ἑστάναι ῥημάτων. ταῦτά ἐστιν ἀληθῆ, μυρίων ἑτέρων ἀποσιωπηθέντων. Ἐπειδὴ δὲ καὶ πρὸς ὑμᾶς διέβησαν νῦν, ἀξιοῦμεν ἀντιγράψαι διὰ τοῦ αὐτοῦ ἀνδρὸς (λέγω δὲ τοῦ συμπρεσβυτέρου ἡμῶν Στρατηγίου), εἴτε ὁ αὐτὸς διέμεινας πρὸς ἡμᾶς, εἴτε καὶ ἠλλοιώθης ἀπὸ τῆς συντυχίας. οὔτε γὰρ ἐκείνους εἰκὸς ἦν σιωπῆσαι, οὔτε αὐτὸν σέ, τὸν ἡμῖν τοιαῦτα γράψαντα, μὴ οὐχὶ καὶ πρὸς ἐκείνους τῇ παρρησίᾳ χρήσασθαι. εἰ μὲν οὖν μένοις ἐν τῇ πρὸς ἡμᾶς κοινωνίᾳ τοῦτο ἄριστον καὶ εὐχῆς τῆς ἀνωτάτω ἄξιον· εἰ δέ σε πρὸς ἑαυτοὺς μετέθηκαν, λυπηρὸν μέν. πῶς γὰρ οὐκ ἀδελφοῦ τοιούτου χωρισμός; πλὴν εἰ καὶ μηδὲν ἄλλο, τὸ γοῦν φέρειν τὰς τοιαύτας ζημίας παρʼ αὐτῶν ἐκείνων ἱκανῶς ἐγυμνάσθημεν.
Πάλαι δεξάμενος τὰ παρὰ τῆς σῆς ἀγάπης γράμματα, ἀνέμενον διὰ γνησίου προσώπου ἀντεπιστεῖλαι, ἵνα καὶ ὅσα τὴν ἐπιστολὴν διαφύγῃ ὁ διάκονος τῶν γραμμάτων ἀναπληρώσῃ. ἐπεὶ οὖν παρεγένετο ἡμῖν ὁ ποθεινότατος καὶ εὐλαβέστατος ἀδελφὸς ἡμῶν Στρατήγιος, αὐτῷ ἐνόμισα δίκαιον εἶναι χρήσασθαι διακόνῳ, τῷ καὶ εἰδότι τὴν ἡμετέραν γνώμην καὶ δυναμένῳ γνησίως τε ἅμα καὶ εὐλαβῶς διακονῆσαι τὰ παρʼ ἡμῶν. Γίνωσκε τοίνυν, ποθεινότατε ἡμῖν καὶ τιμιώτατε, πολλοῦ ἀξίαν τίθεσθαι ἡμᾶς τὴν πρὸς σὲ ἀγάπην, ἧς, ἕνεκα μὲν τῆς κατὰ ψυχὴν διαθέσεως, οὐδεμίαν ὥραν ἀπολειφθεῖσιν ἑαυτοῖς συνεγνώκαμεν, εἰ καὶ ὅτι πολλαὶ καὶ μεγάλαι λύπης εὐλόγου γεγόνασιν ἀφορμαί. ἀλλʼ οὖν ἐκρίναμεν τοῦτο, ὥσπερ ἐν τρυτάνῃ, τὰ χρηστότερα τοῖς ἀηδεστέροις ἀντιτιθέντες, τῇ τῶν ἀμεινόνων ῥοπῇ προσθέσθαι τὴν γνώμην. ἐπειδὴ δὲ τὰ πράγματα ἠλλοιώθη παρʼ ὧν ἥκιστα ἐχρῆν τοῦτο γενέσθαι, συγγίνωσκε καὶ ἡμῖν οὐχὶ τὴν γνώμην ἀλλοιωθεῖσιν, ἀλλὰ τὴν τάξιν μεταθεμένοις. μᾶλλον δὲ ἡμεῖς μὲν ἐπὶ τῆς αὐτῆς μενοῦμεν τάξεως, ἕτεροι δέ εἰσιν οἱ συνεχῶς μετατιθέμενοι, νῦν δὲ καὶ φανερῶς πρὸς τοὺς ἐναντίους αὐτομολοῦντες· ὧν ὅσου ἀξίαν ἐτιθέμεθα τὴν κοινωνίαν, ἕως ἦσαν ἐπὶ τῆς ὑγιαινούσης μερίδος, οὐδὲ αὐτὸς ἀγνοεῖς. νῦν δὲ εἰ μήτε ἐκείνοις συνεπόμεθα, καὶ τοὺς τὰ αὐτὰ φρονοῦντας αὐτοῖς ἐκκλίνομεν, συγγνώμης ἂν δικαίως τύχοιμεν, μηδὲν προτιμότερον τῆς ἀληθείας καὶ τῆς οἰκείας ἑαυτῶν ἀσφαλείας τιθέμενοι.
Οταν ἴδω καὶ τὸ κακὸν εὐοδούμενον, καὶ τὴν ὑμετέραν εὐλάβειαν κεκμηκυῖαν καὶ ἀπαγορεύουσαν πρὸς τὸ συνεχὲς τῶν ἐπηρειῶν, ἀθυμίας πληροῦμαι. ὅταν δὲ πάλιν τὴν μεγάλην χεῖρα τοῦ Θεοῦ ἐννοήσω, καὶ ὅτι οἶδεν ἀνορθοῦν τοὺς κατερραγμένους, καὶ ἀγαπᾷν δικαίους, συντρίβειν δὲ ὑπερηφάνους, καὶ καθαιρεῖν ἀπὸ θρόνων δυνάστας, πάλιν μεταβαλὼν κουφότερος γίνομαι ταῖς ἐλπίσι καὶ οἶδα, ὅτι διὰ τῶν προσευχῶν ὑμῶν ταχεῖαν δείξει ἡμῖν ὁ Κύριος τὴν γαλήνην. μόνον μὴ ἀποκάμητε προσευχόμενοι· ἀλλʼ ὧν λόγοις ἐστὲ διδάσκαλοι, τούτων ἐπὶ τοῦ παρόντος καιροῦ ἔργῳ πᾶσιν ἐναργῆ σπουδάσατε προθεῖναι τὰ ὑποδείγματα.
Ὅτε ἐνέτυχον τοῖς γράμμασι τῆς ὁσιότητος ὑμῶν, ὅσον ἐστέναξα καὶ ὠδυράμην, ὅτι καὶ ταῦτα τὰ κακὰ ταῖς ἐμαυτοῦ ἀκοαῖς ὑπεδεξάμην, πληγὰς μὲν καὶ ὕβρεις εἰς ὑμᾶς αὐτούς, πόρθησιν δὲ οἴκων, καὶ ἐρήμωσιν πόλεως, καὶ πατρίδος ὅλης ἀνατροπήν, διωγμὸν ἐκκλησίας καὶ φυγὴν ἱερέων, ἐπανάστασιν λύκων, καὶ ποιμνίων διασποράν. ἀλλʼ ἐπειδὴ ἐπαυσάμην τοῦ στεναγμοῦ καὶ τῶν δακρύων, πρὸς τὸν ἐν οὐρανοῖς Δεσπότην ἀποβλέψας, οἶδα καὶ πέπεισμαι, ὃ καὶ ὑμᾶς γινῶσκειν βούλομαι, ὅτι ταχεῖα ἔσται ἡ ἀντίληψις, καὶ οὐκ εἰς τέλος ἔσται ἡ ἐγκατάλειψις. ὃ μὲν γὰρ πεπόνθαμεν διὰ τὰς ἁμαρτίας ἡμῶν πεπόνθαμεν· τὴν δὲ αὐτοῦ βοήθειαν διὰ τὴν περὶ τὰς ἐκκλησίας ἑαυτοῦ ἀγάπην καὶ εὐσπλαγχίαν ὁ φιλάνθρωπος ἐπιδείξεται. Οὐ μέντοι παρελίπομεν καὶ παρόντες τοὺς ἐν δυνάμει καθικετεύοντες, καὶ ἐπὶ τοῦ στρατοπέδου τοῖς ἀγαπῶσιν ἡμᾶς ἐπιστέλλοντες ἐπισχεθῆναι τῆς ὀργῆς τὸν λυσσῶντα. καὶ οἶμαι παρὰ πολλῶν ἥξειν αὐτῷ κατάγνωσιν, ἐὰν μὴ ἄρα ὁ καιρὸς θορύβου πεπληρωμένος μηδεμίαν δῷ σχολὴν περὶ ταῦτα τοῖς ἐπὶ τῶν πραγμάτων.
Ὅταν μὲν πρὸς τὴν ἡμετέραν αὐτῶν ἐπιθυμίαν ἀπίδωμεν, ἀχθόμεθα τοσοῦτον διῳκισμένοι τῆς εὐλαβείας σου· ὅταν δὲ πρὸς τὸ εἰρηνικὸν τῆς σαυτοῦ διαγωγῆς, εὐχαριστοῦμεν τῷ Κυρίῳ, τῷ ἐξελομένῳ τὴν εὐλάβειάν σου ἀπὸ τοῦ ἐμπρησμοῦ τούτου, ὃς πλέον ἐπενείματο τὴν καθʼ ἡμᾶς παροικίαν. ἔδωκε γὰρ ἡμῖν κατὰ τὰ ἔργα ἡμῶν ὁ δικαιόκριτης ἄγγελον Σατάν, ἱκανῶς ἡμᾶς κατακονδυλίζοντα, καὶ σφοδρῶς μὲν ἐκδικοῦντα τὴν αἵρεσιν· μέχρι τοσούτου δὲ τὸν πρὸς ἡμᾶς ἐξαγαγόντα πόλεμον, ὥστε μηδὲ αἵματος φείσασθαι τῶν εἰς Θεὸν πεπιστευκότων. πάντως γὰρ οὐκ ἔλαθέ σου τὴν ἀγάπην, ὅτι Ἀσκλήπιός τις, διὰ τὸ μὴ ἑλέσθαι τὴν πρὸς τὸν Δωὴκ κοινωνίαν, τυπτόμενος παρʼ αὐτῶν ταῖς πληγαῖς ἐναπέθανε, μᾶλλον δὲ διὰ τῶν πληγῶν εἰς τὴν ζωὴν μετετέθη. ἀκόλουθα δὲ ἐκείνῳ πάντα οἴου γίνεσθαι τὰ λοιπά· διωγμοὺς πρεσβυτέρων καὶ διδασκάλων, τὰ ἄλλα ὅσα ἂν ποιήσειαν ἄνθρωποι τῇ ἐκ τῆς ἀρχῆς δυναστείᾳ πρὸς τὸ ἑαυτῶν βούλημα κεχρημένοι. ἀλλὰ τούτων μὲν τὴν λύσιν ἡμῖν ὁ Κύριος ταῖς σαῖς εὐχαῖς δώσει καὶ τὴν ὑπομονήν, ὥστε βαστάσαι ἡμᾶς τὸ βάρος τῶν πειρασμῶν ἀξίως τῆς ἐπʼ αὐτὸν ἐλπίδος. Αὐτὸς δὲ καταξίου καὶ ἐπιστέλλειν ἡμῖν συνεχῶς περὶ τῶν κατὰ σεαυτόν. κἂν εὕρῃς τινὰ τὸν πιστῶν σοι δυνάμενον διακομίσαι τὸ πονηθὲν ἡμῖν βιβλίον, καταξίωσον μεταστείλασθαι, ἵνα τῇ σῇ ἐπικρίσει θαρρήσαντες καὶ εἰς ἄλλων χεῖρας αὐτὸ διαπεμψώμεθα. ἐρρωμένος, εὔθυμος τῷ Κυρίῳ, ὑπερευχόμενος, χαρισθείης μοι καὶ τῇ τοῦ Κυρίου Ἐκκλησίᾳ χάριτι τοῦ Ἁγίου.
Συγχαίρω τῷ ἀδελφῷ τῷδε, καὶ τῶν ἐνταῦθα θορύβων ἀπαλλασσομένῳ, καὶ τὴν σὴν εὐλάβειαν καταλαμβάνοντι. ἀγαθὸν γὰρ αὑτῷ ἐφόδιον πρὸς τὸν ἐφεξῆς αἰῶνα, τὴν μετὰ τῶν φοβουμένων τὸν Κύριον ἀγαθὴν διαγωγήν, ἐξελέξατο. ὃν καὶ παρατιθέμεθά σου τῇ τιμιότητι, καὶ παρακαλῶ δι’ αὐτοῦ εὔχεσθαι ὑπὲρ τῆς ἐλεεινῆς ἡμῶν ζωῆς, ἵνα, ῥυσθέντες τῶν πειρασμῶν τούτων, ἀρξώμεθα δουλεύειν τῷ Κυρίῳ κατὰ τὸ εὐαγγέλιον.
Ὀψὲ μὲν ἐδεξάμην τὰς ἐπὶ τοῖς προτέροις γράμμασιν ἀποκρίσεις, ἐδεξάμην δʼ οὖν ὅμως διὰ τοῦ ποθεινοτάτου Στρατηγίου, καὶ εὐχαρίστησα τῷ Κυρίῳ, ὅτι διαμένεις ὁ αὐτὸς ἐν τῇ πρὸς ἡμᾶς ἀγάπῃ. ἃ δὲ νῦν κατηξίωσας περὶ τῆς αὐτῆς ὑποθέσεως ἐπιστεῖλαι, ἀπόδειξιν ἔχει τῆς ἀγαθῆς σου προαιρέσεως, ὅτι φρονεῖς τὰ δέοντα, καὶ συμβουλεύεις ἡμῖν τὰ λυσιτελῆ. Πλὴν ἀλλʼ , ἐπειδὴ πάλιν ὁρῶ μακρότερόν μοι τὸν λόγον γινόμενον, εἰ μέλλοιμι πρὸς ἕκαστον τῶν ἐπεσταλμένων παρὰ τῆς σῆς συνέσεως ἀποκρίνεσθαι, τοσοῦτον λέγω· ὅτι τὸ τῆς εἰρήνης καλόν, εἰ μὲν ἐν τῷ ὀνόματι τῆς εἰρήνης περιγράφεται μόνῳ, καταγέλαστόν ἐστι τὸν δεῖνα καὶ τὸν δεῖνα ἐκλεγομένους, τούτοις μόνον μεταδιδόναι τοῦ εἰρηνεύειν, ἑτέρους δὲ μυρίους ἀποκλείειν τῆς πρὸς τὸ καλὸν κοινωνίας· εἰ δὲ ἡ πρὸς τοὺς βλαβεροὺς συμφωνία ἐν εἰρήνης προσχήματι τὰ τῶν πολεμίων τοὺς προσδεχομένους ἐργάζεται, σκόπει τίνες εἰσίν, οἷς ἀνέμιξαν ἑαυτούς, οἳ τὸ ἄδικον μῖσος ἐμίσησαν ἡμᾶς, ἀλλʼ οἱ τῆς μερίδος τῶν ἀκοινωνήτων ἡμῖν· οὐδὲ γὰρ δέομαι νῦν ὀνομαστὶ μεμνῆσθαι. οὗτοι καὶ ἐκλήθησαν παρʼ αὐτῶν εἰς τὴν Σεβάστειαν, καὶ παρέλαβον τὴν ἐκκλησίαν, καὶ ἐλειτούργησαν ἐπὶ τοῦ θυσιαστηρίου, καὶ τοῦ ἰδίου ἄρτου παντὶ μετέδωκαν τῷ λαῷ, ἐπίσκοποι κηρυσσόμενοι παρὰ τῷ ἐκεῖ κλήρῳ καὶ διὰ πάσης τῆς χώρας ὡς ἅγιοι παρʼ αὐτῶν καὶ κοινωνικοὶ παραπεμπόμενοι. ὧν εἰ χρὴ ἑλέσθαι τὴν μερίδα, καταγέλαστόν ἐστιν ἐκ τῶν ὀνύχων ἄρχεσθαι, καὶ μὴ αὐταῖς αὐτῶν ταῖς κεφαλαῖς προσδιαλέγεσθαι. Εἰ μὲν οὖν οὐδένα δεῖ καθόλου αἱρετικὸν νομίζειν οὐδὲ ἐκτρέπεσθαι, ἀντὶ τίνος, εἰπέ μοι, σεαυτὸν ἀφορίζεις σὺ καὶ ὑποστέλλῃ τήν τινων κοινωνίαν; εἰ δέ εἰσί τινες φευκτοί, κατὰ τὸν τῆς ἀκριβείας λόγον εἰπάτωσαν ἡμῖν, οἱ πάντα ἀκριβεῖς, τῆς ποίας εἰσὶ μερίδος, οὓς ἐκ τῆς Γαλατίας πρὸς ἑαυτοὺς προσηγάγοντο. Ταῦτα εἰ μὲν ἄξια λύπης σοι καταφαίνεται, τοῖς αἰτίοις τούτων λογίζου τὸν χωρισμόν· εἰ δὲ ἀδιάφορα κρίνεις, σύγγνωθι ἡμῖν μὴ καταδεχομένοις τῆς ζύμης γενέσθαι τῶν ἑτεροδιδασκαλούντων. ὥστε, εἰ δοκεῖ, τῶν εὐπροσώπων ἐκείνων ἀφέμενος λόγων, ἐν πάσῃ παρρησίᾳ ἔλεγχε τοὺς μὴ ὀρθοποδοῦντας πρὸς τὴν ἀλήθειαν τοῦ εὐαγγελίου.
Εἰ καὶ πολὺ τὸ πλῆθος τῶν περιεχόντων ἡμᾶς πραγμάτων καὶ φροντίσι μυρίαις συνέχεται ἡμῶν ἡ διάνοια, ὅμως οὐδέποτε τῆς μνήμης ἡμῶν ἐξεβάλομεν τὴν περὶ τῆς ὑμετέρας ἀγάπης μέριμναν, δεόμενοι τοῦ Θεοῦ ἡμῶν διαμεῖναι ὑμᾶς ἐν τῇ πίστει, ἐν ᾗ ἑστήκατε καὶ καυχᾶσθε ἐπʼ ἐλπίδι τῆς δόξης τοῦ Θεοῦ. τῷ ὄντι γὰρ δυσεύρετον λοιπὸν καὶ πάνυ σπάνιον ἰδεῖν ἐκκλησίαν εἰλικρινῆ, μηδὲν ἐκ τῆς τῶν καιρῶν χαλεπότητος παραβλαβεῖσαν, ἀλλʼ ἀκεραίαν καὶ ἄθραυστον τὴν ἀποστολικὴν διασώζουσαν διδασκαλίαν, οἵαν τὴν καθʼ ὑμᾶς ἔδειξεν ἐν τοῖς παροῦσι καιροῖς ὁ ἀναδεικνὺς τοὺς καθʼ ἑκάστην γενεὰν ἀξίους τῆς ἑαυτοῦ κλήσεως. Καὶ δῴη Κύριος ὑμῖν τὰ ἀγαθὰ Ἱερουσαλὴμ τῆς ἄνω, ἀνθʼ ὧν τὰς ψευδεῖς καθʼ ἡμῶν διαβολὰς ἐπὶ τὰς τῶν ψευδολόγων κεφαλὰς ἀπεπέμψασθε, μὴ δόντες αὐτοῖς εἴσοδον ἐπὶ τὰς καρδίας ὑμῶν. καὶ οἶδα καὶ πέπεισμαι ἐν Κυρίῳ ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς καὶ ἐπὶ τῇ πράξει ταύτῃ. ἐλογίσασθε γὰρ τοῦτο σοφῶς παρʼ ἑαυτοῖς, ὃ καὶ ἔστι κατʼ ἀλήθειαν, ὅτι οἱ ἀνταποδιδόντες μοι πονηρὰ ἀντὶ καλῶν, καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεώς μου τῆς εἰς αὐτούς, διαβάλλουσί με νῦν ἐπʼ ἐκείνοις, εἰς ἃ αὐτοὶ εὑρίσκονται ἐγγράφους ὁμολογίας ἐκθέμενοι. Καὶ οὐ μόνον εἰς ταύτην ἐνέπεσον τὴν ἐναντίωσιν, ἴδια ἔγγραφα ὑμῖν κατηγορίας προφέροντες, ἀλλʼ ὅτι καὶ παμψηφὶ παρὰ τῶν συνελθόντων εἰς τὴν Κωνσταντινούπολιν καθαιρεθέντες, οὐκ ἐδέξαντο τὴν καθαίρεσιν αὐτῶν, σύνοδον ἀθετούντων προσαγορεύοντες, καὶ μὴ καταδεχόμενοι ἐπισκόπους αὐτοὺς λέγειν, ἵνα μὴ τὴν κατʼ αὐτῶν ἐξενεχθεῖσαν ψῆφον κυρώσωσι. καὶ τὴν αἰτίαν προσετίθεσαν τοῦ μὴ εἶναι αὐτοὺς ἐπισκόπους, διότι αἱρέσεως, φησί, πονηρᾶς προεστήκασι. ταῦτα δὲ ἐγένετο πρὸ δέκα καὶ ἑπτὰ οὐχ ὅλων ἐτῶν. ἦσαν δὲ οἱ ἔξαρχοι τῶν καθελόντων αὐτούς, Εὐδόξιος, Εὐίππιος, Γεώργιος, Ἀκάκιος, καὶ οἱ λοιποὶ τῶν ὑμῖν οἱ δὲ νῦν κρατοῦντες τῶν ἐκκλησιῶν ἐκείνων εἰσὶ διάδοχοι, οἱ μὲν ἀντʼ αὐτῶν χειροτονηθέντες, οἱ δὲ ὑπʼ ἐκείνων αὐτῶν προαχθέντες. Νῦν οὖν οἱ ἡμῖν τὴν κακοδοξίαν ἐγκαλοῦντες εἰπάτωσαν ἡμῖν, πῶς μὲν αἱρετικοὶ ἦσαν ἐκεῖνοι, ὧν τὴν καθαίρεσιν οὐκ ἐδέξαντο, πῶς δὲ ὀρθόδοξοι οὗτοι οἱ παρʼ ἐκείνων προαχθέντες καὶ τὸ αὐτὸ φρόνημα τοῖς πατράσιν αὐτῶν διασώζοντες. εἰ μὲν γὰρ ὀρθόδοξος Εὐίππιος, πῶς οὐχὶ λαϊκὸς Εὐστάθιος, ὁ παρʼ ἐκείνου καθῃρημένος; εἰ δὲ αἱρετικὸς ἐκεῖνος, πῶς κοινωνικὸς Εὐσταθίου νῦν ὁ διὰ τῆς ἐκείνου χειρὸς προαχθείς; ἀλλὰ παιδιαὶ αὗται, κατὰ τῶν ἐκκλησιῶν τοῦ Θεοῦ παιζόμεναι, πρὸς τὸ ἑαυτῶν συμφέρον, καὶ διαβάλλειν ἀνθρώπους καὶ πάλιν συνιστᾷν ἐπιχειρούντων. Τὰ Βασιλείδου τοῦ Παφλαγόνος θυσιαστήρια ἀνέτρεψε παριὼν τὴν Παφλαγονίαν Εὐστάθιος, καὶ ἐπὶ ἰδίων τραπεζῶν ἐλειτούργει· καὶ νῦν ἱκέτης ἐστὶ Βασιλείδου, ὥστε δεχθῆναι. ἀφώρισε τὸν εὐλαβέστατον ἀδελφὸν Ἐλπίδιον διὰ τὴν πρὸς τοὺς ἐν Ἀμασείᾳ συνάφειαν· καὶ νῦν ἱκέτης ἐστὶ τῶν Ἀμασέων, ἐπιζητῶν αὐτῶν τὴν συνάφειαν. τὰ κατὰ Εὐιππίου κηρύγματα καὶ ὑμεῖς αὐτοὶ ἐπίστασθε ὅπως ἦν φρικτά. καὶ νῦν τοὺς τὰ ἐκείνου φρονοῦντας ἐπὶ ὀρθότητι ἀποσεμνύνει, μόνον ἐὰν εἰς τὴν τῆς ἀποκαταστάσεως αὐτοῦ σπουδὴν συνεργήσωσιν. ἡμεῖς δὲ διαβαλλόμεθα, οὐκ ἐπειδὴ ἡμεῖς ἀδικοῦμέν τι, ἀλλʼ ἐπειδὴ τοῦτο ἐνόμισεν εὐδοκίμησιν αὐτῷ φέρειν παρὰ τοῖς ἐν Ἀντιοχείᾳ. οὓς δὲ πέρυσιν ἐκ τῆς Γαλατίας μετεστείλαντο, ὡς δι’ αὐτῶν δυνάμενοι τὴν παρρησίαν τῆς ἐπισκοπῆς ἀπολαβεῖν, τοιοῦτοί εἰσιν, οἵους ἴσασι μὲν καὶ οἱ πρὸς ὀλίγον συγγεγονότες αὐτοῖς· ἐμοὶ δὲ μὴ παράσχοι ὁ Κύριος τοσαύτην σχολήν ποτε, ὥστε τὰς ἐκείνων πράξεις ἀπαριθμεῖσθαι. πλὴν ἀλλʼ ὑπὸ δορυφόροις τοῖς τιμιωτάτοις αὐτῶν καὶ συμμύσταις παραπεμφθέντες διεξῆλθον μὲν διὰ πάσης αὐτῶν τῆς χώρας, τὰς τῶν ἐπισκόπων τιμὰς καὶ θεραπείας ἔχοντες· εἰσήχθησαν δὲ περιφανῶς εἰς τὴν πόλιν ἐκκλησιάσαντες μετὰ αὐθεντίας. παρεδόθη γὰρ αὐτοῖς ὁ λαός, παρεδόθη τὸ θυσιαστήριον. οἳ ἐπειδὴ μέχρι Νικοπόλεως προελθόντες οὐδὲν ἠδυνήθησαν ὧν ἐπηγγείλαντο διαπράξασθαι, πῶς ἐπανῆλθον καὶ πῶς ὤφθησαν κατὰ τὴν ἐπάνοδον ἴσασιν οἱ παρόντες. οὕτως ἀεὶ πρὸς τὸ ἑαυτῶν συμφέρον πάντα ποιοῦντες φαίνονται. εἰ δὲ λέγουσιν ὅτι μετενόησαν, δειξάτωσαν αὐτῶν ἔγγραφον τὴν μετάνοιαν, καὶ ἀναθεματισμὸν τῆς ἐν Κωνσταντινουπόλει πίστεως, καὶ χωρισμὸν τῶν αἱρετικῶν, καὶ μὴ ἐξαπατάτωσαν τοὺς ἀκεραιοτέρους. καὶ τὰ μὲν ἐκείνων τοιαῦτα. Ἡμεῖς δέ, ἀγαπητοὶ ἀδελφοί, μικροὶ μὲν καὶ ταπεινοί, οἱ αὐτοὶ δὲ ἀεὶ τῇ τοῦ Θεοῦ χάριτι, οὐδέποτε ταῖς μεταβολαῖς τῶν πραγμάτων συνδιετέθημεν. πίστις παρʼ ἡμῖν οὐκ ἄλλη μὲν ἐν Σελευκείᾳ, ἄλλη δὲ ἐν Κωνσταντινουπόλει, καὶ ἄλλη ἐν Ζήλοις, καὶ ἐν Λαμψάκῳ ἄλλη, καὶ ἐπὶ Ῥώμης ἑτέρα· καὶ ἡ νῦν περιφερομένη οὐ διάφορος παρὰ τὰς προτέρας, ἀλλὰ μία καὶ ἡ αὐτὴ ἀεὶ. ὡς γὰρ παρελάβομεν παρὰ τοῦ Κυρίου, οὕτω βαπτιζόμεθα· ὡς βαπτιζόμεθα, οὕτω πιστεύομεν· ὡς πιστεύομεν, οὕτω καὶ δοξολογοῦμεν, οὔτε χωρίζοντες Πατρὸς καὶ Υἱοῦ τὸ ἅγιον Πνεῦμα, οὔτε προτιθέντες Πατρός, ἢ πρεσβύτερον εἶναι τοῦ Υἱοῦ τὸ Πνεῦμα λέγοντες, ὡς αἱ τῶν βλασφήμων γλῶσσαι κατασκευάζουσι. τίς γὰρ οὕτω τολμηρός, ὃς τὴν δεσποτικὴν παρωσάμενος νομοθεσίαν ἰδίαν τολμᾷ τοῖς ὀνόμασι τάξιν ἐπινοεῖν; ἀλλʼ οὔτε κτιστὸν λέγομεν τὸ Πνεῦμα, τὸ μετὰ Πατρὸς καὶ Υἱοῦ τεταγμένον, οὔτε δουλικὸν τολμῶμεν εἰπεῖν τὸ ἡγεμονικόν. καὶ ἡμᾶς παρακαλοῦμεν μεμνημένους τῆς τοῦ Κυρίου ἀπειλῆς, τοῦ εἰπόντος, Πᾶσα ἁμαρτία καὶ βλασφημία ἀφεθήσεται τοῖς ἀνθρώποις· ἡ δὲ εἰς τὸ Πνεῦμα τὸ ἅγιον βλασφημία οὐκ ἀφεθήσεται, οὔτε ἐν τῷ νῦν αἰῶνι οὔτε ἐν τῷ μέλλοντι, φυλάξατε ἑαυτοὺς τῶν βλαβερῶν κατὰ τοῦ Πνεύματος διδαγμάτων. στήκετε ἐν τῇ πίστει, περιβλέψατε εἰς τὴν οἰκουμένην, καὶ ἴδετε ὅτι μικρόν ἐστι τοῦτο τὸ μέρος τὸ νενοσηκός, ἡ δὲ λοιπὴ πᾶσα Ἐκκλησία, ἡ ἀπὸ περάτων εἰς πέρατα δεξαμένη τὸ εὐαγγέλιον, ἐπὶ τῆς ὑγιοῦς ἐστι ταύτης καὶ ἀδιαστρόφου διδασκαλίας. ὧν καὶ ἡμεῖς εὐχόμεθα τῆς κοινωνίας μὴ ἐκπεσεῖν, καὶ ὑμῖν συνευχόμεθα τὴν μερίδα λαβεῖν ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῇ δικαίᾳ, ὅταν ἔλθῃ δοῦναι ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ.
Μαρτύρων τιμαὶ πᾶσι μὲν περισπούδαστοι τοῖς ἐπὶ Κύριον ἠλπικόσιν, ἐξαιρέτως δὲ ὑμῖν τοῖς ἀρετῆς ἀντιποιουμένοις, οἳ διὰ τῆς πρὸς τοὺς εὐδοκίμους τῶν ὁμοδούλων διαθέσεως τὴν πρὸς τὸν κοινὸν Δεσπότην εὔνοιαν ἐπιδείκνυσθε· ἄλλως τε καὶ διὰ τὸ συγγενές τι ἔχειν τὸν ἐν ἀκριβείᾳ βίον πρὸς τοὺς διὰ καρτερίας τελειωθέντας. ἐπεὶ οὖν ἐπισημότατοι μαρτύρων Εὐψύχιος καὶ Δάμας, καὶ ὁ περὶ αὐτοὺς χορός, ὧν ἡ μνήμη δι’ ἔτους παρὰ τῆς πόλεως ἡμῶν καὶ τῆς περιοικίδος πάσης τελεῖται, ὑπομιμνήσκει ὑμᾶς, τὸν ἴδιον ἑαυτῆς κόσμον ἡ Ἐκκλησία, διὰ τῆς ἡμετέρας φωνῆς παρακαλοῦσα, τὴν ἀρχαίαν ἀπολαβεῖν τῆς ἐπισκέψεως ὑμῶν συνήθειαν. ὡς οὖν ἐργασίας μεγάλης προκειμένης ὑμῖν ἐν λαῷ ἐπιζητοῦντι τὴν παρʼ ὑμῶν οἰκοδομήν, καὶ μισθῶν ἐν τῇ τιμῇ τῶν μαρτύρων ἀποκείμενον, δέξασθε ἡμῶν τὴν παράκλησιν καὶ ἐπινεύσατε πρὸς τὴν χάριν μικρῷ πόνῳ μεγάλην ἡμῖν εὐεργεσίαν παρεχόμενοι.
Τὴν μέριμναν, ἣν ἔχετε ὑπὲρ τῶν ἐκκλησιῶν τοῦ Θεοῦ, ἐν μέρει μὲν διαναπαύσει ὁ ποθεινότατος καὶ εὐλαβέστατος ἡμῶν ἀδελφὸς Σαγκτίσσιμος ὁ συμπρεσβύτερος, διηγησάμενος πάσης τῆς δύσεως τὴν περὶ ἡμᾶς ἀγάπην τε καὶ διάθεσιν· ἐν μέρει δὲ καὶ διαναστήσει καὶ πλέον παροξυνεῖ, ὅσην σπουδὴν ἐπιζητεῖ τὰ παρόντα πράγματα, ἐναργῶς ὑμῖν δι’ ἑαυτοῦ παραστήσας. καὶ γὰρ τῶν μὲν ἄλλων ἕκαστος, ὥσπερ ἐξ ἡμισείας, ἡμῖν ἀπήγγειλε καὶ τὰς γνώμας τῶν ἐκεῖσε ἀνδρῶν καὶ τὴν κατάστασιν τῶν πραγμάτων· αὐτὸς δέ, ἱκανὸς ὢν καὶ προαίρεσιν ἀνδρῶν καταμαθεῖν καὶ κατάστασιν πραγμάτων ἀκριβῶς διερευνήσασθαι, πάντα ὑμῖν ἐρεῖ, καὶ πρὸς πάντα χειραγωγήσει τὴν ἀγαθὴν σπουδὴν ὑμῶν. ὥστε ἔχετε ὕλην πρέπουσαν τῇ τελείᾳ ὑμῶν προαιρέσει ἣν ἀεὶ ἐν ταῖς ὑπὲρ τῶν ἐκκλησιῶν τοῦ Θεοῦ μερίμναις ἐδείξατε.
Παράσχοι ὁ Κύριός ποτε καὶ αὐτῷ μοι εἰς ὄψιν ἐλθεῖν τῇ ἀληθινῇ σου θεοσεβείᾳ, καὶ ὅσα ἐνελίπομεν τῷ γράμματι ταῦτα ἀναπληρῶσαι ἡμᾶς τῇ παρουσίᾳ. ὀψὲ γὰρ τοῦ γράφειν ἠρξάμεθα, καὶ πολλὴ ἡμῖν τῆς ἀπολογίας χρεία. ἐπειδὴ δὲ πάρεστιν ὁ ποθεινότατος καὶ εὐλαβέστατος ἀδελφὸς Σαγκτίσσιμος ὁ συμπρεσβύτερος, αὐτὸς πάντα διηγήσεταί σοι, τά τε ἡμέτερα καὶ τὰ ἀπὸ τῆς δύσεως. καὶ ἐπʼ ἐκείνοις μὴν εὐφρανεῖ, τὰς δὲ ἡμᾶς κατασχούσας ταραχὰς εἰπών, ἴσως προσθήσει τινὰ λύπην καὶ φροντίδα τοῖς ἤδη ἐναποκειμένοις τῇ ἀγαθῇ σου καρδίᾳ. οὐ μὴν ἄχρηστον τὸ λυπεῖσθαι ὑμᾶς τοὺς δυναμένους δυσωπεῖν τὸν Κύριον. εἰς δέον γὰρ ἡμῖν ἀποβήσεται ἡ ὑμετέρα μέριμνα, καὶ οἶδα ὅτι τευξόμεθα τῆς παρὰ τοῦ Θεοῦ ἀντιλήψεως, ἔχοντες τὴν παρὰ τῶν προσευχῶν ὑμῶν συνεργίαν. ἐὰν δὲ συνεύξῃ ἡμῖν ἀπαλλαγὴν τῶν φροντίδων, καὶ προσθήκην τινὰ τῇ δυνάμει τοῦ σώματος ἡμῶν αἰτήσῃ, κατευοδώσει ἡμᾶς ὁ Κύριος πρὸς τὸ τὴν ἐπιθυμίαν ἡμῖν ἐκπληρωθῆναι, καὶ εἰς ὄψιν ἐλθεῖν τῇ κοσμιότητί σου.
Εἴθε ἦν μοι δυνατὸν καὶ καθʼ ἑκάστην ἡμέραν ἐπιστέλλειν τῇ εὐλαβείᾳ σου. ἀφʼ οὗ γὰρ εἰς πεῖραν ἦλθον τῆς ἀγάπης σοῦ, πολὺν ἔχω τὸν πόθον μάλιστα μὲν τοῦ συνδιάγειν σοι, εἰ δὲ μή, ἐπιστέλλειν γοῦν καὶ δέχεσθαι γράμματα, ἵνα ἔχω καὶ σημαίνειν τὰ κατʼ ἐμαυτὸν καὶ μανθάνειν τὰ περὶ τῆς διαθέσεώς σου. ἐπειδὴ δὲ οὐχ ὅσα βουλόμεθα ὑπάρχει ἡμῖν, ἀλλʼ ὅσα ὁ Κύριος δίδωσι, ταῦτα ὀφείλομεν δέχεσθαι μετʼ εὐχαριστίας, ηὐχαριστήσαμεν τῷ ἁγίῳ Θεῷ παρασχομένῳ ἡμῖν ὑπόθεσιν γραμμάτων πρὸς τὴν εὐλάβειάν σου, τὴν ἄφιξιν τοῦ ποθεινοτάτου καὶ εὐλαβεστάτου ἀδελφοῦ ἡμῶν Σαγκτισσίμου τοῦ συμπρεσβυτέρου, ὃς πολὺν ὑποστὰς ἐν τῇ ὁδοιπορίᾳ τὸν κόπον, πάντα διηγήσεταί σοι μετʼ ἀκριβείας ὅσα κατέλαβεν ἐν τῇ δύσει· ὑπὲρ ὧν καὶ εὐχαριστεῖν ὀφείλομεν τῷ Κυρίῳ, καὶ προσκυνεῖν αὐτόν, ἵνα δῷ καὶ ἡμῖν τὴν αὐτὴν εἰρήνην, καὶ ἀπολάβωμεν ἀλλήλους μετʼ ἐλευθερίας. πᾶσαν τὴν ἐν Χριστῷ ἀδελφότητα ἄσπασαι παρʼ ἡμῶν.
συμπρεσβυτέροις Ἀκακίῳ, Ἀετίῳ, Παύλῳ καὶ Σιλουάνῳ, καὶ Σιλουίνῳ καὶ Λουκίῳ διακόνοις, καὶ λοιποῖς μονάζουσιν ἀδελφοῖς, Βασίλειος ἐπίσκοπος. Ἐγὼ ἀκούσας τὸν βαρὺν ἐκεῖνον διωγμὸν ἐπαναστάντα ὑμῖν, καὶ ὅτι εὐθέως μετὰ τὸ πάσχα οἱ εἰς κρίσεις καὶ μάχας νηστεύσαντες ἐπελθόντες ὑμῶν ταῖς σκηναῖς, πυρὶ παρέδωκαν τοὺς πόνους ὑμῶν, ὑμῖν μὲν τὴν ἐν οὐρανοῖς οἰκίαν τὴν ἀχειροποίητον εὐτρεπίζοντες, ἑαυτοῖς δὲ τὸ πῦρ θησαυρίζοντες, ᾧ εἰς τὴν καθʼ ὑμῶν ἐχρήσαντο βλάβην, ἐστέναξα μὲν ἐπὶ τῷ συμβάντι, οὐχ ὑμῖν συναλγῶν, ἀδελφοί, μὴ γένοιτο ϲ ἀλλὰ τοῖς οὕτω καταβαπτισθεῖσιν ὑπὸ τῆς κακίας, ὥστε μέχρι τοσούτου τὴν ἑαυτῶν πονηρίαν ἐκτεῖναι. προσεδόκησα δὲ εὐθέως ἐφʼ ἑτοίμην καταφυγὴν τὴν ἡμετέραν ταπείνωσιν πάντας ὑμᾶς δραμεῖσθαι· καὶ ἐν ἐλπίδι εἶχον ὅτι δώσει μοι ὁ Κύριος ἀνάπνευσιν τῶν συνεχῶν ὀδυνῶν ἐκ τοῦ περιπτύξασθαι ὑμᾶς, καὶ τὸν καλὸν ἱδρῶτα, ὃν ὑπὲρ τῆς ἀληθείας στάζετε, τῷ ἀργῷ τούτῳ σώματι ὑποδεξάμενος, ἕξειν τινὰ κοινωνίαν τῶν ἀποκειμένων ὑμῖν ἄθλων παρὰ τοῦ κριτοῦ τῆς ἀληθείας. ἀλλʼ ἐπειδὴ τοῦτο μὲν οὐδʼ εἰς ἔννοιαν ὑμῖν ἦλθεν, οὐδὲ προσεδοκήσατέ τινα ἀνάπαυσιν ἕξειν παρʼ ἡμῶν, ἐπεθύμουν ὑποθέσεις γοῦν εὑρίσκειν συνεχεῖς τῶν πρὸς ὑμᾶς γραμμάτων, ἵνʼ ὥσπερ οἱ τοῖς ἀγωνιζομένοις ὑποφθεγγόμενοι, καὶ αὐτός τινα ὑμῖν διὰ γραμμάτων εἰς προτροπὴν τῆς ἀγαθῆς ὑμῶν ἀθλήσεως ἐνεβόησα. ἐγένετο δὲ ἡμῖν οὐδὲ τοῦτο ῥᾴδιον διὰ δύο προφάσεις· μίαν μέν, ὅτι οὐκ ᾔδειμεν ὅπου διάγετε, ἑτέραν δέ, ὅτι οὐδὲ πολλοί εἰσιν οἱ παρʼ ἡμῶν πρὸς ὑμᾶς ἀπαίροντες. Ἀλλὰ νῦν ὁ Κύριος ἤγαγεν ἡμῖν τὸν ποθεινότατον καὶ εὐλαβέστατον ἀδελφὸν Σαγκτίσσιμον τὸν συμπρεσβύτερον, δι’ οὗ καὶ προσφθεγγόμεθα ὑμῶν τὴν ἀγάπην καὶ παρακαλοῦμεν προσεύχεσθαι ὑμᾶς ὑπὲρ ἡμῶν, χαίροντας καὶ ἀγαλλιωμένους ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς, καὶ ὡς ἔχοντας παρρησίαν πρὸς τὸν Κύριον μὴ ἀνεῖναι νυκτὸς καὶ ἡμέρας βοῶντας πρὸς αὐτόν, ὑπὲρ τοῦ παύσασθαι μὲν τὸν σάλον τῶν ἐκκλησιῶν τοῦτον, ἀποδοθῆναι δὲ τοῖς λαοῖς τοὺς ποιμένας, ἐπανελθεῖν δὲ τὴν Ἐκκλησίαν εἰς τὸ οἰκεῖον αὐτῆς ἀξίωμα. πέπεισμαι γὰρ ὅτι, ἐὰν εὑρεθῇ φωνὴ δυσωποῦσα τὸν ἀγαθόν, οὐκ εἰς μακρὰν ποιήσει τὰ ἐλέη αὐτοῦ, ἀλλὰ παρέξει ἡμῖν λοιπὸν σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν, τοῦ δύνασθαι ὑπενεγκεῖν. πᾶσαν τὴν ἐν Χριστῷ ἀδελφότητα ἀσπάσασθε ἐξ ἡμῶν.
Ἃ κατʼ ἐμαυτὸν ἐφθεγξάμην ἀκούσας περὶ τοῦ πειρασμοῦ τοῦ ἐπαχθέντος ὑμῖν παρὰ τῶν ἐχθρῶν τοῦ Θεοῦ, ταῦτα δὴ διὰ γράμματος ἀπαγγεῖλαι πρὸς ὑμᾶς καλῶς ἔχειν ἐνόμισα, ὅτι ἐν καιρῷ νομιζομένῳ εἰρηνεύεσθαι ἐκτήσασθε ἑαυτοῖς μακαρισμόν, τὸν ὑπὲρ τῶν διωκομένων ἕνεκεν τοῦ ὀνόματος τοῦ Χριστοῦ ἀποκείμενον. οὐ γὰρ ἐπειδὴ ὄνομα προσηνὲς καὶ ἤπιον περίκειται τοῖς τὰ πονηρὰ ἐργαζομένοις, τούτου ἕνεκεν καὶ τὰ πράγματα νομίζειν χρὴ μὴ πολεμίων εἶναι. χαλεπώτερον γὰρ κρίνω ἐγὼ τὸν παρὰ τῶν ὁμοφύλων πόλεμον, διότι τοὺς μὲν προκεκηρυγμένους ἐχθροὺς καὶ φυλάξασθαι ῥᾴδιον, τοῖς δὲ ἀναμεμιγμένοις ἡμῖν ἀνάγκη ἐκδότους εἶναι πρὸς πᾶσαν βλάβην· ὃ καὶ ὑμεῖς πεπόνθατε. ἐδιώχθησαν μὲν γὰρ καὶ οἱ πατέρες ἡμῶν, ἀλλὰ παρὰ τῶν εἰδωλολατρούντων· καὶ διηρπάγη αὐτῶν ὁ βίος, καὶ οἶκοι ἀνετράπησαν, καὶ αὐτοὶ ἐφυγαδεύθησαν, παρὰ τῶν φανερῶς πολεμούντων ἡμῖν διὰ τὸ ὄνομα τοῦ Χριστοῦ. οἱ δὲ νῦν ἀναφανέντες διῶκται μισοῦσι μὲν ἡμᾶς οὐδὲν ἧττον ἢ ἐκεῖνοι, εἰς δὲ τὴν τῶν πολλῶν ἀπάτην τὸ τοῦ Χριστοῦ προβάλλονται ὄνομα, ἵνα μηδὲ τὴν ἐκ τῆς ὁμολογίας παραμυθίαν ἔχωσιν οἱ διωκόμενοι, τῶν πολλῶν καὶ ἀκεραιοτέρων ἀδικεῖσθαι μὲν ἡμᾶς ὁμολογούντων, εἰς μαρτύριον δὲ ἡμῖν τὸν ὑπὲρ τῆς ἀληθείας θάνατον μὴ λογιζομένων. διόπερ ἐγὼ πέπεισμαι μείζονα ὑμῖν ἢ τοῖς τότε μαρτυροῦσι τὸν παρὰ τοῦ δικαίου κριτοῦ μισθὸν ἀποκεῖσθαι, εἴπερ ἐκεῖνοι καὶ τὴν παρὰ τῶν ἀνθρώπων ἀποδοχὴν ὁμολογουμένην εἶχον, καὶ τὸν παρὰ τοῦ Θεοῦ μισθὸν ἐξεδέχοντο, ὑμῖν δὲ ἐπʼ ἴσοις τοῖς κατορθώμασιν αἱ παρὰ τῶν λαῶν τιμαὶ οὐχ ὑπάρχουσιν· ὥστε εἰκὸς πολυπλασίονα ἀποκεῖσθαι ἐν τῷ μέλλοντι αἰῶνι τῶν ὑπὲρ τῆς εὐσεβείας πόνων τὴν ἀντιμισθίαν. Διὸ παρακαλοῦμεν ὑμᾶς μὴ ἐκκακεῖν ἐν ταῖς θλίψεσιν, ἀλλʼ ἀνανεοῦσθαι τῇ πρὸς Θεὸν ἀγάπῃ, καὶ καθʼ ἡμέραν προστιθέναι τῇ σπουδῇ, εἰδότας ὅτι ἐν ὑμῖν ὀφείλει τὸ λείψανον τῆς εὐσεβείας σωθῆναι, ὃ ἐλθὼν ὁ Κύριος εὑρήσει ἐπὶ τῆς γῆς. καὶ εἴτε ἀπεδιώχθησαν ἐπίσκοποι τῶν ἐκκλησιῶν, τοῦτο ὑμᾶς μὴ σαλευέτω· εἴτε προδόται ἐξ αὐτῶν ἐφύησαν τῶν κληρικῶν, μηδὲ τοῦτο τὴν πεποίθησιν ὑμῶν τὴν εἰς Θεὸν σαθρούτω. οὐ γὰρ τὰ ὀνόματά ἐστι τὰ σώζοντα ἡμᾶς, ἀλλʼ αἱ προαιρέσεις καὶ ἡ ἀληθινὴ περὶ τὸν κτίσαντα ἡμᾶς ἀγάπη. ἐνθυμήθητε ὅτι καὶ ἐν τῇ κατὰ τοῦ Κυρίου ἡμῶν ἐπιβουλῇ ἀρχιερεῖς μὲν καὶ γραμματεῖς καὶ πρεσβύτεροι τὸν δόλον συνεσκευάσαντο, ὀλίγοι δὲ τῶν ἐκ τοῦ λαοῦ εὑρίσκοντο οἱ γνησίως τὸν λόγον καταδεχόμενοι, καὶ ὅτι οὐ τὸ πλῆθός ἐστι τὸ σωζόμενον, ἀλλʼ οἱ ἐκλεκτοὶ τοῦ Θεοῦ. ὥστε μηδέποτε ὑμᾶς πτοείτω λαοῦ πολυοχλία, οἱ ὥσπερ ὕδωρ θαλάσσης ὑπὸ πνευμάτων μεταφερόμενοι. ἐὰν γὰρ καὶ εἷς σωθῇ ὥσπερ Λὼτ ἐν Σοδόμοις, μένειν ὀφείλει ἐπὶ τῆς ὀρθῆς κρίσεως, ἀμετακίνητον ἔχων τὴν ἐν Χριστῷ ἐλπίδα, διότι οὐκ ἐγκαταλείψει ὁ Κύριος τοὺς ὁσίους αὐτοῦ. πᾶσαν τὴν ἐν Χριστῷ ἀδελφότητα ἀσπάσασθε ἐξ ἐμοῦ· προσεύχεσθε γνησίως ὑπὲρ τῆς ψυχῆς μου τῆς ἐλεεινῆς.
Τὸ πάλαι προσδοκηθὲν ἐκ τῆς τοῦ Κυρίου προρρήσεως, νῦν δὲ λοιπὸν τῇ πείρᾳ τῶν πραγμάτων βεβαιούμενον, ὅτι διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν, ἤδη κεκρατημένον παρʼ ἡμῖν, ἔδοξε λύειν τὰ γράμματα τῆς τιμιότητός σου κομισθέντα. ὄντως γὰρ ἀγάπης ἔνδειγμα οὐ τὸ τυχόν, πρῶτον μὲν μνησθῆναι ἡμῶν τῶν οὕτω μικρῶν καὶ μηδενὸς ἀξίων, ἔπειτα καὶ ἀδελφοὺς ἀποστεῖλαι εἰς ἐπίσκεψιν ἡμετέραν, πρέποντας εἶναι διακόνους εἰρηνικῶν γραμμάτων. οὐδὲν γὰρ τούτου σπανιώτερον θέαμα, πάντων πρὸς πάντας λοιπὸν ὑπόπτως διακειμένων. οὐδαμοῦ γὰρ εὐσπλαγχνία, οὐδαμοῦ συμπάθεια, οὐ δάκρυον ἀδελφικὸν ἐπʼ ἀδελφῷ κάμνοντι. οὐ διωγμοὶ ὑπὲρ τῆς ἀληθείας, οὐκ ἐκκλησίαι στενάζουσαι πανδημεί, οὐχ ὁ πολὺς οὗτος τῶν περιεχόντων ἡμᾶς δυσχερῶν κατάλογος κινεῖν δύναται ἡμᾶς πρὸς τὴν ὑπὲρ ἀλλήλων μέριμναν. ἀλλὰ τοῖς πτώμασιν ἐναλλόμεθα, τὰ τραύματα ἐπιξαίνομεν, τὰς παρὰ τῶν αἱρετικῶν ἐπηρείας, οἱ δοκοῦντες τῷ αὐτῷ κοινωνεῖν φρονήματι, ἐπιτείνομεν, καὶ οἱ ἐν τοῖς καιριωτάτοις ἔχοντες συμφωνίαν ἑνί γέ τινι πάντως διεστήκασιν ἀπʼ ἀλλήλων. πῶς οὖν μὴ θαυμάσομεν τὸν ἐν τοιούτοις πράγμασι καθαρὰν καὶ ἄδολον τὴν πρὸς τοὺς πλησίον ἀγάπην ἐπιδεικνύμενον, καὶ διὰ τοσαύτης θαλάσσης καὶ ἠπείρου τῆς χωριζούσης ἡμᾶς σωματικῶς, τὴν ἐνδεχομένην ἐπιμέλειαν ταῖς ψυχαῖς ἡμῶν χαριζόμενον; Ἐθαύμασα δέ σου κἀκεῖνο, ὅτι καὶ τὴν ἐν τῷ Ἐλαιῶνι τῶν ἀδελφῶν διάστασιν λυπηρῶς ἐδέξω, καὶ βούλει τινὰ αὐτοῖς γενέσθαι πρὸς ἀλλήλους συμβιβασμόν. καὶ ὅτι σε οὐδὲ τὰ παρευρεθέντα ὑπὸ τινῶν καὶ ταραχὰς ἐμποιήσαντα τῇ ἀδελφότητι παρέλαθεν, ἀλλὰ καὶ τὴν ἐπὶ τούτοις μέριμναν ἀνεδέξω, καὶ ταῦτα ἀπεδεξάμην. ἐκεῖνο δὲ οὐκέτι τῆς σῆς ἐνόμισα εἶναι συνέσεως ἄξιον, τὸ ἡμῖν τὴν περὶ τῶν τηλικούτων διόρθωσιν ἐπιτρέπειν, ἀνθρώποις οὔτε χάριτι Θεοῦ ἀγομένοις, διὰ τὸ ἁμαρτίαις συζῇν, οὔτε τινὰ κεκτημένοις περὶ τοὺς λόγους δύναμιν, διὰ τὸ τῶν μὲν ματαίων ἀγαπητῶς ἀποστῆναι, τῶν δὲ τῆς ἀληθείας δογμάτων μήπω τὴν προσήκουσαν ἕξιν ἀναλαβεῖν. ἐπεστείλαμεν οὖν ἤδη τοῖς ἀγαπητοῖς ἀδελφοῖς ἡμῶν, τοῖς κατὰ τὸν Ἐλαιῶνα, Παλλαδίῳ τῷ ἡμετέρῳ καὶ Ἰννοκεντίῳ τῷ Ἰταλῷ, πρὸς τὰ παρʼ αὐτῶν ἡμῖν ἐπεσταλμένα, ὅτι οὐδὲν δυνάμεθα τῇ κατὰ Νίκαιαν πίστει προστιθέναι ἡμεῖς, οὐδὲ τὸ βραχύτατον, πλὴν τῆς εἰς τὸ Πνεῦμα τὸ ἅγιον δοξολογίας, διὰ τὸ ἐν παραδρομῇ τοὺς πατέρας ἡμῶν τούτου τοῦ μέρους ἐπιμνησθῆναι, οὔπω τοῦ κατʼ αὐτὸ ζητήματος τότε κεκινημένου. τὰ δὲ προσυφαινόμενα τῇ πίστει ἐκείνῃ δόγματα περὶ τῆς τοῦ Κυρίου ἐνανθρωπήσεως, ὡς βαθύτερα τῆς ἡμετέρας καταλήψεως, οὔτε ἐβασανίσαμεν οὔτε παρεδεξάμεθα, εἰδότες ὅτι, ἐπειδὰν τὴν ἁπλότητα τῆς πίστεως ἅπαξ παρακινήσομεν, οὔτε τι πέρας τῶν λόγων εὑρήσομεν, ἀεὶ τῆς ἀντιλογίας εἰς τὸ πλεῖον ἡμᾶς προαγούσης, καὶ τὰς ψυχὰς τῶν ἀκεραιοτέρων παραταράξομεν τῇ παρεισαγωγῇ τῶν ξενιζόντων. Τὴν δὲ κατὰ Ἀντιόχειαν ἐκκλησίαν, λέγω δὴ τὴν τῷ αὐτῷ φρονήματι συμβαίνουσαν, δῴη ποτὲ ὁ Κύριος ἰδεῖν αὐτὴν ἡνωμένην. κινδυνεύει γὰρ αὕτη μάλιστα δεδέχθαι τὰς ἐπιβουλὰς τοῦ ἐχθροῦ, μνησικακοῦντος αὐτῇ διὰ τὸ πρῶτον τοῖς ἐκεῖ τὴν τῶν Χριστιανῶν προσηγορίαν ἐμπολιτεύσασθαι. καὶ τέτμηται μὲν ἡ αἵρεσις πρὸς τὴν ὀρθοδοξίαν, τέτμηται δὲ καὶ αὐτὴ πρὸς ἑαυτὴν ἡ ὀρθότης. ἡμεῖς δέ, ἐπειδὴ καὶ ὁ πρῶτος παρρησιασάμενος ὑπὲρ τῆς ἀληθείας καὶ τὸν καλὸν ἐκεῖνον διαθλήσας ἀγῶνα ἐπὶ τῶν καιρῶν Κωνσταντίου, ὁ αἰδεσιμώτατος Μελέτιός ἐστιν ὁ ἐπίσκοπος, καὶ ἔσχεν αὐτὸν ἡ ἐμὴ ἐκκλησία κοινωνικόν, ὑπεραγαπήσασα αὐτὸν διὰ τὴν καρτερὰν ἐκείνην καὶ ἀνένδοτον ἔνστασιν, ἔχομεν αὐτὸν κοινωνικὸν μέχρι τοῦ νῦν τῇ τοῦ Θεοῦ χάριτι, καὶ ἕξομέν γε, ἐὰν ὁ Θεὸς θελῇ· ἐπεὶ καὶ ὁ μακαριώτατος πάπας Ἀθανάσιος, ἐπιστὰς ἀπὸ Ἀλεξανδρείας, πάνυ ἐβούλετο αὐτῷ τὴν πρὸς αὐτὸν κοινωνίαν καταπραχθῆναι ἀλλὰ κακίᾳ συμβούλων εἰς ἕτερον καιρὸν ὑπερετέθη αὐτῶν ἡ συνάφεια. ὡς οὐκ ὤφειλε ϲ τῶν δὲ τελευταῖον ἐπεισελθόντων οὐδενὸς οὐδέπω τὴν κοινωνίαν προσηκάμεθα, οὐκ ἐκείνους κρίνοντες ἀναξίους, ἀλλὰ μηδὲν ἔχοντες τούτου καταγινώσκειν. καίτοι πολλὰ μὲν ἠκούσαμεν παρὰ τῶν ἀδελφῶν, ἀλλʼ οὐ προσηκάμεθα, διὰ τὸ μὴ ἀντικαταστῆναι τοῖς κατηγόροις τοὺς ἐγκαλουμένους κατὰ τὸ γεγραμμένον, ὅτι Μὴ ὁ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον, ἐὰν μὴ πρῶτον αὐτοῦ ἀκούσῃ καὶ γνῷ τί ποιεῖ; ὥστε οὔπω δυνάμεθα αὐτοῖς ἐπιστέλλειν, τιμιώτατε ἀδελφέ, οὔτε ἀναγκάζεσθαι εἰς τοῦτο ὀφείλομεν. πρέπον δʼ ἂν εἴη τῇ εἰρηνικῇ σου προθέσει, μὴ τὸ μὲν συνάπτειν, τὸ δὲ διασπᾷν, ἀλλὰ τῇ προϋπαρχούσῃ ἑνώσει τὰ κεχωρισμένα προσάγειν. ὥστε πρῶτον μὲν εὖξαι, ἔπειτα καί, ὅση δύναμις, παρακάλεσον, ῥίψαντας αὐτοὺς ἐκ τῶν ψυχῶν τὸ φιλότιμον, καὶ ὑπὲρ τοῦ ἀποδοῦναι τὴν ἰσχὺν τῇ Ἐκκλησίᾳ καὶ καθελεῖν τὸ φρύαγμα τῶν ἐχθρῶν, συμβῆναι αὐτοὺς πρὸς ἀλλήλους. ἱκανῶς δέ μου κἀκεῖνο τὴν ψυχὴν παρεκάλεσε, τὸ προστεθὲν παρὰ τῆς σῆς ἀκριβείας τοῖς λοιποῖς καλῶς καὶ ἀκριβῶς θεολογηθεῖσι· τὸ τρεῖς ἀναγκαῖον εἶναι τὰς ὑποστάσεις ὁμολογεῖν. ὥστε τοῦτο καὶ οἱ κατὰ Ἀντιόχειαν ἀδελφοὶ διδασκέσθωσαν παρὰ σοῦ· πάντως δέ που καὶ ἐδιδάχθησαν. οὐ γὰρ ἂν εἵλου δηλονότι τὴν πρὸς αὐτοὺς κοινωνίαν, μὴ τοῦτο αὐτῶν μάλιστα τὸ μέρος ἀσφαλισάμενος. Τὸ δὲ τῶν Μαγουσαίων ἔθνος (ὅπερ διὰ τῆς ἑτέρας ἐπιστολῆς σημῆναι ἡμῖν κατηξίωσας) πολύ ἐστι παρʼ ἡμῖν κατὰ πᾶσαν σχεδὸν τὴν χώραν διεσπαρμένον, ἀποίκων τὸ παλαιὸν ἐκ τῆς Βαβυλωνίας ἡμῖν ἐπεισαχθέντων. οἳ ἔθεσιν ἰδιάζουσι κέχρηνται, ἄμικτοι ὄντες πρὸς τοὺς ἄλλους ἀνθρώπους· λόγῳ δὲ πρὸς αὐτοὺς κεχρῆσθαι, καθό εἰσιν ἐζωγρημένοι ὑπὸ τοῦ διαβόλου εἰς τὸ ἐκείνου θέλημα, παντελῶς ἐστιν ἀδύνατον. οὔτε γὰρ βιβλία ἐστὶ παρʼ αὐτοῖς, οὔτε διδάσκαλοι δογμάτων, ἀλλὰ ἔθει ἀλόγῳ συντρέφονται, παῖς παρὰ πατρὸς διαδεχόμενοι τὴν ἀσέβειαν. ἐκτὸς δὴ τούτων, ἃ ὑπὸ πάντων ὁρᾶται, τὴν ζωοθυσίαν παραιτοῦνται ὡς μίασμα, δι’ ἀλλοτρίων χειρῶν τὰ πρὸς τὴν χρείαν ζῶα κατασφάττοντες· γάμοις ἐπιμαίνονται παρανόμοις· καὶ τὸ πῦρ ἡγοῦνται Θεόν· καὶ εἴ τι τοιοῦτο. τὰς δὲ ἐκ τοῦ Ἀβραὰμ γενεαλογίας οὐδεὶς ἡμῖν μέχρι τοῦ παρόντος τῶν μάγων ἐμυθολόγησεν· ἀλλὰ Ζαρνοῦάν τινα ἑαυτοῖς ἀρχηγὸν τοῦ γένους ἐπιφημίζουσι. διόπερ οὐδὲν ἔχω πλέον ἐπιστέλλειν ὑπὲρ αὐτῶν τῇ τιμιότητί σου.
Ἐγὼ πόσον μὲν ὑμᾶς ἀγαπῶ, εἰκάζειν ὀφείλετε ἐξ ὧν ἡμᾶς αὐτοὶ ἀγαπᾶτε. καὶ εἰρήνης μὲν ἐπεθύμησα ἀεὶ γενέσθαι βραβευτής, ἀποτυγχάνων δὲ λυποῦμαι μέν· πῶς γὰρ οὔ; οὐ μὴν ἐχθραίνειν δύναμαί τισι τούτου γε ἕνεκεν, εἰδὼς ὅτι πάλαι ἀφʼ ἡμῶν ἤρθη τὸ τῆς εἰρήνης καλόν. εἰ δὲ παρʼ ἄλλοις ἡ αἰτία τῆς διαστάσεως, παράσχοι ὁ Κύριος παύσασθαι τοὺς τὰς διχοστασίας ποιοῦντας. οὐ μέντοι οὐδὲ ἐπιζητῶ συνεχῆ ὑμῶν τὴν ἐπιδημίαν· ὥστε τούτου ἕνεκεν μηδὲ ἀπολογεῖσθαί μοι. οἶδα γὰρ ὅτι ἄνδρες τὸν πεπονημένον προελόμενοι βίον, καὶ ἀεὶ διὰ τῶν χειρῶν ἑαυτοῖς τὰ ἀναγκαῖα συμποριζόμενοι, πολὺν ἀποδημεῖν χρόνον τῶν ἰδίων οὐ δύνανται. ἀλλʼ ὅπουπερ ἂν ἦτε, μέμνησθε ἡμῶν. καὶ προσεύχεσθε ὑπὲρ ἡμῶν, ἵνα αὐτοὶ γοῦν πρὸς ἑαυτοὺς εἰρήνην ἔχωμεν καὶ πρὸς τὸν Θεόν, μηδεμιᾶς τοῖς λογισμοῖς ἡμῶν ταραχῆς ἐνοικούσης.
Καὶ ἄλλως μὲν ἡδέως ὁρῶν τοὺς ἀγαθοὺς παῖδας διά τε τὸ ὑπὲρ τὴν ἡλικίαν τῶν ἠθῶν εὐσταθὲς καὶ διὰ τὸ πρὸς τὴν σὴν εὐλάβειαν οἰκεῖον, ἀφʼ οὗ τι καὶ μέγα προσδοκᾷν ἔστιν ἐπʼ αὐτοῖς, ἐπειδὴ καὶ μετὰ γραμμάτων σῶν εἶδον αὐτοὺς προσιόντας μοι, ἐδιπλασίασα τὸ ἐπʼ αὐτοῖς φίλτρον. ὅτε δὲ ἀνέγνων τὴν ἐπιστολὴν καὶ εἶδον ἐν αὐτῇ ὁμοῦ μὲν τὸ περὶ τὰς ἐκκλησίας προνοητικὸν τῆς σῆς διαθέσεως, ὁμοῦ δὲ τὸ περὶ τὴν ἀνάγνωσιν τῶν θείων γραφῶν ἐπιμελές, ηὐχαρίστησα τῷ Κυρίῳ, καὶ ἐπηυξάμην τὰ ἀγαθὰ τοῖς τὰ τοιαῦτα ἡμῖν διακομίζουσι γράμματα, καὶ πρό γε αὐτῶν αὐτῷ τῷ γράψαντι ἡμῖν. Ἐπεζήτησας τὸ πολυθρύλλητον ἐκεῖνο, καὶ παρὰ πᾶσιν ἄνω καὶ κάτω περιφερόμενον ῥητόν, τίνα τὴν λύσιν ἔχει· τό, Πᾶς ὁ ἀποκτείνας Κάϊν ἑπτὰ ἐκδικούμενα παραλύσει. διὰ τούτου δὲ τέως μὲν αὐτὸς σεαυτὸν συνέστησας, τὸ τοῦ Τιμοθέου ὃ παρέδωκεν αὐτῷ Παῦλος, ἀκριβῶς φυλάττοντα, δῆλος γὰρ εἶ προσέχων τῇ ἀναγνώσει· ἔπειτα καὶ ἡμᾶς τοὺς γέροντας καὶ νεναρκηκότας ἤδη καὶ τῷ χρόνῳ καὶ τῇ ἀσθενείᾳ τοῦ σῶματος καὶ τῷ πλήθει τῶν θλίψεων, αἳ πολλαὶ νῦν περὶ ἡμᾶς κινηθεῖσαι ἐβάρησαν ἡμῶν τὴν ζωήν, ὅμως διανέστησας, καὶ ζέων τῷ πνεύματι κατεψυγμένους ἡμᾶς, ὡς τὰ φωλεύοντα τῶν ζώων, εἰς ἐγρήγορσιν μετρίαν καὶ ζωτικὴν ἐνέργειαν ἐπανάγεις. Ἔστι δʼ οὖν τὸ ῥητὸν καὶ ἁπλῶς οὕτω νοηθῆναι δυνάμενον καὶ ποικίλον ἐπιδέξασθαι λόγον. ἡ μὲν οὖν ἁπλουστέρα καὶ παντὶ δυναμένη ἐκ τοῦ προχείρου παραστῆναι διάνοια αὕτη ἐστίν· ὅτι δεῖ τὸν Κάϊν ἑπταπλασίονα ἀποδοῦναι τὴν τιμωρίαν ὑπὲρ ὧν ἥμαρτεν. οὐ γάρ ἐστι δικαίου κριτοῦ ἴσας πρὸς ἴσας ὁρίζειν τὰς ἀντιδόσεις, ἀλλʼ ἀνάγκη τὸν κατάρξαντα κακοῦ μετὰ προσθήκης ἀποτίσαι τὰ ὀφειλόμενα, εἰ μέλλοι αὐτός τε βελτίων ταῖς τιμωρίαις γενήσεσθαι, καὶ τοὺς λοιποὺς σωφρονεστέρους ποιήσειν τῷ ὑποδείγματι. οὐκοῦν, ἐπειδὴ τέτακται ἑπτάκις ἀποπληρῶσαι τὴν δίκην τῶν ἡμαρτημένων τὸν Κάϊν, παραλύσει, φησί, τοῦτο τὸ ὑπὸ τῆς θείας κρίσεως ἐπʼ αὐτῷ δεδογμένον ὁ ἀποκτείνας αὐτόν. οὗτός ἐστιν ὁ νοῦς ὁ ἐντεῦθεν ἀπὸ τῆς πρώτης ἀναγνώσεως ἡμῖν προσπίπτων. Ἐπειδὴ δὲ ἐρευνᾷν πέφυκε τὰ βάθη τῶν φιλοπονωτέρων ἡ διάνοια, ἐπιζητεῖ, τὸ δίκαιον πῶς ἐν τῷ ἑπτάκις ἀποπληροῦται, καὶ τί τὰ ἐκδικούμενα, πότερον τὰ ἁμαρτηθέντα ἑπτά ἐστιν, ἢ ἓν μὲν τὸ ἁμάρτημα, ἑπτὰ δὲ ἐπὶ τῷ ἑνὶ αἱ κολάσεις; ἀεὶ μὲν οὖν ἡ Γραφὴ τὸν τῆς ἀφέσεως τῶν ἁμαρτημάτων ἀριθμὸν ἐν τοῖς ἑπτὰ περιορίζει. ποσάκις, φησίν, ἁμαρτήσει εἰς ἐμὲ ὁ ἀδελφός μου, καὶ ἀφήσω αὐτῷ; (Ὁ Πέτρος ἐστὶ λέγων τῷ Κυρίῳ) ἕως ἑπτάκις; εἶτα ἀπόκρισις τοῦ Κυρίου· Οὐ λέγω σοι ἕως ἑπτάκις, ἀλλʼ ἕως ἑβδομηκοντάκις ἑπτά. οὐ γὰρ ἐπʼ ἄλλον ἀριθμὸν μετέβη ὁ Κύριος, ἀλλὰ τὸν ἑπτὰ πολυπλασιάσας, ἐν αὐτῷ τὸν ὅρον ἔθετο τῆς ἀφέσεως. καὶ δι’ ἑπτὰ μὲν ἐτῶν ὁ Ἑβραῖος ἀπελύετο τῆς δουλείας· ἑπτὰ δε ἑβδομάδες ἐτῶν τὸν ὀνομαστὸν ἰωβηλαῖον ἐποίουν ἐν τοῖς πάλαι, ἐν ᾧ ἐσαββάτιζε μὲν ἡ γῆ, χρεῶν δὲ ἦσαν ἀποκοπαί, δουλείας ἀπαλλαγή, καὶ οἱονεὶ νέος ἄνωθεν καθίστατο βίος, ἐν τῷ ἑβδοματικῷ ἀριθμῷ τοῦ παλαιοῦ τρόπον τινὰ τὴν συντέλειαν δεχομένου. ταῦτα δὲ τύποι τοῦ αἰῶνος τούτου, ὃς διὰ τῶν ἑπτὰ ἡμερῶν ἀνακυκλούμενος ἡμᾶς παρατρέχει· ἐν ᾧ γίνονται αἱ τῶν μετριωτέρων ἁμαρτημάτων ἐκτίσεις, κατὰ τὴν φιλάνθρωπον ἐπιμέλειαν τοῦ ἀγαθοῦ Δεσπότου, ὡς μὴ τῷ ἀπεράντῳ αἰῶνι παραδοθῆναι ἡμᾶς εἰς κόλασιν. τὸ μὲν οὖν ἑπτάκις, διὰ τὴν πρὸς τὸν κόσμον τοῦτον συγγένειαν, ὡς τῶν φιλοκόσμων ἀνθρώπων ἀπʼ αὐτῶν ὀφειλόντων μάλιστα ζημιοῦσθαι, ὧν ἕνεκεν εἵλοντο πονηρεύεσθαι. ἐκδικούμενα δέ, εἴτε τὰ παρὰ τοῦ Κάϊν ἡμαρτημένα λέγοις, εὑρήσεις ἑπτά· εἴτε τὰ παρὰ τοῦ κριτοῦ ἐπʼ αὐτῷ ἐπαχθέντα, καὶ οὕτως οὐκ ἀποτεύξῃ τῆς ἐννοίας. ἐν μὲν οὖν τοῖς παρὰ τοῦ Κάϊν τετολμημένοις πρῶτον ἁμάρτημα φθόνος ἐπὶ τῇ προτιμώσει τοῦ Ἄβελ· δεύτερον δόλος, μεθʼ οὗ διελέχθη τῷ ἀδελφῷ, εἰπών· Διέλθωμεν εἰς τὸ πεδίον· τρίτον φόνος, προσθήκη τοῦ κακοῦ· τέταρτον, ὅτι καὶ ἀδελφοῦ φόνος, μείζων ἡ ἐπίτασις· πέμπτον, ὅτι καὶ πρῶτος φονεὺς ὁ Κάϊν, πονηρὸν ὑπόδειγμα τῷ βίῳ καταλιπών· ἕκτον ἀδίκημα, ὅτι γονεῦσι πένθος ἐποίησεν· ἕβδομον, ὅτι Θεῷ ἐψεύσατο· ἐρωτηθεὶς γάρ, Ποῦ Ἄβελ ὁ ἀδελφός σου; εἶπεν, Οὐκ οἶδα. ἑπτὰ οὖν τὰ ἐκδικούμενα παρελύετο ἐν τῷ ἀναιρεθῆναι τὸν Κάϊν. ἐπειδὴ γὰρ εἶπεν ὁ Κύριος, ὅτι Ἐπικατάρατος ἡ γῆ, ἣ ἔχανε δέξασθαι τὸ αἷμα τοῦ ἀδελφοῦ σου· καὶ, Στένων καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆς· ὁ Κάϊν φησίν· Εἰ ἐκβάλλεις με σήμερον ἀπὸ τῆς γῆς, καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι, καὶ ἔσομαι στένων καὶ τρέμων ἐπὶ τῆς γῆς· καὶ πᾶς ὁ εὑρίσκων με ἀποκτενεῖ με. πρὸς δὲ τοῦτο ὁ Κύριός φησιν· Οὐχ οὕτω· πᾶς ὁ ἀποκτείνας Κάϊν ἑπτὰ ἐκδικούμενα παραλύσει. ἐπειδὴ γὰρ ἐνόμισεν εὐάλωτος εἶναι παντὶ ὁ Κάϊν, διὰ τὸ τὴν ἐπὶ τῆς γῆς ἀσφάλειαν μὴ ἔχειν (ἐπικατάρατος γὰρ ἡ γῆ ἀπʼ αὐτοῦ), καὶ τῆς ἀπὸ Θεοῦ βοηθείας ἠρημῶσθαι, ὀργισθέντος αὐτῷ ἐπὶ τῷ φόνῳ, ὡς οὔτε ἀπὸ γῆς οὔτε ἀπʼ οὐρανοῦ ἀντιλήψεως αὐτῷ λειπομένης· Ἔσται, φησί, πᾶς ὁ εὑρίσκων με, ἀποκτενεῖ με· ἐλέγχει αὐτοῦ τὸ σφάλμα ὁ λόγος λέγων, Οὐχ οὕτω, τουτέστιν, οὐκ ἀναιρεθήσῃ. κέρδος γὰρ τοῖς κολαζομένοις ὁ θάνατος, ἀπαλλαγὴν φέρων τῶν λυπηρῶν. ἀλλὰ παραταθήσῃ τῷ βίῳ, ἵνα κατʼ ἀξίαν τῶν ἡμαρτημένων ἀντιμετρηθῇ σοι τὰ κολαστήρια. ἐπειδὴ δὲ τὸ ἐκδικούμενον διχῶς νοεῖται, τό τε ἁμαρτηθέν, ἐφʼ ᾧ ἡ ἐκδίκησις, καὶ ὁ τρόπος τῆς κολάσεως, δι’ οὗ ἡ ἐκδίκησις, ἴδωμεν εἰ ἑπτὰ τρόποι βασανιστηρίων ἐπηνέχθησαν τῷ πονηρευσαμένῳ. Τὰ μὲν οὖν ἑπτὰ ἁμαρτήματα τοῦ Κάϊν ἐν τοῖς κατόπιν ὁ λόγος ἀπηριθμήσατο. νῦν δὲ ζητοῦμεν εἰ ἑπτά ἐστι τὰ εἰς κόλασιν αὐτῷ ἐπαγόμενα, καί φαμεν οὕτως. μετὰ τὴν πεῦσιν τοῦ Κυρίου, Ποῦ Ἄβελ ὁ ἀδελφός σου; ἣν οὐχὶ μαθεῖν βουλόμενος, ἀλλὰ μετανοίας αὐτῷ ἀφορμὴν παρεχόμενος, ὁ φιλάνθρωπος Δεσπότης προσήγαγεν, ὡς δηλοῖ αὐτὰ τὰ ῥήματα. ἀρνησαμένου γὰρ αὐτοῦ, ταχὺν ποιεῖται τὸν ἔλεγχον, εἰπών· Φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρός με. ὥστε τὸ Ποῦ Ἄβελ ὁ ἀδελφός σου; ἐκείνῳ ἀφορμὴν ἐδίδου τῆς συναισθήσεως τοῦ ἡμαρτημένου, οὐ τῷ Θεῷ ἐγίνετο διδασκαλίας πρόξενον. εἰ γὰρ μὴ ἔτυχεν ἐπισκοπῆς Θεοῦ, εἶχεν ἂν πρόφασιν ὡς ἐγκαταλελειμμένος καὶ οὐδεμίαν λαβὼν ἀφορμὴν εἰς μετάνοιαν. νῦν δὲ ἐπεφάνη αὐτῷ ὁ ἰατρός, ἵνα προσφύγῃ αὐτῷ ὁ ἀσθενῶν. ὁ δὲ οὐ μόνον οὐ κρύπτει τὸ ἕλκος, ἀλλὰ καὶ ἕτερον προσεξεργάζεται, τῷ φόνῳ τὸ ψεῦδος ἐπισυνάπτων, Οὐκ οἶδα. μὴ φύλαξ τοῦ ἀδελφοῦ μου εἰμὶ ἐγώ; ἐντεῦθεν λοιπὸν ἀρίθμει τὰς τιμωρίας. ἐπικατάρατος ἡ γῆ ἀπὸ σοῦ. μία κόλασις. ἐργᾷ τὴν γῆν. δευτέρα αὕτη. ἀνάγκη γάρ τις ἄρρητος αὐτῷ συνέζευκτο, πρὸς τὸ ἔργον τῆς γῆς αὐτὸν κατεπείγουσα, ὥστε μηδὲ βουλομένῳ αὐτῷ ἐξεῖναι ἀναπαύεσθαι, ἀλλʼ ἀεὶ αὐτὸν προσταλαιπωρεῖσθαι τῇ ἐχθρᾷ αὐτοῦ γῇ, ἣν ἐπικατάρατον αὐτὸς ἑαυτῷ ἐποίησε, μιάνας αὐτὴν ἀδελφικῷ αἵματι. ἐργᾷ οὖν τὴν γῆν, δεινὴ τιμωρία, ἡ μετὰ τῶν μισούντων διαγωγή, σύνοικον ἔχειν πολέμιον, ἄπαυστον ἐχθρόν. ἐργᾷ τὴν γῆν· τουτέστι, κατατεινόμενος τοῖς ἔργοις τοῖς γεηπονικοῖς, οὐδένα χρόνον ἀνήσεις, οὔτε νυκτὸς οὔτε ἡμέρας ἐκλυόμενος ἐκ τῶν πόνων, ἀλλὰ δεσπότου τινὸς πικροῦ χαλεπωτέραν ἔχων τὴν ἄρρητον ἀνάγκην, ἐπὶ τὰ ἔργα σε διεγείρουσαν. Καὶ οὐ προσθήσει δοῦναι τὴν ἰσχὺν αὐτῆς. καίτοι εἰ καὶ τὸ τῆς ἐργασίας ἄπαυστον εἶχέ τινα καρπόν, αὐτὸς ὁ πόνος οὐ μετρία βάσανος ἦν τῷ ἀεὶ κατατεινομένῳ καὶ κοπιῶντι. ἐπειδὴ δὲ καὶ ἐργασία ἄπαυστος καὶ ἄκαρπος ἡ περὶ γῆν ταλαιπωρία (οὐ γὰρ ἐδίδου τὴν ἰσχύν), τρίτη αὕτη ἐστὶ τιμωρία ἡ ἀκαρπία τῶν πόνων. Στένων καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆς. δύο προσέθηκεν ἄλλαις ταῖς τρισί· στεναγμὸν διηνεκῆ, καὶ τρόμον τοῦ σώματος, τὸν ἐκ τῆς ἰσχύος στηριγμὸν τῶν μελῶν οὐκ ἐχόντων. ἐπειδὴ γὰρ κακῶς ἐχρήσατο τῇ δυνάμει τοῦ σώματος, ὑφῃρέθη αὐτοῦ ὁ τόνος, ὥστε κλονεῖσθαι αὐτὸν καὶ κατασείεσθαι, οὔτε ἄρτον ῥᾳδίως προσφέρειν δυνάμενον τῷ στόματι οὔτε ποτὸν προσκομίζειν, τῆς πονηρᾶς χειρὸς μετὰ τὴν ἀνοσίαν πρᾶξιν οὐδὲ ταῖς ἰδίαις καὶ ἀναγκαίαις χρείαις τοῦ σώματος λοιπὸν ὑπηρετεῖσθαι συγχωρουμένης. ἄλλη τιμωρία, ἣν αὐτὸς ἀπεκάλυψεν ὁ Κάϊν εἰπών· Εἰ ἐκβάλλεις με νῦν ἀπὸ τῆς γῆς, καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι. τί ἐστι τὸ Εἰ ἐκβάλλεις με ἀπὸ τῆς γῆς; τουτέστιν, εἰ χωρίζεις με τῆς ἀπʼ αὐτῆς ὠφελείας. οὐ γὰρ μετετίθετο ἐφʼ ἕτερον τόπον, ἀλλʼ ἠλλοτριοῦτο τῶν ἀπʼ αὐτῆς καλῶν. Καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι. ἡ βαρυτάτη κόλασις τοῖς εὐφρονοῦσιν ὁ ἀπὸ Θεοῦ χωρισμός. καὶ ἔσται, φησί, πᾶς ὁ εὑρίσκων με ἀποκτενεῖ με. εἰκάζει ἐκ τοῦ ἀκολούθου τῶν προαγόντων. εἰ ἀπὸ τῆς γῆς ἐκβέβλημαι, εἰ ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι, λείπεται ἀπὸ παντὸς ἀναιρεῖσθαι. τί οὖν ὁ Κύριος; οὐχ οὕτως. ἀλλʼ ἔθετο σημεῖον ἐπʼ αὐτόν. ἑβδόμη αὕτη τιμωρία, τὸ μηδὲ κρύπτεσθαι τὴν τιμωρίαν, ἀλλὰ σημείῳ προδήλῳ πᾶσι προκεκηρύχθαι, ὅτι οὗτός ἐστιν ὁ τῶν ἀνοσίων ἔργων δημιουργός. καὶ γὰρ τῷ ὀρθῶς λογιζομένῳ βαρυτάτη κολάσεων ἡ αἰσχύνη· ἣν καὶ περὶ τῆς κρίσεως μεμαθήκαμεν, ὅτι οὗτοι ἀναστήσονται εἰς ζωὴν αἰώνιον, καὶ οὗτοι, εἰς αἰσχύνην καὶ ὀνειδισμὸν αἰώνιον. Ἀκολουθεῖ τούτῳ ζήτημα συγγενές, τὸ παρὰ τοῦ Λάμεχ ταῖς γυναιξὶν εἰρημένον, ὅτι Ἄνδρα ἀπέκτεινα εἰς τραῦμα ἐμοί, καὶ νεανίσκον εἰς μώλωπά μοι· ὅτι εἰ ἑπτάκις ἐκδεδίκηται ἐκ Κάϊν, ἐκ δὲ Λάμεχ ἑβδομηκοντάκις ἑπτά. καὶ νομίζουσί τινες ὑπὸ τοῦ Λάμεχ ἀνῃρῆσθαι τὸν Κάϊν, ὡς μέχρι τῆς γενεᾶς ἐκείνης διαρκέσαντος αὐτοῦ, ἐπὶ τῷ μακροτέραν δοῦναι τὴν τιμωρίαν. ἔστι δὲ οὐκ ἀληθές. δύο γὰρ φαίνεται φόνους πεποιηκώς, ἐξ ὧν αὐτὸς διηγεῖται. ἄνδρα ἀπέκτεινα καὶ νεανίσκον· τὸν ἄνδρα εἰς τραῦμα, καὶ νεανίσκον εἰς μώλωπα. ἄλλο οὖν τραῦμα, καὶ ἄλλο μώλωψ· καὶ ἄλλο ἀνήρ, καὶ ἄλλο νεανίσκος. Ὅτι ἐκ Κάϊν ἐκδεδίκηται ἑπτάκις, ἐκ δὲ Λάμεχ ἑβδομηκοντάκις ἑπτά. τετρακοσίας καὶ ἐννενήκοντα τιμωρίας ὑποσχεῖν εἰμι δίκαιος, εἴπερ δικαία ἡ τοῦ Θεοῦ κρίσις ἐπὶ τῷ Κάϊν, ὥστε ἑπτὰ αὐτὸν παρασχεῖν τὰς κολάσεις. ὁ μὲν γάρ, ὥσπερ οὐκ ἔμαθε παρʼ ἄλλου φονεύειν, οὕτως οὐδὲ εἶδε τιμωρίαν ὑπέχοντα φονευτήν· ἐγὼ δέ, ἐν ὀφθαλμοῖς ἔχων τὸν στένοντα καὶ τρέμοντα καὶ τὸ μέγεθος τῆς ὀργῆς τοῦ Θεοῦ, οὐκ ἐσωφρονίσθην τῷ ὑποδείγματι. ὅθεν ἄξιός εἰμι τετρακοσίας καὶ ἐννενήκοντα δοῦναι κολάσεις. Ἔνιοι δέ τινες πρὸς τοιοῦτον ὥρμησαν λόγον, οὐκ ἀπᾴδοντα τοῦ ἐκκλησιαστικοῦ δόγματος· ὅτι ἀπὸ τοῦ Κάϊν ἕως τοῦ κατακλυσμοῦ ἑπτὰ παρεληλύθασι γενεαί, καὶ ἐπήχθη πάσῃ τῇ γῇ ἡ τιμωρία, διὰ τὸ πολλὴν γενέσθαι χύσιν τῆς ἁμαρτίας. τὸ δὲ ἁμάρτημα τοῦ Λάμεχ οὐ κατακλυσμοῦ δεῖται πρὸς θεραπείαν, ἀλλʼ αὐτοῦ τοῦ αἴροντος τὴν ἁμαρτίαν τοῦ κόσμου. ἀρίθμησον τοίνυν ἀπὸ Ἀδὰμ μέχρι τῆς παρουσίας τοῦ Χριστοῦ τὰς γενεάς, καὶ εὑρήσεις, κατὰ τὴν τοῦ Λουκᾶ γενεαλογίαν, τῇ ἑβδομηκοστῇ καὶ ἑβδόμῃ διαδοχῇ γεγεννημένον τὸν Κύριον. Ταῦτα μὲν οὖν εἰς δύναμιν ἐξητάσθη, πολλῶν τῶν ἐνόντων ἐξετασθῆναι παρεθέντων, ἵνα μὴ ἔξω τοῦ μέτρου τῆς ἐπιστολῆς τὸν λόγον προαγάγωμεν· ἀρκεῖ δὲ τῇ συνέσει σου καὶ τὰ βραχέα σπέρματα. δίδου γάρ, φησί, τῷ σοφῷ ἀφορμήν, καὶ σοφώτερος ἔσται, καί, Λόγον δεξάμενος σοφός, αἰνέσει αὐτόν, καὶ ἐπʼ αὐτὸν προσθήσει. Τὰ δὲ τοῦ Συμεὼν ῥήματα πρὸς τὴν Μαρίαν οὐδὲν ἔχει ποικίλον οὐδὲ βαθύ· εὐλόγησε γὰρ αὐτοὺς Συμεών, καὶ εἶπε πρὸς Μαρίαν τὴν μητέρα αὐτοῦ· Ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραήλ, καὶ εἰς σημεῖον ἀντιλεγόμενον. καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία· ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί. ἐν οἷς ἐκεῖνο ἐθαύμασα, πῶς, τὰ προάγοντα ὡς σαφῆ παρελθών, ἓν τοῦτο ἐπεζήτησας, τὸ Καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία. καίτοι ἐμοὶ οὐχ ἧττον φαίνεται ἄπορον, πῶς ὁ αὐτὸς εἰς πτῶσιν κεῖται καὶ ἀνάστασιν, καὶ τί τὸ σημεῖον τὸ ἀντιλεγόμενον, ἢ τρίτον, πῶς τῆς Μαρίας τὴν ψυχὴν διελεύσεται ῥομφαία. Ἡγοῦμαι τοίνυν εἰς πτῶσιν καὶ ἀνάστασιν εἶναι τὸν Κύριον, οὐκ ἄλλων πιπτόντων καὶ ἄλλων ἀνισταμένων, ἀλλὰ τοῦ ἐν ἡμῖν χείρονος καταπίπτοντος, καὶ τοῦ βελτίονος διανισταμένου. καθαιρετικὴ μὲν γὰρ τῶν σωματικῶν παθῶν ἐστιν ἡ τοῦ Κυρίου ἐπιφάνεια, διεγερτικὴ δὲ τῶν τῆς ψυχῆς ἰδιωμάτων. ὡς ὅταν λέγῃ Παῦλος· Ὅταν ἀσθενῶ, τότε δυνατός εἰμι, ὁ αὐτὸς καὶ ἀσθενεῖ καὶ δύναται, ἀλλʼ ἀσθενεῖ μὲν τῇ σαρκί, δυνατὸς δέ ἐστι τῷ πνεῦματι. οὕτω καὶ ὁ Κύριος οὐχὶ τοῖς μὲν τοῦ πίπτειν τὰς ἀφορμὰς παρέχει, τοῖς δὲ τοῦ ἀνίστασθαι. οἱ γὰρ πίπτοντες ἀπὸ τῆς στάσεως, ἐν ᾗ ποτε ἦσαν, καταπίπτουσι. δῆλον δὲ ὅτι οὐδέποτε στήκει ὁ ἄπιστος, ἀεὶ χαμαὶ συρόμενος μετὰ τοῦ ὄφεως, ᾧ συνέπεται. οὐκ ἔχει οὖν ὅθεν πέσῃ, διὰ τὸ προκαταβεβλῆσθαι τῇ ἀπιστίᾳ. ὥστε πρώτη εὐεργεσία τὸν στήκοντα τῇ ἁμαρτίᾳ πεσεῖν καὶ ἀποθανεῖν, εἶτα ζῆσαι τῇ δικαιοσύνῃ καὶ ἀναστῆναι, τῆς εἰς Χριστὸν πίστεως ἑκάτερον ἡμῖν χαριζομένης. πιπτέτω τὰ χείρονα, ἵνα λάβῃ καιρὸν τὰ βελτίονα πρὸς τὴν ἀνάστασιν. ἐὰν μὴ πέσῃ ἡ πορνεία, ἡ σωφροσύνη οὐκ ἀνίσταται· ἐὰν μὴ ἡ ἀλογία συντριβῇ, τὸ λογιστικὸν ἐν ἡμῖν οὐκ ἀνθήσει. οὕτως οὖν εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν. Εἰς δὲ σημεῖον ἀντιλεγόμενον· κυρίως σημεῖον ἔγνωμεν παρὰ τῇ Γραφῇ τὸν σταυρὸν εἰρημένον. ἔθηκε γάρ, φησί, Μωσῆς τὸν ὄφιν ἐπὶ σημείου, τουτέστιν, ἐπὶ σταυροῦ. ἢ σημεῖόν ἐστι τὸ παραδόξου τινὸς καὶ ἀφανοῦς πράγματος ἐνδεικτικόν, ὁρώμενον παρὰ τῶν ἁπλουστέρων, νοούμενον δὲ παρὰ τῶν ἐντρεχῶν τὴν διάνοιαν. ἐπεὶ οὖν οὐ παύονται ζυγομαχοῦντες περὶ τῆς ἐνανθρωπήσεως τοῦ Κυρίου, οἱ μὲν ἀνειληφέναι σῶμα, οἱ δὲ ἀσώματον αὐτοῦ τὴν ἐπιδημίαν γεγενῆσθαι διοριζόμενοι, καὶ οἱ μὲν παθητὸν ἐσχηκέναι τὸ σῶμα, οἱ δὲ φαντασίᾳ τινὶ τὴν διὰ σώματος οἰκονομίαν πληροῦν· καὶ ἄλλοι χοϊκόν, ἄλλοι δὲ ἐπουράνιον σῶμα· καὶ οἱ μὲν προαιώνιον τὴν ὕπαρξιν, οἱ δὲ ἀπὸ Μαρίας τὴν ἀρχὴν ἐσχηκέναι. διὰ τοῦτο Εἰς σημεῖον ἀντιλεγόμενον. Ῥομφαίαν δὲ λέγει τὸν λόγον τὸν πειραστικόν, τὸν κριτικὸν τῶν ἐνθυμήσεων, τὸν διικνούμενον ἄχρι μερισμοῦ ψυχῆς τε καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν, καὶ κριτικὸν ἐνθυμήσεων. ἐπειδὴ τοίνυν πᾶσα ψυχὴ παρὰ τὸν καιρὸν τοῦ πάθους οἱονεὶ διακρίσει τινὶ ὑπεβάλλετο, κατὰ τὴν τοῦ Κυρίου φωνήν, εἰπόντος, ὅτι Πάντες σκανδαλισθήσεσθε ἐν ἐμοί, προφητεύει ὁ Συμεὼν καὶ περὶ αὐτῆς τῆς Μαρίας, ὅτι παρεστῶσα τῷ σταυρῷ, καὶ βλέπουσα τὰ γινόμενα, καὶ ἀκούουσα τῶν φωνῶν, μετὰ τὴν τοῦ Γαβριὴλ μαρτυρίαν, μετὰ τὴν ἀπόρρητον γνῶσιν τῆς θείας συλλήψεως, μετὰ τὴν μεγάλην τῶν θαυμάτων ἐπίδειξιν, γενήσεται, φησί, τις καὶ περὶ τὴν σὴν ψυχὴν σάλος. ἔδει γὰρ τὸν Κύριον ὑπὲρ παντὸς γεύσασθαι θανάτου, καὶ ἱλαστήριον γενόμενον τοῦ κόσμου, πάντας δικαιῶσαι ἐν τῷ αὐτοῦ αἵματι. καὶ σοῦ οὖν αὐτῆς, τῆς ἄνωθεν δεδιδαγμένης τὰ περὶ τοῦ Κυρίου, ἅψεταί τις διάκρισις. τουτέστιν ἡ ῥομφαία. ὅπως ἂν ἀποκαλυφθῶσιν ἀπὸ πολλῶν καρδιῶν διαλογισμοὶ αἰνίττεται, ὅτι, μετὰ τὸν σκανδαλισμὸν τὸν ἐπὶ τῷ σταυρῷ τοῦ Χριστοῦ γενόμενον τοῖς τε μαθηταῖς καὶ αὐτῇ τῇ Μαρίᾳ, ταχεῖά τις ἴασις ἐπακολουθήσει παρὰ τοῦ Κυρίου, βεβαιοῦσα αὐτῶν τὴν καρδίαν εἰς τὴν ἐπʼ αὐτῷ πίστιν. οὕτω γὰρ εἴδομεν καὶ Πέτρον μετὰ τὸ σκανδαλισθῆναι βεβαιότερον τῆς εἰς Χριστὸν πίστεως ἀντισχόμενον. τὸ ἀνθρώπινον οὖν σαθρὸν διηλέγχθη, ἵνα τὸ ἰσχυρὸν τοῦ Κυρίου διαδειχθῇ.
