Nicander — Iologica

Two didactic hexameter poems: on venomous beasts and on poisons drunk · fl. 2nd c. BCE

Greek: after Schneider, Teubner, Leipzig 1856

Nicander of Colophon (fl. 2nd c. BCE) was a poet, physician and hereditary priest of Apollo at the oracular shrine of Klaros. His two surviving didactic poems — the Theriaca on venomous beasts and the Alexipharmaca on ingested poisons — together with a fragmentary Georgika place him as a deliberate Hellenistic continuator of Hesiod and Aratus, writing in archaising Homerising hexameter and drawing on the lost prose treatises of Apollodorus of Alexandria. The Greek text below follows Otto Schneider's Teubner edition (Leipzig, 1856), as digitised by the Center for Hellenic Studies and released under CC BY-SA 4.0. Click any Greek word below to look it up in Logeion (LSJ + Middle Liddell).
Note on the parallel text. The view toggle above mirrors the convention of the wider Humanistica Digitalia corpus, but only the Greek-only mode is enabled in this edition. No public-domain English translation of Nicander's iologica exists comparable to Mair's 1921 Loeb Callimachus; the standard English version (Gow & Scholfield, Cambridge 1953) remains in copyright. The poems are therefore presented here in Greek alone.
View: Greek-only edition. See editor's note above.

Θηριακά — The Theriaca

958 dactylic hexameters on venomous serpents, spiders, scorpions and the herbal compounds that arrest their poison. Dedicated to Hermesianax. The earlier of Nicander's two iologica.

Proem

Address to Hermesianax; the origin of the venomous serpents from the blood of the Titans.

NICANDER · THERIACA · PROEM 20 lines (1–20)
1–5

1Ῥεῖά κέ τοι μορφάς τε σίνη τ’ ὀλοφώια θηρῶν

2ἀπροϊδῆ τύψαντα λύσιν θ’ ἑτεραλκέα κήδευς,

3φίλ’ Ἑρμησιάναξ, πολέων κυδίστατε παῶν,

4ἔμπεδα φωνήσαιμι· σὲ δ’ ἂν πολύεργος ἀροτρεὺς

5βουκαῖός τ’ ἀλέγοι καὶ ὀροιτύπος, εὖτε καθ’ ὕλην

6–10

6 καὶ ἀροτρεύοντι βάλῃ ἔπι λοιγὸν ὀδόντα,

7τοῖα περιφρασθέντος ἀλεξητήρια νούσων.

8Ἀλλ’ ἤτοι κακοεργὰ φαλάγγια, σὺν καὶ ἀνιγροὺς

9ἑρπηστὰς ἔχιάς τε καὶ ἄχθεα μυρία γαίης

10Τιτήνων ἐνέπουσιν ἀφ’ αἵματος, εἰ ἐτεόν περ

11–15

11Ἀσκραῖος μυχάτοιο Μελισσήεντος ἐπ’ ὄχθαις

12Ἡσίοδος κατέλεξε παρ’ ὕδασι Περμησσοῖο.

13Τὸν δὲ χαλαζήεντα κόρη Τιτηνὶς ἀνῆκε

14σκορπίον, ἐκ κέντροιο τεθηγμένον, ἦμος ἐπέχρα

15Βοιωτῷ τεύχουσα κακὸν μόρον Ὠαρίωνι,

16–20

16ἀχράντων ὅτε χερσὶ θεῆς ἐδράξατο πέπλων·

17αὐτὰρ ὅγε στιβαροῖο κατὰ σφυρὸν ἥλασεν ἴχνευς,

18σκορπίος ἀπροϊδὴς ὀλίγῳ ὑπὸ λᾶι λοχήσας·

19τοῦ δὲ τέρας περίσημον ὑπ’ ἀστέρας ἀπλανὲς αὔτως

20οἷα κυνηλατέοντος ἀείδελον ἐστήρικται.

Prophylactic Charms

Plants, fumigations and stones that ward serpents from the camp at night.

NICANDER · THERIACA · PROPHYLACTIC CHARMS 136 lines (21–156)
21–25

21Ἀλλὰ σύ γε σταθμοῖο καὶ αὐλίου ἑρπετὰ φύγδην

22ῥηιδίως ἐκ πάντα διώξεαι, ἀπ’ ἐρίπνης,

23ἠὲ καὶ αὐτοπόνοιο χαμευνάδος, ἦμος ἀν’ ἀγροὺς

24φεύγων αὐαλέου θέρεος πυρόεσσαν ἀϋτμὴν

25αἴθριος ἐν καλάμῃ στορέσας ἀκρέσπερος εὕδῃς,

26–30

26 καὶ ἀν’ ὑδρήεντα παρὲκ λόφον, ἐνὶ βήσσης

27ἐσχατιῇ, ὅθι πλεῖστα κινώπετα βόσκεται ὕλην,

28[δρυμοὺς καὶ λασιῶνας ἀμορβαίους τε χαράδρας]

29καί τε παρὲξ λιστρωτὸν ἅλω δρόμον, ἠδ’ ἵνα ποίη

30πρῶτα κυϊσκομένη σκιάει χλοάοντας ἰάμνους,

31–35

31τῆμος ὅτ’ ἀζαλέων φολίδων ἀπεδύσατο γῆρας

32μῶλυς ἐπιστείβων, ὅτε φωλεὸν εἴαρι φεύγων

33ὄμμασιν ἀμβλώσσει, μαράθου δέ νήχυτος ὅρπηξ

34βοσκηθεὶς ὠκύν τε καὶ αὐγήεντα τίθησι.