Ἐνέτυχον τοῖς γράμμασιν ὑμῶν, ἀδελφοὶ τιμιώτατοι, ἃ περὶ τῶν καθʼ ὑμᾶς πραγμάτων ἐπεστείλατε. καὶ ὅτι μὲν ἡμᾶς κοινωνοὺς φροντίδων παρελάβετε εἰς τὴν τῶν ἀναγκαίων ὑμῖν καὶ σπουδῆς ἀξίων ἐπιμέλειαν, ηὐχαρεστήσαμεν τῷ Κυρίῳ. ἐστενάξαμεν δὲ ἀκούσαντες ὅτι πρὸς τῇ παρὰ τῶν Ἀρεαινῶν ἐπαγομένῃ ταραχῇ ταῖς ἐκκλησίαις, καὶ τῇ συγχύσει, ἣν ἐκεῖνοι περὶ τῆς πίστεως λόγον πεποίηνται, ἔτι καὶ ἄλλη τις ὑμῖν ἀνεφάνη καινοφωνία, εἰς πολλὴν ἀδημονίαν ἐμβάλλουσα τὴν ἀδελφότητα, ὡς ἐπεστείλατε ἡμῖν, ἀνθρώπων καινὰ καὶ ἀσυνήθη ταῖς ἀκοαῖς τῶν πιστῶν ὡς ἐκ τῆς τῶν Γραφῶν διδασκαλίας δῆθεν παρεισαγόντων. ἐγράφετε γὰρ εἶναί τινας παρʼ ὑμῖν τοὺς λύοντας τὴν σωτήριον οἰκονομίαν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅσον τὸ ἐπʼ αὐτοῖς, καὶ ἀθετοῦντας τοῦ μεγάλου μυστηρίου τὴν χάριν, τοῦ σεσιγημένου μὲν ἀπὸ τῶν αἰώνων, φανερωθέντος δὲ καιροῖς ἰδίοις, ὅτε ὁ Κύριος, πάντα διεξελθὼν τὰ εἰς ἐπιμέλειαν ἥκοντα τοῦ γένους τῶν ἀνθρώπων, ἐπὶ πᾶσι τὴν οἰκείαν ἐχαρίσατο ἡμῖν ἐπιδημίαν. ὠφέλησε γὰρ τὸ ἑαυτοῦ πλάσμα, πρῶτον μὲν διὰ πατριαρχῶν, ὧν οἱ βίοι ὑποδείγματα καὶ κανόνες προετέθησαν τοῖς βουλομένοις ἀκολουθεῖν τοῖς ἴχνεσι τῶν ἁγίων, καὶ κατὰ τὸν ὅμοιον ἐκείνοις ζῆλον φθάσαι πρὸς τὴν τῶν ἀγαθῶν ἔργων τελείωσιν. εἶτα νόμον ἔδωκεν εἰς βοήθειαν, δι’ ἀγγέλων αὐτὸν διαταξάμενος ἐν χειρὶ Μωϋσέως· εἶτα προφήτας, προκαταγγέλλοντας τὴν μέλλουσαν ἔσεσθαι σωτηρίαν, κριτάς, βασιλεῖς, δικαίους, ποιοῦντας δυνάμεις ἐν χειρὶ κρυφαίᾳ. μετὰ πάντας τούτους, ἐπʼ ἐσχάτων τῶν ἡμερῶν αὐτὸς ἐφανερώθη ἐν σαρκί, γενόμενος ἐκ γυναικός, γενόμενος ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν. Εἰ τοίνυν μὴ γέγονε τοῦ Κυρίου ἡ ἐν σαρκὶ ἐπιδημία, οὐκ ἔδωκε μὲν ὁ Λυτρωτὴς τὸ ὑπὲρ ἡμῶν τίμημα τῷ θανάτῳ, οὐ διέκοψε δὲ τοῦ θανάτου τὴν βασιλείαν δι’ ἑαυτοῦ. εἰ γὰρ ἄλλο μὲν ἦν τὸ βασιλευόμενον ὑπὸ τοῦ θανάτου, ἄλλο δὲ τὸ παρὰ τοῦ Κυρίου προσληφθέν, οὐκ ἂν μὲν ἐπαύσατο τὰ ἑαυτοῦ ἐνεργῶν ὁ θάνατος, οὐκ ἂν δὲ ἡμέτερον κέρδος ἐγένετο τῆς σαρκὸς τῆς θεοφόρου τὰ πάθη· οὐκ ἀπέκτεινε δὲ τὴν ἁμαρτίαν ἐν τῇ σαρκί· οὐκ ἐζωοποιήθημεν ἐν τῷ Χριστῷ οἱ ἐν τῷ Ἀδὰμ ἀποθανόντες· οὐκ ἀνεπλάσθη τὸ διαπεπτωκός· οὐκ ἀνωρθώθη τὸ κατερραγμένον· οὐ προσῳκειώθη τῷ Θεῷ τὸ διὰ τῆς ἀπάτης τοῦ ὄφεως ἀλλοτριωθέν. ταῦτα γὰρ πάντα ἀναιρεῖται παρὰ τῶν οὐράνιον σῶμα λεγόντων ἔχοντα τὸν Κύριον παραγεγενῆσθαι. τίς δὲ χρεία τῆς ἁγίας παρθένου, εἰ μὴ ἐκ τοῦ φυράματος τοῦ Ἀδὰμ ἔμελλεν ἡ θεοφόρος σὰρξ προσλαμβάνεσθαι; ἀλλὰ τίς οὕτω τολμηρός, ὥστε τὸ πάλαι σιωπηθὲν Οὐαλεντίνου δόγμα νῦν πάλιν διὰ σοφιστικῶν ῥημάτων καὶ τῆς ἐκ τῶν Γραφῶν δῆθεν μαρτυρίας ἀνανεοῦσθαι; οὐ γὰρ νεώτερον τοῦτο τῆς δοκήσεως τὸ ἀσέβημα, ἀλλὰ πάλαι ἀπὸ τοῦ ματαιόφρονος ἀρξάμενον Οὐαλεντίνου, ὃς ὀλίγας τοῦ ἀποστόλου λέξεις ἀποσπαράξας, τὸ δυσσεβὲς ἑαυτῷ κατεσκεύασε πλάσμα, μορφὴν λέγων δούλου, καὶ οὐχὶ αὐτὸν τὸν δοῦλον ἀνειληφέναι, καὶ ἐν σχήματι λέγων τὸν Κύριον γεγενῆσθαι, ἀλλʼ οὐχὶ αὐτὸν τὸν ἄνθρωπον παρʼ αὐτοῦ προσειλῆφθαι. τούτοις ἐοίκασι συγγενῆ φθέγγεσθαι οὗτοι, οὓς ἀποδύρεσθαι προσήκει, τὰς νεωτερικὰς ὑμῖν ἐπεισάγοντας ταραχάς. Τὸ δὲ ἐπʼ αὐτὴν λέγειν τὴν θεότητα τὰ τοῦ ἀνθρώπου διαβαίνειν πάθη οὐδαμῶς σωζόντων ἐστὶ τὸ ἐν διανοίαις ἀκόλουθον, οὔτε εἰδότων, ὅτι ἄλλα σαρκὸς πάθη, καὶ ἄλλα σαρκὸς ἐμψύχου, καὶ ἄλλα ψυχῆς σώματι κεχρημένης. σαρκὸς μὲν οὖν ἴδιον τὸ τέμνεσθαι καὶ μειοῦσθαι καὶ διαλύεσθαι· καὶ πάλιν σαρκὸς ἐμψύχου τὸ κοποῦσθαι καὶ ὀδυνᾶσθαι καὶ πεινᾷν καὶ διψᾷν καὶ ὕπνῳ κρατεῖσθαι· ψυχῆς δὲ σώματι κεχρημένης λύπαι καὶ ἀδημονίαι καὶ φροντίδες καὶ ὅσα τοιαῦτα. ὧν τὰ μὲν φυσικὰ καὶ ἀναγκαῖα τῷ ζώῳ, τὰ δὲ ἐκ προαιρέσεως μοχθηρᾶς, διὰ τὸ ἀνάγωγον τοῦ βίου καὶ πρὸς ἀρετὴν ἀγύμναστον ἐπεισαγόμενα. ὅθεν φαίνεται ὁ Κύριος τὰ μὲν φυσικὰ πάθη παραδεξάμενος εἰς βεβαίωσιν τῆς ἀληθινῆς καὶ οὐ κατὰ φαντασίαν ἐνανθρωπήσεως, τὰ δὲ ἀπὸ κακίας πάθη, ὅσα τὸ καθαρὸν τῆς ζωῆς ἡμῶν ἐπιρρυπαίνει, ταῦτα ὡς ἀνάξια τῆς ἀχράντου θεότητος ἀπωσάμενος. διὰ τοῦτο εἴρηται ἐν ὁμοιώματι γεγενῆσθαι σαρκὸς ἁμαρτίας· οὐ γὰρ ἐν ὁμοιώματι σαρκός, ὡς τούτοις δοκεῖ, ἀλλʼ ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας· ὥστε σάρκα μὲν τὴν ἡμετέραν ἀνέλαβε μετὰ τῶν φυσικῶν αὐτῆς παθῶν, ἁμαρτίαν δὲ οὐκ ἐποίησεν. ἀλλʼ ὥσπερ ὁ θάνατος, ὁ ἐν τῇ σαρκί, διὰ τοῦ Ἀδὰμ εἰς ἡμᾶς παραπεμφθείς, κατεπόθη ὑπὸ τῆς θεότητος, οὕτω καὶ ἡ ἁμαρτία ἐξανηλώθη ὑπὸ τῆς δικαιοσύνης τῆς ἐν Χριστῷ Ἰησοῦ· ὥστε ἡμᾶς ἐν τῇ ἀναστάσει ἀπολαβεῖν τὴν σάρκα, μήτε ὑπόδικον θανάτῳ, μήτε ὑπεύθυνον ἁμαρτίᾳ. Ταῦτά ἐστιν, ἀδελφοί, τὰ τῆς Ἐκκλησίας μυστήρια, αὗται τῶν πατέρων αἱ παραδόσεις. διαμαρτυρόμεθα παντὶ ἀνθρώπῳ φοβουμένῳ τὸν Κύριον, καὶ κρίσιν Θεοῦ ἀναμένοντι, διδαχαῖς ποικίλαις μὴ παραφέρεσθαι. εἴ τις ἑτεροδιδασκαλεῖ καὶ μὴ προσέρχεται ὑγιαίνουσι λόγοις τῆς πίστεως, ἀλλὰ παρωθούμενος τὰ τοῦ Πνεύματος λόγια τὴν οἰκείαν διδασκαλίαν κυριωτέραν ποιεῖται τῶν εὐαγγελικῶν διδαγμάτων, φυλάσσεσθε τὸν τοιοῦτον. Παράσχοι δὲ ὁ Κύριος καὶ εἰς ταὐτὸν ἡμᾶς ἀλλήλοις συνελθεῖν ποτε, ὥστε ὅσα τὸν λόγον ἡμῶν διέφυγε, ταῦτα διὰ τῆς κατʼ ὀφθαλμοὺς συντυχίας ἀναπληρῶσαι. καὶ γὰρ ὀλίγα ἐκ πολλῶν ὑμῖν ἐπεστείλαμεν, οὐ βουλόμενοι ἔξω γενέσθαι τοῦ μέτρου τῆς ἐπιστολῆς, καὶ ἅμα πεπεισμένοι ὅτι τοῖς φοβουμένοις τὸν Κύριον ἐξαρκεῖ καὶ ἡ δι’ ὀλίγων ὑπόμνησις.
Καλῶς ἐποίησας ἐπιστείλας ἡμῖν, ἔδειξας γὰρ οὐ μικρὸν τὸν καρπὸν τῆς ἀγάπης· καὶ συνεχῶς ποίει τοῦτο. μὴ μέντοι νομίσῃς ἀπολογίας σοι δεῖν, ὅταν ἡμῖν ἐπιστέλλῃς. γνωρίζομεν γὰρ ἑαυτούς, καὶ οἴδαμεν, ὅτι παντὶ ἀνθρώπῳ πρὸς πάντας ὁμοτιμίας ἰσότης ἐστὶ κατὰ τὴν φύσιν, ὑπεροχαὶ δὲ ἐν ἡμῖν οὐ κατὰ γένος, οὐδὲ κατὰ περιουσίαν χρημάτων, οὐδὲ κατὰ τὴν τοῦ σώματος κατασκευήν, ἀλλὰ κατὰ τὴν ὑπεροχὴν τοῦ φόβου τοῦ πρὸς τὸν Θεόν. ὥστε τί κωλύει σε πλεῖον φοβούμενον τὸν Δεσπότην, μείζονα ἡμῶν εἶναι κατʼ αὐτὸ τοῦτο; συνεχῶς οὖν ἡμῖν ἐπίστελλε, καὶ γνώριζε πῶς ἡ περὶ σὲ ἀδελφότης, καὶ τίνες τῶν τῆς ἐκκλησίας τῆς καθʼ ὑμᾶς ὑγιαίνουσιν, ἵνα εἰδῶμεν οἷς χρὴ γράφειν, καὶ τίσιν ἐπαναπαύεσθαι. ἐπεὶ δὲ ἀκούω τινὰς εἶναι τοὺς τὸ εὐθὲς περὶ τῆς ἐνανθρωπήσεως τοῦ Κυρίου δόγμα ἐν διαστρόφοις ὑπολήψεσι παραχαράσσοντας, παρακαλῶ αὐτοὺς διὰ τῆς σῆς ἀγάπης ἀποσχέσθαι τῆς ἀτόπου ἐκείνης ἐννοίας, ἣν ἔχειν τινὲς ἡμῖν καταγγέλλονται, ὡς αὐτοῦ τοῦ Θεοῦ εἰς σάρκα τραπέντος, καὶ οὐχὶ προσλαβόντος διὰ τῆς ἁγίας Μαρίας τὸ τοῦ Ἀδὰμ φύραμα, ἀλλʼ αὐτοῦ τῇ οἰκείᾳ θεότητι εἰς τὴν ὑλικὴν φύσιν μεταβληθέντος. Τοῦτο δὲ τὸ ἄτοπον ἐλέγξαι καὶ πάνυ ῥᾴδιον. ἀλλʼ ἐπειδὴ αὐτόθεν ἔχει τὸ ἐναργὲς ἡ βλασφημία, νομίζω τῷ φοβουμένῳ τὸν Κύριον ἀρκεῖν καὶ μόνην τὴν ὑπόμνησιν. εἰ γὰρ ἐτράπη, καὶ ἠλλοιώθη. τοῦτο δὲ ἀπείη καὶ λέγειν καὶ ἐννοεῖν, τοῦ Θεοῦ εἰπόντος· Ἐγώ εἰμι καὶ οὐκ ἠλλοίωμαι. ἔπειτα, πῶς εἰς ἡμᾶς διέβη ἡ τῆς ἐνανθρωπήσεως ὠφέλεια, εἰ μὴ τὸ ἡμέτερον σῶμα, τῇ θεότητι συναφθέν, κρεῖττον ἐγένετο τῆς τοῦ θανάτου ἐπικρατείας; οὐ γὰρ τραπεὶς οἰκεῖον ὑπεστήσατο σῶμα, ὅπερ παχυνθείσης αὐτῷ τῆς θεϊκῆς φύσεως ὑπέστη. πῶς δὲ ἡ ἀπερίληπτος θεότης εἰς μικροῦ σώματος ὄγκον περιεγράφη, εἴπερ ἐτράπη πᾶσα ἡ τοῦ Μονογενοῦς φύσις; Ἀλλὰ τοῦτο μὲν οὐδένα ἡγοῦμαι νοῦν ἔχοντα καὶ τὸν φόβον τοῦ Θεοῦ κεκτημένον πάσχειν τὸ ἀρρώστημα. ἐπειδὴ δὲ ἦλθεν εἰς ἐμὲ ἡ φήμη, ὅτι τινὲς τῶν μετὰ τῆς ἀγάπης σου ἐν τῇ ἀσθενείᾳ ταύτῃ τῶν λογισμῶν εἰσιν, ἀναγκαῖον ἡγησάμην, μὴ ψιλὴν ποιήσασθαι τὴν πρόσρησιν, ἀλλʼ ἔχειν τι τὴν ἐπιστολὴν ἡμῶν τοιοῦτον, ὃ δύναται καὶ οἰκοδομῆσαι τὰς ψυχὰς τῶν φοβουμένων τὸν Κύριον. ταῦτα οὖν παρακαλοῦμεν, διορθώσεως τυχεῖν ἐκκλησιαστικῆς καὶ τῆς πρὸς τοὺς αἱρετικοὺς κοινωνίας ὑμᾶς ἀπέχεσθαι, εἰδότας ὅτι τὸ ἐν τούτοις ἀδιαφορεῖν τὴν ἐπὶ τοῦ Χριστοῦ παρρησίαν ἡμῶν ἀφαιρεῖται.
Κύριος ὁ Θεὸς ἡμῶν, ἐφʼ ὃν ἠλπίσαμεν, τοσαύτην ὑμῶν ἑκάστῳ παράσχοι χάριν εἰς τὸ ἐπιτυχεῖν τῆς προκειμένης ἐλπίδος, ὅσης αὐτοὶ χαρᾶς τὰς καρδίας ἡμῶν ἐνεπλήσατε, ἔκ τε τῶν γραμμάτων ἃ ἐπεστείλατε ἡμῖν διὰ τῶν ποθεινοτάτων συμπρεσβυτέρων ἡμῶν, καὶ ἐκ τῆς συμπαθείας τῶν καθʼ ἡμᾶς λυπηρῶν ἣν συνεπαθήσατε ἡμῖν, ὡς ἐνδεδυμένοι σπλάγχνα οἰκτιρμοῦ, καθὼς ἀπήγγειλαν ἡμῖν οἱ προειρημένοι. καὶ γὰρ εἰ καὶ τὰ τραύματα ἡμῶν ὅμοια διαμένει, ἀλλʼ οὖν φέρει τινὰ ἡμῖν ῥᾳστώνην τὸ ἑτοίμους ἔχειν τοὺς ἰατρούς, δυναμένους, εἰ καιροῦ λάβοιντο, ταχεῖαν ἐπαγαγεῖν τῶν ἀλγημάτων τὴν ἴασιν. διὸ καὶ πάλιν ὑμᾶς διὰ τῶν ἀγαπητῶν καὶ προσφθεγγόμεθα καὶ παρακαλοῦμεν, εἰ μὲν δίδωσιν ὑμῖν ὁ Κύριος ἄδειαν τοῦ ὡς ἡμᾶς ἀφικέσθαι, μὴ ὀκνῆσαι ἡμῶν τὴν ἐπίσκεψιν. ἐντολῆς γάρ ἐστι τῆς μεγίστης ἡ τῶν ἀσθενούντων ἐπίσκεψις. εἰ δὲ ὁ ἀγαθὸς Θεὸς καὶ σοφὸς τῆς ζωῆς ἡμῶν οἰκονόμος τὴν χάριν ταύτην εἰς ἕτερον καιρὸν ταμιεύεται, ἀλλʼ ἐπιστείλατε ἡμῖν ὅσα παρʼ ὑμῶν πρέπει γραφῆναι εἰς παράκλησιν μὲν τῶν θλιβομένων, διόρθωσιν δὲ τῶν συντετριμμένων. πολλὰ γὰρ ἤδη τὰ συντρίμματα τῆς Ἐκκλησίας γέγονε, καὶ πολλὴ ἡμῖν επʼ αὐτοῖς ἡ θλίψις· καὶ προσδοκία βοηθείας ἑτέρωθεν οὐδαμόθεν, ἐὰν μὴ ὁ Κύριος δι’ ὑμῶν τῶν γνησίως δουλευόντων αὐτῷ ἐξαποστείλῃ τὴν ἴασιν. Τὸ μὲν οὖν ἰταμὸν καὶ ἀναίσχυντον τῆς αἱρέσεως τῶν Ἀρειανῶν, φανερῶς ἀπορραγὲν τοῦ σώματος τῆς Ἐκκλησίας, μένει ἐπὶ τῆς ἰδίας πλάνης, καὶ ὀλίγα ἡμᾶς λυμαίνεται διὰ τὸ πᾶσι πρόδηλον αὐτῶν τὴν ἀσέβειαν εἶναι· οἱ δὲ τὴν δορὰν τοῦ προβάτου περιβεβλημένοι καὶ τὴν ἐπιφάνειαν ἥμερον προβαλλόμενοι καὶ πραεῖαν, ἔνδοθεν δὲ σπαράσσοντες ἀφειδῶς τὰ τοῦ Χριστοῦ ποίμνια, καὶ διὰ τὸ ἐξ ἡμῶν ὡρμῆσθαι, εὐκόλως ἐμβάλλοντες βλάβην τοῖς ἁπλουστέροις, οὗτοί εἰσιν οἱ χαλεποὶ καὶ δυσφύλακτοι. οὓς ἀξιοῦμεν παρὰ τῆς ὑμετέρας ἀκριβείας πρὸς πάσας τὰς κατὰ τὴν ἀνατολὴν ἐκκλησίας δημοσιευθῆναι, ἵνα ἢ ὀρθοποδήσαντες γνησίως ὦσι σὺν ἡμῖν, ἢ μένοντες ἐπὶ τῆς διαστροφῆς ἐν ἑαυτοῖς μόνοις τὴν βλάβην ἔχωσι, μὴ δυνάμενοι ἐκ τῆς ἀφυλάκτου κοινωνίας τῆς ἰδίας νόσου μεταδιδόναι τοῖς πλησιάζουσιν. ἀνάγκη δὲ τούτων ὀνομαστὶ μνησθῆναι, ἵνα καὶ αὐτοὶ γνωρίσητε τοὺς ταραχὰς παρʼ ἡμῖν ἐργαζομένους· καὶ ταῖς ἐκκλησίαις ἡμῶν φανερὸν καταστήσατε. ὁ μὲν γὰρ παρʼ ἡμῶν λόγος ὕποπτός ἐστι τοῖς πολλοῖς, ὡς τάχα διά τινας ἰδιωτικὰς φιλονεικίας τὴν μικροψυχίαν πρὸς αὐτοὺς ἑλομένων· ὑμεῖς δέ, ὅσον μακρὰν αὐτῶν ἀπῳκισμένοι τυγχάνετε, τοσούτῳ πλέον παρὰ τοῖς λαοῖς τὸ ἀξιόπιστον ἔχετε, πρὸς τῷ καὶ τὴν παρὰ τοῦ Θεοῦ χάριν συναίρεσθαι ὑμῖν εἰς τὴν ὑπὲρ τῶν καταπονουμένων ἐπιμέλειαν. ἐὰν δὲ καὶ συμφώνως πλείονες ὁμοῦ τὰ αὐτὰ δογματίσητε, δῆλον ὅτι τὸ πλῆθος τῶν δογματισάντων ἀναντίρρητον πᾶσι τὴν παραδοχὴν κατασκευάσει τοῦ δόγματος. Ἔστι τοίνυν εἷς τῶν πολλὴν ἡμῖν κατασκευαζόντων λύπην, Εὐστάθιος ὁ ἐκ τῆς Σεβαστείας τῆς κατὰ τὴν μικρὰν Ἀρμενίαν· ὅς, πάλαι μαθητευθεὶς τῷ Ἀρείῳ, καὶ ὅτε ἤκμαζεν ἐπὶ τῆς Ἀλεξανδρείας τὰς πονηρὰς κατὰ τοῦ Μονογενοῦς συντιθεὶς βλασφημίας, ἀκολουθῶν ἐκείνῳ καὶ τοῖς γνησιωτάτοις αὐτοῦ τῶν μαθητῶν ἐναριθμούμενος, ἐπειδὴ ἐπανῆλθεν εἰς τὴν ἑαυτοῦ, τῷ μακαριωτάτῳ ἐπισκόπῳ Ἑρμογένει τῷ Καισαρείας, κρίνοντι αὐτὸν ἐπὶ τῇ κακοδοξίᾳ, ὁμολογίαν ἔδωκε πίστεως ὑγιοῦς. καὶ οὕτω τὴν χειροτονίαν ὑπʼ αὐτοῦ δεξάμενος, μετὰ τὴν ἐκείνου κοίμησιν πρὸς τὸν ἐπὶ τῆς Κωνσταντινουπόλεως Εὐσέβιον ἔδραμεν, οὐδενὸς ἔλαττον καὶ αὐτὸν τὸ δυσσεβὲς δόγμα τοῦ Ἀρείου πρεσβεύοντα. εἶτα ἐκεῖθεν διὰ οἵας δήποτε αἰτίας ἀπελαθείς, ἐλθὼν τοῖς ἐπὶ τῆς πατρίδος ἀπελογήσατο πάλιν, τὸ μὲν δυσσεβὲς ἐπικρυπτόμενος φρόνημα, ῥημάτων δέ τινα ὀρθότητα προβαλλόμενος. καὶ τυχὼν τῆς ἐπισκοπῆς ὡς ἔτυχεν, εὐθὺς φαίνεται γράψας ἀναθεματισμὸν τοῦ ὁμοουσίου ἐν τῷ κατὰ Ἀγκύραν γενομένῳ αὐτοῖς συλλόγῳ. κἀκεῖθεν ἐπὶ τὴν Σελεύκειαν ἐλθών, δέδρακε μετὰ τῶν ἑαυτοῦ ὁμοδόξων ἃ πάντες ἴσασιν. ἐν δὲ τῇ Κωνσταντινουπόλει συνέθετο πάλιν τοῖς ἀπὸ τῶν αἱρετικῶν προταθεῖσι. καὶ οὕτως ἀπελαθεὶς τῆς ἐπισκοπῆς διὰ τὸ ἐν τῇ Μελιτινῇ προκαθῃρῆσθαι, ὁδὸν ἑαυτῷ τῆς ἀποκατατάσεως ἐπενόησε τὴν ὡς ὑμᾶς ἄφιξιν. καὶ τίνα μέν ἐστιν ἃ προετάθη αὐτῷ παρὰ τοῦ μακαριωτάτου ἐπισκόπου Αιβερίου, τίνα δὲ ἃ αὐτὸς συνέθετο, ἀγνοοῦμεν, πλὴν ὅτι ἐπιστολὴν ἐκόμισεν ἀποκαθιστῶσαν αὐτόν, ἣν ἐπιδείξας τῇ κατὰ Τύανα συνόδῳ ἀποκατέστη τῷ τόπῳ. οὗτος νῦν πορθεῖ τὴν πίστιν ἐκείνην, ἐφʼ ᾗ ἐδέχθη, καὶ τοῖς ἀναθεματίζουσι τὸ ὁμοούσιον σύνεστι, καὶ πρωτοστάτης ἐστὶ τῆς τῶν πνευματομάχων αἱρέσεως. ἐπεὶ οὖν αὐτόθεν γέγονεν αὐτῷ ἡ δύναμις τοῦ ἀδικεῖν τὰς ἐκκλησίας, καὶ τῇ παρʼ ὑμῶν δεδομένῃ αὐτῷ παρρησίᾳ κέχρηται εἰς καταστροφὴν τῶν πολλῶν, ἀνάγκη αὐτόθεν ἐλθεῖν καὶ τὴν διόρθωσιν, καὶ ἐπισταλῆναι ταῖς ἐκκλησίαις τίνα μέν ἐστιν ἐφʼ οἷς ἐδέχθη, πῶς δὲ νῦν μεταβληθεὶς ἀκυροῖ τὴν χάριν τὴν δοθεῖσαν αὐτῷ διὰ τῶν τότε πατέρων. Δεύτερος μετʼ αὐτόν ἐστιν Ἀπολινάριος, οὐ μικρῶς καὶ αὐτὸς τὰς ἐκκλησίας παραλυπῶν. τῇ γὰρ τοῦ γράφειν εὐκολίᾳ πρὸς πᾶσαν ὑπόθεσιν ἔχων ἀρκοῦσαν αὐτῷ τὴν γλῶσσαν, ἐνέπλησε μὲν τῶν ἑαυτοῦ συνταγμάτων τὴν οἰκουμένην, παρακούσας τοῦ ἐγκλήματος τοῦ λέγοντος, ὅτι Φύλαξαι ποιῆσαι βιβλία πολλά· ἐν δὲ τῷ πλήθει δηλονότι πολλὰ καὶ ἡμάρτηται. πῶς γὰρ δυνατὸν ἐκ πολυλογίας ἐκφυγεῖν ἁμαρτίαν; ἔστι μὲν οὖν αὐτοῦ καὶ τὰ τῆς θεολογίας, οὐκ ἐκ γραφικῶν ἀποδείξεων, ἀλλʼ ἐξ ἀνθρωπίνων ἀφορμῶν τὴν κατασκευὴν ἔχοντα· ἔστι δὲ αὐτῷ καὶ τὰ περὶ ἀναστάσεως μυθικῶς συγκείμενα, μᾶλλον δὲ Ἰουδαϊκῶς, ἐν οἷς φησι πάλιν ἡμᾶς πρὸς τὴν νομικὴν ὑποστρέφειν λατρείαν, καὶ πάλιν ἡμᾶς περιτμηθήσεσθαι, καὶ σαββατίζειν, καὶ βρωμάτων ἀπέχεσθαι, καὶ θυσίας προσοίσειν Θεῷ, καὶ προσκυνήσειν ἐν Ἱεροσολύμοις ἐπὶ τοῦ ναοῦ, καὶ ὅλως ἀπὸ Χριστιανῶν Ἰουδαίους γενήσεσθαι. ὧν τί ἂν γένοιτο καταγελαστότερον, μᾶλλον δὲ ἀλλοτριώτερον τοῦ εὐαγγελικοῦ δόγματος; εἶτα καὶ τὰ περὶ σαρκώσεως τοσαύτην ἐποίησε τῇ ἀδελφότητι τὴν ταραχήν, ὥστε ὀλίγοι λοιπὸν τῶν ἐντετυχηκότων τὸν ἀρχαῖον τῆς εὐσεβείας διασώζουσι χαρακτῆρα· οἱ δὲ πολλοί, ταῖς καινοτομίαις προσέχοντες, ἐξετράπησαν εἰς ζητήσεις καὶ φιλονείκους ἐφευρέσεις τῶν ἀνωφελῶν τούτων ῥημάτων. Ὁ μέντοι Παυλῖνος, εἰ μέν τι καὶ περὶ τὴν χειροτονίαν ἐπιλήψιμον ἔχει αὐτοὶ ἂν εἴποιτε· ἡμᾶς δὲ λυπεῖ, τοῖς Μαρκέλλου προσπεπονθὼς δόγμασι, καὶ τοὺς ἀκολουθοῦντας αὐτῷ ἀδιακρίτως εἰς τὴν κοινωνίαν ἑαυτοῦ προσιέμενος. οἴδατε δέ, ἀδελφοὶ τιμιώτατοι, ὅτι πάσης ἡμῶν τῆς ἐλπίδος ἀθέτησιν ἔχει τὸ Μαρκέλλου δόγμα, οὔτε Υἱὸν ἐν ἰδίᾳ ὑποστάσει ὁμολογοῦν, ἀλλὰ προενεχθέντα καὶ πάλιν ὑποστρέψαντα εἰς τὸν ὅθεν προῆλθεν, οὔτε τὸν Παράκλητον ἰδίως ὑφεστηκέναι συγχωροῦν· ὥστε οὐκ ἄν τις ἁμάρτοι Χριστιανισμοῦ μὲν παντελῶς ἀλλοτρίαν ἀποφαίνων τὴν αἵρεσιν, Ἰουδαϊσμὸν δὲ παρεφθαρμένον αὐτὴν προσαγορεύων. τούτων τὴν ἐπιμέλειαν γενέσθαι παρʼ ὑμῶν ἐπιζητοῦμεν. γένοιτο δʼ ἄν, εἰ ἐπιστεῖλαι καταξιώσητε πάσαις ταῖς κατὰ τὴν ἀνατολὴν ἐκκλησίαις, τοὺς ταῦτα παραχαράσσοντας, εἰ μὲν διορθοῖντο, εἶκαι κοινωνικούς, εἰ δὲ ἐπιμένειν φιλονείκως βούλοιντο ταῖς καινοτομίαις, χωρίζεσθαι ἀπʼ αὐτῶν. καὶ ὅτι μὲν ἔδει ἡμᾶς συνεδρεύοντας μετὰ τῆς ὑμετέρας φρονήσεως ἐν κοινῇ σκέψει τὰ περὶ τούτων διαλαβεῖν, οὐδὲ αὐτοὶ ἀγνοοῦμεν· ἀλλʼ ἐπειδὴ ὁ καιρὸς οὐκ ἐνδίδωσι καὶ τὸ ἀναβάλλεσθαι βλαβερόν, τῆς ἀπʼ αὐτῶν βλάβης ἐρριξωμένης, ἀναγκαίως ἀπεστείλαμεν τοὺς ἀδελφούς, ἵνα ὅσα καὶ τὴν ἐκ τοῦ γράμματος διδασκαλίαν παρέλαθε, ταῦτα παρʼ ἑαυτῶν ἀναδιδάξαντες, κινήσωσιν ὑμῶν τὴν εὐλάβειαν εἰς τὸ παρασχέσθαι τὴν ἐπιζητουμένην βοήθειαν ταῖς τοῦ Θεοῦ ἐκκλησίαις.
Τῷ ὡς ἀληθῶς θεοφιλεστάτῳ καὶ πάσης αἰδοῦς καὶ τιμῆς ἀξίῳ ἐπισκόπῳ Βάρσῃ Βασίλειος ἐν Κυρίῳ χαίρειν. ἐρχομένων τῶν γνησιωτάτων ἀδελφῶν τῶν περὶ Δομνῖνον πρὸς τὴν εὐλάβειάν σου, ἡδέως τὴν ἀφορμὴν τῶν γραμμάτων ἐδεξάμεθα, καὶ προσαγορεύομέν σε δι’ αὐτῶν, εὐχόμενοι τῷ ἁγίῳ Θεῷ μέχρι τοσούτου φυλαχθῆναι τῇ ζωῇ ταύτῃ, μέχρις οὗ καταξιωθῶμεν ἰδεῖν σε καὶ ἀπολαῦσαι τῶν ἐν σοὶ χαρισμάτων. μόνον εὔχου, παρακαλῶ, ἵνα ὁ Κύριος μὴ παραδῷ ἡμᾶς εἰς τέλος τοῖς ἐχθροῖς τοῦ σταυροῦ τοῦ Χριστοῦ, ἀλλὰ φυλάξῃ τὰς ἑαυτοῦ ἐκκλησίας μέχρι τοῦ καιροῦ τῆς εἰρήνης, ἣν αὐτὸς οἶδεν ὁ δίκαιος κριτὴς πότε ἀποδώσει. ἀποδώσει γάρ, καὶ οὐκ ἐγκαταλείψει ἡμᾶς εἰς τὸ παντελές. ἀλλʼ ὥσπερ τοῖς Ἰσραηλίταις τὴν ἑβδομηκονταετίαν ὥρισεν ὑπὲρ τῶν ἁμαρτημάτων εἰς τὴν τῆς αἰχμαλωσίας καταδίκην, οὕτω τάχα καὶ ἡμᾶς ὁ δυνατὸς χρόνῳ τινὶ ὡρισμένῳ παραδοὺς ἀνακαλέσεταί ποτε καὶ ἀποκαταστήσει εἰς τὴν ἐξ ἀρχῆς εἰρήνην· εἰ μὴ ἄρα ἐγγύς πού ἐστιν ἡ ἀποστασία καὶ τὰ νῦν γινόμενα προοίμιά ἐστι τῆς εἰσόδου τοῦ Ἀντιχρίστου. ὅπερ δὲ ἐὰν ᾖ, προσεύχου ἵνα ἢ τὰς θλίψεις παρενέγκῃ ἢ ἡμᾶς ἀπταίστους διὰ τῶν θλίψεων ὁ ἀγαθὸς διασώσηται. πᾶσαν τὴν συνοδίαν τὴν καταξιωθεῖσαν συνεῖναι τῇ εὐλαβείᾳ σου ἀσπαζόμεθα διὰ σοῦ. τὴν σὴν εὐλάβειαν οἱ σὺν ἡμῖν πάντες προσαγορεύουσιν. ἐρρωμένος καὶ εὔθυμος ἐν Κυρίῳ, ὑπερευχόμενός μου, φυλαχθείης τῇ τοῦ Θεοῦ ἐκκλησίᾳ χάριτι τοῦ Ἁγίου.
ἐπισκόποις Αἰγύπτου ἐξορισθεῖσιν Μεγάλην ἐν πᾶσιν εὑρίσκομεν τοῦ ἀγαθοῦ Θεοῦ τὴν περὶ τὰς ἐκκλησίας αὐτοῦ οἰκονομίαν, ὥστε καὶ τὰ δοκοῦντα εἶναι σκυθρωπὰ καὶ μὴ πάντῃ κατὰ βούλησιν ἀπαντῶντα, καὶ ταῦτα ἐπʼ ὠφελείᾳ τῶν πολλῶν οἰκονομεῖσθαι, ἐν τῇ δυσθεωρήτῳ τοῦ Θεοῦ σοφίᾳ καὶ τοῖς ἀνεξιχνιάστοις αὐτοῦ τῆς δικαιοσύνης κρίμασιν. ἰδοὺ γὰρ καὶ τὴν ὑμετέραν ἀγάπην ἐκ τῶν κατʼ Αἴγυπτον τόπων ἀναστήσας ὁ Κύριος, εἰς μέσην ἀγαγὼν τὴν Παλαιστίνην ἱδρύσατο, κατὰ μίμησιν τοῦ πάλαι Ἰσραήλ, ὃν διὰ τῆς αἰχμαλωσίας ἀγαγὼν εἰς τὴν Ἀσσυρίων γῆν, ἔσβεσε τὴν ἐκεῖ εἰδωλολατρείαν διὰ τῆς τῶν ἁγίων ἐπιδημίας. καὶ νῦν τοίνυν οὕτως εὑρίσκομεν λογιζόμενοι, ὅτι τὸν ὑπὲρ τῆς εὐσεβείας ἆθλον ὑμῶν προβαλλόμενος ὁ Κύριος, ὑμῖν μὲν διὰ τῆς ἐξορίας στάδιον ἤνοιξε τῶν μακαρίων ἀγωνισμάτων, τοῖς δὲ περιτυγχάνουσιν ὑμῶν τῇ ἀγαθῇ προαιρέσει ἐναργῆ τὰ πρὸς σωτηρίαν ἐχαρίσατο ὑποδείγματα. ἐπεὶ οὖν τῇ τοῦ Θεοῦ χάριτι ἐμάθομεν ὑμῶν τὴν ὀρθότητα τῆς πίστεως, ἐμάθομεν δὲ τὸ περὶ τὴν ἀδελφότητα ἐπιμελές, καὶ ὅτι οὐ παρέργως οὐδὲ ἠμελημένως παρέχεσθε τὰ κοινωφελῆ καὶ ἀναγκαῖα πρὸς σωτηρίαν, ἀλλʼ εἴ τι πρὸς οἰκοδομὴν τῶν ἐκκλησιῶν ἐνεργεῖν προαιρεῖσθε, δίκαιον ἐλογισάμεθα κοινωνοὶ γενέσθαι τῆς ἀγαθῆς μερίδος ὑμῶν καὶ συνάψαι ἑαυτοὺς διὰ τοῦ γράμματος τῇ ὑμετέρᾳ εὐλαβείᾳ. οὗπερ ἕνεκα ἀπεστείλαμεν καὶ τὸν ποθεινότατον υἱὸν ἡμῶν καὶ συνδιάκονον Ἐλπίδιον, ὁμοῦ μὲν τὴν ἐπιστολὴν διακομίζοντα, ὁμοῦ δὲ καὶ παρʼ ἑαυτοῦ δυνάμενον ἀπαγγεῖλαι ὑμῖν ὅσα τὴν ἐκ τοῦ γράμματος ἐκφύγῃ διδασκαλίαν. Μάλιστα δὲ ἡμᾶς ἐπέρρωσε πρὸς τὴν ἐπιθυμίαν τῆς συναφείας ὑμῶν ἡ ἀκοὴ τοῦ περὶ τὴν ὀρθότητα ζήλου τῆς εὐσεβείας ὑμῶν· ὅτι οὔτε πλήθει συνταγμάτων οὔτε ποικιλίᾳ σοφισμάτων παρηνέχθη ὑμῶν τὸ στερρὸν τῆς καρδίας· ἀλλʼ ἐπέγνωτε μὲν τοὺς κατὰ τῶν ἀποστολικῶν δογμάτων καινοτομοῦντας, σιωπῇ δὲ κατασχεῖν τὴν ἐνεργουμένην παρʼ αὐτῶν βλάβην οὐ κατεδέξασθε. καὶ γὰρ τῷ ὄντι πολλὴν εὕρομεν λύπην παρὰ πᾶσι τοῖς ἀντεχομένοις τῆς τοῦ Κυρίου εἰρήνης ἐπὶ ταῖς νεωτεροποιίαις ταῖς παντοδαπαῖς Ἀπολιναρίου τοῦ Λαοδικέως, ὃς τοσούτῳ πλέον ἐλύπησεν ἡμᾶς, ὅσῳ ἔδοξεν εἶναι ἐξ ἡμῶν τὸ ἐξ ἀρχῆς. τὸ μὲν γὰρ παρὰ φανεροῦ πολεμίου παθεῖν τι, κἂν ὑπερβάλλῃ τῷ ἀλγεινῶ, φορητόν πώς ἐστι τῷ καταπονουμένῳ, καθὼς γέγραπται, ὅτι Εἰ ὁ ἐχθρὸς ὠνείδισέ με ὑπήνεγκα ἄν· τὸ δὲ παρʼ ὁμοψύχου καὶ οἰκείου βλάβης τινὸς πειραθῆναι, τοῦτο δύσφορον παντελῶς καὶ οὐδεμίαν ἔχον παραμυθίαν. ὃν γὰρ προσεδοκήσαμεν συνασπιστὴν ἕξειν τῆς ἀληθείας, τοῦτον εὕρομεν νῦν ἐν πολλοῖς ἐμποδίζοντα τοῖς σωζομένοις ἐκ τοῦ περιέλκειν αὐτῶν τὸν νοῦν καὶ ἀποσπᾷν τῆς εὐθύτητος τῶν δογμάτων. τί γὰρ ἐν ἔργοις παρʼ αὐτοῦ τολμηρὸν καὶ θερμὸν οὐκ ἐπράχθη; τί δὲ ἐν λόγοις οὐ παρεπενοήθη νεώτερον καὶ ἐπικεκινδυνευμένον; οὐ πᾶσα μὲν Ἐκκλησία ἐφʼ ἑαυτὴν ἐμερίσθη, μάλιστα δὲ ταῖς ὑπὸ τῶν ὀρθοδόξων κυβερνωμέναις ἐπιπεμφθέντων παρʼ αὐτοῦ πρὸς τὸ σχίσαι καὶ ἰδίαν τινὰ παρασυναγωγὴν ἐκδικῆσαι; οὐχὶ γελᾶται τὸ μέγα τῆς εὐσεβείας μυστήριον, ὡς ἄνευ λαοῦ καὶ κλήρου ἐπισκόπων περιερχομένων, καὶ ὄνομα ψιλὸν περιφερόντων, οὐδὲν δὲ κατορθούντων εἰς προκοπὴν τοῦ εὐαγγελίου τῆς εἰρήνης καὶ σωτηρίας; οὐχὶ οἱ περὶ τοῦ Θεοῦ λόγοι πλήρεις παρʼ αὐτῷ εἰσιν ἀσεβῶν δογμάτων, τῆς παλαιᾶς ἀσεβείας τοῦ ματαιόφρονος Σαβελλίου δι’ αὐτοῦ νῦν ἀνανεωθείσης ἐν τοῖς συντάγμασιν; εἰ γὰρ ἃ περιφέρουσιν οἱ Σεβαστηνοὶ μὴ συμπέπλασται παρʼ ἐχθρῶν, ἀλλὰ κατʼ ἀλήθειαν αὐτοῦ εἰσι συγγραφαί, οὐδεμίαν εἰς ἀσέβειαν ὑπερβολὴν καταλέλοιπε, τὸν αὐτὸν Πατέρα λέγων καὶ Υἱὸν καὶ Πνεῦμα, καὶ ἄλλα τινὰ σκοτεινὰ ἀσεβήματα, ἃ ἡμεῖς οὐδὲ ταῖς ἀκοαῖς ἡμῶν κατεδεξάμεθα παραδέξασθαι, εὐχόμενοι μηδεμίαν μερίδα ἔχειν πρὸς τοὺς ἐκεῖνα τὰ ῥήματα φθεγξαμένους. οὐχὶ συγκέχυται παρʼ αὐτῷ ὁ τῆς ἐνανθρωπήσεως λόγος; οὐκ ἀμφίβολος γέγονε τοῖς πολλοῖς ἡ σωτήριος τοῦ Κυρίου ἡμῶν οἰκονομία ἐκ τῶν θολερῶν αὐτοῦ καὶ σκοτεινῶν περὶ σαρκώσεως ζητημάτων; ἃ πάντα συναγαγεῖν καὶ εἰς ἔλεγχον καταστῆσαι μακροῦ καὶ χρόνου καὶ λόγου δεῖται. τὸν δὲ τῶν ἐπαγγελιῶν τόπον τίς οὕτως ἠφάνισε καὶ ἠμαύρωσεν, ὡς ἡ τούτου μυθοποιία; ὅς γε τὴν μακαρίαν ἐλπίδα, τὴν ἀποκειμένην τοῖς πολιτευσαμένοις κατὰ τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ, οὕτω ταπεινῶς καὶ ἐρριμμένως ἐτόλμησεν ἐξηγήσασθαι, ὥστε εἰς γραώδεις μύθους καὶ λόγους Ἰουδαϊκοὺς ἐκτραπῆναι· ἄνωθεν ἐπαγγέλλεται τοῦ ναοῦ τὴν ἀνανέωσιν, καὶ τῆς νομικῆς λατρείας τὴν παρατήρησιν, καὶ πάλιν ἀρχιερέα τυπικὸν μετὰ τὸν ἀληθινὸν ἀρχιερέα, καὶ θυσίαν ὑπὲρ ἁμαρτιῶν μετὰ τὸν ἀμνὸν τοῦ Θεοῦ τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου· καὶ βαπτίσματα μερικὰ μετὰ τὸ ἓν βάπτισμα, καὶ σποδὸν δαμάλεως ῥαντίζουσαν τὴν Ἐκκλησίαν τὴν οὐκ ἔχουσαν διὰ τῆς εἰς Χριστὸν πίστεως σπῖλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων, καὶ καθαρισμὸν λέπρας μετὰ τὴν ἀπάθειαν τῆς ἀναστάσεως· καὶ ζηλοτυπίας προσφοράν, ὅτε οὔτε γαμοῦσιν οὔτε γαμίσκονται· ἄρτοι προθέσεως μετὰ τὸν ἄρτον τὸν ἐκ τοῦ οὐρανοῦ· λύχνοι καιόμενοι μετὰ τὸ φῶς τὸ ἀληθινόν· καὶ ὅλως εἰ νῦν ὁ νόμος τῶν ἐντολῶν ἐν δόγμασι κατήργηται, δῆλον ὅτι τότε τὰ δόγματα τοῦ Χριστοῦ ἐν τοῖς νομικοῖς ἐντάλμασιν ἀκυρωθήσεται. Ἐπὶ τούτοις αἰσχύνη μὲν καὶ ἐντροπὴ ἐκάλυψεν ἡμῶν τὰ πρόσωπα, λύπη δὲ βαρεῖα πεπλήρωκεν ἡμῶν τὰς καρδίας. διὸ παρακαλοῦμεν ὑμᾶς, ὡς ἐπιστήμονας ἰατροὺς καὶ δεδιδαγμένους ἐν πραΰτητι παιδεύειν τοὺς ἀντιδιατιθεμένους, πειραθῆναι αὐτὸν ἐπαναγαγεῖν πρὸς τὴν εὐταξίαν τῆς Ἐκκλησίας, καὶ πεῖσαι αὐτὸν καταφρονῆσαι τῆς πολυφωνίας τῶν συνταγμάτων, ἐβεβαίωσε γὰρ τὸν τῆς παροιμίας λόγον, ὅτι Οὐκ ἔστιν ἐκ πολυλογίας ἐκφυγεῖν ἁμαρτίαν, στερρῶς δὲ αὐτῷ προβάλλειν τὰ τῆς ὀρθοδοξίας δόγματα, ἵνα κἀκείνου ἡ ἐπανόρθωσις φανερὰ γένηται καὶ τοῖς ἀδελφοῖς αὐτοῦ γνωρισθῇ ἡ μεταμέλεια. Εὔλογον δὲ καὶ περὶ τῶν κατὰ Μάρκελλον ὑπομνῆσαι τὴν εὐλάβειαν ὑμῶν, ἵνα μηδὲν ἀπερισκέπτως μηδʼ εὐκόλως περὶ αὐτῶν τυπώσητε. ἀλλʼ ἐπειδὴ δογμάτων ἕνεκεν ἀσεβῶν ἐξῆλθε τῆς Ἐκκλησίας ἐκεῖνος, τοὺς ἑπομένους αὐτῷ ἀναγκαῖον, ἀναθεματίσαντας ἐκείνην τὴν αἵρεσιν οὕτω δεκτοὺς γενέσθαι τῇ κοινωνίᾳ, ἵνʼ οἱ ἡμῖν συναπτόμενοι δι’ ὑμῶν παρὰ πάσης δεχθῶσι τῆς ἀδελφότητος. ἐπεὶ νῦν γε οὐ μετρία κατέσχε λύπη τοὺς πολλούς, ἀκούσαντας ὅτι παραγενομένους πρὸς τὴν ὑμετέραν τιμιότητα καὶ προσήκασθε καὶ κοινωνίας αὐτοῖς ἐκκλησιαστικῆς μετεδώκατε. καίτοιγε εἰδέναι ὑμᾶς ἐχρῆν, ὅτι τῇ τοῦ Θεοῦ χάριτι οὔτε κατὰ τὴν ἀνατολὴν μόνοι ἐστέ, ἀλλὰ καὶ πολλοὺς ἔχετε τῆς ἑαυτῶν μερίδος, οἳ τὴν τῶν πατέρων ἐκδικοῦσιν ὀρθοδοξίαν, τῶν κατὰ Νίκαιαν τὸ εὐσεβὲς δόγμα τῆς πίστεως ἐκθεμένων· καὶ οἱ τῆς δύσεως πάντες σύμφωνοι ὑμῖν τε καὶ ἡμῖν τυγχάνουσιν· ὧν δεξάμενοι τῆς πίστεως τὸν τόμον ἔχομεν παρʼ ἑαυτοῖς, ἑπόμενοι αὐτῶν τῇ ὑγιαινούσῃ διδασκαλίᾳ. ἔδει οὖν πάντας πληροφορεῖσθαι τοὺς ἐν τῇ αὐτῇ συναφείᾳ τυγχάνοντας ὑμῖν, ἵνα καὶ τὰ γινόμενα μᾶλλον βεβαιωθῇ ἐν τῇ πλειόνων συγκαταθέσει, καὶ ἡ εἰρήνη μὴ διεσπᾶτο ἐν τῇ τινων προσλήψει ἑτέρων ἀφισταμένων. οὕτως οὖν ἦν πρέπον βουλεύσασθαι ὑμᾶς στιβαρῶς καὶ πράως περὶ πραγμάτων πάσαις ταῖς κατὰ τὴν οἰκουμένην ἐκκλησίαις διαφερόντων. οὐ γὰρ ὁ ταχύ τι δογματίσας ἐπαινετός, ἀλλʼ ὁ παγίως καὶ ἀσαλεύτως ἕκαστα κανονίσας, ὥστε καὶ εἰς τὸν μετὰ ταῦτα χρόνον ἐξεταζομένην τὴν γνώμην δοκιμωτέραν φαίνεσθαι, οὗτος ἀπόδεκτος καὶ παρὰ Θεῷ καὶ ἀνθρώποις, ὡς οἰκονομῶν τοὺς λόγους αὐτοῦ ἐν κρίσει. Ταῦτα, ὅσα ἐδίδου ἡμῖν ἡ διὰ τοῦ γράμματος ὁμιλία, προσεφθεγξάμεθα ὑμῶν τὴν εὐλάβειαν. παράσχοι δὲ ὁ Κύριος καὶ εἰς ταὐτὸν ἡμᾶς ἀλλήλοις γενέσθαι ποτέ, ἵνα, πάντα πρὸς καταρτισμὸν τῶν ἐκκλησιῶν τοῦ Θεοῦ μεθʼ ὑμῶν οἰκονομήσαντες, μεθʼ ὑμῶν δεξώμεθα τὸν μισθὸν τὸν ἡτοιμασμένον παρὰ τοῦ δικαίου κριτοῦ τοῖς πιστοῖς καὶ φρονίμοις οἰκονόμοις. τέως δὲ νῦν καταξιώσατε ἡμῖν ἀποστεῖλαι τὰς προτάσεις, ἐφʼ αἷς ἐδέξασθε τοὺς Μαρκέλλου, ἐκεῖνο εἰδότες, ὅτι κἂν πάνυ τὸ καθʼ ἑαυτοὺς ἀσφαλίσησθε, μόνοις ἑαυτοῖς ἐπιτρέψαι πρᾶγμα τοσοῦτον οὐκ ὀφείλετε, ἀλλὰ χρὴ καὶ τοὺς ἐν τῇ δύσει καὶ τοὺς κατὰ τὴν ἀνατολὴν κοινωνικούς συμψήφους αὐτῶν τῇ ἀποκαταστάσει γενέσθαι.
Καλῶς μου καθήψω καὶ πρεπόντως πνευματικῷ ἀδελφῷ, ἀληθινὴν ἀγάπην παρὰ τοῦ Κυρίου δεδιδαγμένῳ, ὅτι σοι μὴ πάντα καὶ μικρὰ καὶ μείζω φανερὰ ποιοῦμεν τῶν τῇδε. καὶ γὰρ ἐπιβάλλει καὶ σοὶ φροντίζειν τῶν καθʼ ἡμᾶς καὶ ἡμῖν τῇ σῇ ἀγάπῃ ἀναφέρειν τὰ ἡμέτερα. ἀλλὰ γίνωσκε, τιμιώτατε ἡμῖν καὶ ποθεινότατε ἀδελφέ, ὅτι τὸ συνεχὲς τῶν θλίψεων, καὶ ὁ πολὺς οὗτος ὁ κλόνος ὁ νῦν σαλεύων τὰς ἐκκλησίας, πρὸς οὐδὲν ἡμᾶς ξενίζεσθαι τῶν γινομένων ποιεῖ. ὡς γὰρ οἱ ἐν τοῖς χαλκείοις τὰς ἀκοὰς κατακτυπούμενοι ἐν μελέτῃ εἰσὶ τῶν ψόφων, οὕτως ἡμεῖς τῇ πυκνότητι τῶν ἀτόπων ἀγγελιῶν εἰθίσθημεν λοιπὸν ἀτάραχον ἔχειν καὶ ἀπτόητον τὴν καρδίαν πρὸς τὰ παράλογα. τὰ μὲν οὖν παρὰ τῶν Ἀρειανῶν ἐκ παλαιοῦ κατὰ τῆς Ἐκκλησίας σκευωρούμενα, εἰ καὶ πολλὰ καὶ μεγάλα καὶ κατὰ πᾶσαν διαβεβοημένα τὴν οἰκουμένην, ἀλλʼ οὖν φορητὰ ἡμῖν ἐστι διὰ τὸ παρὰ φανερῶν ἐχθρῶν καὶ πολεμίων τοῦ λόγου τῆς ἀληθείας γίνεσθαι· οὓς ὅταν μὴ ποιήσωσι τὰ συνήθη θαυμάζομεν, οὐχ ὅταν μέγα τι καὶ νεανικὸν κατὰ τῆς εὐσεβείας τολμήσωσι. λυπεῖ δὲ ἡμᾶς καὶ ταράσσει τὰ παρὰ τῶν ὁμοψύχων καὶ ὁμοδόξων γινόμενα. ἀλλʼ ὅμως καὶ ταῦτα, διὰ τὸ πολλὰ εἶναι καὶ συνεχῶς ἐμπίπτειν ἡμῶν ταῖς ἀκοαῖς, οὐδὲ ταῦτα παράδοξα καταφαίνεται. ὅθεν οὔτε ἐκινήθημεν ἐπὶ τοῖς πρώην γινομένοις ἀτάκτως, οὔτε τὰς σὰς διωχλήσαμεν ἀκοάς, τοῦτο μὲν εἰδότες ὅτι φήμη διακομίσει αὐτομάτως τὰ πεπραγμένα, τοῦτο δὲ ἀναμένοντες ἑτέρους ἀγγέλους τῶν λυπηρῶν γενέσθαι· ἔπειτα οὔτε κρίναντες εὔλογον εἶναι ὑμᾶς ἀγανακτεῖν ἐπὶ τοῖς τοιούτοις, ὥσπερ δυσχεραίνοντας διότι παρώφθητε. αὐτοῖς μέντοι τοῖς ταῦτα ποιήσασιν ἐπεστείλαμεν τὰ πρέποντα, παρακαλοῦντες αὐτούς, ἐπειδή τινα διχόνοιαν ἔπαθον οἱ ἐκεῖ ἀδελφοί, τῆς μὲν ἀγάπης μὴ ἀποστῆναι, τὴν δὲ διόρθωσιν ἀναμένειν παρὰ τῶν δυναμένων ἐκκλησιαστικῶς ἰατρεύειν τὰ πταίσματα. ὅπερ ἐπειδὴ ἐποίησας, καλῶς καὶ προσηκόντως κινηθείς, ἐπῃνέσαμέν σε, καὶ ηὐχαριστήσαμεν τῷ Κυρίῳ, ὅτι ἐστὶ λείψανον τῆς παλαιᾶς εὐταξίας σωζόμενον παρὰ σοὶ καὶ ἡ Ἐκκλησία τὴν ἑαυτῆς ἰσχὺν οὐκ ἀπώλεσεν ἐν τῷ ἡμετέρῳ διωγμῷ. οὐ γὰρ μεθʼ ἡμῶν ἐδιώχθησαν καὶ οἱ κανόνες. πολλάκις οὖν ὀχληθεὶς παρὰ τῶν Γαλατῶν, οὐδέποτε ἠδυνήθην αὐτοῖς ἀποκρίνασθαι, ἀναμένων τὰς ὑμετέρας ἐπικρίσεις. καὶ νῦν, ἐὰν ὁ Κύριος δῷ, καὶ θελήσωσιν ἀνασχέσθαι ἡμῶν, ἐλπίζομεν τὸν λαὸν προσάξειν τῇ ἐκκλησίᾳ, ὡς μὴ αὐτοὺς ἡμᾶς ὀνειδίζεσθαι Μαρκελλιανοῖς προσκεχωρηκέναι, ἀλλʼ ἐκείνους μέλη γενέσθαι τοῦ σώματος τῆς Ἐκκλησίας τοῦ Χριστοῦ, ὥστε τὸν πονηρὸν ψόγον, τὸν κατασκεδασθέντα ἐκ τῆς αἱρέσεως, ἐναφανισθῆναι τῇ ἡμετέρᾳ προσλήψει, καὶ μὴ ἡμᾶς καταισχυνθῆναι ὡς προσθεμένους αὐτοῖς. Ἐλύπησε δὲ ἡμᾶς ὁ ἀδελφὸς Δωρόθεος, ὡς αὐτὸς ἐπέστειλας, μὴ πάντα προσηνῶς μηδὲ πράως διαλεχθεὶς τῇ κοσμιότητί σου. καὶ τοῦτο τῇ τῶν καιρῶν λογίζομαι δυσκολίᾳ. ἐοίκαμεν γὰρ εἰς μηδὲν εὐοδοῦσθαι ὑπὸ τῶν ἁμαρτιῶν ἡμῶν, εἴπερ οἱ σπουδαιότατοι τῶν ἀδελφῶν οὐχ εὑρίσκονται προσηνεῖς, οὐδὲ εὔθετοι ταῖς διακονίαις τῷ μὴ πάντα κατὰ γνώμην ἡμετέραν ἐπιτελεῖν. ὃς ἐπανελθὼν διηγήσατο ἡμῖν τὰς ἐπὶ τοῦ σεμνοτάτου ἐπισκόπου Δαμάσου πρὸς τὴν σὴν τιμιότητα γενομένας αὐτῷ διαλέξεις, καὶ ἐλύπει ἡμᾶς λέγων τοῖς Ἀρειομανίταις συγκατηριθμῆσθαι τοὺς θεοφιλεστάτους ἀδελφοὺς ἡμῶν τοὺς συλλειτουργοὺς Μελέτιον καὶ Εὐσέβιον. ὧν εἰ καὶ μηδὲν ἄλλο συνίστη τὴν ὀρθοδοξίαν, ὁ γοῦν παρὰ τῶν Ἀρειανῶν πόλεμος ἀπόδειξιν ἔχει ὀρθότητος οὐκ ὀλίγην τοῖς εὐγνωμόνως λογιζομένοις. τὴν δὲ σὴν εὐλάβειαν συνάπτειν αὐτοῖς εἰς ἀγάπην ὀφείλει καὶ ἡ κοινωνία τῶν ὑπὲρ Χριστοῦ παθημάτων. ἐκεῖνο δὲ πέπεισο, ὡς ἀληθῶς τιμιώτατε, ὅτι οὐκ ἔστι τι ῥῆμα ὀρθοδοξίας, ὃ μὴ μετὰ πάσης παρρησίας παρὰ τῶν ἀνδρῶν τούτων ἐκηρύχθη ὑπὸ Θεῷ μάρτυρι καὶ ἀκροαταῖς ἡμῖν. οἳ οὐδʼ ἂν πρὸς ὥραν αὐτῶν ἐδεξάμεθα τὴν συνάφειαν, εἰ σκάζοντας αὐτοὺς περὶ τὴν πίστιν εὕρομεν. ἀλλὰ, εἰ δοκεῖ, τὰ παρελθόντα ἐάσωμεν, τοῖς δὲ ἐφεξῆς ἀρχήν τινα δῶμεν εἰρηνικήν. χρῄζομεν γὰρ ἀλλήλων πάντες κατὰ τὴν τῶν μελῶν κοινωνίαν, καὶ μάλιστα νῦν, ὅτε αἱ τῆς ἀνατολῆς ἐκκλησίαι πρὸς ἡμᾶς ἀποβλέπουσι, καὶ τὴν μὲν ὑμετέραν ὁμόνιαν ἀφορμὴν εἰς στηριγμὸν καὶ βεβαιότητα λήψονται· ἐὰν δὲ αἴσθωνται ὑμᾶς ἐν ὑποψίᾳ τινὶ πρὸς ἀλλήλους εἶναι, ἐκλυθήσονται καὶ παρήσουσιν ἑαυτῶν τὰς χεῖρας, πρὸς τὸ μὴ ἀνταίρειν τοῖς πολεμίοις τῆς πίστεως.
Ἐγὼ τῆς διαθέσεως μὲν ἕνεκεν, ἧς ἔχω περὶ τὴν σὴν θεοσέβειαν, ἐπεθύμουν αὐτὸς παραγενέσθαι καὶ δι’ ἐμαυτοῦ περιπτύξασθαί σου τὴν ἀληθινὴν ἀγάπην, καὶ δοξάσαι τὸν Κύριον τὸν ἐν σοὶ μεγαλυνθέντα καὶ τὸ τίμιόν σου γῆρας περιφανὲς καταστήσαντα πᾶσι τοῖς ἐν τῇ οἰκουμένῃ φοβουμένοις αὐτόν. ἐπειδὴ δὲ καὶ ἀσθένεια τοῦ σώματος βαρεῖα καταπονεῖ με καὶ φροντὶς ἐκκλησιῶν ἐπίκειταί μοι ἀμύθητος, καὶ οὐκ εἰμὶ ἐμαυτοῦ κύριος πρὸς τὸ ἀποδημεῖν ὅπου βούλομαι καὶ συντυγχάνειν οἷς ἐπιθυμῶ, διὰ τοῦ γράμματος ἀναπαύω τὸν πόθον ὃν ἔχω ἐπὶ τῇ ἀπολαύσει τῶν ἐν σοὶ καλῶν, καὶ παρακαλῶ τὴν ἀνυπέρβλητόν σου εὐλάβειαν εὔχεσθαι ὑπὲρ ἐμοῦ καὶ τῆς Ἐκκλησίας, ἵνα ὁ Κύριος δῷ ἡμῖν ἀπροσκόπως παρελθεῖν τὰς λυπουμένας ἡμέρας ἢ ὥρας τῆς παρεπιδημίας ἡμῶν· παράσχοι δὲ ἡμῖν καὶ ἰδεῖν τὴν εἰρήνην τῶν ἐκκλησιῶν αὐτοῦ καὶ ἀκοῦσαι περί τε τῶν λοιπῶν συλλειτουργῶν σου καὶ τῶν συναθλητῶν ἃ εὐχόμεθα, καὶ περὶ σοῦ αὐτοῦ, ἃ νυκτὸς καὶ ἡμέρας οἱ ὑπὸ σὲ λαοὶ ζητοῦσι παρὰ τοῦ Κυρίου τῆς δικαιοσύνης. Γίνωσκε δὲ ὅτι πολλάκις μὲν οὐκ ἐπεστείλαμεν, οὐδὲ ὁσάκις ὀφειλόμενον ἦν, ἐπεστείλαμεν δὲ ὅμως τῇ θεοσεβείᾳ σου. καὶ τάχα οὐκ ἠδυνήθησαν διασῶσαι τὰς προσηγορίας ἡμῶν οἱ πιστευθέντες τὴν διακονίαν τῶν γραμμάτων ἀδελφοί. ἀλλὰ νῦν, ἐπειδὴ ἐπετύχομεν ἡμετέρων τῶν ὁδοιπορούντων πρὸς τὴν σὴν τιμιότητα, καὶ τὰ γράμματα αὐτοῖς ἐνεχειρίσαμεν προθύμως, καὶ ἀπεστείλαμέν τινα, ἃ καταξίωσον ὑποδέξασθαι παρὰ τῆς ἡμετέρας ταπεινώσεως ἀνυπερηφάνως, καὶ εὐλογῆσαι ἡμᾶς κατὰ μίμησιν τοῦ πατριάρχου Ἰσαάκ. εἰ δέ τι, καὶ ὡς ἀσχολούμενοι καὶ ὑπὸ πλήθους φροντίδων τὸν νοῦν βεβαπτισμένον ἔχοντες, παρείδομεν τῶν πρεπόντων, μὴ λογίσῃ ἡμῖν, μηδὲ λυπηθῆς· ἀλλὰ μίμησαι τὴν σεαυτοῦ ἐν πᾶσι τελειότητα, ἵνα καὶ ἡμεῖς ἀπολαύσωμέν σου τῆς ἀρετῆς ὡς καὶ οἱ λοιποὶ πάντες. ἐρρωμένος, εὔθυμος ἐν Κυρίῳ, ὑπερευχόμενός μου, χαρισθείης μοι καὶ τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ.
Ἔδειξε καὶ ἐφʼ ἡμῶν ὁ Κύριος, ὅτι οὐκ ἐγκαταλείπει τοὺς ὁσίους αὐτοῦ, τῇ μεγάλῃ καὶ κραταιᾷ χειρὶ αὐτοῦ περισκεπάσας τὴν ζωὴν τῆς ὁσιότητός σου. σχεδὸν γὰρ παραπλήσιον τοῦτο τιθέμεθα τῷ ἐν κοιλίᾳ κήτους ἀπαθῆ διαμεῖναι τὸν ἅγιον, καὶ ἐν πυρὶ λάβρῳ ἀβλαβῶς διαιτᾶσθαι τοὺς φοβουμένους τὸν Κύριον, ὅπου γε καὶ τὴν σὴν θεοσέβειαν πανταχόθεν ὑμῖν, ὡς ἀκούω, τοῦ πολέμου περιχυθέντος, ἀβλαβῆ διεφύλαξε. καὶ φυλάξειέ γε πρὸς τὸ ἑξῆς ὁ δυνατὸς Θεὸς ἡμῖν, ἐὰν ἔτι ζῶμεν, τὸ πολύευκτον θέαμα, ἢ τοῖς γοῦν ἄλλοις, οἳ τὴν σὴν ἐπάνοδον οὕτως ἀναμένουσιν ὡς οἰκείαν ἑαυτῶν σωτηρίαν. πέπεισμαι γὰρ ὅτι, τοῖς δάκρυσι τῶν ἐκκλησιῶν καὶ τοῖς στεναγμοῖς οἷς ἐπὶ σοὶ πάντες στενάζουσι προσχών, ὁ φιλάνθρωπος διαφυλάξει σε τῷ βίῳ, ἕως ἂν δῷ τὴν χάριν τοῖς νυκτὸς καὶ ἡμέρας δεομένοις αὐτοῦ. Τὰ μὲν οὖν μέχρι τῆς ἐπιδημίας τοῦ ἀγαπητοῦ ἀδελφοῦ ἡμῶν Λιβανίου τοῦ συνδιακόνου πεπραγμένα καθʼ ὑμῶν δι’ αὐτοῦ κατὰ τὴν πάροδον ἱκανῶς ἐδιδάχθημεν, τὰ δὲ ἀπʼ ἐκείνου τοῦ χρόνου δεόμεθα μαθεῖν. μείζονα γὰρ ἐν τῷ μεταξὺ καὶ χαλεπώτερα ἀκούομεν γεγενῆσθαι πάθη περὶ τοὺς τόπους· ἅπερ, ἐὰν μὲν ᾖ δυνατόν, καὶ θᾶττον, εἰ δὲ μή, διὰ γοῦν τοῦ εὐλαβεστάτου ἀδελφοῦ Παύλου τοῦ συμπρεσβυτέρου ἐπανιόντος μάθοιμεν, ὡς εὐχόμεθα, ὅτι ἀβλαβὴς καὶ ἀνεπηρέαστος ὑμῶν φυλάττεται ἡ ζωή. διὰ δὲ τὸ ἀκοῦσαι πάντα λῃστῶν καὶ δησερτόρων πεπληρῶσθαι τὰ τῆς ὁδοῦ, ἐφοβήθημέν τι εἰς χεῖρας ἐμβαλεῖν τοῦ ἀδελφοῦ, μὴ καὶ αὐτῷ παραίτιοι θανάτου γενώμεθα. ἐὰν δὲ δῷ ὁ Κύριος μετρίαν γαλήνην, ὡς ἀκούομεν τοῦ στρατοπέδου τὴν πάροδον, σπουδάσομεν καὶ τῶν ἡμετέρων ἐκπέμψαι τινά, τὸν ἐπισκεψόμενον καὶ ἕκαστα ἡμῖν τῶν παρʼ ὑμῖν ἀναγγέλλοντα.
Τὸ μὲν ἀκόλουθον ἦν καὶ ὀφειλόμενόν σου τῇ διαθέσει ἡμᾶς αὐτοὺς παρεῖναι καὶ συμμετέχειν τῶν γινομένων. οὕτω γὰρ ἂν ἑαυτῶν τε τὴν λύπην κατεπραύναμεν καὶ τῇ σεμνότητί σου τῆς παρακλήσεως τὸ εἰκὸς ἀπεπληρώσαμεν. ἐπεὶ δὲ οὐκέτι μου φέρει τὸ σώμα τὰς μακροτέρας κινήσεις, ἐπὶ τὴν διὰ τοῦ γράμματος ἤλθομεν ὁμιλίαν, ὡς ἂν μὴ παντάπασι δόξαιμεν ἀλλοτρίως ἔχειν πρὸς τὰ συμβάντα. Τίς μὲν οὖν τὸν ἄνδρα ἐκεῖνον οὐκ ἐστέναξε; τίς δὲ οὕτω λίθινος τὴν καρδίαν ὡς μὴ θερμὸν ἐπʼ αὐτῷ ἀφεῖναι δάκρυον; ἐμὲ δὲ καὶ διαφερόντως κατηφείας ἐπλήρωσε, τάς τε ἰδίας περὶ ἐμὲ τιμὰς τοῦ ἀνδρὸς λογιζόμενον καὶ τὴν κοινὴν τῶν ἐκκλησιῶν τοῦ Θεοῦ προστασίαν. ἀλλʼ ὅμως ἐλογισάμεθα ὅτι, ἄνθρωπος ὢν καὶ λειτουργήσας τῷ βίῳ τούτῳ τὰ ἐπιβάλλοντα, τοῖς καθήκουσι χρόνοις πάλιν παρὰ τοῦ οἰκονομοῦντος τὰ ἡμέτερα Θεοῦ προσελήφθη. ἃ καὶ τὴν σὴν φρόνησιν ἐνθυμουμένην πράως ἔχειν ἐπὶ τῷ συμβάντι παρακαλοῦμεν, καί, ὡς οἷόν τε, μετρίως φέρειν τὴν συμφοράν. ἱκανὸς μὲν οὖν καὶ ὁ χρόνος μαλάξαι τὴν καρδίαν σου καὶ πάροδον δοῦναι τοῖς λογισμοῖς· ἀλλʼ ὅμως ὕποπτον ἡμῖν ἐστι τὸ ἄγαν σου φίλανδρον καὶ περὶ πάντας χρηστόν, μή ποτε ἔκδοτον δῷς σεαυτὴν τῷ πάθει, δι’ ἁπλότητα ἠθῶν βαθεῖαν τὴν πληγὴν δεξαμένη τῆς λύπης. πάντοτε μὲν οὖν χρήσιμον τὸ τῶν Γραφῶν διδασκάλιον, μάλιστα δὲ ἐπὶ τῶν τοιούτων καιρῶν. μνήσθητι τοίνυν τῆς τοῦ κτίσαντος ἡμᾶς ἀποφάσεως, δι’ ἧς πάντες οἱ ἐκ τῆς γῆς φύντες πάλιν εἰς γῆν ὑποστρέφομεν· καὶ οὐδεὶς οὕτω μέγας, ὥστε βελτίων φανῆναι τῆς διαλύσεως. Καλὸς μὲν οὖν καὶ μέγας ὁ θαυμαστὸς ἐκεῖνος, καὶ ἐφάμιλλος τῇ ῥώμῃ τοῦ σώματος τὴν τῆς ψυχῆς ἀρετήν, φημὶ κἀγώ, οὐμενοῦν ἔχων ὑπερβολὴν εἰς ἑκάτερον· ἀλλʼ ὅμως ἄνθρωπος, καὶ τέθνηκεν, ὡς Ἀδάμ, ὡς Ἄβελ, ὡς Νῶε, ὡς Ἀβραάμ, ὡς Μωσῆς, ὡς ὅντινα ἂν εἴποις τῶν τῆς αὐτῆς φύσεως μετασχόντων. μὴ οὖν, ἐπειδὴ ἀφῃρέθημεν αὐτόν, ἀγανακτῶμεν, ἀλλʼ ὅτι τὴν ἀρχὴν συνῳκήσαμεν αὐτῷ, χάριν ἔχωμεν τῷ συζεύξαντι. τὸ μὲν γὰρ στερηθῆναι ἀνδρὸς κοινόν σοι πρὸς τὰς ἄλλας γυναῖκας· ἐπὶ δὲ τοιαύτῃ συνοικήσει οὐκ οἶμαι ἄλλην γυναικῶν τὰ ἴσα ἔχειν σεμνύνεσθαι. ἓν γὰρ τῷ ὄντι ὑπόδειγμα τῆς ἀνθρωπείας φύσεως τὸν ἄνδρα ἐκεῖνον ὁ κτίσας ἡμᾶς ἐδημιούργησεν, ὥστε πάντες μὲν ὀφθαλμοὶ πρὸς αὐτὸν ἐφέροντο, πᾶσα δὲ γλῶσσα τὰ κατʼ αὐτὸν διεξῄει· γραφεῖς δὲ καὶ πλάσται τῆς ἀξίας ἀπελιμπάνοντο· ἱστορικοὶ δὲ ἄνδρες, τὰ κατὰ τοὺς πολέμους ἀνδραγαθήματα διηγούμενοι, πρὸς τὴν τῶν μύθων ἐκπίπτουσιν ἀπιστίαν. ὅθεν οὐδὲ πιστεύειν ἠνείχοντο οἱ πολλοὶ τῇ φήμῃ τὴν σκυθρωπὴν ἐκείνην ἀγγελίαν περιαγούσῃ, οὐδὲ καταδέχεσθαι ὅλως, ὅτι τέθνηκεν Ἀρινθαῖος. ἀλλʼ ὅμως πέπονθεν ἃ οὐρανῷ καὶ ἡλίῳ καὶ γῇ συμβήσεται. Οἴχεται καταλύσας λαμπρῶς, μὴ ὑπὸ γήρως κατακαμφθείς, μὴ καθυφείς τι τῆς περιφανείας· μέγας μὲν ἐν τῷ παρόντι βίῳ, μέγας δὲ ἐν τῷ μέλλοντι· μηδὲν ἐκ τῆς παρούσης λαμπρότητος πρὸς τὴν ἐλπιζομένην δόξαν ζημιωθείς, διὰ τὸ πᾶσαν κηλῖδα τῆς ψυχῆς πρὸς αὐταῖς ταῖς ἐξόδοις τοῦ βίου τῷ λουτρῷ τῆς παλιγγενεσίας ἀποκαθήρασθαι. ὧν ὅτι αὐτή, πρόξενος αὐτῷ καὶ συνεργὸς γενομένη, μεγίστην ἔχει παραμυθίαν. καὶ μετάθες τὴν ψυχὴν ἀπὸ τῶν παρόντων ἐπὶ τὴν τῶν μελλόντων μέριμναν, ὥστε καταξιωθῆναι δι’ ἔργων ἀγαθῶν τὸν ὅμοιον αὐτῷ τῆς ἀναπαύσεως τόπον καταλαβεῖν. φείδου μητρὸς γηραιᾶς, φείδου θυγατρὸς νεαρᾶς, αἷς μόνη πρὸς παραμυθίαν λέλειψαι. γενοῦ ὑπόδειγμα ἀνδρείας ταῖς λοιπαῖς γυναιξί· καὶ οὕτω τὸ πάθος μέτρησον, ὡς μήτε ἐκβαλεῖν τῆς καρδίας, μήτε καταποθῆναι ὑπὸ τῆς λύπης. ἐπὶ πᾶσι πρὸς τὸν μέγαν τῆς ὑπομονῆς μισθὸν ἀπόβλεψον, τὸν παρὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐν τῇ ἀνταποδόσει τῶν βεβιωμένων ἡμῖν ἐπηγγελμένον.
Πάνυ λυποῦμαι ὅτι οὐχ εὑρίσκω ὑμᾶς ἐπὶ τοῖς ἀπηγορευμένοις οὔτε ἀγανακτοῦντας οὔτε δυναμένους λογίζεσθαι, ὅτι εἰς αὐτὸν τὸν βίον καὶ τὴν ζωὴν τὴν ἀνθρωπίνην παρανομία ἐστὶ καὶ τυραννὶς ἡ γινομένη αὕτη ἁρπαγή, καὶ ὕβρις κατὰ τῶν ἐλευθέρων. οἶδα γὰρ ὅτι, εἰ τοιαύτην εἴχετε γνώμην πάντες, οὐδὲν ἐκώλυε πάλαι τοῦ κακοῦ τὴν συνήθειαν τούτου ἐξελαθῆναι τῆς πατρίδος ἡμῶν· ἀνάλαβε τοίνυν ἐπὶ τοῦ παρόντος ζῆλον Χριστιανοῦ, καὶ κινήθητι ἀξίως τοῦ ἀδικήματος. καὶ τὴν μὲν παῖδα, ὅπουπερ ἂν εὕρῃς, ἀφελόμενος πάσῃ εὐτονίᾳ ἀποκατάστησον τοῖς γονεῦσι· καὶ αὐτὸν δὲ ἐκεῖνον ἐξόρισον τῶν εὐχῶν, καὶ ἐκκήρυκτον ποίησον· καὶ τοὺς συνεπελθόντας αὐτῷ, κατὰ τὸ ἤδη προλαβὸν παρʼ ἡμῶν κήρυγμα, τριετίαν πανοικεὶ τῶν εὐχῶν ἐξόρισον. καὶ τὴν κώμην τὴν ὑποδεξαμένην τὴν ἁρπαγεῖσαν, καὶ φυλάξασαν, ἤτοι ὑπερμαχήσασαν, καὶ αὐτὴν ἔξω τῶν εὐχῶν πανδημεὶ ποίησον· ἵνα μάθωσι πάντες, ὡς ὄφιν, ὡς ἄλλο τι θηρίον, κοινὸν ἐχθρὸν ἡγούμενοι τὸν ἅρπαγα, οὕτως ἀποδιώκειν αὐτὸν καὶ προΐστασθαι τῶν ἀδικουμένων.
Εὐθὺς καὶ κατὰ πόδας τῆς σῆς ἀναχωρήσεως ἐπιστὰς τῇ πόλει, ὅσον ἠθύμησα διαμαρτών σου, τί δεῖ καὶ λέγειν πρὸς ἄνδρα οὐ λόγου δεόμενον, ἀλλὰ πείρᾳ εἰδότα, τῷ τὰ ὅμοια πεπονθέναι; ὅσου γὰρ ἦν ἄξιον ἐμοὶ ἰδεῖν τὸν πάντα ἄριστον Εὐσέβιον, καὶ περιπτύξασθαι, καὶ πρὸς τὴν νεότητα πάλιν τῇ μνήμῃ ἐπανελθεῖν, καὶ ὑπομνησθῆναι ἡμερῶν ἐκείνων, ἐν αἷς καὶ δωμάτιον ἡμῖν ἕν, καὶ ἑστία μία, καὶ παιδαγωγὸς ὁ αὐτός, καὶ ἄνεσις, καὶ σπουδή, καὶ τρυφή, καὶ ἔνδεια, καὶ πάντα ἡμῖν ἐξ ἴσου πρὸς ἀλλήλους ὑπῆρχε. πόσου οἴει τίθεσθαί με ἄξιον πάντα ταῦτα διὰ τῆς σῆς συντυχίας ἀναλαβεῖν τῇ μνήμῃ, καὶ τὸ βαρὺ τοῦτο γῆρας ἀποξυσάμενον, νέον δοκεῖν πάλιν ἐκ γέροντος γεγενῆσθαι; ἀλλʼ ἐκείνων μέν με διέφυγεν ἡ ἀπόλαυσις, τὸ δὲ διὰ γράμματος ἰδεῖν σου τὴν λογιότητα, καὶ τὸν ἐνόντα τρόπον ἑαυτὸν παραμυθήσασθαι, οὐκ ἀφῃρέθην, τῇ συντυχίᾳ τοῦ αἰδεσιμωτάτου Κυριακοῦ τοῦ συμπρεσβυτέρου· ὃν αἰσχύνομαι συνιστῶν σοι καὶ οἰκεῖον ποιῶν δι’ ἐμαυτοῦ, μή ποτε δόξω περίεργόν τι ποιεῖν σοὶ προσάγων τὰ ἴδιά σου καὶ ἐξαίρετα. ἀλλʼ ἐπειδή με δεῖ καὶ μάρτυρα εἶναι τῆς ἀληθείας, καὶ τοῖς συνημμένοις πνευματικῶς τὰ μέγιστα τῶν ἐμοὶ προσόντων χαρίζεσθαι, τὸ μὲν περὶ τὴν ἱερωσύνην ἀνεπηρέαστον τοῦ ἀνδρὸς ἡγοῦμαι καὶ σοὶ φανερὸν εἶναι, βεβαιῶ δὲ κἀγώ, οὐδεμίαν γνωρίζων κατʼ αὐτοῦ παρὰ τῶν πᾶσιν ἐπιβαλλόντων τὰς χεῖρας, τῶν μὴ φοβουμένων τὸν Κύριον, ἐπήρειαν. καίτοιγε εἴ τι ἐγεγόνει παρʼ αὐτῶν, οὔθʼ οὕτως ἀνάξιος ἦν ὁ ἀνήρ· οἱ δὲ ἐχθροὶ τοῦ Κυρίου βεβαιοῦσι τοὺς βαθμοὺς μᾶλλον οἷς ἂν προσπολεμῶσιν, ἢ ἀφαιροῦνταί τι τῆς ὑπαρχούσης αὐτοῖς παρὰ τοῦ Πνεύματος χάριτος. πλὴν ἀλλʼ, ὅπερ ἔφην, οὐδὲ κατεπενοήθη τι τοῦ ἀνδρός. ὡς οὖν πρεσβύτερον ἀνεπηρέαστον καὶ ἡμῖν συνημμένον καὶ πάσης αἰδοῦς ἄξιον, οὕτω καταξίου αὐτὸν ὁρᾷν, σαυτόν τε ὠφελῶν καὶ ἡμῖν χαριζόμενος.
Ἀπήγγειλέ μοι Ἀκτίακος ὁ διάκονος, ὅτι σέ τινες ἐλύπησαν καθʼ ἡμῶν, διαβάλλοντες ἡμᾶς ὡς οὐκ εὐνοϊκῶς πρὸς τὴν σὴν διακειμένους σεμνότητα. ἐγὼ δὲ οὐκ ἐθαύμασα εἴ τινές εἰσιν ἀνδρὶ τοσούτῳ παρεπόμενοι κόλακες. πεφύκασι γάρ πως ταῖς μεγάλαις δυναστείαις αἱ ἀνελεύθεροι αὐταὶ παραφύεσθαι θεραπεῖαι, οἳ διὰ τὸ ἀπορεῖν οἰκείου ἀγαθοῦ, δι’ οὗ γνωρισθῶσιν, ἐκ τῶν ἀλλοτρίων κακῶν ἑαυτοὺς συνιστῶσι. καὶ σχεδόν, ὥσπερ ἡ ἐρυσίβη τοῦ σίτου ἐστὶ φθορὰ ἐν αὐτῷ γινομένη τῷ σίτῳ, οὕτω καὶ ἡ κολακεία τὴν φιλίαν ὑποδυομένη λύμη ἐστὶ τῆς φιλίας. οὐ τοίνυν ἐθαύμασα, ὡς ἔφην, εἴ τινες, ὥσπερ οἱ κηφῆνες τὰ σμήνη, οὕτως αὐτοὶ τὴν λαμπράν σου καὶ θαυμαστὴν ἑστίαν περιβομβοῦσιν. Ἀλλʼ ἐκεῖνό μοι θαυμαστὸν ἐφάνη καὶ παντελῶς παράλογον, τὸ σέ, ἄνδρα ἐπὶ τῷ βάρει τοῦ ἤθους μάλιστα διαφανῆ, ἀνασχέσθαι αὐτοῖς ἀμφοτέρας ἀνεῖναι τὰς ἀκοάς καὶ διαβολὴν κατʼ ἐμοῦ παραδέξασθαι, ὃς πολλοὺς ἀγαπήσας ἐκ τῆς πρώτης ἡλικίας μέχρι τοῦ γήρως τούτου, οὐδένα οἶδα εἰς φιλίαν τῆς σῆς τελειότητος προτιμήσας. καὶ γὰρ καὶ εἰ μὴ ὁ λόγος ἔπεισέ με ἀγαπᾷν τοιοῦτον ὄντα, ἐξήρκει ἡ ἐκ παιδὸς συνήθεια προσδῆσαί με τῇ ψυχῇ σου. οἶδας δὲ ὅσον δύναται πρὸς φιλίαν τὸ ἔθος. εἰ δὲ οὐδὲν δείκνυμι τῆς προαιρέσεως ταύτης ἄξιον, σύγγνωθί μου τῇ ἀσθενείᾳ. καὶ γὰρ οὐδὲ αὐτὸς ἔργον παρʼ ἐμοῦ εἰς ἀπόδειξιν τῆς εὐνοίας ἐπιζητήσεις, ἀλλὰ προαίρεσιν δηλονότι τὰ βέλτιστά σοι συνευχομένην. μὴ γάρ ποτε εἰς τοῦτο καταβαίη τὰ σά, ὥστε τῆς παρὰ τῶν οὕτω μικρῶν, ὁποῖος αὐτός εἰμι, εὐεργεσίας προσδεηθῆναι. Πῶς οὖν ἔμελλον ἐγὼ ὑπεναντίον τί σοι λέγειν ἢ πράττειν ἐν τοῖς κατὰ Μεμνόνιον πράγμασι; ταῦτα γάρ μοι ἀπήγγειλεν ὁ διάκονος. πῶς δὲ τὴν Ὑμητίου εὐπορίαν προτιμοτέραν ἐτιθέμην τῆς σῆς οἰκειώσεως, ἀνδρὸς οὕτω δαπανῶντος τὴν οὐσίαν; ἀλλʼ οὐκ ἔστι τούτων οὐδὲν ἀληθές· οὔτε τι εἴρηται παρʼ ἐμοῦ οὔτε πέπρακται ὑπεναντίον. ἐκεῖνο δὲ ἴσως ἀφορμὴν ἔδωκε τοῖς τὰ ψευδῆ λέγουσι, τὸ παρʼ ἐμοῦ πρὸς τινὰς τῶν θορυβούντων λεχθέν, ὅτι Εἰ μὲν προείρηται εἰς ἔργον ἀγαγεῖν τὴν ἑαυτοῦ γνώμην ὁ ἄνθρωπος, κἂν θορυβήσητε ὑμεῖς, κἂν μή, γενήσεται πάντως καὶ λαλούντων ὑμῶν καὶ σιωπώντων οὐδὲν ἧττον τὰ σπουδαζόμενα· εἰ δὲ μεταβουλεύσεται, μὴ παρασύρητε τὸ σεμνότατον ὄνομα τοῦ φίλου ἡμῶν, μηδὲ ἐν προσχήματι δῆθεν τῆς περὶ τὸν προστάτην ὑμῶν σπουδῆς ἑαυτοῖς τι κέρδος ἐντεῦθεν, ἐξ ὧν ἐπανατείνεσθε φόβον καὶ ἀπειλήν, καταπράττεσθε. πρὸς δὲ αὐτὸν ἐκεῖνον τὸν τὰς διαθήκας γράφοντα οὔτε δι’ ἐμαυτοῦ οὔτε δι’ ἑτέρου ἐφθεγξάμην ἢ μικρὸν ἢ μεῖζον περὶ τοῦ πράγματος τούτου. Καὶ τούτοις ἀπιστεῖν οὐκ ὀφείλεις, εἰ μὴ παντελῶς με ἀπεγνωσμένον ἡγῇ, καὶ καταφρονεῖν τῆς μεγάλης ἁμαρτίας τοῦ ψεύδους. ἀλλὰ πάνυ ἡμῖν αὐτὸς καὶ τὴν ἐπὶ τῷ πράγματι τούτῳ ὑπόνοιαν ἄφες, καὶ τοῦ λοιποῦ πάσης διαβολῆς ὑψηλοτέραν ποιοῦ τὴν ἐμὴν περὶ σὲ διάθεσιν, τὸν Ἀλέξανδρον μιμούμενος, ὅς, ἐπιστολὴν κατὰ τοῦ ἰατροῦ δεξάμενος ὡς ἐπιβουλεύοντος, ἐπειδὴ ἔτυχεν ἐν αὐτῷ τῷ καιρῷ φάρμακον λαβὼν ὥστε πιεῖν, τοσοῦτον ἀπέσχε πιστεῦσαι τῷ διαβάλλοντι, ὥστε ὁμοῦ τε τὴν ἐπιστολὴν ἀνεγίνωσκε, καὶ τὸ φάρμακον ἔπινεν. οὐδενὸς γὰρ τῶν ἐπὶ φιλίᾳ γνωρίμων ἀτιμότερον ἐμαυτὸν ἀξιῶ τίθεσθαι, τῷ μήτε ἁλῶναί ποτε εἰς φιλίαν ἐξαμαρτών, καὶ ἔτι παρὰ τοῦ Θεοῦ μου λαβεῖν τὴν ἐντολὴν τῆς ἀγάπης, ἧς χρεώστης εἰμὶ οὐ μόνον κατὰ τὴν κοινὴν τῶν ἀνθρώπων φύσιν, ἀλλʼ ὅτι καὶ ἰδίως εὐεργέτην σε γνωρίζω ἐμαυτοῦ τε καὶ τῆς πατρίδος.