35Θιβρὴν δ’ ἐξελάσεις ὀφίων ἐπιλωβέα κῆρα,

36–40

36καπνείων ἐλάφοιο πολυγλώχινα κεραίην,

37ἄλλοτε δ’ ἀζαλέην δαίων ἐγγαγίδα πέτρην,

38ἣν οὐδὲ κρατεροῖο πυρὸς περικαίνυται ὁρμή·

39ἐν δὲ πολυσχιδέος βλήτρου πυρὶ βάλλεο χαίτην·

40 σύ γε καχρυόεσσαν ἑλὼν πυριθαλπέα ῥίζαν

41–45

41καρδάμῳ ἀμμίγδην ἰσοελκέι· μίσγε δ’ ἔνοδμον

42ζορκὸς ἐνὶ πλάστιγγι νέον κέρας ἀσκελὲς ἱστὰς,

43καί τε μελανθείου βαρυαέος, ἄλλοτε θείου,

44ἄλλοτε δ’ ἀσφάλτοιο φέρων ἰσοαχθέα μοῖραν·

45ἠὲ σύ γε Θρήισσαν ἐνιφλέξαις πυρὶ λᾶαν,

46–50

46 θ’ ὕδατι βρεχθεῖσα σελάσσεται, ἔσβεσε δ’ αὐγὴν,

47τυτθὸν ὅτ’ ὀδμήσαιτο ἐπιχρανθέντος ἐλαίου.

48Τὴν δ’ ἀπὸ Θρηικίου νομέες ποταμοῖο φέρονται,

49ὃν Πόντον καλέουσι· τόθι Θρήικες ἀμολγοί,

50κριοφάγοι μήλοισιν ἀεργηλοῖσιν ἕπονται.

51–55

51Ναὶ μὴν καὶ βαρύοδμος ἐπὶ φλογὶ ζωγρηθεῖσα

52χαλβάνη, ἄκνηστίς τε, καὶ πριόνεσσι τομαίη

53κέδρος, πουλυόδουσι καταψηχθεῖσα γενείοις,

54ἐν φλογιῇ καπνηλὸν ἄγει καὶ φύξιον ὀδμήν.

55Τοῖς δὴ χηραμὰ κοῖλα καὶ ὑληώρεας εὐνὰς

56–60

56κεινώσεις, δαπέδῳ δὲ πεσὼν ὕπνοιο κορέσσῃ.

57Εἰ δὲ τὰ μὲν καμάτου ἐπιδεύεται, ἄγχι δέ τοι νὺξ

58αὖλιν ἄγει, κοίτου δὲ λιλαίεαι ἔργον ἀνύσσας,

59τῆμος δὴ ποταμοῖο πολυρραγέος κατὰ δίνας

60ὑδρηλὴν καλάμινθον ὀπάζεο χαιτήεσσαν·

61–65

61πολλὴ γὰρ λιβάσιν παραέξεται, ἀμφί τε χείλη

62ἔρσεται, ἀγλαύροισιν ἀγαλλομένη ποταμοῖσιν.

63 σύ γ’ ὑποστορέσαιο λύγον πολυανθέα κόψας,

6464 πόλιον βαρύοδμον, δὴ ῥίγιστον ὄδωδεν·

65ὣς δ’ αὔτως ἐχίειον, ὀριγανόεσσά τε χαίτη,

66–70

66ναὶ μὴν ἁβροτόνοιο, τό τ’ ἄγριον οὔρεσι θάλλει

67ἀργεννὴν ὑπὸ πέζαν, ἑρπύλλοιο νομαίου,

68ὅς τε φιλόζωος νοτερὴν ἐπιβόσκεται αἶαν

69ῥιζοβόλος, λασίοισιν ἀεὶ φύλλοισι κατήρης.

70Φράζεσθαι δ’ ἐπέοικε χαμαιζήλοιο κονύζης

71–75

71ἄγνου τε βρύα λευκὰ, καὶ ἐμπρίοντ’ ὀνόγυρον·

72αὕτως δὲ τρήχοντα ταμὼν ἄπο κλήματα σίδης,

73ἠὲ καὶ ἀσφοδέλοιο νέον πολυαυξέα μόσχον,

74τρύχνον τε, σκύρα τ’ ἐχθρὰ, τά τ’ εἴαρι σίνατο βούτην,

75ἦμος ὅταν σκυρόωσι βόες καυλεῖα φαγοῦσαι·

76–80

76ναὶ μὴν πευκεδάνοιο βαρυπνόου, οὗ τε καὶ ὀδμὴ

77θηρίἀποσσεύει τε καὶ ἀντιόωντα διώκει.