Ἀκριβῶς πεπεισμένος οὕτως ἡμᾶς ἀγαπᾷν τὴν σὴν τιμιότητα, ὥστε τὰ ἡμῖν διαφέροντα οἰκεῖα λογίζεσθαι, τὸ αἰδεσιμώτατον ἀδελφὸν ἡμῶν Ἥραν, ὃν οὐ κατὰ συνήθειάν τινα ἀδελφὸν ἡμῶν προσαγορεύομεν, ἀλλὰ κατὰ ἀκριβεστάτην καὶ οὐδεμίαν ἔχουσαν ὑπερβολὴν τῆς φιλίας διάθεσιν, συνιστῶ σου τῇ ὑπερφυεῖ καλοκαγαθίᾳ, καὶ παρακαλῶ οἰκείως τε αὐτὸν θεάσασθαι, καὶ τὴν κατὰ δύναμίν σοι παρασχέσθαι αὐτῷ προστασίαν ἐν οἷς ἂν δέηται τῆς μεγαλονοίας σου· ὥστε με τοῖς πολλοῖς οἷς ἤδη τετύχηκα παρὰ σοὶ ἀγαθοῖς καὶ ταύτην ἔχειν τὴν εὐεργεσίαν συναριθμεῖν.
Ἡ πρὸς τὸν αἰδεσιμώτατον ἀδελφὸν Ἥραν φιλία μοι καὶ συνήθεια, ὅτι ἐκ πάνυ παιδὸς τὴν ἀρχὴν ἔλαβε, καὶ μέχρι γήρως συμπαρέμεινε τῇ τοῦ Θεοῦ χάριτι, παντὸς ἄμεινον καὶ αὐτὸς ἐπίστασαι. σχεδὸν γὰρ καὶ τὴν τῆς σῆς μεγαλοφυίας ἀγάπην ἐξ ἐκείνου ἡμῖν ὁ Κύριος ἐχαρίσατο, ἐξ ὅτου καὶ τὴν πρὸς ἀλλήλους ἡμῖν γνῶσιν προεξένησεν. ἐπεὶ οὖν δεῖται τῆς παρὰ σοῦ προστασίας, παρακαλῶ σε καὶ καθικετεύω, τῇ τε ἀρχαίᾳ περὶ ἡμᾶς διαθέσει χαριζόμενον καὶ τῇ νῦν κατασχούσῃ ἀνάγκῃ προσχόντα, οὕτως οἰκειώσασθαι τὰ κατʼ αὐτὸν πράγματα, ὥστε μηδεμιᾶς αὐτὸν ἑτέρας προστασίας δεηθῆναι, ἀλλʼ ἐπανελθεῖν πρὸς ἡμᾶς πάντα καταπραξάμενον τὰ κατʼ εὐχάς· ὥστε ταῖς πολλαῖς αἷς πεπόνθαμεν παρὰ σοῦ εὐεργεσίαις καὶ ταύτην ἡμᾶς ἔχειν συναριθμεῖν, ἧς οὐκ ἂν μείζονα ἑαυτοῖς, οὐδὲ μᾶλλον ἡμῖν διαφέρουσαν εὑρίσκοντες οἰκειούμεθα.
Προέλαβες τὰς παρʼ ἡμῶν παρακλήσεις ἐν τῇ πρὸς τὸν αἰδεσιμώτατον ἀδελφὸν ἡμῶν Ἥραν διαθέσει, καὶ γέγονας αὐτῷ εὐχῆς ἀμείνων τῶν τε τιμῶν ταῖς ὑπερβολαῖς αἷς εἰς αὐτὸν ἐπεδείξω καὶ ταῖς ἐφʼ ἑκάστου καιροῦ προστασίαις. ὅμως δὲ καὶ ἡμεῖς, ἐπειδὴ σιωπῇ φέρειν τὰ κατʼ αὐτὸν οὐ δυνάμεθα, παρακαλοῦμέν σου τὴν ἀνυπέρβλητον τιμιότητα καὶ εἰς ἡμετέραν χάριν προσθεῖναι τῇ εἰς τὸν ἄνδρα σπουδῇ, καὶ ἀποπέμψαι αὐτὸν τῇ πατρίδι κρείττονα τῆς παρὰ τῶν ἐχθρῶν αὐτοῦ ἐπηρείας· ἐπεὶ νῦν γε οὐκ ἔξω ἐστὶ βελῶν τοῦ φθόνου, πολλῶν αὐτοῦ ἐπηρεάζειν ἐπιχειρούντων τῇ ἀπραγμοσύνῃ τοῦ βίου. πρὸς οὓς μίαν εὑρήσομεν ἀσφάλειαν ἄρρηκτον, εἰ αὐτὸς ὑπερσχεῖν τὴν χεῖρα τοῦ ἀνδρὸς θελήσειας.
Καὶ ὁ κοινὸς πάντων ἀνθρώπων νόμος κοινοὺς πατέρας ποιεῖ τοὺς ἐν ἡλικίᾳ πρεσβύτας, καὶ ὁ ἡμέτερος δὲ τῶν Χριστιανῶν ἴδιος τοὺς γέροντας ἡμᾶς ἐν γονέων τάξει καθίστησι τοῖς τηλικούτοις. ὥστε μὴ περιττόν με ἡγήσῃ, μηδὲ ἔξω τῶν ἀναγκαίων περιεργάζεσθαι, εἰ ὑπὲρ τοῦ παιδὸς ἐγὼ πρεσβεύω τοῦ σοῦ πρὸς σέ. οὗ τὴν μὲν ἐν τοῖς ἄλλοις ὑπακοὴν ἀξιοῦμέν σε ἀπαιτεῖν· ὑπεύθυνος γάρ ἐστιν εἰς τὸ σῶμα καὶ τῷ νόμῳ τῆς φύσεως καὶ τῷ πολιτικῷ τούτῳ καθʼ ὃν οἰκονομούμεθα· τὴν μέντοι ψυχήν, ὡς ἐκ θειοτέρων ἔχων ἧκεν, ἄλλῳ νομίζειν ὑποκεῖσθαι προσῆκον, καὶ Θεῷ ὀφείλεσθαι παρʼ αὐτῆς χρέα τὰ πάντων χρεῶν πρεσβύτατα. ἐπεὶ οὖν τὸν Θεὸν τὸν ἡμέτερον τῶν Χριστιανῶν, τὸν ἀληθινόν, πρὸ τῶν παρʼ ὑμῖν πολλῶν καὶ δι’ ὑλικῶν συμβόλων θεραπευομένων προείλετο, μὴ δυσχεραίνειν αὐτῷ, μᾶλλον δὲ καὶ θαυμάζειν τῆς ψυχῆς τὸ γενναῖον, ὅτι καὶ φόβου καὶ θεραπείας πατρικῆς προτιμότερον ἔθετο διὰ τὴς ἀληθοῦς ἐπιγνώσεως καὶ τοῦ κατʼ ἀρετὴν βίου οἰκειωθῆναι Θεῷ. δυσωπήσει μὲν οὖν σε καὶ αὐτὴ ἡ φύσις καὶ τὸ τοῦ τρόπου πρᾶον περὶ πάντα καὶ ἥμερον οὐδὲ πρὸς ὀλίγον ἐπιτρέψαι σοι τὴν ἐπʼ αὐτῷ λύπην· πάντως δὲ οὐδὲ τὴν ἡμετέραν ἀτιμάσεις πρεσβείαν, μᾶλλον δὲ τὴν τῆς σῆς πόλεως δι’ ἡμῶν πληρουμένην, οἳ τῷ περὶ σὲ φίλτρῳ καὶ τῷ πάντα σοι εὔχεσθαι τὰ καλά, καὶ σὲ αὐτὸν οἴονται Χριστιανὸν ὑποδέξασθαι. οὕτως αὐτοὺς περιχαρεῖς διέθηκε φήμη ἀθρόως ἐμπεσοῦσα τῇ πόλει.
Ἀνήγγειλέ μοι ὁ καλὸς καὶ ἀγαθὸς Θεότεκνος τὰ περὶ τῆς σεμνότητός σου, καὶ ἐνεποίησέ μοι πόθον τῆς σῆς συντυχίας, ἐναργῶς ὑπογράφων τῷ λόγῳ τῆς ψυχῆς σου τὸν χαρακτῆρα· καὶ τοσοῦτον ἐξέκαυσέ μοι τὸ περὶ σὲ φίλτρον, ὥστʼ, εἰ μὴ καὶ τῷ γήρᾳ ἐβαρυνόμην, καὶ τῇ συντρόφῳ κατειχόμην ἀσθενείᾳ, καὶ μυρίαις ταῖς κατὰ τὴν Ἐκκλησίαν φροντίσιν ἤμην πεπεδημένος, οὐδὲν ἄν με κατέσχεν αὐτὸν γενέσθαι παρὰ σέ. καὶ γὰρ οὐ μικρὸν τῷ ὄντι κέρδος, ἐξ οἰκίας μεγάλης καὶ γένους περιφανοῦς πρὸς τὸν εὐαγγελικὸν μεταστάντα βίον, χαλινῶσαι μὲν λογισμῷ τὴν νεότητα, τὰ δὲ τῆς σαρκὸς πάθη δοῦλα τῷ λόγῳ ποιῆσαι, ταπεινοφροσύνῃ δὲ κεχρῆσθαι τῇ ὀφειλομένῃ Χριστιανῷ, φρονοῦντι περὶ ἑαυτοῦ οἷα εἰκός, ὅθεν ἔφυ, καὶ οἷ πορεύεται. ἡ γὰρ τῆς φύσεως ἔννοια καταστέλλει μὲν τῆς ψυχῆς τὸ φλεγμαῖνον, ἀλαζονείαν δὲ πᾶσαν καὶ αὐθάδειαν ὑπερορίζει, καὶ τὸ ὅλον, μαθητὴν τοῦ Κυρίου καθίστησι, τοῦ εἰπόντος· Μάθετε ἀπʼ ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ. τῷ ὄντι γάρ, φίλτατε παίδων, μόνον περισπούδαστον καὶ ἐπαινετὸν τὸ διαρκὲς ἀγαθόν. τοῦτο δὲ ἐστιν ἡ παρὰ Θεοῦ τιμή. Τὰ δὲ ἀνθρώπινα ταῦτα σκιᾶς ἐστιν ἀμυδρότερα καὶ ὀνείρων ἀπατηλότερα. ἥ τε γὰρ νεότης τῶν ἠρινῶν. ἀνθέων ὀξύτερον καταρρεῖ, καὶ ὥρα σώματος ἢ νόσῳ ἢ χρόνῳ καταμαραίνεται. καὶ πλοῦτος μὲν ἄπιστος, δόξα δὲ εὐπερίτρεπτος. αἵ τε περὶ τὰς τέχνας διαπονήσεις τῷ χρόνῳ τούτῳ συναπαρτίζονται. ἀλλὰ καὶ τὸ περισπούδαστον ἅπασιν, οἱ λόγοι, ἄχρι τῆς ἀκοῆς χάριν ἔχουσιν. ἀρετῆς δὲ ἄσκησις τίμιον μὲν κτῆμα τῷ ἔχοντι, ἥδιστον δὲ θεαμάτων τοῖς ἐντυγχάνουσιν. ὧν ἐπιμελούμενος, ἄξιον σεαυτὸν καταστήσεις τῶν ἐν ἐπαγγελίαις ἀποκειμένων παρὰ τοῦ Κυρίου ἀγαθῶν. Τίνι δʼ ἂν τρόπῳ ἔλθοις πρὸς τὴν τῶν καλῶν ἀνάληψιν καὶ ὅπως ἂν τὰ κτηθέντα διασώσαιο, μακρότερον εἰπεῖν ἢ κατὰ τὴν παροῦσαν ὁρμὴν τοῦ λόγου. ἐπῆλθε δʼ οὖν ἐμοὶ καὶ αὐτὰ ταῦτά σοι προσφθέγξασθαι, ἐξ ὧν ἤκουσα παρὰ τοῦ ἀδελφοῦ Θεοτέκνου· ὃν πάντοτε μὲν εὔχομαι ἀληθεύειν, μάλιστα δὲ ἐν τοῖς περὶ σοῦ λόγοις, ἵνα πλέον δοξάζηται ἐπὶ σοὶ ὁ Κύριος, ἀπὸ ῥίζης ἀλλοτρίας τοῖς πολυτιμήτοις καρποῖς τῆς εὐσεβείας βρύοντι.
Ἐγὼ τὴν εὐγένειάν σου καὶ κατὰ τὴν Ὀρφανήνην γενόμενος ἐπεθύμουν ἰδεῖν. προσεδόκων γάρ σε ἐν Κορσαγαίνοις διάγοντα μὴ ὀκνήσειν πρὸς ἡμᾶς διαβῆναι ἐν Ἀτταγαίνοις τελοῦντας τὴν σύνοδον. ἐπεὶ δὲ ἐκείνης διήμαρτον τῆς συνόδου, ἐπεθύμουν ἰδεῖν ἐν τῷ ὄρει. πάλιν γὰρ ἐκεῖ ἡ Εὔησος, πλησίον οὖσα, τὴν ἐλπίδα τῆς συντυχίας ἐπέτεινεν. ὡς δὲ ἀμφοτέρων διήμαρτον, ἦλθον ἐπὶ τὸ γράφειν, ἵνα καταξιώσῃς με καταλαβεῖν, ὁμοῦ μὲν τὸ εἰκὸς ποιῶν, νέος φοιτῶν παρὰ γέροντι, ὁμοῦ δὲ καὶ διὰ τῆς συντυχίας δεχόμενός τινα παρʼ ἡμῶν συμβουλήν, διὰ τὸ εἶναί σοι πράγματα πρός τινας τῶν ἐν Καισαρείᾳ, τὰ δεόμενα τῆς ἡμετέρας μεσιτείας πρὸς τὴν διόρθωσιν. ἐὰν οὖν ἀνεπαχθὲς ᾖ, μὴ κατοκνήσῃς ἡμᾶς καταλαβεῖν.
Κἂν πολλοὶ ὦσιν οἱ γράμματα παρʼ ἡμῶν προσκομίζοντες τῇ τιμιότητί σου, ἀλλὰ διὰ τὸ ὑπερβάλλον τῆς σῆς περὶ ἡμᾶς τιμῆς ἡγοῦμαι τὸ πλῆθος τῶν γραμμάτων ὄχλον μηδένα παρέχειν τῇ μεγαλοφυΐᾳ σου. διὰ τοῦτο προθύμως καὶ τῷ ἀδελφῷ τούτῳ τὴν ἐπιστολὴν ἔδωκα ταύτην, εἰδὼς ὅτι καὶ αὐτὸς πάντων τεύξεται τῶν σπουδαζομένων, καὶ ἡμεῖς ἐν τοῖς εὐεργέταις λογισθησόμεθα παρὰ σοί, ἀφορμὰς εὐποιϊῶν προξενοῦντες τῇ ἀγαθῇ προαιρέσει σου. Τὸ μὲν οὖν πρᾶγμα εἰς ὃ δεῖται τῆς προστασίας σου αὐτὸς ἐρεῖ, ἐὰν αὐτὸν εὐμενεῖ καταξιώσῃς προσιδεῖν τῷ βλέμματι καὶ δῷς αὐτῷ θάρσος ὥστε φωνῆν ῥῆξαι ἐπὶ τῆς μεγάλης σου καὶ ὑπερφυοῦς ἐξουσίας· ἡμεῖς δὲ τὸ ἡμέτερον διὰ τοῦ γράμματος παριστῶμεν, ὅτι τὸ εἰς αὐτὸν γινόμενον οἰκεῖον ἡγούμεθα κέρδος, διὰ τὸ μάλιστα, ἐκ τῆς Τυανέων αὐτὸν ἀναστάντα τούτου ἕνεκεν ἐλθεῖν πρὸς ἡμᾶς, ὡς μέγα τι ἕξοντα κέρδος, εἰ τὴν ἡμετέραν ἐπιστολὴν ἀνθʼ ἱκετηρίας προβάλοιτο. ἵνα οὖν μήτε αὐτὸς τῶν ἐλπίδων ἐκπέσῃ, καὶ ἡμεῖς τῆς συνήθους τιμῆς ἀπολαύσωμεν, καὶ σοὶ ἡ περὶ τὰ ἀγαθὰ σπουδὴ καὶ ἐπὶ τῆς παρούσης ὑποθέσεως πληρωθῇ, ἀξιοῦμεν δεχθῆναι αὐτὸν εὐμενῶς καὶ ἐναρίθμιον γενέσθαι τοῖς οἰκειοτάτοις σοῦ.
Εἰ καὶ τολμηρὸν ἀνδρὶ τοσούτῳ διὰ γραμμάτων ἱκεσίας προσάγειν, ἀλλʼ οὖν ἡ προϋπάρχουσα περὶ ἡμᾶς παρὰ σοῦ τιμὴ ἀφαιρεῖται τῆς καρδίας ἡμῶν τὸ δειλόν, καὶ καταθαρροῦμεν ἐπιστέλλειν ὑπὲρ ἀνθρώπων, οἰκείων μὲν ἡμῖν κατὰ γένος, τιμῆς δὲ ἀξίων διὰ τὴν δεξιότητα τῶν ἠθῶν. ὁ τοίνυν τὴν ἐπιστολὴν ἡμῶν ταύτην ἐπιδιδοὺς ἐν υἱοῦ μοι τάξει καθέστηκεν. ἐπεὶ οὖν δεῖται μόνης τῆς παρὰ σοῦ εὐμενείας εἰς τὸ γενέσθαι αὐτῷ τὰ ἐπιζητούμενα, καταξίωσον δέξασθαί μου τὸ γράμμα, ὃ ἀνθʼ ἱκετηρίας προτείνεταί σοι ὁ προειρημένος, καὶ δοῦναι αὐτῷ καιρὸν διηγήσασθαι τὰ καθʼ ἑαυτὸν καὶ διαλεχθῆναι τοῖς δυναμένοις αὐτῷ συνεργῆσαι, ἵνα τῷ προστάγματί σου ταχέως τύχῃ τῶν σπουδαζομένων, καὶ ἐμοὶ ὑπάρξῃ καλλωπίσασθαι ὅτι μοι δέδοται τοιοῦτος παρὰ τῆς χάριτος τοῦ Θεοῦ προστάτης, ὃς τοὺς ἐμοὶ προσήκοντας ἰδίους ἡγεῖται ἱκέτας καὶ πρόσφυγας.
Μέμνημαι τῆς μεγάλης σου τιμῆς, ὅτι μοι μετὰ τῶν ἄλλων ἔδωκας καὶ τὸ θαρσεῖν ἐπιστέλλειν σου τῇ μεγαλοφυΐᾳ. κέχρημαι τοίνυν τῇ δωρεᾷ, καὶ ἀπολαύω τῆς φιλανθρωποτάτης χάριτος, ὁμοῦ μὲν ἐμαυτὸν εὐφραίνων ἐκ τοῦ διαλέγεσθαι ἀνδρὶ τοσούτῳ, ὁμοῦ δὲ καὶ τῇ σῇ μεγαλονοίᾳ καιρὸν ἐνδιδοὺς σεμνύνειν ἡμᾶς ταῖς ἀποκρίσεσιν. ἐπεὶ δὲ ἱκέτευσα τὴν σὴν ἡμερότητα ὑπὲρ τοῦ ἑταίρου ἡμῶν Ἑλλαδίου τοῦ πρωτεύοντος, ὥστε, τῆς ἐπὶ τῇ ἐξισώσει φροντίδος αὐτὸν ἀνεθέντα, ἐν τοῖς πράγμασι τῆς πατρίδος ἡμῶν συγχωρηθῆναι μοχθεῖν, καί τινος εὐμενοῦς νεύματος ἠξιώθην, ἀνανεοῦμαι τὴν αὐτὴν πρεσβείαν, καί σε καθικετεύω καταπεμφθῆναι πρόσταγμα τῷ ἄρχοντι τῆς ἐπαρχίας συγχωρῆσαι αὐτῷ τὴν ἐνόχλησιν.
Μὴ καλούμενος ἐγκαλεῖς, καὶ καλούμενος οὐχ ὑπακούεις. ἐκ δὲ τῶν δευτέρων δῆλος εἶ καὶ τῇ προτέρᾳ σκέψει μάτην χρησάμενος. οὐ γὰρ ἂν ἧκες, ἐκ τῶν εἰκότων, οὐδὲ τότε κληθείς. ἐπάκουσον οὖν καλοῦσι νῦν, καὶ μὴν γένῃ πάλιν ἀγνώμων, εἰδὼς ὡς ἐγκλήματι προστιθέμενον ἔγκλημα βεβαιοῖ καὶ πιστοτέραν ἐργάζεται τοῦ προτέρου τὴν κατηγορίαν τὸ δεύτερον. ἀεὶ δέ σε καὶ ἡμῶν ἀνέχεσθαι παρακαλῶ, εἰ δὲ ἡμῶν οὐκ ἀνέχῃ, ἀλλʼ οὐ τῶν μαρτύρων ἀμελῆσαι δίκαιον, ὧν ταῖς μνείαις κοινωνήσων καλῇ. δὸς οὖν πρῶτον μὲν ἀμφοτέροις, εἰ δὲ τοῦτο σοι μὴ δοκεῖ, τοῖς γοῦν τιμιωτέροις, τὴν χάριν.
Ἡμέραν μὲν ἐπιτηδείαν τῆς συνόδου ἐλπίζομεν εὑρίσκειν μετὰ τὰς κατὰ τὴν ὀρεινὴν μελλούσας παρʼ ἡμῶν τυποῦσθαι· συντυχίας δὲ καιρὸς ἄνευ τῆς κατὰ τὴν σύνοδον λειτουργίας ἄλλος ἡμῖν οὐχ ὑποφαίνεται, πλὴν ἐὰν μή τι ἔξω τῶν ἐλπιζομένων ὁ Κύριος οἰκονομήσῃ. στοχάζεσθαι δὲ ὀφείλεις ἐν τῶν κατὰ σεαυτὴν πραγμάτων. εἰ γὰρ τῇ σῇ εὐγενείᾳ μιᾶς φροντιζούσῃ τοσοῦτος περίκειται ὄχλος μεριμνῶν, πόσας νομίζεις ἡμᾶς τὰς ἐφʼ ἑκάστης ἡμέρας ἀσχολίας ἔχειν; Τὸ δὲ σὸν ὄναρ ἡγοῦμαι τελειότερον ἐνδείκνυσθαι, ὡς ἄρα δέοι περὶ τῆς κατὰ ψυχὴν θεωρίας ποιεῖσθαί τινα ἐπιμέλειαν, κἀκείνους τοὺς ὀφθαλμοὺς θεραπεύειν οἷς ὁ Θεὸς ὁρᾶσθαι πέφυκεν. ἔχουσα δὲ τὴν ἐκ τῶν θείων Γραφῶν παράκλησιν, οὔτε ἡμῶν οὔτε ἄλλου τινὸς δεηθήσῃ πρὸς τὸ τὰ δέοντα συνορᾷν, αὐτάρκη τὴν ἐκ τοῦ ἁγίου Πνεύματος ἔχουσα συμβουλίαν καὶ ὁδηγίαν πρὸ τὸ συμφέρον.
Οἶμαι μέν τινα ἤδη τύπον κεκρατῆσθαι παρὰ τῇ τιμιότητί σου τῶν μοναζόντων ἕνεκεν, ὡς μηδὲν ἡμᾶς δεῖσθαι ἰδιάζουσαν χάριν ἐπʼ αὐτοῖς αἰτεῖν, ἀλλʼ ἐξαρκεῖν αὐτοῖς, εἰ τῆς κοινῆς μετὰ πάντων ἀπολαύσειαν φιλανθρωπίας· ὅμως δὲ καὶ ἐμαυτῷ ἐπιβάλλειν ἡγούμενος φροντίζειν, τὰ δυνατά, τῶν τοιούτων, ἐπιστέλλω τῇ τελείᾳ συνέσει σου τοὺς πάλαι μὲν ἀποταξαμένους τῷ βίῳ, νεκρώσαντας δὲ ἑαυτῶν τὸ σῶμα, ὡς μήτε ἀπὸ χρημάτων μήτε ἀπὸ τῆς σωματικῆς ὑπηρεσίας δύνασθαί τι παρέχειν τοῖς δημοσίοις χρήσιμον, ἀφιέναι τῶν συντελειῶν. καὶ γὰρ εἴπερ εἰσὶ κατὰ τὸ ἐπάγγελμα ζῶντες, οὔτε χρήματα ἔχουσιν οὔτε σώματα, τὰ μὲν εἰς τὴν τῶν δεομένων κοινωνίαν ἀποκτησάμενοι, τὰ δὲ ἐν νηστείαις καὶ προσευχαῖς κατατρίψαντες. οἶδα δὲ ὅτι τοὺς οὕτω βεβιωκότας παντὸς μᾶλλον δι’ αἰδοῦς ἄξεις, καὶ βουλήσει σεαυτῷ κτήσασθαι βοηθοὺς δυνατοὺς διὰ τῆς κατὰ τὸ εὐαγγέλιον πολιτείας δυσωπῆσαι τὸν Κύριον.
Ὁ τῆς Ἐκκλησίας φροντίζων καὶ διὰ χειρὸς ἔχων τῶν κτήσεων τὴν ἐπιμέλειαν αὐτός ἐστιν ὁ τὴν ἐπιστολὴν ἐπιδιδούς σοι ταύτην, ὁ ἀγαπητὸς υἱὸς ὁ δεῖνα. τούτῳ καταξίωσον, περὶ ὧν ἀναφέρει τῇ κοσμιότητί σου, δοῦναι καὶ λόγου παρρησίαν, καὶ περὶ ὧν διαβεβαιοῦται προσχεῖν· ἵνα ἀπὸ γοῦν τοῦ νῦν δυνηθῇ ἡ Ἐκκλησία ἑαυτὴν ἀναλαβεῖν καὶ τῆς πολυκεφάλου ταύτης ὕδρας ἀπαλλαγῆναι. τοιαύτη γὰρ ἡ τῶν πτωχῶν κτῆσις, ὥστε ἀεὶ ἡμᾶς ζητῆσαι τὸν ὑποδεχόμενον αὐτήν, διὰ τὸ προσαναλίσκειν μᾶλλον τὴν Ἐκκλησίαν, ἤ τινα καρπὸν ἔχειν ἀπὸ τῶν κτημάτων.
Ἐπειδή τινες ἐν τῇ συνόδῳ τῇδε συνελήφθησαν τῶν τὰ πονηρὰ ἐργαζομένων, καὶ κλεπτόντων παρὰ τὴν ἐντολὴν τοῦ Κυρίου ἱμάτια εὐτελῆ πτωχῶν ἀνθρώπων, οὓς ἐνδύειν μᾶλλον ἐχρῆν ἢ ἀποδύειν, συνελάβοντο μὲν αὐτοὺς οἱ τῆς εὐταξίας ἐπιμελόμενοι τῆς ἐκκλησιαστικῆς, νομίσας δὲ αὐτῷ σοι διαφέρειν, ὡς τὰ δημόσια πράττοντι, τὴν τῶν τοιούτων ὑποδοχήν, ἐπέστειλά σοι, γνωρίζων ὅτι τὰ ἐν ταῖς ἐκκλησίαις ἁμαρτανόμενα ὑφʼ ἡμῶν προσήκει τῆς πρεπούσης τυγχάνειν διορθώσεως, δικαστὰς δὲ περὶ τούτων μὴ παρενοχλεῖσθαι. διὰ τοῦτο καὶ τὰ σῦλα αὐτῶν, ἃ δηλοῖ τὸ παρὰ σοὶ κείμενον, καὶ ἡ ἐπὶ πάντων τῶν παρόντων γενομένη ἀντιγραφή, ὑποδεχθῆναι προσέταξα, καὶ τὰ μὲν ταμιευθῆναι τοῖς ἐπερχομένοις, τὰ δὲ διαδοθῆναι τοῖς παροῦσι· τοὺς δὲ ἀνθρώπους ἐπιστρέψαι ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου, οὓς οἶμαι ἐν τῷ ὀνόματι τοῦ Θεοῦ βελτίους ποιήσειν πρὸς τὸ ἐφεξῆς. ἃ γὰρ αἱ τῶν δικαστηρίων πληγαὶ οὐκ ἐργάζονται, ταῦτα ἔγνωμεν πολλάκις τὰ φοβερὰ κρίματα τοῦ Κυρίου κατορθοῦντα· εἰ δὲ δοκεῖ σοι καὶ περὶ τούτων ἀνενεγκεῖν τῷ κόμητι, τοσοῦτον θαρροῦμεν τοῖς δικαίοις καὶ τῇ τοῦ ἀνδρὸς ὀρθότητι, ὅτι ἐπιτρέπομέν σοι ποιεῖν ὃ βούλει.
Δυσμεταχείριστον ἔοικεν εἶναι τὸ κατὰ τόνδε. οὐ γὰρ ἔχομεν τί χρησόμεθα οὕτω πολυτρόπῳ ἤθει, ὡς ἐκ τῶν ὁρωμένων ἐστὶν εἰκάζειν, ἀπεγνωσμένῳ. εἰς κρίσιν μὲν γὰρ καλούμενος, οὐχ ὑπακούει, κἂν ἀπαντήσῃ, τοσαύτῃ χρῆται περιουσίᾳ λόγων καὶ ὅρκων, ὡς ἀγαπητὸν ἡμῖν ποιεῖν τὸ ταχέως αὐτοῦ χωρισθῆναι. εἶδον δὲ αὐτὸν πολλάκις καὶ περιτρέψαντα τὰς αἰτίας τοῖς ἐγκαλοῦσι. καὶ ὅλως οὐδεμία φύσις τῶν ὅσα τὴν γῆν ἐπιβόσκεται οὕτω ποικίλη καὶ πρὸς κακίαν εὔπλαστος, ὡς ἡ τοῦ ἀνθρώπου τούτου, ὡς ἐξ ὀλίγης τῆς πείρας ἔστι τὸ κατʼ αὐτὸν τεκμήρασθαι. τί δὲ ἐρωτᾶτέ με, καὶ οὐ πείθετε ἑαυτοὺς ὑπομένειν τὰς παρʼ αὐτοῦ ἀδικίας ὡς ὀργήν τινα θεήλατον ; ὑπὲρ δὲ τοῦ μὴ ὑμᾶς μολύνεσθαι ἐν κοινωνίᾳ τῶν ἁμαρτημάτων, πανοικεὶ τῶν εὐχῶν κεχωρίσθω, καὶ τῆς ἄλλης τῆς πρὸς τοὺς ἱερατικοὺς κοινωνίας. ἴσως παραφύλαγμα γενόμενος ἐντραπήσεται.
Οὓς τὰ κοινὰ ἐπιτίμια οὐ σωφρονίζει, οὔτε τὸ εἰρχθῆναι τῶν εὐχῶν ἄγει εἰς μετάνοιαν, ἀνάγκη τοῖς παρὰ τοῦ Κυρίου δοθεῖσι κανόσιν ὑποβάλλειν. γέγραπται γάρ· Ἐὰν ὁ ἀδελφός σου ἁμάρτῃ, ἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ· ἐάν σου μὴ ἀκούσῃ, παράλαβε μετὰ σεαυτοῦ ἄλλον· ἐὰν δὲ μηδὲ οὕτως, εἰπὲ τῇ Ἐκκλησίᾳ· ἐὰν δὲ καὶ τῆς Ἐκκλησίας παρακούσῃ, ἔστω σοι λοιπὸν ὡς ἐθνικὸς καὶ ὁ τελώνης· ὃ οὖν ἐγένετο καὶ ἐπὶ τοῦδε. ἅπαξ ἐνεκλήθη· ἐπὶ ἑνὸς καὶ δευτέρου διηλέγχθη· τρίτον ἐπὶ τῆς Ἐκκλησίας. ἐπεὶ οὖν διεμαρτυράμεθα αὐτῷ, καὶ οὐ κατεδέξατο, λοιπὸν ἔστω ἐκκήρυκτος. καὶ διαγγελθήτω πάσῃ τῇ κώμῃ ἀπρόσδεκτον αὐτὸν εἶναι πρὸς πᾶσαν κοινωνίαν χρήσεως βιωτικῆς, ὡς, ἐκ τοῦ μὴ συναναμίγνυσθαι ἡμᾶς αὐτῷ, γένηται παντελῶς κατάβρωμα τοῦ διαβόλου.
Ἐγὼ ἴσον ἡμάρτημα κρίνας καὶ ἀνεπιτιμήτους ἐᾷν τοὺς ἁμαρτάνοντας καὶ ὑπερβαίνειν τὸ μέτρον τῇ τιμωρίᾳ, τὴν ἐμοὶ ἐπιβάλλουσαν ἐπέθηκα δίκην τῷδε, ἐξορίσας αὐτὸν τῆς ἐκκλησιαστικῆς κοινωνίας· καὶ τοῖς ἠδικημένοις παρῄνεσα μὴ ἑαυτοὺς ἐκδικεῖν, ἀλλὰ τῷ Κυρίῳ τὴν ἀνταπόδοσιν ἐπιτρέψαι, ὥστε εἴ τι ὄφελος ἡμῶν παραγγελμάτων, τότε ἂν ἠκούσθην, πολλῷ ἀξιοπιστότερον κεχρημένος τῷ λόγῳ ἢ ὅσον ἂν δυνηθείη δυσωπῆσαι τὰ γράμματα. Ἐπεὶ δὲ ἤκουσα ῥημάτων πολλὴν ἐχόντων βαρύτητα, καὶ τότε ἡσύχασα, καὶ νῦν οὐκ οἶμαι πρέπον εἶναί μοι περὶ τῶν αὐτῶν διαλέγεσθαι. ἐγὼ γάρ, φησίν, ἀνδρὸς ὑπερεῖδον καὶ παιδοποιίας καὶ βίου. ἵνα ἑνὸς τούτου τύχοιμι, τῆς παρὰ Θεοῦ εὐδοκιμήσεως καὶ παρὰ τοῖς ἀνθρώποις τοῦ βελτίονος ἀξιοῦσθαι λόγου, ἐπειδὴ ἄνθρωπος, ἐκ παιδὸς ταῖς οἰκοφθορίαις ἐντεθραμμένος, εἰσβιασάμενός ποτε τῇ συνήθει ἑαυτοῦ ἀναιδείᾳ ἐνέπεσεν ἡμῶν τῷ οἴκῳ, καὶ μέχρι ψιλῆς συντυχίας ἐγένετο γνώριμος ἡμῖν, καὶ ἀγνοίᾳ τῶν κατʼ αὐτὸν καὶ αἰδοῖ τινι ἀπαιδεύτῳ προφανῶς αὐτὸν αἰσχυνομένη ἐλάσαι· εἰς τοσοῦτον ἐξῆλθεν ἀσεβείας καὶ ὕβρεως, ὥστε ἐμπλῆσαι μὲν τὴν πόλιν πᾶσαν τῶν κατʼ ἐμοῦ βλασφημιῶν, προγράμματι δὲ δημοσίῳ στηλιτεῦσαι ἐκτεθέντι ἐπὶ τῶν προθύρων τῆς ἐκκλησίας. ἐφʼ οἷς καὶ τυχών τινος παρὰ τῶν νόμων ἀγανακτήσεως, πάλιν ἐπανελθὼν ἀνενεώσατο τὰς αὐτοῦ βλασφημίας. πάλιν τῶν ἐμῶν λοιδοριῶν πλήρης ἡ ἀγορά, τὰ γυμνάσια, τὰ θέατρα, αἱ οἰκίαι τῶν δι’ ὁμοιότητα τοῦ βίου δεχομένων αὐτόν. καὶ μηδὲ ἐπὶ τοῖς βελτίοσι γνωρίζεσθαι, ἐν οἷς εὐπρεπὴς ἦν, ὑπῆρξέ μοι ἐκ τῶν αἰσχίστων, διὰ τὸ παρὰ πᾶσι τῇ ἀκολάστῳ γνώμῃ γενέσθαι περιφανῆ. Ἐπὶ τούτοις, φησίν, οἱ μὲν ἥδονται ταῖς βλασφημίαις, διὰ τὸ φύσει χαίρειν ταῖς λοιδορίαις τοὺς ἀνθρώπους· οἱ δὲ ἄχθεσθαι μὲν λέγουσιν, οὐ συναλγοῦσι δέ· ἄλλοι πείθονται ἀληθεῖς εἶναι τὰς λοιδορίας· ἄλλοι ἀμφίβολοί εἰσι, τῷ πλήθει τῶν ὅρκων αὐτοῦ προσέχοντες. ὁ δὲ συναλγῶν οὐκ ἔστιν· ἀλλʼ ὄντως νῦν τῆς ἐρημίας ᾐσθόμην, καὶ ἐμαυτὴν ὀδύρομαι, οὐκ ἀδελφόν, οὐ φίλον, οὐ συγγενῆ, οὐ δοῦλον, οὐκ ἐλεύθερον, οὐδένα ἀνθρώπων τὸ παράπαν ἔχουσα συναλγοῦντα· καὶ, ὡς ἔοικε, μόνην ἑαυτὴν ἐλεεινοτέραν τῆς πόλεως εὑρίσκω, ἐν ᾗ τοσαύτη σπάνις μισοπονήρων ἐστίν· οἳ τὴν εἰς ἀλλήλους γινομένην παροινίαν οὐκ οἴονται βαδίζουσαν ἐν κύκλῳ καὶ αὐτούς ποτε καταλήψεσθαι. Ταῦτα καὶ πολλῷ ἔτι πληκτικώτερα μετὰ ἀμυθήτων δακρύων πρὸς ἐμὲ διεξελθοῦσα, ἀπῆλθεν, οὐδὲ ἐμὲ τῶν μέμψεων ἐλεύθερον ἀφεῖσα, ὅτι δέον πατρικῶς αὐτῇ συναλγεῖν, ἐναδιαφορῶ κακῷ τοσούτῳ καὶ φιλοσοφῶ ἐν ἀλλοτρίοις παθήμασιν. οὐ γὰρ χρημάτων ἄφεσιν κελεύεις ὑπεριδεῖν, οὐδὲ τοὺς εἰς τὸ σῶμα πόνους συνενεγκεῖν, ἀλλʼ εἰς αὐτὴν ζημιωθῆναι τὴν ὑπόληψιν, ἧς ἡ βλάβη κοινὴ ζημία τοῦ κλήρου γίνεται. Ἐπὶ τούτοις τοῖς ῥήμασι τίνα με βούλει νῦν πρὸς αὐτὴν εἰπεῖν αὐτὸς δοκίμασον, ὦ θαυμάσιε, ἔχοντα τοιαύτην κρίσιν παρʼ ἑαυτῷ· μὴ παραδιδόναι ταῖς ἀρχαῖς τοὺς κακούργους, μὴ μέντοι μηδὲ ἐξαιρεῖσθαι παραδοθέντας· οἷς πάλαι προείρηται παρὰ τοῦ ἀποστόλου φοβεῖσθαι τὸν ἄρχοντα ἐπὶ τῷ πονηρῷ ἔργῳ· Οὐ γὰρ εἰκῆ, φησί, τὴν μάχαιραν φορεῖ. ὥσπερ οὖν τὸ παραδοῦναι οὐ φιλάνθρωπον, οὕτω καὶ τὸ ἐξαιρεῖσθαι τρέφοντός ἐστι τὴν παροινίαν. ἴσως δʼ ἂν γένοιτό τις ὑπέρθεσις τῆς εἰσόδου μέχρι τῆς ἡμῶν αὐτῶν παρουσίας· καὶ τότε δείξομεν, ὅτι οὐδὲν ἡμῶν ὄφελος, ἐκ τοῦ μὴ εἶναι τοὺς πειθομένους.
Πολλὰ ἀγαθὰ γένοιτο τοῖς κινοῦσι τὴν τιμιότητά σου πρὸς τὴν συνεχῆ ὁμιλίαν ἡμῶν τὴν διὰ τοῦ γράμματος. μὴ γὰρ οἴου συνηθείας ἕνεκεν λέγεσθαι παρʼ ἡμῶν τὰ τοιαῦτα, ἀλλὰ ἐκ διαθέσεως ἀληθινῆς πλείστου ἀξίαν τίθεσθαι ἡμᾶς τὴν φωνήν σου. τί γὰρ ἂν ἐμοὶ Νεκταρίου γένοιτο τιμιώτερον, τοῦ ἐκ παιδὸς μὲν ἀπὸ τῶν καλλίστων ἡμῖν γνωρισθέντος, νῦν δὲ ἐκ παντοίας ἀρετῆς εἰς τοσοῦτον περιφανείας ἀναδραμόντος; ὥστε μοι φίλων ἁπάντων φίλτατος ὁ σά μοι γράμματα διαφέρων. Περὶ μέντοι τῆς τῶν προστησομένων τῆς συμμορίας ἐκλογῆς, εἰ μὲν ἀνθρώποις χαριζόμενος, ἢ ἱκεσίαις ἐνδιδούς, ἢ φόβῳ εἴκων ποιῶ τι, μήτε ταῦτα ποιήσαιμι. οὐ γὰρ οἰκονόμος, ἀλλὰ κάπηλος ἔσομαι, τὴν δωρεὰν τοῦ Θεοῦ πρὸς ἀνθρωπίνας φιλίας διαμειβόμενος. εἰ δὲ αἱ μὲν διδόμεναι ψῆφοι παρὰ ἀνθρώπων δίδονται ἐκ τῆς ἔξωθεν ἐπιφανείας μαρτυρεῖν ἐχόντων, ἅπερ ἂν μαρτυρῶσιν, αἱ δὲ κρίσεις τῶν ἐπιτηδειοτέρων τῷ εἰδότι τὰ ἀπόρρητα τῶν καρδιῶν παρὰ τῆς ἡμετέρας ταπεινώσεως ἐπιτρέπονται, τάχα τῷ παντὶ βέλτιον καταθέμενον τὴν μαρτυρίαν σπουδῆς μὲν καὶ διαστάσεως πάσης ὡς ὑπὲρ οἰκείων τῶν μαρτυρηθέντων ἀφίστασθαι, προσεύχεσθαι δὲ τῷ Θεῷ μὴ λαθεῖν τὸ συμφέρον. οὕτω γὰρ οὐκέτι ἄνθρωπον τῆς ἐφʼ ἑκάτερα ἐκβάσεως αἰτιασόμεθα, ἀλλὰ τῷ Θεῷ τὴν χάριν τῶν γινομένων εἰσόμεθα. καίτοι εἰ κατὰ ἄνθρωπον γίνεται ταῦτα, οὐδὲ γίνεται, ἀλλὰ μίμησις μέν ἐστι, τῆς ἀληθείας δὲ πάμπληθες ἀπολείπεται. Σκέψαι δέ, ὅτι οὐδὲ μικρός τις παραπέπηγε κίνδυνος τῷ ἐκ παντὸς τρόπου τὸ ἑαυτοῦ κρατῆσαι φιλονεικοῦντι, μή ποτε τῶν ἁμαρτανομένων ἐφʼ ἑαυτοὺς ἑλκύσωμεν τὴν μερίδα. πολλὰ γὰρ ἂν ἁμαρτηθείη καὶ παρὰ τῶν οὐκ ἂν προσδοκηθέντων ποτέ, διὰ τὸ εὔκολον τῆς ἀνθρωπίνης φύσεως. εἶτα ἰδίᾳ μὲν τοῖς φίλοις συμβουλεύσαντες πολλάκις τὰ κράτιστα, κἂν ἀπίθανοι δόξωμεν τοῖς βουλευομένοις, οὐ χαλεπαίνομεν· ἐν οἷς δὲ οὐ βουλὴ ἀνθρώπων, ἀλλὰ κρίσις ἐστὶ Θεοῦ, μὴ καὶ τῶν τοῦ Θεοῦ κριμάτων προτιμηθέντες δυσχερανοῦμεν; εἰ μὲν οὖν παρὰ ἀνθρώπων δίδοται, τί χρὴ παρʼ ἡμῶν αἰτεῖν, ἀλλʼ οὐχὶ αὐτὸν παρʼ ἑαυτοῦ λαμβάνειν; εἰ δὲ παρὰ Κυρίου, εὔχεσθαι προσῆκεν, ἀλλʼ οὐχὶ ἀγανακτεῖν· καὶ ἐν τῇ εὐχῇ μὴ τὸ ἴδιον θέλημα αἰτεῖν, ἀλλʼ ἐπιτρέπειν τῷ οἰκονομοῦντι τὸ συμφέρον Θεῷ. ὁ δὲ Θεὸς ὁ ἅγιος ἀπαγάγοι πᾶσαν πεῖραν λυπηρῶν πραγμάτων ἀπὸ τοῦ οἴκου ὑμῶν, καὶ αὐτῷ τε σοὶ καὶ πᾶσι τοῖς προσήκουσί σοι ἄνοσον καὶ ἀβλαβῆ ἐν πάσῃ εὐθηνίᾳ τὸν βίον ἐπιμετρήσειεν.
Καὶ τὸ πάντα γράφειν ὅσα φρονῶ οὔτε τῷ μέτρῳ τῆς ἐπιστολῆς ὁρῶ συμβαῖνον οὔτε ἄλλως πρέπον τῷ τῆς προσηγορίας εἴδει, καὶ τὸ σιωπῇ παρελθεῖν μικροῦ καὶ ἀδύνατόν ἐστί μοι, δικαίῳ θυμῷ τῷ κατὰ σοῦ φλεγμαινούσης μοι τῆς καρδίας. μέσην οὖν βαδιοῦμαι, τὰ μὲν γράφων, τὰ δὲ παρείς. καθάψασθαι γάρ σου βούλομαι, εἰ θέμις ἐστίν, ἐν ἰσηγορίᾳ φιλικῇ. Εἰ εἶ Τιμόθεος ἐκεῖνος, ὃν ἐκ παιδὸς οἴδαμεν τοσοῦτον πρὸς τὴν ὀρθότητα καὶ τὸν κατησκημένον βίον τῷ τόνῳ χρώμενον, ὥστε ἐγκαλεῖσθαι τὴν ἐν τούτοις ἀμετρίαν, ἀποστὰς νῦν τοῦ σκοπεῖν πάντα τρόπον ὅ τι χρὴ ποιοῦντα τῷ Θεῷ προσοικειοῦσθαι, ἀποβλέπεις πρὸς τὰ τῷ δεῖνι δοκοῦντα περὶ σοῦ, καὶ τῆς ἑτέρων γνώμης τὴν ζωὴν ἔχεις ἐξηρτημένην, καὶ ὅπως μὴ φίλοις ἄχρηστος, μηδὲ ἐχθροῖς ᾖς καταγέλαστος ἐνθυμῇ, καὶ τὴν παρὰ πολλῶν αἰσχύνην, ὡς δεινόν τι, φοβῇ, καὶ οὐκ ἐννοεῖς, ὅτι ἐν ὅσῳ περὶ ταῦτα τρίβῃ, λανθάνεις σεαυτὸν τῆς προηγουμένης ζωῆς ἀμελῶν; ὅτι γὰρ οὐκ ἐγχωρεῖ ἀμφοτέρων ὁμοῦ περιγενέσθαι, τῶν τε κατὰ τὸν κόσμον τοῦτον πραγμάτων καὶ τῆς κατὰ Θεὸν πολιτείας, πλήρεις μὲν αἱ θεῖαι Γραφαὶ ὧν ἐδίδαξαν ἡμᾶς· πλήρης δὲ καὶ αὐτὴ ἡ φύσις τῶν τοιούτων ὑποδειγμάτων ἐστίν. ἔν τε γὰρ τῇ κατὰ τὸν νοῦν ἐνεργείᾳ δύο νοῆσαι κατὰ ταὐτὸν νοήματα παντελῶς ἀμήχανον, ἔν τε ταῖς κατὰ τὴν αἴσθησιν ἀντιλήψεσι δύο φωνὰς ὁμοῦ προσπιπτούσας ταῖς ἀκοαῖς δέχεσθαι ἐν ταὐτῷ καὶ διακρίνειν ἀδύνατον· καὶ τοῦτο δύο ἀκουστικῶν πόρων ἡμῖν ἀνεῳγμένων. ὀφθαλμοὶ δέ, ἐὰν μὴ ἀμφότεροι πρὸς ἕν τι τῶν ὁρατῶν ἀποταθῶσιν, ἐνεργεῖν τὸ ἑαυτῶν ἀκριβῶς οὐ δύνανται. καὶ ταῦτα μὲν τὰ παρὰ τῆς φύσεως· τὰ δὲ ἐκ τῶν Γραφῶν σοι διηγεῖσθαι οὐχ ἧττόν ἐστι καταγέλαστον ἢ γλαῦκα, φησίν, Ἀθηναίοις ἄγειν. Τί οὖν τὰ ἄμικτα μίγνυμεν, θορύβους πολιτικοὺς καὶ εὐσεβείας ἄσκησιν, ἀλλʼ οὐχὶ ἀποστάντες τῶν θορύβων καὶ τοῦ πράγματα ἔχειν καὶ παρέχειν ἑτέροις, ἡμῶν αὐτῶν γινόμεθα, καὶ ὃν πάλαι ὑπεθέμεθα τῆς εὐσεβείας σκοπὸν βεβαιοῦμεν τῷ ἔργῳ, καὶ δείκνυμεν τοῖς ἐπηρεάζειν ἡμῖν βουλομένοις, ὅτι οὐκ ἔστιν ἐπʼ αὐτοῖς τὸ λυπεῖν ἡμᾶς ὅταν ἐθέλωσι; τοῦτο δὲ ἔσται ἐπειδὰν πάσης λαβῆς ἐλευθέρους ἑαυτοὺς ἀποδείξωμεν. καὶ ταῦτα μὲν εἰς τοσοῦτον. εἴη δὲ ἡμᾶς ποτε καὶ ἐν ταὐτῷ γενέσθαι καὶ ἀκριβέστερον βουλεύσασθαι περὶ τῶν συμφερόντων ταῖς ψυχαῖς ἡμῶν, ἵνα μὴ ἐν τῇ περὶ τῶν ματαίων φροντίδι καταληφθῶμεν τῆς ἀναγκαίας ἐξόδου ἐπελθούσης ἡμῖν. Τοῖς δὲ ἀποσταλεῖσι παρὰ τῆς ἀγάπης σου ὑπερήσθην, οἷς ὑπῆρχε μὲν ἡδίστοις εἶναι καὶ κατὰ τὴν ἑαυτῶν φύσιν· πολλαπλασίονα δὲ τὴν ἡδονὴν ἐνεποίει ἡ προσθήκη τοῦ ἀποστείλαντος. τὰ δὲ ἀπὸ τοῦ Πόντου κηροὺς καὶ ἄκοπα, ἡδέως δέξαι, ὅταν ἀποστείλωμεν· νῦν γὰρ ἡμῖν οὐ παρῆν.
Τὸ ἥμισυ τῆς ἐπιθυμίας ἡμῶν ἐξεπλήρωσεν ὁ ἅγιος Θεός, οἰκονομήσας τὴν συντυχίαν τῆς κοσμιωτάτης ἀδελφῆς ἡμῶν τῆς συμβίου σου. δυνατὸς δὲ παρασχεῖν καὶ τὸ λειπόμενον, ὥστε ἰδόντας ἡμᾶς καὶ τὴν σὴν εὐγένειαν, τελείαν ἀποδοῦναι τῷ Θεῷ τὴν χάριν. ἐν πολλῇ γάρ ἐσμεν ἐπιθυμίᾳ, μάλιστα νῦν, ὅτε ἠκούσαμεν τετιμῆσθαί σε τῇ μεγάλῃ τιμῇ, τῷ ἀθανάτῳ ἐνδύματι, ὃ περισχὸν ἡμῶν τὴν ἀνθρωπότητα, τὸν ἐν τῇ σαρκὶ θάνατον ἐξηφάνισε καὶ κατεπόθη τὸ θνητὸν ἐν τῷ τῆς ἀφθαρσίας ἐνδύματι. Ἐπειδὴ οὖν οἰκεῖον μέν σε ἑαυτῷ ὁ Κύριος διὰ τῆς χάριτος ἐποίησεν, ἠλλοτρίωσε δὲ πάσης τῆς ἁμαρτίας, ἤνοιξε δὲ βασιλείαν οὐρανῶν, καὶ ὁδοὺς τὰς ἀπαγούσας πρὸς τὴν ἐκεῖ μακαριότητα ὑπέδειξε, παρακαλοῦμέν σε, ἄνδρα τοσοῦτον φρονήσει τῶν λοιπῶν ὑπερέχοντα, λελογισμένως τὴν χάριν δέξασθαι, καὶ πιστὸν φύλακα γενέσθαι τοῦ θησαυροῦ, πάσῃ ἐπιμελείᾳ τηροῦντα τῆς βασιλικῆς παρακαταθήκης τὴν φυλακήν, ἵνα ἄσυλον τὴν σφραγῖδα διασωσάμενος παραστῇς τῷ Κυρίῳ ἐκλάμπων ἐν τῇ λαμπρότητι τῶν ἁγίων, μηδένα σπῖλον ἢ ῥυτίδα ἐμβαλὼν τῷ καθαρῷ τῆς ἀφθαρσίας ἐνδύματι, ἀλλʼ ἐν πᾶσι τοῖς μέλεσι τὸν ἁγιασμὸν διασώζων, ὡς Χριστὸν ἐνδυσάμενος. ὅσοι γάρ, φησίν, εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. ἔστω οὖν πάντα τὰ μέλη ἅγια, ὥστε πρέποντα εἶναι σκέπεσθαι τῷ ἁγίῳ καὶ φωτεινῷ περιβλήματι.
Πῶς σοι τὸν ἐν μέσῳ τοῦτον χρόνον τὸ σῶμα ἔσχεν; εἰ καθαρῶς ἀπέλαβες τῆς χειρὸς τὴν ἐνέργειαν; πῶς δὲ τὰ λοιπὰ τοῦ βίου πράγματα; εἰ κατὰ γνώμην χωρεῖ σοι, ὥσπερ εὐχόμεθα καὶ ὡς ἔστιν ὀφειλόμενον τῇ σῇ προαιρέσει; καὶ γὰρ οἷς μὲν εὔκολος πρὸς μεταβολὴν ἡ διάνοια, τούτοις οὐδὲν ἀπεικὸς καὶ τὸν βίον εἶναι μὴ τεταγμένον, οἷς δὲ πεπηγυῖα ἡ γνώμη, καὶ ἀεὶ ἑστῶσα καὶ ἡ αὐτή, τούτοις ἀκόλουθον συμφώνως τῇ προαιρέσει τὴν ζωὴν διεξάγειν. τῷ ὄντι γὰρ κυβερνήτῃ μὲν οὐκ ἐφεῖται γαλήνην ποιεῖν ὅτε βούλεται, ἡμῖν δὲ ἀκύμονα ἑαυτοῖς καθιστᾷν τὸν βίον καὶ πάνυ ῥᾴδιον, ἐὰν τοὺς ἔνδοθεν ἐκ τῶν παθῶν ἐπανισταμένους ἡμῖν θορύβους κατασιγάσωμεν, καὶ τῶν ἔξωθεν προσπιπτόντων ὑψηλοτέραν τὴν γνώμην καταστησώμεθα. καὶ γὰρ οὔτε ζημίαι, οὔτε ἀρρωστίαι, οὔτε αἱ λοιπαὶ δυσχέρειαι τοῦ βίου, ἅψονται τοῦ σπουδαίου, ἕως ἂν ἔχῃ τὴν διάνοιαν τῷ Θεῷ, ἐμπορευομένην, καὶ τὸ μέλλον ἀποσκοποῦσαν, καὶ τῆς χαμόθεν ἐγειρομένης ζάλης κούφως καὶ εὐσταλῶς ὑπεραίρουσαν. ἐπεὶ οἵ γε σφοδρῶς ταῖς τοῦ βίου μερίμναις κατειλημμένοι, οἷον ὄρνιθες πολύσαρκοι εἰκῆ τὸ πτερὸν ἔχοντες, κάτω που σύρονται μετὰ τῶν βοσκημάτων. Σὲ δὲ τοσοῦτον ἰδεῖν ὑπὸ τῶν πραγμάτων ἐπετράπημεν, ὅσον οἱ ἐν πελάγει ἀλλήλους παραμειβόμενοι. πλὴν ἀλλʼ , ἐπειδὴ καὶ ἐξ ὄνυχος ἔστιν ὅλον γνωρίσαι τὸν λέοντα, ἐκ βραχείας τῆς πείρας ἡγούμεθά σε ἱκανῶς ἐγνωκέναι. ὅθεν καὶ μέγα ποιούμεθα τὸ ἐν λόγῳ σέ τινι τὰ καθʼ ἡμᾶς τίθεσθαι καὶ μὴ ἀπεῖναί σου τῆς διανοίας, ἀλλὰ διηνεκῶς σοι συνεῖναι διὰ τῆς μνήμης. δεῖγμα δὲ μνήμης τὸ γράφειν· ὅπερ ὅσῳ ἂν συνεχέστερον ποιῇς, τοσούτῳ πλέον ἡμῖν χαριῇ.
Πρέπει μέν που καὶ πατράσι παίδων ἰδίων πρόνοια καὶ γεωργοῖς φυτῶν ἢ σπερμάτων ἐπιμέλεια, καὶ διδασκάλοις μαθητῶν φροντίς, μάλιστα ὅταν δι’ εὐφυΐαν βελτίους ἐφʼ ἑαυτοῖς ὑποφαίνουσι τὰς ἐλπίδας. χαίρει γὰρ πονῶν καὶ γεωργός, ἁδρυνομένων αὐτῷ τῶν ἀσταχύων ἢ τῶν φυτῶν αὐξανομένων, εὐφραίνουσι δὲ καὶ μαθηταὶ διδασκάλους, καὶ παῖδες πατέρας, οἱ μὲν πρὸς ἀρετήν, οἱ δὲ πρὸς αὔξησιν ἐπιδιδόντες. ἡμεῖς δὲ τοσοῦτον μείζονα μὲν ἐφʼ ὑμῖν ἔχομεν τὴν φροντίδα, κρείττονα δὲ τὴν ἐλπίδα, ὅσον εὐσέβεια πάσης μὲν τέχνης, πάντων δὲ ζώων ὁμοῦ καὶ καρπῶν ἐστιν ἀμείνων, ἣν ἐν ἁπαλαῖς ἔτι καὶ καθαραῖς ταῖς ὑμετέραις ψυχαῖς ῥιζωθεῖσαν ὑφʼ ἡμῶν καὶ τραφεῖσαν ἰδεῖν εὐχόμεθα καὶ προελθοῦσαν εἰς ἀκμὴν τελείαν καὶ εἰς καρποὺς ὡραίους, συλλαμβανομένης ἡμῶν ταῖς εὐχαῖς τῆς ὑμετέρας φιλομαθείας. εὖ γὰρ ἴστε καὶ τὴν ἡμετέραν εἰς ὑμᾶς εὔνοιαν καὶ τὴν τοῦ Θεοῦ συνεργίαν ταῖς ὑμετέραις ἐναποκεῖσθαι γνώμαις, ὧν πρὸς τὸ δέον εὐθυνομένων, Θεὸς συνεργὸς καλούμενος παρέσται καὶ ἄκλητος, καὶ πᾶς φιλόθεος ἄνθρωπος πρὸς διδασκαλίαν αὐτεπάγγελτος. ἀνίκητος γὰρ ἡ προθυμία τῶν διδάσκειν τι χρήσιμον δυναμένων, ὅταν αἱ τῶν μανθανόντων ψυχαὶ πάσης καθαρεύωσιν ἀντιτυπίας. Οὐκοῦν οὐδὲ σώματος κωλύει χωρισμός, τοῦ δημιουργήσαντος ἡμᾶς δι’ ὑπερβολὴν σοφίας καὶ φιλανθρωπίας μὴ συμπεριορίσαντος τοῖς σώμασι τὴν διάνοιαν, μήτε μὴν τῇ γλώττῃ τῶν λόγων τὴν δύναμιν, δόντος δέ τι πλεῖον καὶ ἀπὸ τοῦ χρόνου τοῖς ὠφελεῖν δυναμένοις, ὡς μὴ μόνον τοῖς μακρὰν διεστηκόσιν, ἀλλὰ δὴ καὶ τοῖς λίαν ὀψιγόνοις παραπέμπειν δύνασθαι τὴν διδασκαλίαν. καὶ τοῦτον ἡμῖν ἡ πεῖρα πιστοῦται τὸν λόγον, ἐπείπερ οἵ τε πολλοῖς πρότερον ἔτεσι γενόμενοι διδάσκουσι τοὺς νέους, σωζομένης ἐν γράμμασι τῆς διδασκαλίας· ἡμεῖς τε κεχωρισμένοι τοσοῦτον τοῖς σώμασι, τῇ διανοίᾳ σύνεσμεν ἀεί, καὶ προσομιλοῦμεν ῥᾳδίως, τῆς διδασκαλίας οὔτε ὑπὸ γῆς οὔτε θαλάσσης κωλυομένης, εἴ τίς ἐστιν ὑμῖν τῶν ἰδίων ψυχῶν φροντίς.
Ἡγοῦμαι μὲν μηδεμιᾶς ἑτέρας ὑμᾶς τῇ τοῦ Θεοῦ χάριτι παρακλήσεως δεῖσθαι, μετὰ τοὺς λόγους οὓς δι’ ἡμῶν αὐτῶν ἐποιησάμεθα πρὸς ὑμᾶς, παρακαλοῦντες ὑμᾶς πάντας τὴν ἐπὶ τὸ αὐτὸ ζωὴν καταδέξασθαι εἰς μίμημα τῆς ἀποστολικῆς πολιτείας, ὃ καὶ ἐδέξασθε ὡς ἀγαθὸν δίδαγμα, καὶ ηὐχαριστήσατε δι’ αὐτὸ τῷ Κυρίῳ. ἐπεὶ οὖν οὐχὶ ῥήματα ἦν τὰ παρʼ ἡμῶν λαληθέντα, ἀλλὰ διδάγματα εἰς ἔργον προελθεῖν ὀφείλοντα ἐπὶ ὠφελείᾳ μὲν ὑμῶν τῶν ἀνεχομένων, ἐπʼ ἀναπαύσει δὲ ἡμετέρᾳ τῶν ὑποθεμένων τὴν γνώμην, εἰς δόξαν δὲ καὶ ἔπαινον τοῦ Χριστοῦ, οὗ τὸ ὄνομα ἐπικέκληται ἐφʼ ἡμᾶς, τούτου χάριν ἀπέστειλα τὸν ποθεινότατον ἡμῶν ἀδελφόν, ἵνα καὶ τὸ πρόθυμον γνωρίσῃ, καὶ τὸ νωθρὸν διεγείρῃ, καὶ τὸ ἀντιτεῖνον φανερὸν ἡμῖν καταστήσῃ. Πολλὴ γὰρ ἡ ἐπιθυμία καὶ ἰδεῖν ὑμᾶς συνηγμένους, καὶ ἀκοῦσαι περὶ ὑμῶν ὅτι οὐχὶ τὸν ἀμάρτυρον ἀγαπᾶτε βίον, ἀλλὰ μᾶλλον καταδέχεσθε πάντες καὶ φύλακες τῆς ἀλλήλων ἀκριβείας εἶναι καὶ μάρτυρες τῶν κατορθουμένων. οὕτω γὰρ ἕκαστος καὶ τὸν ἐφʼ ἑαυτῷ μισθὸν τέλειον ἀπολήψεται καὶ τὸν ἐπὶ τῇ τοῦ ἀδελφοῦ προκοπῇ· ὃν καὶ λόγῳ καὶ ἔργῳ παρέχεσθαι ὑμᾶς ἀλλήλοις προσήκει ἐκ τῆς συνεχοῦς ὁμιλίας καὶ παρακλήσεως. ἐπὶ πᾶσι δὲ παρακαλοῦμεν μεμνῆσθαι ὑμᾶς τῆς τῶν πατέρων πίστεως, καὶ μὴ σαλεύεσθαι ὑπὸ τῶν ἐν τῇ ὑμετέρᾳ ἡσυχίᾳ περιφέρειν ὑμᾶς ἐπιχειρούντων, εἰδότας ὅτι οὔτε πολιτείας ἀκρίβεια καθʼ ἑαυτήν, μὴ διὰ τῆς εἰς Θεὸν πίστεως πεφωτισμένη, ὠφέλιμος, οὔτε ὀρθὴ ὁμολογία, ἀγαθῶν ἔργων ἄμοιρος οὖσα, παραστῆσαι ἡμᾶς δυνήσεται τῷ Κυρίῳ· ἀλλὰ δεῖ ἀμφότερα συνεῖναι, ἵνα ἄρτιος ᾖ ὁ τοῦ Θεοῦ ἄνθρωπος, καὶ μὴ κατὰ τὸ ἐλλεῖπον χωλεύῃ ἡμῶν ἡ ζωή. πίστις γάρ ἐστιν ἡ σώζουσα ἡμᾶς, ὥς φησιν ὁ ἀπόστολος, δι’ ἀγάπης ἐνεργουμένη.
Στοχαζόμενός σου τῆς περὶ ἡμᾶς διαθέσεως, καὶ ἣν ἔχεις περὶ τὸ ἔργον τοῦ Κυρίου σπουδὴν ἐπιγινώσκοντες, κατεθαρρήσαμεν ὡς θυγατρὸς πρώην, καὶ ταῖς ἡμιόνοις ἐπὶ πλεῖον ἐχρησάμεθα, πεφεισμένως μὲν ὡς ἡμετέραις χρώμενοι, παρετείναμεν δʼ οὖν ὅμως αὐτῶν τὴν ὑπηρεσίαν. ταῦτα οὖν ἔδει ἐπισταλῆναί σου τῇ σεμνότητι, ὥστε εἰδέναι ὅτι ἀπόδειξίς ἐστι τῆς διαθέσεως τὸ γενομένον. Ὁμοῦ δὲ καὶ ὑπομιμνήσκομεν διὰ τοῦ γράμματος τὴν κοσμιότητά σου μεμνῆσθαι τοῦ Κυρίου, καὶ τὴν ἔξοδον τὴν ἀπὸ τοῦ κόσμου τούτου πρὸ ὀφθαλμῶν ποιουμένην ἀεί, τὸν βίον ἑαυτῆς ῥυθμίζειν πρὸς ἀπολογίαν τοῦ ἀπαραλογίστου κριτοῦ, ἵνα γένηταί σοι παρρησία ἐπὶ τοῖς ἀγαθοῖς ἔργοις ἔμπροσθεν τοῦ τὰ κρυπτὰ τῶν καρδιῶν ἡμῶν ἀποκαλύπτειν μέλλοντος ἐν τῇ ἡμέρᾳ τῆς ἐπισκοπῆς αὐτοῦ. Τὴν εὐγενεστάτην θυγατέρα ἀσπαζόμεθα διὰ σοῦ· καὶ παρακαλῶ ἐν τῇ μελέτῃ τῶν λογίων τοῦ Κυρίου διάγειν αὐτήν, ἵνα ἐκτρέφηται ὑπὸ τῆς ἀγαθῆς διδασκαλίας τὴν ψυχήν, καὶ ἐπιδιδῷ πρὸς αὔξησιν καὶ μέγεθος ἡ διάνοια αὐτῆς μᾶλλον ἢ τὸ σῶμα ὑπὸ τῆς φύσεως.
Πάνυ ἐμαυτῷ ἐπιβάλλειν κρίνων καὶ διὰ τὸ τῆς ἡλικίας πρεσβυτικὸν καὶ διὰ τὸ τῆς πνευματικῆς διαθέσεως γνήσιον τὴν ἀσύγκριτόν σου εὐγένειαν καὶ ἐν τῇ σωματικῇ παρουσίᾳ ἐπισκέπτεσθαι, καὶ ἀπούσης μὴ ἀπολιμπάνεσθαι, ἀλλὰ γράμμασιν ἀποπληροῦν τὸ ἐνδέον, ἐπειδὴ εὗρον πρέπουσαν διάκονον τῶν πρὸς τὴν σὴν σεμνότητα γραμμάτων τήνδε δι’ αὐτῆς προσφθέγγομαί σε, προηγουμένως παρορμῶν ἐπὶ τὸ ἔργον τὸ τοῦ Κυρίου, ἵνα σε ὁ ἅγιος Θεὸς τιμίως παρενεγκὼν τὰς ἡμέρας τῆς παροικίας σου ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι, ἀξίαν καὶ τῶν μελλόντων ἀγαθῶν καταστήσειεν. Ἔπειτα δὲ καὶ τὴν προειρημένην θυγατέρα παρακατατίθεμαί σοι, ἵνα ὡς ἐμὴν μὲν θυγατέρα σεαυτῆς δὲ ἀδελφὴν οὕτω δέξῃ, καὶ περὶ ὧν ἂν τῇ εὐσχήμονί σου καὶ καθαρᾷ ψυχῇ ἀνακοινώσεται, ἰδιοπαθήσῃς καὶ ἀντιλάβῃ αὐτῆς, ὡς παρὰ τοῦ Κυρίου προηγουμένως ἔχουσα τὸν μισθόν, ἔπειτα καὶ ἡμᾶς ἀναπαύουσα τοὺς ἐν σπλάγχνοις Χριστοῦ τὸ τῆς ἀγάπης σοι μέτρον ἀποπληροῦντας.
Ὅτι μὲν περὶ πάντων καταξιοῖς συμβούλοις ἡμῖν καὶ κοινωνοῖς φροντισμάτων κεχρῆσθαι, ποιεῖς πρέπον τῇ σεαυτοῦ τελειότητι· καί σε ὁ Θεὸς τῆς τε ἀγάπης τῆς περὶ ἡμᾶς καὶ τῆς ἐπιμελείας τῆς κατὰ τὸν βίον ἀμείψαιτο· ὅτι δέ σου ἥψατο ἡ ἀπάτη τούτου, ἐθαύμασα, καὶ ὕδατί τινα δύναμιν ἄλογον παρεῖναι πεπίστευκας, καὶ ταῦτα οὐδεμιᾶς μαρτυρίας βεβαιούσης τὴν φήμην. οὔκουν ἐστί τις τῶν ἐκεῖθεν οὐ μικρὸν οὐ μεῖζον λαβὼν εἰς τὸ σῶμα ὧν ἤλπισε, τὸ ἑαυτοῦ ἀγαθόν· πλὴν εἰ μή τινι ἀπὸ τοῦ αὐτομάτου γέγονε παραμυθία τις, ὁποῖα καὶ καθεύδουσι καὶ ἄλλα τινὰ κατὰ τὸν βίον ἐνεργοῦσιν ἐπιγίνεσθαι πέφυκεν. ἀλλʼ ὁ ἀναιρῶν τὴν ἀγάπην τὰ αὐτόματα τῇ τοῦ ὕδατος φύσει λογίζεσθαι τοὺς ἁπλουστέρους ἀναπείθει. ὅτι δὲ ἀληθὴς ἡμῶν ὁ λόγος, ἔξεστιν ἐξ αὐτῆς τῆς πείρας σε διδαχθῆναι.
Εἰδότι μοι ἔγραφες ὅτι δυσκόλως ἔχεις πρὸς τὴν τῶν κοινῶν ἐπιμέλειαν. καὶ γὰρ παλαιός ἐστι λόγος, τοὺς ἀρετῆς μεταποιουμένους μὴ μεθʼ ἡδονῆς ἑαυτοὺς ἐπιβάλλειν ἀρχαῖς. τὰ γὰρ τῶν ἰατρευόντων ἴδια, ταῦτα ὁρῶ καὶ τῶν ἀρχόντων ὄντα. ὁρῶσι γὰρ δεινά, καὶ πειρῶνται ἀηδῶν, καὶ ἐπʼ ἀλλοτρίαις συμφοραῖς οἰκείας καρποῦνται λύπας, οἵ γε ὡς ἀληθῶς ἄρχοντες. ἐπεὶ ὅσον ἐμπορικὸν τῶν ἀνθρώπων, καὶ πρὸς χρήματα βλέπον, καὶ περὶ τὴν δόξαν ταύτην ἐπτοημένον, μέγιστον τῶν ἀγαθῶν τίθεται τὸ παραλαβεῖν τινα δυναστείαν, ἀφʼ ἧς δυνήσονται φίλους εὖ ποιεῖν, καὶ ἐχθροὺς ἀμύνεσθαι, καὶ ἑαυτοῖς κατακτᾶσθαι τὰ σπουδαζόμενα. ἀλλʼ οὐ τοιοῦτος σύ. πόθεν; ὅς γε καὶ τῆς πολιτικῆς δυνάμεως τοσαύτης οὔσης ἑκὼν ἀνεχώρησας, καὶ ἐξόν σοι κρατεῖν πόλεως ὡς μιᾶς οἰκίας, σὺ δὲ τὸν ἀπράγμονα καὶ ἡσύχιον εἵλου βίον, τὸ μήτε ἔχειν πράγματα μήτε παρέχειν ἑτέροις πλείονος ἄξιον τιθέμενος, ἢ ὅσου οἱ λοιποὶ τιμῶνται τὸ δυστροπεύειν. Ἀλλʼ ἐπειδὴ ἠβουλήθη ὁ Κύριος τὴν Ἰβωριτῶν χώραν μὴ ὑπὸ καπήλοις ἀνθρώποις γενέσθαι, μηδὲ ὥσπερ ἀνδραπόδων ἀγορὰν εἶναι τὴν ἀποτίμησιν, ἀλλʼ ὡς ἔστι δίκαιον ἕκαστον ἀπογράφεσθαι, δέξαι τὸ πρᾶγμα, εἰ καὶ ἄλλως ὀχληρόν, ἀλλʼ οὖν ὡς πρόξενόν σοι γενέσθαι δυνάμενον τῆς παρὰ Θεῷ εὐδοκιμήσεως. καὶ μήτε δυναστείαν ὑποπτήξῃς, μήτε πενίας καταφρονήσῃς, ἀλλὰ τὸ τῶν λογισμῶν ἀρρεπὲς τρυτάνης πάσης ἀρρεπέστερον παράσχου τοῖς διοικουμένοις. οὕτω γὰρ καὶ τοῖς πεπιστευκόσι φανερὰ γενήσεταί σου ἡ περὶ τὸ δίκαιον σπουδή, καὶ θαυμάσονταί σε παρὰ τοὺς ἄλλους. ἢ κἂν ἐκείνους διαλάθῃ, τὸν Θεὸν ἡμῶν οὐ λήσεται, τὸν μεγάλα ἡμῖν προθέντα τῶν ἀγαθῶν ἔργων τὰ ἆθλα.
Ἐπειδὴ ἐν δευτέρᾳ τάξει πατέρων ἔθετο ἡμᾶς ὁ Κύριος τοῖς Χριστιανοῖς, τῶν παίδων ἡμῖν τῶν εἰς αὐτὸν πεπιστευκότων τὴν διὰ τῆς εὐσεβείας μόρφωσιν ἐπιτρέψας, τὸ συμβὰν ἐπὶ τὸν μακάριον υἱόν σου πάθος καὶ ἡμέτερον ἴδιον εἶναι ἐλογισάμεθα, καὶ ἐπεστενάξαμεν αὐτοῦ τῇ ἀωρίᾳ τοῦ χωρισμοῦ, συμπαθόντες μάλιστά σοι, καὶ ὑπολογισάμενοι ἡλίκον ἔσται τῆς ὀδύνης τὸ βάρος πατρὶ τῷ κατὰ φύσιν, ὅπου γε καὶ ἡμῖν, τοῖς κατὰ τὴν ἐντολὴν ᾠκειωμένοις, τοσοῦτον τῆς καρδίας τὸ κατηφὲς ἐνεγένετο. ἐπʼ ἐκείνῳ μὲν γὰρ οὐδὲν ἔδει σκυθρωπὸν οὔτε παθεῖν, οὔτε φθέγγεσθαι, ἐλεεινοὶ δὲ οἱ τῶν ἐπʼ αὐτῷ ἐλπίδων διαμαρτόντες. καὶ τῷ ὄντι πολλῶν δακρύων καὶ στεναγμῶν ἄξιοι, ἐκπέμψαντες παῖδα ἐν αὐτῷ τῷ ἄνθει τῆς ἡλικίας ἐπὶ λόγων ἄσκησιν, ὑποδέξασθαι σιωπῶντα τὴν μακρὰν ταύτην καὶ ἀπευκταίαν σιωπήν. ἀλλὰ ταῦτα μὲν ὡς ἀνθρώπους ἡμᾶς εὐθὺς ἐκίνησε, καὶ δάκρυον ἐξεχέαμεν προπετές, καὶ στεναγμὸν ἀφήκαμεν ἐκ μέσης τῆς καρδίας ἀπαίδευτον, τοῦ πάθους ἀθρόως, οἷόν τινος νεφέλης, τὸν λογισμὸν ἡμῶν περισχόντος. ἐπεὶ δὲ ἡμῶν αὐτῶν ἐγενόμεθα, καὶ διεβλέψαμεν τῷ τῆς ψυχῆς ὀφθαλμῷ πρὸς τὴν φύσιν τῶν ἀνθρωπίνων, τῷ μὲν Κυρίῳ ἀπελογησάμεθα, ἐφʼ οἷς κατὰ συναρπαγὴν ἡ ψυχὴ ἡμῶν διετέθη πρὸς τὸ συμβάν, ἑαυτοὺς δὲ ἐνουθετήσαμεν μετρίως φέρειν ταῦτα, ἐκ τῆς παλαιᾶς τοῦ Θεοῦ ἀποφάσεως συγκληρωθέντα τῇ ζωῇ τῶν ἀνθρώπων. Οἴχεται παῖς αὐτὸ τῆς ἡλικίας ἄγων τὸ βιώσιμον, διαπρέπων ἐν χοροῖς ὁμηλίκων, ποθεινὸς διδασκάλοις, ἀπὸ ψιλῆς τῆς ἐντεύξεως εἰς εὔνοιαν δυνάμενος καὶ τὸν ἀγριώτατον ἐπισπάσασθαι, ὀξὺς ἐν μαθήμασι, πρᾶος τὸ ἦθος, ὑπὲρ τὴν ἡλικίαν κατεσταλμένος· καὶ πλείω τούτων εἰπὼν ἐλάττω ἄν τις εἴποι τῆς ἀληθείας· ἀλλʼ ὅμως ἄνθρωπος παρʼ ἀνθρώπου γενόμενος. τί τοίνυν λογίζεσθαι τὸν πατέρα τοῦ τοιούτου προσῆκε; τί ἄλλο γε ἢ ἀναμνησθῆναι τοῦ ἑαυτοῦ πατρός, ὅτι τέθνηκε; τί οὖν θαυμαστόν, ἐκ θνητοῦ γεννηθέντα θνητοῦ γενέσθαι πατέρα; Τὸ δὲ πρὸ ὥρας, καὶ πρὶν κορεσθῆναι τοῦ βίου, καὶ πρὶν εἰς μέτρον ἡλικίας ἐλθεῖν, καὶ φανῆναι τοῖς ἀνθρώποις, καὶ διαδοχὴν τοῦ γένους καταλιπεῖν, ταῦτα οὐκ αὔξησις τοῦ πάθους, ὡς ἐμαυτὸν πείθω, ἀλλὰ παραμυθία τοῦ γεγονότος ἐστίν. εὐχαριστεῖσθαι ὀφείλει τοῦ Θεοῦ ἡ διάταξις, ὅτι μὴ κατέλιπεν ὑπὲρ γῆς ὀρφανὰ τέκνα, ὅτι μὴ γυναῖκα χήραν θλίψει μακρᾷ ἔκδοτον ἀφῆκεν ἢ ἀνδρὶ ἑτέρῳ συνοικήσουσαν καὶ τῶν προτέρων τέκνων καταμελήσουσαν. τὸ δέ, ὅτι οὐ παρετάθη τῷ βίῳ τούτῳ ἡ ζωὴ τοῦ παιδός, τίς οὕτως ἀγνώμων, ὡς μὴ τὸ μέγιστον τῶν ἀγαθῶν τοῦτο νομίζειν εἶναι ; ἡ γὰρ ἐπὶ πλεῖον ἐνταῦθα διατριβὴ πλειόνων κακῶν ἐστιν ἀφορμή. οὐκ ἐποίησε κακόν· οὐκ ἔρραψε δόλον τῷ πλησίον· οὐκ εἰς ἀνάγκην ἦλθε φρατρίαις καταμιγῆναι πονηρευομένων· οὐκ ἐνεπλάκη τοῖς κατʼ ἀγορὰν κακοῖς· οὐχ ὑπέμεινεν ἀνάγκην ἁμαρτημάτων, οὐ ψεῦδος, οὐκ ἀγνωμοσύνην, οὐ πλεονεξίαν, οὐ φιληδονίαν, οὐ τὰ τῆς σαρκὸς πάθη, ὅσα ταῖς ἀναγώγοις ψυχαῖς ἐγγίνεσθαι πέφυκεν· οὐδεμιᾷ κηλίδι τὴν ψυχὴν ἀπῆλθε κατεστιγμένος, ἀλλὰ καθαρὸς ἀνεχώρησε πρὸς τὴν ἀμείνω λῆξιν. οὐ γῆ κατέκρυψε τὸν ἀγαπητόν, ἀλλʼ οὐρανὸς ὑπεδέξατο. Θεὸς ὁ τὰ ἡμέτερα οἰκονομῶν, ὁ τὰς τῶν χρόνων ὁροθεσίας ἑκάστῳ νομοθετῶν, ὁ ἀγαγὼν εἰς τὴν ζωὴν ταύτην, αὐτὸς καὶ μετέστησεν. ἔχομεν διδασκάλιον ἐν ταῖς ὑπερβολαῖς τῶν συμφορῶν τὴν περιβόητον ἐκείνην φωνὴν τοῦ μεγάλου Ἰώβ· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο. εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον εἰς τοὺς αἰῶνας.
Ὅπως διετέθημεν ἐπὶ τῇ ἀκοῇ τοῦ πάθους οὐδεὶς ἂν ἡμῖν λόγος εἰς παράστασιν τῆς ἐναργείας ἀρκέσειε· νῦν μὲν τὴν ζημίαν λογιζόμενοι, ἣν τὸ κοινὸν τῶν εὐλαβῶν ἐζημιώθη τὴν προστάτιν τοῦ καθʼ ἑαυτὴν τάγματος ἀπολέσαν, νῦν δὲ τὴν φαιδρότητα τῆς σῆς σεμνότητος εἰς οἵαν μετέπεσε κατήφειαν ἐννοοῦντες· οἶκον τοῖς πᾶσι μακαριστὸν εἰς γόνυ κλιθέντα, καὶ συμβίωσιν διὰ τῆς ἄκρας ἁρμονίας συμπεφυκυῖαν ὀνείρου θᾶττον διαλυθεῖσαν βλέποντες τῇ διανοίᾳ, πῶς οὐκ ἄν, εἰ καὶ ἀδαμάντινοι ἦμεν, τὰς ψυχὰς κατεκάμφθημεν; Ἡμῖν δὲ καὶ ἐκ τῆς πρώτης μὲν ὁμιλίας οἰκειότης τις ἐγένετο πρὸς τὴν σὴν σεμνοπρέπειαν, καὶ τοσοῦτόν σου τῇ ἀρετῇ προσετέθημεν, ὥστε ἐπὶ πάσης ὥρας διὰ γλώττης ἔχειν τὰ σά· ὅτε δὲ καὶ τῆς μακαρίας ἐκείνης ψυχῆς ἐγενόμεθα ἐν συνηθείᾳ, ὄντως ἐπείσθημεν τὸν τῆς Παροιμίας λόγον ἐφʼ ὑμῖν βεβαιούμενον, ὅτι παρὰ Θεοῦ ἁρμόζεται γυνὴ ἀνδρί —οὕτω πρὸς τρόπους ἀλλήλοις ἦτε, ὥσπερ ἐν κατόπτρῳ ἑκάτερος τὸ τοῦ ἑτέρου ἦθος ἐν ἑαυτῷ προδεικνύς. καὶ πολλὰ ἂν εἰπών τις οὐδὲ πολλοστοῦ μέρους τῆς ἀξίας ἐφίκοιτο. Ἀλλὰ τί χρὴ παθεῖν πρὸς νόμον Θεοῦ πάλαι κεκρατηκότα, τὸν ἐλθόντα εἰς γένεσιν τοῖς καθήκουσι χρόνοις πάλιν ὑπεξελθεῖν, καὶ ψυχὴν ἑκάστην λειτουργήσασαν τῷ βίῳ τὰ ἀναγκαῖα, εἶτα τῶν δεσμῶν τοῦ σώματος ἀπολύεσθαι; Οὔτε πρῶτοι πεπόνθαμεν, ὦ θαυμάσιε, οὔτε μόνοι· ἀλλʼ ὧν γονεῖς πεπείρανται καὶ πάπποι καὶ οἱ ἄνω τοῦ γένους ἅπαντες, τούτων καὶ ἡμεῖς ἐν πείρᾳ γεγόναμεν. καὶ πλήρης ὁ παρὼν βίος τῶν τοιούτων παραδειγμάτων. σὲ δέ, τοσοῦτον τῇ ἀρετῇ τῶν λοιπῶν διαφέροντα, καὶ ἐν μέσοις τοῖς πάθεσι προσῆκε τὸ τῆς ψυχῆς μεγαλοφυὲς ἀταπείνωτον διασώζειν, μὴ τῇ νῦν ζημίᾳ δυσχεραίνοντα, ἀλλὰ τῆς ἐξ ἀρχῆς δωρεᾶς χάριν εἰδότα τῷ δεδωκότι. τὸ μὲν γὰρ ἀποθανεῖν κοινὸν τῶν τῆς αὐτῆς μετεσχηκότων φύσεως, τὸ δὲ ἀγαθῇ συνοικῆσαι ὀλίγοις τοῖς κατὰ τὸν βίον μακαρισθεῖσιν ὑπῆρξεν· ὅπου καὶ αὐτὸ τὸ λυπηρῶς ἐνεγκεῖν τὴν διάζευξιν οὐ μικρόν ἐστι τῶν ἐκ Θεοῦ δωρεῶν τοῖς εὐγνωμόνως λογιζομένοις· πολλοὺς γὰρ ἔγνωμεν τὴν διάλυσιν τῆς ἀκαταλλήλου συνοικήσεως ὥσπερ βάρους ἀπόθεσιν δεξαμένους. Ἀπόβλεψον πρὸς τὸν οὐρανὸν καὶ τὸν ἥλιον, καὶ πᾶσαν περίσκεψαι τὴν κτίσιν ἐν κύκλῳ, ὅτι ταῦτα μέν, τοσαῦτα ὄντα καὶ τηλικαῦτα, μικρὸν ὕστερον οὐ φανήσεται· καὶ ἐκ πάντων τούτων ἐκεῖνο συνάγαγε, ὅτι μέρος ὄντες τῆς ἀποθνησκούσης κτίσεως, τὸ ἐκ τῆς κοινῆς φύσεως ἐπιβάλλον ἡμῖν ὑπεδεξάμεθα· ἐπεὶ καὶ ὁ γάμος αὐτὸς τοῦ ἀποθνήσκειν ἐστὶ παραμυθία. διότι γὰρ εἰς τὸ παντελὲς παραμένειν οὐκ ἐνῆν, τῇ διαδοχῇ τοῦ γένους τὸ πρὸς τὸν βίον διαρκὲς ὁ δημιουργὸς ἐμηχανήσατο. εἰ δέ, ὅτι θᾶττον προαπῆρεν ἡμῶν, ἀνιώμεθα, μὴ βασκαίνωμεν τῇ μὴ ἐπὶ πολὺ τῶν ὀχληρῶν τοῦ βίου ἀναπλησθείσῃ, ἀλλὰ κατὰ τὴν χάριν τὴν τῶν ἀνθῶν ἔτι ποθοῦντας ἡμᾶς ἐπιλιπούσῃ. πρὸ πάντων δέ σε τὸ τῆς ἀναστάσεως δόγμα ψυχαγωγησάτω, Χριστιανὸν ὄντα καὶ ἐπʼ ἐλπίδι τῶν μελλόντων ἀγαθῶν τὴν ζωὴν διεξάγοντα. Οὕτως οὖν διανοεῖσθαι προσῆκεν, ὡς ὁδόν τινα παρελθούσης, ἣν καὶ ἡμᾶς δεήσει πορεύεσθαι· εἰ δὲ ὅτι πρὸ ἡμῶν, οὐκ ὀδυρμῶν τοῦτο ἄξιον. μικρὸν γὰρ ὕστερον τυχὸν τὸ ἡμέτερον ἐλεεινότερον, εἰ ἐπὶ πλεῖον παραταθέντες πλείοσι γενοίμεθα τιμωρίαις ὑπόχρεοι. ἀλλὰ τῆς λύπης τὸ βάρος ὁ λογισμὸς ἡμῶν ἀποσεισάμενος, τὴν περὶ τοῦ πῶς ἡμᾶς προσῆκε πρὸς τὸ ἐφεξῆς εὐαρεστεῖν τῷ Κυρίῳ φροντίδα μεταλαβέτω.
Ὅσον μὲν ἐστενάξαμεν ἐπὶ τῇ ἀγγελίᾳ τοῦ πάθους, τοῦ κατὰ τὸν ἄριστον τῶν ἀνδρῶν Βρίσωνα, τί χρὴ καὶ λέγειν ; πάντως γὰρ οὐδεὶς οὕτως ἐστὶ λιθίνην ἔχων τὴν καρδίαν, ὅς, εἰς πεῖραν ἀφικόμενος τοῦ ἀνδρὸς ἐκείνου, εἶτʼ ἀκούσας αὐτὸν ἀθρόως ἐξ ἀνθρώπων ἀνηρπασμένον, οὐχὶ ὡς κοινὴν ζημίαν τοῦ βίου τὴν τοῦ ἀνδρὸς στέρησιν ἐλογίσατο. ἡμῶν δὲ εὐθὺς τὴν λύπην ἠ ἐπὶ σοὶ φροντὶς διεδέξατο, λογιζομένων ὅτι, εἰ τοῖς πόρρω τῆς οἰκειότητος οὔτω βαρὺ καὶ δύσφορον τὸ συμβάν, πῶς εἰκὸς ὑπὸ τοῦ πάθους τὴν σὴν διατεθῆναι ψυχήν, οὕτω μὲν φύσει χρηστὴν οὖσαν, καὶ πρὸς τὰς συμπαθείας εὔκολον διὰ τὴν τοῦ τρόπου ἡμερότητα, οὕτω δὲ ὑποκειμένην τῷ πάθει, ὥστε οἱονεὶ διχοτομίας τινὸς αἰσθάνεσθαι ἐν τῷ χωρισμῷ τοῦ ὁμόζυγος. καὶ γάρ, εἰ τῷ ὄντι κατὰ τὸν τοῦ Κυρίου λόγον οὐκέτι εἰσὶ δύο, ἀλλὰ σὰρξ μία, δηλονότι οὐχ ἧττόν ἐστιν ἀλγεινὴ ἡ τοιαύτη διάζευξις, ἢ εἰ τὸ ἥμισυ ἡμῶν τοῦ σώματος ἀπερρήγνυτο. Ἀλλὰ τὰ μὲν λυπηρὰ τοιαῦτα καὶ μείζω τούτων, ἡ δὲ ἐπὶ τοῖς συμβᾶσι παραμυθία τίς; πρῶτον μέν, ἡ ἐξ ἀρχῆς κεκρατηκυῖα τοῦ Θεοῦ ἡμῶν νομοθεσία· τὸ χρῆναι πάντως τὸν εἰς γένεσιν παρελθόντα τοῖς καθήκουσι χρόνοις ἀπιέναι τοῦ βίου. εἰ οὖν οὕτως ἀπὸ Ἀδὰμ μέχρις ἡμῶν τὰ ἀνθρώπινα διατέτακται, μὴ ἀγανακτῶμεν ἐπὶ τοῖς κοινοῖς τῆς φύσεως νόμοις, ἀλλὰ καταδεχώμεθα τὴν ἐφʼ ἡμῖν τοῦ Θεοῦ οἰκονομίαν, ὃς ἐκέλευσεν ἐκείνην τὴν γενναίαν ψυχὴν καὶ ἀήττητον, μὴ νόσῳ δαπανηθέντος τοῦ σώματος, μηδὲ χρόνῳ καταμαρανθέντος, ἀναχωρῆσαι τοῦ βίου, ἀλλʼ ἐν ἀκμῇ τῆς ἡλικίας καὶ ἐν τῇ λαμπρότητι τῶν κατὰ πόλεμον κατορθωμάτων τὴν ζωὴν καταλῦσαι. ὥστε οὐχ ὅτι ἐχωρίσθημεν ἀνδρὸς τοιούτου, δυσχεραίνειν ὀφείλομεν· ἀλλʼ ὅτι τῆς πρὸς τὸν τοιοῦτον ἄνδρα συνοικήσεως κατηξιώθημεν, εὐχαριστήσωμεν τῷ Κυρίῳ, οὗ πᾶσα σχεδὸν ἡ Ῥωμαϊκὴ ἀρχὴ τῆς ζημίας ἐπῄσθητο, ὃν καὶ ὁ βασιλεὺς ἀνεκαλέσατο, καὶ στρατιῶται ὠδύραντο καὶ οἱ ἐπὶ τῶν μεγίστων ἀξιωμάτων ὡς γνήσιον υἱὸν κατεπένθησαν. Ἐπεὶ οὖν κατέλιπέ σοι τὴν μνήμην τῆς οἰκείας αὐτοῦ ἀρετῆς, ἀρκοῦσαν νόμιζε ἔχειν παραμυθίαν τοῦ πάθους. ἔπειτα καὶ ἐκεῖνο εἰδέναι σε βούλομαι, ὅτι ὁ μὴ ὑποπεσὼν ταῖς θλίψεσιν, ἀλλὰ διὰ τῆς πρὸς Θεὸν ἐλπίδος τῆς λύπης τὸ βάρος ὑπενεγκών, μεγάλην ἔχει παρὰ τῷ Θεῷ τῆς ὑπομονῆς τὴν ἀντίδοσιν. οὐδὲ γὰρ ἴσα τοῖς ἔξωθεν ἐπετράπημεν λυπεῖσθαι ἐπὶ τοῖς κεκοιμημένοις παρὰ τῆς νομοθεσίας τοῦ ἀποστόλου. ἔστωσαν καὶ οἱ παῖδές σου ὥσπερ εἰκόνες ἔμψυχοι, τὴν ἀπουσίαν τοῦ ποθουμένου παραμυθούμενοι. ὥστε ἡ περὶ τὴν τεκνοτροφίαν ἀσχολία ἀπαγέτω σου τὴν ψυχὴν ἀπὸ τῶν λυπηρῶν· καὶ μεριμνῶσα δὲ περὶ τοῦ πῶς εὐαρέστως τῷ Κυρίῳ τὸν λειπόμενον ἑαυτῆς χρόνον διενέγκῃς καλὴν ἀσχολίαν ἐπινοήσεις τοῖς λογισμοῖς. ἡ γὰρ ἑτοιμασία τῆς ἐπὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἀπολογίας, καὶ ἡ σπουδὴ τοῦ εὑρεθῆναι ἡμᾶς ἐναριθμίους τοῖς ἀγαπῶσιν αὐτόν, ἱκανή ἐστιν ἐπισκοτῆσαι τῇ λύπῃ, ὥστε μὴ καταποθῆναι ἡμᾶς ὑπʼ αὐτῆς. παράσχοι δὲ ὁ Κύριος τῇ καρδίᾳ σου τὴν ἐκ τοῦ Πνεύματος αὐτοῦ παράκλησιν τοῦ ἀγαθοῦ, ἵνα καὶ ἡμεῖς ἀκούσαντες τὰ περὶ σοῦ ἀνεθῶμεν, καὶ πάσαις ταῖς καθʼ ἡλικίαν σοι ὁμοτίμοις ὑπόδειγμα ᾖς ἀγαθὸν τοῦ κατʼ ἀρετὴν βίου.
Οἱ τοῦ χωρίου τοῦδε ἐκ διαβολῆς, οἶμαι, ψευδοῦς ἔπεισαν τὴν τιμιότητά σου φοράδων τέλεσμα τοῖσδε ἐπαγαγεῖν. ἐπεὶ οὖν καὶ τὸ γινόμενον ἄδικον καὶ διὰ τοῦτο ἀπαρέσκειν ὀφεῖλον τῇ τιμότητί σου, καὶ ἡμῖν λυπηρὸν διὰ τὴν πρὸς τοὺς ἠδικημένους ἡμῖν ὑπάρχουσαν οἰκειότητα, ἐσπεύσαμεν παρακαλέσαι τὴν χρηστότητά σου μὴ ἐᾶσαι προβῆναι τοῖς ἀδικεῖν ἐπιχειροῦσι τὴν ἐπήρειαν.
Οὗτός ἐστιν ὑπὲρ οὗ καὶ πρότερον διελέχθην σοι διὰ τοῦ διακόνου. ἐπειδὴ οὖν ἔχων ἧκε τὴν ἐπιστολὴν παρʼ ἡμῶν, ἀπέλθοι ἔχων ἃ βούλεται παρὰ σοῦ.
Ἤδη γνώριμος ὑμῖν ἐστιν ὁ δεῖνα, ὡς αὐτὰ δηλοῖ τὰ διηγήματα τοῦ ἀνδρός. ἐπὶ πάσης γὰρ ὑμᾶς προφάσεως ἔχει ἡ γλῶσσα αὐτοῦ· ἐν ὀρθοδόξων μνήμῃ, ἐν ἀσκητῶν φιλοξενίᾳ, ἐν πάσῃ ἀρετῇ πρώτους ὑμᾶς ὁ ἀνὴρ ἄγει. κἂν διδασκάλων τις μνησθῇ, οὐκ ἀνέχεται προθεῖναι ὑμῶν ἑτέρους· ἐὰν ἀγωνιστὰς τῆς εὐσεβείας, καὶ ἱκανοὺς τὸ πιθανὸν τῆς αἱρέσεως διελέγξαι, οὐκ ἂν ἕλοιτο ἕτερον πρὸ ὑμῶν ἀριθμῆσαι, πρὸς πάντα ἄμαχον ὑμῖν καὶ ἀνανταγώνιστον τὴν ἀρετὴν μαρτυρῶν. καὶ οὐ πολὺς αὐτῷ πόνος πεῖσαι, ταῦτα λέγοντι. διηγεῖται γὰρ ἀκοαῖς μείζονα ἐπισταμένων ἀνθρώπων, ἢ ὧν ἄν τις νομισθείη μεθʼ ὑπερβολῆς ἀπαγγέλλειν. Οὗτος τοίνυν ἐπανιὼν πρὸς ὑμᾶς γράμματα ᾔτησεν, οὐχ ἵνα ἑαυτὸν ὑμῖν οἰκειώσῃ δι’ ἡμῶν, ἀλλʼ ἵνα ἐμὲ εὐεργετήσῃ, τοῦ προσφθέγξασθαι τοῖς ἀγαπητοῖς μου ἀφορμὴν παρασχόμενος· ὃν ἀμείψαιτο ὁ Κύριος τῆς ἀγαθῆς προαιρέσεως. καὶ ὑμεῖς δὲ αὐτῷ εὐχαῖς καὶ τῇ ἀγαθῇ ὑμῶν περὶ πάντας προαιρέσει τὴν κατὰ δύναμιν χάριν διανείματε. σημαίνετε ἡμῖν καὶ τὰ τῶν ἐκκλησιῶν ὅπως ἔχει.
Αἰσθάνομαι τῆς τιμιότητός σου ἡδέως τὰς ἐπιστολὰς ἡμῶν προσιεμένης, καὶ τὴν αἰτίαν γνωρίζω. φιλάγαθος γὰρ ὢν καὶ πρὸς εὐποιΐας πρόχειρος, ἐπειδή τινα ἑκάστοτε ὕλην παρεχόμεθά σοι ἱκανὴν δέξασθαί σου τῆς προαιρέσεως τὸ μεγαλοφυές, προστρέχεις ἡμῶν ταῖς ἐπιστολαῖς ὡς ἔργων ἀγαθῶν ὑποθέσεις ἐχούσαις. ἥκει τοίνυν καὶ ἄλλη ὑπόθεσις δυναμένη δέξασθαι τῆς σῆς περὶ πάντα δεξιότητος τοὺς χαρακτῆρας, ὁμοῦ καὶ κήρυκα τῶν σῶν ἀγαθῶν ἐπαγομένη. Ἄνδρες γὰρ ἀπὸ τῆς Ἀλεξανδρείας κινήσαντες καθηκόντως ἕνεκεν ἀναγκαίου καί, κοινῶς πάσῃ τῇ φύσει τῶν ἀνθρώπων, τοῖς ἀπελθοῦσιν ὀφειλομένου, δέονται τῆς παρὰ σοῦ προστασίας ὥστε κελεῦσαι αὐτοῖς σῶμα οἰκείου ἀνδρός, κατὰ τὴν ἐπιδημίαν τοῦ στρατοπέδου τελευτήσαντος τὸν βίον ἐν τῇ Σεβαστείᾳ, προστάγματι δημοσίῳ συγχωρηθῆναι κινῆσαι· ἔπειτα μέντοι καὶ τὴν δυνατὴν αὐτοῖς παρασχεθῆναι βοήθειαν ἐκ τοῦ δημοσίου δρόμου, ὥστε εὑρέσθαι τινὰ τῆς μακρᾶς πλάνης διὰ τῆς σῆς μεγαλοφυΐας παραμυθίαν. ταῦτα δὲ ὅτι μέχρι τῆς μεγάλης διαβήσεται Ἀλεξανδρείας, καὶ τοῖς ἐκεῖ διακονήσει τὸ θαῦμα τῆς σῆς τιμιότητος φανερὸν τῇ συνέσει σου, κἂν ἐγὼ μὴ λέγω. ἡμεῖς τε πρὸς πολλοῖς οἷς εἰλήφαμεν ἤδη καὶ ταύτην τὴν χάριν ἐναριθμήσομεν.
Διωθοῦνται πολλάκις καὶ τὰς χρηστὰς διανοίας αἱ φιλόνεικοι φύσεις, καὶ κρίνουσι καλὸν καὶ χρήσιμον οὐ τὸ πᾶσι τοῖς ἄλλοις δοκοῦν, κἂν ᾖ λυσιτελές, ἀλλὰ τὸ μόνοις αὐτοῖς ἀρέσκον, κἂν ἐπιζήμιον ᾖ. τὸ δὲ αἴτιον, ἄνοια καὶ σκαιότης τρόπων, οὐ προσέχουσα ταῖς παρʼ ἑτέρων συμβουλίαις, μόναις δὲ πιστεύουσα γνώμαις οἰκείαις καὶ οἷς ὑποπίπτουσι λογισμοῖς. ὑποπίπτουσι δὲ οἷς χαίρουσι, χαίρουσι δὲ οἷς βούλονται. ὁ δὲ ἃ βούλεται νομίζων λυσιτελῆ, οὔκ ἐστιν ἀσφαλὴς τοῦ δικαίου κριτής, ἀλλʼ ἔοικε τυφλοῖς ὑπὸ τυφλῶν ὁδηγουμένοις. ἐντεῦθεν καὶ προσπταίει ζημίαις εὐκόλως· καὶ τοῦ συμφέροντος διδάσκαλον ἔχει τὴν πεῖραν. Τοῦτο νῦν τὸ πάθος ὑπομένει ὁ τῷ παρόντι συνεζευγμένος ἀνδρί. δέον γὰρ τὴν κρίσιν ἐπιτρέψαι φίλοις κοινοῖς, μᾶλλον δὲ παρὰ πολλοῖς πολλάκις κριθείς, οἷς ἔμελε τοῦ δικαίου καὶ τῆς ἀληθείας, νῦν ἔδραμεν ἐπʼ ἄρχοντας καὶ τὴν τῶν δικαστηρίων κρίσιν, καὶ αἱρεῖται, πολλὰ ζημιωθείς, ὀλίγα κερδᾶναι. αἱ δὲ παρὰ ἄρχουσι κρίσεις οὐδὲ τὴν νίκην ἀζήμιον φέρουσι. Γενοῦ δὴ βοηθός, ὦ φίλη κεφαλή, μάλιστα μὲν ἀμφοτέροις τοῖς κρινομένοις (εὐσεβὲς γὰρ) κωλύων τὴν εἴσοδον τὴν πρὸς τὸν ἄρχοντα, καὶ γινόμενος αὐτοῖς ἀντʼ ἐκείνου δικαστής. εἰ δὲ ἀπειθεῖ θάτερος καὶ μάχεται ταῖς ψήφοις, σύμπραξον τῷ ἀδικουμένῳ, καὶ πρόσθες τὴν παρὰ σοῦ ῥοπὴν τῷ ζητοῦντι τυχεῖν τῶν δικαίων.
Καὶ παρούσης τῆς τιμιότητός σου τοῖς ἀδελφοῖς, τῶν ἀπὸ τοῦ χωρίου Καπράλεως ἕνεκεν διελέχθην, καὶ προσήγαγον αὐτοὺς τῇ ἡμερότητί σου, παρακαλέσας σε ἔχοντα πρὸ ὀφθαλμῶν τὴν παρὰ τοῦ Κυρίου μισθαποδοσίαν, προΐστασθαι αὐτῶν, ὡς πενήτων καὶ καταπονουμένων ἐν ἅπασι· καὶ νῦν πάλιν διὰ τοῦ γράμματος τὴν αὐτὴν ἀνανεοῦμαι παράκλησιν, εὐχόμενος τῷ ἁγίῳ Θεῷ καὶ τὴν ὑπάρχουσάν σοι περιφάνειαν καὶ λαμπρότητα τοῦ βίου συντηρηθῆναι καὶ ἐπὶ μείζονα ἐλθεῖν, ἵνα ἀπὸ μείζονος δυνάμεως πολυτελέστερα ἡμᾶς ἔχῃς εὐεργετεῖν. ὅτι γὰρ μία ἡμῖν εὐχὴ ἡ παντὸς τοῦ οἴκου ὑμῶν σωτηρία, ἡγοῦμαι πεπεῖσθαί σε.
Πάνυ κατέγνων τοῦ ἀδελφοῦ τοῦδε φροντίζοντος ἐπὶ τῇ ἀπογραφῇ τοῦ οἴκου, ὅς γε προλαβὼν τὴν ἀναγκαίαν ἀτέλειαν ἔχει ἀπὸ τῆς πενίας. ἀπὸ γὰρ βίου εὐπόρου, οὕτω τοῦ Κυρίου ἐπὶ συμφέροντι τῆς ψυχῆς αὐτοῦ οἰκονομήσαντος, νῦν εἰς τὴν ἐσχάτην πενίαν περιετράπη, ὡς μόλις μὲν καὶ τῆς ἐφʼ ἡμέραν τροφῆς εὐπορεῖν, ἀνδραπόδου δὲ μηδὲ ἑνὸς κατάρχειν ἀπὸ πολλῶν ὧν πρότερον εἶχεν ἐν τῇ ἑαυτοῦ δεσποτείᾳ. τούτῳ τὸ σῶμα περιλέλειπται μόνον, καὶ τοῦτο ἀσθενὲς καὶ γηραιόν, ὡς καὶ αὐτὸς ὁρᾷς, καὶ παῖδες τρεῖς, προσθήκη φροντίδων ἀνδρὶ πένητι. Ὅτι μὲν οὖν οὐδὲν ἐδεῖτο τῆς ἡμετέρας πρεσβείας, ἱκανὴν ἔχων τὴν πενίαν δυσωπῆσαι διὰ τὸ φιλάνθρωπον τοῦ τρόπου, ἀκριβῶς ἠπιστάμην. ἐπεὶ δὲ δυσάρεστοι οἱ αἰτοῦντες, ἐφοβήθην μήποτε ἐλλιμπάνῃ τι τῶν εἰς αὐτὸν ὀφειλομένων, καὶ ἐπέστειλα, εἰδὼς ὅτι ἡ ἡμέρα αὐτῷ, ἐν ᾗ ἂν πρῶτον ἴδῃ σου τὴν σεμνότητα, ἀρχὴ εὐθύμου βίου πρὸς τὸν μετὰ ταῦτα χρόνον γενήσεται, καὶ δώσει τινὰ βελτίονα τῶν πραγμάτων αὐτοῦ μεταβολήν.
Αὐτῷ μοι περισπούδαστον ἦν συντυχεῖν σου τῇ λογιότητι πολλῶν ἕνεκεν· πρῶτον μέν, ὥστε ἀπολαῦσαι τῶν ἐν σοὶ καλῶν διὰ πολλοῦ τοῦ ἐν τῷ μεταξὺ χρόνου, ἔπειτα δέ, καὶ περὶ τῶν κατὰ Ἀριαραθίαν ἀνθρώπων παρακαλέσαι σε· οἷς ἐκ παλαιοῦ θλιβομένοις ἔδωκεν ὁ Κύριος ἀξίαν παραμυθίαν, τῆς σῆς ὀρθότητος τὴν ἐπιστασίαν αὐτοῖς χαρισάμενος. ἔστι δέ τι καὶ ἕτερον τῶν συγγενῶν τῶν ἐμῶν πάνυ βεβαρημένον, καὶ σχεδὸν τὸ καιριώτατον τῆς Ἀριαραθικῆς ἀπορίας ὑπάρχον· ὃ καὶ παρακαλῶ κατὰ τὸ ἐνδεχόμενον ἰατρευθῆναι παρὰ τῆς σῆς χρηστότητος, ὥστε φορητὸν τοῦ λοιποῦ γενέσθαι τοῖς κεκτημένοις.
Πολλὰς ἡμῖν ποιοῦσι τὰς ἐπιστολὰς πρὸς τὴν σὴν τιμιότητα οἱ ταῖς διαβεβαιώσεσιν ἡμῶν μὴ προσέχοντες, ἀλλʼ ἴδιόν τι καὶ ἐξαίρετον ἐν τοῖς ἑαυτῶν ἐπιζητοῦντες. πάλαι γὰρ ἡμεῖς αὐτοῖς διεμαρτυράμεθα, ὅτι οὕτως ἔσῃ κοινὸς καὶ ἴσος τῶν δικαίων ἡμῖν φύλαξ, ὥστε μηδένα πλέον ἐπιζητῆσαί τι τῶν εἰς φιλανθρωπίαν, ἐὰν μή που ὑπερβάλῃ τῇ ἀπληστίᾳ. ὅμως δὲ πληροφοροῦντες τόνδε, ἐδώκαμεν αὐτῷ τὴν ἐπιστολήν, συνιστῶντές σοι τὸν ἄνδρα καὶ παρακαλοῦντες καλῶς τε αὐτὸν ἰδεῖν, καὶ διὰ τὸ χρόνῳ κεκμηκέναι αὐτοῦ τὸν οἶκον ἐπὶ ταῖς λειτουργίαις, τῆς ἐνδεχομένης αὐτὸν παρακλήσεως ἀξιῶσαι.
Οἶδας τὰς ἐκ τῶν κήνσων καὶ ὠφελείας καὶ βλάβας τὰς γινομένας τοῖς ἀνθρώποις. ὥστε σύγγνωθι τῷδε πολλὴν ποιησαμένῳ σπουδὴν μηδεμίαν ὑπομεῖναι βλάβην, καὶ συνάρασθαι αὐτῷ κατὰ δύναμιν πρὸς τὸ δίκαιον προθυμήθητι.
Οὐκ ἔστι πόρρωθεν ἰδεῖν τὰς οἰκονομίας τοῦ Θεοῦ, ἀλλʼ ὑπὸ μικροψυχίας οἱ ἄνθρωποι πρὸς τὸ ἐν ποσὶν ἀποβλέπομεν, καὶ πολλάκις ἐπὶ ἀγαθὸν πέρας ἀγόμενοι δυσχεραίνομεν, ἀνεχομένου ἡμῶν τῆς ἀμαθίας τοῦ πάντα ἐν τῇ ἑαυτοῦ σοφίᾳ διοικοῦντος Δεσπότου. μέμνησαι γὰρ δήπου ὅσον ἐδυσχεράναμεν τότε πρὸς τὴν ἐπιτεθεῖσαν ἡμῖν φροντίδα, ὅσους παρελάβομεν τῶν φίλων εἰς τὸ δι’ αὐτῶν ἀπώσασθαι τὴν ἐπήρειαν. οὕτω γὰρ ὠνομάζομεν τὸ πρᾶγμα. Ἀλλὰ νῦν ὁρᾶς ὁποῖα τὰ παρόντα. παρέσχε γάρ σοι ὁ Θεὸς ἀφορμὴν τοῦ τὴν καλοκἀγαθίαν τῶν τρόπων εἰς φανερὸν ἀγαγεῖν καὶ παντὶ τῷ ἐφεξῆς βίῳ ἀγαθῆς μνήμης ἀφορμὰς ἐναφεῖναι. ὁποῖαι γὰρ ἂν ὦσιν αἱ ἀποτιμήσεις αὗται, τοιαῦται καὶ αἱ ἐπʼ αὐταῖς μνῆμαι παρὰ τῶν ἐπιγινομένων διασώζεσθαι πεφύκασιν. ἐπεὶ δὲ οὐδὲ εὐχομένοις Γαλάταις ὑπῆρξεν ἂν φιλανθρωποτέρου ἤθους ἐπιτυχεῖν, ἀκριβῶς ἐγὼ πέπεισμαι. ἔχω δὲ οὐ Γαλάτας μακαρίζειν τῆς σῆς ἐπιστασίας μόνον, ἀλλὰ καὶ αὐτὸς ἐμαυτόν. ἔστι γὰρ κἀμοὶ οἶκος ἐν Γαλατίᾳ, καὶ οἴκων γε ὁ λαμπρότατος σὺν Θεῷ, εἰς ὃν εἰ τύχοιμι παρὰ σοῦ τινος βοηθείας (τεύξομαι δὲ ἕως ἂν ἡ φιλία τὴν οἰκείαν ἰσχὺν ἔχη), μεγάλην εἴσομαι τῷ Θεῷ τὴν χάριν. Εἰ οὖν τις λόγος παρὰ τῇ σῇ τιμιότητι τῆς ἐμῆς φιλίας, ὁμολογουμένην τινὰ ὠφέλειαν παρασχέσθαι τῷ οἴκῳ τοῦ θαυμασιωτάτου ἄρχοντος Σουλπικίου ἡμῶν ἕνεκεν παρακλήθητι, ὥστε ὑφελεῖν τι τῆς νῦν οὔσης ἀπογραφῆς, μάλιστα μὲν ἀξιόλογον καὶ τῆς σῆς μεγαλονοίας ἄξιον, προσθήσω δὲ ὅτι καὶ τῆς ἡμετέρας πρεσβείας τῶν ἀγαπώντων σε· εἰ δὲ μή, ἀλλʼ ὅσον οἵ τε καιροὶ συγχωροῦσι καὶ ἡ τῶν πραγμάτων ἐπιδέχεται φύσις· πάντως δὲ ὑφελεῖν καὶ μὴ ἐᾶσαι ἐπὶ τῆς ταυτότητος· ὥστε ἡμᾶς μυρίων ὧν ἔχομεν παρὰ τοῦ ἀγαθοῦ ἄρχοντος εὐεργεσιῶν μίαν χάριν ταύτην διὰ τῆς σῆς σεμνότητος ἀντεκτίσαι.
Καὶ πῶς ἔμελλον ἐγὼ γραμμάτων οἰκείαν ἀφορμὴν παρόψεσθαι, καὶ μὴ προσερεῖν τὴν σὴν τιμιότητα, τοῦδε πρὸς ὑμᾶς ἀφικνουμένου; ὃς ἐξήρκει μὲν καὶ ἀφʼ ἑαυτοῦ εἰπεῖν τὰ ἡμέτερα καὶ τὴν τῆς ἐπιστολῆς ἀποπληρῶσαι χρείαν· ἠβουλήθη δὲ καὶ γραμμάτων διάκονος γενέσθαι, διὰ τὸ σφόδρα ἡμᾶς ἀγαπᾷν καὶ ἐξ ὅλης ψυχῆς προσκεῖσθαι ἡμῖν. παντὶ τρόπῳ καὶ τὰ ὑμέτερα ῥήματα ἐπικομίζεσθαι βούλεται καὶ ὑμῖν διακονεῖσθαι. Ἐδώκαμεν οὖν αὐτῷ τὴν ἐπιστολήν, δι’ ἧς πρῶτον μὲν ὑμῖν εὐχόμεθα πάντα τὰ ἀγαθά, ἅ τε ὁ βίος οὗτος ἔχει, καὶ ὅσα τὸν ἐν ταῖς ἐπαγγελίαις μακαρισμὸν ἀποκείμενα φυλάσσει· ἔπειτα καὶ δεόμεθα τοῦ ἁγίου Θεοῦ οἰκονομηθῆναι δεύτερον ἡμῖν τὴν συντυχίαν ὑμῶν, ἕως ἐσμὲν ὑπὲρ γῆς. τὴν δὲ εἰς τὸν προειρημένον ἀδελφὸν ἀγάπην ὅτι πολυπλασιάσεις ἡμῶν ἕνεκεν οὐκ ἀμφιβάλλω. ὥστε παρακλήθητι ἔργῳ αὐτῷ παρασχέσθαι τὴν πεῖραν.
Πάνυ πεπεισμένος μηδὲν διαμαρτήσεσθαι περὶ ὧν ἂν μετὰ τοῦ δικαίου παρακαλέσω τὴν τιμιότητά σου, προθύμως ἦλθον ἐπὶ τὸ δοῦναι τὴν ἐπιστολὴν τῇ κοσμιωτάτῃ τῇδε ὀρφανῶν προεστώσῃ καὶ οἰκίαν οἰκούσῃ ὕδρας τινὸς πολυκεφάλου χαλεπωτέραν. ἐπὶ πᾶσι δὲ τούτοις ὑπάρχει ἡμῖν τὸ καὶ οἰκείως ἔχειν ἀλλήλοις κατὰ γένος. διὸ παρακαλοῦμέν σου τὴν εὐγένειαν, καὶ ἡμᾶς τιμῶντα, καὶ τῷ πάππῳ τῶν ὀρφανῶν τὴν ὀφειλομένην ἀποσώζοντα τιμήν, παρασχέσθαι τινὰ βοήθειαν, ὥστε φορητὴν τοῦ λοιποῦ τὴν κτῆσιν αὑτοῖς καταστῆσαι.
Πάνυ πεπεισμένος μηδὲν δεῖσθαι γραμμάτων τοὺς πρὸς τὴν σὴν χρηστότητα ἀφικομένους, διὰ τὸ πλεῖον ποιεῖν ἐκ τῆς τοῦ τρόπου καλοκἀγαθίας ἢ ὅσον ἄν τις παρακαλέσας προτρέψαιτό σε πρὸς τὸ ἀγαθόν, ὅμως, διὰ τὸ καθʼ ὑπερβολὴν φροντίζειν τοῦ υἱοῦ τοῦδε, ἐπιστεῖλαι τῇ καθαρᾷ σου καὶ ἀδόλῳ ψυχῇ προήχθην, συνιστῶν σοι τὸν ἄνδρα, καὶ παρακαλῶν, ἐν οἷς ἂν ᾖ δυνατόν, παρασχέσθαι αὐτῷ εἰς τὰ προκείμενα τὴν κατὰ δύναμίν σοι ἐπικουρίαν. ὅτι δὲ οὐδενὸς ἑτέρου δεηθήσεται προστάτου, σοῦ καταξιώσαντος πάσῃ δυνάμει ἣν ἔδωκέ σοι ὁ Κύριος χρήσασθαι εἰς τὴν ὑπὲρ αὐτῷ προστασίαν, ἀκριβῶς ἐπίσταμαι.
Σπανίας ἡμῖν τὰς πρὸς τὴν σὴν τιμιότητα κατασκευάζει ἐπιστολὰς τὸ σπάνιον τῶν αὐτόθι ἀποκρίσεων. δεῖγμα γὰρ ποιούμεθα τοῦ ὄχλον ἡμῶν τὸ γράμμα φέρειν τῇ τιμιότητί σου, τὸ μὴ δέχεσθαι ἐφʼ οἷς ἂν ἑκάστοτε γράφομεν τὰς ἀποκρίσεις. πάλιν δὲ εἰς ἑτέραν μεθίστησι διάνοιαν ἡ ἔννοια τοῦ πλήθους τῶν περὶ σὲ πραγμάτων, καὶ συγγνώμην ἔχομεν τῷ τοσαῦτα διὰ χειρὸς ἔχοντι ἐπιλανθανομένῳ ἡμῶν, ὧν οὐδὲ εἰ πᾶσα ἦν σχολὴ καὶ ἡσυχία, διὰ τὸ ταπεινὸν τοῦ βίου μεμνῆσθαι ῥᾴδιον. Σὲ μὲν οὖν ὁ ἅγιος καὶ ἐπὶ μείζονα τῆς περιφανείας ἀγάγοι καὶ τῇ παρούσῃ λαμπρότητι συντηρήσοι τῇ ἑαυτοῦ χάριτι· ἡμεῖς δὲ πᾶσαν πρόφασιν ἀμειβόμεθα γράμμασιν, οὐχ ἥκιστα δὲ τὴν παροῦσαν διὰ τόνδε, ὃν καὶ παρακατατιθέμεθά σοι καὶ ἀξιοῦμεν λαβεῖν τινα αὐτὸν τῆς τῶν γραμμάτων ἡμῶν διακονίας αἴσθησιν.
Τοὺς ἐκ τῆς πατρίδος ἡμῶν ἀφικομένους συνίστησί σοι αὐτὸ τῆς πατρίδος δίκαιον, εἰ καὶ ὅτι τῇ τοῦ τρόπου χρηστότητι πάντας ὑπὸ τὴν ἑαυτοῦ ἄγεις πρόνοιαν τοὺς ὁπωσοῦν δεομένους τινὸς ἀντιλήψεως. καὶ τὸν ἐγχειρίζοντα τοίνυν τὴν ἐπιστολὴν τῇ κοσμιότητί σου, τὸν υἱὸν τοῦδε, δέξαι, καὶ ὡς πατριώτην καὶ ὡς δεόμενον ἀντιλήψεως καὶ ὡς παρʼ ἡμῶν συνιστάμενόν σοι· καὶ ἐκ πάντων τούτων ἓν αὐτῷ ὑπαρξάτω, τυχεῖν τῆς ἐνδεχομένης παρὰ σοῦ βοηθείας εἰς τὰ προκείμενα. δῆλον δὲ ὅτι ἐπὶ τοῖς ἀγαθοῖς ἔργοις αἱ ἀνταποδόσεις, οὐ παρʼ ἡμῶν τῶν μικρῶν, ἀλλὰ παρὰ τοῦ Κυρίου, τοῦ τὰς ἀγαθὰς προαιρέσεις ἀμειβομένου.
Κατὰ πόδας τῆς ἀναχωρήσεώς σου ἐπέστη ἡμῖν ὁ υἱὸς οὗτος, ὁ τὴν ἐπιστολήν σοι ταύτην ἀποδιδούς, χρείαν ἔχων, ὡς ἀνὴρ ἐν ἀλλοδαπῇ διάγων, πάσης τῆς παρὰ τῶν Χριστιανῶν ὀφειλομένης τοῖς ξένοις παραμυθίας. τὸ μὲν οὖν πρᾶγμα οὗτός σοι ἐναργέστερον διηγήσεται, τὴν δὲ βοήθειαν αὐτὸς παρέξεις τήν σοι κατὰ δύναμιν καὶ ἀναγκαίαν τοῖς προκειμένοις. ἐὰν μὲν οὖν παρῇ ὁ ἡγεμών, αὐτὸς ξεναγήσεις πρὸς αὐτὸν δηλονότι, ἐπεὶ διὰ τῶν πολιτευομένων παρέξεις αὐτῷ τὰ σπουδαζόμενα. οὐ γὰρ μικρῶς μοι μέλει τὸ πάντα αὐτὸν κατὰ γνώμην πράξαντα ἐπανελθεῖν.
Διὰ μακροῦ ἡμῖν ὑπῆρξε προσειπεῖν τὴν τιμιότητά σου, τῷ τὸν ἀνακομίζοντα τὰς ἀποκρίσεις πολὺν χρόνον ἐνδιατρίψαι τῇ ἡμετέρᾳ καὶ ἀνδράσι καὶ πράγμασι δυσχερεστέροις περιπεσεῖν. ἐνιαυτὸν γὰρ ὅλον ἀπεξενώθη τῆς ἐνεγκούσης. ἀπάταις ἀνθρώπων καὶ διαλύσεσιν ὑπαχθείς, εἰ τῆς παρούσης αὐτῷ κακουργίας κρατήσειε, τοῦ παντὸς περιέσεσθαι, ὀψὲ τοῦ κεφαλαίου τῆς ζημίας ἐπῄσθετο, ἐν τῇ κατὰ μικρὸν ἀπάτῃ τῆς αἰσθήσεως κλεπτομένης. Ἐπεὶ οὖν ἐπάνεισι, τῶν τε τοῦ ἀέρος ὀχληρῶν καὶ τῆς τῶν ἀνδρῶν μοχθηρίας ἀπαλλαγείς, ἀσπαζόμεθά σε δι’ αὐτοῦ, παρακαλοῦντες μεμνῆσθαι ἡμῶν ἐπὶ τῶν προσευχῶν (πολλῆς γὰρ τῆς ἐκ τῶν εὐχῶν βοηθείας δεόμεθα), καὶ ἅμα σημαίνομεν, ὅτι οἱ ὑπεύθυνοι καταλειφθέντες πρὸς τὴν τοῦ ὀφλήματος ἔκτισιν παρὰ τοῦ μακαρίου ἐπισκόπου, ἐπιμνησθέντος ἐν ταῖς διαθήκαις αὐτοῦ τε τοῦ χρέους, καὶ ὅθεν προσῆκεν ἐκτισθῆναι, καὶ διὰ τίνων, ὑπεριδόντες τῶν φιλικῶν ὑπομνήσεων τὰς ἐκ τῶν δικαστηρίων ἀνάγκας ἐκδέχονται. διὸ ἄπρακτος ἐπανῆλθεν ὁ ἑταῖρος ἡμῶν, καὶ ταῦτα αὐτὰ ἠξίωσεν αὐτὸν παρʼ ἡμῶν μαρτυρηθῆναι, ὡς μὴ ἀργίας μηδὲ ῥᾳθυμίας ἔγκλημα σχεῖν παρὰ τῇ τιμιότητί σου. ταῦτα μὲν εἰς τοσοῦτον. τὰ δὲ τῶν ἐκκλησιῶν ὅπως ἔχει, εἴτε συγκεχώρηται μένειν ἐπὶ τῆς ὁμοιότητος, εἴτε καὶ πρὸς τὸ χεῖρον ἐκπέπτωκεν, ἢ τίνα ἐλπίδα τῆς ἐπὶ τὸ βέλτιον ἔχει μεταβολῆς, γνωρίσαι ἡμῖν διὰ τινὸς τῶν γνησίων ἀδελφῶν καταξίωσον.
Τὸ παριππεῦσαν ἔτος κρυμὸς γέγονε τῇ πατρίδι βαρύς, καὶ τὰς βλεφαρίδας τῶν ἀμπέλων τὰς ἤδη πρὸς ὠδῖνας λυομένας ἀνέκοψεν. αἱ δὲ ἀπομείνασαι στεῖραι αὐχμηρὰς καὶ ἀβρόχους τὰς φιάλας ἡμῶν ἐξειργάσαντο. τί δήποτʼ οὖν σοι τὴν τῶν φυτῶν ἀκαρπίαν ἐκτραγῳδῆσαι προήχθημεν; ἵνα γένῃ ἡμῖν, κατὰ τὸν Σολομῶντα, καὶ αὐτὴ ἄμπελος κυπρίζουσα, καὶ κατάκαρπος κληματίς, οὐ βότρυν ἐξανθήσασα, ἀλλὰ τῶν βοτρύων ἐκθλίψασα τοῖς διψῶσι τὴν δρόσον. τίνες δέ εἰσιν οἱ διψῶντες; οἱ τὸν περίβολον τῆς συνόδου τειχίζοντες. τούτους ὀρεινῷ μεθύσματι ποτίζειν οὐκ ἔχων ἐγώ, ἐπὶ τὴν πολυστάφυλόν σου κεχώρηκα δεξιάν, ἵνʼ ἡμῖν ἐκ ποταμίας ποταμηδὸν τοὺς σοὺς κελεύσῃς ἐπιρρεῦσαι κρουνούς. τοῦτο γὰρ τάχος ποιήσασα, πολλῶν μὲν στόματα ξηρὰ θεραπεύσεις, εὐφρανεῖς δὲ πρῶτον ὡς ἔνι μάλιστα καὶ τὸν ἀττικιστὴν ἐπαίτην ἐμέ.
Δεξάμενος τὰ γράμματα τῆς σῆς τιμιότητος ἥσθην, ὡς εἰκός, καὶ εὐχαρίστησα τῷ Κυρίῳ, καὶ προθύμως εἶχον ἀντιφθέγξασθαι, ἐάν τις κατὰ καιρὸν περὶ ἀντιγράφων ὑπέμνησε. τὸ γὰρ πρᾶγμα ὑπὲρ οὗ ἐπέταξας ἡμῖν χρόνῳ ἐλάμβανε τὴν κατάστασιν, οὐκ ἐνῆν δὲ πρὸ τοῦ πέρατος ἀσφαλὲς οὐδὲν ἀποκρίνασθαι. αὕτη ἡ αἰτία τῆς σιωπῆς ἡμῶν· οὐ γὰρ δὴ ῥᾳθυμία οὐδὲ ἄγνοια τοῦ προσήκοντος. εἰ γὰρ καὶ ὅλως ἦμεν ῥᾴθυμοι, ἐσπουδάσαμεν πάντως ἐπὶ τῆς σῆς τιμιότητος συσκιάσαι ἡμῶν τὰ ἐλαττώματα. νῦν δὲ οὐκ ἔστιν ἡμῶν ἐπιλαθέσθαι σου οὐδὲ τὸ βραχύτατον (ἢ πρότερον ἄν τις ἑαυτὸν ἀγνοήσειεν)· ἀλλὰ κἂν ἐπιστέλλωμεν κἂν μή, ἐνιδρυμένον σε ταῖς καρδίαις ἑαυτῶν περιφέρομεν, καὶ πρὸς τὴν μακρὰν ἀπόλειψιν τοῦ χειμῶνος οὕτω δυσκόλως ἔχομεν, ὥστε εὔχεσθαι, εἰ μὴ αὐτῷ σοι δυνατόν, διὰ τὰς ἀκουομένας ἀσχολίας, καταλιπεῖν τοὺς ἀγροίκους, ἡμῖν ἐγγενέσθαι πρόφασιν ἐπιστῆναι τοῖς τόποις καὶ τῆς ἀληθινῆς εὐσταθείας τῶν σῶν τρόπων καὶ τῆς κοσμιότητος ἀπολαῦσαι. πάντως δὲ τὴν σωτήριον ἡμέραν τοῦ πάσχα μεθʼ ἡμῶν ποιῆσαι προθυμηθήσῃ, μετὰ τῆς κοσμιωτάτης συμβίου σου, ἣν καὶ προσαγορεύομεν διὰ σοῦ καὶ παρακαλοῦμεν συμπρᾶξαι ἡμῖν εἰς τὸ ἐπεῖξαί σε πρὸς ἡμᾶς.
Χάρις τῷ ἁγίῳ Θεῷ· οὐ γὰρ ἂν εἴποιμι χάριν ἔχειν τοῖς ἠδικηκόσι σε, ὅτι μοι γεγόνασι γραμμάτων ὑπόθεσις· ἀλλʼ ὁ πανταχόθεν εὐεργετῶν ἡμᾶς Κύριος οἶδε καὶ διὰ τῶν λυπηρῶν πληροῦν πολλάκις τὰς παρακλήσεις. ὅθεν καὶ ἡμῖν τὴν εἰκαιότητα τῶν ἀποδράντων σε, εὐφροσύνης ἐποίησεν ἀφορμήν. Ἀλλὰ γράφοις ἡμῖν διὰ πάσης προφάσεως, τοιαῦτα γράφων, οὕτω μὲν ἀπὸ χρηστῆς γνώμης, οὕτω δὲ ἀπὸ γλώττης κεκαθαρμένης. καὶ γὰρ εἰ μή φαμεν προσποιεῖσθαι τὸ ἐν τῇ λέξει τερπνόν, ἀλλʼ οὖν φυσικῶς πως κατακηλούμεθα παρʼ αὐτοῦ, καὶ ἄγετε ἡμᾶς οἱ τὸν λόγον χαρίεντες, ὥσπερ οἱ τὰς μελίσσας διὰ τῶν κρουμάτων. πολλάς γε οὖν πέμπε τὰς ἐπιστολάς, καὶ μακρὰς ὡς ἔνι μάλιστα· οὐ γὰρ δὴ ἀρετὴ ἐπιστολῆς ἡ βραχύτης, οὐ μᾶλλόν γε ἢ ἀνθρώπου. Γράφε δὲ ἡμῖν τά τε κατὰ τὸν οἶκον, ὅπως διάκειται, καὶ αὐτό σοι τὸ σῶμα ὅπως ὑγείας ἔχει, καὶ εἰ τὰ τῶν ἐκκλησιῶν ἡσυχάζει· μέλει γάρ σοι καὶ τούτων καλῶς ποιοῦντι. καὶ μέντοι καὶ εἴ τις δύναμις συμπονεῖν τῇ εἰρήνῃ καὶ τῇ ἑνώσει τῶν διεστηκότων, μὴ παραιτοῦ. Ὁ δὲ χρηστὸς Κυριακὸς ἥψατο πρότερον τῆς σπουδῆς, καὶ τότε ἡμῖν ἀπέδωκε τὴν ἐπιστολήν· ἐπὶ δὲ τὰ λείψανα τοῦ πράγματος ἡμᾶς ἔσχε συναιρομένους τὰ ἡμῖν δυνατά. ἐπεστείλαμεν γὰρ τῶν χωρεπισκόπῳ τῶν τόπων· ὃς ἐὰν ποιήσῃ τι τῷ προστεταγμένων, αὐτὰ γνωρίσει τὰ πράγματα.
Δεῖγμα τοῦ μὴ παρέργως σε ἔχειν περὶ ἡμᾶς τὸ εὐθὺς ἀπʼ αὐτῶν, ὡς εἰπεῖν, τῶν θυρῶν τῆς εἰσόδου προσφθέγγεσθαι ἡμᾶς. ἔστι μὲν οὖν καὶ αὐτὸ σπουδῆς ἄξιον, τὸ ἐντυχεῖν γράμμασι φιλικοῖς· ἐὰν δὲ καὶ τὴν ἐπὶ τοῖς μεγίστοις χρείαν ἀνύῃ τὰ γραφόμενα, πολλῷ πλείονος ἄξια γίνεται δηλονότι. Εὖ τοίνυν ἴσθι, ὡς ὁ τὰ πάντα ἄριστος ἀνὴρ Πατρίκιος τοσαῦτα ἐπὶ τῶν χειλέων αὐτοῦ τῆς πειθοῦς φέρει φάρμακα, ὥστε μὴ ὅτι σὺ ἐπέστειλας, ἀλλὰ κἂν Σαυρομάτην τινὰ ἢ Σκύθην λάβῃ, πεῖσαι ἂν ῥᾳδίως περὶ ὧν ἐθελήσειεν. οὐ μὴν ἀπὸ καρδίας ἐστὶ τὰ τῆς εὐφροσύνης ἐκεῖνα ῥήματα. πάλαι γὰρ ἐπιτετήδευται τὸ σχῆμα τοῦτο· μέχρι φωνῆς χρηστοὺς καὶ ἀπειροκάλους δῆθεν καὶ ἑτοίμους εἶναι ἐπιτρέπειν παντὶ δικαστηρίῳ τὰ κατʼ αὐτούς, ἐπειδὰν δὲ ἐπʼ αὐτῶν γένωνται τῶν πραγμάτων, μὴ σύ γε ἐκεῖ τύχοις. Ἀλλὰ ταῦτα μέν μοι πρὸς σὲ εἰρήσθω, ἵνʼ αὐτός τε εἰδείης καὶ τὸν ἄνδρα οὔτε ἄλλως ὄντα εὐπαράγωγον, ἔτι καὶ παρὰ σεαυτοῦ πεισθῇς, μὴ τῇ τῶν ῥημάτων προσέχειν εὐπρεπείᾳ, ἀλλὰ τοὺς ἐκ τῶν πραγμάτων ἀναμένειν ἐλέγχους.
Ἐξήρκει καὶ τὸ γράμμα τῆς σεμνότητός σου πᾶσαν ἡμῖν ἐξεργάσασθαι εὐφροσύνην. νυνὶ δὲ καὶ ἡ κοσμιωτάτη γυναικῶν Ἰκέλιον, ἡ κοινὴ θυγάτηρ ἡμῶν, τὴν ἐπιστολήν ἀποδοῦσα πλέον ἢ εἰς τὸ διπλάσιον τὴν εὐφροσύνην ἐπηύξησεν, οὐ μόνον τῷ ἔμψυχος εἰκὼν εἶναι τῆς σῆς καλοκἀγαθίας, ἀλλὰ καὶ τῷ παρʼ ἑαυτῆς πᾶσαν ἐπιδεικνύναι ἀρετῆς ἐπιμέλειαν. ὥστε πρότερον αὐτὴν ἀσμένως δεξάμενοι διὰ σέ, ὕστερον ἀναστρέψαντες ἐμακαρίσαμέν σε δι’ αὐτήν, ὅτι τοιαύτης τεκνοτροφίας μισθοί σε μένουσι παρὰ τοῦ Δεσπότου Θεοῦ. ἀλλʼ ἴδοιμέν ποτε καὶ αὐτὸν σέ, καὶ τῶν ἐν σοὶ καλῶν ἀπολαύσαιμεν, μήτε ἀρρωστίας, μήτε ἑτέρας τινὸς δυσχερείας ἐμποδιζούσης ἡμῶν τῇ συντυχίᾳ.
Ἔδωκεν ἡμῖν ὁ ἅγιος Θεὸς οἰκειοτάτην πραγμάτων ὑπόθεσιν τὸν ἀδελφὸν τόνδε γνωρίσας ἡμῖν, τὸν ἄνδρα, ᾧ κατὰ τὴν ἐπάνοδον τὴν πρὸς τὴν σὴν τιμιότητα ἐχρησάμεθα τῆς ἐγγράφου ταύτης ὁμιλίας ἡμῶν διακόνῳ, εὐχόμενοι τῷ Θεῷ, ἐπὶ μεῖζόν σε περιφανείας καὶ δόξης προιόντα κοσμεῖν καὶ ἡμᾶς καὶ τὴν πατρίδα πᾶσαν τῇ οἰκείᾳ σεαυτοῦ ἀρετῇ. Παρακαλοῦμεν δέ σε παρὰ πάντα τὸν βίον μεμνῆσθαι τοῦ κτίσαντός σε Θεοῦ καὶ τιμήσαντος, ἵνα πρὸς τῇ τοῦ βίου τούτου λαμπρότητι ἔτι καὶ τῆς οὐρανίου δόξης ἀξιωθῇς, ἧς ἕνεκεν πάντα ποιητέον ἡμῖν, τοῖς πρὸς τὴν μακαρίαν ἐλπίδα τὴν ζωὴν ἡμῶν ἀπευθύνουσιν.
Ὑπὲρ ὧν παρόντας ἡμᾶς ἐτίμησας, καὶ ἀπόντων μεμνῆσθαι καταξιοῖς (ἦλθε γὰρ εἰς ἡμᾶς ἡ ἀκοή), παρὰ τοῦ ἀγαθοῦ Δεσπότου γένοιτό σοι ἀντίδοσις· καί σε ἴδοιμεν ἐν τῇ μεγάλῃ ἡμέρᾳ τῆς δικαιοκρισίας τοῦ Θεοῦ ἡμῶν ἐπὶ ἔργοις ἀγαθοῖς εὐδόκιμον, ἵνα, ὥσπερ τῆς ἐνταῦθα περιφανείας ἠξίωσαι, οὕτω καὶ παρὰ τῷ οὐρανίῳ βασιλεῖ σεμνότητος ἀπολαύσῃς. Παρακαλοῦμεν οὖν προηγουμένως τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ διαρκῆ παρασχέσθαι τὴν σπουδήν, ἔπειτα καὶ τὸ εἰς ἡμᾶς εὐμενὲς ἐπαυξῆσαι, μνήμης τε πάσης καὶ προστασίας ἡμᾶς ἀξιοῦντα, καὶ σεμνῦναι ἡμᾶς καὶ γράμμασιν, ὥστε, ἀπόδειξιν ἡμᾶς ἔχοντας ὅτι οὐ βαρύνομεν ὑμᾶς ἐπιστέλλοντας, συνεχέστερόν σου τῇ μεγαλονοίᾳ καταθαρρήσειν
Καὶ προσαγορεύω τὴν τιμιότητά σου καὶ εὔχομαί σοι τὰ ἀγαθά· ἐμαυτὸν δὲ καταμηνύω σπουδὴν ἔχοντι πάντως εἰδέναι τὰ καθʼ ἡμᾶς, μηδὲν ἄμεινον τῆς συνηθείας πράττοντα. τῶν γὰρ δυσφημοτέρων φείδομαι, ὡς ἂν μὴ πάνυ λυποίην τὸν τὰ βέλτιστα ἡμῖν συνευχόμενον.
Πάνυ ἡδέως ἐτέρφθην τοῖς ποταμίοις ἰχθύσι, μνησικακήσας αὐτῶν τὴν φυγὴν ἣν ἔφυγον ὑποδραμόντες τὴν σκέπην τὴν ἐκ τοῦ κρύους. ἰχθύων δὲ ἡμῖν τιμιώτερά σου τὰ γράμματα. ὥστε ἐπίστελλε μᾶλλον ἢ ἀπόστελλε. εἰ δὲ ἥδιόν σοι σιωπᾷν, σὺ δὲ ἀλλʼ εὐχόμενος ὑπὲρ ἡμῶν μὴ διαλίπῃς.
Ὅτι σε φιλῶ, οἷς ἐπιστέλλω μάθε. ὅτι με μισεῖς, οἷς σιωπᾷς ἔγνων. γράφε δὲ κἂν τοῦ λοιποῦ, καλάμῳ καὶ μέλανι καὶ βραχεῖ χάρτῃ φιλοῦντας φιλῶν.
Μάταιόν ἐστι δὶς περὶ τῶν αὐτῶν ἐπιστέλλειν. ἢ γὰρ φύσιν οὐκ ἔχει διορθώσεως τὸ πρᾶγμα, καὶ μάτην ἡμῖν ἐνοχλοῦσιν οἱ προσιόντες, ἢ οἱ δεχόμενοι τὰς ἐπιστολὰς παρορῶσιν ἡμῶν, καὶ οὕτω ματαιοφρονοῦμεν τοῖς καταφρονηταῖς ἐπιστέλλοντες. ἐπεὶ οὖν ἤδη περὶ τοῦ αὐτοῦ ἐδέξω γράμματα, ἠναγκάσθημεν δὲ καὶ δεύτερον ἐπιστεῖλαι, ἢ διόρθωσαι, εἴ σοι δύναμις, ἢ γνώρισον ἡμῖν τὴν αἰτίαν δι’ ἣν πάλαι οὐ γέγονε τὰ προστεταγμένα.
Ἓν γνώρισμα τοῦ ζῇν ὁ λόγος. πῶς δὲ σὺ ὑπὲρ γῆν εἶναι νομισθείης, μηδέποτε φθεγγόμενος; ἀλλʼ ἄπωσαι τὴν σιωπήν σου, γράψας ἡμῖν καὶ ἐμφανίσας σεαυτὸν ὅτιπερ ζῇς.
Οἱ λόγοι τὴν φύσιν ὑπόπτερον ἔχουσι. διὰ τοῦτο σημείων χρῄζουσιν, ἵνα ἱπταμένων αὐτῶν λάβῃ τὸ τάχος ὁ γράφων. σὺ οὖν, ὦ παῖ, τὰ χαράγματα τέλεια ποίει, καὶ τοὺς τόπους ἀκολούθως κατάστιζε. ἐν γὰρ μικρᾷ πλάνῃ πολὺς ἡμάρτηται λόγος, τῇ δὲ ἐπιμελείᾳ τοῦ γράφοντος κατορθοῦται τὸ λεγόμενον.
Ὀρθὰ γράφε καὶ χρῶ τοῖς στίχοις ὀρθῶς· καὶ μήτε αἰωρείσθω πρὸς ὕψος ἡ χεὶρ μήτε φερέσθω κατὰ κρημνῶν. μηδὲ βιάζου τὸν κάλαμον λοξὰ βαδίζειν, ὥσπερ τὸν παρʼ Αἰσώπῳ καρκίνον· ἀλλʼ εὐθὺ χώρει, ὥσπερ ἐπὶ στάθμης βαδίζων τεκτονικῆς, ἣ πανταχοῦ φυλάττει τὸ ἴσον καὶ πᾶν ἀναιρεῖ τὸ ἀνώμαλον. τὸ γὰρ λοξὸν ἀπρεπές, τὸ δὲ εὐθὺ τερπνὸν τοῖς ὁρῶσιν, οὐκ ἐῶν ἀνανεύειν καὶ κατανεύειν, ὥσπερ τὰ κηλώνεια, τοὺς ὀφθαλμοὺς τῶν ἀναγινωσκόντων. ὁποῖόν τι κἀμοὶ συμβέβηκε τοῖς γράμμασιν ἐντυχόντι τοῖς σοῖς. τῶν γὰρ στίχων κειμένων κλιμακηδόν, ἡνίκα ἔδει μεταβαίνειν ἐφʼ ἕτερον ἀφʼ ἑτέρου, ἀνάγκη ἦν ἐξορθοῦν πρὸς τὸ τέλος τοῦ προσιόντος. ἐν ᾧ μηδαμοῦ φαινομένης τῆς ἀκολουθίας, ἀνατρέχειν ἔδει πάλιν καὶ τὴν τάξιν ἐπιζητεῖν, ἀναποδίζοντα καὶ παρεπόμενον τῷ αὔλακι, καθάπερ τὸν Θησέα τῷ μίτῳ τῆς Ἀριάδνης φασί. γράφε τοίνυν ὀρθῶς, καὶ μὴ πλάνα τὸν νοῦν τῷ πλαγίῳ καὶ λοξῷ τῶν γραφομένων.
Αἰσχύνομαι καθʼ ἕνα σοι προσάγων τοὺς Καππαδόκας, ἀλλὰ μὴ πάντας τοὺς ἐν ἡλικίᾳ πείθων λόγων καὶ παιδεύσεως ἀντιποιεῖσθαι καὶ σοὶ κεχρῆσθαι τῆς ἀσκήσεως διδασκάλῳ. ἀλλʼ ἐπειδὴ πάντων εἰσάπαξ ἐπιτυχεῖν, τὰ προσήκοντα σφίσιν αὐτοῖς αἱρουμένων, οὐχ οἷόν τε, τοὺς ἑκάστοτε πειθομένους παραπέμπομέν σοι, τοσοῦτον αὐτοῖς χαριζόμενος, ὅσον καὶ οἱ τοῖς διψῶσι καθηγούμενοι πρὸς τὰς πηγάς. Ὁ δὲ νῦν προσιὼν μικρὸν ὕστερον ἑαυτοῦ ἕνεκεν σπουδασθήσεται, ἐπειδάν σοι συγγένηται. νῦν δὲ ἀπὸ πατρός ἐστι γνώριμος, μέγα ἐπὶ ὀρθότητι βίου καὶ δυνάμει πολιτικῇ παρʼ ἡμῖν λαβόντος ὄνομα· ὃς καὶ ἐμοὶ εἰς τὴν ἄκραν φιλίαν ἥρμοσται. ἧς ἀμειβόμενος αὐτόν, τῷ παιδὶ ταύτην τὴν χάριν δίδωμι, σοὶ ποιῶν αὐτὸν γνώριμον, πρᾶγμα μεγίστης εὐχῆς ἄξιον τοῖς ἀρετὴν ἀνδρὸς κρίνειν ἐπισταμένοις.
Διὰ χρόνου πρὸς ἡμᾶς Καππαδόκης ἥκει νέος. ἓν τοῦτο κέρδος, ὅτι Καππαδόκης. ἀλλὰ καὶ τοῦ πρώτου γένους οὗτος ὁ Καππαδόκης. δεύτερον τοῦτο κέρδος. ἀλλὰ καὶ γράμμα τοῦ θαυμαστοῦ Βασιλείου κομίζων ἡμῖν. τουτὶ μὲν ὅτου τίς εἴποι μεῖζον; ἐγὼ γὰρ ὃν ἐπιλελῆσθαί σου νομίζεις, καὶ πάλαι νέον ὄντα ᾐδούμην, σωφροσύνῃ τε πρὸς τοὺς γέροντας ἁμιλλώμενον ὁρῶν, καὶ ταῦτα ἐν ἐκείνῃ τῇ πόλει τῇ ταῖς ἡδοναῖς βρυούσῃ, καὶ λόγων ἤδη μοῖραν κεκτημένον μεγάλην. ἐπειδὴ δὲ ᾠήθης δεῖν καὶ τὰς Ἀθήνας ἰδεῖν, καὶ τὸν Κέλσον ἔπειθες, συνέχαιρον τῷ Κέλσῳ τῆς σῆς ἐξηρτημένῳ ψυχῆς. ἐπανήκοντος δέ σου καὶ ἔχοντος τὴν πατρίδα, ἔλεγον πρὸς ἐμαυτόν· Τί νῦν ἡμῖν ὁ Βασίλειος δρᾷ, καὶ πρὸς τίνα βίον ὥρμηκεν; ἆρʼ ἐν δικαστηρίοις τρέπεται, τοὺς παλαιοὺς ῥήτορας ζηλῶν; ἢ ῥήτορας εὐδαιμόνων πατέρων ἀπεργάζεται παῖδας; ὡς δὲ ἧκόν τινες ἀπαγγέλλοντες ἀμείνω σε πολλῷ τουτωνὶ τῶν ὁδῶν πορεύεσθαι, καὶ σκοπεῖν, ὅπως ἂν γένοιο Θεῷ μᾶλλον φίλος, ἢ συλλέξεις χρυσίον, εὐδαιμόνισά σέ τε καὶ Καππαδόκας, σὲ μὲν τοιοῦτον βουλόμενον εἶναι, ἐκείνους δὲ τοιοῦτον δυναμένους δεικνύναι πολίτην. Φίρμος δὲ ἐκεῖνος ὡς πανταχοῦ διετέλεσε κρατῶν εὖ οἶδα· ἐντεῦθεν γὰρ αὐτῷ τῶν λόγων ἡ δύναμις. πολλῶν δὲ ἐπαίνων ἀπολαύσας, οὐκ οἶδα ὅτι πώποτε τηλικούτων, ἡλίκων νῦν ἐν τοῖς σοῖς ἀκήκοα γράμμασι. τὸ γὰρ μηδένα ἂν τὴν ἐκείνου δόξαν ὑπερβαλέσθαι σὲ τὸν λέγοντα εἶναι, πόσον τι χρὴ νομίζειν ἐκείνῳ; Δοκεῖς δέ μοι καὶ τούτους ἀπεσταλκέναι πρὶν ἢ τὸν Φιρμῖνον ἰδεῖν· οὐ γὰρ ἂν αὐτὸν οὐκ εἶχε τὰ γράμματα. καὶ νῦν τί ποιεῖ ἤ τί μέλλει Φιρμῖνος; ἔτʼ ἔστιν ἐν τοῖς τῶν γάμων πόθοις, ἢ ἐκεῖνα μὲν πάλαι πέπαυται, βαρεῖα δὲ ἡ βουλή, καὶ πᾶσα ἀνάγκη μένειν; ἢ τίνες εἰσὶν ἐλπίδες, ὡς αὖθις ἔσται λόγων κοινωνός; ἀποκρινάσθω τι ἡμῖν, καὶ εἴη μέν τι χρηστόν· εἰ δʼ οὖν τι καὶ λυπήσει, τοῦ βλέπειν γε ἡμᾶς πρὸς τὰς πύλας ἀπαλλάξει. εἰ δὲ Ἀθήνῃσι νῦν ὁ Φιρμῖνος ἐτύγχανεν ὤν, τί ἂν ἔδρων οἱ βουλεύοντες παρʼ ὑμῖν; ἢ τὴν Σαλαμινίαν ἔπεμπον ἂν ἐπʼ αὐτόν; ὁρᾷς, ὅτι καὶ μόνον ὑπὸ τῶν σῶν ὑβρίζομαι πολιτῶν. οὐ μὴν ἔγωγε τοῦ φιλεῖν καὶ ἐπαινεῖν Καππαδόκας παύσομαι· ἀλλʼ εὔχομαι μὲν αὐτοὺς ἀμείνους γενέσθαι περὶ ἐμέ, μένοντας δὲ ἐπὶ τῶν αὐτῶν οἴσω. Φιρμῖνος δὲ μῆνας ἡμῖν συνεγένετο τέτταρας, ἡμέραν δὲ ἤργησεν οὐδεμίαν. τὸ δὲ συνειλεγμένον ὅσον ἐστίν, αὐτὸς εἴσῃ, καὶ ἴσως οὐ μέμψῃ. πρὸς δὲ τὸ πάλιν αὐτὸν δεῦρο δυνηθῆναι ἐλθεῖν, τίνα χρὴ προσπαρακαλεῖν σύμμαχον; εἴπερ γὰρ εὖ φρονοῦσιν οἱ βουλεύοντες, πρέποι δʼ ἂν ἀνθρώποις πεπαιδευμένοις, τιμήσουσι τοῖς δευτέροις, ἐπειδὴ τοῖς πρώτοις ἐλύπησαν.
Ἰδού σοι καὶ ἕτερος ἥκει Καππαδόκης, υἱὸς ἐμὸς καὶ αὐτός· πάντας γὰρ ἡμῖν εἰσποιεῖ τὸ σχῆμα τοῦτο, ἐν ᾧ νῦν ἐσμεν. ὥστε κατά γε τοῦτο ἀδελφὸς ἂν εἴη τοῦ προλαβόντος, καὶ τῆς αὐτῆς σπουδῆς ἄξιος ἐμοί τε τῷ πατρὶ καὶ σοὶ τῷ διδασκάλῳ, εἴπερ τι ὅλως πλέον δυνατὸν ἔχειν τοὺς παρʼ ἡμῶν ἐρχομένους. τοῦτο δὲ λέγω, οὐχ ὡς οὐκ ἂν τῆς σῆς λογιότητος πλεῖόν τι τοῖς παλαιοῖς τῶν ἑταίρων χαριζομένης, ἀλλʼ ὡς ἀφθόνου πᾶσι τῆς ὠφελείας σου προκειμένης. Ἀρκοῦν δʼ ἂν εἴη τῷ νεανίσκῳ, πρὸ τῆς ἐκ τοῦ χρόνου πείρας, ἐν τοῖς οἰκείοις τετάχθαι· ὃν ἀποπέμψαιο ἡμῖν, ἄξιον τῶν τε ἡμετέρων εὐχῶν καὶ τῆς σαυτοῦ δόξης, ἣν ἔχεις ἐν τοῖς λόγοις. ἐπάγεται δὲ καὶ ἡλικιώτην τὴν ἴσην ἔχοντα περὶ τοὺς λόγους σπουδήν, εὐπατρίδην καὶ αὐτὸν καὶ ἡμῖν οἰκεῖον· ὃν οὐδὲν ἔλαττον ἕξειν πιστεύομεν, κἂν πλεῖστον τῶν ἄλλων τοῖς χρήμασιν ἀπολείποιτο.
Οἶδα ὅτι πολλάκις τοῦτο γράψεις, τό, Ἰδού σοι καὶ ἕτερος ἥκει Καππαδόκης. πολλοὺς γάρ, οἶμαι, πέμψεις, ἀεὶ μὲν καὶ πανταχοῦ τοῖς ἐγκωμίοις τοῖς κατʼ ἐμοῦ χρώμενος, τούτῳ δὲ αὐτῷ καὶ πατέρας κινῶν καὶ παῖδας. Ἀλλʼ ὅ γε ἐγένετο περὶ τὴν ἐπιστολήν σου τὴν καλήν, οὐ καλὸν σιωπῆσαι. παρεκάθηντό μοι τῶν ἐν ἀρχῇ γεγενημένων ἄλλοι τε οὐκ ὀλίγοι, καὶ ὁ πάντα ἄριστος Ἀλύπιος Ἱεροκλέους ἀνεψιὸς ἐκείνου. ὡς οὖν ἔδοσαν οἱ φέροντες τὴν ἐπιστολήν, σιγῇ διὰ πάσης ἐλθών, Νενικήμεθα, ἔφην, μειδιῶν τε ἅμα καὶ χαίρων. Καὶ τίνα σὺ νενίκησαι νίκην; ἤροντο· καὶ πῶς οὐκ ἀλγεῖς νενικημένος; ἐν κάλλει μέν, ἔφην, ἐπιστολῶν ἥττημαι· Βασίλειος δὲ κεκράτηκε. φίλος δὲ ὁ ἀνήρ, καὶ διὰ τοῦτο εὐφραίνομαι. ταῦτα εἰπόντος ἐμοῦ, παρʼ αὐτῶν μαθεῖν ἠβουλήθησαν τῶν γραμμάτων τὴν νίκην. καὶ ἀνεγίνωσκε μὲν ὁ Ἀλύπιος, ἤκουον δὲ οἱ παρόντες. ἡ ψῆφος δὲ ἠνέχθη, μηδέν με ἐψεῦσθαι. καὶ τὰ γράμματα ἔχων ὁ ἀναγνοὺς ἐξῄει, δείξων οἶμαι καὶ ἄλλοις, καὶ μόλις ἀπέδωκε. γράφε τοίνυν παραπλήσια, καὶ νίκα· τουτὶ γάρ ἐστιν ἐμὲ νικᾷν. Καλῶς δὲ κἀκεῖνο εἰκάζεις, ὡς οὐ χρήμασι μετρεῖται τὰ παρʼ ἡμῶν· ἀλλʼ ἀρκεῖ τῷ μὴ δυναμένῳ δοῦναι τὸ βουληθῆναι λαβεῖν. κἂν γὰρ αἴσθωμαί τινα ἐν πενίᾳ λόγων ἐρῶντα, πρὸ τῶν πλουτούντων οὗτος. καίτοι οὐ τοιούτων πεπειράμεθα διδασκάλων· ἀλλʼ οὐδὲν κωλύσει ταύτῃ γε εἶναι βελτίονας. μηδεὶς οὖν πένης ὀκνείτω δεῦρο βαδίζειν, εἰ ἓν ἐκεῖνο κέκτηται μόνον, τὸ ἐπίστασθαι πονεῖν.
Τί οὐκ ἂν εἴποι σοφιστὴς ἀνήρ, καὶ σοφιστὴς τοιοῦτος, ᾧ γε ἴδιον εἶναι τῆς τέχνης ὡμολόγηται, καὶ τὰ μεγάλα μικρὰ ποιεῖν ὅτε βούλεται, καὶ τοῖς μικροῖς περιτιθέναι μέγεθος; ὁποῖον δή τι καὶ περὶ ἡμᾶς ἐπεδείξω. τὴν γὰρ ἐπιστολὴν ἐκείνην τὴν ῥυπῶσαν, ὡς ἂν ὑμεῖς οἱ περὶ τοὺς λόγους τρυφῶντες εἴποιτε, οὐδὲν οὖσαν τῆς ἐν χερσί σου ταύτης ἀνεκτοτέραν, τοσοῦτον ἦρας τῷ λόγῳ, ὡς ἡττηθῆναι δῆθεν αὐτῆς, καὶ ἡμῖν τῶν πρωτείων τοῦ γράφειν παραχωρεῖν· ὅμοιον ποιῶν ταῖς τῶν πατέρων παιδιαῖς, ὅταν ταῖς παρʼ ἑαυτῶν νίκαις παραχωρῶσι τοῖς παισὶν ἐναβρύνεσθαι, οὔτε ἑαυτούς τι ζημιοῦντες, καὶ τῶν παίδων τρέφοντες τὸ φιλότιμον. Τῷ ὄντι δὲ καὶ ἀμύθητον ὅσην ἡδονὴν εἶχεν ὁ λόγος ἐν τῇ πρὸς ἡμᾶς παιδιᾷ· οἷον Πολυδάμαντός τινος ἢ Μίλωνος παγκρατίου ἢ πάλης ἀγωνίαν παραιτουμένου τὴν πρὸς ἐμὲ αὐτόν· πολλὰ γὰρ περισκεψάμενος οὐδὲν εὗρον ἀσθενείας ὑπόδειγμα· ὥστε τοὺς τὰς ὑπερβολὰς τῶν λόγων ἐπιζητοῦντας ἐνταῦθά σε μᾶλλον ἄγανται τῆς δυνάμεως, οὕτω δυνηθέντα ταῖς παιδιαῖς πρὸς ἡμᾶς καταβῆναι, ἢ εἰ τὸν βάρβαρον ἦγες ὑπὲρ τὸν Ἄθω πλέοντα. ἀλλʼ ἡμεῖς μέν, ὦ θαυμάσιε, Μωσεῖ καὶ Ἠλίᾳ καὶ τοῖς οὕτω μακαρίοις ἀνδράσι σύνεσμεν, ἐκ τῆς βαρβάρου φωνῆς διαλεγομένοις ἡμῖν τὰ ἑαυτῶν, καὶ τὰ παρʼ ἐκείνων φθεγγόμεθα, νοῦν μὲν ἀληθῆ, λέξιν δὲ ἀμαθῆ, ὡς αὐτὰ ταῦτα δηλοῖ· εἰ γάρ τι καὶ ἦμεν παρʼ ὑμῶν διδαχθέντες, ὑπὸ τοῦ χρόνου ἐπελαθόμεθα. Αὐτὸς δὲ ἐπίστελλε ἡμῖν, ἄλλας ὑποθέσεις ἐπιστολῶν ποιούμενος, αἳ καὶ σὲ δείξουσι καὶ ἡμᾶς οὐκ ἐλέγξουσι. τὸν υἱὸν Ἀνυσίου ἤδη σοι προσήγαγον ὡς ἐμαυτοῦ υἱόν. εἰ δὲ ἐμός ἐστι παῖς, τοῦ πατρός ἐστι τὸ παιδίον, πένης ἐκ πένητος. γνώριμον δὲ τὸ λεγόμενον ἀνδρὶ σοφῷ τε καὶ σοφιστῇ.
Εἰ πάνυ πολὺν χρόνον ἐσκόπεις, πῶς ἂν ἄριστα συνείποις τοῖς περὶ τῶν σῶν γραμμάτων ἡμετέροις γράμμασιν, οὐκ ἂν ἄμεινον τοῦτό μοι ποιῆσαι ἐδόκεις, ἢ τοιαῦτα γράφων, ὁποῖα νῦν ἔγραψας. καλεῖς γάρ με σοφιστήν· τοῦ τοιούτου δὲ εἶναι φῂς τὸ δύνασθαι τὰ μικρὰ μὲν μεγάλα ποιεῖν, τὰ δʼ αὖ μεγάλα μικρά. καὶ δὴ τὴν ἐμὴν ἐπιστολὴν βεβουλῆσθαι φῂς δεῖξαι τὴν σὴν καλήν, οὐκ οὖσαν καλήν· εἶναί τε οὐδὲν ἧς νῦν ἔπεμψας βελτίω· ὅλως τε οὐδεμίαν εἶναι παρὰ σοὶ λόγων δύναμιν, τῶν μὲν νῦν ὄντων ἐν χερσὶ βιβλίων τοῦτο οὐ ποιούντων, ὧν δὲ εἶχες πρότερον λόγων ἐξερρυηκότων. καὶ ταῦτα πείθειν ἐπιχειρῶν, οὕτω καλὴν καὶ ταύτην, ἣν λέγεις κακῶς, εἰργάσω τὴν ἐπιστολήν, ὥσθʼ οἱ παρόντες ἡμῖν οὐκ εἶχον μὴ πηδᾷν ἀναγινωσκομένης. ἐθαύμασα οὖν, ὅτι ταύτῃ τὴν προτέραν καθελεῖν ἐπιχειρήσας, τῷ φάναι ταύτῃ τὴν προτέραν ἐοικέναι, ταύτῃ τὴν προτέραν ἐκόσμησας. Ἐχρῆν δὲ ἄρα τὸν τοῦτο βουλόμενον, χείρονα ποιῆσαι ταύτην ἐπὶ διαβολῇ τῆς πρόσθεν. ἀλλʼ οὐκ ἦν, οἶμαι, σόν, ἀδικῆσαι τὴν ἀλήθειαν. ἠδίκητο δʼ ἄν, γράφοντος ἐξεπίτηδες φαυλότερα, καὶ οὐ χρωμένου τοῖς οὖσι. τοῦ αὐτοῦ τοίνυν ἂν εἴη τὸ μήτε ψέγειν ἃ δίκαιον ἐπαινεῖν, ἵνα μή σε τὸ πρᾶγμα φέρον εἰς σοφιστὰς ἐμβάλῃ, πειρώμενον ταπεινὰ τὰ μεγάλα ποιεῖν. βιβλίων μὲν οὖν, ὧν φῂς εἶναι χείρω μὲν τὴν λέξιν, ἀμείνω δὲ τὴν διάνοιαν, ἔχου, καὶ οὐδεὶς κωλύει. τῶν δὲ ἡμετέρων μὲν ἀεί, σῶν δὲ πρότερον, αἱ ῥίζαι μένουσί τε καὶ μενοῦσιν ἕως ἂν ᾖς, καὶ οὐδεὶς μήποτε αὐτὰς ἐκτέμοι χρόνος, οὐδʼ ἂν ἥκιστα ἄρδοις.
Οὔπω μοι τῆς λύπης ὑφῆκας, ὥστε με μεταξὺ γράφοντα τρέμειν. ἀλλʼ εἰ μὲν ἀφῆκας, τί οὐκ ἐπιστέλλεις, ὦ ἄριστε; εἰ δὲ ἔτι κατέχεις, ὃ πάσης λογίας ψυχῆς καὶ τῆς σῆς ἐστιν ἀλλότριον, πῶς ἄλλοις κηρύττων μὴ χρῆναι μέχρι δυσμῶν ἡλίου λύπην φυλάττειν, αὐτὸς ἐν πολλοῖς ἡλίοις ἐφύλαξας; ἢ τάχα ζημιῶσαί με προείλου τῆς μελιχρᾶς σου φωνῆς ἀποστερῶν; μὴ σύ γε, ὦ γενναῖε, ἀλλὰ γενοῦ πρᾶος, καὶ δὸς ἀπολαῦσαι τῆς παγχρύσου σου γλώττης.
Οἱ πρὸς τὸ ῥόδον ἔχοντες, ὡς τοὺς φιλοκάλους εἰκός, οὐδὲ πρὸς αὐτὰς τὰς ἀκάνθας, ὧν τὸ ἄνθος ἐκφύεται, δυσχεραίνουσι. καί τινος ἤκουσα τοιοῦτόν τι περὶ αὐτῶν, παίζοντος τάχα ἢ καὶ σπουδάζοντος, ὅτι, καθάπερ ἐρωτικά τινα κνίσματα τοῖς ἐρασταῖς, τὰς λεπτὰς ἐκείνας ἀκάνθας ἡ φύσις τῷ ἄνθει προσέφυσε, πρὸς μείζονα πόθον τοῖς εὐπλήκτοις κέντροις τοὺς δρεπομένους ὑπερεθίζουσα. Τί βούλεταί μοι τὸ ῥόδον τοῖς γράμμασιν ἐπεισαγόμενον; πάντως οὐδὲν δεῖ σε διδαχθῆναι τῆς ἐπιστολῆς μεμνημένον τῆς σῆς, ἣ τὸ μὲν ἄνθος εἶχε τοῦ ῥόδου, ὅλον ἡμῖν τὸ ἔαρ τῇ εὐγλωττίᾳ διαπετάσασα, μέμψεσι δέ τισι καὶ ἐγκλήμασι καθʼ ἡμῶν ἐξηκάνθωτο. ἀλλʼ ἐμοὶ τῶν σῶν λόγων καθʼ ἡδονήν ἐστι καὶ ἡ ἄκανθα, πρὸς μείζονα πόθον τῆς φιλίας ἐκκαίουσα.
Εἰ ταῦτα γλώττης ἀργοτέρας, τίς ἂν εἴης αὐτὴν ἀκονῶν; σοῦ μὲν γὰρ ἐν τῷ στόματι λόγων οἰκοῦσι πηγαί, κρείσσους ναμάτων ἐπιρροῆς· ἡμεῖς δὲ εἰ μὴ καθʼ ἡμέραν ἀρδοίμεθα, λείπεται τὸ σιγᾷν.
Τὸ μὴ συνεχῶς με γράφειν πρὸς τὴν σὴν παίδευσιν, πείθουσι τό τε δέος καὶ ἡ ἀμαθία· τὸ δέ σε καρτερικώτατα σιωπᾷν, τί τῆς μέμψεως ἐξαιρήσεται; εἰ δέ τις λογίσαιτο τὸ καὶ ἐν λόγοις σε βιοῦντα ὀκνεῖν ἐπιστέλλειν, καταψηφιεῖταί σου λήθην τὴν πρὸς ἡμᾶς. ᾧ γὰρ τὸ λέγειν πρόχειρον, καὶ τὸ ἐπιστέλλειν οὐκ ἀνέτοιμον. ὁ δὲ ταῦτα κεκτημένος, εἶτα σιγῶν, εὔδηλον ὡς ὑπεροψίᾳ ἢ λήθῃ τοῦτο ποιεῖ. ἐγὼ δέ σου τὴν σιωπὴν ἀμείψομαι προσρήσει. χαῖρε τοίνυν, τιμιώτατε, καὶ γράφε εἰ βούλοιο· καὶ μὴ γράφε, εἰ τοῦτό σοι προσφιλές.
Μᾶλλον ὅτι μὴ πάλαι σοι γράφειν ἠρξάμην οἶμαί μοι δεῖν ἀπολογίας, ἢ νῦν παραιτήσεως ὅτι τοῦτο ποιεῖν ἠρξάμην. ἐγὼ γὰρ ἐκεῖνος, ὁ προσθέων, ὁπότε φανείης, καὶ ὡς ἥδιστα ὑπέχων τὰ ὦτα τῷ ῥεύματι τῆς γλώττης, καὶ λέγοντος εὐφραινόμενος, καὶ μόλις ἀπαλλαττόμενος, καὶ πρὸς τοὺς ἑταίρους λέγων, ὡς Οὗτος ἀνὴρ τοσούτῳ καλλίων τῶν Ἀχελῴου θυγατέρων, ὅσῳ θέλγει μὲν ᾗπερ ἐκεῖναι, βλάπτει δὲ οὐχ ὥσπερ ἐκεῖναι. καὶ μικρόν γε τὸ μὴ βλάπτειν, ἀλλʼ ὅτι τὰ τοῦδε μέλη κέρδος τῷ δεξαμένῳ δῆλον. τὸν οὖν οὕτως ἔχοντά με γνώμης, νομίζοντα δὲ καὶ φιλεῖσθαι, λέγειν δὲ δοκοῦντα, μὴ τολμᾷν ἐπιστέλλειν, ἐσχάτης ἀργίας, καὶ τοῦτʼ ἂν εἴη ἅμα ζημιοῦντος αὐτόν. δῆλον γὰρ ὡς ἀμείψῃ μου τὴν ἐπιστολὴν τὴν μικρὰν καὶ φαύλην καλῇ τε καὶ μεγάλῃ, καὶ φυλάξῃ δήπου, μή με καὶ δεύτερον ἀδικῇς. οἶμαι δὲ πολλοὺς βοήσεσθαι πρὸς τὸ ῥῆμα καὶ περιστήσεσθαι πρὸς τὰ πράγματα κεκραγότας· Βασίλειος ἠδικηκέ τι κἂν σμικρόν; οὐκοῦν καὶ Αἰακός, καὶ Μίνως, καὶ ὁ τούτου δὲ ἀδελφός. Ἐγὼ δέ σε τῇ μὲν ἄλλῃ νενικηκέναι συγχωρῶ· τίς δὲ ἰδών τέ σε καὶ οὐ φθονῶν; ἓν δέ τί σοι ἡμαρτῆσθαι πρὸς ἡμᾶς, κἄν σε τοῦτʼ ἀναμνήσω, πεῖθε τοὺς ἀγανακτοῦντας μὴ βοᾷν. οὐδείς σοι προσελθὼν καὶ χάριν ἐπαγγείλας, ἢν δοῦναι ῥᾷστον, ἀτυχὴς ἀπῆλθεν. εἰμὶ τοίνυν τῶν χάριν αἰτησάντων μέν, οὐ λαβόντων δέ. τί οὖν ᾔτουν; πολλάκις ἐν στρατηγίῳ σοι συγγενόμενος ἠβουλήθην διὰ τῆς σῆς σοφίας εἰς τὸ βάθος τῆς Ὁμήρου μανίας εἰσελθεῖν. εἰ δὲ τὸ πᾶν οὐ δυνατόν, σὺ δὲ ἀλλʼ εἰς μέρος ἡμᾶς εἰσάγαγε τοῦ κλήρου. μέρους δὲ ἐπεθύμουν, ἐν ᾧ τῶν Ἑλλήνων κακῶς πεπραχότων, ὃν ὕβρισεν Ἀγαμέμνων ἐθεράπευε δώροις. ταῦτʼ ἐμοῦ λέγοντος, ἐγέλας, ἀρνεῖσθαι μὲν οὐκ ἔχων, ὡς οὐκ ἂν δύναιο βουληθείς, δωρήσασθαι δὲ οὐκ ἐθέλων. ἆρά σοι καὶ τοῖς ἀγανακτοῦσιν, ὅτι σε ἔφην ἀδικεῖν, ἀδικεῖσθαι δοκῶ;
Εἰ μέν τι περὶ τοὺς λόγους τοῖς νέοις οἷς ἔπεμψας προσεθήκαμεν, αὐτὸς κρινεῖς. ἐλπίζω δὲ αὐτό, κἂν μικρὸν ᾖ, μεγάλου λήψεσθαι δόξαν, διὰ τὴν πρὸς ἡμᾶς φιλίαν. ὃ δὲ πρὸς τῶν λόγων ἐπαινεῖς, τὴν σωφροσύνην καὶ τὸ μὴ παραδοῦναι τὰς ψυχὰς ταῖς οὐ καλαῖς ἡδοναῖς, πάνυ τούτου πεποίηνται πρόνοιαν, καὶ διήγαγον, ὡς εἰκὸς ἦν, τοῦ πέμψαντος μεμνημένους. δέχου δὴ τὰ σεαυτοῦ, καὶ ἐπαίνει τοὺς σέ τε κἀμὲ τῷ τρόπῳ κεκοσμηκότας. παρακαλεῖν δέ σε πρὸς τὸ βοηθεῖν, ὅμοιον ἦν τῷ πατέρα παισὶ παρακαλεῖν βοηθεῖν.
Πᾶς μὲν ἐπίσκοπος πρᾶγμα δυσγρίπιστον, σὺ δὲ ὅσῳ τοὺς ἄλλους παρελήλυθας λογιότητι, τοσούτῳ καὶ φόβον μοι παρέχεις, μή πως ἔξαρνος στῇς πρὸς τὴν αἴτησιν. κἀπειδὴ στρωτήρων δέομαι. κάμακας δʼ ἂν ἢ χάρακας ἄλλος εἶπε σοφιστής, οὐ χρῄζων, ἀλλὰ τοῖς ῥηματίοις ἐγκαλλωπιζόμενος, ἢ τῆς χρείας γινόμενος· ἔγωγε, εἰ μὴ σὺ παράσχοις, ὕπαιθρος διαχειμάσω.
Εἰ τὸ κερδαίνειν ταὐτὸ γριπίζειν λέγεται, καὶ ταὐτὴν ἔχει τὴν σημασίαν ἡ λέξις ἣν ἐκ τῶν Πλάτωνος ἀδύτων ἡ σοφιστική σου ἡμῖν προεχειρίσατο, σκόπησον, ὦ θαυμάσιε, τίς μᾶλλόν ἐστι δυσγρίπιστος· ἡμεῖς οἱ οὕτω δι’ ἐπιστολιμαίας δυνάμεως ἀποχαρακούμενοι, ἢ τὸ τῶν σοφιστῶν γένος, οἷς τέχνη τὸ τελωνεῖν τοὺς λόγους ἐστί. τίς τῶν ἐπισκόπων τοὺς λόγους ἐφοροθέτησε; τίς τοὺς μαθητευομένους μισθοφόρους κατέστησεν; ὑμεῖς οἱ προτιθέντες τοὺς λόγους ὤνια, ὥσπερ οἱ τοῦ μέλιτος ἑψηταὶ τὰ μελίπηκτα. ὁρᾷς ὡς καὶ τὸν γέροντα ὑποσκιρτᾷν παρεκίνησας; Ἐγὼ δέ σοι τῷ ταῖς μελέταις ἐμπομπεύοντι ἰσαρίθμους τοῖς ἐν Θερμοπύλαις ἀγωνιζομένοις στρατιώταις στρωτῆρας χρησθῆναι προσέταξα, ἅπαντας εὐμήκεις, καὶ κατὰ τὸν σὸν Ὅμηρον, δολιχοσκίους, οὓς ὁ ἱερὸς Ἀλφαῖος ἀποκαταστήσειν κατεπηγγείλατο.
Οὐ παύσῃ, Βασίλειε, τὸν ἱερὸν τοῦτον τῶν Μουσῶν σηκὸν μεστὸν ποιῶν Καππαδοκῶν, καὶ ταῦτα ἀποζόντων γριτῆς καὶ χιόνος καὶ τῶν ἐκεῖθεν καλῶν; μικροῦ δέ με καὶ Καππαδόκην ἔθηκαν, ἀεί μοι τὸ προσκυνῶ σε προσᾴδοντες. δεῖ δὲ ὅμως ἀνέχεσθαι, Βασιλείου κελεύοντος. ἴσθι τοίνυν, ὡς τῆς μὲν χώρας τοὺς τρόπους ἐξακριβάζω, τὴν δὲ εὐγένειαν καὶ τὸ ἐμμελὲς τῆς ἐμῆς Καλλιόπης μεταμφιάσω τοὺς ἄνδρας, ἵνʼ ὀφθεῖεν ὑμῖν ἀντὶ φασσῶν περιστεραί.
Λέλυταί σοι τὸ δύσθυμον. τοῦτο γὰρ ἔστω τῆς ἐπιστολῆς τὸ προοίμιον. σὺ δὲ σκῶπτε καὶ διάσυρε τὰ ἡμέτερα, εἴτε γελῶν εἴτε σπουδάζων. τί δὲ χιόνος ἢ γριτῆς ἐμνημόνευσας, παρὸν ἐντρυφᾷν ἡμῶν τοῖς σκώμμασιν; ἐγὼ δέ, ὦ Λιβάνιε, ἵνα σοι καὶ πλατὺν κινήσω τὸν γέλωτα, ὑπὸ παραπετάσματι καλυπτόμενος χιόνος, τὴν ἐπιστολὴν ἔγραψα, ἣν δεξάμενος ψαύων χερσί, γνώσῃ ὡς κρυερά τις αὐτὴ καὶ τὸν πέμψαντα χαρακτηρίζει ἐμφωλεύοντα, καὶ μὴ δυνάμενον ἔξω τῶν δωματίων προκύπτειν. τάφους γὰρ τοὺς οἴκους κεκτήμεθα, μέχρις ἐπιλάβοι τὸ ἔαρ καὶ νεκροὺς ἡμᾶς ὄντας πρὸς ζωὴν ἐπανάξῃ, πάλιν τὸ εἶναι, ὥσπερ φυτοῖς, χαριζόμενον.
Πολλοὶ περιτυχόντες ἡμῖν τῶν αὐτόθι ἐθαύμασάν σου τὴν ἐν τοῖς λόγοις ἀρετήν. ἔλεγον γὰρ ἐπίδειξίν τινα γεγενῆσθαι λαμπρὰν ἄγαν, καὶ ἀγὼν ἦν, ὡς ἔφασκον, μέγιστος, ὡς πάντας μὲν συνδραμεῖν καὶ μηδένα ἕτερον ἐν τῇ πόλει φανῆναι ἢ μόνον Λιβάνιον ἀγωνιζόμενον, καὶ πᾶσαν ἡλικίαν ἀκροωμένην. οὐ γὰρ ἠξίου τις ἔξω τῶν ἀγώνων γενέσθαι, οὐκ ἀξιώματος ὄγκῳ συνών, οὐ στρατιωτικοῖς καταλόγοις ἐμπρέπων, οὐ βαναύσοις τέχναις σχολάζων. ἤδη δὲ καὶ γυναῖκες παρεῖναι κατηπείγοντο τοῖς ἀγῶσι. τίς δὲ ὁ ἀγών; τίς δὲ ὁ λόγος ὁ τὴν πάνδημον συναγείρας πανήγυριν; καὶ δή μοι ἤγγειλαν δυσκόλου τρόπον ἀνδρὸς τὸν λόγον ἐνστήσασθαι. ὃν οὕτω θαυμασθέντα μὴ κατόκνει μοι πέμψαι, ἵνα κἀγὼ τῶν λόγων ἐπαινέτης εἴην τῶν σῶν. ὁ γὰρ Λιβάνιον ἐπαινῶν καὶ τῶν ἔργων ἐκτός, τίς ἂν γένωμαι νῦν ὑπόθεσιν ἐπαίνων εὑράμενος.
Ἰδοὺ πέπομφα τὸν λόγον, ἱδρῶτι περιρρεόμενος. πῶς γὰρ οὐκ ἔμελλον, ἀνδρὶ τοιούτῳ πέμπων τὸν λόγον, ὃς ἱκανός ἐστι τὴν Πλάτωνος σοφίαν καὶ Δημοσθένους δεινότητα τῇ περὶ τοὺς λόγους εὐμαθείᾳ δεῖξαι θρυλλουμένας μάτην, τὸ δὲ ἐμὸν τοιοῦτον, οἷον κώνωψ ἐλέφαντι παραβαλλόμενος; ὅθεν πέφρικα καὶ τρέμω, τὴν ἡμέραν λογιζόμενος, καθʼ ἣν ἐπισκέψῃ τοὺς λόγους· μικροῦ δὲ καὶ τῶν φρενῶν ἐκπέπτωκα.
Ἀνέγνων τὸν λόγον, σοφώτατε, καὶ ὑπερτεθαύμακα. ὦ Μοῦσαι, καὶ λόγοι, καὶ Ἀθῆναι, οἷα τοῖς ἐρασταῖς δωρεῖσθεϲ οἵους κομίζονται τοὺς καρπούς, οἱ βραχύν τινα χρόνον ὑμῖν συγγινόμενοιϲ ὦ πηγῆς πολυχεύμονος, οἵους ἔδειξε τοὺς ἀρυομένουσϲ αὐτὸν γὰρ ἐδόκουν ὁρᾷν ἐν τῷ λόγῳ λάλῳ συνόντα γυναίῳ. ἔμπνουν γὰρ λόγον ἐπὶ χθονὸς Λιβάνιος ἔγραψεν, ὃς μόνος τοῖς λόγοις ψυχὴν ἐχαρίσατο.
Νῦν ἔγνων εἶναι ὃ λέγομαι· Βασιλείου γάρ με ἐπαινέσαντος, κατὰ πάντων ἔχω τὰ νικητήρια. καὶ τὴν ψῆφον δεξαμένῳ τὴν σὴν ἔπεστί μοι βαδίζειν μετὰ σοβαροῦ τοῦ βαδίσματος, οἷά τις ἀλαζὼν τοὺς πάντας περιφρονῶν. ἐπεὶ οὖν καὶ σοὶ κατὰ μέθης λόγος πεπόνηται, βουλόμεθα τούτῳ περιτυχεῖν. ἀλλὰ κομψὸν μέν τι λέγειν οὐκ ἐθέλω. ὁ δὲ λόγος ὀφθεὶς διδάξει με τὴν τοῦ λέγειν τέχνην.
Ἆρα, Βασίλειε, μὴ τὰς Ἀθήνας οἰκεῖς, καὶ λέληθας σεαυτόν; οὐ γὰρ τῶν Καισαρέων οἱ παῖδες ταῦτα ἀκούειν ἠδύναντο. ἡ γλῶττα γάρ μοι τούτων ἐθὰς οὐκ ἦν· ἀλλʼ ὥσπερεί τινα κρημνὸν διοδεύοντος, πληγεῖσα τῇ τῶν ὀνομάτων καινοτομίᾳ, ἐμοί τε τῷ πατρὶ ἔλεγε· Πάτερ, οὐκ ἐδίδαξας· Ὅμηρος, οὗτος ἀνήρ, ἀλλὰ Πλάτων, ἀλλʼ Ἀριστοτέλης, ἀλλὰ Σουσαρίων, ὁ τὰ πάντα ἐπιστάμενος. καὶ ταῦτα μὲν ἡ γλῶττα. σὲ δὲ εἴη, Βασίλειε, τοιαῦτα ἡμᾶς ἐπαινεῖν.
Δεχομένοις μὲν ἡμῖν ἃ γράφεις, χαρά· ἀπαιτουμένοις δὲ πρὸς ἃ γράφεις ἀντεπιστέλλειν, ἀγών. τί γὰρ ἂν εἴποιμεν πρὸς οὕτως ἀττικίζουσαν γλῶτταν, πλὴν ὅτι ἁλιέων εἰμὶ μαθητής; ὁμολογῶ καὶ φιλῶ.
Τί παθὼν Βασίλειος ἐδυσχέρανεν τὸ γράμμα, τῆς φιλοσοφίας τὸ γνώρισμα; παίζειν παρʼ ὑμῶν ἐδιδάχθημεν· ἀλλʼ ὅμως τὰ παίγνια σεμνὰ καὶ οἱονεὶ πολιᾷ πρέποντα. ἀλλὰ πρὸς τῆς φιλίας αὐτῆς καὶ τῶν κοινῶν διατριβῶν, λῦσόν μοι τὴν ἀθυμίαν, ἥν μοι ἔτεκεν ἡ ἐπιστολὴ... ... οὐδὲν διαφέρουσα.
Ὦ χρόνων ἐκείνων, ἐν οἷς τὰ πάντα ἦμεν ἀλλήλοισϲ νῦν διῳκίσμεθα πικρῶς, ὑμεῖς μὲν ἔχοντες ἀλλήλους, ἐγὼ δὲ ἀνθʼ ὑμῶν οἷοί περ ὑμεῖς οὐδένα. τὸν δὲ Ἄλκιμον ἀκούω τὰ νέων ἐν γήρᾳ τολμᾷν καὶ πρὸς τὴν Ῥώμην πέτεσθαι, περιθέντα σοι τὸν τοῦ συνεῖναι τοῖς παιδαρίοις πόνον. σὺ δέ, τά τε ἄλλα πρᾶός τις, καὶ τοῦτο οἴσεις οὐ χαλεπῶς, ἐπεὶ καὶ ἡμῖν τοῦ γράψαι πρότερον οὐκ ἔσχες χαλεπῶς.
Σὺ μὲν ὅλην τὴν τῶν παλαιῶν τέχνην ἐν τῇ σαυτοῦ κατακλείσας διανοίᾳ τοσοῦτον σιγᾷς, ὡς μηδʼ ἐν ἐπιστολαῖς ἡμῖν διδόναι τι κερδαίνειν. ἐγὼ δέ, εἴπερ ἦν ἀσφαλὲς ἡ τοῦ διδασκάλου τέχνη, ἦλθον ἂν παρὰ σοί, ποιησάμενος Ἰκάρου πτερόν. ἀλλʼ ὅμως, ἐπειδὴ οὐκ ἔστι πιστεῦσαι ἡλίῳ κηρόν, ἀντὶ τῶν Ἰκάρου πτερῶν ἐπιστέλλω σοι λόγους, δεικνύντας τὴν ἡμετέραν φιλίαν. φύσις δὲ λόγων, μηνύουσα τοὺς κατὰ ψυχὴν ἔρωτας. καὶ ταῦτα μὲν οἱ λόγοι· σὺ αὐτοὺς ἄγοις ὅπου βούλει· καὶ τηλικοῦτον κράτος κεκτημένος, σιωπᾷς. ἀλλὰ μετάστησον καὶ ἐφʼ ἡμᾶς τὰς ἀπὸ τοῦ στόματός σου τῶν λόγων πηγάς.
Κατὰ τὴν θεόθεν ἐπικεκληρωμένην ἡμῖν ἀμώμητον πίστιν τῶν Χριστιανῶν ὁμολογῶ καὶ συντίθημι πιστεύειν εἰς ἕνα Θεὸν Πατέρα παντοκράτορα, Θεὸν τὸν Πατέρα, Θεὸν τὸν Υἱόν, Θεὸν τὸ Πνεῦμα τὸ ἅγιον· ἕνα Θεόν, τὰ τρία προσκυνῶ καὶ δοξάζω. ὁμολογῶ δὲ καὶ τὴν τοῦ Υἱοῦ ἔνσαρκον οἰκονομίαν, καὶ θεοτόκον τὴν κατὰ σάρκα τεκοῦσαν αὐτὸν ἁγίαν Μαρίαν. δέχομαι δὲ καὶ τοὺς ἁγίους ἀποστόλους, προφήτας, καὶ μάρτυρας, καὶ εἰς τὴν πρὸς Θεὸν ἱκεσίαν τούτους ἐπικαλοῦμαι, τοῦ δι’ αὐτῶν, ἤγουν διὰ τῆς μεσιτείας αὐτῶν, ἵλεών μοι γενέσθαι τὸν φιλάνθρωπον Θεόν, καὶ λύτρον μοι τῶν πταισμάτων γενέσθαι καὶ δοθῆναι· ὅθεν καὶ τοὺς χαρακτῆρας τῶν εἰκόνων αὐτῶν τιμῶ καὶ προσκυνῶ, κατʼ ἐξαίρετον τούτων παραδεδομένων ἐκ τῶν ἁγίων ἀποστόλων, καὶ οὐκ ἀπηγορευμένων, ἀλλʼ ἐν πάσαις ταῖς ἐκκλησίαις ἡμῶν τούτων ἀνιστορουμένων.
Τῷ δεσπότῃ μου αἰδεσιμωτάτῳ Ἀπολιναρίῳ, Βασίλειος. πρότερον μέν σοι περὶ τῶν ἐν ταῖς Γραφαῖς ἀσαφῶν ἐπεστέλλομεν, καὶ ηὐφραινόμεθα οἷς τε ἔπεμπες οἷς τε ὑπισχνοῦ. νῦν δὲ μείζων ἡμῖν ὑπὲρ μειζόνων ἡ φροντὶς προσελήλυθεν, εἰς ἣν οὐδένα ἕτερον ἔχομεν ἐν τοῖς νῦν ἀνθρώποις τοιοῦτον κοινωνὸν καὶ προστάτην ἐπικαλέσασθαι, ὁποῖόν σε καὶ ἐν γνώσει καὶ ἐν λόγῳ ἀκριβῆ τε ὁμοῦ καὶ εὐπρόσιτον ὁ Θεὸς ἡμῖν ἐδωρήσατο. Ἐπεὶ οὖν οἱ πάντα φύροντες, καὶ λόγων καὶ ζητημάτων τὴν οἰκουμένην ἐμπλήσαντες, τὸ τῆς οὐσίας ὄνομα ὡς ἀλλότριον τῶν θείων λογίων ἐξέβαλον, καταξίωσον ἡμῖν σημᾶναι, ὅπως τε οἱ πατέρες αὐτῷ ἐχρήσαντο, καὶ εἰ μηδαμοῦ εὗρες ἐν τῇ Γραφῇ κείμενον. τὸν γὰρ ἐπιούσιον ἄρτον, καὶ τὸν λαὸν τὸν περιούσιον, καὶ εἴ τι τοιοῦτον, ὡς οὐδὲν ἔχοντα κοινὸν διαπτύουσιν. ἔπειτα μέντοι καὶ περὶ αὐτοῦ τοῦ ὁμοουσίου (οὗ ἕνεκεν ἡγοῦμαι ταῦτα κατασκευάζειν αὐτούς, βαθέως τὴν οὐσίαν διαβάλλοντας, ὑπὲρ τοῦ μηδεμίαν χώραν τῷ ὁμοουσίῳ καταλιπεῖν) διαλαβεῖν ἡμῖν πλατύτερον βουλήθητι, τίνα τὴν διάνοιαν ἔχει, καὶ πῶς ἂν ὑγιῶς λέγοιτο, ἐφʼ ὧν οὔτε γένος κοινὸν ὑπερκείμενον θεωρεῖται, οὔτε ὑλικὸν ὑποκείμενον προϋπάρχον, οὐκ ἀπομερισμὸς τοῦ προτέρου εἰς τὸ δεύτερον. πῶς οὖν χρὴ λέγειν ὁμοούσιον τὸν Υἱὸν τῷ Πατρί, εἰς μηδεμίαν ἔννοιαν τῶν εἰρημένων καταπίπτοντας, θέλησον ἡμῖν πλατύτερον διαρθρῶσαι. ἡμεῖς μὲν γὰρ ὑπειλήφαμεν, ὅπερ ἂν εἶναι καθʼ ὑπόθεσιν τοῦ Πατρὸς οὐσία ληφθῇ, τοῦτο εἶναι πάντως ἀναγκαῖον καὶ τὴν τοῦ Υἱοῦ λαμβάνεσθαι. ὥστε εἰ φῶς νοητόν, ἀΐδιον, ἀγέννητον τὴν τοῦ Πατρὸς οὐσίαν τις λέγοι, φῶς νοητόν, ἀΐδιον, ἀγέννητον καὶ τὴν τοῦ Μονογενοῦς οὐσίαν ἐρεῖ. πρὸς δὲ τὴν τοιαύτην ἔννοιαν δοκεῖ μοι ἡ τοῦ ἀπαραλλάκτως ὁμοίου φωνὴ μᾶλλον ἤπερ ἡ τοῦ ὁμοουσίου ἁρμόττειν. φῶς γὰρ φωτὶ μηδεμίαν ἐν τῷ μᾶλλον καὶ ἧττον τὴν διαφορὰν ἔχον, ταὐτὸν μὲν οὐκ εἶναι (διότι ἐν ἰδίᾳ περιγραφῇ τῆς οὐσίας ἐστὶν ἑκάτερον), ὅμοιον δὲ κατʼ οὐσίαν ἀκριβῶς ἀπαραλλάκτως, ὀρθῶς ἂν οἶμαι λέγεσθαι. εἴτε οὖν ταύτας χρὴ διαλέγεσθαι τὰς ἐννοίας, εἴτε ἑτέρας μείζους ἀντιλαβεῖν, ὡς σοφὸς ἰατρὸς (καὶ γὰρ ἐξεφήναμέν σοι τὰ ἐν τῇ καρδίᾳ), τὸ μὲν ἀρρωστοῦν ἴασαι, τὸ δὲ σαθρὸν ὑποστήριξον, παντὶ δὲ τρόπῳ βεβαίωσον ἡμᾶς. Τοὺς μετὰ τῆς εὐλαβείας σου ἀδελφοὺς ἀσπάζομαι, καὶ ἀξιῶ μετὰ σοῦ εὔχεσθαι ὑπὲρ ἡμῶν, ἵνα σωθῶμεν. ὁ ἑταῖρος Γρηγόριος, τὸν μετὰ τῶν γονέων ἑλόμενος βίον, αὐτοῖς σύνεστιν. ὑγιαίνων ἐπιπλεῖστον φυλαχθείης ἡμῖν, ὠφελῶν ἡμᾶς καὶ ταῖς εὐχαῖς καὶ τῇ γνώσει.
Φιλοθέως πιστεύεις, καὶ φιλολόγως ζητεῖς, καὶ παρʼ ἡμῶν τὸ πρόθυμον ὀφείλεται διὰ τὴν ἀγάπην, εἰ καὶ τὸ ἱκανὸν τῷ λόγῳ μὴ ἕποιτο, διά τε τὸ ἡμέτερον ἐνδεές καὶ τὸ τοῦ πράγματος ὑπερφυές. Οὐσία μία οὐκ ἀριθμῷ μόνον λέγεται, ὥσπερ λέγεις, καὶ τὸ ἐν μιᾷ περιγραφῇ, ἀλλὰ καὶ ἰδίως ἀνθρώπων δύο καὶ ἄλλου ὁτουοῦν τῶν κατὰ γένος ἑνιζομένων· ὥστε ταύτῃ γε καὶ δύο καὶ πλείονα ταὐτὸν εἶναι κατὰ τὴν οὐσίαν, καθὸ καὶ πάντες ἄνθρωποι Ἀδάμ ἐσμεν εἷς ὄντες, καὶ Δαβὶδ ὁ τοῦ Δαβὶδ υἱός, ὡς ταὐτὸν ὢν ἐκείνῳ· καθὰ καὶ τὸν Υἱὸν λέγεις καλῶς τοῦτο εἶναι κατὰ τὴν οὐσίαν, ὅπερ ὁ Πατήρ. οὐδὲ γὰρ ἑτέρως ἂν ἦν Θεὸς ὁ Υἱός, ἑνὸς ὁμολογουμένου καὶ μόνου Θεοῦ τοῦ Πατρός· ὥς που καὶ εἷς Ἀδάμ, ὁ ἀνθρώπων γενάρχης, καὶ εἷς Δαβίδ, ὁ τοῦ βασιλείου γένους ἀρχηγέτης. Ταύτῃ γέ τοι καὶ ἓν εἶναι γένος ὑπερκείμενον, ἢ μίαν ὕλην ὑποκειμένην, ἐπὶ Πατρὸς καὶ Υἱοῦ, περιαιρεθήσεται τῶν ὑπονοιῶν, ὅταν τὴν γεναρχικὴν παραλάβωμεν ἰδιότητα τῆς ἀνωτάτω ἀρχῆς, καὶ τὰ ἐκ τῶν γεναρχῶν γένη, πρὸς τὸ ἐκ τῆς μιᾶς ἀρχῆς μονογενὲς γέννημα· μετρίως γὰρ τὰ τοιαῦτα εἰς ὁμοίωσιν ἔρχεται. καθὸ μηδὲ τοῦ Ἀδάμ, ὡς θεοπλάστου, καὶ ἡμῶν, ὡς ἀνθρωπογεννήτων, ἓν ὑπέρκειται γένος, ἀλλʼ αὐτὸς ἀνθρώπων ἀρχή· μήτε ὕλη κοινὴ αὐτοῦ τε καὶ ἡμῶν, ἀλλʼ αὐτὸς ἡ πάντων ἀνθρώπων ὑπόθεσις. μήτε μὴν τοῦ Δαβίδ, καὶ τοῦ γένους τοῦ ἐκ Δαβίδ, προεπινοεῖται, καθὸ Δαβίδ, ἐπείπερ ἡ τοῦ Δαβὶδ ἰδιότης ἀπὸ τοῦ Δαβὶς ἄρχεται, καὶ ἡ ὑπόθεσις τῶν ἐξ αὐτοῦ πάντων αὐτός· ἀλλʼ ἐπειδὴ ταῦτα ἀπολείπεται, καθό εἰσιν ἕτεραι κοινότητες ἀνθρώπων ἁπάντων πρὸς ἀλλήλους, οἷαι ἂν ἀδελφῶν, ἐπὶ δὲ Πατρὸς καὶ Υἱοῦ τοιοῦτον οὐκ ἔστιν, ἀλλὰ τὸ ὅλον Πατὴρ ἀρχή, καὶ Υἱὸς ἐκ τῆς ἀρχῆς. Οὐκοῦν οὐδὲ ἀπομερισμὸς τοῦ προτέρου εἰς τὸ δεύτερον, ὥσπερ ἐπὶ σωμάτων, ἀλλʼ ἀπογέννησις. οὐδὲ γὰρ ἡ Πατρὸς ἰδιότης καθάπερ εἰς Υἱὸν ἀπομεμέρισται, ἀλλʼ ἡ τοῦ Υἱοῦ ἐκ τῆς τοῦ Πατρὸς ἐκπέφηνε· ταὐτὸν ἐν ἑτερότητι, καὶ ἕτερον ἐν ταὐτότητι, καθὸ λέγεται Πατέρα εἶναι ἐν Υἱῷ, καὶ Υἱὸν ἐν Πατρί. οὔτε γὰρ ἡ ἑτερότης ἁπλῶς φυλάξει τὴν ἀλήθειαν τῆς υἱότητος, οὔτε ἡ ταὐτότης αὖ τὸ ἀμέριστον τῆς ὑποστάσεως, ἀλλʼ ἑκάτερον σύμπλοκον καὶ ἑνοειδές· ταὐτὸν ἑτέρως, καὶ ἕτερον ὡσαύτως· ἵνα τις τὰ ῥήματα, μὴ ἐφικνούμενα τῆς δηλώσεως, ἐκβιάσηται· βεβαιοῦντος ἡμῖν τοῦ Κυρίου τὴν ἔννοιαν, καὶ ἐν τῷ μείζων μὲν ἰσότητι παριστάναι τὸν Πατέρα, τὸν δὲ Υἱόν, ἐν ὑποβάσει τὸ ἴσον ἔχοντα· ὅπερ ἐδίδαξεν ἐν ὁμοειδεῖ μέν, ὑφειμένῳ δὲ φωτὶ νοεῖν τὸν Υἱόν, μὴ τὴν οὐσίαν ἐξαλλάττοντας, ἀλλὰ τὸ αὐτὸ ὑπερβεβληκὸς καὶ ἐν ὑφέσει θεωροῦντας. οἱ μὲν γὰρ τὴν οὐσίαν ἐν οὐδεμιᾷ ταὐτότητι παραδεξάμενοι, τὴν ὁμοίωσιν ἔξωθεν φέροντες τῷ Υἱῷ προστιθέασιν· ὃ δὴ καὶ ἕως ἀνθρώπων διαβαίνει, τῶν ὁμοιουμένων τῷ Θεῷ. Οἱ δὲ τὴν ὁμοίωσιν τοῖς ποιήμασι πρέπουσαν εἰδότες, ἐν ταὐτότητι μὲν τὸν Υἱὸν συνάπτουσι Πατρί, ὑφειμένῃ δὲ τῇ ταὐτότητι, ἵνα μὴ αὐτὸς ὁ Πατήρ, ἢ μέρος Πατρός, ἃ δυνατῶς παρίσταται τῷ, ἄλλος Υἱός, οὕτω Θεός, οὐχ ὡς ἐκεῖνος, ἀλλʼ ὡς ἐξ ἐκείνου, οὐ τὸ πρωτότυπον, ἀλλʼ εἰκών. οὗτος ὁμοούσιος, ἐξῃρημένως παρὰ πάντα καὶ ἰδιαζόντως· οὐχ ὡς τὰ ὁμογενῆ, οὐχ ὡς τὰ ἀπομεριζόμενα, ἀλλʼ ὡς ἐκ τοῦ ἑνὸς γένους καὶ εἴδους τῆς θεότητος, ἓν καὶ μόνον ἀπογέννημα, ἀδιαιρέτῳ καὶ ἀσωμάτῳ προόδῳ, καθʼ ἣν μένον τὸ γεννῶν ἐν τῇ γεννητικῇ ἰδιότητι, προῆλθεν εἰς τὴν γεννητικὴν ἰδιότητα.
Τῷ δεσπότῃ μου, τῷ αἰδεσιμωτάτῳ ἀδελφῷ, Ἀπολιναρίῳ, Βασίλειος. διημάρτομεν τῶν προφάσεων, δι’ ὧν ἐνῆν προσειπεῖν σου τὴν εὐλάβειαν, καίτοιγε ἡδέως ἂν ἐπὶ τοῖς γράμμασιν ἐκείνοις ἐπιστείλαντες. σὲ γὰρ ἐν σιωπῇ κατέχειν τὴν ἡδονὴν ἐπʼ ἐκείνοις ἥσθημεν. ὄντως γὰρ ἡμῖν ἔδοξας οἶος πεπνύσθαι· τῶν ἑρμηνευόντων δὲ σκιαὶ ἀΐσσουσιν· οὕτως ἐπʼ ἀσφαλοῦς τῆς διανοίας τὴν ἐξήγησιν ἄγων. καὶ νῦν δὴ πλέον ὁ ἔρως τῆς γνώσεως τῶν θείων λογίων ἅπτεται τῆς ψυχῆς μου. προβαλεῖν μὲν οὖν σοι τῶν ἀπορουμένων τινὰ ἀποκνῶ, μὴ δοξῶ πέρα τοῦ μέτρου ἐμφορεῖσθαι τῆς παρρησίας. σιωπᾷν δὲ πάλιν οὐ καρτερῶ, ὠδίνων καὶ ἔτι προσλαβεῖν ἐφιέμενος. ἄριστον οὖν μοι κατεφάνη πυθέσθαι σου, πότερον ἐφίης ἡμῖν, ὦ θαυμάσιε, ἐρωτᾷν τι τῶν ἀπορουμένων, ἢ χρὴ τὴν ἡσυχίαν ἄγειν. ὁπότερον δʼ ἂν ἀποκρίνῃ, τοῦτο φυλάξομεν τοῦ λοιποῦ. ἐρρωμένον τε καὶ εὔθυμον καὶ ὑπερευχόμενον ἔχοιμέν σε διαπαντός.
Τῷ δεσπότῃ μου, τῷ ποθεινοτάτῳ ἀδελφῷ, Βασιλείῳ, Ἀπολινάριος ἐν Κυρίῳ χαίρειν. ποῦ μὲν ἤμην αὐτός, δέσποτα, ποῦ δὲ ἡ ποθεινοτάτη φωνὴ καὶ γράμμα τὸ σύνηθες; τί δὲ οὐ παρὼν ἀμύνεις, ἢ καὶ ἀπὼν παρακελεύεις, πολέμου τοσούτου κατὰ τῆς εὐσεβείας ἐρρωγότος, καὶ ἡμῶν οἷον ἐν μέσῃ παρατάξει βοώντων πρὸς τοὺς ἑταίρους διὰ τὴν ἐκ τῶν πολεμίων βίαν; σὲ δέ, οὐδʼ ὅπως ἂν ζητήσωμεν, ἔχομεν, ἐπεὶ μηδὲ οὗ τυγχάνεις διατρίβων εὑρίσκομεν. ἀλλʼ ἐζήτησα μὲν ἐν τῇ Καππαδοκῶν, ἐπεὶ καὶ οὕτως ἤγγελλον οἱ ἐν Πόντῳ σοι περιτυχόντες, ἐπηγγέλθαι σε θᾶττον ἐπανήξειν· οὐχ εὗρον δὲ ἔνθα ἤλπιζον. νῦν δὲ ἔτι σε κατὰ τὴν αὐτὴν διάγοντα χώραν ἀκούσας, εὐθὺς τῷ μηνυτῇ καὶ τὸ γράμμα ἐνεχείρησα. ὅπερ δεξάμενος, μὴ καὶ τοῦ ἀντιγράφειν ἀπόσχῃ, ὡς καὶ τούτου συναποδημοῦντος. Ἴσθι δέ, ὡς ἐν τῷ μεταξὺ γέγονεν ἐπισκόπων ἐπιδημία τῶν ἀπʼ Αἰγύπτου, καὶ γράμματα διεδόθη σύμφωνα παλαιοῖς γράμμασιν, τοῖς τε θείοις αὐτοῖς, καὶ τοῖς καθʼ ὁμοφωνίαν τῶν θείων ἐν Νικαίᾳ γραφεῖσιν. ἀναγκαία δὲ ἦν ἡ μετʼ ἐξηγήσεως τῶν αὐτῶν ἐπανάληψις, διὰ τὴν οὐχ ὑγιῆ τῶν κειμένων παρεξήγησιν, ἣν εἰσῆγον οἱ πάλαι μὲν ἄντικρυς ἀντιλέγοντες, νῦν δὲ τὴν ἀντιλογίαν ἐξηγήσεως σχήματι μεθοδεύσαντες. ἔνθα ἦν ἡ τοῦ ὁμοουσίου κακοῦργος ἀναίρεσις, ὡς οὐκ ὀφείλοντος νοεῖσθαι κατʼ οὐδεμίαν ἄρνησιν Ἑλληνικήν· ἀντεισαγωγὴ δὲ τοῦ ὁμοουσίου τὸ ὅμοιον κατʼ οὐσίαν, ὅπερ ἐπετηδεύθη, χυδαίως ὀνομασθέν, καὶ κακοήθως νοηθέν· ἐπειδὴ ἡ ὁμοιότης τῶν ἐν οὐσίᾳ ἐστί, τῶν οὐσιωδῶν, ἵνα δὴ οὕτως ὡμοιωμένη οὐσία οὐσία νοῆται, οἷος ἂν εἴη καὶ ἀνδριὰς πρὸς βασιλέα. Πρὸς ἅπερ ἀντεγράφη τὸ ὑπὸ τῶν εὐσεβεῖν εἰδότων καὶ βουλομένων, ὅτι οὐχ ὅμοιον Θεῷ ἀλλὰ Θεὸν δηλοῖ τὸ ὁμοούσιον, ὡς ἂν γέννημα γνήσιον καὶ τῆς αὐτῆς οὐσίας τῷ γεγεννηκότι. συνεισήγετο δὲ καὶ τὸ περὶ Πνεύματος, ὡς ὑπὸ τῶν πατέρων ἐν τῇ αὐτῇ πίστει τῷ Θεῷ καὶ τῷ Υἱῷ κειμένου, ὅτι ἐστὶν ἐν τῇ αὐτῇ θεότητι. Τὴν οὖν τῆς εὐσεβείας ταύτης πρεσβείαν, τίνα εἰκὸς ἦν οὕτω μετεῖναι, ὡς τὸν σπουδαιότατον, ἅμα τῷ δεσπότῃ μου Γρηγορίῳ, ὃς οὐδʼ αὐτὸς οὐδαμόθεν γράφει, οὐδὲ σημαίνει καθάπαξ οὐδέν; ἔρρωσο, δέσποτα ποθεινότατε.
Πάθος ἀπήντησε τῇ καθʼ ἡμᾶς χώρᾳ, οὐκ ἐκ σωματικῆς περιπετείας, ἀλλʼ ἐξ ὑδάτων ἐπιρρύσεως. πόθεν δὲ τοῦτο, δηλώσω. γέγονε καταβολὴ χιόνων πολλὴ τῇ καθʼ ἡμᾶς λίμνῃ. μήπω δὲ αὐτῆς κρυσταλλωθείσης, ἐπιγίνεται πνεῦμα θερμόν, καὶ ὄμβρος νότιος συμπίπτει αὐτῇ. ἀθρόας οὖν γενομένης τῆς τήξεως, ἀνείκαστα ἐκινήθη ῥεύματα ἀεννάῳ ποταμῷ συνεπιμιγνύμενα τῷ Ἅλυι, ἐναύλῳ τε ὄντι, ὑπερβαίνοντα γλώσσῃ καὶ ὀφθαλμῷ. οὗτος ὁ λαχὼν ἡμῖν γείτων ποταμός· ἐκβλύζων μὲν ἐκ τῆς τῶν Ἀρμενίων, ἐμβιβαζόμενος δὲ ἐν τῇ ἱερωτάτῃ λίμνῃ τῶν Σεβαστηνῶν, εἰς ἣν οἱ φερώνυμοι καὶ γενναῖοι τεσσαράκοντα τοῦ Χριστοῦ στρατιῶται βορέου δεινοῦ πνεύσαντος ἐνεπάρησαν. κἀκεῖθεν (δέξαι με τὸ ἀληθὲς λέγοντα, κράτιστε) οὗτος ὁ περικυκλῶν ἡμᾶς ὥσπερ ἔθνος πολέμιον τῶν φοβερῶν οὐ μικρῶς ἡμᾶς ἐκφοβεῖ. ποσὶ γὰρ μηδέποτε περαιούμενος κατά τινα χρόνον ἢ τρόπον, τὰς ἀναγκαίας ἡμῖν καὶ λυσιτελεῖς πατρίδας οὐ συγχωρεῖ διακομίζειν τὰ ἐμπορευόμενα ἐπιτήδεια. λέγω δὴ τῶν Γαλατῶν καὶ Παφλαγόνων καὶ Ἑλληνοποντίων, δι’ ὧν καὶ ἐξ ὧν τὰ ἀναγκαῖα ἡμῖν πρόσεστι, μάλιστα ἡ τοῦ ἄρτου δαψίλεια, κρυμώδους οὔσης τῆς περικύκλῳ γῆς, καὶ ἐκ τοῦ περιέχοντος ἀέρος, ἐκ τῆς ἀστραποβροντοχαλαζορειθροδαμάστου ὀργῆς δεσμουμένης. οὐ μικρὸν δὲ ἀπειλεῖ καὶ ἡ τοῦ πατρίου ἄλγους Ἀργέου ὑπεροψία. Σὺ οὖν ἐκδυσωπηθείς, κράτιστε, φιλοτιμεῖσθαι θέλησον τὴν ὑπόφορόν σου γῆν, ἵνʼ οὕτω, τούτῳ ἐν ἀφθονίᾳ γεφύρας περαιοῦσθαι ἐφαρμοσάμενος, δείξῃς αὐτὸν νέαν Ἐρυθρὰν ὁδοιπόριστον. καὶ γὰρ τῷ πολυστενάκτῳ βίῳ τῶν Ἰουδαίων σπλαγχνισθεὶς ὁ Κύριος, τούτους ἀβρόχοις ποσὶ βαδίζειν εὐδόκησεν ὡς διὰ ξηρᾶς ἐν τῇ Ἐρυθρᾷ, δεδωκὼς αὐτοῖς προηγήτορα τὸν Μωσέα. πολὺς οὖν ἡμῖν ὁ τοῦ ποταμοῦ τρόπος, ἀνθρώποις μὲν γέγονεν ὄλεθρος· ἄνω δὲ πελαγίζοντος αὐτοῦ, καὶ πᾶσαν χλοηφόρον γῆν ἐκθλίβοντος, καὶ ἐκ τῆς ἰλύος σκεπομένης τῆς ἀρούρας, ἀνάγκη λιμώττειν τὸν ἀροτῆρα βοῦν, καὶ πάντα τὰ ὑποζύγια τῆς περικύκλῳ γῆς. καὶ εἰ μὲν ἦν ἄνθρωπος ἄνθρωπον ἀδικῶν, οὐκ ἂν ἐπαυσάμεθα τοῖς δικαστηρίοις χρώμενοι. τὸν δὲ νόμοις μὴ πειθόμενον μέγιστον ποταμὸν τί ἂν ἄρα δέοι τις ἐφαρμόσασθαι; σοὶ οὖν εὔχεσθαι δεῖ, κράτιστε, τῷ ἐν μιᾷ καιροῦ ῥοπῇ ἀναστεῖλαι δυναμένῳ τὸν τῶν ὁδοιπόρων κίνδυνον.
Καλῶς ποιεῖς ὅρους ἡμῖν εὐθεῖς ὁρίζων, ἵνα μὴ μόνον ἐγκράτειαν ἴδωμεν ἀλλὰ καὶ τὸν καρπὸν αὐτῆς. ἔστιν οὖν ὁ καρπὸς αὐτῆς Θεοῦ μετουσία. τὸ γὰρ μὴ φθείρεσθαι Θεοῦ μετέχειν ἐστίν, ὥσπερ τὸ φθείρεσθαι βίου μετουσία. ἐγκράτεια γάρ ἐστιν σώματος ἄρνησις καὶ ὁμολογία πρὸς Θεόν. ἀποβαίνει τοῦ θνητοῦ παντός, ὥσπερ σῶμα ἔχουσα τοῦ Θεοῦ τὸ Πνεῦμα· καὶ Θεῷ μίσγεσθαι ποιεῖ, οὔτε ζῆλον ἔχουσα οὔτε φθόνον. ὁ γὰρ ἐρῶν σώματος ἑτέρῳ διαφθονεῖται, ὁ δὲ μὴ κομισάμενος εἰς καρδίαν τῆς φθορᾶς τὴν νόσον ἔρρωται λοιπὸν πόνῳ παντί, καίπερ ἀποθανὼν μὲν τῷ σώματι, ζῶν δὲ τῇ ἀφθαρσίᾳ. καί μοι τελείως καταμανθάνοντι, ἐγκράτεια δοκεῖ ὁ Θεὸς εἶναι, ὅτι μηδενὸς ἐπιθυμεῖ, ἀλλὰ πάντα ἔχει ἐν ἑαυτῷ· καὶ οὐδενὸς ὀρέγεται, οὐδὲ ἔχει πάθος περὶ τοὺς ὀφθαλμούς, οὐδὲ περὶ τὰ ὦτα, ἀλλὰ ἀνενδεὴς ὤν, πλήρης δι’ ὅλου ἐστίν. ἐπιθυμία νόσος ἐστὶ ψυχῆς, ὑγεία δὲ ἐγκράτεια. Οὐ μόνον δὲ περὶ ἓν εἶδος τὴν ἐγκράτειαν δεῖ ὁρᾷν οἷον ἕνεκεν ἀφροδισίων, ἀλλὰ καὶ περὶ τὰ ἄλλα ὅσα ἐπιθυμεῖ ἡ ψυχὴ κακῶς, οὐκ ἀρκουμένη τοῖς ἀναγκαίοις· γίνεται φθόνος διὰ χρυσίον, καὶ ἀδικήματα μυρία δι’ ἑτέρας ἐπιθυμίας. καὶ τὸ μὴ μεθύειν ἐγκράτειά ἐστιν, καὶ τὸ μὴ διαρρήγνυσθαι ὑπερεμπιπλάμενον. καὶ τὸ κρατεῖν τοῦ σώματος ἐγκράτειά ἐστιν, καὶ τὸ κυριεύειν λογισμῶν πονηρῶν, ποσάκις ἐτάραξεν ψυχὴν ἔννοια, οὐκ ἀγαθὴ οὖσα οὔτε ἀληθής, καὶ καρδίαν ἐμέρισεν εἰς πολλὰ φροντίζειν κενῶς. πάντως ἐλευθεροῖ ἡ ἐγκράτεια, ἅμα θεραπεύουσα καὶ δύναμις οὖσα· οὐ γὰρ διδάσκει σωφροσύνην, ἀλλὰ παρέχει. Χάρις ἐστὶν Θεοῦ ἐγκράτεια. Ἰησοῦς ἐγκράτεια ἐφάνη, καὶ γῇ καὶ θαλάσσῃ κοῦφος γενόμενος. οὔτε γὰρ γῆ ἐβάστασεν αὐτόν, οὔτε πελάγη, ἀλλʼ ὥσπερ ἐπάτησεν θάλασσαν, οὕτως οὐκ ἐβάρησεν τὴν γῆν. εἰ γὰρ ἐκ τοῦ φθείρεσθαι τὸ ἀποθανεῖν, ἐκ δὲ τοῦ φθορὰν μὴ ἔχειν τὸ μὴ ἀποθανεῖν, θεότητα ὁ Ἰησοῦς εἰργάζετο, οὐ θνητότητα. ἤσθιεν καὶ ἔπινεν ἰδίως, οὐκ ἀποδιδοὺς τὰ βρώματα· τοσαύτη ἐν αὐτῷ ἡ ἐγκράτεια δύναμις ἦν, ὥστε μὴ φθαρῆναι τὴν τροφὴν ἐν αὐτῷ, ἐπεὶ τὸ φθείρεσθαι αὐτὸς οὐκ εἶχεν. Ὀλίγον τι ἐν ἡμῖν ἐὰν ᾖ ἐγκράτεια, ἀνώτεροι ἁπάντων ἐσμέν. καὶ γὰρ ἀγγέλους ἠκούσαμεν ἀκρατεῖς γεγονέναι κατασπασθέντας οὐρανοῦ δι’ ἐπιθυμίαν. ἑάλωσαν γάρ, οὐχὶ κατέβησαν· τί γὰρ ἔπραττεν ἐκεῖ αὕτη ἡ νόσος, εἰ μή τις ἐκεῖ τοιοῦτος ὀφθαλμὸς ἦν; διὰ τοῦτο ἔφην· Ὀλίγον ἐγκράτειαν ἐὰν ἔχωμεν, καὶ τοῦ βίου μὴ ἐρασθῶμεν ἀλλʼ αἰώνων τῶν ἀνωτέρων, ἐκεῖ εὑρεθησόμεθα ὅπου ἀναπέμπομεν τὸν νοῦν· δοκεῖ γὰρ ὀφθαλμὸν εἶναι τοῦτον, τὸν τὰ ἀφανῆ ἰδεῖν δυνάμενον. καὶ γὰρ λέγεται· Νοῦς ὁρᾷ, καὶ νοῦς ἀκούει. ταῦτά σοι ὀλίγα δοκοῦντα, πολλὰ γέγραφα, ὅτι ἑκάστη λέξις νοῦς ἐστιν· καὶ οἶδα ὅτι ἀναγνοὺς αἰσθήσῃ.
Ὁ παρʼ ὑμῖν μῖμος, παρʼ ἡμῖν δὲ εὐλαβής, ᾔτησέ με γραφὴν πρὸς ὑμᾶς λαμπρῶς ἀκουσθῆναι.
Ὁ παρʼ ἡμῖν μῖμος, παρʼ ὑμῖν δὲ εὐλαβής, ἐλθὼν πρὸς ἡμᾶς ἐν εὐκταίᾳ καὶ λαμπρᾷ ἡμέρᾳ ἀπελύθη ὡς ἀληθῶς θεοπρεπῶς.
Gregory of Nazianzus
The 'Theologian' — bishop of Sasima, then briefly archbishop of Constantinople (381). His 245 surviving letters, edited by Paul Gallay (SC 208/213), constitute a classic of Christian epistolography; he is the only Father whose letter collection was published, by his own hand, as a literary corpus.
Epistulae
244 letters (canonical)·~74,194 Greek words extracted (PG 37 cols. 21–388)
Greek text below comes from the Internet Archive scan of Migne, Patrologia Graeca vol. 37 (1862) — the standard reference edition. For modern scholarship, use Gallay (Sources Chrétiennes 208, 213).
Show Greek text (~74,194 words, 1,312 paragraphs, OCR from PG 37) — click any Greek word for Logeion + Morpheus
OCR note: Greek text below is extracted from the Internet Archive scan of Migne's Patrologia Graeca vol. 37. PG was printed in mid-19th-century Greek type that confuses modern OCR; recognition is fair but uneven, with frequent letter-level errors, occasional Latin scholia mixed in, and column-break artefacts. Treat it as a navigation aid — verify any quotation against the linked archive.org scan.
. 'ἘΨευσάμην, ὁμολογῶ, τὴν ὑπόσχεσιν, συνέσεσθαί α ΡΓΟπιΐβ8515 ποη δίεί!, Τα΄60 Ὁ : φυΐρρδ ἦιπι ᾿πάς ἂὮ σοι χαὶ συμφιλοσοφήσειν χαθομολογήσας ἐχ τῶν ΑΙἰδΠοπΐ5 ᾿ΠἸυϑαυ6 Ἰοοἱ πιο εἶα οἱ δ! πιογυὴν 601." ᾿Αθηνῶν ἔτι, χαὶ τῆς ἐκεῖσε φιλίας χαὶ συμφυΐας: πεχίοῃθ {π860 Θηἷπὶ Δρῖϊ18 γϑγριπὶ ΟΟΟΟΓΓΪΙ), [8- οὐ γὰρ ἔχω τι τούτων εἰπεῖν οἰχετότερον. Ἐψευσάμην εἴυγυπι πιὸ ΓΘΕΘρΡΟΓΆπι, υἱ (θοιπ Υἱἱ οοπβαείυάί- δὲ οὐχ ἑχὼν, ἀλλὰ νόμου νόμον νιχήσαντος, τοῦ πδπὶ ΒΩΑΌΘΓΘΙΙ, 5 πηυ!4ὰ6 ῬΠΠΟΒΟρΒάγογ. ΕἸάθιη ὅυ- θεραπεύειν κελεύσαντος (4) τοὺς γεννήτορας, τὸν ἰεπὶ ὕ6[6}}}, πο δροπίθ δ6 Πἰθεηῖογ, υθγὰπὶ αυοὰ τῆς ἑταιρείας (5) χαὶ συνηθείας. Οὐ μὴν παντάπασι ἰδχ Ἰαβθηι 5ῈΡΟΓΑΥΪ,, 68 ὨἰπεΐΓιπη, 4028 ΡΑΓΘΠί6Β 605 φεύσομαι, ἂν τοῦτο αὑτὸς χαταδέξῃ (4). Τὰ μὲν Ιογα )υθεί, Βο( 4) }{8{15 οἱ (Δι ΠἸατ τδι15 Ιεθ). ΝΟ" γὰρ (ὅ) ἡμεῖς σοι συνεσόμεθα " τὰ δὲ αὐτὸς ἡμῖν δυίδπι ργοΥδιι5 (4}18π|, δὶ φυΐάδπι ἤδης δοοὶρία5 'ρ88 θέλησον, ἵν᾽ ἧ τὰ πάντα χοινὰ, καὶ τὸ τῆς φιλίας οοπάϊιϊοπαηι. 9. Ῥαγιΐπι δυΐπὶ ΠῸ5 ἰόεαῃι δγἰ πιὰ: ὁμότιμον. Οὕτω γὰρ ὑπάρξει, χαὶ τὸ τούτους μὴ λυ- ραγίΐπι Ὑ6ΓῸ ἰφ86 ΠΟΙ ΒΟ ῚΠῚ 6586 Ὑ6]18, υἱ οπιπίδ
Οππὶ τεεροπάϊδεεί Βαεὶ ἰδ, δἰ ἵι δρίδίοία φπιαπι απηιϊεῖπιμιδ (μ ἀρποδοὶ! πουϊδδίιις Ἐρἰβ(οἴαγυπι Βαεὶ ἐξ εἀϊιογ), ἡοεαίις {πἴ886, ἴπ Τὶ ϑετίπαπι, Οτερονῖνδ τοφοτίρεὶ ; δι φια υἱοὶδδῖηι ρου ιγϑαπὶδ ἴῃ Οαεατεαπι, εὐὲ πα ἐταί, εἰ . Ροπίμηι, φμο βοσθάοθαί, αἰϊοιετὶϊδ τοπιοτάοί. Νοπάμηι ἴαδατόα δαύοεεθτας Βαεὶ δ, φμαπάο ἕπεο αὐ εμπὶ (ἀγεφοτίμδ δοτίροὶ! ορὶδιοίαμι, οἰφιίάθηι μγϑανα Παὐϊιαιἱοπὶδ ἱποοπιπιοάα, ἰηιο (οἰ Ἰοἰ8, αρθϑν ΙΌΓυ πὶ, φμίϑει 8 [γυεϑαιατ, οὐ ϊοῖ!, δοά πα Ῥυπίμπι [πρόγ6 σοφίίαθαί, κι Ῥγοϑαπί ἢας ορὶδιοίῳ νετϑα : ἵνα Καπ- παξυκῆς ὧν, φύγῃς τὰ Καππαδοχίας. ϑετίμίαηι ἜΥσο οονδίᾳι, απίδημαπὶ Βαδὶ νι ορὶείοίαπι πμπο λιν, αἰΐας χιχ, δοτίϑετοί. ᾿ :
Οὐ φέρω τὴν Τιδερινὴν ἐγχαλούμενος, χαὶ τοὺς Β Νὸπ ἴογο πὶ ΤΊ ον παπὶ Θ)} οἷ, δίφυα Πυ}85 ἐνταῦθα πηλοὺς (7) καὶ χειμῶνος, ὦ λίαν ἄπηλε ἰΙοοεΐ Ἰυΐαπι οἱ Ὠίοπι68, ὁ νἱῦ [{ΐ δαιηοάμιπ), ΟΧΡΕΓΒ, (1) ΑἸΐα5 Υ͂. ϑογίρία δπὴο νυδγιθηία 251, γθ] ἰῆ-ὀ υθιιϑψι, διφυίάθηι κμοο σγαίμα ἰδὲ [μέμτμηι δεῖ.
δυηῖε ὅὅ8. --- Βασιλείῳ ἑταιρῷ. ϑ8ὶς μος. 2012. (8) Τὰ. μὲν γάρ. [18 νοτθΐβ Βαβι πὶ ἰανέ αἱ δά (2) Κελεύσαγτος. Βερὶϊ ἀπο οἱ Ρα58. χελεύον. ΤΊ θεγίως βου! μἀίηοπι πη Οδρραάοοία βἰίαπι, αδὶ ἐγαὶ
τος. Αὐίδηζυβ, σγοαογὶϊ παῖδ] 6 80 ιη}. (5) Ἑταιρείας. Πθρις π108 ἑταιρίας. 6) ΑΙϊ88 ΥἹ. βογιριὰ οἴγοα ἰἀ6πὶ (Πρ (4) Ἂν τοῦτο αὐτὸς καταδέξῃ. [Δ Βορὶ ἀπο αἱ 1) Πηλούς. 1 Βοξὶϊ ἀυο οἱ Ρα55. ΕἉΑ. πιδ]6 πα-
νων (8), χαὶ ὑπόπτερξε σὺ, χαὶ μετάρσιε, καὶ τῷ ᾿Αθάριδος ὀϊστῷ (9) συμφερόμενε, ἵνα χαὶ Καπ- παδόχης ὧν, φύγῃς (10) τὰ Καππαδοκίας. Ἢ ἀδιυ- χοῦμεν ὅτι ὑμεῖς μὲν ὠχριᾶτε (11), καὶ στενὸν
λιπῶμεν, κχαὶ χορεννύμεθα, καὶ οὐ περιγεγράμ- μεθα ; ᾿Αλλὰ ταῦτα (1δ) ὑμῶν ἐστι. Τρυφᾶτε δὲ, χαὶ πλουτεῖτε, καὶ ἀγοράζετε " τοῦτο οὐχ ἐπαινῶ. Ἢ τοίνυν παῦσαι τοὺς πηλοὺς ὀνειδίζων ἡμῖν, (οὔτε γὰρ σὺ τὴν πόλιν ἐδημιούργησας, οὔτε τὸν χει- μῶνα ἡμεῖς") ἢ καὶ ἡμεῖς σοι ΄προσοίσομεν ἀντὶ τῶν πηλῶν τοὺ; χαπήλους (14}, χαὶ ὅσα αἕ πόλεις μοχθηρὰ φέρουσιν. Γ΄. ΕΥ̓ΑΓΡΙΩ (45).
Εὐάγριον εὐδοχιμεῖν, ἡμᾶς ἔστιν εὐδοχιμεῖν - τέ- χνων γὰρ ἀρετὴ, δόξα πατέρων. Ἡμεῖς δὲ, εἰς λόγους μὲν, οὐδὲν ἣἥ μιχρὸν ἴσως σύνισμεν ἡμῖν αὑτοῖς ὠφελήσασι τὸν σὸν υἱὸν (οὐδὲ γὰρ μέγα ἡμῖν τὸ τῶν λόγων) ἕν δὲ ἀντὶ πάντων αὐτῷ καὶ μέγιστον συνεισηνέγχαμεν, οὐχ ἀρνήσομαι, τὸν τοῦ Θεοῦ φόδον, χαὶ τὸ πεῖσαι τῶν παρόντων χαταφρο- γεῖν. Ἐχείνῳ μὲν οὖν τὰ χάλλιστα συνηυξάμεθά τε χαὶ συνευχόμεθα, ἵν᾽ ἃς ἔλαδε παρ᾽ ἡμῶν ἀρχὰς, τελέως χαρποφορήσῃ, χαί τινα τῆς σπουδῆς καρπὸν ἐνεγχώμεθα. Τῇ δὲ σῇ τιμιότητι πᾶσα χάρις, ὅτι χαὶ μεμνῆσθαι ἡμῶν ἀξιοῖς, καὶ τοῖς ὑπομνήμασι τιμᾷν τῆς φιλίας. “Απερ οὐ μιχρὸ ὄντα μειζόνως ὑπεδεξάμεθα.
Τὰ αυϊάθῃι τα 8 ποϑίγδβ Ἐ8ν}}}}8 ἰῃθθθθ δὲ δυχ- σ Σὺ μὲν σχῶπτε χαὶ διάσυρε τὰ ἡμέτερα, εἴτε
(14) ᾿Αντὶ τῶν πη.ῶν τοὺς καπήλους. 1ἰ4 Άδᾳ. ὑπ}8 οἱ ΡΔ58. ἰὴ δὰ. ἀεραβὶ τῶν. ῥγο ἱμῖο σαμροπέε : μιὰς ἐπ ἱπίογργοίϑιίοπα μαογί: φγϑιία σι ἢ ὑτιθο- Τυπι νοουπὶ 4}}πϑ'οη6 σοθηδἰβιϊῖ : πηλός οηἰπὶ δἰ βηΐ- ἤοδι ᾿μπι, χάπηλος γ6γῸ εαμροπεπι.
χαὶ φιλίας ἡμῶν ἀπόλαυςε. Πάντα ἡμῖν χρηστὰ ἃ παρὰ σοῦ, ὁποῖα ποτ᾽ ἂν ἧ, χαὶ ὅπως ἂν ἔχῃ. Καὶ γάρ μοι χαὶ τὰ ἐνταῦθα σχώπτειν δοχεῖς, οὖχ ἵνα σχώψῃς, ἀλλ᾽ ἵνα πρὸς ἑαυτὸν ἑλχύσῃς, (εἴ τί γε ἐγώ σου συνίημι") ὥσπερ οἱ τὰ ῥεύματα φράσσοντες, ἵν᾽ ἀλλαχοῦ μεθελχύσωσι. Τοιαῦτα ἡμῖν ἀεὶ τὰ σά (19).
Ἐγὼ δέ δου τὸν Πόντον θαυμάσομαι, χαὶ τὴν Ποντιχὴν ζοφηφορίαν, καὶ τὴν φυγῆς ἀξίαν μονὴν, πούς τε ὑπὲρ χεφαλῇς λόφους, καὶ θῆρας, οἵ τὴν πίστιν ὑμῶν δοχιμάξουσι, χαὶ τὴν ὑποχειμένην ἐσχατιὰν, εἶτ᾽ οὖν μυωξίαν μετὰ τῶν σεμνῶν ὀνο-
τῆς σχολῆς. λόχμας τε ἀγρίων φυτῶν, χαὶ βαθυ- κρήμνων ὁρῶν στέφανον, ὑφ᾽ οὗ μὴ στεφανοῦσθε, ἀλλὰ συγχλείεσθε, τὸν δὲ μετρούμενον ἀέρα, χαὶ «κὸν ποθούμενον ἥλιον, ὃν ὡς διὰ χάπνης αὐγάζεσθε, ὦ Ποντιχοὶ Κιμμέριοι (30) χαὶ οὐ τὴν ἑξάμηνον νύχτα (21) μόνον χαταχριθέντες, ὃ δή τινες λέ- γονται, ἀχλ᾽ οὐδὲ μέρος τῆς ζωῆς ἄσχιον ἔχοντες, μίαν δὲ νύχτα μαχρὰν τὸν ἅπαντα βίον, καὶ ὄν- τως σχιὰν θανάτου, ἵν᾽ εἴπω τὸ τῆς Γρατῆς. Ἐπαινῶ χαὶ τὴν στενὴν χαὶ τεθλιμμένην ὁδὸν, (οὐκ οἶδα εἴτε εἰς βασιλείαν, εἴτε εἰς ἄδου φέρου- σαν, «οὔ δὲ ἔγεχεν εἰς βασιλείαν φερέτω ,) καὶ τὴν ἐν μέσῳ, τί βούλει, πότερόν Ἐδὲμ ὀνομάσω ψευ-
ἑόμενος, χαὶ τὴν εἰς τέσσαρας ἀρχὰς μεριζομένην (Σ πιΐηεπι, οἱ ἰπ αυδίιον ργίποὶρίδ ἃ, ἀϊνίδιιπι [οπίοπ,
πηγὴν, ἐξ ἧς ἡ οἰχουμένη (43) ποτίζεται, ἣ τὴν ξηρὰν καὶ ἄνιχμον ἐρημίαν, ἣν τις ἡμερώσει Μω- -ἧς. ῥάδδῳ πέτραν πηγάσας : Ἔστι γὰρ ὅσον μὲν ξιαπέφευγε τὰς πέτρας, χαραδρεών ὅσον δὲ τὰς γαράδρας, ἀχανθεών" ὅσον δὲ ὑπὲρ τὰς ἀχάνθας, χρημνός" χαὶ ἧ ὑπὲρ τοῦτον ὁδὸς, ἐπίχρημνός τε χαὶ ἀμφιτάλαντος, τῶν ὁδευόντων τὸν νοῦν συν- άγουσα χαὶ γυμνάζουσα πρὸς ἀσφάλειαν (35). Πο- ταμὸς δὲ χάτω ῥοχθεῖ, οὗτος ὁ ᾿Αμφιπολίτης σοι Στρυμὼν (24) καὶ ἡσύχιος " χαὶ οὐχ ἰχθυοφόρος μᾶλ- λον, ἢ λιθοφόρος ᾿ οὐδὲ εἰς λέμνην ἀναχεόμενος, ἀλλ᾽ εἰς βάθη χατασυρόμενος, ὦ λίαν ὑψήγορε σὺ, χαὶ ποιητὰ χαινῶν ὀνομάτων. Ἔστι γὰρ μέγας, χαὶ φοδερὸς, χαὶ ὑπερηχῶν τῶν ἄνω τὰ; ψαλμῳδίας. Οὐδὲν πρὸς τοῦτον οἱ χται, χαὶ οἱ Κατάδουποι (20) " τοσοῦτον ὑμῶν
ἄπορος δέ " χαὶ θολερὸς μὲν, ἄποτος δέ" οὗ τοῦτο μόνον φιλάνθρωπον, ὅτι μὴ παρασύρει τὴν μονὴν ὑμῶν, ὅταν αὐτὸν αἱ χαράδραι καὶ οἱ χειμῶνες ἐχμαίνωσιν (26). “Ἃ μὲν οὖν ἡμεῖς σύνισμεν, ταῖς τῶν Μακάρων νήσοις (27) ταύταις εἴτ᾽ οὖν τῶν μαχαρίων ὑμῶν, ταῦτά ἐστι. Σὺ δὲ μὴ θαύμαζε τοὺς μηνοειδεῖς ἀγχῶνας, τὰ βάσιμα τῆς ὑπωρείας ὑμῶν ἀπαγχονίζοντας μᾶλλον, ἣ ἀποτειχίξοντας, χαὶ τὸν χορυφῇς ὑπερτέλλοντα τένοντα, ὃς Ταντά- λειον ὑμῖν ποιεῖ τὴν ζωὴν (28), τάς τε διαῤῥεούσας αὔρας, καὶ τῆς γῆς ἀναπνοὰς, αἵ λειποθυμοῦντας ὑμᾶς ἀναψύχονσι, τούς τε ᾧδιχοὺς ὄρνιθας, ἄδον- τας μὲν, ἀλλὰ τὸν λιμόν - χαὶ περιιπταμένους (39) μὲν, ἀλλὰ τὴν ἐρημίαν. Ἐπιδημεῖ δὲ οὐδεὶς, ὅτε
ὑμᾶς ἐπισχέπτεσθαι. Ταῦτα μαχρότερα μὲν ἴσως ἢ κατ᾽ ἐπιστολὴν, ἐλάττω δὲ χωμῳδίας. Σὺ δὲ εἰ μὲν οἵσεις μετρίως τὴν παιδιὰν (20), ὀρθῶς ποιή- σεις " εἰ δὲ μὴ, χαὶ πλείω (54) προσθήσομεν.
(38) Ὃς Ταγντάλειον ὑμῖν ποιεῖ τὴν ζωήν. Α1- Ἰυάῖϊι αἀ [αὐυϊαι) Ταπιίαῖ!, αὐοηὶ ροοῖςΒ {πχογιμΐ ἀρυὰ ἰπίθγοβ Ἰοὺ βιρρι οἱ! φθιυ8 ρλ1], αἱ ἰρδίιβ ΘἈΡΙΕΙ ΒΘΙΏρΡΕΓ ἱπιιππονοί. βάχι ἰησθη5, φαοἀ [8πὶ ουδηγιὴι νἱἀθγοίυγ.
- Ἐπειδὴ φέρεις μετρίως; τὴν παιδιὰν, χαὶ τὰ ἑξῆς προσθήσομεν. Ἐξ Ὁμήρου δὲ τὸ προοίμιον"
᾽Δ.11᾽ ἄγε (55) δὴ, μετάθηθι, καὶ τὸν ἔσο κόσμον [ἄεισον;, τὴν ἄστεγον σχέπην καὶ ἄθυρον, τὴν ἄπυρον ἑστίαν χαὶ ἄχαπνον, τοὺς πυρὶ ξηραινομένους τοίχους, ἵνα μὴ ταῖς τοῦ πηλοῦ ῥανίσι βαλλώμεθα, Ταντάλιοί τινες καὶ χατάχριτοι, διψῶντες ἐν ὕδασι " τὴν ἐλεει- νὴν ἐχείνην χαὶ ἄτροφον πανδαισίαν, ἐφ᾽ ἣν ἀπὸ Καππαδοχίας ἐχλήθημεν, οὐχ ὡς Λωτοφάγων πε- νίαν, ἀλλ' ὡς ᾿Δλχινόου τράπεζαν (54), ἡμεῖς οἱ
(51) Καὶ πιιείω. τι δ. υἱυ5. Εὰ. πιαῖα καὶ τὰ πλείω. (52) Α|ϊ458 Υ1}}. ϑουῖρία οἰγοδ ἰά6πι ἰδιηρι5. ( Ἀ.2. ἄγε. δὶς ιδθοῖυσ ἃρυὰ ΠἸοιμόγαιι, Οάνψες. νἱῖι :
νέο: ναυαγοί τε καὶ τλήμονες. Μέμνημαι γὰρ τῶν Α πο8. μονῖΐ οἱ φγιπιποβί παι γαρὶ, Μοπηηΐ δηΐπι ρᾶ-
ἄρτων ἐχείνων, χαὶ τῶν ζωμῶν (οὕτω γὰρ ὠνομά- ζοντο), ἀλλὰ καὶ μνήσομαι, καὶ τῶν περιολισθαινόν-- τῶν (55) τοῖς βλωμοῖς ὀδόντων, εἶτα ἀνισχομένων, γαὶ ἀνελχομένων ὥσπερ ἐχ πέλματος. Αὐτὸς ταῦτα τραγῳδήσεις ὑψηλότερον, ἐχ τῶν οἰχείων παθῶν ἔχων τὸ μεγαλόφωνον" ὧν εἰ μὴ ταχέως ἡμᾶς ἣ μεγάλη καὶ πτωχοτρόφος ὄντως ἐῤῥύσατο, τὴν σὴν λέγω μητέρα, ὥσπερ λιμὴν ἐν χαιρῷ φανεῖσα χει- μαζομένοις, πάλαι ἂν ἦμεν νεχροὶ, πίστεως Ποντι-- χῆς οὐχ ἐπαινούμενοι μᾶλλον ἣ ἐλεούμενοι. Πῶς παρέλθω τοὺς ἀχῆπους χήπους ἐχείνους χαὶ ἀλαχά- νους, χαὶ τὴν Αὐγείου χόπρον (56) ἐχ τῆς οἰχίας ἐχχαθσιρομένην, ἦ τούτους ἀνεπληρώσαμεν, ἡνίκα τὴν γεωλόφον ἅμαξαν εἴλχχομεν (57), ἐγώ τε ὁ βο-
πτρύων, καὶ ὁ λαμπρὸς σὺ, τοῖς αὐχέσι τούτοις καὶ Β ἄοη)ο δχρυγραίιπι, 40 6058 Ορρίονἴπι 5, ΟἰπΊ πηθη-
ταῖς χερσὶ ταύταις, αἱ τῶν πόνων ἔτι τὰ ἴχνη φέ- ρηυσιν" (ὦ γῆ καὶ ἥλιε, ἀὴρ (58) καὶ ἀρετή " τραγῳ. δήσω γάρ τι μικρόν") οὐχ ἵνα τὸν Ἑλλήσποντον ζεύ- ξωμεν (59), ἀλλ᾽ ἵνα χρημνὸν ὁμαλίσωμεν. Τούτοις εἰ μὲν οὐδὲν ἀχθεσθήσῃ λεγομένοις, πάντως οὐδὲ ἡμεῖς " εἰ δὲ ἀχθεσθήσῃ, πόσον γενομένοις ἡμεῖς " χαὶ τὰ πλείω παρήσομεν, αἰδοῖ τῶν ἄλλων, ὧν πολ- λῶν ἀπελαύσαμεν.
διατριδῆς, παιξόντων ἦν, οὐ σπουδαζόντων- ἃ δὲ νῦν γράφω, καὶ λίαν σπουδαξζόντων. Τίς ἄν μὲ θείη (41) κατὰ μῆγα ἡμερῶν τῶν ἔμπροσθεν ἐχείγων, ἐν αἷς συνενετρύφων σοι τῷ χαχοπαθεὶν ; ἐπειδὴ τὸ ἑχούσιον λυπηρὸν τοῦ ἀχουσίου τερπνοῦ τιμιώτερον. Τίς δώσει τὰς ψαλμῳδίας ἐχείνας καὶ τὰς ἀγρυπνίας, καὶ τὰς δι᾽ εὐχῆς πρὸς Θεὸν ἐχδη- μίας, χοὶ τὴν οἱονεὶ ἄῦλον ζωὴν καὶ ἀσώματον ; Τίς ἀδελφῶν συμφυῖαν χαὶ συμψυχίαν, τῶν ὑπὸ σοῦ θεου- μένων καὶ ὑψουμένων; Τίς ἅμιλλαν ἀρετῆς καὶ παράθηξιν, ἣν ὄροις γραπτοῖς καὶ χανόσιν ἢσφαλι- σάμεθα; Τίς θείων λογίων φιλοπονίαν, χαὶ τὸ ἐν αὐτοῖς φῶς εὑρισχόμενον, σὺν ὁδηγίᾳ τοῦ Πνεύμα- τος; Ἢ, ἵνα τὰ μιχρότερα λέγω χαὶ εὐτελέστερα, τίς ἐφημερίας χαὶ αὐτουργίας ; τίς ξυληγίας χαὶ λατο- μίας ; τίς δὲ φυτεία; (42) χαὶ ὀχετηγίας ; τίς δὲ πλάτανον τὴν χρυσῆν, χαὶ τῆς Ξέρξου τιμιωτέ-
γ᾿ γεωλόφον ἅμαξαν εἴάκομεν. ᾿- ἀηι|8 οἱ ῬΆ88. τὴν γεωφόρον ἅμαξαν εἴλχχομεν, τὴν τοῆοπε ρίαμδίτιπι ἰταϊότόημια. Ἅοχ εἴλχομεν ἀξδεοΓγαὶ ἴπ οἀϊεῖδ : ᾿ἰῃβᾶπ), ἰῃ υδύβίοη ἃ Β.}Π10 βυρρ᾽οἴδπι, ἴῃ τοχῖα Βυρρίουίπι8 ὁ ὄυοθαβ οοὐἀ. ΠΙ6ΠΊΟΙ Δ[15. Μοσ ΡΓῸ χαὶ ὁ λαμυρὸς σύ, Ἀδᾳ. ὑπὺ8 ᾿ιᾶθοῖ χαὶ ὁ λαμ-
νος, ἀλλὰ μοναστὴς τετρυχωμένος, ἣν ἐγὼ ἐφύτευσα, ᾿Απολλὼς ἐπότισεν, ἡ σὴ τιμιότης, ἀλλ᾽ ὁ Θεὸς ηὔξησεν, εἰς τιμὴν ἡμετέραν, ἵνα ὑπόμνημα σώ- ζηται παρ᾽ ὑμῖν τῆς ἡμετέρας φιλοπονίας, ὥσπερ ἐν τῇ κιδωτῷ λέγεται καὶ πιστεύεται ἡ ῥάῦδος ᾿Αα- ρὼν ἡ βλαστήσασα. Ταῦτα εὔξασθαι μὲν ῥᾷστον, λαδεῖν δὲ οὐ ῥάδιον. ᾿Αλλά μοι καὶ πάρεσο, χαὶ σύμπνει τὴν ἀρετὴν, χαὶ συνεργάζου (44), καὶ ἣν ποτὲ συνελέξαμεν ὠφέλειαν, συντήρει διὰ τῶν προσ- ευχῶν, ἵνα μὴ χατὰ μιχρὸν ὥσπερ σχιὰ λυθῶμεν» χλινούσης ἡμέρας. Ὡς ἐγὼ σὲ πνέω μᾶλλον ἣ τὸν ἀέρα" καὶ τοῦτο ζῶ μόνον, ὃ μετὰ σοῦ γίνομαι, ἢ
Μαφηοόρογα ἰυἃ ολυϑᾶ ΘΓ πλι8 : πᾶ απο 0 Ἱχανῶς ἡἠρυθριάσαμεν ἐπὶ σοί τὸ γὰρ ὅτι ἕλυ-
τη τογὸ δὔδοι! [πογῖ 08, ἡτπ|ἴ ΒοΓίθαγα διΠποῖ, δὰ δὐπὶ ὈΓΘ ΘΡε πη, οὐ ἰά οπηηΐτπὶ πιογί Δ] ἸῺ ΠΧ ὶ ΠΊ6 Ῥδγβυ δι 681 1 Εἰςοηΐπ) υἱ 46 Β0}}15 Π1}}}} ἀϊοδηι8, 66 αυδηία πηορϑ14, δά άαπι οἰἶδπὶ {{π|0ΓῈ, ΠΟῸ5 [δὰ 68, 4028 46 (6 ρογναφαίυν, ἱπιρίανογίί, γε} ]!6 πὶ, δὶ ἤδγι ροβϑϑί, βουποηΐθυ8 ἰδ, 4008 ἀξ (6 εἰ ἀ6 ΠΟ ΐ8. 4}}}, (Ὧπὶ [Ὡπ|} 1868 εἰ πεοθβδασὶΐ φυᾶῖῃ 6χ- (ἐγηΐ, φυόᾳιο ποὰο ποθ οορηΐϊιἱ, ἄτι! ἰδπιθη Ομ γι βιϊδηὶ, ποὴ δΪ φιυϊάδιῃ, ποῃ ἡ}, ν γι ΟΠ Π6 8 ὯΠῸ ΟΥΒ βόγυπί,, ἰπίογθβεεβ ; αιδπάοχυϊάδπι οἰΐδπὶ Ἰιοιηΐηθ5 ργοῃιρίί8 ἴῃ δ[}6ι}}8 γοῦυ8 αιδηὶ ἱπ ρτὸ- ΡΓΠΘ ΡΠ Οδορίιαγί βο]επὶ. ᾿πβί2 Αἰΐθ8 Ομ αδριᾶπι ἀδο!απιδι!οπ8 Β880 για ᾿μ5ῖ8 Γὰϑγυηὶ : πη ορὶ- δοορὶ ΠἸΐαπὶ πλ ἢ ᾶγα., πὰ δσίθγαδηὶ ροϊοηἰάπὶ οἱ
πήθημεν, τί χρὴ γράφειν, τῷ γε πάντων μάλιστα πεπεισμένῳ; Ἵνα γὰρ μὴ τὰ ἡμέτερα λέγωμεν, μηδὲ ὅσης ἀθυμίας ἐνέπλησεν ἡμᾶς ἡ περὶ σὲ φήμη, δὸς δὲ εἰπεῖν χαὶ δέους, ἐδουλόμην, εἴ πως οἷόν τε ἦν, παρεῖναί σε τοῖς τῶν ἄλλων λόγοις, οἰ- χείων τε ὁμοίως χαὶ ξένων, τῶν ὁπωσοῦν (0) γνω- ρίμων ἡμῖν, ἀλλ᾽ οὖν Χριστιανῶν, οὖς περὶ σοῦ τε χαὶ ἡμῶν λέγουσι, οὐχ οἱ μὲν, οἱ δὲ οὗ, ἀλλὰ πάν- τες ἑξῆς ὁμοίως, ἐπειδὴ χαὶ προθυμότερον ἐν τοῖς ἀλλοτρίοις ἣ τοῖς οἰκείοις (47) φιλοσοφοῦσιν ἄνθρω- ποι. Ὥσπερ ἄλλη τις μελέτη γέγονεν αὐτοῖς ταῦτα τὰ ῥήματα. Νῦν μὲν υἱὸν ἐπιτχόπου στρατεύεσθαι, νῦν δὲ ὀρέγεσθαι τῆς ἔξωθεν δυναστείας καὶ δόξης, νῦν δὲ ἡττᾶσθαι χρημάτων (ὁπότε χοινὸν ἀνῆπται
ἄγους τΞ χαὶ μιάσματος. Πῶς δ᾽ ἂν ἄλλον νουθετή- σειεν ὁ ἐπίσχοπος (49), μὴ παρασυρῆναι τῷ χαιρῷ,
οἰχδίοις. ἴτὰ Ἰλορς. ἀυο. Εἰ. πιαῖ6 προτιμότερον " οἱ ἴῃ οἰβάθπι ἀδϑυμΐί νοσθβ ἢ τοῖς οἰχείοις.
τὸ ἘΡΙΒΤΟΙΑ ΥἹΙ!. 8: μηδὲ τοῖς εἰδώλοις συναναφύρεσθαι; Πῶς δ᾽ ἂν τοῖς Α 86 80 οπμηὶ δοοίεγα εἰ Ρίδου!ο γοπιούθγα ἢ Ουονδπι
ἄλλο τι πλημμελοῦσιν ἐπιτιμήσειεν, αὐτὸς ἀφ᾽ ἑστίσς τὴν παῤῥησίαν οὐχ ἔχων (50). Ταῦτα καθ᾽ ἑκάστην ἀχούοντας ἡμᾶς τὴν ἡμέραν, χαὶ ἔτι πλείω τούτων χαὶ χαλεπιύτερα, τῶν μὲν χαὶ διὰ φιλίαν λεγόντων ἴτως, τῶν δὲ χαὶ διὰ δυσμένειαν ἐπιτιθεμένων (51), πῶς οἴει διακεῖσθαι καὶ τίνας ἔχειν ψυχὰς ἀνθρώ- ποὺς τῷ Θεῷ προθεμένους δουλεύειν, χαὶ πρὸς τὰς μελλούσας ὁρᾷν ἐλπίδας μόνον ἀγαθὸν χρίνοντας ; Τὸν μὲν οὖν χύριον τὸν πατέρα ἡμῶν πάνυ δυσφο- ροῦντα τὰ πρὸς τὴν ἀχοὴν, χαὶ πρὸς τὸν βίον αὖ- τὸν ἀπαγορεύοντα, ὁπωσοῦν αὐτὸς παραμυθοῦμαι γαὶ Ψψυχαγωγῶ, τὴν σὴν ἐγγυώμενος γνώμην, χαὶ πείθων ὅτι οὐχ ὑπομενεῖς ἔτι πλεῖον λυπεῖν ἡμᾶς. Τὴν δὲ χυρίαν τὴν μητέρα, εἰ πύθοιτό τε των χατὰ
ἐπινοίαις), ὁΐου χαὶ παντελῶς ἀπαραμύθητον ἕξειν τὸ πάθος, ὡς γυναῖχά τε οὖσαν μιχρόψυχον, χαὶ ἄλλως διὰ τὸ λίαν εὐλαδὲς, μετριάζειν περὶ τὰ τοιαῦτα οὗ δυναμένην. Ἐ μὲν οὖν τινα καὶ σεαυτοῦ χαὶ ἡμῶν ποιῇ λόγον, βούλευσαί τι βέλτιον χαὶ ἀσφαλέπτερον. Πάντως γὰρ χαὶ τὰ ἐνταῦθα πρὸς ἐλευθέριον διαγωγὴν αὐτάρχη, τῷ γε μὴ λίαν ἀπλή- στῳ (53), μηδὲ ἀμέτρῳ περὶ τὴν ἐπιθυμίαν τοῦ πλείονος. ᾿Αλλὰ χαὶ τοῦ καταστάσεως σε τυχεῖν οὐχ ὁρῶ τίνα χαιρὸν ἀναμενοῦμεν, τὸν νῦν ἐάσαντες. Εἰ δὲ τῆς αὐτῆς ἔχῃ γνώμης, χαὶ μιχρὰ πάντα σοι πρὸς τὴν ἰδίαν ὁρμὴν, ἄλλο μὲν οὐδὲν εἰπεῖν βού- λομαι δυσχερές " τοσοῦτον δὲ προλέγω χαὶ διαμαρτύ- ρομαι, ὅτι δυοῖν ἀνάγχη θάτερον, ἣ γνήσιον μένοντα Χριστιανὸν τὴν ἀτιμοτάτην αὐτοῦ τετάχθαι (δὅ), χαὶ πράττειν ἀναξίως χαὶ σεαυτοῦ καὶ τῶν ἐλπίδων " ἣ τῆς τιμῆς ἐφιέμενον, περὶ τὰ χαιριώτερα βλά- πτεσθαι, τοῦ χαπνοῦ γε μετέχοντα, εἰ χαὶ μὴ τοῦ
Ἐπαινῶ σου τῆς ἐπιστολῆς τὸ προοίμιον. Τί δὲ ῃ0΄ Ἐρίδιο᾽:8 (8 ργοωιῃηΐαπι Ἰλυάο. Θυϊά Δυΐθιη ἰυο-
ἡμεῖς γεγραφότες, ἐπειδή γε εἰς τὸν πρεσδυτέρου βαθμὸν ἐδιάσθημεν. Καίτοι γε οὐ τοῦτο ἡμῖν ἔσπου-
(80) Ἀρφ᾽ ἑστίας τὴν παῤῥησίαν οὐκ ἔχων. ἴς ἃ 1μάγο ἤάυοϊαπι ποιὶ ΠΆθαγα αἰοίτυγ, αυΐ ἀο! εἴα πηι Αἰϊαιοὰ Ἰάεἶγοο τοργεθπάθγα 86. υἱηϊοᾶγο πο δ0- ἀεῖ, φυΐδ δοιηοι ρϑιιπ) νϑὶ ἀοπιθϑιίο05. 5.108 60 0Ὁ- βιγίοιοβ 6886 δδηῖ. ΟΘιυοπιοάο ἰφίιιγ, ἰπαυϊ! ΤΠ ὸο- ιξυ5, δά Βυ)υ8 νἱῖθ γα} 18 ΓΟΓαΠΙ 406 ἰογγοπαγυπὶ ἀόφδρθοιϊομδιῃ 8|105 ᾶπὶ ΠοΙΙΑ Ια γ, οὐαὶ ᾿αροδὶ αυπι τπυπάϊ οἰρίἀ αι} 8 ἱπηπίογβεπὶ ἢ Βικ 08.
(83) Τῷ γε μὴ λων ἀπλήστῳ. ᾿ῖὰ ῤξ. υπυ9, Εα. πὐΐυυβ Β6η6 τῷ γε λίαν μὴ ἀπλήστῳ. 5
ἀξιόπιστοι μάρτυρες τοῦ τὴν πεζὴν στέργειν φιλο- σοφίαν (δ) χαὶ χάτω μένουσαν. ᾿Αλλὰ τοῦτο μὴ γενέσθαι μὲν ἴσως ἄμεινον ἦν " ἣ οὐχ οἶδ᾽ ὅτι καὶ φῶ, ἕως ἂν ἀγνοῶ (δ6) τὴν οἰχονομέαν τοῦ Πνεύμα- τος. Ἐπεὶ δὲ ἐγένετο, φέρειν ἀνάγχη, ὡς γοῦν ἐμοὶ χαταφαίνεται, χαὶ μάλιστα διὰ τὸν χαιρὸν, πολλὰς ἡμῖν αἱρετικῶν ἐπεισάγοντα γλώσσας, καὶ μὴ καται- σχύνειν μήτε τὰς τῶν πεπιστευχότων (57) ἐλπίδας, μὴτε τὸν ἡμέτερον βίον.
χατὰ Πίνδαρον, καὶ ἀπὸ δεξιῆς ἡμῖν γνωρίσθητι τῆς ἀρχῆς ἐν τῇ παρούσῃ φροντίδι - ὡς; ἂν χαὶ θετὸν πήξαις μέγαρον, εὐδόχιμος ἐν αὐτῇ φανείς. Γνωρί- σεις δὲ πῶ; ; τὸν Θεὸν (00) καὶ τὰ θεῖα τιμῶν " οὗ τί σοι μεῖζον χαὶ ὑψηλότερον; τιμήσεις δὲ πῶς χαὶ τί- σιν ; ἑνὶ τούτῳ, τῷ κήδεσθαι τῶγ παρισταμένων Θεῷ, καὶ λειτουργῶν τοῦ βήματος. Τούτων εἷς ἐστι χαὶ ὁ συνδιάχονος ἡμῶν Εὐθάλιος, ὃν, οὐχ οἶδ᾽ ὅπως, εἰς μείζω τάξιν μεταχωρήσαντα, διαγράφειν ἐπιχειροῦσι χρυοὸν οἱ τῆς ἡγεμονιχῆς τάξεως (61). Τοῦτο μὴ ἀνεχτὸν φανήτω σοι" χαὶ χεῖρα ὄρεξον τῷ τε διαχόνῳ χαὶ τῷ χλήρῳ παντὶ, χαὶ πρὸ τῶν ἄλλων ἡμῖν, ὧν σοι μέλει (62) - ἣ δειλότατα ἂν πάθοι μόνο; ἀνθρὼ- πων, μὴ τυγχάνων τῆς τῶν χαιρῶν φιλανθρωπίας, καὶ τῆς δεδομένης τοῖς ἱερατιχοῖς παρὰ τῶν βατιλέων τιμῆς, ἀλλ᾽ ὑδριζόμενος χαὶ ζημιούμενος ἴσως διὰ τὴν ἡμετέραν εὐτέλειαν (05). "Ὃ σοι καλῶς ἔχει μὴ συγχωρεῖν, κἂν μὴ χαλῶς ἄλλοι βούλωνται.
θνὶ παμο 8ορ δι ᾽ Ουἱϊά ἰἀροιΐ ρυοῖ φυο5 Ὁ Ποῦ νῦν οἱ σοφισταί; τί σιωπῶσιν οἱ περὶ τὴν
(05) Διὰ εὴν ἡμετέραν εὑτέλειαν. [1 Ἀδξᾳ. 41:9. Ιῃ οἱἱ. ἀβθοϑὶ εὐτέλειαν. ΒηΠ}π|8 ἴῃ νου βίο η6 δι! ρρίον! φιλίαν, ἰϊὰ νετίθῃ5 : οἱ φμίάονι [οΓια586 οὐ ἐαιν ᾳπιδ Ἠλ ἢ σιμι 60 65. αννυϊεἰ (ἡ 4Ἴϊ.
λαμπροτέραν ὑπόθεσιν ; νῦν ἔδει, πᾶσαν μὲν ἐπὶ σοὶ χινηθῆναι γλῶσσαν μουσιχήν τε χαὶ ἐναρμόνιον, πᾶ- σαν δὲ ὑψηλόν τι χαὶ διαπρύσιον ἡχῆσαι ῥητοριχήν " οὐ ταύτῃ μόνον ὅτι χρέος ἀπάντων χρεῶν διχαιότα- πον, ἄρχοντα δεξιὸν ἀνυμνεῖσθαι τοῖς λόγοις " ἀλλ᾽ ὅτι χαὶ τὸν ἐν ἀμφοτέροις ἄχρον ἀμφοτέροις χοσμεῖν οἰχειότατον. Καὶ εἰ μὴ πρὸ καιροῦ τοὺς λόγους ἀνέ- παύσα (νῦν γὰρ δὴ τοῦτο αἰσθάνομαι), χαὶ ἐδουλευ- σάμην, ἔφη τις, ταχύτερα, ἣ σοφώτερα, τὸ μὴ πανη- γυρίζειν, μηδὲ φοιτᾷν εἰς μέσους φιλοσοφήσας, ὡς τάχα ἂν χαὶ τὰς Τυῤῥηνιχὰς ὑπερεφώνησα σάλπιγ- γας (65) (ἐρῶ γὰρ, μηδὲν τὸν τραχὺν τοῦ Μώμου λίθον εὐλαδηθεὶς, κατὰ Πίνδαρον [06]}, εἰ μὴ τῆς σιωπῆς ἀωρίαν χκατεψηφισάμην (67). Νυνὶ δὲ ὃ πέ- πονθα ἐπὶ σοὶ, ὁποῖόν τι τοὐμὸν χρῆμα, τάχα ἂν χνοίης ἀπ᾽ εἰκόνος τινός. Κόπτω μὲν οἷον (68) τοὔδα- φος τοῖς ποσὶ, χατὰ τοὺς θερμοτάτους τῶν ἵππων, χαὶ διεσθίω τὰ χαλινὰ, χαὶ τὸ οὕς διανίστη μι, πνέω τε θυμὸν ἐκ μυχτήρων, χαὶ βλέπω δριμὺ καὶ ἀφρῷ βάλλομαι (09) μένω δὲ ὅμως εἴσω χιγκλίδος (10), οὐχ ἐφιέντο: (71) μοι τοῦ νόμου τὸν δρόμον.
Τί οὖν; ἐπειδὴ ταῦτα δοχεῖ (72), τί δράσομεν; Ἢ παντάπασι χαταθαλοῦμεν τοὺς λόγους, καὶ σιωπῇ τὰ σὰ θαυμασόμεθα, παρέντες ἑτέροις τὴν εὐφημίαν ; Οὐ μὲν οὖν. ᾿Αλλ᾽ ἄλλοι μὲν τἄλλα τῶν σῶν εὐφη- μούντων, ὅτι ἂν ἔχαστος βούληταί τε χαὶ δύνηται. Πάντως δὲ πολλοῖς ἀρχέσει: λόγοις χαὶ πανηγύρε- σιν, ἐὰν μέρος ἔχαστος τῶν σῶν ἀπολαδὼν εὐφημῇ " οἱ μὲν, τὴν διοίκησιν τῶν χοινῶν, χαὶ τὸ ἐν τούτοις εὐσύνετόν τε ὁμοῦ χαὶ φιλόπονον" (τίς γὰρ ἣ εὑρε- τὴς (75) τοῦ δέοντος “ποριμώτερος, ἣ ἐπιτελέσαι τὸ εὑρεθὲν ἐνεργέστερος :) οἱ δὲ τῆς δίχης τὰ τάλαντα, χαὶ ὡς ὑπὸ λαμπρῷ τῷ φωτὶ διαχρίνεις τὰς ἔριδας, ὑψηλὸς ὑψηλῶς ἐμπομπεύων (74) τῇ θέμιδι. Τὸ δὲ σὺν ξίφος, φοδερὸν μὲν, ὡς πλῆξον - ὡς δὲ οὐ πλῆῇσ- σὺν, ἀνάθημα. Κρατεῖς γὰρ οὐ τῷ (15) χολάξειν ἁμαρτάνοντας, ἀλλὰ τῷ σπουδάζειν ὅπως οὐδὲ τὴν ἀρχὴν ἁμαρτήσονται" χαὶ τῷ πάντας ἡττᾶσθαι τῆς οἷς διανοίας πλέον, ἣ τῆς τῶν ἄλλων δυναστείας, ὧν ἢ θρασύτης τὸ ἔννομον. ἔλλλοι θαυμαζέτωσαν τοῦ λόγου τὸ κράτος " εἰ δὲ βούλει, λόγου πᾶν εἶδος, ὅσον τε εἰς χρίσιν ἥκει τῶν λεγομένων, καὶ ὅσον εἰς τὴν
- Ἰοφιοηάππη τὴΐ}8 ἰάοηο0 (08) Κόπτω μὲν οἷον. 11ἃ ἴΆερ, ὑπ08, οἱ δα. δὰ πιῶγα. Μαῖα ἴῃ ἰθτίὰ χόπτων μὲν οὖν οἷον. (69) ᾿Αφρῷ βάλλομαι. ΜΠ} 5, δρεπια ἐπιροίίοτ. (10) Κιγκχιλίδος. ᾿κὉ λοξσ. ἀ0, οἱ δι]. δὰ πιᾶγρ. Μαϊο ἴῃ ἰθχίι χιγηλίδος. (11) Οὐκ ἐφιέντος. {ἃ 65. τιπ|5. Εὰ, πνΐμι5 νδπθ οὐχ ἀφιέντος. ᾿ (13) Ταῦτα δοκεῖ. [ἃ Ἀδρᾳ. ἀπο. Εἀ. ταύτῃ δοχεξ. (135) Ἢ εὑρετής. [ἃ Ἰλερᾳ. ρίυγα65. [πη οἱ. ἄδαϑι ἥ. (14) ᾿Εμπομπεύων. 11 Βες. τπητ8, οἱ οἄ. δά πιαγᾷ. Μαῖα ἰῃ ἰοχίυ ἐμποπεύων. Μοχ τὸ δὲ σὸν ξίφος. τ ορ. υνι8, οἱ δα. δὰ πῆᾶγρ. Μαϊὶὲ ἰῃ ἰδχίυ τὸ δέ σοι ξίφος, (785) Οὐ τῷ. [κι Βεξ. υπυ8, οἱ εἀ. λὰ πιᾶγᾷ. Μα18 ἴῃ ἰὐχίι αὐτῷ.
39 5. ΟΚΕΘΘΒΙ ΤΠΈΟΙΠΟΘΙ 4 Ροιίυδ ποθ ἐθάυπει, 4υ8π|ὶ Δ᾽ σγαπ), αυΐθυ8 αυάδ- Α τοῦ λέγειν δυναμιν. Ὁ γὰρ αὐτὸς χρίνειν τε ἱχανὸς
λόγον (16), καὶ εἰπεῖν δυνατώτερος " ὡς τὸ μὲν αὖ- τοῦ (71) καὶ τὴν χρυσῆν εἰχάζεσθαι ψῆφον, ἢ τὴν Ὁμηρικὴν στάθμην ἐχείνην (78), ὑφ᾽ ἧ χρίνεσθαι συμέαίνει τὴν τῶν Εὐμηλείων ἵππων ἰσότητα“ τὸ δὲ ὑπὲρ τὰς χειμερίους εἶναι νιφάδας - ἀγωνοθετοῦντά τε ὁμοίως νῦν, χαὶ᾿ ἀγωνιζόμενον πρότερον. ΓΑλλοι τὸ στεῤῥὸν (19) ἐπαινείτωσαν τῷ πράῳ συγχεχραμέ- νον, χαὶ τὸ (80) “ἐν τῷ μειλιχίῳ μὴ συμπεπτωχὸς, οἷα τὰ τῶν λεόντων σχιρτήματα. ΓΑλλοι τὸν εὐρυσθενῇ χρυσὸν χαὶ τιμήεντα, μετὰ τῶν σεμνῶν ὀνομάτων ἀτιμασθέντα, χαὶ προτροπάδην εἴξαντα δίχῃ τῇ σῇ" πρᾶγμα μόνον δὴ πάντων καὶ ἀχοῖς χαὶ πίστεως ὑψηλότερον. Ποιητικὸς δέ τις ἀνὴρ καὶ τὴν τέχνην ἄφετος καὶ αὐτόνομος, χαὶ μέλος ἀγροιχὸν προσ-
Ἰθῃ5, εἰ ἤοῆογα ργαϊ πὶ δυγυπι, υπ8 Θὰ πὶ πηαφηὶ- θεῖ8 ποπιπίθιι8 οὐπιοιηρίιπι, δι4υ6 ἴῃ οἴδιιϑδπι [11 δι ἃ ᾿}υϑι1ι} ἰψἃ ἙΟΗγΟΓΒΙΠΙ : Γαδ 8ΔΠ6 πᾶ ΟΧ οἰπίθι5 δυάἰιοπα ἂς ἤάς βυθ!ϊπιίοτ. Ουΐπ ροοίᾶ αυοᾳυὰ ηυϊδρίδιηῃ δίᾳυθ ἃγία ᾿ἰβογίουῦ οἱ βοϊαιίογ, φυϊοοϊατυιη οἴογο οοδοίο, Γυβι: οὐ ΘΑΓπο ἢ Δοοὶ- μαΐ, ἀδηιμθβδδαμα τηδίυγα βρίςϑ, 4υᾶπι ἰυσυπα 551- δ ΘΟΟΓΟΙ Δα πδεῖδι, νἱτἱ θυ 5406 μοάδγα δὲ υνΐβ ἰμίογίοσε5 οᾶρυΐ οἰηραῖ. Αφγίου!αγα πἰδηγαπι μόδα [ἐϑιῖνδ βδογὰ βυπί, ἰυ0 μιδηθῆςίο γυγϑιπὶ δὰ Βοιΐ- πὸ9 δ]]αἰ:9. Βυρα5 οἰἶδηι ἰδ6 [Ὡπάδηϊ, οἱ [Ὀπίο8
σάμενος στάχυν ὡραϊον, πλεχέτω στέφανον ὅτ: ἔδι- στον, ἡμερίδας τε περὶ κεφαλῆς ἐγειρέτω (82) χισσῷ διαπλόχους χαὶ βότρυσι. Γεωργίας ταῦτα θαλύσια, διὰ σοῦ πάλιν ἀνθρώποις ἐπενεχθούσης (85) πέτραι τε γάλα ναόντων, καὶ μέλι χρῆναι, καὶ φυτὸν (84) ἅπαν ἡμέροις: χομάτω χαρποῖς, σύντροφόν τε ὁμοίως καὶ ὄρειον (85): οἷα τὰ τῶν ποιητῶν πλάσματα, ὅταν “ινὰ ποιῶσι χαριζομένην τὴν γῆν. Ταῦτα μὲν, ὅπερ ἔφην, λεγόντων τε χαὶ πλαττόντων ἕτεροι. Τὸ γὰρ οἰχεῖον ἅπαν, οὐ πιέζει μόνον, ὡς τῇ λύρᾳ δοχεῖ, ἀλλὰ καὶ εὐφραίνειν μάλιστα πέφυχεν.
(80) Καὶ τό. τι Βεξα. ρίαγαβ, οἱ εἀ. αἀ τηᾶγᾷ. Μαδὶὸ ἴν ἰθτίυ καὶ τῷ.
Ἐγὼ δὲ ὃ διαφερόντως τῶν σῶν ἄγαμαί τε χαὶ ἀσπάζομαι, τοῦτο ἐρῶ " ὅτι τῆς τοῦ χαιροῦ δυσχολίας χρείττονα σεαυτὸν παρέχεις. Ἕλλην μὲν ὧν τὴν θρησχείαν, καὶ τῷ παρόντι χράτει τὰ τοῦ χράτους ὑπηρετούμενος" ὑπηρετούμενος δὲ (86), οὐχ ὅσα οἱ τοῦ χαιροῦ χόλαχες, ἀλλ' ὅσα οἱ τοῦ χαλοῦ φίλοι, χαὶ μεγαλόφρονες " χαὶ τῶν μὲν τὴν θεραπείαν ἀφ- οσιούμενος (87), τηρῶν δὲ τῇ πατρίδι τὴν εὔνοιαν, καὶ ἀθάνατον ἐν θνητῷ πράγματι τὴν δόξαν χαρπού- μενος. Κἀχεῖνο δέ σου τῶν ἐπαινετῶν, ὅτι χαὶ φιλί τι γέμεις αἰξοῦς ἐν τοσούτῳ τῆς ἀρχῆς ὄγχῳ᾽ χαὶ σχολὴν ἄγεις ἀπὸ τοσούτων ὧν πράττεις, μὴ μεμνῆσθαι μό- νον, ἀλλὰ χαὶ τιμᾷν διὰ γραμμάτων τοὺς φίλους, χολ τὸν πόθον ὁμολογεῖν, χαὶ πρὸς ἑαυτὸν ἕλχειν ἀπόν»-
(6) Τὰ τοῦ κράτους ὑπηρετούμενος " ὕπηρε- τούμενος δέ. Ἰιὰ Βόρᾷ. ΡΥ 68. αν οὐ, ἀδδδὶ ρει ὑ τούμενος.
τας (88). ᾿Ανθ᾽ ὧν ἐπεύχομαΐ σοι, τῶν μὲν εἰς εὐδο- Α τΔηϊ546. γοθι5, 4035 δογῖ5, ἢος οἷΪι δυροτγοβι, αἱ
ξίαν (89) μεῖζον οὐδὲν (χᾶν γὰρ προσθήχην ἡ ἀρχὴ λάδτ, τήν γε ἀρετὴν λαδεῖν οὐχ ἔνεστιν), ἕν δὲ ἀντὶ πάντων χαὶ μέγιστον, γενέσθαι μεθ᾽ ἡμῶν ποτε χαὶ " Θεοῦ, “καὶ τῆς τῶν διωχομένων εἶναι μερίδος, καὶ πὴ τῆς τῶν διωκόντων " ἐπειδὴ τὸ μὲν χαιροῦ φορᾷ παρασύρεται, τὸ δὲ ἀθάνατον ἔχει τὴν σωτηρίαν.
ἕν τι τῶν πολλῶν χαὶ αὐτός)" ὁμοίως ἐμαυτῷ τε δυσ- χεραίνω βουλευομένῳ καχῶς, χαὶ τοῖς φίλοις, Ἐπειδὴ τοίνυν φίλοι πάντες ἀλλήλων χαὶ συγγενεῖς οἱ χατὰ Θεὸν ζῶντες, καὶ τῷ αὐτῷ Εὐαγγελίῳ στοιχοῦντες, τί οὐκ ἀχούεις (91) παρ᾽ ἡμῶν μετὰ παῤῥησίας, ἃ πάντες ὑποψιθυρίξουσιν; Οὐχ ἐπαινοῦσί σου τὴν ἄδοξον εὐδοξίαν, ἵν᾽ εἴπω τι χἀγὼ χαθ᾽ ὑμᾶς (93), καὶ τὴν χατὰ μιχρὸν (95) ἐπὶ τὰ χείρω ῥοπὴν, χαὶ τὴν χαχίστην δαιμόνιυν, ἣν φησιν Εὐριπίδης (94), φιλοτιμίαν. Τί γὰρ παθὼν, ὦ συφώτατε, καὶ τί σεαυ- τὸν χαταγνοὺς, τὰς μὲν ἱερὰς χαὶ ποτίμους βίδλους ἀπέῤῥιψας, ἃς ὑπανεγίνωσχές ποτε τῷ λαῷ (μὴ γὰρ αἰσχυνθῇς (958) ἀχούων), ἣ ὑπὲρ χαπνοῦ τέθειχας, ὡς τὰ πηδάλια (96) χειμῶνος ὥρᾳ καὶ τὰς σχαπάνας,
τωρ ἀχούειν μᾶλλον, ἣ Χριστιανὸς ἠθέλησας ; Ἡμεῖς δὲ τοῦτο μᾶλλον. ἥπερ ἐκεῖνο, χαὶ πᾶσα τῷ θεῷ χάρι:. Μὴ σύ γε, ὦ ἄριστε, μὴ ἐπὶ πολὺ (917) τοῦτο πάθῃς, ἀλλ᾽ ἔχνηψον ὀψὲ γοῦν, καὶ πρὸς σεαυτὸν ἐπάνελθε, χσὶ ἀπολόγησαι μὲν πιστοῖς, ἀπολόγησαι δὲ Θεῷ, καὶ θυσιαστηρίοις, καὶ μυστηρίοις, ἀφ᾽ ὧν ἐμάχρυνας.
Καὶ μή μοι τὰ χομψὰ ταῦτα χαὶ ῥητοριχὰ ῥήματα εἴποις" --- Τί δέ; οὐχ ἐχριπστιάνιζον ῥητορεύων ; οὔτε δὲ ἤμην πιστὸς ἐν τοῖς μειραχέσχοις στρεφόμενος; -- καὶ ἴσως ἐπιμαρτυρῇ Θεόν. θὐδαμῶς, ὦ θαυμά- σις, οὔχουν ὅσον εἰχὸς, εἰ χαὶ μέρος τι δοίημεν. Ποῦ δὲ τὸ πλήσσειν ἄλλου; ἐξ ὧν νῦν πράττει:, φυσιχῶς πρὸς τὸ καχὸν ὄντας ἑτοιμοτέρους, χαὶ τὰ χείρω δι- δόναι περὶ σοῦ χαὶ ὑπονοεῖν (98) καὶ λέγειν ; ᾿Εστω
(97) Ὧ ἄριστε, μὴ ἐπὶ ποιύ. ἴ᾿ὰ Ἀικᾳ. ἀυο. ΕΝ. 1η816 ὦ ἄριστε, ἣν ὅτε, μὴ ἐπὶ πολύ, αιοὰ ΒΙΠἰυς ν γ, ο φμοπάαπι οριΐπιδ, ἢ6 αἰμίἶμδ.
(98) Περὶ σοῦ καὶ ὑπονοεῖν. τι ἵος. ἀπυ5. Εα. ΠηΔ16 περὶ τοῦ ὑπονοεῖν
45 5. ΟΒΕΟΘΟΆΒΙΙ ΤΗΕΟΙΟΟΙ 1: 4υ] πδίυγα δᾷ πιδὶ πὶ ΒΓΟΟΙ νΙΟΓῈ5. διιηϊ, δίᾳυθ Α ψεῦδος" ἀλλὰ τίς ἡ ἀναγχη; Οὐ γὰρ ἑαυτῷ ζῇ τις
μόνον, ἀλλὰ χαὶ τῷ πλησίον. οὐδὲ ἀρχεῖ τὸ πείθειν σεαυτὸν, εἰ μὴ καὶ τοὺς ἄλλους. Ἢ καὶ πυχτεύων σὐ γε ἐν τῷ χοινῷ, ἣ καὶ παιόμενος ἐπὶ κόῤῥης χαὶ παίων ἐν τοῖς θεάτροις, ἣ χαὶ τὰ αἰσχρὰ λυγιζόμενος χαὶ χαμπτόμενος, εἶπες ἂν ὡς κατὰ ψυχὴν ἐσωφρό- γεις; Οὐ σωφρονοῦντος ὁ λογισμός. Κοῦφον τὸ ταῦτα δέχεσθαι. Εἰ μὲν οὖν μεταδάλοιο, ἀλλὰ νῦν χαιρήσο- μαι, τῶν Πυθαγορικῶν ἔφη τις φιλοσόφων, ἑταῖρον ἐχπεπτωχότα θρηνῶν" εἰ δὲ μὴ. ἐχεῖνος μὲν ἔγραψε, Τέθνηχάς μοι" ἐγὼ δὲ τοῦτο μὲν οὐχ ἐρῶ σὴν χάριν ἔτι. Φίλος γὰρ ὧν, ἐχθρὸς ἐγένετο, ἀλλ᾽ ὅμως φίλος, ἦ τραγῳδία φησίν, ᾿Ανιάσομαι δὲ, τοῦτο γὰρ εἰπεῖν μέτριον, εἰ μήτε αὐτὸς συνορᾷς τὸ δέον, ὃ τῆς πρώ- τῆς ἐστὶ τῶν ἐπαινετῶν μερίδος - μήτε ἄλλῳ εὖ
τὰ τῆς παραινέσεως. Καί μοι σύγγνωθι διὰ φιλίαν ἀλγοῦντι, χαὶ ὁμοίως ὑπέρ τε σοῦ, χαὶ τοῦ ἱερατι- χοῦ παντὸς τάγματος φλεγομένῳ, προσθήσω δὲ, ὅτι καὶ πάντων Χριστιανῶν. Εἰ δὲ δεῖ χαὶ συνεύξασθαι ἢ ὑπερεύξασθαι, Θεὸς βοηθείη σου τῇ ἀσθενείᾳ, ὁ χαὶ τεθνηχότας ζωοποιῶν.
Σχώπτεις τὴν ᾿Αλυπιανὴν ἡμῖν, ὡς μιχρὰν, χαὶ τῆς σῆς μεγαλειότητος ἀναξίαν, ὦ μαχρὲ σὺ, χαὶ ἀμέτρητε (93), καὶ πελώριε, τό τε εἶδος καὶ τὴν ἀλχήν. Νῦν γὰρ ἔγνων (5) ὅτι ψυχὴ μετρεῖται, χαὶ ἀρετὴ ταλαντεύεται, χαὶ τιμιώτεραι τῶν μαργάρων αἱ πέ- πραι, καὶ χόραχες ἀηδόνων αἱδεσιμώτεροι. Σὺ μὲν οὖν ἀπόλανε (4) τοῦ μεγέθους καὶ τῶν πηχῶν, χαὶ μηδὲν λείπου τῶν ᾿Αλωάδων ἐχείνων (ὅ). Ἵππον γὰρ ἄγεις, καὶ τινάσσεις αἰχμὴν, καὶ θῆρές σοι μέ- λουσι. Τῇ δὲ οὐδὲν ἔργον, οὐδὲ πολλῆς τῆς ἰσχύος χερχίδα φέρειν, καὶ ἡλαχάτην μεταχειρίζεσθαι, καὶ ἱστῷ προσχαθέζεσθαι. Τὸ γὰρ γέρας ἐστὶ γυναι- χῶν ι0). Εἰ δὲ καὶ τοῦτο προσθείης, ὅτι τῇ γῇ προσ- πέφυχε (7) δι᾽ εὐχὴν, καὶ Θεῷ σύνεστιν ἀεὶ τοῖς με-
ἰἰδι}5. ἢ}. ΗῸ5 ποπῸ 'ρ80 φίϑιϊ8 ἅπηὺ πον θη τα! υἱεῖ Ἰᾶίοϑ. οἱ Ὡουθῖη υ}}}|8 «ἰΐο58 ἴδοῖὶ; Ἠοιπθιι5, Θάμε8. χι. αἸφανεῖθιι5 Θοπ ΓΆ ΒΌΡΟΓῸΒ θ6]} 1) ράγλμ- εἰθ08», οὐ δὲ {Ππ|4 δοοοάθγα πο ροϑϑοῖ 56} ]0 1. ΑἸ αι, πιϊδὶς Οὐυπι οἱ ἘρΒία 6 πὶ, 41} ΑΡΟΙ 5. οἱ θ᾽δμδ᾽ 16}15 οοπῆχὶ ρογίογιηΐ, δηϊθαυδη) δὰ ρῳθεῖ- ἰαῖοπιὶ ρεγνθηίϑβοηϊ.
[Ὁ ἘΡΙΒΤΟΙΑ ΧΙΥ. 48 γάλοις τοῦ νοῦ κινήμασι, τί σοι ἐνταῦθα τὸ ὕψος, ἢ Α τιὯπὶ οαμϊ Ὁ60 σοηϑυδίυάΐποπι μα θοτα, φυϊὰ ἐς (6
τὰ μέτρα τοῦ σώματος; Ἴδε χαίριον σιωπὴν, φθεγ- γομένης ἄχουσον: τὸ ἀχαλλώπιστην χατανόησον, τὸ ὡς γυναιξὶν ἀνδρικὸν, τὴν οἰχωφέλειαν, τὴν φιλαν- δρίαν. Καὶ τότε φήσεις τὸ τοῦ Λάχωνος" "Ὄντως οὐ μετρεῖται ψυχὴ, καὶ δεῖ τὸν ἐχτὸς ἐόντα, πρὸς τὸν ἐντὸς βλέπειν ἄνθρωπον. Ἂν οὕτω ταῦτα σχοπῇς, παύσῃ τοῦ παίζειν, χαὶ χαταπαίζειν αὐτῆς ὡς μι- χρᾶς, καὶ σαυτοῦ μαχαρίσεις τὴν συζυγίαν.
ἡδέος (9) φιλίαν οὐχ ἐπαινῶν, ἐπαινεῖ τὴν ἐπὶ τῶν Β αὐ υ]ιγὰ ροουα οἱ ἀδ! εἶδα. μγἱπίπιθ 56 Ρογγίριι,
Ἠο.λλοὶ παρὰ κρητῆρι φί(ιοι (10) γίνοντας ἑταῖροι, Ἐν δὲ σπουδαίῳ πράγματι (11) παυρότεροι. Ἡμεῖς τοίνυν χρατήρων μὲν (12) ἀλλήλοις οὐ χε- χοινωνήχαμεν, οὐδέ γε πολλὰ συγγεγόναμεν ἀλλή- λοις (χαίτοι ἐχρὴν παντὸς μᾶλλον (46), χαὶ δι᾽ ἡμᾶς αὐτοὺς, χαὶ διὰ τὴν ἐχ πατέρων φιλίαν), τὴν ἐπὶ τῶν ἔργων δὲ ἀπαιτοῦμεν εὔνοιαν. Ἐγγὺς ἀγὼν, χαὶ ἀγώνων ὁ μέγιστος. Ὁ γὰρ υἱὸς ἡμῶν (14) Νι- χόδουλος ἐν ταραχαῖς ἀδοχήτοις, παρ᾽ ὧν ἥχιστα ἂν φήθῃ τις ἔχειν πράγματα (1ὅ). Διὰ τοῦτο ἀξιοῦμεν παρεῖναι, χαὶ βοηθεῖν ἡμῖν ὡς τάχιστα, χαὶ συνδι- χάσοντα χαὶ συνηγορήσοντα ([6), εἰ εὕροις ἀδιχου- μένους. Εἰ δ᾽ οὖν ([6᾽), μὴ προληφθῆναι τῷ ἐναντέῳ μέρει, κέρδους μιχροῦ τὴν ἐλευθερίαν ἀποδιδόμενον, ἂν ἀεί σοι μαρτυρηθεῖσαν παρὰ πάντων γινώσχομεν.
Εὐεργέτησόν τι χαὶ σεαυτὸν χαὶ ἡμᾶς, οἷον οὗ πολ- λάχις εὐεργετήσεις, ὅτι μηδὲ (18) πολλάχις παρα- ᾿ πίπτουσιν εὐεργεσίας τοιαύτης χαιροί. Τῶν χυρίων μου τῶν ἀνεψιῶν πρόστηθι προστασίαν δικαιοτάτην, χαμνόντων ἱχανῶς ἐπὶ χτήματ', ὅπερ ὠνήσαντο μὲν, ὡς καὶ πρὸς ἀναχώρησιν ἐπιτήδειον, καί τινα τοῦ βίου παρέχειν αὐτοῖς ἀνατροφὴν (19) δυνάμενον" ἐπεὶ δὲ
(11) Ἐν δὲ σπουδαίῳ πράγματι. ΜαϊῈ νογίῖ ΗΠ 5, γέδμς αἱ ἐπ 8: π πὸ τὰ ᾿
μὲν τῶν πεπραχότων ἀγνωμόνων πειρώμενοι, τὰ δὲ ὑπὸ τῶν γειτονούντων περιχοπτόμενοι χαὶ πορθού- μενοι (20), ὥστε κέρδος εἶναι αὐτοῖς, τὸ τίμημα ὃ δεδώχασι (21) χομισαμένοις, μεθ᾽ ὧν προσανηλώχα- σιν, ὄντων οὐχ ὀλίγων, ἀπαλλαγῆναι τῆς χτή- σεως (23). Εἰ μὲν οὖν σοι φίλον εἰς σεαυτὸν περι- στῆσαι τὴν πραγματείαν, ὅπως ἂν κάλλιστα χαὶ ἀσφαλέστατα ἔχῃ σοι τὸ συνάλλαγμα διασκεψαμένῳ, τοῦτο δὴ χαὶ αὐτοῖς καὶ ἡμῖν ἥδιον. Εἰ δὲ μὴ, τό γε δεύτερον, τῇ περιεργίᾳ (25) καὶ ἀγνωμοσύνῃ τοῦ ἀνδρὸς ἀντίθες σεαυτὸν, ἵνα μὴ πάντως ἕν γέ τι διὰ τὴν ἀπραγμοσύνην αὐτῶν ἔχῃ πλέον, ἣ κατέχοντας ἀδιχῶν, ἣ ζημιῶν ἀπαλλαττομένους. Ἐγὼ μὲν οὖν χαὶ ἐρυθρίασα περὶ τούτων ἐπιστέλλων. Ἐπειδή γε
δἰΐχιο ργϑνδ]οαί, μοπιρα τι γοὶ ργάϊι πὶ ἀδιἰ πο π 68 Β ὁμοίως αὐτοῖς ὀφειλόμεθα, καὶ διὰ γένος, χαὶ διὰ τὴν
τοῦ βίου προαίρεσιν (τίνος γὰρ ἄν τις χήδοιτο μᾶλ- λον, ἣ τῶν τοιούτων ; ἐπὶ τῷ δὲ ἂν αἰσχύνοιτο πλέον, ἢ τὰ τοιαῦτα εὐεργετεῖν οὐ προθυμούμενος) ; σὺ δὲ ἢ διὰ σεαυτὸν, ἣ δι’ ἡμᾶς, ἣ διὰ τοὺς ἄνδρας αὐτοὺς, ἣ διὰ πάντα ταῦτα ὁμοῦ, ἀλλὰ πάντως γε αὐτοὺς εὐεργέτησον. ᾿
Οριίπια γογὸ [4018, φῃοά δὰ πο 6 γϑοὶρί8, ἰοισο α΄ Εὖ γε ὅτι ἐπανήχεις ἡμῖν, διὰ μαχροῦ μὲν, ἀλλ᾽
ὅμως (καὶ ὃ τούτου χρεῖττον), ὅτι κατὰ νοῦν πράτ- των, χαὶ τῶν ἐπὶ σοὶ φροντίδων ἡμᾶς ἡλευθέρωσας. Πάντα γὰρ χοινὰ ποιούμεθα πρὸς σὲ, καὶ λύπας χαὶ εὐφροσύνας" τοιοῦτον γὰρ ἡ φιλία. Ἐπεϊδὴ δὲ ἐπαν- ἥχεις, μετάδος φίλοισι σοῖσι σῆς εὐπραξίας, φησὶν ὁ εἰπών (25)" μεταδώσεις δὲ, εἰ τοὺς χυρίους μου τοὺς ἀνεψιοὺς 'Ελλάδιον χαὶ Εὐλάλιον, χαὶ τἄλλα οἰχείους ὁρᾷν προθυμοῖο (οἰχείους (40) δὲ λέγω, εἰ μὴ ἄλλους ἡμᾶς πρὸς ἑαυτὸν νομίζοις, οὐ γὰρ οἶδ᾽ ὅ τι ἂν μεί- ζονα (37) εἴποιμι), καὶ μὴ ἑτέρων δεηθῆναι προστα- τῶν ἀνάσχοιο. ᾿Αλλὰ πάντα σεαυτὸν παράσχοιο, φί- λον χρηστὸν, γείτονα δεξιὸν, παραστάτην γενναῖον, ἵνα μὴ χαθ᾽ ἕχαστον λέγω, τὸν εὐγενῆ Λολλιανὸν, τὸν ἐπὶ καλοχαγαθίᾳ (28) γνώριμον. Ὑπισχνοῦμαι δὲ, εἰ
τῶν (29) τὸ ὕψος χατίδοις, ὅτι πρὸς ἄλλους (50) ὑπὲρ αὐτῶν πρεσθεύσεις. Τοσοῦτον θαῤῥῶ τῷ σῷ τρόπῳ,
ἀγαπῶντα τὸ ψεῦδος, χαὶ τὸ ἐν ἑτέρῳ φωρᾶσαι πάν- τῶν ὀξύτατον, χἂν ὅτι μάλιστα σοφοῖς πλέχηται (25) καὶ ποιχίλοις τοῖς λαδυρίνθοις- πρὸς δὲ, οὐδὲ αὐτῷ μοι φίλον τὸ τεχνιχὸν (εἰρήσεται γὰρ κἂν ἦ φορτι- κώτερον), πεφυχότι τε οὕτω χαὶ τυπουμένῳ παρὰ τοῦ λόγου, διὰ τοῦτο γράφω τὰ παριστάμενα. Καί μου δέξαι τὴν παῤῥησίαν" ἣ ἀδικήσεις γε τῆς ἀλη- θείας, τὰ τῆς ἐλευθερίας (54) ἀποστερῶν, καὶ ἀναγ- χάζων ἐν ἐμαυτῷ χατέχειν τὴν ὠδῖνα τῆς λύπης, ὥσπερ τι νόσημα ὕπουλον καὶ χαχόηθες, Ἐγὼ χαίρω μὲν ὑπὸ σοῦ τιμώμενος (εἴπερ ἄνθρωπός εἰμι, τοῦ προειρηχότος (59) ὁ λόγος), καὶ χαλούμενος ἐπί τε συνόδους καὶ συλλόγους πνευματιχούς (56). Οὐ φέρω ὃὲ τὴν γεγενημένην ὕδριν τῷ τιμιωτάτῳ ἀδελφῷ Βα-
καὶ βίου χαὶ λόγου χοινωνὸν, χαὶ τῆς ὑψηλοτάτης φι- λοσοφίας εἱλόμην τε ἀπαρχῆς, καὶ νῦν ἔχω’ χαὶ οὐ- δὲν ἐμαυτῷ μέμφομαι τῆς ἐπ᾽ αὐτῷ κρίσεως. Οὕτω γὰρ εἰπεῖν μετριώτερον, ἵνα μὴ ἐμαυτὸν ἐπαινεῖν δόξω, τὰ ἐχείνου θαυμάζων. Σὺ δέ μοι δοχεῖς ποιεῖν παραπλήσιον, τὸν μὲν ἀτιμάζων, τιμῶν δὲ ἡμᾶς, ὥσπερ ἂν εἴ τις ἑνὸς ἀνδρὸς τῇ μὲν τῶν χειρῶν χκα- ταψήχοι (51) τὴν χεφαλὴν, τῇ δὲ παίοι τὴν παρειάν" ἢ καὶ θεμελίους ὑποσπῶν οἰχίας, διαζωγραφοίη τοὺς τοίχους, χαὶ καλλωπίζοι τὰ ἔξωθεν. Εἴ τι οὖν ἐμοὶ πείθῃ, τοῦτο ποιήσεις, Πεισθῆναι δὲ ἀξιῶ" χαὶ γὰρ δίχαιον. Ἐξ ἐχεῖνον θεραπεύσεις τὰ εἰκότα, καὶ παρ᾽ ἐχείνου θεραπευθήσῃ. Τὸ δὲ καθ᾽ ἡμᾶς ἔψεται ὥσπερ τοῖς σώμασιν αἱ σχιαὶ, μιχρούς τε ὄντας, χαὶ πρὸς εἰρήνην ἑτοιμοτέρους. Οὐδὲ γὰρ οὕτως ἀθλίως πράτ- τομεν, ὥστε τ᾽ ἄλλα μὲν ἐθέλειν φιλοσοφεῖν, καὶ τῆς χρείττονος εἶναι μερίδος" ὑπερορᾷν δὲ πράγματος,
(δ4Ἢ΄ Ἢ ἀδιχήσεις γε τῆς ἀϊηθείας, τὰ τῆς ἐλευθερίας. τὰ λορᾳ. ἀιο. Εὖ. τ]ὸ ἢ ἀδιχήσεις γε, τῆς ἐλευθερίας, φυοά }Πι6 νοναἶϊ, ἀμέ ἐμμγίμδ ἵν ηι6 [μοτῖς, ἰἰϑοτγίαίδηι, οἷς.
(56) Ἐπίτε συγόδους καὶ ου.1.1όγους πγευμα- τικούς. 11ἃ περ: ἄυο, οὐ ΒΙΠΙ5΄ 1 νογϑίομ. Βα. μιαἶδ ἐπί τε συλλόγους καὶ συνόδους πγευμᾳτιχούς, 65561 οπΐ Ἰοροινάθιηῃ πνευματιχάς.
ἄλλως τε χαὶ πρὸς ἄνδρα ἱερέα τε χαὶ τοσοῦτον, ὅν χαὶ βίῳ, καὶ λόγῳ, καὶ πολιτείᾳ (58) πάντων ἄριστον, ὧν ἴσμεν, γινώσχομεν. Οὐ γὰρ ἐπισχοτήσει τὸ λυ- πεῖσθαι τῇ ἀληθείᾳ,
Οὐχ ὑδριστιχῶς ἐπέστειλα μᾶλλον, ὥσπερ ἐμέμψω τῆς ἐπιστολῆς, ἣ πνευματιχῶς τε χαὶ φιλοσόφως, χαὶ ὡς εἰχὸς ἦν, εἰ μὴ χαὶ τοῦτο λυπεῖ τὸν. λογιώτα- τον Γρηγόριον (40). Καὶ γὰρ εἰ τῷ βαθμῷ κρατεῖς, ἀλλὰ δώσεις τι καὶ ἡμῖν ἐλευθερίας χαὶ παῤῥησίας δικαίας. Καὶ διὰ τοῦτο ἔσο ἡμῖν χρηστότερος. Πλὴν
πειν (41) ὀφείλοντος, οὕτω δὴ καὶ πληγὰς ληψόμεθα, χαὶ οὐδὲ δαχρύσομεν. Ἢ χαὶ τοῦτο ἐγχληθησόμεθα ; ὃ πάντας μᾶλλον, ἣ τὴν σὴν εὐλάθειαν παθεῖν ἄξιον. Ἔστι γὰρ ἀνδρὸς μεγαλόφρονος φίλων ἀπο- δέχεσθαι μᾶλλον ἐλευθερίαν, ἣ ἐχθρῶν χολαχείαν.
Νᾳ ἰρβα φυϊάδιν δἱϊοᾳιΐ Σᾷπιδίθυοίο ἰῃ μίοίδιοπι 0 Εἶχον μὲν οὐδ᾽ ἄλλως πρὸς τὴν σὴν εὐλάδειαν
μικροψύχως, μὴ τοῦτο μοῦ χαταγνῷς" ἀλλὰ μικρὸν ἐλευθεριάσας (44) τε χαὶ θαῤῥήσας (ὅσον τὸ λυποῦν ἐπιψύξαι χαὶ θεραπεῦσαι), αὐτίχα ἡττήθην χαὶ ὑπεχλίθην, χαὶ τῷ χανόνι φέρων ἐμαυτὸν ὑπέθηχα. ΤΙ δὲ οὐχ ἔμελλόν σέ τε γινώσχων, καὶ νόμους πνεύ- ματος; Νῦν δὲ χαὶ εἰ λίαν μιχροψύχως εἶχον καὶ ἀγεννῶς, ἀλλ᾽ ὅ γε καιρὸς οὐχ ἐᾷ τοῦτο πάσχειν, καὶ οἱ χαταδραμόντες θῆρες τῇ Ἐχχλησίᾳ (48), τό τε σὸν γενναῖον καὶ ἀνδριχὸν, οὕτω χαθάρῶς χαὶ γνησίως προπολεμοῦν τῆς Ἐχχλησίας (460). Ἥξομεν οὖν, εἰ δοχεῖ, χαὶ ταῖς εὐχαῖς ὑμῖν συλλαμδανόμενοι, χαὶ συναγωνιούμενοι, χαὶ ὑπηρετησόμενοι, χαὶ ὡς ἀθλη- τὴν ἄριστον χελευσταὶ παῖδες, ταῖς ὑποφωνήσεσιν (47) ἐπαλείψοντες.
Καιρὸς εὐθουλίας χαὶ καρτερίας, χαὶ τοῦ μηδένα Α΄. ΡΓΟ]νΐ ὁ0η51}1} οἱ 1οΟ]ΘΓΔπ 85 (ΘΠ 118 εδί, ἤοβυὸ
φανῆναι ἡμῶν ἀνδριχώτερον, μηδὲ τοὺς πολλοὺς ἱδρῶτας καὶ πόνους ἐν ὀλίγῳ καταλυθῆναι. Γράφω διατί ταῦτα, χαὶ πόθεν ; Ὃ θεοφιλέστατος ἐπίσχοπος ἡμῶν Εὐσέδιος (οὕτω γὰρ δεῖ περὶ αὐτοῦ λοιπὸν χαὶ φρονεῖν γαῖ γράφειν) λίαν πρὸς ἡμᾶς ἔχει συμθα- τικῶς τε χαὶ φιλιχῶς, καὶ ὥσπερ σίδηρος πυρὶ, τῷ χρόνῳ μαλάσσεται" χαὶ οἶμαι καὶ γράμμα ἥξειν πρὸς σὲ παραχλήσεως τε χαὶ χλήσεως, ὡς ἐμοί τε παρ- εὐήλωσε, χαὶ πολλοὶ πείθουσιν ἡμᾶς τῶν τὰ ἐχείνον σατῶς εἰδότων. Ὃν προλάδωμεν, ἣ παρόντες, ἣ ἐπιστείλαντες, μᾶλλον δὲ προεπιστείλαντες, εἶτα παρόντες" ἵνα μὴ αἱἰσχυνθῶμεν ὕστερον ἡττηθέντες, ἐξὸν νιχῆσα: τῷ χαλῶς ἡττηθῆναι χαὶ φιλοσόφως, ὃ παρὰ τῶ» πολλῶν ἀπαιτούμεθα. Ἥχε οὖν ἐμοὶ πεισθεὶς, χαὶ διὰ τοῦτο, χαὶ διὰ τὸν χαιρόν' ἐπειδὴ σύστασις αἱρετιχῶν χατατρέχει τὴν Ἐχχλησίαν, τῶν μὲν ἤδη παρόντων γχαὶ ταρασσόντων, τῶν δὲ, ὡς λόγος, παρεσομένων. Καὶ δέος παρασυρῆναι τὸν λόγον τῆς ἀληθείας, εἰ μὴ τάχιστα χινηθείη τὸ πνεῦμα Βεσελεὴλ (55), τοῦ σοφοῦ τῶν τοιούτων ἀρχι- πέχτονος λόγων τε καὶ δογμότων. Εὶ δὲ δοχεῖς αὐτὸν ἐμξ παρεῖναι χαὶ συνδιάξοντα καὶ συνοδεύσοντα (54), οὐδὲ τοῦτο φευξόμεθα.
Οὐδὲ οἱ φόθδοι τοῖς εὐφρονοῦσιν ἄχρηστοι: ὡς δὲ ς΄ Νὰ ἰρβὶ αυϊάοιη {ΠΟ Γ65 ΡΓυάδηι 8. υἱγὶβ ἴῃ -
ἐγώ φημ!, καὶ λίαν χαλοὶ, καὶ σωτήριοι. Εἰ γὰρ χαὶ γίνεσθαι αὐτοὺς ἀπευχόμεθα, γινομένοις γε παιδευό- μεθα. Κάμνουσα γὰρ ψυχὴ, ἐγγύς ἐστι Θεοῦ, φησί που θαυμασιώτατα λέγων ὁ Πέτρος (59) καὶ παντὶ δια- φυγόντι χίνδυνον, πλείων οἰχείωσις περὶ τὸν περισώ-
(83) Τὸ πνεῦμα Βεσε.λεή.. ΒοβοΙ οὶ, γιὰ χ ἃ 860 νοοϑίιβ, δρί γί ἴω 6}115 ἱπηρί οίι5. 41 «ἀϊβολιίο- πόπὶ ἱἈΌΘΓΠΔΟΗΙ (παρά, χχαχι, 3, ὅ; κχτν, ὅ0, 521). ΠΙσὸ δυυίθηι 000 ΡΟΓ |Δ6801601} Ογθφοῦὶυ5 δἰρηϊῆοδι
ραίνωμεν" ἀλλ᾽ ὅτι διαπεφεύγαμεν, εὐχαριστήσωμεν. Μηδὲ ἄλλοι φανῶμεν τῷ Θεῷ παρὰ τὸν χαιρὸν τῶν χινδύνων, καὶ ἄλλοι μετὰ τοὺς χινδύνους" ἀλλὰ βουλη- θῶμεν εἴτε ἐνδημοῦντες, εἴτε ἐχδη μοῦντες (60), εἴτε ἰδιωτεύοντες, εἴτε τὰ χοινὰ πράττοντες (δεῖ γὰρ οὕτω λέγειν, χαὶ μὴ λείπειν), τῷ σώσαντι χαταχολουθεῖν, καὶ γίνεσθαι τῆς ἐχείνου μρίρας, μικρὰ τῶν μιχρῶν χαὶ χαμαὶ ἐρχομένων φροντίσαντες. Καὶ δῶμέν τι διήγημα τοῖς εἰς ὕστερον, μέγα μὲν εἰς δόξαν ἡμῶν, μέγα δὲ εἰς ὠφέλειαν ψυχῆς" τὸ δὲ αὐτὸ χαὶ παίδευμα τοῖς πολλοῖς χρησιμώτατον, ὅτι χρείττων ἀσφαλείας χίνδυνος, χαὶ συμφορὰ εὐημερίας αἱρετωτέρα" εἴ γε πρὸ μὲν τῶν φόδων ἦμεν τοῦ χόσμου, μετὰ δὲ τοὺς φόδους τοῦ Θεοῦ γεγενήμεθα. Ἴσως σοι φορτιχοὶ δοχοῦμεν, πολλάκις σοι περὶ τῶν αὑτῶν ἐπιστέλλοντες, καὶ οὐ παραίνεσιν, ἀλλ᾽ ἐπίδειξιν νομίζεις (01) τοὺς λόγους. Διὸ τούτων μὲν ἅλις" ἡμᾶς δὲ ἴσθι προθυμου- μένους καὶ εὐχομένους μάλιστα μὲν γενέσθαι μέχρι: σου, συνησθησομένους (62) τῇ σωτηρίᾳ σου, χαὶ περὶ τούτων τελεώτερον διαλεξομένους. Εἰ δ᾽ οὗ, ἀλλ᾽ ἐν- ταῦθά σε δεξομένους ὡς τάχιστα, συνεορτάσαι τὰ χαριστήρια.
Ὃ χρυσὸς ἄλλοτε μὲν ἄλλως μεταποιεῖται χαὶ σχηματίζεται εἰς πολλοὺς χόσμους τυπούμενος, καὶ πρὸς πολλὰ ὑπὸ τῆς τέχνης ἀγόμενος (04)" μένει δὲ ὅπερ ἐστὶ χρυσὸς, χαὶ οὐχ ἡ ὕλη μεταθολὴν, ἀλλὰ τὸ σχῆμα λαμδάνει. Οὕτω χαὶ τὴν σὴν χαλοχαγαθίαν ἡγούμενοι τὴν αὐτὴν μένειν τοῖς φίλοις, χἂν ἀεὶ προῖῃς ἐπὶ τὰ ἔμπροσθεν, ταύτην ἐθαῤῥήσαμεν: τὴν πρεσθείαν προσαγαγεῖν, οὐ μᾶλλον τὴν ἀξίαν εὐλα- Θηθέντες, ἣ τῷ τρόπῳ πιστεύσαντες. Τῷ αἰδεσιμω- τάτῳ υἱῷ ἡμῶν Νιχοδούλῳ τὰ πάντα ἔχοντι πρὸς ἡμᾶς ἐπιτηδείως, ᾿χαὶ διὰ συγγένειαν, χαὶ διὰ τὴν οἰχειότητα, χαὶ, ὃ τούτων μεῖζόν ἔστι, διὰ’ τὸν τρόπον, γενοῦ δεξιός. Ἐν τίσι, χαὶ πόσον; Ἐν οἷς αὐτὸς σοῦ δεηθήσεται, καὶ ὅσον τῇ σῇ μεγαλονοίᾳ πρέπειν ὑπολαμδάνεις. ᾿Αντιδώσομεν δὲ χαὶ ἡμεῖς ὧν ἔχομεν τὸ χάλλιστον. "Ἔχομεν δὲ τοὺς λόγους, χαὶ τὸ χήρυ- χες εἶναι τῆς σῆς ἀρετῆς, εἰ καὶ μὴ τῆς ἀξίας ἐγγὺς, ἀλλά γε κατὰ τὴν ἡμετέραν δύναμιν.
(60) Εἴτε ἐνδημοῦντες. 15 νορῦβ, φυς ἰὰ οὐ. ἀδογδηῖ, βυρριονίμν5 ὁ ΒΟ. πη0 οἱ Ῥα585.
Ἰΐαβ ἴῃ νογβίοηβ. Ἐἀ. πιὰ] συνθησομένους. ὁ (05) ΑἸΤᾶ5 ΟΥ̓Π!. ϑετίρία ἅππὸ ὅ09. (04) Καὶ πρὸς ποιϊὰ ὑπὸ τῆς τέχνης ἀγόμε- γος. [ἃ Ποῖ «πο, οἱ ΒΗΠ ΙΒ 'μ ναγϑίοπο. [Ν].. μ3416 γαὶ πρὸς πολλὰ τῆς τύχης ἀγόμενος.
ὄψει γνωρίζομεν, οὕτω χαὶ τοὺς χαλοὺς χαὶ μὴ τῶν ἀνδρῶν αὐτόθεν διαγινώσχεσθαι, χαὶ μὴ μαχροϊτέρας δεῖσθαι (06) δοχιμασίας. Οὐ γὰρ ἂν πολλῶν ἐδέησεν ἡμῖν λόγων ὑπὲρ τοῦ τιμιωτάτου υἱοῦ ᾿Αμφιλοχίου πρεσθδεύουσι πρὸς τὴν σὴν μεγαλόνοιαν. Θᾶττον ἂν ἤλπισα ἕν τι τῶν ἀπίστων χαὶ παραδόξων, ἢ τοῦτον ἀγεννές (67) τι πράξειν ἐπὶ χρήμασιν, ἣ διανοήσα- σθαι - τοσοῦτον αὐτῷ τὸ παρὰ πάντων συγχεχωρη- χὸς ἐπὶ χαλοχαγαθίᾳ, χαὶ τὸ πρεσθυτέραν τῆς ἡλι- χίας ἔχειν τὴν φρόνησιν. ᾿Αλλὰ τί χρὴ παθεῖν ; Οὐ- δὲν διαφεύγει (08) τὸν φθόνον, ὁπότε χαὶ τούτου τις μῶμος ἥψατο, ἀνδρὸς δι᾽ ἁπλότητα μᾶλλον, ἣ τρό- πων (09) χαχίαν περιπεσόντος ἐγχλήμασιν. ᾿Αλλά σοι μὴ ἀνεχτὸν φανείτω περιϊδεῖν αὐτὸν ταὶς συχο-
χαὶ μεγάλης ψυχῆς, ἀλλὰ καὶ τὴν πατρίδα τίμησον, χαὶ τῇ ἀρετῇ βοήθησον, χαὶ ἡμᾶς αἰδέσθητι τοὺς παρὰ σοῦ χαὶ διὰ σοῦ δοξασθέντας, χαὶ ἀντὶ πάν- τῶν γενοῦ τῷ ἀνδρὶ, τῷ δύνασθαι τὸ θέλειν προσ- θεὶς, ἐπειδὴ πάντα τῆς σῆς ἀρετῆς οἶδα ἡττώ- μενα.
ϑεγίρια μας ἐοάεπι [επιρογὲ, ὑτὸ Απιρβιἰοο!ιο, ορὶδίοία αἀ (ἰεατίπηι, φωὶ οἱ ἱρεο Οοπειαλποροίἑ γΥα [δοίτι5 [ποταὶ, αππο ὅθ, αἱ μη οἰἴαηι ἀἰσπίίαίε φμαάαπι, απ σοτῖο πο αὐἀπιϊπὶςίταίς Ῥτουϊιεία οἰογία εἰ ατιοίοτί αἰ
ἐπειδὴ χαὶ παρὰ μεγάλου, καὶ συμμετρεῖσθαι (72) δεῖ τῷ αἰτουμένῳ τὴν αἴτησιν. Ὁμοίως γὰρ ἄτοπον παρὰ μιχροῦ μεγάλα αἰτεῖν, καὶ παρὰ μεγάλου μιχρά. Τὸ μὲν γὰρ ἄκαιρον. τὸ δὲ μιχρόλογον. Αὐτός σοι πρυσάγω διὰ τῆς ἐμαυτοῦ χειρὸς τὸν τιμιώτα- τον υἱὸν ἡμῶν ᾿Αμφιλόχιον, ἄνδρα τοσοῦτον ἐπὶ χαλοχαγαθίᾳ γνώριμον, χαὶ παρὰ τὸ εἰχὸς τῆς ἣλι- χίας, ὥστε ἂν αὐτὸς ἢγάπησα ὁ γέρων, χαὶ ἱερεὺς, χαὶ ὑμέτερος φίλος, οὕτως ὑπολαμθάνεσθαι. Εἰ δὲ φιλίας ἀνδρὸς ἡττηθεὶς, τὴν διαδολὴν οὐχ ὑπείδετο, τί θαυμαστόν; Τῷ γὰρ μὴ πονηρὸς εἶναι, οὐδὲ ὑπείδετο τὴν πονηρίαν, λόγου μᾶλλον διόρθωσιν ἣ τρόπου προσήχειν αὑτῷ νομίσας. Οὕτω συμπονεῖν
ἐδέξατο (1ὅ). Τί τοῦτο δεινὸν τοῖς εὐγνώμοσι ;. Μὴ Ὁ ογαί, ᾿Δοἴοο πο ἱπιρτοθίμαίοπι φυΐδομι δαθοάοτδιι8,
οἰϊοηοπὶ ἰδὲ σοηνϑηΐγα ἀγθὶ γαίιι5. μὰ (λοϊυην ο5], αἴ πᾶ οὐπ ὁ ἰΔΟΥΑΓΟ ΠΟη Ταιυυβανογὶι. Ουϊάπδιη ῖο ογἰ παῖ ῖ8 681 ἀραιὰ φαυο5 εἰ ῬγΟ]νῸ5. νίνῸ5 ἢ υὩ:- Ουγαπὶ πθ νἱζέαι σα ρογίογὶ σοηἀϊίοπα,, αυληι Υἱ γα
μηδὲ τὴν ἡμετέραν πολιὰν ἀτιμάτῃς " ἀλλὰ χαὶ τὴν μαρτυρίαν αἰδέσθητι (75), καὶ τὸ φιλάνθρωπον ὑπόθες ταῖς παρ᾽ ἡμῶν εὐλογίαις, ὧν ἴσως τις παρὰ Θεῷ λόγος, ᾧ παρεστήχαμεν.
Λόγο! τὸ χινδυνευόμενον" χαὶ σὸς ὁ χαιρὸς, εἴπερ βασιλεὺς σὺ (717) τῶν λόγων. Καὶ πρός γε, σοὶ φίλος πατρόθεν ὁ ἐμὸς ᾿Αμφιλόχιος. Προσθήσω δὲ, ὅτι χαὶ τοιοῦτος, οἷος μήτε γένος πατέρων αἰσχύνειν, μὴῆτε τὴν ἡμετέραν φιλίαν, εἰ μὴ φαῦλος ἐγὼ τῶν τοιού- των χριτῆς. Καὶ τὸ μέγιστον, ἀνδρὶ μάλιστα χατὰ σὲ φιλοσόφῳ, ὅτι μηδὲν ἀδιχῶν ἔχει πράγματα. Ὃ, τῷ (75) μὲν ἔστι χουφότατον, ἡμῖν δὲ αὖ βαρύ- τατον, εἰ περιορῶντες φαινοίμεθα. Ἐγὼ μὲν οὖν, ὃ μόνον δύναμαι, τοῦτο ποιῶ. Δύναμαι δὲ πρεσδεύειν πρὸς τοὺς εὖ ποιεῖν δυναμένους. Οὐ γὰρ ἄλλο γε οὐδὲν ἐμοὶ δυνατὸν οὕτως ἔχοντι, ὥσπερ νῦν ἔχω. Σὺ δὲ τὸν τοῦ σοῦ Πλάτωνος (79) βεθαίωσον λόγον, μὴ πρότερον παύσασθαι τὰς. πόλεις χαχῶν εἰπόντος, πρὶν ἂν συνέλθῃ φιλοσοφίᾳ τὸ δύνασθαι. ᾿χανὸς γὰρ εἶ ἀμφότερα. Δὸς χεῖρα τῷ δεομένῳ, καὶ παραι- νέσας τὰ εἰχότα, χαὶ βοηθήσας. Ὡς οὐχ ἔστιν ὅτι φν- λοσοφήσαις (80) ἄμεινον, ἣ νῦν τῷ διχαίῳ συναγωνι- σάμενος. Πρὸς τῷ (81) καὶ ἡμᾶς εὖ ποιεῖν τοὺς σοὺς ἐπαινέτας, εἰ δὲ δίδως εἰπεῖν, χαὶ φίλους (89).
(18) Ὅ, τῷ. [ἰῷ ἴλερε. ἀυο, οἱ οἀ. δὰ πιᾶτᾷ. Μα16 ἐπ ἰοχίιι ὃ, τό.
ὕδωρ παρὰ τῶν Ὀστραχίνην (85) οἰκούντων. Λάχανα καὶ [8 αυἱὶ ΟΞίγαοίηδπι ἱποο]υπί. ΘΙοτα δυΐίθπι δὶ ἃ υἷγὸ
δὲ εἰ αἰτοίημεν παρὰ ἀνδρὸς Ὀζιξαλέως (86), ὧν ἀφθονία μὲν παρ᾽ ὑμῖν (81), παρὰ δὲ ἡμῖν πολλὴ σπάνις, θαυμαστὸν οὐδὲν, οὐδὲ ἔξω τῆς συνηθείας. Καταξέυσον οὖν λάχανα ἡμῖν ἀποστεῖλαι πλεῖστα καὶ χάλλιστα, ἣ ὅσα γε δυνατὸν (ἐπεὶ καὶ τὰ μιχρὰ μεγάλα τοῖς πένησιν), ἐπειδὴ χαὶ τὸν μέγαν Βασί- λειον δεξιούμεθα, οὗ μὴ βουληθῇς, ὥσπερ ἐπειράθης χεχορεσμένου φιλοσοφοῦντος, οὕτω πειραθῆναι πει- γῶντος χαὶ δυσχεραίνοντος.
χαὶ τί γὰρ ἄλλο, ἣ χρυσολάχανα (89) ; Καί τοί γε ὁ Β αἸίιὰ βινηϊ 4υδπὶ δυγοὰ οἰθνα ἢ Αἰ4Π) οπιηθ5 γαϑί γος
ς πλοῦτος ὑμῖν κῆποι, καὶ ποταμοὶ, χαὶ ἄλση, χαὶ παράδεισοι, καὶ λαχανηφόρος ὑμῖν ἡ χώρα, ὡς χρυ- σοφόρος ἄλλοις, χαὶ λειμώνια φύλλα νέμεσθε (90). Ὁ δὲ σῖτος ὑμῖν ἡ μυθιχὴ μαχαρία" χαὶ ὁ ἄρτος, ὃ
ἄπιστος. Ἵ! τοίνυν μεταδίδοτε τούτων ἡμῖν ἀφθονώ- τερον, ἣ ἄλλο μὲν οὐδὲν ἀπειλήσομεν " τὸν δὲ σΐτον ἐφέξομεν, χαὶ εἰσόμεθα εἰ ὄντως δρόσῳ μόνῃ τρέ- φονται τέττιγες (91).
πεινῶντος, ὅταν μάλιστα γεωργήσητε (953). Ὧν ἕν τοῦτο μόνον ἐπαινετὸν, ὅτι χἂν λιμῷ φθαρῶσιν, ἀλλ᾽ εὐωδοῦσι, χαὶ λαμπρᾶς τυγχάνουσι τῆς τα- "πὸ Πῶς ; πολλοῖς βάλλονται χαὶ ποιχίλοις τοῖς ἄν- ἐσιν. ᾿
Τὰς ὁρείους μὲν, ὁμόρους δὲ τῇ Παμφυλίᾳ (95) πόλεις ἐπισχεψάμενοι, Γλαῦχον ἐχεῖ θαλάττιον ἐν τοῖς ὄρεσιν ἡλιεύσαμεν, οὐ λίνου διχτύοις τοῦ βυθοῦ τὸν ἰχθὺν ἐξελχύσαντες, ἀλλ᾽ ἀγάπῃ φίλων τὸ θήραμα
(89) Ἢ χρυσοιιάχαγνα. (οἀ. Ρα55. καὶ τί γὰρ ἄλλο λάχανα; Εἰ φμίά αἰδιι4 φιαπι οἰθτα ἢ
μοβρίεο Βυιπηδηΐον Θχοίριι.,, οἱ ποβρι αι 5. - ἀγαθότητι (96), ὃν φιλοφρόνως ξενίσατε, καὶ τῷ παρὰ
πλληῖΒ γε υΐ ἴῃ ΟΥ̓ οὶ ὙΟΙνΔπίυΓ : ἃ6 ὐπὸ Πΐ, παπς Βὶ ἀνθρωπίνων περιτρέχει πραγμάτων" νῦν μὲν τῶν,
(917) Τῷ παρὰ ταῖς Γραφαῖς. ἴτἃ οὐ. ερρ. ἀυο. [η δ. ἀοοδβὶ τῷ.
νῦν δὲ τῶν ἀνθούντων καὶ ἀπανθούντων, χαὶ οὔτε τοῦ εὖ πράττειν ἑστῶτος ἡμῖν, οὔτε τοῦ δυστυ- χεῖν, ὃ δὴ λέγουσιν, ἀλλὰ τάχιστα μεταχινουμένου χαὶ μεταπίπτοντος, ὡς αὔραις εἶναι μᾶλλον πιστεύειν, καὶ γράμμασι τοῖς καθ᾽ ὕδατος, ἣ ἀνθρώπων εὑ- ἡμερίᾳ. Τίνος ἕνεχεν; ἐμοὶ δοχεῖ, ἵνα τὸ ἐν τούτοις ἄστατον χαὶ ἀνώμαλον θεωροῦντες, μᾶλλόν τι προσ- τρέχωμεν τῷ Θεῷ, καὶ τῷ μέλλοντι, χαί τινα ποιώμεθα καὶ ἡμῶν αὐτῶν ἐπιμέλειαν, βραχέας τῶν σχιῶν καὶ τῶν ὀνειράτων φροντίζοντες. ᾿Αλλὰ πόθεν ἡμῖν ὁ λόγος; οὐ γὰρ εἰκῇ ταῦτα φιλοσοφῶ, οὐδὲ δια- χενῆς χαλλωπίζομαι,
Ἦν ποτε τῶν οὐχ ἀφανῶν χαὶ ὁ σὸς Καισάριος, εἰ δὲ μὴ ὡς ἀδελφὸς ἀπατῶμαι, χαὶ τῶν λίαν ἐπιφα- νῶν, γνώριμος μὲν ἐπὶ παιδεύσει, χαλοχαγαθίᾳ δὲ ὑπὲρ τοὺς πολλοὺς ([), λαμπρὸς δὲ φίλων περι- ουσίᾳ, ὧν πρῶτον ἐν πρώτοις (2) σέ τε χαὶ τὴν σὴν εὐγένειαν ὑπάρχειν αὐτῷ αὑτός τε ἐφρόνει, χαὶ ἡμᾶς ἔπειθε. Τὰ μὲν δὴ παλαιὰ ταῦτα, χαὶ τὰ πλείω παρὰ σεαντοῦ προσυήσεις, τιμῶν αὐτὸν ἐπιτάφια χαὶ ὃ φύσει πάντες ἔχομεν ἄνθρωποι, μᾶλλόν τι τῷ ἀπελθόντι χαριζόμενος (5). Τὰ δὲ νῦν (χαὶ ὅπως μὴ παραδράμῃς (4) ἀδαχρυτὶ τὸν λόγον, ἣ δαχρύσαις γε εἰς χαλὸν χαὶ χρήσιμον ") ὁ μὲν χεῖται νεχρὸς», ἄφιλος, ἔρημος, ἐλεούμενος, σμύρνης ὀλίγης ἠξιω- μένος (εἴ γε καὶ τούτου), χαὶ μικρῶν ἐνδυμάτων τῶν τελευταίων (8) " πολύ γε ὅτι χαὶ τούτων ἐλεού- μενος. Ἐπιπεπτώχασι δὲ οἱ ἐχθροὶ, ὥς γε πυνθά-
(ὁ Καὶ ὅπως μὴ παραδράμῃς. Δρραάγοί, παι ΒΙΠΙ 5, Ἰοφοπάϊιπι 6855 ὅπως μοι παρχδράμῃς, τ ἴῃ Ετον»., ποη ὅπως μῆ, υἱ 'π Ποτνλα., ΄φυοιί ἀρογιὸ ἰπύϊοας ἰ4 ᾳυοὰ δοχυΐϊίιν, ἢ δαχρύσαις γε. οἷα.,
1ΠῸ 5 : Α΄ πῆς, αο υἱάοιι εἰσοῖς οσιίϊδ, οἷς. 4}}}16- δυηῖ, καὶ πῶς μοι παραδράμης, 6ἴ6., 6, φιοηιοάο δἰοοὶδ οοιι[ἷ5 πο βθΥπιοιθηι ἰγαν δι (6765, ἀμί σοπιηιοά6 οἱ αἰαἰπον σοἰαστυπῖατοδ 9 Ουλϑὶ ἀϊοονοῖ Βορ!γοηίπη πὸ- 4016 ποη ᾿ΔΟΓΥΠΊΔΡΙ Ρ0556, Ποψπ6 ἰξὰ ἸΔεγγπιαῦὶ, τ ἸΔογυπηϑηο δἰϊσυΐμ! ργοίεἰαι. Μοπίδο. Ἰερὶς ὅπως μοι. Μοτοῖ. ὅπως μὴ μοι, οἱς.; δἱ (πνεῖ. ἢ} πε ϑηππι 01, οἱ ο711ι5. νογβίομοι) ΒΟη] ΜΠ π 1}, παραδράμης ἀδαχρυτὶ τὸν λόγον.
(Ὁ) Τῶν τε.ϊευταίων». ᾿χἃ εοὐά. ἀτιο λοσα, Μοπίδο. Μυτοῖ. οἱ οὐ πόμμα}}},. 6}. τῶν εὐτελῶν, οἰ ϑωδ
ἐξουσίαν, οἱ μὲν διαρπάζουσι, οἱ δὲ μέλλουσιν, Ὦ τῆς ἀναλγησίας, ὦ τῆς ὠμότητος ! Καὶ ὁ χωλύσων οὐδείς - ἀλλ᾽ ὅ γε φιλανθρωπότατος, τοῦτο χαρίζεται μόνον, ἀνακαλεῖται τοὺς νόμους " καὶ εἰ δεῖ συντό- μὼς εἰπεῖν, δρᾶμα γεγόναμεν, οἵ ποτε νομισθέντες εὐδαίμονες. Ταῦτα μὴ ἀνεχτὰ (0) φανήτω σοι’ ἀλλὰ χαὶ συνάλγησον, καὶ συναγανάχτησον, χαὶ δὸς χάριν νεχρῷ Καισαρίῳ. Ναὶ πρὸς τῆς φιλίας αὐτῆς “ ναὶ πρὸς τῶν σῶν φιλτάτων χαὶ τῶν ἐλπίδων, ἃς ποίη- σον σεαυτῷ δεξιὰς, πιστὸς τῷ ἀπελθόντι φανεὶς καὶ γνήσιος " ἵνα χαὶ τοῖς ζῶσι τοῦτο χαρίσῃ, χαὶ ποιήστς αὐτοὺς εὐέλπιδας. Οἴει περὶ χρημάτων ἡμᾶς ἀλγεῖν; τὸ τῆς αἰσχύνης ἡμῖν ἀφορητότερον,
ἄσπι, φυοὰ Ια. χιοάις ᾿οην ΠΊ σΟΠλ ΠῚ βαγδιοπο σοηβοσυι5. δἰ... προυθ διΐθην ἸΙοδίο5. [δσογαμῖ, υἱ δι ΐο, δίᾳιι οἷν (δου δῖ 5. 2}Π1 αἰΐαπάα Προ γς Εἰπιθ οἱ ἰμβο] οἰ 58.186, μαγιΐηι Αἰ ρίαπί, ραγιὶπι λπηαπι ἀϊγαρίπγὶ δαπι. [ρσϑηΐοη) Οὐ 6! ΠΔίριη 6’ ᾿ἱπηπιδηἰίοηὶ ἢ Νὰ αι ϑαιδη) 6ϑὲ 46ὶ ρτγολ θοαὶ : 80 Βα Δη 55} Π|118 αυ 5.16 06 5010πὶ ρτγι βίαι, 4υοά Ἰοσυπ) Πάδπ) ἰηιρίογαι εἱ οθίοδίδίυγ ; δία τι6
εἰ δόξειε μόνος τῶν ἁπάντων Καισάριος μὴ ἐσχη- [0810Γ ; οἷ ΡΘΓ 68, αι ΟἸΑΥἰβϑί πη ἰΔ 065, ΡῸΓ χέναι φίλους, ὁ δὴ καὶ πολλοὺς ἔχειν οἰόμενος. Ἡ Ξρ68 διΐπιο σΟΠΕΘΡίΔ8, 488 ({0] [Δυβίι8 ΟἹ ο6, μὲν πρεσδεία τοιαύτη, χαὶ παρὰ τοιούτων (7, ἤάυπι τα οἱ 5ἰποριμ Δ] Ουπὶ πηΟΓίι0 ρυΘΡΘἢΒ ὡ ἐπειδή σοι καὶ τὸ χαθ᾽ ἡμᾶς ἴσως οὐ πάρεργον. Ἃ ἱ [8 οἰΐαπι, φυΐ νἷῖα Γ᾿ασηΐίιτγ, μος ἰαγρίαγὶβ, ἃς δὲ βοηθήσεις, χαὶ δι᾽ ὧν, καὶ ὅπως, τά τε πρά- δΒραπὶ πη6!ΟΓοπὶ δἴεγαβ. Αἢ {π| Ραουμ άγαμι ΠΟΙ ΪΠ6 γματα ὑποθήσεται, χαὶ ἡ σὴ διασχέψεται σύν- πο8 δηρὶ ρυΐα5 7 [Π|0]6γ8}}}}1οΓ ΠΟ ]8. ἱφποπιπἷϑ εσις. [Γδγῖ!, δἱ δοῖ8 δχ οπμθι8. πηογία! 08 Ο βαγίι5 Ἀπιΐοΐθ σαγιΐδδ6 νἱ δαί, 4] ΡΟΓΠιΙ 105 Οἱ Δηλ 518] 6556. ὀχ βιϊπιαθοῖ. Ας ἀόμγροαιῖο ἰ4|}5 6ϑῖ, δια ἃ 18}1}01|9. μγοίεοία, σιδηθσοφυίάσθηι ἴθ π08 ἀπ0αυ8 (οὐ 556 Π0}) σοπιθιβηθη ὁ ἰός ᾿ᾶῦ658. Θυοά δυίθπι δυχ πὶ, οἱ φυΐνυ5. δἀπηϊπἰου} 8, 4υᾶαια γαίϊίοπς (δγθηάπη οἰ, (ἢ 165 ᾿ρϑ8 διηοῃουιηί, ἴα) μα ἀοπεῖα ἴθ ἀἰδρίεϊει.
Καισάριον οὐχ ἔχω" ἐρῶ γὰρ, καὶ εἰ μὴ φιλό- 5. (φδαγίυπι πο ᾿}060 ; ἀϊοάχη δηΐμ), οἰϑὶ ρᾶγυτω
σοφὸν τὸ πάθος. Στέργω τὰ Καισαρίου (9), χαὶ ὅ τί ποτ᾽ ἂν ἴδω Καισαρίου γνώρισμα, καὶ περι- πτύσσομαι χαὶ ἀσπάζομαι, καὶ οἱονεὶ αὐτὸν ὁρᾷν δοχῶ, χαὶ συνεῖναι, καὶ διαλέγεσθαι. Οἷον ἔπαθον χαὶ νῦν (10) ἐπὶ τοῖς σοῖς γράμμασιν. Ὁμοῦ γε ἀνέγνων τὸ πρόγραμμα τῆς ἐπιστολῆς, τὸ γλυχύ μοι πρᾶγμα καὶ ὄνομα τὸ Φιλάγριον, χαὶ πάντα μοι ἀθρόως ὑπεισῆλθε τά ποτε τερπνὰ, αἱ πόλεις, αἱ διατριθαὶ, ἡ τράπεζα, ἡ πενία (41), τὰ τῆς ἐρατεινῆς ὁμηλικίης, ὅ φησιν “Ὅμηρος (12), ἣ παί-
(6) Ταῦτα μὴ ἀνεκτά. [Ἀ}}. : Παὸ εἰδὶ πὸ ἰουΐα ἐι ἐοἰεγαδι πα υἱάδαμίμγ, οὔδεστο. Μοχ, ἀλλὰ καὶ συν- άλγησον, Β1}., νόγηι οἱ υἱσοπι ποείτγαπι ἀοίἐ.
χοινοὶ παιδευταὶ, τὸ τῶν ἐλπίδων ὕψος, πάντα ὅσα ἂν εἴποι τις τῶν τηνιχαῦτα χαλῶν, οἷς ἐγὼ χαίρω διαφερόντως καὶ μεμνημένος. Ἵν᾽ οὖν ἔτι μᾶλλον ὁμιλῶμεν τούτοις χαὶ διὰ σοῦ, χινοῦ τὴν γραφίδα,
μικρὸν, εἰ καὶ τὸ μέγιστον ἥρπασεν ἡμῶν ὁ φθόνος, τὴν συνουσίαν, λυπηρῶς διαθεὶς τὰ ἡμέτερα.
47) Ὁ τῆς φιλίας. (οι. Βερ. οἱ σοπιθεῖ. ὁ φι- ας. (18) ᾿Εμφιλοσοφεῖν τῷ πάθει. ΡιΙι οδορίιῖα;, σοι Ρἱοέαἰὶ Πῆτὶδιϊαπ σοπυογιϊον!ογ πον ϑιιι ῬΟΤ[ΟΥ͂ΤΕ. (40) Νῦν δή. Ρα55. νῦν δέ,
Ἃ μὲν ἐστί σοι λυπηρὰ, πάντως χαὶ ἡμῖν. Κοινὰ γὰρ ποιούμεθα πάντα ([4) τὰ τῶν φίλων, εὖ τε καὶ ὡς ἑτέρως ἔχοντα, ὥσπερ δὴ χαὶ φιλίας (15) ὄρος ἐστί. Καίτοι περὶ τούτων εἴ τι δεῖ (16) φιλοσοφῇ- σαι, χαὶ τὰ εἰχότα διαλεχθῆναί σοι (ὥσπερ οὖν δὴ χαὶ ὁ τῆς φιλίας (17) ὑποτίθεται νόμος), οὐ βού- λομαί σε, οὐδέ. γε χαλῶς ἔχειν ὑπολαμόάνω, Φιλά- γριον ὄντα, χαὶ τὰ θεῖα διαφερόντως πεπαιδευμένον, ταυτὸν πάσχειν τοῖς πολλοῖς, οὐδὲ συγχαταπίπτειν τῷ σώματι, οὐδὲ ὡς ἀνήχεστον τὴν χκαχοπάθειαν ὀδύρεσθαι, ἀλλ᾽ ἐμφιλοσορεῖν τῷ πάθει ([8), χαὶ τὴν διάνοιαν νῦν δὴ (19) χαὶ μάλιστα ἐχχαθαίρεσθα:, καὶ κρείττω φαίνεσθαι τῶν δεσμῶν, χαὶ ἡγεῖσθαι τὴν νόσον παιδαγιυγίαν (230) πρὸς τὸ συμφέρον, «οὔτο δέ ἔστι, περιφρονοῦντα τὸ σῶμα χαὶ τὰ σωματιχὰ, χαὶ πᾶν τὸ ῥέον (21) χαὶ ταραχῶδες, χαὶ ἀπολλύμενον, ὅλον τῆς ἄνω γενέσθαι μοίρας " χαὶ ζῇν ἀντὶ τοῦ παρόντος τῷ μέλλοντι (22), θανά- του μελέτην (26), τοῦτο ὅ φησι Πλάτων, τὸν τῇδε βίον ποιούμενον, χαὶ λύοντα τὴν ψυχὴν τοῦ εἴτε σώματος, εἴτε σήματος (34), κατ᾽ ἐχεῖνον εἰπεῖν, ὅση δύναμις. ᾽Ἀν ταῦτα φιλοσοφῇς, ὦ ἄριστε, χαὶ οὕτως ἔχης, αὐτός τε ὠνήσῃ τὰ μέγιστα, καὶ ἡμᾶς ἐπὶ σοὶ ῥάους ποιήσεις, καὶ πολλοὺς διδάξεις ἐμφιλο- σοφεῖν τοῖς πάθεσι (28). Καὶ πρός γε, οὐ μικρὸν χερδανεῖς (εἴ τί σοι καὶ τούτου μέλει [26] ), τὸ
(21) Καὶ πᾶν τὸ ῥέον. ἴιὰ οοὐ, ερ., Μοιίδο. εἱ Μουτεῖ. Ρὰ585. πᾶν ὡραῖον, εἰ χιυϊάφιϊά (ϑηιροτὶ διὺ-- 7αεεῖ. ἴκ οἰ. πᾶν ὃ τι ῥέον.
ἤτησας, τὸ μὲν εὗρον, καὶ ἔπεμψά σοι προθύμως, τὸ Δημοσθενιχὸν λέγω ᾿ τὸ δὲ ἐξημιώθην " οὐχ ἔχω οἴου σὺ χρήζεις (27), τὴν Ἰλιάδα. Μὴ γάρ μοι δια- πιστήσῃς, ὅτε μόνον τούτων ἀπολαύειν νομίζω, χαὶ μόνα χεχτῆσθαι καλῶς, ὧν ἂν αὐτὸς μετάσχοις, χαὶ οἷς ἂν ὡς σεαυτοῦ χρήσαιο.
χαὶ ὥσπερ ἐπὶ παντὶ βελτίστῳ χατεχρῶ τῷ σώ- ματι, ἡνίχα ὑγιεινῶς εἶχες, οὕτω χαὶ νῦν τούτῳ χρῶ καλῶς (39), ἐπειδὴ γε ἀσθενῶς ἔχεις, χαὶ ἀργεῖς οὐκ ἀργῶς, ἵν᾽ οὕτως εἴπω. Φιλοσοφεῖς γὰρ, χαὶ δ᾽ φασι Διογένην εἰρηχέναι ποτὲ πυρέττοντα, καὶ διακαρτεροῦντα, τοῦτο χαὶ αὐτὸς παρέχεις ὁρᾷν, ψυχῆς πάλην καὶ σώματος. Τοῦτο ἔπρεπε τῷ ἐμῷ Φιλαγρίῳ, μὴ μαλαχίζεσθαι, μηδὲ χάμπτεσθαι πρὸς τὰ πάθη, ἀλλὰ περιφρονεῖν (50) τὸν πηλὸν, χαὶ τὸ μὲν σῶμα ἐᾷν πάσχειν τὰ ἑαυτοῦ, πάντως ἣ νῦν ἣ ὕστερον λυθησόμενον νόμῳ φύσεως (οἰχήσεται γὰρ ἢ νόσῳ κάμνον (54), ἣ χρόνῳ) " αὐτὴν δὲ ὑψοῦ τὴν Ψυχὴν ἔχειν, καὶ μετὰ Θεοῦ τετάχθαι τοῖς λογισμοῖς, χἀχεῖνο εἰδέναι, ὅτι τῶν ἀτόπων ἐστὶν, ἡμᾶς ἔξω
μὲν κινδύνων φιλοσοφεῖν (52), ἐν δὲ ταῖς χρείαις (, Δηϊπηᾶπ) ᾿άῦογο, ἃς ρ6Ρ οοσίϊδιίοποα οὐπὶ θ6ὺ
Πάντα ἐπῆλθες δηλαδὴ τῇ διανοίχ, ὅσα ἡμέτερα, ὅσα ἀλλότρια, ὡς ἀνὴρ (59) πεπαιδευμένος ἐν ἀμ- φοτέροις, καὶ παιδευτὴς ἄλλων' χαὶ ἐχ πάντων σεαυτῷ συνελέξω τὸ τῆς ἀνθρωπίας φάρμαχον (54). Ἵνα δέ σοι χἀγὼ συμφιλοσοφήσω μιχρὸν, εἰ τοῦτο χελεύεις, οὐχ ἐπαινῶ τοῦ ᾿Αριστοτέλους τὸ μιχρο- λόγον, ὃς τὴν εὐδαιμονίαν ἡμῖν ὁριζόμενος, μέχρι μὲν τινος προῆλθεν ὀρθῶς, ψυχῆς ἐνέργειαν χατ' ἀρετὴν (58) εἶναι ταύτην ἀποφηνάμενος " χαὶ προσ-
θεὶς, ἐν βίῳ τελείῳ, καὶ τοῦτο μάλα σοφῶς, διὰ Ὁ νῖτὰ ρετίδεία, ος φυοαι6 ἰρδιιπὶ δἀπιοάυπι βαρίθῃ-
τὸ τρεπτὸν ἡμῶν χαὶ εὐμετάπτωτον τῆς φύσεως. Ἐχεῖνο δὲ οὐχ ἔτι μεγαλοπρεπῶς, ἀλλὰ καὶ λίαν ταπεινῶς, ὅτ: χαὶ τὴν ἔξωθεν εὐετηρίαν προστί- θησιν’ ὡς εἰ τύχοι πένης τις ὧν, ἣ νοσώδης, ἢ
(81) οἴου σὺ χρήξεις. [τὰ οοἀ 4. ἀυο ἰορᾳ. Ριι58. Μοηίλς. εἰ Μοτεῖ. ἢ 6. ἀδεβι σύ
φρονεῖν. ᾿ Ὧ0) Νόσῳ κάμγον. ἀοἀ. Βεᾳ. νόσῳ χαμόν. Μοχ, αὐτὴν δὲ ὑψοῦ, ἐρδιιπι 670 διιγδιιπι απίπιιηι ἰαθθγα. ὝΨου δάνογθίυπι οἴ. ἢ
(531) Ὅπερ ἡμῖν ὁ ἐντὸς καὶ ὁ ἐκτὸς ἄνθρωπος. [8 Ῥω Βεφ. [ἡ δὐϊι. “Ὅπερ ἡμῖν ὁ ἐχτὸς χαὶ ὁ ἐντός.
Δ δυσγενὴς, ἣ φυγόπατρις, παρὰ τουτὸ αὐτῷ τῆς εὐδαιμονίας κωλυομένης. ᾿Ἐπαινῶ δὲ τῶν ἀπὸ τῆς Στοᾶς τὸ νεανιχόν τε χαὶ μεγαλόνουν, οἵ μηδὲν χωλύειν φασὶ πρὸς εὐδαιμονίαν τὰ ἔξωθεν, ἀλλ᾽ εἶναι τὸν σπουδαῖον μαχάριον, χἂν ὁ Φαλάριδος ταῦρος ἔχῃ χαιόμενον.
Καὶ διὸ τοῦτο θαυμάζω μὲν τοὺς παρ᾽ ἡμῖν ὑπὲρ τοῦ χαλοῦ χιυδυνεύσαντας, ἣ συμφορὰν δι- ενεγχόντας νεανιχῶς" θαυμάξω δὲ καὶ τῶν ἔξωθεν τοὺς τούτοις παραπλησίους, οἷον τὸν ᾿Ανάξαρ- χον (56) ἐχεῖνον, τὸν Ἐπίχτητον, τὸν Σωχράτην, ἵνα μὴ λέγω πολλούς" ὧν ὁ μὲν ἐν ὄλμῳ χοπτο- μένων αὐτοῦ τῶν χειρῶν, οὕτω τοῦ τυράννου χε- λεύοντος, πτίσσειν τὸν ᾿Αναξάῤχου θύλαχον διεχε-
Β λεύετο τοῖς βασανισταῖς. Τί τοῦτο λέγων ; τὸ μοχθη- ρὸν ἡμῶν ψσαρχίον - ὡς ᾿λναξάρχου γε οὐ πτισσο- μένου, τῆς φιλοσόφου ψυχῆς" ὅπερ ἡμῖν ὁ ἐντὸς, χαὶ ὁ ἐχτὸς ἄνθρωπος (57) ὀνομάζεται. Ὁ δὲ τὸ σχέλος χατατεινόμενος χαὶ στρεδλούμενος (58) ἔφι- λοσόφει ὥσπερ ἐν ἀλλοτρίῳ τῷ σώματι " καὶ θᾶττον χατεαγῆναι τὸ σχέλος, ἣ ἐπαισθάνεσθαι τῆς βίας ἔδοξε. Σωχράτης δὲ τὸν θάνατον ὑπὸ ᾿Αθηναίων χατακριθεὶς, χαὶ οἰχῶν, ὡς οἶσθα, τὸ δεσμωτήριον. τέως μὲν, ὡς ὑπὲρ ἄλλου δεσμωτηρίου τοῦ σώματος τοῖς μαθηταῖς διελέγετο, χαὶ φυγεῖν ἐξὸν, ἀπ- γξίωσεν " ἐπειδὴ δὲ προσηνέχθη τὸ χώνειον, δέχεται μάλα ἡδέως (59), ὥσπερ οὐχ ἐπὶ θανάτῳ δεχόμενος, ἀλλὰ φιλοτησίας προπινόμενος. Προσέθηχα δ᾽ ἂν τού- τοις χαὶ Ἰὼδ τὸν ἡμέτερον, εἰ μή σε ἔδειν πόῤῥω τῶν
Ταῦτά μοι δοχεῖς κατεπάδειν (4) σεαυτοῦ, ὦ θεία χαὶ ἱερὰ χεφαλὴ, καὶ οὕτω σεαυτὸν ἑἰατρεύων, αὐ- τός τε ἄν ῥᾷάων γενέσθαι, χαὶ ἡμᾶς εὐφραίνειν τοὺς σοὺς ἐπαινέτας καὶ ἐραστὰς, οὐδὲν ὑπὸ τῆς νόσου χαμπτόμενος (42), οὐδὲν, ὅ φησιν ὁ θεῖος Δαθὶδ, ὑπὸ τῆς εἰρήνης τῶν ἁμαρτωλῶν, καὶ τῆς. χατὰ τὸν βίον τοῦτον εὑροίας αὐτῶν ἐγχοπτόμενος (45) " ἀλλὰ χαὶ καθαιρόμενος, εἰ θέμις ἐπὶ σοῦ τοῦτο εἰπεῖν (44), χαὶ ὕλην ἀοετῆς ποιούμενος τὴν ἀσθένειαν.
(44) Εἰ θέμις ἐπὶ σοῦ τοῦτο εἰπεῖν, εἰ μος νότου «“ἶ [ας 6ει; Ἰὰ 658ῖ, δὲ [α5Ξ 6581 ἤος αἴσοτα : ἔχὶσυς 8 ροεσαῖα αὐ: ἰπ (α Γεβίϑηί, δου Ομ θ05 ρὺγ- δαιτὶ, 86 πὸπ ροί᾽υ8 υιγιιίοιν ἐπλπὶ ΟΔ] (Δι 8, νου διγυπὶ ἴση, ρυνααγί. ἢ Πεμι,.
λοχαλοῦντος (46) τὸ μόνον σου χτῆῇμα, χαὶ φιλερ- γοῦντος ἐν τοιαύτῃ χαταστάσει (471) τοῦ σώματος. Καὶ θαυμαστὸν οὐδέν - ἐπειδὴ χαὶ ῥᾷον ἐν τοῖς ἀλ- λοτρίοις ἢ τοῖς οἰχείοις φιλοσοφεῖν. Ἔγω δὲ εἰ μὲν ἑώρων σε παρὰ τοῦ μέτρου τοῦτο ποιοῦντα, ἢ πλεο- εἐχτιχῶς (48) ἣ βιαίως τῇ φιλοπονίᾳ προσχείμενον, χἂν ἐμεμψάμην (εἰρήσεται γὰρ τἀληθὲς), μηδὲν τὴν φιλίαν ἣ παίδευσιν (49) αἰδεσθείς. Εἰ δὲ φιλεργεῖς μὲν, οὐχ ἔξω ὃς τοῦ μέτρου, χρᾷ δὲ (50) εἰς δέον οἷς φιλεργεῖς, πρόσεστι (51) δὲ χαὶ τὸ πάθος, ἐνασχο- λοῦν τε ταῖς φροντίσι, καὶ πεῖθρον ὡς ὑπὲρ τὸ σῶμά σοι (82) τὰ τοῦ σώματος, οὐχ ἔχω πῶς μὴ τοῖς μεμφομένοις μέμψομαι, σὲ τῆς αἰτίας ἐλευθερῶν. Καὶ πρὸς γε τοῦτο (85) ἐμαυτὸν πείθω, ὅτε μήτε λογίσασθαι περὶ πραγμάτων σοῦ τις ἀμείνων, ᾧ γε χαὶ πρὸς τὰ ἑαυτῶν ἅπαντες χρῶνται διδασχάλῳ καὶ παραινέτῃ ὁμοίως ἰδίᾳ χαὶ δημοσίᾳ, μήτε ψυχῆς φροντίσαι φιλοσοφώτερος. Εἰ δὲ χαὶ τῷ σώματι (4) τὴν ὑγείαν φυλάσσειν ἣ ἐπανάγειν (5) μόνης ἰατρι- χῇς, τίς οὕτω τολμηρὸς χαὶ ἀπαίδευτος (56), ὥστε σοι περὶ τούτων νομοθετεῖν(ῦ 7). Τοὺς μὲν οὖν πολλοὺς ἕα χαίρειν, χαὶ εἶναι χολοιοὺς πτῆσιν ἀετῶν δοχι- μάζοντας (58)" αὐτὸς ὃὲ σεαυτῷ χρῶ συμδούλῳ, χαὶ τῷ Θεῷ, περί τε τοῦ πάθους, χαὶ τῶν ὅσα (59) περὶ τὸ πάθος, χαὶ οὐχ ἁμαρτήσεις τοῦ δέοντος.
(1) Ἔν» τοιαύτῃ καταστάσει. [τὰ ορά. Βος. εἰ (ομπιθοῖ. Εὰ. ἐν τοιαύτῃ τῇ καταστάσει.
(683) Καὶ πεῖθον ὡς ὑπὲρ τὸ σῶμά σοι. [ἃ οοἀά. Ποσ. οἱ σοιιρεῖ., φυὶ το αϊα!ς, ρεγςμαάθης ἐν Θ07- Ῥοτγὶς γαίΐοπο 6886 416 ξιιπί σΟΥΡΟΤὶ5, αρίος εἰ εἰ ἱπ γεπι 678 εἷς αδδιπιρίος ἰαϑοτος, σιαδὶ οχογοϊαἰϊοπὶς εαμεα. ΟἸλεὶὰβ 6586ῖ, δά ἀϊι (οπιθοῖ., ὡς πρός.
(58) Πρός γε τοῦτο. ἴϊὰ ςο. ἔεᾳ., Μοηιδο. εἱ Μοτεΐ. 'ὴ οἰ. πρός γε τούτῳ. ᾿
(51) Σοὶ περὶ τούτων νομοθετεῖν. ῬΤῸ σέ, υἱ Πᾶ- ΡἈδηϊ 64., Ἰοφεπάυπι σοί, αἱ 1δ}}}π|8 ; νγθι δηΐηι γομοθετῶ 56ΙΏΡ6Γ ᾿υμρίίιγ οὐαὶ ἀδιΐνο ρθγβοης οἱ δοοιιαίϊνο Γεὶ. Ὠ᾿αἰπι8. δηΐη νομοθετεῖν τοῖς ὑπὸ χεῖρα, εἰ νομοθετεῖν τὴν εὐσέῤδειαν νοὶ περὶ τῆς εὐσεδείας. Αὐἱ 5ἰ ἐπ ργοποπΐηα σέ Πυ}} 8 681 ΘΓΓΟΥ, Ργοίεοίο ποη νομοθετεῖν, 56 νουθετεῖν ἴορεπάυμι ἐγ! ἀογῖ ιν, δὶ πο} 8. οΟΠβ ΓΙ οἷ 8. ται! ποι 60η- δίδγα υὐ ηλι8. Ὑογιαη οη 0, Βορ. Ἰαρίπμι5 σοὶ νομοθετεῖν. Μοχ, τοὺς μὲν οὖν πολλούς. (οπιθεῖ., νεϊοὶ ποπιΐπέε.
(59) Καὶ τῶν» ὅσα. [ἰὰ οοἀά. ἀυο Βοξᾷ., Μομίδϑορ οἱ ἀομπρεῖ, 15 οὐ. τῶν ἀδαβι..
συνεγενόμεθα πρώην ἐν Ματάζῃ τῇ ἐμῇ (ἐμὰ γὰρ καλῶ καὶ ὑπολαμδάνω τὰ σὰ), καὶ τῆς φιλοσοφίας, ἣν τηνιχαῦτα ἐφιλοσόφησας, ἧς φρίττω καὶ νῦν μεμνημένος ἔτι (62). Ἐγὼ μὲν ἐξηγούμην σο. τὸν οβ' ψαλμὸν (σὺ γὰρ ἐκέλευες, καὶ ἀντιλέγειν οὐχ ἦν), ἐν ᾧ Δαόδὶδ ἰλιγγιᾷ καὶ ἀσχάλλε: πρὸς τοὺς καχοὺς εὐθηνοῦντας (θὅ). Εἶτα πέμπων τοὺς λογισμοὺς εἰς τὰ ἐχεῖσε (64) δικαιωτήρια, καὶ τὴν ἀποχειμένην τοῖς βίοις ἀντίδοσιν, οὕτω τῆς ταραχῆς ἴσταται, καὶ τὸ λυποῦν θεραπεύεται. Καὶ, ὡς οἷόν τε ἦν, εἶλχον τὴν ἐξήγησιν πρὸς τὸ πάθος, ἐκ τῶν ἡμετέρων, ἐκ τῶν ἔξωθεν ταῦτα φιλοσοφῶν, ὡς ἀνδρὶ πεπαιδευ- μένῳ καὶ τοσούτῳ διαλεγόμενος, χαὶ ἅμα τοῦ Πνεύ- ματος οὕτω φέροντος, χαὶ τοῦ ἀλγεῖν παραθήγοντος "
πως (08) ὁ λόγος" σὺ δὲ μεταξὺ τοῦ λόγου διανα- στὰς, ὥσπερ ἐξ ὕσπληγγος (6θ), καὶ τὰς χεῖρας εἰς τὸν οὐρανὸν ἀνατείνας, πρός τε ἀνατολὰς (07) οἷον βλέπων (οὐ γὰρ τὸ βλέπειν εἶχες [08}}" Εὐχαριστῶ σο:, ὦ Πάτερ, ἐδόα:, ποιητὰ τῶν σῶν ἀνθρώπων, καὶ παιδευτὰ (09), ὅτι χαὶ ἄχοντας εὖ ποιεῖς (70), χαὶ τῷ ἐχτὸς χαθαΐρεις τὸν ἐντὸς ἄνθρωπον, χαὶ διὰ τῶν ἐναντίων διεξάγεις ἡμᾶς πρὸς τὸ μαχάριον τέ- λος, οἷς αὐτὸς ἐπίστασαι λόγοις. Καὶ τί ἂν λέγοιμι πάντα, οἷς προεφιλοσόφεις ἡμῶν χαὶ συνεφιλοσό- φεις, ὥσπερ τῇ νόσῳ χαίρων ; καὶ εἶχες μαθητὴν τὸν διδάσκαλον. ᾿Αλλὰ πρὸς τί τούτων ἐμνήσθην ; ἐχεῖνο πᾶσι διὰ σοῦ βοῶν χαὶ χῃρύσσων, ὅτι θρηνη- τέοι μᾶλλον ἡμῖν οἱ χαχοὶ τῆς ἕνδον νόσου, ἧπερ
(06) Κακοὺς εὐθηγνοῦντας. ἴἴὰ ἀνο οοἠ. ορᾷ., Ῥαβ5. οἱ (οιῃθεῖ. ἢ οὐ. χακῶς εὐθυνοῦντας, αιιοιὶ ΒΗΠΙ 5. ἰτὰ νογιῖ!, οὐ δος φιιὲ οπιμῖϑις τϑθιι5 ἱπιλιοΥ 0 αϑιιπάαπι.
(04) Εἰς τὰ ἐκεῖσε. [8 εο. Βασ. Ἰη οὐΐι. πρὸς τὰ ἐχεῖθεν, Μοχ, ἀποχειμένην τοῖς βίοις. ΒΙ}}., κίγέ- γιι6 υἱιω τεσοπάϊία, φιαδὶ ργαδθηιὶ οἱ [ε᾿ἰτα. ἐδ Καὶ ἔτρεχέ πως. [ἃ Ρα58. Ἰη οαἰϊ. ἀδαεί χαί. θ0) Ἐξ ὕσπιληγγος. Οοἀ. εψ. ἐκ μάστιγος. Μοχ, εἰς τὸν οὐρανόν. [1ἃ οοά. Βορ., Ρᾶ55. οἱ οηι- Ῥεῖ. 1π οὐϊι. ἐπὶ τὸν οὐρανόν.
(07) Πρός τὲ ἀνατολάς. [τὰ οοὰ. Βρᾷᾳ. οἱ Ρᾶ58. [η οεἀ. πρός γε ἀνατολάς, αἰφι6 ογίοπιοπι υθγϑῖια. Ῥυίβοα Εροιεβϑία [00 ἃ}ν Ἀροβίοιἰβ δεδεδβρίυπι γο]ἰρο - δἰϑϑίι8 Ουβογγανὶ, υἱ ἴμλον ργοσαηάτν ΟΥ θη 6 πὶ ἰωϊπογοίαν. ΟΥίξθηθϑ ἢυ} 5 σομδυοίυ ἀϊηΐ5 πηϑηλὶ εξ,
(68) Οὐ γὰρ τὸ βιλέπειν εἶχες. [ἰὰ ἴγ658 οοἀά. Πεξξ., Ρα58. οἱ (οπ οῖ, [1 δα}. καὶ γὰρ τὸ βλέπειν εἶχες, ᾳφυοά ΒΗΠΐ5. νου, παπι 60 ἀδροείις ραίθβαϊ.
(69) Καὶ παιδευτά. Ἰῖᾶ οοἰ!. ἴλρᾳ-, Ρα655. εἰ (οιη- Βαΐ., φιοπιοάο. Ρϑιυς, Ηο!ν. χα, 7 οἱ 9, Ὃν: γὰρ ἀγαπᾷ, Κύριος παιδεύει" Οποπὶ θεῖμι αἰσὶι, θοιπῖ- πιιδ σαδίϊηαί. μι 6αϊ1. ποιητά.
(70) Ὅτι καὶ ἄκοντας εὖ ποιεῖς. 11Δ ἐρὰ. Παρ, Ραβ8. δὸ Οοιηθοί. ἢη δαὶ, ὅτι ἄχοντας ἡμᾶς εὖ ποιεῖς, φιοά ποδ'μυϊίου εἰ τοί ιοίαπί65 ϑαποβοῖο αΠεὶς.
1}}., δὲ φιϊάθηι ποϑὶς ὁ0 ἰαϑοταγα οὐπίϊησαι; αυἱὰ ΘΠ} ΠἸαΘηΐ 5.6 ΠΙΟΓΡΟ Θχίουπο ἰθόγανα ἢ εἰ οἰπὶ ἸΔε| Δ οτγδηὶ νογα Ἰυφοπάϊ, Μονίδο. οἱ Μότοὶ. ἔχοι- μὲν" χαὶ ὅτι χρείττων.
τιχοὺς εἰς τὸ πάθος (75) προεπεπτώχεις γάρ. Νῦν δέ μοι δοχεῖς (74) αὐτὸς ἂν ἡμᾶς παραχαλέσαι, μιχροῦ τὰ ἴσα χαχοπαθοῦντας. "Ἔδει γὰρ ἡμᾶς φί- λους ὄντας, μηδὲ ταῦτα χωρίζεσθαι (75). Μᾶλλον δὲ ἤδη παραχέχληχας, οἷς καρτερεῖς, τὸ χαρτερεῖν εἰσ- πγούμενος.
Αλγῶ τῇ νόσῳ, καὶ χαίρω’ οὐχ ὅτι ἀλγῶ, ἀλλ᾽ ὅτι τοῦ χαρτερεῖν τοῖς ἄλλοις εἰμὶ διδάσχαλος. Ἐπειδὴ γὰρ τὸ μὴ πάσχειν οὐκ ἔχω, τοῦτό γε τῷ πάσχειν παραχερδαίνω, τὸ φέρειν καὶ τὸ εὐχαρι- στεῖν, ὥσπερ ἐν τοῖς εὐθύμοις, οὕτω δὴ (77) χὰν τοῖς ἀλγεινοῖς " ἐπειδὴ πείθομαι μηδὲν ἄλογον εἶναι παρὰ τῷ λόγῳ (78) τῶν ἡμετέρων, κἂν ἡμῖν οὕτω φαίνηται.
Μητέρα τιμᾷν, τῶν ὁσίων. Μήτηρ δὲ ἄλλή μὲν ἄλλου - χοινὴ δὲ πάντων, πατρίς. Ταύτην ἐτίμησας μὲν πάσῃ σου τῇ τοῦ βίου λαμπρότητι" τιμήσεις δὲ χαὶ νῦν, ἡμᾶς αἰδεσθεὶς, ὑπὲρ ὧν πρεσδεύομεν. Ἡ πρεσθεία δὲ τίς ; Τὸν λογιώτατον τῶν κατ' αὐτὴν (80) Εὐδόξιον τὸν ῥήτορα πάντως γινώσχεις, Τούτου παῖς, ἵν᾽ εἴπω συντόμως, ἄλλος Εὐδόξιος καὶ βίῳ, καὶ λόγῳ, νῦν σοι πρόσεισι δι’ ἡμῶν. Ἵν᾽ οὖν ὀνομαστότερον σεαυτὸν χαταστήσης, γενοῦ τῷ ἀνδρὶ δεξιὸς, ἐν οἷς ἂν δέηται τῆς σῆς προστασίας. Αἰσχρὸν γὰρ, χοινὸν ὄντα σε τῆς πατρίδος προστάτην, καὶ πολλοὺς εὖ πεποιηκότα, προσθήσω δὲ, ὅτι καὶ ποιήσοντα, μὴ πρὸ πάντων τιμῆσαι τὸν ἄριστον ἐν λόγοις, καὶ λόγους, οὗς, εἰ μή τι ἄλλο, κατὰ τοῦτο αἰδεῖσθαι δίχαιον, ὅτι τῶν σῶν καλῶν εἰσιν ἐπαινέται.
(80) Τῶν κατ᾽ αὐτήν. Οοά. Βος. τῶν χαθ᾽ αὑτόν. (οιηπθεῖ. τῶν χαθ᾽ ἑαυτόν. ϑορηϊδίατιιπι αὐξοτίϊδδὶ- πιμπι, γ6ὶ ἀἰδον εἰ δδίπιμπι σοποτὶδ δὶ οταίογιπι. Υ61}- εἶς ΒΠ]., τῶν κατ᾽ αὐτήν, ἐοἰΐμ8 ραϊτί υοείγῷ, 564 ῬΘΓΡΟγΔπὶ ; ΠΔΠὶ ΟΣΓΙΠ546 ἙΟΠΊΠΙ5Β Ῥαϊτα ἀταὸ- ΦοΥ οἱ Βορμγοηὶΐ, υἱ ραϊθῖ ὁχ ἰρϑῖι8 σγοφουὶὶ γὲ Γ- δ15 δμὶϑί. βϑαιθηῖ!β. Αῦο0 ἀδρρδάοοθδβ.
πίδας, λόγοι τὸν μέγαν Θεμίστιον. Κἂν γὰρ ἐν πᾶσι πάντων χρατῇς (82), τοῦτο τῶν σῶν οἷδα τὸ ἐπιση- μότατον. Τοῦτο καὶ ἀπ᾽ ἀρχῆς ἡμᾶς συνῆψεν ἀλλή- λοις (εἰ δή τι τὸ χαθ᾽ ἡμᾶς ἐν λόγοις), χαὶ θαῤῥεῖν νῦν ἀνέπεισεν. Εἰ δὲ μάθοις τὸν ἄνδρα ὑπὲρ οὗ πρε- σθεύομεν (85), τάχα καὶ ἀποδέξῃ τοῦ θάρσους ἡμᾶς. Εὐδοξίου τοῦ πάνυ παῖδά σοι τοῦτον προσάγω, τὸν ἀξιολογώτατον υἱὸν ἡμῶν Εὐδόξιον, βίῳ μὲν χαὶ λόγῳ, οἷον αὐτὸς εὑρήσεις, τὰν «1έθον' ποτὶ τὰν σπάρταν (8}) ἄγων, ὡς ἡ παροιμία" (τίς δέ σου στάθμη δικαιοτέρα :) ἡμῖν δὲ (84) εἰς τὰ μάλιστα φίλον, οὐχ ἧττον διὰ τὴν ἀρετὴν, ἢ τὴν πατριχὴν (85) φιλίαν. Ὡς οὖν ἡμᾶς εὖ ποιήσων ὅ τι ἂν τὸν ἄνδρα εὐεργετήσῃς, χαὶ λόγους τιμήσων τοὺς σοὺς, ἀγα- γεῖν αὐτὸν εἰς τὰ ἔμπροσθεν θέλησον. Δεῖται γὰρ (80) ἀπὸ λόγων γνωρισθῆναι, χαὶ βίον ἑαυτῷ (817) πορέ- σασθαι τὸν ἐχ λόγων. Ὅντινα (88) δὲ τοῦτον, καὶ πῶς, αὑτὸς παραστήσει" δοχιμάσει δὲ ἡ σὴ (89) λο- γιότης χαὶ σύνεσις.
Πάντα τοῖς φίλοις βούλομαι (91) δεξιά, Φίλους ὃς ὅταν εἴπω, τοὺς καλοὺς λέγω χαὶ ἀγαθοὺς, χαὶ χατ᾽ ἀρετὴν (92) ἡμῖν συναπτομένους, ἐπειδὴ τι χαὶ αὑτοὶ (96) ταύτης μεταποιούμεθα. Ταῦτά τοι (94) χαὶ νῦν ζητήτας τί μέγιστον ἂν χαρισαίμην τῷ αἰδεσιμωτάτῳ ἀδελφῷ ἡμῶν ᾿Αμαζονίῳ (καὶ γὰρ ἥσθην τῷ ἀνδρὶ διαφερόντως ἐχ τῆς ἔναγχός μοι γεγενημένης πρὸ; αὐτὸν συνουσίας), ἕν ἀντὶ πάν- των αὐτῷ χαρίσασθαι δεῖν ζῴήθην, τὴν σὴν φιλίαν χαὶ προστασίαν. Ὃ μὲν γὰρ ἐν βραχεῖ πολλὴν τὴν παίδευσιν ἐπεδείξατο, τήν τε σπουδασθεῖσαν ἡμῖν ποτε, ὅτε μιχρὸν διεδλέπομεν (98), χαὶ τὴν νῦν ἀντ᾽ ἐχείνης σπουδαξομένην, ὅτε πρὸς τὸ τῆς ἀρε-
(88) “οντιγα. Β:}. ἐς φιιαπαιι ῬΟΥ͂ΤΟ ας. (89) Δοχιμάσει δὲ ἡ σή. [ἃ ἀπὸ οοὐ. Παρ. [π
8ι ΕΡΙΒΤΟΙᾺ Χὶ,. ες 82 τῆς ὕψος ἐδλέψαμεν. Ἡμεῖς δὲ, εἰ μέν τι χαὶ χατ᾽ Α΄ Οὐ Θχίσιια οου]οναηι δοΐς ργϑεϊ δββδπιὰβ, 0ρ6-
ἀρετὴν (90) ἐφάνημεν ὄντες αὐτῷ, αὐτὸς ἂν εἰδείη " τὸ δ' οὖν χάλλιστον ὧν ἔχομεν (97) ἀντεπιδειχνύ- μεθα, τῷ φίλῳ φίλους - ὧν σε πρῶτον εἶναι χαὶ γνήσιον τιθέμενοι, τοιοῦτον αὐτῷ φανῆναι βουλό-
μεθα, οἷον ἢ τε χοινὴ πατρὶς ἀπαιτεῖ, καὶ ὁ ἡμέ- τερος βούλεται πόθος χαὶ λόγος (98), ἀντὶ πάντων πιι5, ἱρδὶ νἱοἰδ5:πὶ οδίεπάϊπιιι8, μος 6581 δηιῖδο διηΐ- αὐτῷ τὴν σὴν χηδεμονίαν ὑποσχόμενος. 005 ; 4ιοταπι ἴ6 θυ ποίραπὶ ἃ6 μ6γαυλΠὴ 5 ΠΟΥ 6856 βἰδίμθη(65, [Δ]61η [ὁ οἱ ῬΓΩ 685 ΟΡ πλ}8., ΦιΔΙοπ οἱ σοι μην ΐ5 ραϊτία δχροβοῖϊ, οἱ ἉΠΊΟΣ ποϑίογ δίᾳψυο 56 γπιὸ να]ΐ, αἱ οἱ ουγὰπι ἰᾳαᾶπι| ἃ. ρϑίγοοϊἰ απὶ ΓΟΡΙ τ ΟἸμἶαη} 000 ρΓΟΠ, βἰΐ. ᾿
μὴ πρότερόν: τισιν εἰρημένον. Ἐμοὶ δοκεῖς σὺ δόξαν μὲν ἔχειν ἀνδρὸς βεθηχότος, καὶ ἀσφαλοῦς, χαὶ στεῤῥοῦ τὴν διάνοιαν, πολλὰ δὲ βουλεύεσθαι χαὶ πράττειν ἁπλούστερον, ἣ ἀσφαλέστερον. Τὸ γὰρ κα- κίας ἐλεύθερον, καὶ ὑφορᾶσθαι χαχίαν ἀργότερον " οἷόν τι χαὶ τὸ νῦν παρόν. Ἐχάλεσας ἡμᾶς ἐπὶ τὴν μητρόπολιν, περὶ ἐπισχόπου βουλῆς προχειμένης ᾿" χαὶ τὸ πλάσμα (1) ὡς εὐπρεπές τε καὶ πιθανόν ! ᾿Αῤῥωστεῖν ἔδοξας, χαὶ ἀναπνεῖν τὰ τελευταῖα, χαὶ ποθεῖν μὲν ἰδεῖν ἡμᾶς (2), καὶ τὰ ἐξόδια φθέγ- ξασθαι" οὐχ οἵδα ἵνα τί γένηται, καὶ τί παρόντες τῷ πράγματι συντελέσωμεν. Ἐγὼ μὲν ὥρμησα, τῷ πράνματι περιαλγήσας. Τί γὰρ ἐμοὶ τῆς σῆς ζωῆς ὑψηλότερον, ἣ τῆς ἐχδημίας (5) ἀνιαρότερον ; καὶ δαχρύων ἀφῆχα πηγὰς, χαὶ ἀνῴμωξα, καὶ ἠσθόμην ἐμαυτοῦ νῦν πρῶτον ἀφιλοσόφως διαχειμένουυ. Καὶ τί γὰρ οὐ τῶν ἐπιταφίων (4) ἐπλήρωσα ; Ἐπεὶ δὲ ἡσθόμην ἐπισκόπους συντρέχειν ἐπὶ τὴν πόλιν, ἀν- εχόπην μὲν τῆς ὁρμῆς, ἐθαύμασα δὲ, πρῶτον μὲν, εἰ μὴ συνεῖδες τὸ εὔσχημον, μηδὲ τὰς τῶν πολλῶν ἐφυλάξω γλώσσας (δ), αἵ τάχιστα τοῖς ἀχεραιοτέροις
(8) Ποθεῖν μὲν ἰδεῖν ἡμᾶς. 1ἰ4 οοἀ. Ρα55. ἴμ οἱ]. ποθεῖν ἰδεῖν τε ἡμᾶς.
83 5. σΒΕΘΟΒΙ ΤΠΈΟΠΘΟΙ δ, δυΐοπι Θρίϑοοροβ δὰ υτ])θη) ΘΟΠΟΌΓΓΟΓΟ ἰπίο ]οχὶ, Α ἐπηρεάζουσι δεύτερον δὲ, εἰ μὴ τ᾽ αὑτά σοί τε (0)
Ῥτγοίεοιο 8 σοη 5 ΠΠυπὶ ΔΌγυρὶ, ἀοηἰγαγίαυαθ σςρὶ, Ργΐπιυμα 8ϊ, αυϊὰ ποπδϑίυπι 6ϑ8οῖ, μη ραγϑραχίϑιὶ, Π60 ρυϊαδι, σἀνοπάᾶβ 6886 νυἱσὶ 8. Ποιηΐπυπι ἰ᾿ῃ- δυλ8, 485 δἰ Πρ] οἰοτὶ ιι5. χυϊθυβαιθ οοἰοιτίηια οἃ- Ἰυπληΐδπὶ βίγυυμ; ἀδίπάθ, οἱ βοὴ δαΐάδθη 10] 86 μ0}}}5 σοηγθηΐγο δχίβι 85, φαυΐθυ8 οἱ νἱία, δὲ ([0- οἰγίπδ, οἵ γϑιφυιᾶ οπηπΐα σομπηλ πὰ 80ηϊ, ΠἰΠιΓᾺ ἢ ἃ θέ60 ἴἴ ͵άπὶ πὰς ἃ ρῥγίῃ)8 φίδί ὁ φοπβοοίδι β ; [6Γ- το (ΠἸοΘαὶ δηΐ θα 4υοααο ἀΐ66 16), δὶ ρίυγαπι θείφυθδ πιοεῖι ργάϊογυι μοι ίπαμι Βυ α5πιοΪ 616- οἰἰοηθ8 6886 ἡηάἀϊοαδιὶ, ποη δυίθ ροϊθηιίμπι, εἰ ϑρυά τυΐξυς ρτγαιοβοόγυπι. Αἰφια θοὸς ἰ[ιἷ8 46 σδιι-
καὶ ἡμῖν πρέπειν ὑπολαμθάνεις, οἷς χαὶ βίος, χαὶ λόγος, χαὶ τὰ πάντα χοινὰ, οὕτως ἐχ Θεοῦ τὰ πρῶ- τὰ συναρμοσθεῖσι" τρίτον (ἔστω γὰρ χαὶ τοῦτο εἰπεῖν), εἰ τῶν εὐλαδεστέρων ἐνόμισας τὰς τοιαύτας εἶναι προδολὰς, ἀλλὰ μὴ τῶν δυνατωτέρων, καὶ τοῖς πλήθεσιν οἰχειοτέρων. Ἐγὼ μὲν οὖν διὰ ταῦτα, πρύμναν ἐχρουσάμην, καὶ ἀναδύομαι. Σοὶ δὲ εἰ δοκεῖ χαὶ αὐτῷ, τοῦτο (Π) δεδόχθω, φυγεῖν τοὺς ἐν μέσῳ θορύδους, καὶ τὰς πονηρὰς ὑπονοίας (8). Τὴν δὲ σὴν εὐλάθειαν τηνικαῦτα ὄψομαι, ἡνίκα ἂν τά τε πράγματα καταστῇ, χαὶ χαιρὸς ἧ, καὶ ὀνει- δίσω γε πλείονα χαὶ βαρύτερα.
Οππὶ Ἐερίοοῖα Οαεατίρπ δῖα αὐοὶυϊςδεί αὐ τοραδεεί γερφοτίμηι, Να λίαν εἰ ἐρίδεοριιπι, μῈ 86 ἴηι οἰϑοίϊον ἐρ᾿ δουρὲ ἀεδεγογεί, αἰ [μμγιιηι 86 ρυοηι {14 τϑθγαμάπι8. δόμος ἐμ δίοία εοηιεμ!, ἡπανι μα τὶς ποηιΐνπθ (ἀτέφογίι5 ἢ ἴπ5 δεγὶρεῖ!. δειιοηδίγαι φιαναϊ πιομιδη δὲ! οἰϑοιο ερὶδοορὶ (ἰαϑατο, ον Εσείδείατιιι ((ἀρραάοεῖα) τημα- ἐφὶδ : πθηιΐμθηι ]δακίΠ|0 ρμτιυ[ζογτὶ ἀουοτο ἀδείαταῖ, διιπιφια δοίιιηι, υοἱ σοτγί6 Θυϊ μι 6886 πιασὶηιθ ἰἀονθιιηι τ-
προξαστηχὼς, καὶ πολλοστὸς ἐν ὑπηρέταις τοῦ Πνεύ- ματος. Ἢ χάρις δὲ οὐ στενὴ, οὐδὲ τόποις περι- γραπτός (10). Διὰ τοῦτο δεδόσθω χαὶ τοῖς μιχροῖς παῤῥησία, ἄλλως τε χαὶ περὶ χοινῶν ({1) καὶ τη- λικούτων ὄντος τοῦ λόγου, καὶ μετὰ τοσαύτης βου- λευομένοις τῆς πολιᾶς, ἣ τυχὸν ἔχει τι χαὶ τῶν πολ- λῶν συνετώτερον. Οὐ περὶ μικρῶν, οὐδὲ τῶν τυχόν-- των βουλεύεσθε, ἀλλ' ὧν ἢ εὖ ἣ καχῶς ἐχόντων, ἀνάγχη καὶ τὸ χοινὸν (13) ἢ ἐχείνως ἥ οὕτως ἔχειν. Περὶ γὰρ Ἐχχλησίας ἡμῖν ὁ λόγος, ὑπὲρ ἧς Χρι- στὸς ἀπέθανε (15), καὶ τοῦ ταύτην Θεῷ παραστή- σοντος χαὶ προσάξοντος. Λύχνος μὲν γὰρ τοῦ σώ- ματός ἐστιν ὀφθαλμὸς, ὡς ἠχούσαμεν, οὐ μόνον οὗτος ὁ σωματικῶς ὁρῶν χαὶ ὁρώμενος, ἀλλὰ καὶ
(6) Εἰ μὴ τ αὐτά σοί τε. Ἰιλ οοἀ. Ῥᾶ55. οἱ ([οπ|- θεῖ; δἱ εοὰ. Ηλι]. εἰ τ᾽ αὐτά σοί τε. ᾿ῃ εἰ. εἰ μὴ πὰ αὐτά σοί τε.
(9) ΑΙ'ὰ5 ΧΧΙΙ. βοτίρία ράυ]ο ροβὶ, ἰὶ δὶ ΔππῸ 510 ἀοσοράενια. --- Πρὸς τοὺς ἐν Καισαρείᾳ. Οοά. Βεχ. τῇ Ἐχχλησίᾳ Καισαρέων, ὡς ἐχ τοῦ πατρός, Ἐσείοεῖα (α:ϑατὶοπείιηι, φιιαδὶ ποπιῖηθ μαίτῖδ.
δὲ τῆς Ἐχχλησίας ἐπίσχοπος, ὃ δῆλον ὑμῖν, χἂν αὐτοὶ μὴ γράφωμεν. ᾿Ανάγκη τοίνυν, ὥσπερ ἐχεί- γου χαθαρῶς μὲν ἔχοντος ὀρθῶς ἄγεσθαι καὶ τὸ σῶ- μα. μὴ χαθαροῦ δὲ τυγχάνοντος, οὐκ ὀρθῶς οὕτω δὴ (14) καὶ τῷ προστάτῃ τῆς Ἐχχλησίας, ὁποτέρως ἂν ἔχῃ, πάντως ἣ συνδιακχινδυνεύειν, ἢ συνδιασώ- ζεσθαι. Πάσης μὲν οὖν Ἐχχλησίας φροντιστέον, ὡς
Χριστοῦ σώματος, μάλιστα δὲ τῆς ὑμετέρας, ἢ Α θπονῖ!, 9.6 σπιμΐπο γ6] ρογίου}" γα] βϑλεεῖς ρατιϊεῖσος,
- μῆτηρ σχεδὸν ἁπάντων τῶν Ἐχχλησιῶν ἦν τε ἀπ᾽ ἀρχῆς, καὶ νῦν ἐστι, χαὶ νομίζεται, χαὶ πρὸς ἣν τὸ χοινὸν βλέπει (15), ὡς κέντρῳ κύχλος περιγρα- φόμενος, οὐ μόνον διὰ τὴν ὀρθοδοξίαν ἄνωθεν πᾶσι χεχηρυγμένην, ἀλλὰ χαὶ τὴν ἐχ Θεοῦ δεδομένην αὐτῇ προδήλως χάριν τῆς ὁμονοίας. Ἐπειδὴ (10) τοίνυν χεχλήχατε μὲν χαὶ ἡμᾶς εἰς τὴν περὶ τούτου διάσχεψιν, ποιοῦντες ὀρθῶς καὶ χανονιχῶς, χρατού- μεθα δὲ γήρᾳ καὶ ἀῤῥωστίχ, εἰ μὲν καὶ αὐτοὶ παρ- εἰημεν, τοῦ Πνεύματος ἐπιῤῥώσαντος (οὐδὲν γὰρ ἄπιστον τοῖς πιστοῖς), τοῦτο τῷ παντὶ βέλτιον (17), χαὶ ἡμῖν ἤδιον, ἵνα χαὶ ὑμῖν τι συνεϊσενέγχωμεν, χαὶ αὐτοὶ τῆς εὐλογίας μετάσχωμεν " εἰ δὲ τῆς (18) ἀσθενείας γιχώσης ἀπολειφθείην, ὅσα γε ἀποῦσι δυνατὸν, συνεισφέρομεν.
αυϊάχυδην ἡ(6 ργέδι 1618. ἰῃογθ 9}}ὰ 681}, Π0 0 δᾶπο οἱ ρυθιΐοα ὑ{ΠΠΠ|4{] πιο! υ8, δὲ πον ]8. ἡπουπαϊυν ἴπ6- τῖϊ, αἱ οἱ νοθίβ αἱίαυϊὰ οοπίογαιηυϑ, οἱ ἱρϑὶ θεποι οι οηΐ8. ραγιϊοῖρα8 εἰϊοίαπιιγ. 51 δυΐίθῃι ΡῈ οοΥν Ρογὶ5 ἱπῆγηγιαἰθι δ6886 ποὴ ἰἰοιοτῖ, ἰὰ οογίθ, συοα Δυ5θηῖ68 ροβϑυηΐ, σοηίοΓ ΠΊ05.
Πείθομαι μὲν (19) καὶ ἄλλους εἶναι τῆς προστα- σίας ἀξίους παρ᾽ ὑμῖν, χαὶ ὡς ἐχ πόλεως τοταύτης, καὶ οὕτω, καὶ ὑπὸ τοιούτων ἠγμένης ἄνωθεν " ἑνὸς δὲ οὐδένα δύναμαι προτιμῆσαι τῶν παρ᾽ ὑμῖν τιμω- μένων (20) τοῦ θεοφιλεστάτου υἱοῦ ἡμῶν Βασιλείου πρεσδυτέρου (λέγω δὲ ὡς ὑπὸ Θεῷ μάρτυρι), ἀν- δρὸς καὶ βίῳ χαὶ λόγῳ χεχαθαρμένου, χαὶ μόνου τῶν πάντων, ἣ ὅτι μάλιστα, κατ᾽ ἀμφότερα δυνα- μένου στῆναι πρὸς τὸν νῦν χαιρὸν (21), χαὶ τὴν χατ- ἐχουσαν τῶν αἱρετικῶν γλωσσαλγίαν. Ταῦτα χαὶ ἱερατιχοῖς γράφω, καὶ μοναστιχοῖς, καὶ τοῖς ἐχ τοῦ
ξήμου παντός (22). Εἰ μὲν οὖν τοῦτο συνδόξειε, χαὶ ἃ ψῆφος ἡμῶν χρατοίη, οὕτως ὑγιῶς τε χαὶ ὀρθῶς ἔχουσα, ὡς μετὰ Θεοῦ ψηφιζομένη (25), καὶ πάρ- εἰμι πνευματιχῶς χαὶ παρέσομαι, μᾶλλον δὲ καὶ ἐπιθέδληχα τὴν χεῖρα ἤδη, καὶ θαῤῥῶ τῷ Πνεύ- ματι. Εἰ δὲ ἄλλο τι, χαὶ μὴ τοῦτο συνδόξειε, χαὶ χατὰ φρατρίας χαὶ συγγενείας τὰ τοιαῦτα χρί- νοῖτο, χαὶ ἡ ὀχλώδης (24) χεὶρ πάλιν παρασύροι τὸ ἀχριθὲς, πράττοιτε χαθ᾽ ὑμᾶς αὐτοὺς τὸ ἀρέσχον, ἡμεῖς δὲ συσταλησόμεθα.
(5) Πρὸς ἣν τὸ κοικὸν βιέπει. ἤφε ποὴ ἐδ τοῖλ γαρυδιοα Ο τι βιϊδηἃ 8ιηὶ ᾿πι 6} χα πὰδ, 860 ἀ8 υὑηΐνογϑα, 4υδη ἰαΐα ραίοϊ, ΒοοΙοβἷ9, βοὰ ἀ6 ξ55- γδηϑ,, 4 οἴπηΐιπι) (αγο πηᾶίογ ταὶ (δρρδάοοί!α Ἐςοἰαϑίαγυην, 4υλΓυΠ Ῥτγοίθοιο ΡΙυγί ει ἰὨ ΘΓΟΓαΙ, υὐ ἰπ 8646 (ἐξ ϑδγίθ δὶ δαί π)ῖι18 ρΑϑίΟΥ ΟΟηδ.|06- Γο(ῸΓ.
(18) Μετάσχωμεν" εἰ δὲ τῆς. 1 εοἀ. Βερ. εἰ (οπιρεῖ. [πὶ δή. μετέχωμεν εἰ δὲ τὰ τῆς.
((9) Πείθομαι μέν. 11 Δ66.. ΠῸρν. [πὶ δα}. πεί- θομεν. Αι ὶο ἰηίτα, καὶ ὡς ἐκ πόλεως. "1 οοἀ. Βεοδὶ ἰα οά. καί.
(8Ὁ) ΑἸ᾿Δ5 ἱπῖον Βαβι! δι) 5 γθοθηβὶια ΧΙ, ϑογὶ- ῬίΔ οοάθπὶ (θΙΠΡΟΓΘ. --- ΟἸ τ ἰηβογρία Γαΐ Προ ορίβιοἱα Βασίλειος Γρηγορίῳ " νόγυη) πη ΒΑ51Π10 ΔὈΪυἀϊοΔηῖ, 5046 τοβι!αθηΐ Διο οὐ ΓΟ ΠΙΙΟΓΟΒ Ορογυπὶ 5. Παρ οἀΐογοθ. [πὰ οοὐ., ἱπαυϊπηΐ, γαι., Μοά. οἱ ὐΐ8). ργίπιο, εἰ{π|18. εἷς Βαθδίυγ : Γρηγορίῳ ἑταίρῳ, περὶ τῆ: χοιμήσεως Εὐσεδίου τοῦ ἐπισχόπου, χαὶ ὅτι ἔχει πρὸ ὀφθαλμῶν τὸν εἰς τὴν ἐπισχοπὴν ἐπιτήδειον" Ογοηοτίο δοάαίϊ ὧδ οὐἶμι Κιι- εεὐϊὶ ορὶξοορὶ; οἱ χιοά παϑεοῖ γγα οομίϊς υἵγμηι αὐ ορὶ- δοοραίο πιιηιι8. Ἰάυποιηι. ΡΊΓ6 5. ἀθοορίι εἰΐα! 8; αἱ Ἰοσὶ ποη Ροίοϑὶ ι(θηι 15 ἰθ80 ΟΡ 5.018, 40} ΘΔ ΠῚ ποη ἃ 5,110, 56ι} ροί'υ8 ἀς ΒΆΝ5.}10 δου ρίδιῃ 6556 Ρϑίοδί : ἱπιὸ Βοάϊο ἰοῦ ΘΥἀ1{05 [6 ΓΘ σοι ΎΘμἷι Θ8 1 ἃ Ογοβοῦῖο ραῖγα, ΠΠΠ1 πιᾶπα, δὰ Ἐπιδοθίαμι. ϑδιο- βαΐθηϑοηι [1155 βου μίαιη. ΝᾺ ΒΈΠ6Πὶ 856 6556 ἀἄ6- οἰαγαὶ δυισῖογ δρίβῖο]8 οἱ ἴῃ Ὁδρραιθοοία ὀρίβοοριιηι, οἱ αυ Π{16 18 οἰογὶ δά βἱθοιοῆθηὶ δορί ϑοορὶ, οἱ Ες- οἰεβίαβ σφ ϑατ θη βὶ5 ἀθίοηβίοπθμ ἱμ τ 1Δ11|8. [6 γ}, 15 δυϊεπι, δὰ 4ι θη) 50 Γ} 11, οἱ δδάδην ἀϊφηϊδία ργφίϊ- 115 ογαΐ, οἱ ἸΔῃουθι1ι8 ὕγῸ ΕΟ! 6βἰα βιιβοθριὶβ οἰδ- Τιι8, δὲ διηΐουβ Βα811}10, ποόποη Ολρρϑάοοϊ νἱοἰπι8. Οιμπία ἰη Ευδεθίυπι ϑαπιοβαίθηβοιη πιΐγ ἤσο σοηνο- πἰθι, αφυαπὶ ΒΆ51}}} ογά δι οηὶ βοΐμιι5 ἰμ ον υΐ556.,
ἀναχαινισθῇ μου τὸ γῆρας, ὥστε με δυνηθῆναι δια- θῆναι πρὸς τὴν ὑμετέραν ἀγάπην, χαὶ τόν τε πόθον, ὃν ἔχω ἐφ᾽ ὑμῖν, ἀναπαῦσαι, καὶ τὰ λυπηρὰ τῆς ψυ- χῆἧς διηγήσασθαι, καὶ δι᾽ ὑμῶν εὑρέσθαι τινὰ παρα- βυθίαν τῶν θλίψεων ; Ἐπὶ γὰρ τῇ χοιμήσει τοῦ μα- χαρίου Εὐσεδίου τοῦ ἐπισχόπου φόδος ἡμᾶς χατέλα- ὅεν οὐ μικρὸξ, μήποτε οἱ ποτὲ ἐφεδρεύοντες τῇ Ἐχχλησίᾳ (26) τῆς μητροπόλεως ἡμῶν, καὶ βουλό- μενοι αὐτὴν αἱρετικῶν ζιζανίων πληρῶσαι, καιροῦ νῦν λαβόμενοι, τὴν πολλῷ χαμάτῳ χατασπαρεῖσαν ἐν ταῖς ψυχαῖς τῶν ἀνθρώπων εὐσέδειαν ταῖς παρ᾽ ἑαυτῶν πονηραῖς διδασχαλίαις ἐχριζώσωσι, καὶ ταύτης τὴν ἐνότητα χατατέμωσιν, ὅπερ χαὶ ἐπὶ πολ- λῶν Ἐχχλησιῶν πεποιήχασιν. Ἐπειδὴ δὲ καὶ γράμ-
ὑπὲρ τῶν Ἐχχλησιῶν τοῦ Θεοῦ " χαὶ τούτου ἕνεχεν ἀπέστειλα τὸν ἀγαπητὸν Εὐστάθιον τὸν συνδιάκονον παραχαλέσαι ὑμῶν τὴν σεμνοπρέπειαν, καὶ δυσ- ωὡπῆσαι, πᾶσι τοῖς ὑπὲρ τῶν Ἐχχλησιῶν χαμάτοις γχαὶ τὸν παρόντα ἐπιθεῖναι, χἀμοῦ τε τὸ γῆρας τῇ συντυχίᾳ ἀναπαῦσαι, καὶ τῇ ὀρθῇ Ἐχχλησίᾳ (38) τὴν περιδόητον εὐσέδειαν διορθώσασθαι, δόντα αὐτῇ μεθ᾽ ἡμῶν (εἰ ἄρα καταξιωθείημεν συναντιλαδέσθαι ὑμῖν τοῦ ἀγαθοῦ ἔργον), ποιμένα χατὰ τὸ βούλημα τοῦ Κυρίου, δυνάμενον διευθῦναι τὸν λαὸν αὐτοῦ. Ἔχομεν γὰρ (239) πρὸ ὀφθαλμῶν ἄνδρα, ὃν οὐδὲ αὐ- τοὶ ἀγνοεῖτε - οὗ εἰ χαταξιωθείημεν ἐπιτυχεῖν, οἶδα ὅτι μεγάλην παῤῥησίαν πρὸς τὸν Θεὸν χτησόμεθα,
σίαν χαταθησόμεθα. ᾿Αλλὰ παρακαλῶ (50) καὶ πάλιν χαὶ πολλάχις πάντα ὄχνον ὑποθεμένους ἀπαντῆσαι, χαὶ προλαδεῖν τὰ ἐχ τοῦ χειμῶνος δυσχερῆ.
γεθοτῖμιδ δεπῖοῦ, πιογίο Ειιδοδίο, Οἀδξαγθαπι αὖ θρίδεορὶς αὐἀυοσαίιιδ, δ6ἀ (απὶ μογ[μποιοτίθ, μἱ πθς αἀδ886 ἐμκπὶ ὁροτίετγε δἰ σπὶ βεάτθιι, πρὸ φια ἀδ τὸ, πθς ἤμ0 ἰξηροτ6, τδροπάϊι ἰδ {Πογὶς στοροτὶ! [1 φαίανπο εοτίριΐε. Νοη αἰξεϊπιμίαι νεπεγαπάπς ἱπάθοοταπι ἱμδοτιιπι αθοπαϊ ται ον πηι, δθηιι6 αὖ ἱρεὶδ οοπίθμιρίμηι; Ῥτοτα εἶ! ἰαπιέπ εε αἀ[μίμγιιηι, δὲ πη δόοιίηι υοῖο οἱ δι ἢ ταηὶο Βαδὶἑἑμιηι ργοδοφιὶ υϑἰτηῖ
Ὡς ἡδεῖς ὑμεῖς καὶ φιλάνθρωποι, χαὶ περιττοὶ τὴν ἀγάπην! Κεχλήχατε ἡμᾶς ἐπὶ τὴν μητρόπολιν, ὡς οἶμαι, περὶ ἐπισχόπου τι βουλευσόμενοι. Τοῦτο γὰρ ὑμῶν αἰσθάνομαι, οἵ γε μήτε ὅτι παρεῖναι δεῖ, μὴτε ἐφ᾽ ᾧ, μήτε ὅτε, προαγορεύσαντες (52), ἀθρόως ἡμῖν, ὅτι ἐξώρμησθε, δεδηλώχατε, ὡς ἄν τινες οὐ τιμᾷν ἐγνωχότες, ἢ χοινωνοὺς (55) ἔχειν ἐσπουδα- κότες, ἀλλὰ τὸ παρεῖναι ἀποσπουδάζοντες, ἵνα μηδὲ ἄχουσιν ἡμῖν περιπέσητε (54). Τὸ μὲν οὖν ὑμέτε- ρὸν (58) τοιοῦτον, καὶ οἴσομεν ὑόδριζόμενοι" τὸ δὲ ἡμέτερον, ὅπως ἔχει, παραστήσομεν. ἤΔλλοι μὲν ἄλλους δηλαδὴ (56) προθαλοῦνται, κατὰ τοὺς ἑαυτῶν ἕχαστοι τρόπους ἢ πόρους, ὅπερ ἐν τοῖς τοιούτοις φιλεῖ συμθδαίνειν. Ἡμεῖς δὲ οὐδένα προτιμῆσαι δυ- γάμεθα, οὐδὲ γὰρ ὅσιον, τοῦ τιμιωτάτου υἱοῦ (57) ἡμῶν Βασιλείου τοῦ συμπρεσδυτέρου. Τίνα γὰρ, ὧν ἴσμεν, εὑρίσχομεν ἣ βίῳ δοχιμώτερον, ἣ λόγῳ δυ- νατώτερον, χαὶ πανταχόθεν εἰς ἀρετῆς κάλλος ἐξ- σχημένον ; Εἰ δὲ ἡ ἀσθένεια πρόφασις, οὐ γὰρ ἀθλη- τὴν (58) προθδαλεῖσθε, ἀλλὰ διδάσχαλον. Καὶ ἅμα που τοῦτο δυνατὸν (59) τοῦ τοὺς ἀσθενεῖς, ἄν περ ὦσι τοι- οὔτοι, ῥωννύντος χαὶ ὑπερείδοντος. "Ἂν ταύτην δέχησθε τὴν φῆφον, καὶ παρεσόμεθα (40), χαὶ συλληψόμεθα, ἢ πνευματιχῶς, ἢ σωματιχῶς. Εἰ δὲ ἐπὶ ῥητοῖς ἣ ὁδὸς, χαὶ χρατεῖν μέλλοιεν αἱ στάσεις (41) παρὰ τὸ δί-
ἡμῖν, ὅτι. 516 υἱΐυ5 Πορὶ οο41. ορα ἰ06118 16 δπ δὴ - ΔἴπΡ. [η οἱ. εἴ τι, νου φαα 8}. : δὲ φμίά [ἀφο γ6 απητγοδεὶ ὁπιϊ5, (δοἰαταιϊς.
Καὶ. 81 ᾿ὰϊς βυπναρίο σδἰσυϊι νοϑίγυπι Δ] δοοῦῖ- Α χαῖῦν, χαίρομεν παρεωραμένοι. Ὑμέτερον ἔστω τὸ εἰς, οἱ δάοτίιπδ, οἱ Ὡ05 νο ὴβ νοὶ βρίγἰ(ι8}} νὸὶ ἔργον, ἡμῶν δὲ ὑπερεύχεσθε (48).
υμάς τυδει ἰδυάτπι ὀσογάϊαην ἀσόδηι ἢ εἰ αι 5 Πόθεν ἄρξομαι τῶν σῶν ἐγχωμίων ; καὶ τί προσ-
εἰπών σε χυρίως ἂν ὀνομάσαιμι ; στύλον χαὶ ἑδραί- μα τῆς Ἐχχλησίας, ἣ φωστῆρα ἐν χόσμῳ, τὰ αὐτὰ τῷ ᾿Αποστόλῳ φθεγγόμενος, ἢ στέφανον καυχήσεως τῷ σωζομένῳ μέρει Χριστιανῶν; ἣ Θεοῦ δῶρον, ἣ πα «ρίδος ἔρξισμα (44), ἣ χανόνο πίστεως, ἣ πρεσθευτὴν ἀληθείας (49), ἣ ὁμοῦ πάντα χαὶ πλείω τούτων ; χαὶ τὴν ὑπερδολὴν τῶν ἐπαίνων τοῖς ὁρωμένοις πιστώσο- μαι. Τίς ὑετὸς οὕτως (46) ὥριμος ἦλθε διψώσῃ γῇ ; ποῖον ἐχ πέτρας ὕδωρ τοῖς ἐν ἐρήμῳ πλημμυροῦν ; τίνα τοιοῦτον ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος: τί- σιν Ἰησοῦς, ὁ Κύριος ὁ χοινὸς, τοῖς ἑαυτοῦ (47) μα- θηταῖς οὕτως ἐν χαιρῷ βαπτιζομένο:ς ἐπέστη, ἵνσ χαὶ τὸ πέλαγος ἡμερώδῃ, χαὶ τοὺς χινδυνεύοντας περισώσηται, οἷος σὺ χάμνουσιν ἡ μἷν καὶ ἀνιωμέ-
βοθαγεῖ, οἱ ρϑυοἰδηιῖθιι5 δ] θην αὔογγαὶ 15, ὧὐ τὰ Ο νοις, καὶ οἷον ἤδη ναυαγοῦσιν ἐφάνης ; Τί δεῖ (48) τὰ
Ἀλλ᾽ ἡ μήτηρ ἡμῶν ἡ Ἐχχλησία, τὴν Καισα- ρείαν (0) λέγω, νῦν ὄντως ἀποδύεται τὰ ἐνδύματα «ἧς χηρεύσεώς ἐπὶ τῇ σῇ θέ, καὶ στολὴν εὐφρο- σύνης ἀναλαμθάνει (81), καὶ λαμπρυνθήσεται μᾶλ- λον, ἐπειδὰν ποιμένος τύχοι (52) ἑαυτῆς τε χαὶ τῶν προειληφότων, χαὶ τῶν ὑμετέρων χειρῶν ἀξίου. Τὰ γὰρ ἡμέτερα καὶ αὐτὸς ὁρᾷς οἷα, καὶ ὅσον ἐθαυ-
(45) ΠρΕσθΡ ἣν ἀληθείας πδϑογίογεηι υοτί!αἰἱ8 αὐ ομἰοτεμι ; ποι ἀριΐυ.5 νἱ οίυς ἀοη δῖ. 4υδηη ἰδ- ϑαίμηι. Μοχ ἣ ὁμοῦ πάντα χαί. Μοιίδο. οἱ Μοτεὶ. ΡῬγοροπυπί ἢ ὁμοῦ πάντα ταῦτα χαί
ματούργησεν ὁ σὸς ζῆλος, χαὶ ἱδρὼς, καὶ ἡ κατὰ Θεὸν παῤῥησία (δὅ). Γῆρας ἀναχαινίζεται, καὶ ἀῤ- ῥωστία νιχᾶται, χαὶ πηδῶσιν οἱ ἐπὶ χλίνης, χαὶ ἀσθενοῦντες περιζωννύονται δύναμιν. Τούτοις εἰχάζω χαὶ τὰ ἡμέτερα χατὰ νοῦν ἐχδήσεσθαι (54). Τὸν μὲν οὖν πατέρα ἔχεις ἀνθ᾽ ἑαυτοῦ, χαὶ ἀνθ᾽ ἡμῶν, τέλος παντὶ τῷ βίῳ καὶ τῇ σεμνῇ πολιᾷ χαλὸν ἐπιθή- σοντα (585), τὸν νῦν ὑπὲρ τῆς Ἐχχλησίας ἀγῶνα. Καὶ δεξόμεθα τοῦτον, εὖ οἶδα, εὐχαῖς ὑμετέραις ἐῤ- ῥωμενέστερόν τε χαὶ νεανιχώτερον, αἷς πάντα δεῖ θαῤῥοῦντα (δ0) πιστεύειν. Εἰ δὲ χἀν τῇ φροντίδι καταλύσειεν, οὐ ζημία τοιαύτης χαὶ ἐπὶ τοιούτοις τυχεῖν τελευτῆς. Ἐμοὶ δὲ, παραχαλῶ, συγγνώμην ἔχετε, εἰ μικρὸν ταῖς τῶν πονηρῶν γλώσσαις ὑποχω- ρῆσας, μικρὸν ὕστερον ὑμῖν χαὶ προσδράμοιμ! (57), καὶ περιπτυξαΐίμην, καὶ ὅσα παρεῖται νῦν, δι᾽ ἐμαυ- τοῦ προσθείην, τῆς εὐφημίας.
Α ἴαπὶ ραίγΆγῖ! Ζοῖυ8. (015, οἱ ϑυ 0, δὲ φγαία ἤ.0 Πάποϊα οἱ ἸΙθαγλ8. ϑαπϑοίι8 σοπουδίυγ, ΠΙΟΥΡῸ 5 ΒΡΟΓΑΙΌΓ, ἰοοῖο αὔϊχὶ δα απί, ἰπ γι! ροϊομια δοοϊηφυπίιγ. Αι Γ65. πιῖ ἢ! ουη͵δείυγαιι ἁἤδγυηΐ, ποροιῖα ΄υυαι Ὠοϑβῖγα ὃχ δηΐ πηι 56 πίθη ἰ8 βιιοοα βθυ γᾷ 0586. Δ ραΐγοιῃ αὐἰάθπι, ὑππὶ 800, ἴππὶ ΠΟΘΙΓΟ ποπλΐπ6 ἢἈ}}65, ρα ]ο γι πὶ τ ηἰ γοῦβὰ Υἱ5 αἱ ν6}6- ταηάξ οδη οὶ ἤμπθαι ἱπηροσίτυταπι, ἢ γαῖ ρΓῶ- δθηΐθηι ἤδη. ὑγὸ Ἐςδοϊοβία ἀϊπιϊοδιοπθιη. Αἱ σ6Ρ- ἴαπι Δ}060 (ὉΓ6 υἱ ρτεοίθυ8 νϑβῖν 8, αυΐθυβ (γϑίτ8 ΘΟ ποη 5810] αυϊάν᾽8. ρΡοΠΠ οογὶ ἀθθεῖ, ἤτγηίογδπι δυηὶ γα!δηιἰογοηαια γοορίδηι8, Ουοὰ δἰ ἴῃ δ ᾳυοαις οὐτὰ Θχίγθιηο νἱία αἱ ραγαπραῖυγ, π|ΐ- πἰπθ Πἰὰἀ ἴθ ἀάπιιο ρυποπάσπι 651, (4|6π|, οἱ ὁ" ΓΘ (4165, Υἱ85 ἤἥμπδιι σοηβοαυὶ. ΜΙ γογοὸ ἱφποβοϊίθ,
Ἐπειδή σε τεθέντα ἐπὶ τὸν ὑψηλὸν θρόνον ἔγνων (89), καὶ τὸ Πνεῦμα ἐνίχησε, τὸν λύχνον ἐπὶ τῆς λυχνίας δημοσιεῦσαυ, οὐδὲ τὸ πρὶν ἀμυδρῶς λάμποντα, ἥσθην μὲν, ὁμολογῶ. Τί δὲ οὐχ ἔμελλον, τὸ κοινὸν τῆς Ἐχχλησίας ὁρῶν χαχῶς ἔχον, χαὶ τοιαύτης χρῆἧζον χειραγωγίας ; Προσέδραμον δὲ οὐχ εὐθὺς, οὐδὲ προσδραμηοῦμαι" μηδέ γε τοῦτο αὐτὸς ἀπαιτήσῃς. Πρῶτον μὲν, ἵνα σο: τὸ σεμνὸν φυ- λάξω (00), καὶ μὴ συνάγειν δόξης τοὺς σπουδαστὰς, ὑπό τινος ἀπειροχαλίας καὶ θερμότητος, ὡς ἂν φαῖεν οἱ ἐνδιαδάλλοντες (01). Δεύτερον δὲ, ἵνα ἐμαυτῷ πραγματεύσωμαι (03) τὸ σταθερόν τε χαὶ ἀνεπίφθο- γον. Πότε οὖν ἥξεις, τυχὸν ἐρεῖς, χαὶ μέχρι τίνος ἀναδύσῃ ; Ἕως ἂν ὅ τε θεὸς χελεύσῃ (05), καὶ παρ- ἔλθωσιν αἱ σχιαὶ τῶν νῦν ἐπιτιθεμένων (64) χαὶ βασχαινόντων. Οὐ γὰρ ἐπὶ πλεῖον ἀνθέξουσιν οἱ λεπροὶ (6), σαφῶς οἶδα, τῷ Δαδὶδ τὴν Ἱερουσαλὴμ ἀποχλείοντες.
(54) Τὰ ἡμέτερα κατὰ γοῦν ἐχδήσεσθαι. ἃ Ῥαβ8. οἱ Οοπηθοί. ἰη οὐ. ἐχόήσεται. Αἱ ὑτο ἡμέτερα, μδῦει οοά. ὑμέτερα.
(51) "Ὑμῖν καὶ προσδράμοιμι. Οοὰ., Βερ. εἱ Οοπιθεί. χαὶ προσδραμοῦμαι, ῬΕΓρογδηι ἴῃ οἀ ἐμῶν αἱ ποΐδλιι! ΒΙΠ}5 οἱ ΟΠ θο 5,15.
Νοπάππι υἱοίιις πἷς ταιϊοπίνες, α ΟΥοφοτῖο 86 σοπίοπιρίπηι χμογοδαίμγ; ομ}ι5 φμοτοίϊς τοδροη δι ρετασμίε [δ {οτὶς Οτοηοτῖμς. ϑετγίρία αμίδηι ἰιαῖς ἐρὶδίοία ὁ διιμί6 ἀπμὸ ὅ70, αἱ ἱπόμπίο 511.
Ουοιιοάο οχίσυς ποὶβ οἱ υ]68 γθδ ἰῷ βυπί, 9 Α Πῶς ἐπιφυλλὶς (67) ἡμῖν τὰ σὰ, ὦ θεία καὶ ἱερὰ
χεφαλή ; ποῖόν σε ἔπος φύγεν ἕρχος ὀδόντων ; ἣ πῶς τοῦτο εἰπεῖν ἐθάρσησας; ἵνα τι χαὶ αὑτὸς θαῤῥήσω μικρόν. Πῶς ἣ διάνοια ὥρμησεν (08), ἣ μέλαν ἔγρα- ψεν, ἢ χάρτης ἐδέξατο; ὦ λόγοι, καὶ ᾿Αθῆναι, καὶ ἀρεταὶ, χαὶ λόγων ἱδρῶτες ! Μιχροῦ γάρ με χαὶ τραγῳδὸν, οἷς γράφεις, ποιεῖς. Πότερον ἡμᾶς ἀγνοεῖς, ἢ σεαυτὸν, ὁ τῆς οἰχουμένης ὀφθαλμὸς, ἡ μεγάλη φωνὴ καὶ σάλπιγξ, τὸ τῶν λόγων βασίλειον; Μικρὰ Γρηγορίῳ τὰ σά; Τί οὖν τις ἄλλο (69) θαυμάσειε τῶν ἐπὶ τῆς γῆς, εἰ μὴ σὲ Γρηγόριος; Ἕν μὲν ἔαρ ἐν ὥραις, εἷς δὲ ἥλιος ἐν ἀστράσιν, εἷς δὲ περιἐχων ἅπαντα οὐρανὸς, μία δὲ χατὰ πάντων φωνὴ ἡ σὴ, εἴπερ τι ἐγὼ ἱχανὸς τὰ τοιαῦτα χρίνειν, μηδὲ ἀπατᾷ με τὸ φίλτρον, ὅπερ οὐχ οἴομαι. Εἰ μὲν ὅτι μὴ πρὸς
πᾶσιν ἀνθρώποις" οὐδὲ γὰρ ἄλλος τις ἀξίως ἐθαύμασεν, ἢ θαυμάσεται (1), ὅτι μὴ σὺ, χαὶ ἡ σὴ μεγαλοφωνία, ἐΐπερ οἷόν τε ἣν ἑαυτὸν ἐπαινεῖν, καὶ τοῦτο εἶχεν ἡμῖν ὁ τῶν λόγων νόμος. Εἰ δὲ τὸ χαταφρονεῖν ἐγχᾶ - λούμεθα, τί μὴ μανίαν πρότερον; ᾿Δλλ᾽ ὅτι φιλοσο- φοῦμεν ἀγαναχτεῖς (73); δὸς εἰπεῖν, τοῦτο μόνον χαὶ τῶν λόγων τῶν σῶν ὑψηλότερον.
τομίας, καὶ πράγματα ἔχειν ἀπό τινος σοτφιστιχῇς τῶν χρατούντων, χαὶ συνήθους περιεργίας (74): καὶ θαυμαστὸν οὐδέν. Οὐδὲ γὰρ ἡ γνόουν τὸν φθόνον, χαὶ ὅτι πολλοὶ τῶν περὶ σὲ τὰ ἑαυτῶν διὰ σοῦ (72) θερα-
πεύοντες, χαὶ τὸν σπινθῆρα τῆς μιχροψυχίας (10) ἀνάπτοντές εἰσιν. Ἐχεῖνο μὲν οὖν οὐ δέδοικα, μή τι πάθῃς (77) ἀφιλόσοφον ἐν τοῖς λυπηροῖς, χαὶ σεαυ- τοῦ χαὶ ἡμῶν ἀνάξιον. ᾿Αλλ᾽ ἡγοῦμαι νῦν δὴ χαὶ μάλιστα γνωρισθήσεσθαι (78) τὸν ἐμὸν Βασίλειον, χαὶ ἣν ἐν παντὶ τῷ χρόνῳ συνελέξω φιλοσοφίαν, δια- δειχθήσεσθαι, καὶ ὑπερτχήσειν τὰς ἐπηρείας, ὥσπερ ὑψηλῷ χύματι (79), χαὶ μένειν ἄσειστον, ἄλλων τα- ρασσομένων. Εἰ δὲ δοχεῖ, χαὶ αὐτὸς παρέσομαι, τυχὸν μὲν χαὶ γνώμης τινὸς χοινωνήτων (εἴπερ ὕδα- τος δεῖται θάλασσα, χαὶ σὺ τοῦ συμδουλεύοντος [80]}" πάντως δὲ, ὠφεληθησόμενος, χαὶ φιλοσοφήσων τὸ συνυθρίζεσθαι.
Οὐ παύσῃ βλασφημῶν ἡμᾶς, ὡς ἀπαιδεύτους (82), χαὶ σχαιοὺς, χαὶ ἀφίλους, χαὶ οὐδὲ ζῇν ἀξίους, ὅτι συνιέναι τετολμήχαμεν ἃ πεπόνθαμεν; οὐ γὰρ ἄλλο γε οὐδὲν ἀδιχοῦμεν, αὐτὸς ἂν εἴποις" οὐδέ τι σύνισμεν αὑτοῖς ἡμῖν (85) ἣ μιχρὸν ὃ μεῖζον περὶ σὲ χαχοῖς γεγονόσι, μηδὲ συγγνοΐημεν᾽ πλὴν τοῦτο μόνον ἔγνω- μὲν ἡπατημένοι, ὀψὲ μὲν ἄγαν, ἔγνωμεν δέ" καὶ τὸν θρόνον αἰτιώμεθα, ὡς ὑψηλότερόν σε ὑμῶν ἁθρόως ποιήσαντα’ χαὶ χάμνομεν τὰ σὰ ἐγχαλούμε- νοι, χαὶ ἀπολογούμενοι πρὸ; τοὺς σαφῶς εἰδότας χαὶ τὰ πρῶτα ἡ μῶν, καὶ τὰ νῦν. Τοῦτο γὰρ ὧν πάσχομεν τὸ γελοιότατον, ἢ ἐλεεινότατον, τοὺς αὐτοὺς ἀδι- χεῖσθαι χαὶ ἐγχαλεῖσθαι, ὅπερ νῦν ἡμῖν (84) συμθέ- όηχεν. Ἐγκαλοῦσι δὲ χαὶ ἄλλοι μὲν ἄλλο τι, καὶ ὅ τι ἔχαστος βούληται, κατὰ τὸν ἑαυτοῦ τρόπον, ἣ τὸ μέ-
ὑπεροψίαν καὶ περιφρόνησιν, χαὶ τὸ παρεῤῥίφθαι ἡμᾶς μετὰ τὴν χρείαν, ὥσπερ τῶν σχευῶν τὰ ἀτι- 'μότατα, χαὶ τοῦ μηδενὸς ἄξια, ἣ τῶν ἐρεισμάτων ταῦτα, ὑπὲρ ὧν αἱ ἀψίδες, ἃ μετὰ τὴν πῆξιν ὑφαιρεῖ- τοι χαὶ διαπτύεται. Τούτους μὲν οὖν χαίρειν ἐάσο- μεν, καὶ λέγειν ὅ τι ἂν λέγωσιν" οὐδεὶς ἐφέξει γλώσσης αὐτονομίαν. Καὶ σὺ μοὶ τὸν μισθὸν χατά-. ὅαλε τὰς μακαρίας χαὶ χενὰς ἐλπίδας, ἃς χατὰ τῶν
(75) Γνωρισθήσεσθαι. 1 εοὐά. Ητ]. δ6 ΡΆ55. ]η οὐ. γνωρισθῆναι. Ραυϊοὸ ἰηίγα, ρΓῸ φιλοσοφίαν, «οὐ. Π1Δγ]. σοφίαν, εἰ ργο συνελέξω, 04. Ρα58. συν- εἐλέξαμεν εοοἰϊεσίπιιιδ, ὁ ν
80) Τοῦ συμθουδύογτος. ἴδ “04. υπι5, εἰ ὑονεῖ. Αἱ οὐἀά. Ρα85. εἰ Ηλγὶ. τοῦ συμθουλεύσον- τος. Ῥαυΐϊο ἱρίγα, τὸ συνυδρίξεσθαι ἀοροδὶ ᾿ εο0.1.
ἀϊα:οοδἷπι βυδπι ἴῃ πηι]05 δορί βοορδίυϑ ρϑγίίι5 68- 50, ϑβ μη ΐδαι6 ᾿ἔσηο }} 660, οἱ 46 ρΒ]Ποβορ!ιδηάιμ ΔΙ Τοἰδϑίπιο, ἰἈπίτπὶ γί γα, οὐ οὐ 60. ΟΙΠΏ65 πι- οοὐδι μι ἀΐ 65. ἰη ογοδάθθδηϊ, ργοίεο β56ί, ἤθη ἱπηηιες γἷ10 88 Ρ6ΓΡ ἐπ} εἰ5πηοἀ Ποηοτίβ βρθοίθπι οοηίοηι- Ρέσπι,, ἱρηοπιΐααυο «ἰθοίιην [1556 Υἱῦ ορίϊπιι8 Ὁ δΠιιογαθαίιγ,. Εἰ βὰπο δογιι δι οἰεἰὰ., 4υ85 διοαιὶ
ἀγὰ}}} οἷανο χα νυἱάδυδίαγ, ὁ» Θᾶμι οὐυβ8π ροιὸ ἡϊββι!α!ς. Βαβη} 115. αι! δι ἀρυὰ θοπο8 Υἶγοβ 60 πο- πιΐη6 οἴΐηάϊε, ἱπιφαίυδαια. οὐη ἀγοβοῦίο δρἶβθ6 ὀχ βεἰπιδίιι9 681, υᾶπι νοὶ ΡΓῸ 8ι10 5010 ΟΔῃι ΓΕ, ΥὙΕ] ῥγΓῸ {ΠΠπ8 πη 0 γ]0|8 δὲ ἀἰηϊαίθ, νοὶ ὑγοὸ δινίοἰ ἴα: ἤαγθ. Ὑϑγυπὶ οὐδὲν ἁμαρτεῖν ἐστι Θεοῦ καὶ πάντα κατορθοῦν, κἱ {Π|Ὸ ἷι.
(84) Ὅπερ γὺν ἡμῖν, τὰ ςοὐά, ΗδΔε]. οἱ Ρα85. ἴῃ ον. ὅπερ νῦν καὶ ἡμῖν. Ρλυὶο ρυϑι, χαὶ ἄλλοι μέν, Νοηιᾶς. χαὶ ἄλλος μέν
χούφους ἡμᾶς, χαὶ προχείρους πρὸς τὰ τοιαῦτα Ἐγὼ δὲ τὸ ἐμὸν, ὡς ἔχω (88), δηλώσω, χαί μοι μηδὲν ὀργισθῇς. Ἐρῶ γὰρ, ἃ καὶ παρ᾽ αὐτὰ τοῦ πάθους ἀπεςθεγξάμην, οὐ τοσοῦτον ἢ τῷ θυμῷ ζέσας, ἢ τῷ γεγονότι χαταπλαγεὶς, ὥστε χλαπῆναι τοὺς λο- γισμοὺς, χαὶ ἀγνοεῖν ἅπερ ἕλεγον (86). Οὔτε ὅπλα
ἔμαθον, ἡνίκα χαιρὸς εἶναι μᾶλλον ἐδόχει, πάντων ὁπλιζομένων χαὶ μαινομένων (οἶσθα τὰ τῶν ἀσθενῶν ἀῤῥωστήματα [87]}, οὔτε τὸν ᾿Αρήιον ΓΑνθιμον (58) ὑποστήσομαι, καίπερ ἄωρον ὄντα πολεμιστὴν, Ψιλός τε ὧν χαὶ ἀπόλεμος (89), χαὶ πρὸς τὰ τραύματα ἐπι- τηδειότερος. ᾿Αλλ᾽ ἐχείνῳ μὲν αὐτὸς πολέμει, εἰ τοῦτό σοι φίλον (χαὶ γὰρ τοὺς ἀσθενεῖς πολλάχ'ς αἱ χρείαι
ἄν σου τῶν ἡμιόνων (90) λαμθάνηται, τὰ στενὰ τη- ρῶν, χαὶ ὥσπερ ὁ ᾿Αμαλὴκχ ἐχεῖνος, εἴργων τὸν Ἰσραήλ. Ἡμῖν δὲ ἀντὶ πάντων δοῦναι τὴν ἡσυχίαν. Τί γάρ δεῖ μάχεσθαι περὶ γαλαθηνῶν (91) καὶ ὀρνί- θων, καὶ τοῦτο ἀλλοτρίων, ὡς δῆτα περὶ ψυχῶν καὶ χανόνων; Τί δὲ τῶν λαμπρῶν Σασίμων ἀποστερεῖν τὴν μητρόπολιν, ἣ γυμνοῦν καὶ ἀναχαλύπτειν τὸ τῆς γνώμης ἀπόῤῥητον, συγχρύπτειν (92) δέον ; ᾿Αλλὰ σὺ μὲν ἀνδρίξου, καὶ χραταιοῦ, χαὶ “πάντα ἔλχε πρὸς τὴν σεαυτοῦ (90) δόξαν, ὥσπερ οἱ ποταμοὶ τοὺς χε:- μάῤῥους, μῆτε φιλίαν, μῆτε συνήθειαν τοῦ καλοῦ προτιμῶν, καὶ τῆς εὐσεδείας, μήτε τοῦ ποῖός τις εἶναι δόξεις ἐκ τοῦ ταῦτα ποιεῖν φροντίζων, ἀλλ᾽ ἑνὸς ὧν τοῦ πνεύματος. Ἡμεῖς δὲ τοῦτο μόνον χερδανοῦ-
οὐΐο, Ουΐά δ ΟΡ 5 οδϑὲ ῥγὸ Ἰδοίοπενυς οἱ αν"ρι5, ιν μεν τῆς σῆς φιλίας, τὸ μὴ πιστεύειν φίλοις, μήτε οἱ φυϊάοθπι δ᾽ οΐ5, ΠῸὴ 5605. 8Δ6 ΡΓῸ Δ ΠΊΔ118 οἱ τοῦ Θεοῦ ποιεῖσθαί τι προτιμότερον.
ἐδηοηΐθι5 εἰρ]αὐϊανὶ 2 ()υἱά οἰἰαπι 5ρ᾽6π 115. 118. ϑδβίν}8 τη θίΓορο Δ παιῃ ἀγῦδπὶ ργίναγο, 86. τῃϑηί 8 ἀτοδησηι, φιοά ργοπιοπάυμ οἱ οὐοι!δηθιπὶ ογαΐ, δρογίγὰ οἵ ἀδίοσογο ἢ Ουοεοίτοα τὰ αυϊάδηη Υἱνη 6 880, δξ οοηίογίαγα, οπηΐδαυα δὰ ὑπὸ ἰρβίυ8 σ]ογίδι, αιιδιμδἀπιοάυμν ἤν ἰοτγοπίαθθ, ἰγᾶμθ, :.6 6 δηλ οἰεἰλπὶ, πες Υἱτ σοπϑιιοιυἀΐμθη) δὲ [Ἀπ ΠΥ] αΐαπη νἱγία!8. ἃς ρίείαια. ροιογο ΠΔΡΘΠ8, ΠΟῸ 4188 6. ἷ5. τεθυθ οπιϊπαπ) ορὶπῖο 46 γ6 [υἱπγὰ 5[1 αιϊἀφυδπι εὐγάπβ, βεἀ τἷὖ ἀιππίαχαϊ βρίγιιυὶ 16 δά- ἀϊοοπ8. Νὸρ νοιῸ ἰὰ ἀπηίαχαι ᾿ΟὙ] Χ δῃνί οἶα (πἃ οδρίθιμ8, αἱ Δι ]οἶ5 Ροϑίϊας πιϊηΐτη6 Πάδπηυθ, π60
(80) Ὡς ἔχω. Οοὐά. ἴλοᾳ., Ηλτ]., Ρα55. ὡς ἔχει. Ῥάνο ἰπίγα, ργῸ αὐτὰ τοῦ πάθους, οςοἀ. ἤεῷ. παρ᾽ αὐτὸ τὸ πάθος.
Ἐγχαλεῖς ἡμῖν ἀργίαν καὶ ῥαθυμίαν, ὅτι μὴ τὰ ΒεΒἰἀΐδπὶ οἱ ἱποΓγιΐδ:}) ΠΟΙ͵8. ΟἹ} ]ο͵8, ἀυΐα πο
σὰ (98) Σάσιμα κατειλήφαμεν, μηδὲ ἐπισχοπιχῶς χινούμεθα, μηδὲ, ὥσπερ χυσὶ βρῶμα ῥιφὲν ἐν μέσῳ, χατ᾽ ἀλλήλων ὑμᾶς ὁπλίζομεν (90). Ἑμοὶ δὲ μεγίστη πρᾶξίς ἐστιν ἡ ἀπραξία. Καὶ ἵνα εἰδῇς τι τῶν ἐμῶν χαλῶν, τοσοῦτον τῇ ἀπραγμοσύνῃ φιλοτιμοῦμαι, ὥστε οἴεσθαι χαὶ νόμος εἶναι: πᾶσι τῆς περὶ τοῦτο (97) μεγαλοψυχίας. Καὶ ὡς εἰ πάντες ἡμᾶς ἐμιμοῦντο, οὐδὲ ἂν ἣν πράγματα ταῖς Ἐχχλησίαις, οὐδ᾽ ἄν ἡ πίστις παρεσύρετο (98), τῶν ἰδίων ἑκάστῳ φιλονει-- χιῶν ὅπλον τυγχάνουσα.
Ὡς θερμὸν εξάλλῃ, χαὶ πωλιχὸν ἐν τοις γράμμασι! Καὶ θαυμαστὸν οὐδὲν, ἄρτι σΞ δόξης γενόμενον (1), ἡμῖν ἐπιδείχνυσθαι βούλεσθαι, ἥντινα δόξαν εὑρί- σχης (2), ἵν᾿ οὕτως σεαυτὸν μᾶλλον σεμνὸν ποιῇς, ὥσπερ τῶν γραφέων οἱ τὰς ὥρα; γράφοντες. Ἐμοὶ ὃὲ τὸ μὲν πάντα ἐχδιηγεῖσθαι τὰ τῶν ἐπισχόπων, καὶ τὰ τῆς ἐπιστολῆς, ἐφ᾽ ἦ σὺ δυσχεραίνεις, ὅθεν τε ἠρξάμεθα, χαὶ ὅπου προέθημεν (5), χαὶ εἰς ὃ χατ- ελήξαμεν, μαχρότερον ἣ κατ᾽ ἐπιστολὴν εἶναι φαίνε- τα:, χαὶ οὐχ ἀπολογίας μᾶλλρν ἔργον ἣ ἱστορίας (4). Ὡς δὲ συντόμως δηλῶσαι, ἔχεν ἡμῖν ὁ γενναιότατος ΚΆνθιμος μετά τίνων ἐπισχόπων, εἴτε ὡς τὸν πατέρα ἐπισχεψόμενος τὰν ἐμὸν (χαὶ τοῦτο γὰρ ἔδοξεν), εἴτε σπουδάσων ἅπερ ἑσπούδατε. Πολλὴν δὲ καὶ περὶ πολ- λῶν (Ὁ) πεῖραν καθεὶς, τῶν παροιχ!ῶν, τῶν Σασέίμων
(91) Περὶ τοῦτο. (οἀά. Βερ. εἰ ΠΔη!. περὶ ταῦτα. ἤυπς Ἰοουη νογίογαι Β}}}. : ὕψι αὐθ0 φιίδ- 44 αἰφιιε οἷο φίοτίοτ, τὲ πιὲ πιο αὐἀυέγδιιδ Ὅ06 απῖ- τη πιαρπι(μαϊπὶδ οἾι5, σι ἰις ο(ἰα 6δι, ἰεφόηι οι - δμα 6446 μιμίεπι.
1) Δόξης γεγόμεγον. ὕι δἰ ηϊ σοι ουπι, ἰπαιξ Β1Π., φυὶ τοϊα!πη 56 ρἰοτίος βίυά!ο ἀδά!!, αυεηιδάπιο- ἄππν ἀϊοίηνι8 ὅλον τοῦ Θεοῦ γενέσθαι, (6 ὁ0 αἱ ἴο- ἀπ 56. Δ Ἰ)δπν ΘΟΠμ} 1, οἴχψαα 86 δααϊχί!, εἰ ὅλον εἶναι τῆς ἐχδημίας, αυΐ ἰοἵι15 πῃ ΠΟΙ 5 πιο "1 ]0Π6 ἀεἴχυβ 6βι. Πορίτυγ ἴῃ ΕὙΟΡδηΐλπο, δόξης γενό- ᾿
Ὁ (ὅ) Καὶ ὅπου προέθημεν. Οοἀ. Ῥα85. ὅπη προ- ἐθημεν. Μοχ, καὶ εἰς ὃ χατελήξαμεν, τεάἀάϊθεγαι Β1}. : οἱ εϑὶ δοτὶ δϑοπαὶ ἤποπι [ἐεοτίμι5. Αἴ ποι Ῥα10 γογίοηόυηι, δι σοπηθοῖ., ξοτὶ δοπαάϊ βπόπι, 564 {πε πὶ (οὐ ἢ) ϑαϑίπιογι Θρίβοοραία ποροιὶὶ ; ΓΘΟΙ 5 ἰξίιαν, φιο ἰαμάθηι τὸ αδίογίί.
(8) Πολλὴν δὲ καὶ περὶ ποιιλῶν. 81}. νογιῖξ, Ουπιψιθ πιμἰἰδ πιοαϊδ απἰνιιπι ποδίγαηι ἰἐπία586ῖ, ματι οίαδ σοι ΘΉΙΟΥΑΝ δ... δἰ ποδίγαπι οἰδοιϊοη ηϊ. δὶς ανίᾳια ΒΗ 5 νογαϊ χειροτονίαν,
αὑτὸν μόνον ὁρᾷν ἡμᾶς, χαὶ τὴν νέαν μητρόπολιν μείζονα οὖσαν (7) " Ὑί περιγράφεις, ἔφην, τὴν ἡμετέ- ραν πόλιν (8), ἡμῶν ποιουμένων καὶ τὴν Ἐχχλησίαν, ὡς ὄντως Ἐκχχλησιῶν μητέρα καὶ ἄνωθεν ; Τέλος, ἀπῆλθεν ἄπρακτος, πολλὰ περιπνεύσα:, καὶ Βασι- λισμὸν ἡμῖν, ὡς Φιλιππισμὸν (9), ἐγκαλέσας. Μὴ τοῦτο ἀδιχεῖν σοι δοχοῦμεν; Οὐχ οἶμαι. Σχόπει δὲ χαὶ τὸ τῆς ἐπιστολῆς, ὅπως ἔσχε παρὰ τῶν ὑόρι- στῶν ἡμῶν. Κλῆσιν συνοδιχὴν ἐτύπωσαν (10) πρὸς ἡμᾶς. Ἐμοῦ δὲ ἀντιλέγοντος, χαὶ ὕόριν τὸ πρᾶγμα φάσχοντος, ἀλλὰ τό γε δεύτερον ἠξίουν, δι᾽ ἐμοῦ πα- ραχληθῆναι ὑμᾶς περὶ τούτων βουλευσομένους ({1). Τοῦτο ὑπέστην, ἵνα μὴ τὸ πρότερον γένηται, τὸ πᾶν ἐφ᾽ ὑμῖν ποιούμενος, εἰ βούλεσθε συναγαγεῖν αὐτοὺς, Ὦ χαὶ ὅπου, χαὶ πηνίχα " ὅπερ τιμῶντος ἦν, οὐχ ὑθρί- ζοντος. Ἐπειδὴ δὲ οὐδὲ τοῦτο ἀδιχοῦμεν, εἰπὲ τὸ λειπόμενον. Εἰ παρ᾽ ἐμοῦ (12) τοῦτο δεῖ μαθεῖν ὑμᾶς, αὐτὴν ὑμῖν ἀναγνώσομαι τὴν ᾿Ανθέμου ἐπι- στολὴν, ἦν, ὅτε χατέσχε λίμνας, ἡμῶν ἀπαγορενόν- πων χαὶ ἀπειλούντων, ἐπέσταλχε πρὸς ἡμᾶς, χαὶ ὑθρίξων, χαὶ ὀνειδίζων, χαὶ ὥσπερ ἐπινίκιόν τινα καθ᾽ ἡμῶν ἄδων ὡς ἡττημένων. Καὶ τίνα ἔχει λόγον, ἐχείνῳ μὲν προσχρούειν δι᾽ ὑμᾶς, ὑμῖν δὲ ἀπαρέ- σχειν, ὡς ἐχείνῳ χαριζομένους ; Ταῦτα δὲ ἔδει πρό- τερον μαθεῖν, ὦ θαυμάσιε, καὶ μηδὲ τότε ὑθρίζειν, εἰ μή τι ἄλλο, ὡς πρεσθυτέρους. Εἰ δὲ λίαν (6) ἐπ, δειχτιχῶς ἔχεις χαὶ φιλοτίμως, χαὶ ἐξ ὑπερδεξιῶν ἡμῖν διαλέγῃ, ὡς μητροπολίτης μιχροπολίταις, ἢ χαὶ ἀπόλισιν (14), ἔστι καὶ ἡμῖν ὀφρὺς ἣν ἀνθέξο-
τἰοποην Βαθοὶ, αὐ συμ ἔπ σλυδα ἴῃ ἢ ΠΠπ|8 οἴϊδεπβίο- Ο μὲν (18). Ῥᾷστον γὰρ τοῦτο παντὶ, καὶ ἴσως εὐλο-
τεῖς), οἱ μὲν μακρότερα (11) γράφουσιν ἧπερ εἰχὸς, οἱ δὲ χαὶ λίαν ἐνδεέστερα " χαὶ ἀμφότεροι τοῦ με- τρίου (18) διαμαρτάνουσι, ὥσπερ τῶν σχοπῶν οἱ τοξεύοντες, ἄν" τε εἴσω πέμπωσιν, ἄν τε ὑπερπέμ- πωσι" τὸ γὰρ ἀποτυγχάνειν ἴσον, χἂν ἀπὸ τῶν ἕναν- “ίων γίνηται. Ἔστι δὲ μέτρον ἐπιστολῶν, ἡ χρεία " καὶ οὔτε μαχρότερα γραπτέον, οὗ μὴ πολλὰ τὰ πρά- Ὕματα οὔτε μικρολογητέον, ἔνθα πολλά. Τί γάρ; ἧ τῇ Περσιχῇ σχοΐνῳ μετρεῖσθαι δεῖ τὴν τοφίαν, ἢ παιδιχοῖς πηχέσι " χαὶ οὕτως ἀτελῇ γράφειν, ὡς μηδὲ γράφειν" ἀλλὰ μιμεῖσθαι τῶν σχιῶν τὰς μεσημῦρι- γὰς, ἣ τῶν γραμμῶν (19) τὰς κατὰ πρόσωπον ἀπαν- τώσας, ὧν συνιζάνει τὰ μήχη, χαὶ παραφαίνεται μᾶλλον ἣ φαίνεται τῶν ἄχρων τισὶ γνωριζόμενα " χαὶ ἔστι, ὡς ἂν εἴποιμι χαιρίως (20), εἰκασμάτων εἰχάσματα. Δέον ἀμφοτέρων φεύγοντα τὴν ἀμετρίαν, «οὔ μετρίου χατατυγχάνειν. Περὶ μὲν δὴ συντο- μίας (31) ταῦτα γινώσχω " περὶ δὲ σαφηνίας, ἔχεινο νώριμον, ὅτι χρὴ φεύγοντα τὸ λογοειδὲς (22), ὅσον ἐνδέχεται, μᾶλλον εἰς τὸ λαλιχὸν ἀποχλίνειν" χαὶ, ἵν᾽ εἴπω συντόμως, αὕτη τῶν ἐπιστολῶν ἀρίστη καὶ κάλλιστα ἔχουσα, ἢ ἂν χαὶ τὸν ἰδιώτην πείθῃ, χαὶ τὸν πεπαιδευμένον, τὸν μὲν, ὡς χατὰ τοὺς πολλοὺς οὖσα, τὸν δὲ, ὡς ὑπὲρ τοὺς πολλοὺς, χαὶ ἧ αὐτόθεν γνώριμος. Ὁμοίως γὰρ ἄχαιρον καὶ γρῖφον (25) νοεῖ- σθαι, χαὶ ἐπιστολὴν ἑρμηνεύεσθαι. Τρίτον ἐστὶ τῶν ἐπιστολῶν, ἡ χάρις. Ταύτην δὲ (24) φυλάξομεν, εἰ μήτε παντάπασι ξηρὰ χαὶ ἀχάριστα (20) γράφομεν, ἣ καὶ ἀχαλλώπιστα, ἀχόσμητά τε χαὶ ἀχόρητα (30),
ἀποφθεγμάτων ἐκτὸς, ἔτι δὲ σχωμμάτων, καὶ αἶνι- γμάτων, οἷς ὁ λόγος χαταγλυχαίνεται" μήτε λίαν τού- τοῖς φαινοίμεθα χαταχρώμενοι" τὸ μὲν γὰρ ἀγροι- χὸν, τὸ δ᾽ ἄπληστον. Καὶ τοσαῦτα (27) τούτοις χρη-
(381) Περὶ μὲν δὴ συντομίας. Μα!εὶ Μοηίδο. εὑὐμετρίας, 81, αἱ ἴῃ οτὰ οὐ. 4υ6πὶ υἱάϊξ, σύμο. «ρίας, υϑη υἱιίπηλπ| ἰεοἰἰοηθπ) πο ἱπιργοῦδὶ Μο- Το]. 46 πιοάο ἱπ ορὶςἰοἰὶς σοπδογϑεπα ἐδ δογυανάο.
ΤΆΣ Π16 ἴῃ Θρ 5(0}15 τὸ ἀχαλλώπιστον, καὶ ὅτι ἐγγυ- τάτω τοῦ χατὰ φύσιν, φιιοά ογπαίμ σαγοῖ, οι αὐ πα- τἀταηὶ Ῥτοχίπις αοοεαϊ!. γοτιὶϊλ ΜΟΥΘΙ. φεύγοντα τὸ λογοειδές, οἴ0., [μϑίοπάο νογϑογμηι [με ΠΠαἰεπι, αὐ ἰοφμαοϊ(αίοπι γοιΐμ56 ἀφοίϊπατο. Οοτία δὶς ἴῃ βου θ6ῃ- ἀο οομοΐϑυ8 6856 ποίυἱὶ ἀταροῦίιι5.
5. ΟΒΕΘΟΙΙ! ΤΠΕΟΓΟΟΙ ἑ Ἰοεῖβ, βα]4«'5 ἀϊο[18, εἴ Πρ ηνα 8 οαγοῖ,, αυΐθυβ Α στέον, ὅσα χαὶ ταῖς πορφύραις ἐν τοῖς ὑφάσμασι.
Τροπὰς δὲ παραδεξόμεθα μὲν, ὀλίγας δὲ, χαὶ ταύτας οὐχ ἀναισχύντους. ᾿Αντίθετα, καὶ πάρισα, καὶ ἰσό- χωλα σοφισταῖς ἀποῤῥίψομεν (48) εἰ δέ που χαὶ παραλάθοιμεν, ὡς καταπαίζοντες μᾶλλον τοῦτο ποιή- σομεν, ἣ σπουδάζοντες. Πέρας τοῦ λόγου, ὅπερ τῶν χομψῶν τινος ἤχουσα περὶ τοῦ ἀετοῦ λέγοντος, ἡνίχα ἐχρίνοντο περὶ βασιλείας οἱ ὄρνιθες, καὶ ἄλλοι ἄλ- λως (29) ἦχον ἑαυτοὺς χοσμήσαντες, ὅτι ἐχείνου χάλλιστον ἦν τὸ μὴ οἴεσθαι χαλὸν εἶναι. Τοῦτο χἀν ταῖς ἐπιστολαῖς μάλιστα τηρητέον τὸ ἀκαλλώπιστον, χαὶ ὅτι ἐγγυτάτω τοῦ κατὰ φύτιν. Τοσαῦτά σοι περὶ ἐπιστολῶν, ὡς δι᾽ ἐπιστολῆς παρῆμεν (50) " καὶ ταῦτα ἴσως οὐ πρὸς ἡμῶν, οἷς τὰ μείζω σπουδάζεται" τἄλλα
ΡΟ ἰββίπαινη ὁδί ουβεγναπάυιη, υἱ [15 ἰηδῖ! ἰμαβοιαία ' δὲ αὐτός τε φιλοπονήσεις (54), εὐμαθὴς ὧν, καὶ οἱ φυκάδῃι βταϊία, εἱ υἱ 44 πδίαγαπι 4υ8πι ὈτΟΧὶπιΘ Β περὶ ταῦτα χομψοὶ διδάξουσιν. ξ δοοροάδηι. Ηδο δά 16 Παοίθηυβ ἀδ δορί 8018, υἱ Ρ6ῈΓ δρίβίοϊδπι ἰγϑηϑιη!πιι8 : δίηθθ 88 [Ὀγί8586 πιΐ- πι8 δὰ πο8 (δοῖυπε, φυΐθυθ πιϑίογα ΟυΓδΡ διηὶ : οδίδγα 'ρ86 ἴυο {{0] δια ἀϊο οοιμραγαίβ, οὑπὶ ἀρεῖ-
Αὐξυπηπο ἤοΓ658 ἃ ργαῖο ροβεΐβ, οἱ Νββίογοπι βίδα Ῥγουθοῖιπι ἈΓΠΙΔ5, ἀὰπὶ ἃ πὶ Εἰθβδη8 οἱ 86 {π|Π| φυΐάάαπι ἴῃ βογπιοπίθυ8 ροιί8, υὶ ᾿ϑινα τάν πὶ ΟμΝ 8 οταιϊ θη ΐβ οἱ τυἱίδὲ ἀπιοοηίογοπι οὐ πὶ Διηΐ8ὶ. ΝΙΠΪ]Ο - πλΐπιι8 {ποᾳὰ6 ὀπὶπι Ευγγϑίμουπι αυοάάδπι οοτία- τθη, δυΐϊ Ηδγου θα πὶ πο 5 ἐπ} πη 918, 86 δἀπιοάυπι βυλγνα οἵ ἔγαηαυ πὶ; Πποηρ6 αἱ [Π0΄ ορίβϑ10|88
᾿» ᾿ ὕιτ ἀμγος πιδ 6 ἰαϑοτοδ, ,, ἤρα δῦ Ειγνδίιθο, [αἰἷς Ζωμπονῖδ ἱπίφια, Ῥενιμἰοτῖι. (55) Ἡδύν τε καὶ ἡμδρον. [ἃ Ῥ455. Εαΐ!, ἥμερον χαὶ ἡμέτερον, διίαῦε οἱ [απιϊΐαγε. (ὅ0) Σὺ τοίγυν τοῦτον ἱμάντα. Ῥατοάία ει ἰηδίη 15,
Ἐν μετοπώρῳ τὰ ἄνθη παρὰ τοῦ λειμῶνος αἰτεῖς, χαὶ γεγηραχότα ὁπλίζεις τὸν Νέστορα, ἐμέ τι νῦν ἀπαιτῶν δεξιὸν εἰς λόγους, ὃς πάλαι χαὶ λόγου παν- τὸς χαὶ βίου τὸ τερπνὸν χαταλέλυκα (55). “Ὅμως δὲ (οὐ γὰρ Εὐρύσθειόν τινα (54) τοῦτον ἄθλον ἐπιτάτ- πεῖς ἡμῖν, οὐδὲ Ἡράκλειον, ἀλλὰ καὶ μάλα ἡδύν τε χαὶ ἥμερον (50), τῶν ἐμῶν ἐπιστολῶν σοι συναγαγεῖν ὅσας οἷόν τε), σὺ τοίνυν τοῦτον ἑἱμάντα (56) ταῖς σαῖς ἐγχατάθου βίόδλοις, οὐχ ἐρωτιχὸν (57), ἀλλὰ λογιχὸν, οὐδὲ ἐπιδειχτιχὸν μᾶλλον, ἢ χρήσιμον χαὶ τῆς ἡμε- τέρας αὐλῆς (ὅ8). "Ἄλλου μὲν γὰρ ἄλλο τι γνώρι- σμα (39), ἢ μικρὸν ἢ μεῖζον" τῶν δὲ ἡμετέρων λόγων, τὸ παιδευτιχὸν (40) ἕν τε γνώμαις καὶ δό- γμᾶσιν, ὅπη παρείχοι (41). Καὶ χαθάπερ εὐγενεῖ τόχῳ (42), τοῖς λόγοις ὁ πατὴρ αἰεὶ συνεμφαίνεται" οὐχ ἧττον ἣ τοῖς σωματιχοῖς ὡς τὰ πολλὰ χαραχτῆρ- σιν οἱ φύσαντες. Τὸ μὲν οὖν ἡμέτερον τοιοῦτον. Σὺ
58) Καὶ τῆς ἡμετέρας αὐλῆς. Ἰιὰ Ῥα558., Ρᾶγ. οἱ 4}}1 οοἀ. ἃς Οοιηθεῖ. Νοδίγα εαπία, ἰνηϊῖ, φοὐιοὶ αἰδεὶρίἱπ Οἰιτίξιϊαπισ, ποπ ρυυζαπα οτγιαϊἰοπὶδ. ἴὰ οάϊι. καὶ τοῖς ἡμετέροις αὐλοῖς, αυοά νοτιῖϊϊ Νοτι!., Αὐ τἰδιηι οἰΐαηι ποδίγαταπι εἰϑίατιιηι.
(42) Καθάπερ εὐγενεῖ τόκῳ. ΑἸϊὰ βογῖίαβ νογθο- ΤῸ ΠῈ ἢ 10 6χ οοὐά. Μοπίδο., οἱ [ογία οἰαγίογ : Καὶ τοῖς λόγοις ὁ πατὴρ ἀεὶ συνεμφαίνεται, οὐχ ἧττον ἢ καθάπερ εὐγενεῖ τέχνῳ τοῖς σωματιχοῖς, ὡς τὰ πολέ λὰ, χαραχτῆρσιν οἱ φύδαντες.
ὧν γράφομεν ὠφέλειαν. Τούτου γὰρ ἀμείνω μισθὸν οὔτε αἰτεῖν, οὔτε ἀπαιτεῖν ἔχομεν, ἣ τοῖς αἰτοῦσι λυσιτελέστερον, ἣ τῷ παρέχοντι πρεπωδέστερον.
ἘΡΙΒΤΟΙ͂Α ΕΥ̓]. δὲ ἡμῖν ἀντιδοίης, αὐτό τε τὸ γράφειν, χαὶ τὴν ἐξ Α
ιἰ5, υἱ ρνἱυτίπιαμι, ἱπποίοβουηῖ, Νοβίγιιθη ἰρίἑυγ εἰυϑιηοάϊ ε8ῖ. Αἴ τὰ Π0}}}8 οἱ ᾿ρ881 ΒουρΕ0Π6Πὶ Τ6- Ῥεπάδβ, δὲ διμο] υποθηΐαπι εχ 118 χυῶ βασι δίπηυβ. Ῥοιίογϑηλ δηΐπὶ ἢδὸ τηογοοάθπ 6416 ῬαίΘΓΘ, Π640}8 ΤΘρΡΟβοΟγα ΠΑΡο8, δπϊ Παριδηιθιι5 ὉΠ! Ογοῖὰ, δυΐ Ἰγρίθηι! πιδρὶβ ἀθοοόγϑαι. ͵
᾿Αεὶ προτιμήσας ἐμαυτοῦ τὸν μέγαν Βασίλειον, εἰ χἀκείνῳ τοὐναντίον ἐδόχει (44), καὶ νῦν προτιμῶ, οὐχ ἧττον διὰ τὴν ἀλήθειαν, ἣ τὴν φιλίαν. Διὰ τοῦτο προθεὶς (45) τὰς ἐχείνου ἐπιστολὰς, τὰς ἐμὰς ὑπο- τίθημι. Καὶ γὰρ ἐπιθυμῶ πανταχοῦ συνεζεῦχθαι ἡμᾶς ἀλλήλοις, καὶ ἅμα τύπον παρέχων τοῖς ἄλλοις τοῦ μετρίου καὶ τῆς ὑφέσεως.
Τὸ λακωνίζειν οὐ τοῦτό ἔστιν, ὅπερ οἴει, ὀλίγας συλλαδὰς γράφειν, ἀλλὰ περὶ πλείστων ὀλίγας. Οὕτως ἐγὼ καὶ βραχυλογώτατον Ὅμηρον λέγω, χαὶ πολὺν τὸν ᾿Αντίμαχον (47). Πῶς; τοῖς πράγμασι κρίνων τὸ μῆχος, ἀλλ᾽ οὐ τοῖς γράμμασι.
[ιδροπΐοθ ἰοαυΐ, ΠΟῊ 68ὲ, αἱ ρυϊδ8, ρδιοδϑ 8}}18-- θ85 ΒεῦΒ6γβ, 864 ἀθ ῥ᾽ υγίπιΐὶβ γθῦυβ ρϑυοδβ. Αἰᾳιιθ μᾶς ΓϑίΐοΠ6 680 δὲ πηᾶχίπιθ Ὀγου ]οηπιπὶ Ηομιογιιπι 6886 Ργοηυπίίο, οἱ ργου χυμῶν Απιἰπηδοδυμ. Οἱ ἰΔη- ἄθτῃ ἰδία ἢ ηἰπιίγαπι ΓΟθΌ δ, ΠΟῚ δυΐδηι {ἰιοτὶβ ἰοη- εἰιυάΐποαι τ δ ἰπιδη8.
σεαυτὸν ποιῇς τιμιώτερον. Ἤχε οὖν, καὶ νῦν τὴν τοῦ μαχροῦ χρόνου ζημίαν ἀναπλήρωσον ἡμῖν. Καὶ εἴ τί σε τῶν αὐτόθι χατέχοι (49), πάλιν ἀφ- ἦσεις ἡμᾶς, ὡς ἂν σεμνότερος ἧς, πάλιν ποθού- μενος.
Τὴν μικράν (81) σου προσθήχην τοῦ γράμματος, ὡς μεγάλην ἐπιστολὴν, ἐδεξάμην. Ἑμοῦ γὰρ ὑμεῖς,
καὶ ὑμῶν ἐγὼ, τοῦ πνεύματος οὕτως ἡμᾶς ἁρμό- ν 393 γὙββίγὶ δι118, ΒΡ ΓΙ πἰπλΓυ πὶ Π08 δὰ ἢυῃς
σαντος (52). Τοῦτο εἰδότες, εὔχεσθε (55) ὑπὲρ ἡμῶν, καὶ περὶ πάντων θαῤῥεῖτε, ὡς οὐδένας (84)
Γᾶ. Ῥ(9) Κατέχοι. (οἀ. ες, κατέχει. 18 οἱ Ἰοφὶ! Β1}}. 4υ] γβααἱῖ : γοίϊποί. (50) ΑἸϊ49 ((. Βοτὶρία οἶγοᾶ ἀπηυπὶ 572. (51) Μικράν. [τὰ εοἀά. ἜΝ δὲ Ρᾳ88. ἴῃ δὰ. μα- χράν. Μοχ ἐμοῦ. [18 ΒΙ1]. οἱ ἀοπιθεῖ. Εαϊ!. ἐμοί. (523) ᾿Αρμόσαντος. ἰϊὰ οοἀἀ. Βεᾷ. οἱ Οοιηθοί. ἴῃ οἄϊι. ἁρμόζοντος. (85) Εἰδότες, εὔχεσθε. 1 οοἀ. Άοᾷ. εἰ σομιρεῖ. Ιν) οἀ. εἰδότες, καὶ εὔχεσθε, (84) οὐδένας. 516 διποηάδνίπιυβ ἐχ οοἀ. ῬΑΓ. οὗ- δένα, αιιοὰ γἱίϊο5ε ἰερίτυγ 'η εἀ. Νοχ, ἡμῶν. Εἀ, ὑμῶν.
ὑμέτερα χοινουμένους (5) εἰ χαὶ μήπω, μήτε συνήθεια πολλὴ, μήτε πεῖρα τοῦτο ἐδίδαξε. Περὶ δὲ τῶν λυπηρῶν, τί χρὴ γράφειν, ἣ ὅτι βούλομαι τῆς ἄκρας φιλοσοφίας καιρὸν τοῦτον νομίσαντας (6), ἐγκαρτερεῖν ποῖς πάθεσι, χαὶ οὕτως ἀγωνίζεσθαι πρὸς τοὺς λυποῦντας, ἐπειδή γε ἄλλως οὔτε δυνατὸν, οὔτε ὅσιον ; .
τρίδι βαρὺς, καὶ τὰς βλεφαρίδας τῶν ἀμπέλων (59) τὰς ἤδη πρὸς ὠδῖνας λυομένας ἀνέχοψεν αἱ δὲ ἀπομεί- νασαι στεῖραι, αὐχμηρὰς καὶ ἀδρόχους τὰς φιάλας ἡμῶν ἐξειργάσαντο (00) " τί δή ποτ᾽ οὖν σοι τὴν τῶν φυτῶν ἀχαρπίαν ἐχτραγῳδῆσαι προήχθημεν ; Ἵνα γένῃ ἡμῖν, χατὰ τὸν Σολομῶντα, καὶ αὐτὴ ἄμπελος χυπρίζουσα, καὶ χατάχαρπος χληματίς " οὐ βότρυν ἐξανθήσασα, ἀλλὰ τῶν βοτρύων ἐχθλίψασα τοῖς διψῶσε τὴν δρόσον. Τίνες δέ εἰσιν οἱ διψῶντες ; Οἱ τὸν περί- θολον (61) τῆς συνόδου (02) τειχίζοντες. Τούτους ὀρεινῷ μεθύσματι ποτίζειν οὐχ ἔχων ἐγὼ, ἐπὶ τὴν πολυστάφυλόν σου χεχώρηχα δεξιάν" ἵν᾽ ἡμῖν ἐκ ποταμίας τοὺς σοὺς χελεύσῃς ἐπιῤῥεῦσαι χρουνούς. Τοῦτο γὰρ τάχος ποιήσασα, πολλῶν μὲν στόματα ξηρὰ θεραπεύσεις ([5), εὐφρανεῖς δὲ πρῶτον ὡς ἔνι μάλιστα καὶ τὸν ᾿Αττιχιστὴν ἐπαίτην (64) ἐμέ.
41 ἰϊεθμιΐαηι δαποίδείπιο υϑηοταθ ψιο εοποίϊίϊο, 46- οὐάθηδ, ϑοποτῖιπι φμοά ορίαυϊ!, τοιἱπφιοτο. Ὑἱάριυν δ00]6 5148 ΟΠ γἰβιαποτγυπι ἀδδίσηαγο Μαχὶ πιΐπι15 ἀρυὰ Εὐυδβοθίυη, 110. κιχ ἢ 2. ἐδρ. 10, οὐηὶ 3ἰξ ἰορα θ}10- οἰοιϊαηὶ οἱ Μαχίηνδηΐ βδ πο ἢ {1586 τὰς συνόδους τῶν Χριστιανῶν ἐξῃρῆσθαι. ᾿ρ56 δπΐπι ΝΔΠη6 ἰαβ πὶ Δυγυρᾶπδ, 118 σομοεάϊ! υἱ τὰ χυριαχά ἰπῃβιαιιγθηϊ. Ὑ]άδηϊυτ δὐρο βιιρογίογα ὑγῦᾶ δίο τϑἀἀθηάδ, μὲ ᾿τὶδιϊαποτίια ἐσοίεδὶα᾽ ΘυΘΥ ΘΤΕΠΙΜΥ.
Ἐγὼ σὲ καὶ βίου χαθηγητὴν, καὶ δογμάτων δ:-α Εἶξο ἴθ, οἱ ῥτὸ νἱίῶ ἀνθ, εἰ ργὸ ἢάεΐ δὸ ἀορτηᾶ-
δάσχαλον, καὶ πᾶν ὅ τι ἂν (00) εἴποι τις τῶν καλῶν, ἐθέμην τε ἀπ' ἀρχῆς, καὶ νῦν τίθεμαι " χαὶ εἴ τις ἄλλος ἐπαινέτης τῶν σῶν, ἢ μετ᾽ ἐμοῦ πάντως, ἣ μετ᾽ ἐμέ. Τοσοῦτον ἥττημαί σου τῆς εὐλαδείας, καὶ οὕτω καθαρῶς εἰμὶ σός ! Καὶ θαυμαστὸν οὐδέν, Οὗ γὰρ πλείων ἡ συνουσία, πλείων (67) καὶ ἡ πεῖρα " οὗ δὲ ἡ πεῖρα δαψιλεστέρα, χαὶ ἡ μαρτυρία τελειοτέρα. Καὶ εἴ τι ἄλλο μοι τοῦ ζῇν ὄφελος, ἡ σὴ φιλία καὶ συνουσία. Ἔχω μὲν οὕτω (08) περὶ τούτων, καὶ ἔχοιμι. Ἃ δὲ νῦν γράφω, γράφω μὲν οὐχ ἑχὼν, γράφω δὲ ὅμως. Καί μοι μηδὲν ἀχθεσθῇς " ἣ λίαν
Πολλοὶ κατεγνώχασιν ἡμῶν, ὡς περὶ τὴν πίστιν αᾳὶ Μυ[ιὶ π08, αἱ ἰῃ {16 ρᾶγιπὶ (οτίθβ δοοιιβδηΐ, ἰΐ
οὐκ ἰσχυρῶν, ὅσοι χοινοποιοῦσι τὰ ἡμέτερα χαλῶς ποιοῦντες. Καὶ οἱ μὲν ἀσέδειαν ἐγχαλοῦσι φανε- ρῶς, οἱ ὃὲ δειλίαν: χαὶ ἀσέδειαν μὲν, οἱ μηδὲ ὑγιῶς λέγειν (09) πιστεύοντες - δειλίαν δὲ, οἱ τὴν ὑποστολὴν αἰτιώμενοι (710). Καὶ τὰ μὲν τῶν ἄλλων τί χρὴ χαὶ λέγειν ; Ὃ δ᾽ οὖν νεωστὶ συνέδη, τοῦτό σοι διηγήσομαι.
Συμπόσιον ἦν, χαὶ τοῦ συμποσίου μετεῖχον οὐχ ὀλίγοι τῶν ἐπιφανῶν χαὶ ἡμῖν φίλων, ἐν δὲ τούτοις καὶ ἀνήρ τις τῶν εὐλαδείας ὄνομα καὶ σχῆμα περι- χειμένων. Οὔπω πότος ἦν, καὶ λόγος ἦν περὶ ἡμῶν, ὅπερ ἐν τοῖς συμποσίοις φιλεῖ συμόαίνειν, ἀντ᾽ ἄλλου τινὸς ἐπεισοδίου προτιθεμένων - πάντων δὲ τὰ σὰ θαυμαζόντων, καὶ προστιθέντων ἡμᾶς (7!)
χαὶ τὰς ᾿Αθήνας, χαὶ τὴν ἐν ἅπασι σύμπνοιαν χαὶ ὁμόνοιαν, δεινὸν τὸ πρᾶγμα ποιεῖται ὁ δῆθεν φιλό- σοφος (72). Καὶ τί τοῦτο, φησὶν, ὦ οὗτοι ; μάλα τι νεανιχὸν ἐχδοήτας " ὡς λίαν ὑμεῖς ψευδεῖς τε χαὶ χόλαχες (15) 1 Τὰ μὲν ἄλλα ἐπαινείσθωσαν οἱ ἄνδρες, εἰ δοχεῖ " οὐδὲ αὐτὸς ἀντιλέγω. Τὸ μέγιστον δὲ οὐ δίδωμι, τὴν ὀρθοδοξίαν᾽ μάτην (74) μὲν ἐπαινεῖται Βασῇλειος, μάτην δὲ Γρηγόριος, ὁ μὲν προδιδοὺς
(06) Καὶ πᾶν ὅτι ἄν. [1 ἐοἀά. Η4:]. οἱ Βες., Μοτοῖ. εἰ ἀοπηθεῖ. 1η δαΐϊ. εἴ τι ἄν.
ἐδ8ῖ, ποη οοπεδάο. Οτι]ιοἀοχίιΒ ποπιΐπο γυδῖγα Ἰλὰ- Α τὴν πίστιν οἷς διαλέγεται, ὁ δὲ συμπροδιδοὺς οἷς
(15) Κατ᾽ Εὐψυχίου τοῦ μάρτυρος. [ἰὰ Μοπίδο., εἰ εἰς ἰοφεπάυηιν νἱάδίυγ. Νἧο ἐπίπι υθῦθᾶ τοῦ μάρ- τυρὸς Ἰυπεὶ ροϑϑυηί νοοὶ συνόδου, 4υ ψοποτὶς οϑί Τοπἰπἰηὶ. Αἱ Βι{1... αἱ Ομ πὶ 1011ἱ Δηιθἰ συ ϊίαῖαπι, ΨΟΓΡὰ τοῦ μάρτυρος τείεγί 8δἀ Ευρδγομίθπ) οἱ δὰ δυποάιπι), νογ!4υ6, Επ Εαρενολ Ματιυτὶς ἐδυποάο πιπο υεπῖο, ἐαπισι αἰεῖὶ πιεὶ ἰοδίοπι ἠαθεο. Ἐωτίλ586 ΒΟ θ8ι Ευρβυο ῖι5 {||6 (βγη βἷ8 ΒΟΉ 000 πᾶ- ἴυ8, ου}5 πιϑιν ἶΐ ΒοΖοπίρηνβ, Η δέ. ἐγίρατι. 110. ν, ΟΔΡ. τι, 4], 00 ὀνογβυπὶ Εογίιμα ἰοπιρίαπ), ἰπηρ6- ἀν ἐσ ἘΣ ἐρΑιρ μετ μονα οβῖ,
τιγὸς ἀπεμνημόνευσε τῶν ἐμῶν, ὡς ἐν συνόδῳ, εἰς. ἴῃ υἱτίβαι οοάϊεῖθιβ Ὀγάοῖο. 60Γ- Τυριἰδδίπια ἸορίταΓ, καὶ τινὸς ἀπ᾽ ἐμοῦ μονῆς τε τῶν ἐμῶν. βοΐ [8016 ὁδὶ θγγογθιῃ ἀδργοίιδπάθγε; σοὺ σς
Πόθεν τοῦτο, ἔφην, ὦ μάταιε σὺ, καὶ νέε Δαθὰν χαὶ ᾿Αδειρὼν τὴν ἀπόνοιαν ; πόθεν ἡμῖν ἧχεις δο- γματιστῆς ; Πῶς σεαυτὸν ποιεῖς τηλιχούτων χριτήν ; Ἐχ τῆς χατ᾽ Εὐψυχίου τοῦ μάρτυρος (75), ἔφη, συν- ὀδου νῦν ἤχω (χαὶ γὰρ εἶχεν οὕτως), κἀχεῖσε ἤχουσα τοῦ μεγάλου Βασιλείου θεολογοῦντος τὰ μὲν Πατρὸς καὶ Υἱοῦ ἄριστά τε χαὶ τελεώτατα, χαὶ ὡς οὐχ ἄν τις ἄλλος ῥᾳδίως εἴποι, τὸ Πνεῦμα δὲ παρασύροντος (καὶ προσετίθει τινὰ εἰκασίαν, ὥσπερ τῶν ποταμῶν οἱ τὰς μὲν πέτρας παρατρέχοντες, τὴν δὲ ψάμμον χοιλαίνοντες). Ἢ τί δή ποτε, ὦ θαυμάσιε, σὺ μὲν, ἔφη πρὸς ἐμὲ βλέπων, ἤδη φανερῶς τὸ Πνεῦμα θεο-
ἐν συνόδῳ (16) πολυανθρώπῳ θεολογήσαντος, εἶτα ἐπειπόντος τῷ Πνεύματι τοῦτο δὴ τὸ περιδόητον, τὸ, Μέχρι τίνος ὑπὸ τῷ μοδίῳ τὸν λύχνον χρύψομεν) ; ὁ δὲ ὑποφαίνει μὲ" ἀμυδρῶς, καὶ οἷον σχιαγραφεῖ τὸν λόγον, οὐ παῤῥησιάζεται δὲ τὴν ἀλήθειαν, πολι- τιχώτερον ἣ εὐσεδέστερον τὴν ἀχοὴν ἐπιχλύζων, καὶ τῇ δυνάμει τοῦ λόγου τὴν διπλόην περιχαλύπτων (77);
Ὅτι ἐγὼ μὲν, ἔφην, ἐν παραδύστῳ χείμενος, χαὶ τοῖς πολλοῖς ἀγνοούμενος, καὶ μηδὲ ἃ λέγοιμι, μηδὲ ὅτι λέγοιμι (78) σχεδὸν γινωσχόμενος, ἀχινδύνως φιλοσοφῶ. Τοῦ δὲ πλείων ὁ λόγος (79), ὡς περιφα- γεστέρου καὶ παρ᾽ ἑαυτοῦ, χαὶ παρὰ τῆς Ἐκχχλησίας. Καὶ δημοσίᾳ πᾶν τὸ λεγόμενον, πολύς τε περὶ αὐτὸν ὁ πόλεμος, ζητούντων λαδέσθαι τῶν αἱρετιχῶν γυμνῆς τῆς φωνῆς καὶ αὐτοῦ Βασιλείου, ἵν᾽ ὁ μὲν ἐξωσθῇ τῆς Ἐχκχλησίας, ὁ μόνος σχεδὸν ὑπολειπόμενος τῆς ἀληθείας σπινθὴρ χαὶ ἡ ζωτιχὴ δύναμις, τῶν χύχλῳ πάντων χατειλημμένων " ῥιζωθῇ δὲ τὸ καχὸν ἐν τῇ πόλει, καὶ ὥσπερ ἀπό τινος ὁρμητηρίου τῆς Ἐχχλη- σίας ταύτης, πᾷσαν χαταδράμῃ τὴν οἰχουμένην. Βέλτιον οὖν οἰχονομηθῆναι τὴν ἀλήθειαν, μιχρὸν εἰξάντων ἡμῶν, ὥσπερ νέφει τινὶ, τῷ χαιρῷ, ἣ χα- ταλυθῆναι τῷ φανερῷ τοῦ χηρύγματος. Ἡμῖν μὲν γὰρ οὐδὲν βλάδος χαὶ ἀπ᾽ ἄλλων λέξεων τοῦτο συν- αγουσῶν, Θεὸν τὸ Πνεῦμα γινώσχειν (οὐ γὰρ ἐν
(79) Πλείων ὁ “λόγος. ἴἴὰ οοἀ. οἱ ὑοπιθοῖ. [η φαΐ. πλεῖον ὁ λόγος. Μοχ, χαὶ παρ᾽ ἑαυτοῦ, καί, εἴα. ΒΙ1]. νοι, ἐμπὶ οὐ ἱπεὶμς υἱγέμίεαι, ἰαπιὶ οὐ Βαρίδλις δρίειάυτόπι.
11] ἘΡΙΒΤΟΙΑ ΠΧ. 1:5 Ἔχκχλησίᾳ δὲ μεγάλην ζημίαν (80) τὸ δι᾽ ἑνὸς ἀνδρὸς Α οἰτηυβ, 5] 6Χ 8}}15 ἀπο ἀϊοι[ομ θυ, φυΐθι5 ἰά διωχθῆναι τὴν ἀλήθειαν. σεγῖο οΟἸ Ἰφαΐυν, ϑρίεἱτππὶ βαποίυπι θοὺπὶ ἀφηοβο8- τλι15 (π6άι6 Θπΐμ ἴῃ ὙΘΓΒΟΡΙΙΠῚ 80η0 ροίΐυ8, 408 π) ἴῃ τη 16 οἱ βαπίεηι8 νου [88 8118 δβί) ; Εοοϊεβία διιΐίθη ξιᾶνὰ νυ] ϑοζορίυτγα οδὲ, 5ἱ ὁ υὑπίι8. Βοιμΐη5. δ᾽ δοίομα πὶ νου 88 ργοΠΙ σοῖο Γ.
οὐχ ἐδέξαντο τὴν οἰχονομίαν ὡς ἕωλον καὶ παίζου- 8.8. Ηδης Οοοποιπίαπηι ἰΐ, αι! δάδγδηί, ἰδηχυδηι σαν (81) αὐτοὺς οἱ παρόντες: ἀλλὰ χαὶ χατεδόζυν γᾶπδπὶ δἱ ἰῃβυ}88π| ᾿ἰρβοβαιθ ἰυἀϊβοληίθπι., ἤθη ἡμῶν, ὡς τὴν δειλίαν μᾶλλον, ἢ τὸν λόγον οἶχονο- ιπ060 ποη ΘΟΙΙρΡΓΟΡΆΓΙΝΙ : ᾿π]0 οἰΐαπὶ Π08 οἰαπιογῖ- «μούντων. Πολὺ γὰρ εἶνας βέλτιον, τὸ ἡμέτερον φυ- Βυ8 ᾿πβοοία νδηῖΓ, υἱ ἰρπανία ποβίγο μοί, 481 λάττειν διὰ τῆς ἀληθείας, ἣ τοῦτό γε ἀχρειοῦν, καὶ ογίμοάοχε, ἀοείγί πε σοηδιιθηΐ68. ΠΟΠ96 Θπ ἢ ρΓθ- μὴ προσλαμθάνειν τὸ ἀλλότριον, διὰ τῆς δῆθεν οἱ- διδηιίυ8 6886, ΠΟΒΙΓΟΒ Ρ6Γ νογ(Δι6 πὶ (πο γὶ οἱ οοη- χονομίας. Τὰ μὲν οὖν καθ᾽ ἔχαστον, ὧν τε εἶπονΥ 86 ΓνΆΓΟ, 48Π| Ρ6Γ ᾿νε 5π|0ἀϊ 56} }ΠΠςοὲ ΘΟΟπΟπὶ πὶ ὧν τε ἤχουσα, καὶ ὡς ἠγανάχτησα πρὸς τοὺς ἀντι- 608 ἸΔθοίλοίδ᾽ 6, Π66 ἰπίαγί πη ΔΙΊ6ΠῸ5 ΔΒΒ.ΠΊΘΓΘ. τείνοντας πέρα τοῦ μετρίου σχεδὸν (82) χαὶ τῆς ΕηΪΐπινοῖῸ αὐ, εἷ αἰχὶ, εἰ δυάϊν!, οἱ 4ιδᾶπι γ8}6 ἐμαυτοῦ συνηθείας, μαχρὸν ἂν εἴη νῦν (86) ἐχδι- 80 ργΩίοΡ πιο υπι “ΟΠ δι ΘΠΊ416 πηθᾶπὶ δνθν- ἡγεῖσθαι, καὶ ἴσως οὐκ ἀναγχαῖον. Τέλος δὲ τοῦ λόγου, ῃ 808 608, 4] ἙοπΙΓὰ πἰιο απίαγ,, ἱπά!βηϑίι8 βυ1η, τοὺς μὲν οὕτως ἀπεπεμψάμην. Σὺ δὲ δίδαξον ἡμᾶς, 5] ΠΠΔ{{πὶ ἀχρόπεγθ, ργο 'χυνη παηο {πδγῖϊ, πη] Πη6-. ὦ θεία χαὶ ἱερὰ κεφαλὴ, μέχρι τίνος προϊτέον ἡμῖν . ᾳυ6 (οτίΑ556 ποοοβϑαγίιπ). ὕϊ διιίΐίδπι ἤἥπεπ αἰ σαπάϊ «ἧς τοῦ Πνεύματος θεολογίας, καὶ τίσε χρηστέον φω- ἰδοίδπι, δἷο 608 διηδπέλν!. Τὰ νθγῸ, ὁ ανίπυηι εἴ ναῖς, χαὶ μέχρι τίνος οἰχονομητέον, ἵν᾽ ἔχωμεν ταῦτα δδεγοβαποίαμη οἀρυΐ, ἀο066 π05 40005416 ἰπ ἀΐδριι- πρὸς τοὺς ἀντιλέγοντας. Ἐγὼ γὰρ εἰ δεοίμην νῦν (84) ἰδίίοης ἀδ ϑρίτἴ(ι.8 δᾶποιὶ! ἀϊνί ἱταῖο ρύορτγοάϊ, αυΔ8- τοῦτο μανθάνειν, ὁ πάντων μάλιστά σέ τε χαὶ τὰ σὰ 406 τοῦδ8 υβυγρᾶτε, εἰ αυουδᾷας Οεοπομῖᾷ υἱἱ Ὑινώσχων, χαὶ πολλάχις περὶ τούτων πληροφορίαν οθηγρηϊδϊ, υἱ 6ἃ Δάνογδι 608, 4] οοπίΓαάϊςιπί, ἴῃ καὶ δεδωχὼς χαὶ δεξάμενος, πάντων ἂν εἴην (88) ρτοιπιρίυ Δ θθᾶπιιι5. ΝᾺπΙ 58' 'ος πυπὸ 'ρ56 808 (6 ἀμαθέστατός τε χαὶ ἀθλιώτατος. ἀοοοῦὶ ροβίυϊγεπι, οὑπὶ 16 ΓΕβ4ι6 (1.88 οπιπίαπι ΠΙΟΓΙΔΙΪ πὶ τηᾶχΐμ6 ρογβροοίδδβ ἰδ θθαῃ), ἃς ΟΟΓ 88 πηᾶπι ἀ6 ἢἰ8 Τορυ8 ἢάθιηη 825"108 ἀδάογὶπι, υἱοί βϑίηι- 406 δοιορογίη), οἠμηΐαι ργοίδοιο 5101} ἰ8ϑἰπλυ8 Θ586 1) Δ ΠΙΪΒΟΡΓΪΠ}08.
Τοῦτο ἦν, ὅπερ ἄλλος μὲν ἄν τις (87) ὑπείδετο τῶν Ω Ηδοο ηἰπιίγυπι Ἐγαΐ, αυοά 8110 8 αυϊβρὶδπι π)δ) ουὲ συνετωτέρων" ἐγὼ δὲ οὐχ ἔδεισα πρὸς σὲ γράφων, ὁ ἱπρεηὶΐ δουπιῖπο ργα 8 8ιι5ρίὁαγὶ ροϊυϊδϑεῖ; 660 λίαν ἀρχαῖος καὶ μάταιος. Ἐλύπησέ σε τὰ (88) σγνέτοὸ αυᾶ 5υπι| νϑοογάϊδ οἱ Γγιιβίοἰϊαῖθ,, οὐπὶ δὰ δὰ γράμματα, ὡς δὲ ἐγώ φημι, οὐκ ὀρθῶς, οὐδὲ δικαίως, δοΥθαΓΘμ,, πο οχίϊπηυϊ. Μώγογα (6 δἰεοθγιηῖ [ἰ1- ἀλλὰ καὶ λίαν περιττῶς. Καὶ τὴν λύπην οὐχ ὧμολό- ἰτ6ΓὯ8 ποδίγδδ, ΠΟ τξοίθ, Π66 ΠΙ6ΓΙ(0, πηθᾶ αυϊάρηι γησας μὲν, οὐχ ἔχρυψας (89) δὲ, εἰ καὶ σοφῶς τοῦτο δεηίοηίία, δΒοἀ εἰ γα]άδ 5ιιρογῆιιθ. Θυδηαιδη) πι- ἐποίησας, ὥσπερ τινὶ προσωπείῳ, τῇ αἰδοῖ τὸ τῆς τόγο ἢπης ἰυὰπὶ βαυάααλαυδπι ἀροῦῖο Ῥγο αι. λύπης καλύπτων πρόσωπον. Ἐγὼ δὲ, εἰ μὲν δολερῶς πὸ ΥΈΓῸ οὐου ἀ58{1, 4υΔπι 8 βαρίθπίογ ἰὰ [606 γ]8, χαὶ χαχοήθως τοῦτο ἐποίησα, οὐχ ὑπὸ τῆς σῆς λύπης γνεϊει! ᾳυδάδπι Ἰᾶγνᾶ, Ρυάογα 5 Πἰσοΐ τη γουῖβ ἴἃ- μᾶλλον ἢ τῆς ἀληθείας βλαδήσομαι" εἰ ἁπλῶς καὶ εἷδπι οὈίοφοηβ. δὲ βυ 4010 οἱ πη] 6 ν 010 ΔηΐπιῸ ἃ Πη8 μετὰ τῆς συνήθους εὐνοίας, τὰς ἐμὰς ἁμαρτίας, οὐ 106 Δοίυπι 681, ΠΟΙᾺ ΠΙ6 πιϑρὶ5 ΠΙΟΓΟΓ ἰβίθ ἴι8 τὴν σὴν διάθεσιν αἰτιάσομαι. Πλήν γε ὅτι.διορθώ- ᾳιδηὶ γογίῖ88 ἴρβ88 ἰφβἀδί : δἰ δυίδθπὶ βιππρ}1οἱ ΔηΐπιῸ σασθαι ταῦτα μᾶλλον εἶχε καλῶς, ἣ πρὸς τοὺς συμ- εἰ ῥτῸ 68, 4ι4 50160, ὈΕΠΘΥΟἸ δ ἶ8, 0 δπίιηὶ [αἱ δουλεύοντας δυσχεραίνειν. Τὸ μὲν οὖν σὸν καὶ αὐτὸς αἰεοίυπι, δε ροοοδία πιοὰ Δοου8Ά 0. Ουληᾳυδη) ὄψει, καὶ ἄλλοις συμθουλεύειν τὰ αὐτὰ (90) ἑκανὸς εαιΐυ8β ἔπεγαὶ, 8 ἱποοιρπιοάϊβ πηρὰοεὶ,, φυδπὶ ἰΐ5, ὥν’ ἐμὲ δὲ προθύμως ἔχεις (91), ἐὰν διδῷ ὁ Θεὸς, καὶ ἢ) φυὶ Ἑοῃϑ: πὶ Δἤεγοθδηΐ, βυοοθηβογο. βϑὰ ἰὰ αὐἱά
ἐπὲς 6) εείΐοποηι. Μοχ, οὐχ ὀρθῶς, οὐδὲ διχαίῳς. ΒΙ1]. ἑάφιιε ἱπιπιθτὶ(ο (81) Καὶ παίζουσαν. ΗλΥ]. καὶ πάλαι παίζουσαν, εαπθ οἰ ἱπίφιο, ᾳυϊ᾿ ποι τεϑάϊξ ἀλλὰ χαὶ λίαν περιν- εἰ 7ανιρτίάεπι ἐος ἐμαὶ βοαπίεπι. τῶς. (οιμθοῖ. ποπ γθοίδ, ποὸ Ἰαδία αἰΐφμια σαμδα, θά (82) Πέρα τοῦ μετρίου σχεδόν. ἴιὰ εοὰ. 2022. 6 ναίάε ἐμρενῇμα, εἰ φμαδὶ μίγο α (6 φιαείία οεοα- ἴῃ δά. μέτρον, εἰ σχεδόν ἀδαϑί. δἴοπο. (89) Δ» εἴη γῦν. ἥεεει νῦν ἴῃ οοἰ, Ρ488. 89) Οὐκ ἔχρυψας. μὰ ΗΔ). θεοΓαὶ οὐχ ἰῃ οὐϊε. (84) Νῦν ἄδεβι ἰπ δοάοπὶ οοά. δίοχ, ὁ πάντων. 90) Τὰ αὐτά. (οἀ. Ηδιὶ. τοσαῦτα. ἴῃ οοά. Ραᾶδ88. Πι ἐοά. [πα δὐϊέ. ὁ ἀδεβὶ. Ῥγο ὁ πάντων μαυεί ΗΠ], τὰ αὐτά ἀδϑιηί. ἀπάντων, εἰ Ρᾶ55. ὅποτε. (91) Προθύμως ἔχεις. Μοπῖδο. εἰ ΜΟΙ]. ῥγορο- ; (88) Πάντων ἂν εἴην. Ῥα58. πάντως ἂν εἴην. πυμΐ προθύμως ἕξεις, μαϑοθὶς. ΝΙἢἢΙ πιυϊδηάυιι ρὰ- ' (δ ΑΙἴω5 ΧΧΥ͂Ι;. Βεγίρια δοάδπι ἰθπΊροῦθ. τι Οοιμροῖ., το απ : παϑδας πι6 Ῥγοπιρίο αἀπὶμιο
87) “Α.1..ὸς μὲν ἄν τις. Οοπηρεῖ. ἄλλος μέν τις, ααἀ[μίμτωπι. ΒΠ}}. ποη γογ προθύμως. εἰ ᾿ ὀπείδετο, γεϊϊδηΐ ποπμμ}}} ὑπεῖδε, φμοά αἰΐμδ !
δυνατὰ συνεισοίσοντα. Τίς γὰρ ἂν ἀναδύσεται (99) ; τίς δὲ οὐ θαῤῥήσει ὑπὸ σοὶ, καὶ μετὰ σοῦ, περὶ τῆς ἀληθείας λέγων χαὶ (95) ἀγωνιζόμενος :
Ἰοῦ πληρωθῆναί σοι ἐπίταγμα, τὸ μεν τί ἐστιν ἐφ᾽ ἡμῖν" τὸ δέ γε, καὶ οἶμαι τὸ πλέον, ἐπὶ τῇ σῇ εὐλαδείᾳ. Ἐφ᾽ ἡμῖν μὲν, τὸ τῆς ὁρμῆς καὶ τῆς προ- θυμίας (95) οὔτε γὰρ ἄλλοτέ ποτε τὴν σὴν συντυ- χίαν ἐφύγομεν, ἀλλ᾽ ἀεὶ (θ6) ταύτην διώχομεν, καὶ νῦν ταύτην πλέον ποθοῦμεν. ᾿Ἐπὶ δὲ τῇ σῇ ὁσιότητι, τὸ διορθωθῆναι (97) τὰ ἡμέτερα. Προσεδρεύομεν γὰρ τῇ κυρίᾳ, τῇ μητρὶ, πολὺν ἤδη χαμούσῃ χρόνον ἐξ ἀῤῥωστίας. Καὶ εἰ “μὴ μέλλοιμεν ἀμφιθόλως αὐτὴν χαταλείψειν, οὐ ζημιωθησόμεθα, εὖ ἴσθι (98), τὴν παρουσίαν. Μόνον ταῖς εὐχαῖς, τῇ μὲν πρὸς τὴν ὑγείαν, ἡμῖν δὲ πρὸς τὴν ὁδὸν ἐπιχούρησον.
“Ἔσπερ ἀπαρχὰς ἁλῶνός τε χαὶ ληνοῦ, χαὶ τέχνων, τοὺς ἀληθῶς φιλοτέχνους ἀνατιθέναι Θεῷ δίχαιόν τε χαὶ ὅσιον, ὅτι παρ' αὐτοῦ χαὶ ἡμεῖς αὐτοὶ, χαὶ τὰ ἡμέτερα" οὕτω καὶ νέας (1) χληρονομίας, ἵνα τὸ μέ- ρος δοθὲν προθύμως, παράσχῃ τῷ πλείονι τὴν ἀσφά- λειαν. Μὴ τοίνυν ἀναμείνατε μετὰ πάντας ἡμῖν γε- νέσθαι χρηστοὶ, ἀλλὰ πρὸ πάντων Θεῷ, δι᾽ ὃν χαὶ πᾶσι" καὶ τοὺς ἔξω ῥίψαντες νόμους, τοῖς ἡμετέροις δουλεύσατε, τοῦτο παρ᾽ ὑμῶν αὐτῶν καρποφοροῦντες, τὴν προθυμίαν. Τὰ μὲν γὰρ καταλειφθέντα (2) παρ᾽ ἄλλων, τὸ δὲ πρόθυμον παρ᾽ ὑμῶν ἕξομεν, οἷς δυνα- τὸς ὁ Θεὸς ἀντιδοῦναι πολυπλάσια, ὧν νῦν ἐπιδώ- σετε, οὗ μόνον ἐν τῷ προσχαίρῳ τούτῳ βίῳ καὶ ῥέοντι, ἀλλὰ καὶ ἐν τῷ αἰωνίῳ χαὶ μένοντι" πρὸς ὃν μόνον ὁρᾷν ἀσφαλὲς, καὶ εἰς ὃν πάσας τείνειν ἡμῶν τὰς ἐλπίδας. Ὡς οὖν τοιοῦτον ταξομένου (5) τοῦ Θεοῦ περὶ ὑμᾶς, οἷοί περ ἂν αὐτοὶ γένησθς τοῖς πτω- χοῖς, μὴ μικροψύχως (4), μηδὲ μιχρολόγως, ἀλλὰ καὶ
χατοιχομένῃ τὴν βούλησιν, ἣν παρεῖναί τε ὑμῖν νο- μίσαντες, καὶ ὁρᾷν τὰ γινόμενα, διὰ τῆς ἐπιδόσεως ἀναπαύσατε, ἵνα μὴ τὰ χρήματα μόνον ἔχητε παρ᾽ αὐτῆς, ἀλλὰ χαὶ τὴν στηρίξαυσαν οἴχους τέχνων μη- τρὺς εὐλογίαν (5) πορέτησθε" τοῦτο ἐνθυμηθέντες, ὅτι βελτίων μιχρὰ μερὶς (θ) μετὰ διχαιοσύνης, κατὰ τὸ γεγραμμένον, ἣ πλατυτέρα μετὰ μιχρολογίας (ἵνα μὴ λέγω τι βλάσφημον), χαὶ ὅτι πολλοὶ καὶ ὅλων οἴχων ἐχποιουμένων (7) εἰς ἐχχληστίας ἠνέσχοντο, οἱ δὲ καὶ παρ᾽ ἑαυτῶν πᾶσαν προήχαντο (8) τὴν περι- ευσίαν, χαὶ τὴν χαλλίστην ἐπραγματεύσαντο πρα- γματείαν, γενέσθαι διὰ τὸν ἐχεῖ πλοῦτον πένητες. Μὴ κοίνυν σπείρητε φειδομένως, ἵνα πλουσίως θερί- σῆτε (9), ἀλλ᾽ ἀγαθὸν χλῆρον χαὶ ὑμῖν αὐτοῖς, χαὶ
ελόντεςι τῶν γεγραμμένων, ἀλλὰ πάντα μεθ᾽ ἡδονῆς χαὶ φαιδρότητος ἐπιδόντες ἡ μῖν, ἣ ἀποδόντες (10) ὡς οἰκεῖα τὰ τοῦ Θεοῦ, ὡς τοῦτο μόνον χερδανοῦντες, ὅ τι ἂν ὑπὲρ τῶν ψυχῶν ὑμῶν ἀναλώσητε. Τί γὰρ δεῖ θησαυρίζειν λῃσταῖς (11) χαὶ χλέπταις, χαὶ χαιρῶν μεταδολαῖς, ἄλλοτε εἰς ἄλλους μετατιθέντων καὶ ῥι- πιζόντων τὴν ἄστατον εὐπορίαν, ἀλλὰ μὴ εἰς τὰς ἀπτφαλεῖς ἀποθήχας ἀποτίθεσθαι, καὶ τῶν ἐπιθου- λευόντων ἰσχυροτέρας; Τὸ μὲν οὖν εὐτελὲ; (12) περὶ ἄλλα χαὶ ἄλλοις δείξατε (χαὶ γὰρ εὔχομαι δυνατοὺς ὑμᾶς εἶναι μετὰ χρηστότητος), ἡμῖν δὲ ἀγωνίσασθε «κὸν χαλὸν ἀγῶνα, ὅστις νιχήσει τὸν ἄλλον εὐλαδείᾳ, χαὶ ταῖς ὀφειλομέναις εὐλογίαις ἐχ Θεοῦ ([5) τοῖς εὐγνώμοσι. Πείσατε οὖν ἡμᾶς ὅτι χριστιανίζετε γνη- σίως, μᾶλλον δὲ ἀπὸ καλῆς ἀρξάμενο: ἀρχῆς, καὶ οὕτως εὐσεδοῦς καὶ διχαίας, ἐντεῦθεν χαὶ περὶ τῶν ἄλλων ὁμονοήσατε: ὡς ἂν ὑμεῖς τε ἀλλήλοις, καὶ ἡμεῖς ὑμῖν ἐπευφραινοίμεθα (44), τά τε ἄλλα καὶ δεξιὸν ὑπόδειγμα γενομένοις (18) πάσῃ τῇ Ἐχχλη- σίᾳ, τῆς περὶ ταῦτα εὐγνωμοσύνης.
17 ἘοοΙδ. κ᾿, 11. 15 Ῥγον. χυὶι, 8. (8) Στηρίζουσαν οἵχους τέκνων μητρὸς εὐ.10- γίαν. ΑἸυδῖι δὰ ΠΠυἀ ἘΘΟΙΙ. αν, 11, Βειιοαϊειῖο ρα- ἐτὶς βγπιαί ἄοπιος Πἰίοτμπι, εἰ πιαἰφα!οιϊο πιαιτὶς ὁγα- ἀἰδς [βάση ἐπι. Ηἰς διιθιι νἱδοβα Ἰοσί(αγ ἰι δα. τρί ργῸ μητρός. Ὁ} τὸ ΟΠΕΡΟΣς πὰ μερίς. Τιορίτν ἴπ Ῥτγον. χν!, 8: Μεϊϊας 6ει ρατιιπὶ ομπὶ ἡμδι εἰς φμαπι πυμἐὶ [Γιοί τι ἐμπὶ ἐπἰσιίίαιε. χης Ἰοοῦπι δὺς δρίδι βθιιθη 8 Οτερογίυβ. Β.1|. διιΐίθπι μετὰ μικρολογίας νϑ}Π : ἐππὶ τογάϊϑει.
(44) Τὸ μὲν εὐτελές. δετι ΒΠ|. (γηιαίἱαίεπι. θυ εοἀά. ες. τὸ μὲν ἐντελές. 5ίσια Οομνε. φειὶ νοεῖς, Οἶγοα αἰδα οἰ αἰϊῖς, φιοά τὶροτὶς εδι δἰ δευετί- ἰαιἷς οεἰοπάϊι6; αἱ οἱ Θρίδί. υχχυη, φιλανθρώπους φανῆναι μᾶλλον ἣ ἐντελεῖς, φιιοά ΒΙ|]. γεάαϊι, Βερ- 9508 ΡΟΙΐ8 φιαηι δευέτος πος Ῥγαϑεαηιμδ.
19) Φιιλοτιμίας. (οἀ. Βερ. φιλοσοφίας. ὅ51᾽1΄ς οἔἴαπι Μοηῖϊδο. εἰ Μοτεῖ. 14. εοὐ. δἀάϊι : διὸ καὶ ὡς μικρο-
δὲ, ὡς ὁρᾷς, πανηγυρίξω, χαὶ τοῖς παροῦσι χαλλωπί- ζομαι. Ἢ σὲ μὲν υἱὸς λυπεῖ δι᾽ ἀρετὴν ἁρπαζόμενος, καὶ τιμώμενος, καὶ δεινὸν εἰ μὴ παρέσται σοι χαὶ γηρωχομήσει (31), χαὶ τὰ εἰχότα θεραπεύσει χατὰ τὸ σύνηθες ; ἐμὲ δὲ (22) οὐχ ἀνιᾷ πατὴρ τὴν τελευ- ταίαν ἐχδημίαν (25) ἀφ᾽ ἡμῶν ἐχδημήσας, ἐξ ἧς οὐχκ- ἐτι πρὸς ἡμᾶς ἀναλύσει, οὐδὲ παρ᾽ ἡμῶν ὀφθήσεται. Εἶτα ἡμεῖς μὲν, οὐδὲν ἐγκαλοῦμεν, οὐδὲ τὴν ὀφειλο- μένην ἀπαιτοῦμεν παραμυθίαν, εἰδότες ὅτι τὰ ἴδια καχὰ χαιρὸν οὐ δίδωσι τοῖς ἀλλοτρίοις σχολάζειν" οὐδὲ γὰρ οὕτω τίς ἐστιφιλικὸς καὶ φιλόσοφος, ὥστε ὑπεράν:᾽ τῶν παθῶν εἶναι, καὶ παραχαλεῖν ἄλλον, αὐτὸς δεόμε- νος παραχλήσεως. Σὺ δὲ τῇ πληγῇ πληγὴν ἐπιθάλ- λεις, αἰτιώμενος ἡμᾶς, ὡς πυνθάνομαι, χαὶ νομίζων ἀμελεῖσθαι τὸν σὸν υἱὸν, ἡμέτερον δὲ ἀδελφὸν, ἣ καὶ προδέδόσθαι παρ᾽ ἡμῶν, ὃ βαρύτερον - ἀλλὰ μὴ τῆς ζημίας ἡμᾶς ἐπαισθάνεσθαι (94), ἣν ἐζημίωνται πάντες μὲν χαὶ φίλοι χαὶ συγγενεῖς, ἐγὼ δὲ πάντων μᾶλλον, ὁ χαὶ τὰς (2) ἐλπίδας τῆς ζωῆς ἐν ἐχείνῳ θέμενος (26), καὶ μόνον μὲν ἔρεισμα, μόνον δὲ σύμ- ὄουλον ἀγαθὸν, μόνον δὲ χοινωνὸν εὐσεθείας ὑπο- λαμθάνων. Καίτοι τίσι τοῦτο εἰχάζεις ; Εἰ μὲν τοῖς
γὰρ ἄλλ᾽ ἢ χρυσολάχανα. Αἰφιι ἰά ξαμξα ἐδ, οἰ πὶ- πλδηι ῬατοῈ ποδὶς υεποτὶπίὶ ἀπγεα οἰθτα 65 υοὐΐς, οἱ 4μα αἰἴα φμανι απγοα οἰετα. Νἰὰδ βιργα δρὶβί. ΧΧΥῚ, Δἰἰα5 χτι.
(28) Πάντες μὲν καὶ φίλοι καὶ συγγενεῖς, ἐγὼ ἄλλον, ὁ καὶ τάς. 118 οοἀ. Παρ. ἰ:, μὲν πάντες φίλοι καὶ συγγενεῖς, μᾶλλον, ὁ τάς, εἰς.
ὑμῶν ἐξεπίτηδες, τῇ φήμῃ τεταραγμένος, καὶ χοι- νωνῆσαι γνώμης ὑμῖν πρόθυμος ἐγενόμην, ἡνίχα χαιρὸς ἣν ἔτι περὶ τούτων βουλεύεσθαι" καὶ πάντα μᾶλλον ἣ ταύτην (28) ἡμῖν ἐχοινωνήσατε, εἴτε ὑπὸ τῆς αὐτῆς ἀπορίας, εἴτ᾽ οὐχ οἶδ᾽ ὅ τι βουληθέντες. Εἰ δὲ τοῖς τελευταίοις, μάλιστα μὲν οὐχ εἴα τὸ πά- θος πάλιν ὑμῖν ἐντυχεῖν, καὶ ἡ τῷ πατρὶ χρεωστου- μένη τιμὴ χαὶ ὁσία, ἧς οὐδὲν ἐδυνάμην ποιήσασθαι προτιμότερον, χαὶ ταῦτα ὑπογνίου τοῦ πάθους ὄντος, ἡνίκα οὐχ ἀσεδὲς μόνον (29), ἀλλ᾽ οὐδὲ ὅλως (50) εὐπρεπὲς. ἔξω τοῦ χαιροῦ φιλοσοφεῖν, καὶ ὑπὲρ τὸ ἀνθρώπινον ἔπειτα χαὶ προχατειλῆφθαι ὑπὸ τῶν πραγμάτων ἐνομίσαμεν, πέρας δὲ ἤδη (51) τῶν χατ᾽ αὐτὸν ἐχόντων, ὁποῖον ἐδόχει τῷ ἄγοντι τὰ ἡμέτερα.
Ταῦτα μὲν (62) δὴ τοιαῦτα. Νῦν δὲ χαὶ τὴν λύπην Β σοπγδηίγαπι, ἃς ἀδὈἰ (8 ραίτί ᾿οποῦ, δὲ δχβοχυΐδ,
ἄνες ἡμῖν πάντων οὖσαν ἀλογωτάτην, ὡς ἐμαυτὸν πείθω " χαὶ εἴ τέ σοι πλέον δοχεῖ, παράστησον, ἵνα μὴ καὶ ἡμᾶς ἐν τῷ μέρει καὶ σεαυτὸν λυπῇς, χαὶ πρᾶγμα πάσχῃς σφόδρα τῆς σῆς εὐγενείας ἀνάξιον, ἀντ᾽ ἄλλων ἡμᾶς αἰτιώμενος, τοὺς οὐδὲν ἀδιχοῦν- τας, ἀλλ᾽ εἰ δεῖ τ᾽ ἀληθὲς εἰπεῖν, τὰ ἴσα τυραννηθέν- τας ὑπὸ τῶν χοινῶν φίλων, χαὶ οὗς μόνους εὐεργέ- τας ἐνόμιζες.
ἀϊοίαη) 51. Νιιπ διίοπι οἱ πιωγογοῖ δηϊπηίαυθ Οἰδηβίοποη ἰπί αι} 55) πηᾶπιὶ Ὀγογβυβ, υἱ τι ΡὲΡ- δυδάρο, δἰᾳυ6 ἃ ΓΑϊΐοπα δἰ θη ββϑὶ πιᾶπὶ, ΠΟ ΐ8 Τοπηϊ6 : οἱ δὶ φιϊὰ ({] διηρ}}08 νἱἀδίυγ, ἀθοίαγα, πὸ ἴᾳ πο8 4υοᾳυθ Υἱοϊβϑὶπι δ ἰδ ρβαῃι ΠΙΘΙΌΓΟ 4ΠιοΪΔ8, γαπι 6 Δοίλ8Β πολ! ἰαῖ6 ἰθἃ ρΡαγαυδη ἱπάϊ- δύϑαι, δἰἰογυπι ἰ000 Π08 Δοδιδᾶη8, ἃ 4υΐδι18 ἢ] [258118 68, νϑγυπ), δὶ νϑγθ ἰοψυδπάυπι οϑί, δαπιάθμα
ἡμῶν, οὔτε δωματίου (55) προχύψαι οἷός τε ἤμην, ἐν ἐσχάτῃ ἀῤῥωστίᾳ διάγων. Ἐλύπει δέ με οὐ το- σοῦτον ἣ νόσος τὸν περὶ τῶν ἐσχάτων φόθδον ἐπ-- ἐγουσα (56), ἀλλ᾽ ὅτι τῆς ἱερᾶς σου καὶ ἀγαθῆς συν- τυχίας ἀπεστερούμην. Τοσαύτην ἔχω περὶ τὸ ἰδεῖν σου τὸ τίμιον πρόσωπον ἐπιθυμίαν, ὅσην εἰκὸς ἦν (57) τὸν χρήζοντα μὲν θεραπείας τῶν ψυχιχῶν τραυμά- των, ταύτην δὲ παρὰ τῆς σῆς τελειότητος ἕξειν ἐλ- πίζοντα. ᾿Αλλ᾽ εἰ χαὶ τῶν ἁμαρτιῶν τῶν ἐμῶν γέ-
(27) ἘΡΟΥΚΉθΗΣΙΣ Πι Ραγ., οἱ βἷς τγοάδϊ Β1}]. Ἐσιι. εὐθυμήθητι. (38) Ταύτην. 114 Ἰοφὶ! Οοπθοῖ. Εαϊ!. ταύτης. {3 Οὐκ ἀσεδὲς μόνον. Μαϊῖπι οὐ μόνον οὐχ εὐ- σεδές, ποπ πιοο ποὸὴ μὲμπι, 864 δἰΐαπι ργοτδιις ἷπ- ἀεεοτμηι.
(21) Εἰκὸς ἦν. 1τἃ εοὐὰ. Βορ.» Ρα85. εἰ Οομιθοί. [π δὐϊι. εἰχὸς ἔχειν.
με τῆς σῆς συντυχίας, νῦν διὰ τῆς σῆς ἀγαθότητος, ἔστι δυνατὸν γενέσθαι μοί τινα τῶν λυπηρῶν ἐπαν- ὀρθωσιν. Εἰ γὰρ καταξιώσειας χἀμοῦ μνήμην ποιεῖ σθαι ἐν ταῖς εὐπροσδέχτοις σου προσευχαῖς, πάσης ἔσται μοι τοῦτο τῆς παρὰ τοῦ Θεοῦ εὐλογίας ᾿ἐφ- ὅδιον, καὶ ἐν ταύτῃ μου τῇ ζωῇ, καὶ ἐν τῷ αἰῶνι τῷ μέλλοντι. Τὸ γὰρ ἄνδρα. τοσοῦτον, οὕτως ἐναθλοῦντα τῇ πίστει τοῦ Εὐαγγελίου, χαὶ τηλιχούτους διωγμοὺς ὑπομείναντα, καὶ τοσαύτην ἑαυτῷ παῤῥησίαν ἐπὶ ποῦ διχαιοτάτου (58) Θεοῦ ἑτοιμάζοντα διὰ τῆς τῶν θλίψεων ὑπομονῆς, τοῦτον χαὶ ἡμῶν χαταξιοῦν γε- νέσθαι προστάτην διὰ τῶν προσευχῶν, πέπεισμαι, ὅτε τοσαύτην ἔχει τὴν δύναμιν, ὅση ἂν ἦν μοι, χαὶ εἰ παρά τινος τῶν ἁγίων μαρτύρων ἐγένετο. Ὥστε παραχλή-
Τὰ πάντα τίμιος ὧν ἡμῖν, καὶ τῶν φίλων ἐν τοῖς γνησίοις, ὁ αἰδεσιμώτατος ἀδελφὸς ἡμῶν Εὐπράξιος, τιμιώτερος ὥφθη καὶ γνησιώτερος ἐχ τῆς περὶ σὲ διαθέσεως, ὅς γε χαὶ νῦν οὕτως ὥρμησε πρὸς τὴν σὴν θεοσέδειαν (4), ἵν᾽ εἴπω τὸ τοῦ Δαδὶδ, ὡς ἔλαφος τὸ πολὺ δίψος (42), τὸ οὐ φορητὸν, ποτέμῳ χαὶ καθαρᾷ τῇ πηγῇ καταψύχουσα διὰ τῆς τῶν θλίψεων ὑπομονῆς "
6586 γΕ6}}5. ἃς "δία 5 4υἱ οοπϑυρίυἀϊηα ἔθἃ οἱ ὁ0ἢ - ἔγεβδυ ἀϊξηυβ ΒΑΡ] Π05 (ἀοτῖ! : ϑεαιίον δυίοιῃ, αυὶ οδἰδπ) δι θυ8 ᾿γῸ ΟἸιγἰβίο βυβοθριῖ5β, ἰδοῦ υαϑαιὸ ΡΓγῸ νογίιδιθ δχ!δυδί18, ἰ8]6 πὶ οογοηίάδπι ἰπιροϑεῖ- ιΐ, φυδίδιη ποι πρλ}1 ΡΙΪ υἱγὶ δῖψυς ποία ργθ ΘΟηΒ60Ό) δυηϊ. Νοιν δηΐπὶ ἱποχρίογδίαπι υἱγιυ θη οβίθηαϊειϊ, πος ἰγαπαυ}}}0 50 ᾽πὶ ἐθιθρογα γοοῖθ ἢ8-
(8) Παῤῥησίαν ἐπὶ τοῦ δικαιοτάτου. Ταπίππι- ΝΕ εἰδὶ πιετγιίμηι; 59 γεάΐι παῤῥησίαν ΤΙΠοΙΙοΩ. ΤῸ διχαιοτάτου, "ᾶῦδηΐ ἀυο Ἀορὶϊ οἱ Ρα58. δικαιο-
(41) Πρὸς τὴν σὴν θεοσέδειαν. [Δ οοὐ. Περ., πόποι 5. Βαβι δα οτοδ. Εἰ Πρδο 68ὲ υϑγὰ Ἰδοιΐθ, δἷι (οπιθοῖ. [ἢ οαἷ!. πρὸς τὴν θεραπείαν, φυοά γεὰ- αἀἰϊξ ΒΙΠ., αὐ εἰδὲ ἱπδετυϊεπάιιηι.
(42) Ὡς ἔλαφος τὸ ποιλὺ δίψος. 1,δοιἴο πολύδι- ᾧος νἱάορξυν ΒΙΠΠΟ σοπιπιοάϊογ, αἱ ἴῃ δαϊιὶβ. Μοηΐδο. ὐϊ6πὶ ἴ18 ἰοφεπάυμη ρυΐᾶὶ : Ὡς ἔλαφος, τὸ πολὺ δίψος, τὸ οὐ φορητὸν, ποτίμῳ χαὶ χαθαρᾷ τῇ πηγῇ χκαταψύχουσα " χαὶ μαχάριος ὁ σοὶ πλησιάζειν ἠξιω- μένος διὰ τῆς τῶν θλίψεων ὑπομονῆς. ΑΙ αἰϊ85 16- Οἰἰομθ 5 ρῬγοροηυμῖ, γογυπὶ αὐάδπι θυΐαιί, Δἀάαπὶ
Καὶ μαχάριος ὁ σοὶ πλησιάζειν ἠξιωμένος, μαχα- ριώτερος δὲ ὁ τοῖς ὑπὲρ Χριστοῦ παθήμασι, χαὶ τοῖς ὑπὲρ ἀληθείας ἱδρῶσι τοιαύτην ἐπιθεὶς χορω- νίδα, ἧς ὀλίγοι τῶν φοδουμένων τὸν Θεὸν τετυχήχα- σιν. Οὐ γὰρ ἀδασάνιστον ἐπεδείξω τὴν ἀρετὴν, οὐδὲ ἐν εὐδίας χαιρῷ μόνον (44) ὀρθῶς ἔπλευσας, χαὶ τὰς τῶν ἄλλων ψυχὰς ἐχυδέρνησας - ἀλλ᾽ ἐν ταῖς
οἰπηΐυ πὶ ἰογπ οὶ ἰπρθηΐἷα, δὶ Ομ] ΐσογα [85 δϑὶ, ἰ6- ἰη}18: Ὡς ἔλαφος τὸ πολὺ δίψος ποτίμῳ χαὶ χα- ἀρᾷ τῇ πηγῇ» τὸ οὐ φορητὸν χαταψύξων διὰ τῆς τῶν θλίψεων ὑπομονῆς, μὲ φιεπιαάπιϑάμηι σοΥυιις Ῥίωτ» πιαπὶ δἰ εἶμι ριγα οἱ ἀμίοὶ αἀηιια, εἰς 'ρ86 Ειιρτααίιδς. ημοά ἱπιοἰεγαπάππι οἰδὲ ὁγαὶ, ῬΦΥ διαὶ ἰη (τιδιίατο- πίθεις ρεγ[ογεμϊ8 ραιϊοπίΐαπι ἰθηῖτεί αὐ δορῖτοί.
(46) Προστάτης. « ἴῃ ἴος Ιοςο τεϑιἸυθπάο τηυΐ- ἴα ἰηδυίαν!, 4,1 ΒΙ}].. πϑοὸ ἰδιῆθη φυϊάφυδηι ργοίθ: οἶβθ6 τη νἱάθογ. » ὕδγα [(δίοίυν υἱγ ἀοοίυβ, φυΐ (οἰϊοἰν 8 ἰμϑυ ἀαδθθὶ δὶ ργὸ πρὸς ταύτης, 4ιιοά νἱ(ο58 βείνας ἰῃ εὐἀϊξ., Ιοφίδδεῖ, υὐ ἴῃ οοα, δβ., προ- στάτης. ᾿ (44) Μόνον. ἴἰὰ οοἀἁ. Βεᾷ. οἱ οἀϊ!. 5. Βαβι} 1. [ἢ οὐϊι. μόνος. Μοχ, οοἀ. ὄρθιος ἔπλευσας. 118 οἱ (οὁμ.» θ6ί., φυὶ γοϑάϊι : Βαμείο ἐαίία παυϊσαείϊ.
δυσχερείαις τῶν πειρασμῶν διεφάνης (48), καὶ τῶν διωχόντων γέγονας ὑψηλότερος, τῷ γενναίως μετα-- στῆναι τῆς ἐνεγχούσης (46). Καὶ ἄλλοι μὲν τὸ πα- ὑπρῷον ἔδαφος ἔχουσιν, ἡμεῖς δὲ τὴν ἄνω πόλιν " ἄχλοι τὸν ἡμέτερον ἴσως θρόνον, ἡμεῖς δὲ τὸν Χρι- στόν. Ὦ τῆς πραγματείας ᾿ οἴων ὑπεριδόντες, οἷα χεχομίσμεθα (47)} Διήλθομεν διὰ πυρὸς καὶ ὕδα- τος, πιστεύω δὲ ὅτι χαὶ ἐξελευσόμεθα εἰς ἀναψυχήν. Οὐ γὰρ εἰς τέλος ἐγχαταλείψει ἡμᾶς ὁ Θεὸς, οὐδὲ , περιόψεται τὸν ὀρθὸν λόγον δεδιωγμένον, ἀλλὰ κατὰ τὸ πλῆθος τῶν ὀδυνῶν ἡμῶν, αἱ παραχλήσεις αὐτοῦ εὐφρανοῦσιν (48) ἡμᾶς. Τοῦτο μὲν οὖν καὶ πιστεύο- μεν χαὶ εὐχόμεθα. Σὺ δὲ, παρακαλῶ, ὑπερεύχου τῆς παπεινώσεως ἡμῶν. Καὶ ὁσάχις ἂν ἐμπίπτῃ καιρὸς, χαὶ εὐλογεῖν ἡμᾶς διὰ γραμμάτων μὴ κατόχνει, χαὶ
εὐθυμοτέρους ποιεῖν (49), τὰ κατὰ σαυτὸν δηλῶν, ὃ Β εἶα8; οἱ φιοι[δδοιηχας οσςαδβῖο ἀαθίιαγ, ναπα ργθ-
χαὶ, ὃ τούτου μεῖζον (ὅ3), εὐλογῶν ἐν τοῖς γράμ- μασιν. Ἡμεῖς δὲ εἰ ἣμεν ἄξιοι (55) τῶν σῶν παθη- μάτων, καὶ τῆς ὑπὲρ Χριστοῦ χαὶ διὰ Χριστὸν ἀθλή- σεως, χατηξιώθημεν (54) ἂν, χαὶ μέχρι σοὺ γενό- μένοι, περιπτύξασθαι τὴν σὴν θεοσέδειαν, καὶ τύττον λαδεῖν τῆς ἐν τοῖς παθήματιν χαρτερίας. Ἐπειδὴ δὲ ἀνάξιοι τούτου τυγχάνομεν, πολλαῖς θλίψεσι χαὶ ἀσχολίαις ἐνοχλούμενοι, ὃ δεύτερόν ἐστι, ποιοῦμεν " προσαγορεύομεν τὴν σὴν τελειότητα (5), καὶ ἀξιοῦ- 32 [υἱ4,
(45) ..1. ἐν ταῖς δυσχερείαις τῶν πειρασμῶν διεράνης. [1 6. Ορόγυμ ὥ.. ΒαΒΙΠΠ}, φὰ! ποϊδηΐ Οὐϊδι! αι. ρευν ΠΆΡαγο ἀνεφάνης. 1) δαἰϊ, ἀλλὰ ταῖ; δυσχερείαις τῶν πειρασμάτων ἐφάνης. Αἱ ἐδ οὐ Μοπίδο. σοηἠεῖι ἀοιμμεῖ. ἀθδ558 αἰϊᾳυϊά, λαμπρότερος αἰμείγιη!, δαὶ Δ δ᾽ πιὶ}6, (εν! αἸἦοπεπι ἀϊκειμμαιῖϑας εἰατίοτ οἤείδἰειῖ. γοϊυπί αυϊάδηι ἐφά- νης ἀήττητος, ἱπυίείμηι (6 πιοπειγαειὶ, Ιεθ αΐι ΒΙ}].: ἐπ ἰεπιαιοιππι φεοσος ἀἠϊβει ιαἰἰϑμδ εἰ ρτοςεί[ἢ8 5ρ6- εἰιεπ ταὶ ἀφαϊειὶ. ὙΠ οκΘ ἴῃ δα. πειρασμάτων.
τ φοῖς, σηι παπὸ ποδὶς μὲν {{όταδ, εἰς. (88) Εἰ ἦμεν ἄξιοι. ἴϊὰ οο4. [᾿ὸρ., Μοπίδε., ΜοΓεῖ. 80 (ομμμνεῖ. Αἱ ὅδ, Βαβι οὐϊ!. ἐσμέν. 1π πον, εἰ ἄξιοι. [πα οἀϊ!. ποβιγίβ, εἰ μὲν ἄξια, τοάάϊιᾳιο Ἱ}}. : δὲ ῥὕῖὸ 60 αἰψιι6 Ῥεγρεδείοπθε (ι, αὐ... διι8- τρία αἰπιεαιΐο πιετοίαγ, ος ποϑδὶς αἰυϊνἶμ8 σοποο- ἀοτοίμτ, μἱ αὐ ἰ6 ιιδηιι6... σαρογέπιις, ΡΥ οίατε πυδὶδ- ὁμπὶ ἀρετείαγ. (54) Κατηξιώθημεν. 1,δπηοπάϊηη ρῥτοροηὶς ΒΙ}}. χκαταξιωθείη μεν, οἱ ρΓῸ 60 4υοά 5οΥ!υἱ ἀτερον. : Κατ- ἠξιώθημεν ἂν καὶ μέχρι σοῦ γενόμενοι περιπτύξασθαι τὴν σὴν θεοσέδειαν, γεοίεγα8. [β15}}}} δαἀϊΐ, "δ υδυδηί, εὐχόμεθα ἰδεῖν τὴν σὴν θεοσέδειαν.
[εἴπ : τυὯπ| ἰπίε στ Δίοπι ἃς ρογδοιίοπ πὶ βα]ὺ- Α μὲν μὴ κάμνειν σε μεμνημένον ἡμῶν. Οὐ γὰρ ὠφέ-
λεια ἡμῖν μόνον τῶν σῶν καταξιοῦσθαι γραμμάτων, ἀλλὰ καὶ καύχημα πρὸς τοὺς πολλοὺς, καὶ χκαλλώ- πισμα, ὅτι λόγος ἡμῶν ἐστι παρ᾽ ἀνδρὶ τοσούτῳ τὴν ἀρετὴν, καὶ τοσαύτην ἔχοντι πρὸς Θεὸν οἰχειότητα, ὥστε χαὶ ἄλλους οἰχειοῦν δύνασθαι χαὶ λόγῳ καὶ ὑποδείγματι.
ΜΙΝ τοουπὶ δι οἰ εἶδ φιάδπι πιὰ] ἃ [υγα ἰπίογοο- Β Ἐμοὶ πρὸς σὲ φιλίας μὲν πολλὰ δίχαια, καὶ εἰ μή
ἀυπὶ, οἱ 5 πἰ δὲ! δἰϊαά, {ΔΘ γα οοτιθ, φαυΐθα8. ἀρυά τη0}105 πἰ ΝῊ] νοπθ γα θ } 118 εἰ81, πος ηυοά 18] ΟΓΕΙΏ δά σοποϊ ἰδ πάυπι ἀπιογοπὶ νἷπὴ μϑθθϑιὶ : Οὔ 5᾽ ΟὨ 8 δυΐδιῃ οἱ ἰηἰπιοἰ εἴ πος οδυ88 υ}1 65ϊ, δίαιε υἱἱ- πᾶ π6 5ἰ[ υηηπλπι|. ΝΑΙΒ 6, ὁὉ αὖϑὸ δύάυθγϑυβ [γαίγοιῃ Νίοουυϊυπι ἰμΐθηθο δηΐπ!9 68, δι δῦ 60
τι ἄλλο, οἱ λόγοι, ὧν οὐδὲν τοῖς πολλοῖς αἰδεσιμώτε- ρον, οὐδὲ οἰχειότερον " ἀπεχθείας δὲ ὑπόθεσις οὐδε- μία, οὔτε ἐστὶ, μήτε γένοιτο (57). Ἃ γὰρ πρὸς τὸν ἀδελφὸν Νιχόδουλον, ἣ παρὰ Νιχοδούλου λελύ- πησαι, οὐκ ἐμὰ μᾶλλον, ἣ τὰ ἐν Ἰνδοῖς πραττόμενα " ὅσον ἐπὶ τὸ (58) μὴ συναρέσχεσθαι μηδενὶ τῶν γε- γενημένων. Μὴ τοίνυν ἐμοὶ ταῦτα λογίσῃ, μηδὲ διὰ ποῦτο χεῖρόν τι βουλεύσῃ περὶ σεαυτοῦ" ἀλλ᾽ ἣν ὑπέσχου τοῖς πτωχοῖς φιλανθρωπίαν, ταύτην ἐπι- πελῇ ποίησον, Καὶ μέν τοι χαὶ τοὺς περὶ ἐμὲ χληρι- χοὺς, ὅσους παρῃτησάμην, τῆς ἀπογραφῆς (9) ἐλευθέρωσον, ἐχεῖνο ἐνθυμηθεὶς, ὅτι λίαν τῶν ἀτό- πων (00) ἐστὶν, ἄλλους μὲν καὶ οὐσίαν ὅλην κχαθιε- ροῦν τῷ Θεῷ, σὲ δὲ μηδὲ προῖχα βούλεσθαι εἶναι
περὶ τὸ βῆμα δοθῆναι (62), ἡμῖν δὲ μηδὲ τοὺς συν- ὄντας χαὶ θεραπεύοντας (66), καὶ ταῦτα παρ᾽ ὑμῶν τῶν οἰχειοτάτων, οὗς τυχὸν οὐχ αἰσχυνοῦμεν (64). Ταῦτα ἐπισταλῆναί σοι παρ᾽ ἡμῶν καλῶς εἶχε. Συν- πυχεῖν δὲ οὐχ ἐξεγένετο, ἐπειδή με ἡ νόσος ἐξώρ- μησε πρὸς τὰ Τύανα θεραπείας τευξόμενον, ἕως χαιρός, Καὶ συγγίνωσχε. ᾿Αντὶ δὲ ἡμῶν ἔχεις Θεὸν παρόντα, χαὶ βοηθοῦντα τοῖς πένησι, τὸν πολὺ τῆς παρουσίας ἡ μῶν αἱδεσιμώτερον.
(58) “Ὅσον ἐπὶ τό, εἰς. (οπιθεῖ.: ἐα σατι6 Ταϊϊοπα, φιοά ἐδοτιπι φια φεδία διπὶ, πίδὶί ργοθανετίηι. Μοχ, ςοά. Ρα588. μηδὲ συναρέσχεσθαι.
ποιῶν, ὡς χοινωνοὺς τοῦ χατὰ τὴν ἑἐπανίσωσιν σχέμματος" καὶ γάρ ἐστιν οὐ μιχρᾶς τὸ πρᾶγμα φροντίδος. Ἐγὼ δὲ, εἰ μὲν ὑγιαίνων ἐτύγχανον, σφόδρα ἂν ἀπήντησα προθύμως - καὶ ἥξω δὲ, ὅταν οἷόν τε ἧ (67), Θεοῦ θέλοντος. Νῦν δὲ διὰ γραμμά- τῶν πληρῶ τὰ τῆς παρουσίας. Οἷδά σε χαὶ γονέων ὄντα ἱερῶν, καὶ τῷ θείῳ φόδῳ συνηνξημένον ἄνω- θεν. οὖν ἐπίστασαι συμφέρειν σοι, χαὶ πρὸς εὖ- δοξίαν, καὶ πρὸς ἀσφάλειαν ψυχῆς, ταῦτα δηλονότι ποιήσεις, χἂν ἡμεῖς αὐτοὶ μὴ γράφωμεν (68). Εἰ δέ τι χαὶ ἡμᾶς συνεισενεγχεῖν δεῖ, τοῦτο γνωρίζο- μεν, ὅτι ἀντ᾽ ἄλλης τινὸς πολιτείας, ἣν εἰσφέρουσι τῷ θεῷ Χριστιαναὶ ψυχαὶ, τοῦτό σοι πρόχειται νῦν" χαὶ μεγάλα σεαυτῷ θησαυρίσεις (69) τοῦ χοινοῦ φροντίσας, χαὶ εἴ τι πρὸ τούτου διετέθη χαχῶς, χαὶ τοῦτο ἐπανορθωσάμενος. Ἕν ὃὲ χαὶ μέγιστον εἰς ἀσφάλειαν (ὃ χαὶ πρῶτόν σοι φυλαχτέον), συν- ἐργοὺς λαθεῖν, οὃς χαὶ συνέσει χαὶ τρόπῳ διαφέ- ρειν τῶν ἄλλων γινώσχεις. Τί γὰρ ὄφελος χυδερνή - τὴν εἶναι χρηστὸν, πονηροῖς χρώμενον ἐρέταις ;
605 περοιἱϊ εοεἷος αὐδίθεα!, φμος ρτγιάοπίία εἰ" πιοτίϑιι8 δαοεί(εγε πονυετί!. ἜἘχάλεσας ἡμᾶς ἐπὶ τὴν μονὴν (66), χαλῶς γε αὶ Δα ιτπδηβίοηθῃ) Π08 νοσᾶδ8ι:1, ρΓΘΟΪΆΓΟ 88η6 ἴα-
ὃ. ἔχω καὶ τὴν δωρεάν (71) μάλιστα μὲν οἷδε τὸ (, ῬΓΟΡΙΔΓ 4008 ἀοπιπὶ αυοαι ΠΆ}60 : 86 φυΐάεπι
μέτρον τῶν ἐπιδόσεων, καὶ τῶν ἀντιδόσεων (72), ὁ μέγας τῶν χρεῶν διαλύτης. Εἰ δὲ καὶ ἐφ᾽ ἡμῖν ἐστι τὰ τοιαῦτα συντίθεσθαι, παρ᾽ ἡμῶν ἡ θυσία (75), καρὰ σοῦ τὸ φιλάνθρωπον. Μερισώμεθα τὴν ἀν- «ἰδοσιν.
(66) ᾿Επὶ τὴν μονήν. Β|1!. αὐ πιοπαδίετίπι; αἱ ᾿πδβφηΐβ ρ᾽οἴδιο, θδιπιαυθ γανογῖ 8 ἐχϑαυδίου {γἰ- Βυϊζογαμι, υὧἱ 68 ΘΟΠΊΡΟΠΘΓοὶ Οὐπὶ 806}18, γοΓϑἰ πιὶ- Ἰι6γ ἴῃ πιοπδοίογὶο β6ἀδπὶ ἤθη οἰεβογαῖ. Μοχ, χαλῶς γε. [ὰ οοὐ. ἴῃ οἷν. γε ἀθαεῖ.
67) “Βξω δὲ, ὅταν οἷόν τε ἧ. 1.4 ἐοἦ. δὲ οπι- μΒεῖ, Ῥγοροιῖι ΒΙΠ. ἤξω δὲ εἰ οἷόν τε, ὅταν χαι-
τὴ, σι [πῖρες ΕΥ,, οἱ βοτὶ σιιεαί, αα (6 υϑιΐαπι. ἴα δάϊι. ἔξω δὲ οἷόν τε ὅταν ἧ. ἃ
(71) Δι᾽ ὃν ἔχω καὶ τὴν δωρεάν. Μοπίλε. εἰ Μο- γαῖ. δι᾽ ὧν ἔχω τὴν δωρεάν. (72) ᾿Επιδόσεων, καὶ τῶν ἀντιδόσεων. [ἰἃ οοἥ.
Ουϊάπαπι μος 681 Μαφηυβηα ᾿Π|6 Επίγορίι5 ϑρυὰ α Τί τοῦτο; Εὐτρόπιος ὁ μέγας ἐν ἡμετέροις (16) ;
χαὶ ἡμεῖς ἀχούομεν, ἀλλ᾽ οὐχ ἀπολαύομεν. Ὁ δὲ Τάνταλος ἐχεῖνος τί ποτ᾽ ἄλλο, ἣ τοῦτο ἦν (17), ἐν μέσαις πηγαῖς δίψει τηχόμενος ; σὺ μὲν οὖν ποθεῖς τὴν ἡμετέραν συντυχίαν, ὡς γράφεις" καὶ χαλῶς ποιεῖς. Ἔδει γὰρ ὄντα σε ὅπερ εἴ, μὴ περιφρονεῖν τοὺς φίλους, ἀλλὰ χαὶ ὁδοῦ πάρεργον εὖ ποιεῖν ἡμᾶς, καὶ ταῦτα τιμᾷν μετὰ τὴν ἀρχὴν, ἃ χαὶ ἄρ- χων (78) τιμᾷν ἠξίους. Ἐμὲ δὲ πῶς οἴει διαχεῖσθαι, καὶ τίνα ἔχειν ψυχὴν (79), ποθοῦντα μὲν οὐχ ἧττον, εἰ μὴ χαὶ μᾶλλον, ὡς τὸ εἰχὸς (τὸ γὰρ αἰδεσιμώ- τερον, ποθεινότερον"; Τῇ δὲ ἀῤῥωστίᾳ πεπεδημέ- γῳ (80), σύ μοι γενοῦ τὸ Αἰγύπτιον φάρμαχον, εἴτε λόγος τοῦτο ἦν, εἴτε τι ἕτερον, ᾧ φαρμαχεύει τὰς ψυχὰς Ὅμηρος ἐν ταῖς λύπαις. Γενήσῃ δὲ πῶς;
Βυβ φυϊνυβάκπι, ἀβίγίοίο, ἐπὶ πα μἱ οδϑίο Ε ευριϊδουπι Β Πρῶτον μὲν, συγγινώσχων " ἕτοιμον γὰρ τὸ χρηστὸν
εἰς συγγνώμην. Ἔπειτα παιδεύων ἡμᾶς, ἐξ ὧν ἂν ἐπιστέλλῃς. Ἐπεὶ καὶ ἄρχοντά σε τῆς ἀρετῆς μᾶλ- λον (81) ἣ τῆς ἐξουσίας θαυμάζειν εἴχομεν (82).
(71) Τί ποτ᾽ ἄλ.ο, ἣ τοῦτο ἦν: 18 οοὐ. 4ς ὕοπι- νεῖ. Αἱ οοἀ. «Ἰίοτ, Μοιηΐδς. οἱ Μογεὶ. τίς ποτ᾽ ἄλλος, ἢ οὗτος ἦν, φεῖδ ἰαπάφπι αἰἷμ6 φμαπι ἰδι6 ὁταξ, ἴῃ οὐϊὶ. τί ποτε ἄλλο. ἣ οὗτος.
ΚΆλλος μὲν ἄλλο τι τῶν σῶν ἐπαινείτω (πάντως δὲ ἀρχέσεις γλώσσαις πολλαῖς, μεριζόμενος)" ἐγὼ δὲ, ὃ μάλιστα θαυμάσας ἔχω, τοῦτο ἐρῶ. Τοσοῦτόν σοι χαλοχἀγαθίας καὶ λόγων περίεστιν, ὥστε σοι (84) καὶ τοῦτο μόνον φίλους ποιεῖν, τὸ νομισθῇναί τινας τοιούτους, Ἐμὲ γοῦν πρὸς πᾶσιν οἷς τε τετίμηχας οὖσι τοσούτοις, ἡνίχα τὸν ὑψηλότατον εἶχες θρόνον ἔχοντα τὸ ἐπίφθονον ἔτι (85), κατὰ τὴν ᾿Ασίαν πε- ριτυχὼν, εἴ γε μέμνησαι (86) (μέμνησαι δὲ οἵδ᾽ ὅτι τηλικοῦτος ὧν χαὶ τὰ φιλιχὰ, μετὰ τῆς ἐν πᾶσι πελειότητος), τά τε ἄλλα εἶδες ὡς ἤδιστα, χαὶ γρά- φεῖν διεχελεύσω, λόγους τιμῶν τοὺς σούς. Οὐ μό- νον δὲ, ἀλλὰ χαὶ γράψαι πρότερος (81) ἠξίωσας,
ραδειχνύναι, τὰ πολλὰ, τοὺς μαθητὰς (88) ἐχπαι- δεύουσι. Τοῦτο οὖν νῦν πεποίηχας εὖ ποιῶν. Καὶ τοῦ λοιποῦ χαρίσασθαι μὴ χατόχνε:, χἄν σε ὑψηλὸν αὖ- θις οἱ θρόνοι φέρωσιν (89) (οἴσουσι γὰρ τὴν ἀρχὴν, οὗ τὴν ἀρετήν οὐδὲ γὰρ ἔχεις ὃ τι ὑψωθῇς χατὰ ταύτην, ἤχων πρὸς τὸ ἀχρότατον [90]7}. ᾿Αλλὰ χαὶ τὰ χοινὰ πράττων, μὴ ἀμέλει τῶν φίλων χατὰ τοὺς Ὁμηριχοὺς νεανίας, ἐν μέσῳ πολέμῳ τὰ φιλιχὰ (91) σπουδάζοντας. ᾿Επειδὴ χαὶ τούτῳ ποιχίλλει τὴν ποίησιν ὁ σὸς Ὅμηρος.
λυπώμεθα (95) ἧττόν ἐστι λυπηρά. Οὐδὲν δεινὸν εἰ ἀνε- θάλφθησαν οἱ αἱρετιχοὶ, καὶ τῷ ἕαρι θαῤῥοῦσι τῶν φω- λεῶν ἐξερπύσαντες, ὡς αὐτὸς γράφεις. Μικρὰ συρι- οὖσιν, εὖ οἶδα, εἶτα χαταδύσονται, καὶ τῇ ἀληθείᾳ, χαὶ τῷ καιρῷ (94) πολεμούμενοι " καὶ τόσῳ μᾶλλον, ὅδῳ περ ἂν τῷ Θεῷ τὸ πᾶν ἐπιτρέπωμεν.
Περὶ ὧν ἐπέσταλκας, οὕτως ἔχομεν" οὔτε ὑπερ- ορώμενοι δυσχεραίνομεν, χαὶ τιμώμενο! χαίρομεν. Τοῦ μὲν γὰρ ἡμεῖς ἄξιοι, τὸ δὲ τῆς ὑμετέρας φιλο- τιμίας (96). Προσεύχου περὶ ἡμῶν. Τῇ βραχυλογίᾳ συγγίνωσχε. Πάντως γὰρ, εἰ καὶ μιχρὰ (97) ταῦτα, σιωπῆς γε μαχρότερα.
Καὶ μένων συνεχδημῶ (99) διὰ τῆς ἀγάπης ὑμῖν " πάντα γὰρ ὁ πόθος χοινοποιεῖ τὰ ἡμέτερα. Καὶ πολ- λὰς ὀλπίδας ἔχω, τῇ τοῦ Θεοῦ φιλανθρωπίᾳ θαῤ-
(90) Πρὸς τὸ ἀκχρότατον. [τὰ εοἀ. Βορᾳ., Μοηίδο., Μόγε]. διὸ (οπιβνεῖ. [ἢ δὐΐι. πρὸς τὸ ἀχμαιότατον.
(91) Τὰ φιλικὰ. [τὰ 604. ᾿ἴοξ. δὲ Θοηνθεί, ἴῃ εὐϊι. τά ἀδοβι. ᾿
985) Ἃ γὰρ ἂν ἧττον λυπώμεθα. 1ιἃ ςοἀ. Βα. εἰ (οπιμνεῖ. φυὶ τϑαής : φμα ἐπὶνπ πυΐπεις πιοίθδια παϑοανμς. ἴῃ οὐἶι. ἂν γχ9 ἐλυμ Μοχ, [οὐδε ἰοφεη- ἀμ ἧττον ἔσται, οἱ 5ἰς νϑγεῖν 86}.
(94) Καὶ τῇ ἀληθείᾳ, καὶ τῷ καιρῷ. Οοά. Παα., χαὶ τῷ Θεῷ, καὶ τῷ χαιρῷ, τμπὶ α θ6ο, μπὶ α ἰδηι- Ῥοτε. Μοχ, ῃγὺ πολεμούμενοι, Μοηίᾶς. εἴ Μογεὶ. Ῥτγοροηῖηῖ χαταπολεμούμενοι.
(97) Πάντως γὰρ, εἰ καὶ μικρά. Οοά. οἱ (υπιυοῖ. χαὶ γὰρ εἰ μικρά, διεπἶπι δὶ ἔφα ρατυα.
Ρτοεῖθαϑ [τοῖα 8, πιΔβη8πι Βρδπὶ [2060 [ὉΓ6, υἱ οπιπία Α ῥῶν ((), χαὶ ταῖς ὑμετέραις εὐχαῖς, ὅτι πάντα χα-
τὰ νοῦν ὑμῖν ἐχδήσεται (3), χαὶ ἡ καταιγὶς εἰς αὖ- ραν λυθήσεται (ὅ), καὶ τοῦτον ὑμῖν ὁ Θεὸς τῆς ὁρ- θοδοξίας δώσει μισθὸν, τὸ τοὺς ἐπηρεάζοντας ὑὕπερ- ἐχειν. Μάλιστα μὲν οὖν ἴδοιμεν ὑμᾶς ἐν τάχει, καὶ ἀπολαύοιμεν (4), ὡς εὐχόμεθα. Εἰ δὲ χρονίζοιτε, τῶν πραγμάτων οὕτως ἐχόντων, γράμμασι γοῦν εὖ- φραίνειν ἡμᾶς μὴ ἀπαξιοῦτε δηλοῦσι (8) τὰ ὑμέ- τερα, χαὶ προσεύχεσθαι τὰ συνήθη ὑπὲρ ἡμῶν (6) Ἐῤῥωμένους ὑμᾶς, καὶ τοῖς πᾶσιν εὐθύμους ὁ ἀγα- θὸ; θεὸς χαρίσηται, τῆς Ἐχχλησίας τὸ χοινὸν ἔρεισμα (Ἵν.
πολλοὶ περὶ σὲ, καὶ οἷς ἤχιστα χαίρομεν. Εἰ δὲ ἀναχαθάροις σεαυτὸν τῶν πολλῶν (9), καὶ σύνοικον ἔχοις τὴν ἀρετὴν, ὄψει χαὶ χωλῶν δρόμον (10), ὡς ἡ παροιμία. Τοῦτο γὰρ χαὶ (11) ὑπισχνούμεθα σὺν Θεῷ, καὶ πράξομεν.
(0) Καὶ προσεύχεσθαι τὰ συνήθη ὑπὲρ ἡμῶν. Ποιά. Βορ, Β. ὅ, εἰ σοιηυεῖ. περὶ ἡμῶν. Μοιιίδο. εἰ Μοτεὶ. χαὶ προσεύχεσθε περὶ ἡμῶν.
(7) Χαρίσηται, τῆς ᾿Εχκλησίας τὸ κοινὸν ἔρει- σμα. (οὐ. Β. ὅ, χαρίσεται τῇ Ἐχχλησίᾳ, τὸ χοινὸν ἔρεισμα. δοτιῖι δυίθιη Β1}}.. θέν ορίἴπιις πιαχίπιιιδ ἐπ συημμαπθ Εσείοεῖα δϑεἰάϊεπι Ῥγαϑόαί.
ἵν᾽ ἐνδημήσῃ πρὸς Κύριον, πάντα τὸν βίον μελέ- τὴν τούτου πεποιημένος (14): ᾿Αλλ᾽ ἐγὼ μὲν πλὴν τῶν ἄλλων (15) καὶ τοῦτο ἀφήρημαι, διὰ τὸ νῦν ἔτι πονήρως ἔχειν τοῦ σώματος καὶ λίαν ἐπικιν- δύνως, τὸ χαὶ περιπτύξασθαι τὴν ἁγίαν χόνιν, χαΐ σοι παρεῖναι τὰ εἰχότα φιλοσοφοῦντι (16), καὶ τοὺς χοινοὺς ἡμῶν φίλους παραμυθήσασθαι. Τὸ γὰρ τὴν τῆς Ἐχχλησίας ἰδεῖν ἐρημίαν, τοιαύτην ἀποχειρα- μένης δόξαν, χαὶ τοιοῦτον ἀποσεισαμένης στέφανον, οὔτε ὄψει θεατὸν, οὔτε ἀχοῇ χωρητὸν, τοῖς γε νοῦν
(10) Χωλῶν δρόμον. Μοηίδο. εἰ Μοτεῖ, χωλοὺς ἐν δρόμῳ. Μοχ, ζγγο ὡς ἢ παροιμία, οοἀ. Μοηίδ46., Μογεὶ. Ὧὸ ὑομ ο[. χατὰ τὴν παροιμίαν.
((1ὴ Τοῦτο γὰρ καί. Ἰιὰ εοά. εἰ ἀομιρθοῖ. [ἴῃ οὐ. γάρ ἀθεβί.
χαὶ λόγων τῶν εἷς παράχλησιν, ὑπ᾽ οὐδενὸς ἂν οὕτω παραχληθῆναι, ὡς ὑπὸ σεαυτοῦ χαὶ τῆς ἐχείνου μνήμης οἵ καὶ τοῖς ἄλλοις πᾶσι γεγόνατε (17) φι- λοσοφίας ὑπόδειγμα, καὶ οἷόν τις στάθμη πνευμα- τικὴ τῆς τε ἐν τοῖς χρηστοῖς εὐταξίας, χαὶ τῆς ἐν τοῖς ἀνιαροῖς χαρτερίας. Ἐπειδὴ δύο ταῦτα οἶδε φιλοσοφία, εὐπραξίαν τε διαθέσθαι μετρίως, καὶ συμφορὰν εὐσχημόνως. Ταῦτα παρ᾽ ἡμῶν πρὸς τὴν σὴν τιμιότητα. Ἐμὲ δὲ τίς παραμυθήσεται χρόνος, ἢ λόγος, τὸν ταῦτα γράφοντα, πλὴν τῆς σῆς συν- οὐσίας χαὶ ὁμιλίας, ἣν ἀντὶ πάντων ἡμῖν ὁ μαχά- ριος χαταλέλοιπεν, ἵνα ἐν σοὶ τὰ ἐχείνου χκαθορῶν- “ες (18), ὥσπερ ἐν ἐσόπτρῳ χαλῷ τε χαὶ διαυγεῖ, χἀχεῖνον ἔχειν νομίζωμεν ;
μένας ἡμῖν παρὰ τῶν μοναστῶν χαὶ τῶν πτωχῶν ὕόρεις. Καὶ θαυμαστὸν οὐδὲν, ἀπλῆγα ἔτι σε τυγ- χάνοντα, χαὶ τῶν ἡμετέρων καχῶν ἀπείρατον (22), πρὸς τὰ τοιαῦτα δυσφόρως ἔχειν. Ἡμεῖς δὲ, ὡς καὶ χαχῶν πλειόνων πεπειραμένοι, χαὶ τῆς ὕδρεως χοινωνήσαντες, εἰχότως ἂν (325) ἀξιόπιστοι νομι- σθείημεν παραινοῦντες τῇ σῇ εὐλαθείᾳ ἅπερ ἣ τε πολιὰ διδάσχει, χαὶ ὁ λόγος ὑποδείχνυσι. Δεινὰ μὲν τὰ (94) γεγενημένα, χαὶ πέρα δεινῶν, τίς ἀντερεῖ; ὑδρισθῆναι θυσιαστήρια, συγχυθῆναι μυστήρια, μέ- σους ἡμᾶς ἑστάναι τῶν τελουμένων (25) χαὶ τῶν λιθαζόντων, καὶ φάρμαχον ποιεῖσθαι χατὰ τῶν λιθα- σμῶν τὰς ἐντεύξεις, αἰδῶ παρθένων ἐπιλησθῆναι, μοναστῶν εὐχοσμίαν, πτωχῶν συμφορὰν, ζημιωθέν-
(48) Καθορῶντες. (οἀ. θεωροῦντες, οομίειμρίαπ- 65. (19) ΑΙΐὰ5 ΕΧΧΧΙ. ϑογιρία δῆποὸ ὅ79. -- Θεο- δώρῳ. 1τὰ οοἀ. [ἴ65., ΤΙΠδιμοι. οἱ Ουιμυοῇ. οὐ). ᾿Ανωνύμῳ.
(84) Δειγὰ μὲν τά. ἴ[τἃ εοἀ. Άορ., Μοιιίλο. οἱ Οοιημνοί.; βίοψις ἰορὶε ΒΙ}]. 1π δαΐι. δεινὰ μὲν οὖν
μαχροθυμεῖν ἄμεινον, καὶ πολλοῖς ἐξ ὧν πάσχομεν διδόναι μαχροθυμίας ὑπόδειγμα. Οὐ γὰρ οὕτως (26) ὁ λόγος πείθει τοὺς πολλοὺς, ὡς ἡ πρᾶξις, ἡ σιω- πῶσα παραίνεσις.
Μαζῆ 6886 ΘΟ ΠΒ6ΠΊ.18, ἀθ ᾿1β ἃ 4} 5 ἰΔ55] 88- ΠΉΪΒ., ΡΟΔ8 ΒΌΠρβίδδα : πιδρηυῦ, 67 ἱπαυδ) (πλπ) οἱ οὶ δὰ αἰΐογυπι υἱεΐα σογυϊξοπάδ υ{1}6 681), αἱ παὰ!το ΠοΟ πιᾶ}ι5 80 αἰνὶ πἰι5 6δὲ, δοςορίδπῃ ἱπ͵υ- γἷδπ ἰοἰογᾶγα. ΠΠπὰ οπὶπὶ ΠπὨργου δίοπι οοογοεεῖ : Βος δυίοπι δὰ ργουιϑίθαι δἀάμποϊ! ; 4ιιοά αυϊάθπι Ἰοηβθ ργωβιδηϊιι5 οἱ μογίδοι 5 6δι, 4ν8π| ἃ υἱ[]0
Μέγα νομίζομεν εἶναι τὸ δίχας παρὰ τῶν ἠδιχη- χότων λαδεῖν " μέγα φημὶ (χαὶ γὰρ καὶ τοῦτο (37) χρήσιμον εἰς τὴν τῶν ἄλλων διόρθωσιν), ἀλλὰ πολλῷ τούτου (27.) μεῖζον καὶ θεϊχώτερον, τὸ καρτερεῖν πάσχοντας (28). Ἐχεῖνο μὲν γὰρ τὴν χαχίαν ἐπι- στομίζει, τοῦτο δὲ χρηστοὺς εἶναι πείθει " ὃ τοῦ μὴ καχοὺς εἶναι, πόλυ χρεῖττόν ἔστι χαὶ τελεώτερον (29).
φιλανθρωπίας, χαὶ συγχωρήσωμεν τὰ εἰς ἡμᾶς, ἵνα καὶ αὐτοὶ τύχωμεν τῆς συγχωρήσεως " χαὶ προεισ- ενέγχωμεν χρηστότητα τῇ χρηστότητι (50).
Ζηλωτὴς ἤχουσε Φινεὲς, ὅτι τὴν Μαδιανῖτιν τῷ πόρνῳ συνεξεχέντησε, καὶ ἐξεῖλεν ὄνειδος ἐξ υἱῶν Ἰσραήλ᾽ ἀλλ᾽ ἐπηνέθη πλέον, ὅτι τοῦ λαοῦ προσ- ηὔξατο (51) πταίσαντος. Στῶμεν οὖν καὶ ἡμεῖς, καὶ ἐξιλασώμεθα, καὶ χοπασάτω ἢ θραῦσις, χατὰ τὸ γεγραμμένον - καὶ λογισθήτω τοῦτο ἡμῖν εἰς δικατο- σύνην. Ἐπηνέθη χαὶ Μωσῆς, ὅτι τὸν Αἰγύπτιον ἀνεῖλε (52), τῷ Ἰσραηλίτῃ περιαλγήσας " ἀλλ᾽ ἐθαυ- μάσθη πλέον, ὅτι Μαριὰμ. τὴν ἀδελφὴν διὰ τὸ γογγύ- σαι λεπρωθεῖσαν, διὰ τῆς εὐχῆς (55) ἐθεράπευσε.
[ Καὶ γὰρ καὶ τοῦτο. ἴϊἃ οοἀ. Βερ., Μοηίδο. οἱ Μογεὶ. [ἢ δάϊϊ. καὶ γὰρ τοῦτο.
(271) Πολλῷ τούτου. ὕπυϑβ οοὐ. Μοπίδο. εἰ Μο- ταὶ. πολλῷ τοῦτο.
στροφὴν, ἀλλὰ δάχρυσιν ἐξωνοῦνται τὴν ἁμαρ- τίαν (4). Μανασσῆς ἐν βασιλεῦσι παρανομώτατος, ἀλλ᾽ ἐν τοῖς σωθεῖσι διὰ θρῆνον περιφανέστατος.
Τί σε διωθῶ, ᾿Εφραῖμ, παρὰ τοῦ Θεοῦ λέγεται; “Ὅσης ὀργῆς ὁ λόγος ! καὶ ὑπερασπισμὸς ἐπάγεται. Τί τῆς φιλανθρωπίας ταχύτερον ; Πῦρ Σοδομιτιχὸν αἰτοῦσιν οἱ μαθηταὶ χατὰ τῶν ἀγόντων (55) τὸν Ἰησοῦν, ὁ δὲ ἀπαξιοῖ τὴν ἐχδίχησιν. Τέμνει Μάλχου τὸ ὠτίον Πέτρος, ἑνὸς τῶν ὑδριστῶν, Ἰησοῦς δὲ ἀποχαθίστησι. Τί δὲ ὁ ἐρωτήσας, εἰ ἑπτάχις τῷ ἀδελφῷ συγχωρητέον πταίσαντι ; οὐ μιχρολογίαν χκαταγινώσχεται ; τῷ γὰρ ἑπτάχις, τὸ ἑδδομηχον-
(55) Διὰ τῆς εὐχῆς. [Δ οεοά. ἴοᾳ. οἱ Οσομιθεῖ. Αἰιον οοά. διὰ τῶν εὐχῶν. ]η οὐϊ!. ταῖς εὐχαῖς.
(528) Κατὰ τῶν ἀγόντων. Αἀυότειιδ ἐος φμΐ α 86 Ῥυορείίοϑανι “6διιπι, ααἱ οἱ ποράθαπι Πορρ ἴσῃ) οἱ Γε[δειἰοπ6π), υἱ ἰασίαγ ᾿π Ενδηροιίο. Οοπηθεί, κατὰ τῶν ἀπαγόντων. Νεο δηΐπι, ἰπαι}}, δἰ ρίοχ ἀγόν- τῶν Ἰιὶς ἐοηστγυῖ, δὰϊ παρά τεάάϊε Β|}]. φιὶ “ δι) ααάμοειπί. δὶ Θπΐπὶ 516 ἰξῆδπὶ ᾿πργεοδιὶ [5561 ἀἰβοῖρυ!ϊ δόϑυπὶ αἀάεοεπιῖϑεις ἢ
τάχις ἑπτὰ προστίθεται. Τί δὲ ὁ χρεωφειλέτης ἐν Α ἅπποη υἱ ρΓΘράγουβθ 80 πἰη}}8 Γοβίτ εἴι5 ποίλεαν ἢ
τοῖς Εὐαγγελίοις, ὁ μὴ συγχωρήσας ἃ συγχεχώρη- ται; οὐ πιχρότερον διὰ τοῦτο εἰσπράττετα::;
Τί δὲ ἡ τύπωσις τῆς εὐχῆς (50) ; οὐχ ἀφέσει βούλεται τὴν ἄφεσιν πραγματεύεσθαι; Τοσαῦτα ἔχοντες ὑποδείγματα, μιμησώμεθα Θεοῦ φιλανθρω- πίαν, καὶ μὴ βουληθῶμεν ἀφ᾽ ἡμῶν μαθεῖν αὐτῶν, ὅσον (57) χακχὸν ἁμαρτίας ἀντίδοσις. Ὁρᾷς ἀχο-
ξωμεν ἀθρόως (40) (οὐ γὰρ ἀσφαλὲς), ἀλλὰ τῷ φόδῳ σωφρονίσαντες, τῇ φιλανθρωπίᾳ νικήσωμεν, καὶ λάδωμεν ὑποχρέους (41) εὐλαδείας τῷ συνειδότι πλέον, ἣ τῇ ὀργῇ βασανίσαντες. Μὴ ξηράνωμεν συχῆν ἕτι χαρποφορεῖν δυναμένην, μὴ ὡς ἀχρήστου χαταγνῶμεν, καὶ χκαταργούσης τὸν τόπον, ἣν θερα- πεύσε: τυχὸν τεχνίτου γεωργοῦ προστασία χαὶ ἐπι- μέλεια Μηδς τοσοῦτον ἔργον χαὶ περιδόητον δι᾽ ἐπ- ἦρειαν (42) ἴσως τοῦ πονηροῦ καὶ φθόνον, οὕτως ἐν βραχεῖ καταλύσωμεν, ἀλλὰ βουληθῶμεν φιλάνθρωποι φανῆναι μᾶλλον ἣ ἐντελεῖς (46), καὶ φιλόπτωχοι πλέον, ἣ φιλοδίχαιοι - μηδὲ τῶν ὑπεχκαιόντων ἡμᾶς εἰς τοῦτο πλέον, ἣ τῶν κατεχόντων ἀνεχώμεθα " χαὶ τὸ αἰσχρὸν, εἰ αἡ τι ἄλλο, ἐνθυμηθέντες, εἰ δόξαιμεν
χτοῦσι, τὸ, χἂν ἀδιχῶσι, ἐλε:ῖσθαι διὰ τὴν συμφοράν. Νῦν οἵου πάντας μέν σοι προσπίπτειν πτωχούς τε καὶ πτωχοτρόφους, πάντας δὲ μοναστὰς καὶ παρθέ- νους ὑπὲρ αὐτῶν ἱχετεύοντας. Δὸς τοῖς πᾶσιν ἀντὶ τούτων τὴν χάριν (ἐπειδὴ καὶ συνετρίδησαν ἱκανῶς, ὡς δῆλον ἐξ ὧν ἡμῶν ἐδεήθησαν), καὶ πρὸ πάντων ἡμῖν τοῖς ὑπὲρ αὐτῶν πρεσδεύουσιν. Οὗς εἴ σοι δεινὸν εἶναι φαίνεται τὸ παρ᾽ αὐτῶν ἀτιμασθῆναι, πολλῷ φανείτω δεινότερον τό σοι παραινοῦντας ταῦτα μὴ ἀχουσθῆναι. Τῷ δὲ καλῷ Παύλῳ (46) συγχωρή- σειεν ὁ θεὸς, ἃ εἰς ἡμᾶς ἐξύδρισεν.
οἱ Οοιηροῖ. ; Μοπίδο. οἱ μὴ ἀοϊομὶ καί. ἢν δα. καὶ περιδόητον οὕτως δι᾽ ἐπήρειαν. ᾿ τις
Ταπία ὁδὶ ᾿ε)ιδ ἐρίιοἷα; ἐμπὶ ργαςσράφη!θ, (μι ἀτσππιεπιίῖ, ἰμπὶ πισιοαάϊ, σοπογμοηία, μὶ δας εἰδὴ ηρεγα [ας πον δἷ(ί. γι άθίμν οπῖπι πιταφιε ἐπάομι οσσαβίοπα δοάσθπισμο (επιμοτὰ δοτῖρία, ἐμπὶ Τῆθοάοτιιδ, ΤΙιευίδοπιι 8 εἰ αἰϊῇ, χιειὶ πιράϊα ἱπίϑν Φασγα πιῷ δίετία ἰαρίάἶϑιις ρτορεπιοάμηι οὐτιἱ ἐμπὶ Οτοφοτίο [μϑγαπὶ, δε Οτέφοτίο πιῖπις ἱη)μτῖ ραϊίοπί68, δαογίεη08 ἐπ ἡμαάϊεῖμπι υοσατγα ραπαῖφιι τοροδεῦγε ραγαϑαπι. μος Τἠδοίοσμε αὖ κἰ- εἱοπὶς ἀδείἀοτίο αὐ ὑρηϊσηίίαιοηι οἱ ἱη)ατῖα; οὐ ἰυϊοπόπι πισσηὶς ραιἰοπιΐα ἐαθνιρίϊς οἰ ἀοσιηθηἷἧς πἰ αν τουο- εατα. ΤΙιεοίδοπιιπι ἱπ ῥτῖπιῖα πιοπθῖ, τὶ θᾶ ρΕ 5πι} γοῦθη 5. 8056 ρὶ! φγαιίπι ἰμ ἐπί ΟΓα ἢ ΟΓΆΟΓΕ ΠΟῚ Οοηίᾶ- Ἰη} 61, Π6 ἰϊόγιιηὶ ρυγραιίοπο, αυοά ροτου! πὶ πο νυ] ζαγα θϑῖ, ορυβ μ8}}6δ (
ἀδιχίας οὔσης, καὶ τοῦ θυμοῦ ζέοντος ἔτι, παρα- δεχθῆναι (47) τοὺς λογισμούς. Τυφλὲν γὰρ ὁ θυμὸς χαὶ ἡ λύπη, χαὶ μάλιστα ὅταν τὸ διχαίως ἀγαναχτεῖν παρῇ. Ὅμως ἐπειδὴ χαὶ αὐτοὶ τῶν συνηδιχημένων ἐσμὲν καὶ συνυδρισμένων, καὶ οὐχ ἧττον ἀγαναχτούν- των, διὰ τοῦτό ἐσμεν δίκαιοι χαὶ συμδουλεύοντες μὴ ἀτιμασθῆναι. Δεινὰ πεπόνθαμεν᾽ εἰ δὲ βούλει, πρόσθες οἷα μηδεὶς ἄλλος ἀνθρώπων. ᾿Αλλὰ μὴ διὰ τοῦτο χαὶ ἡμᾶς αὐτοὺς ἀδιχήσωμεν, μηδὲ τοσοῦτον εὐσέδειαν μισήσωμεν (48), ὅσον ἡμῖν οὐ συμφέρει. Μέγα ἐστὶ γυνὴ, χαὶ τίμιον θυγάτηρ" ἀλλ᾽ οὔπω ψυχῆς τιμιώτερον. Ἐνθυμήθητι ὅτι νεωστὶ μὲν τῆς χάριτος ἠξιώθης, καὶ τῷ λουτρῷ τῶν ἁμαρτίων ἐχα- θάρθης (49) " κίνδυνος δὲ οὐχ ὁ τυχὼν, αἴματι μολῦ-
Μὴ τοίνυν ἐπιθουλεύσωμεν ἡμῖν αὐτοῖς, μηδὲ τὴ) παῤῥησίαν τὴν πρὸς Θεὸν ἀποδάλωμεν (50), πιχροὶ τοῖς ἠδιχηκόσι φανέντες, χαὶ ὑπὲρ τὸ μέτρον ἀγαν- αχτοῦντες. ᾿Αφῶμεν τῷ Θεῷ τὸν ἄνθρωπον, χαὶ τοῖς ἐκεῖθεν χολαστηρίοις " ἡμεῖς