78Καὶ τὰ μὲν εἰκαίῃ παράθου ἀγραυλέι κοίτῃ,

79ἄλλα δὲ φωλειοῖς· τὰ δὲ διπλάσσαιο χεείαις.

80Εἴ γε μὲν, ἐς τεῦχος κεραμήιον ἠὲ καὶ ὄλπην

81–85

81κεδρίδας ἐνθρύπτων λιπάοις εὐήρεα γυῖα,

82 καὶ πευκεδάνοιο βαρυπνόου, ἄλλοτ’ ὀρείου

83αὖα καταψήχοιο λίπει ἔνι φύλλα κονύζης·

84αὕτως δ’ ἀλθήεντ’ ἐλελίσφακον, ἐν δέ τε ῥίζαν

85σιλφίου, ἣν κνηστῆρι κατατρίψειαν ὀδόντες. —

86–90

86Πολλάκι καὶ βροτέην σιάλων ὑποέτρεσαν ὀδμήν. —

87Εἰ δὲ σύ γε τρίψας ὀλίγῳ ἐν βάμματι κάμπην

88κηπαίην, δροσόεσσαν, ἐπὶ χλωρηίδα νώτῳ,

89ἠὲ καὶ ἀγριάδος μαλάχης ἐγκύμονι κάρφει

90γυῖα πέριξ λιπάσειας, ἀναίμακτός κεν ἰαύοις.

91–95

91Ψήχεο δ’ ἐν στέρνῳ προβαλὼν μυλόεντι θυείης>

92ἐν μέν θ’ ἁβροτάνοιο δύω κομόωντας ὀράμνους

93καρδάμου ἀμμίγδην· — ὀδελοῦ δέ οἱ αἴσιος ὁλκή· —

94ἐν δὲ χεροπληθῆ καρπὸν νεοθηλέα δαυχνοῦ

95λειαίνειν τριπτῆρι· τὰ δὲ τροχοειδέα πλάσσων,

96–100

96τέρσαι ὑποσκιόεντι βαλὼν ἀνεμώδεϊ χώρῳ·

97αὖα δ’ ἐν ὄλπῃ θρύπτε, καὶ αὐτίκα γυῖα λιπαίνοις.

98Εἴ γε μὲν ἐκ τριόδοιο μεμιγμένα κνώδαλα χύτρῳ

99ζωὰ, νέον θορνύντα, καὶ ἐν θρόνα τοιάδε βάλλῃς,

100δήεις οὐλομένῃσιν ἀλεξητήριον ἄταις·

101–105

101ἐν μὲν γὰρ μυελοῖο νεοσφαγέος ἐλάφοιο

102δραχμάων τρίφατον δεκάδος καταβάλλεο βρῖθος,

103ἐν δὲ τρίτην μοῖραν ῥοδέου χοὸς, ἥν τε θυωροὶ

104πρώτην μεσσατίην τε πολύτριπτον καλέονται·

105ἰσόμορον δ’ ὠμοῖο χέειν ἀργῆτος ἐλαίου,

106–110

106τετράμορον κηροῖο· τὰ δ’ ἐν περιηγέι γάστρῃ

107θάλπε κατασπέρχων, ἔστ’ ἂν περὶ σάρκες ἀκάνθης

108μελδόμεναι θρύπτωνται· ἔπειτα δὲ λάζεο τυκτὴν

109εὐεργῆ λάκτιν, τὰ δὲ μυρία πάντα ταράσσειν

110συμφύρδην ὀφίεσσιν· ἑκὰς δ’ ἀπόερσον ἀκάνθας·

111–115

111καὶ γὰρ ταῖς κακοεργὸς ὁμῶς ἐνιτέτροφεν ἰός.

112γυῖα δὲ πάντα λίπαζε καὶ εἰς ὁδὸν, ἐπὶ κοῖτον,

113 ὅταν αὐαλέου θέρεος μεθ’ ἁλώια ἔργα

114ζωσάμενος θρίναξι βαθὺν διακρίνεαι ἄντλον.

115Εἰ δέ που ἐν δακέεσσιν ἀφαρμάκτῳ χροῒ κύρσῃς>

116–120

116ἄκμηνος σίτων, ὅτε δὴ κακὸν ἄνδρας ἰάπτει,

117αἶψά κεν ἡμετέρῃσιν ἐρωήσειας ἐφετμαῖς.

118Τῶν ἤτοι θήλεια παλίγκοτος ἀντομένοισι

119δάχματι, πλειοτέρη δὲ καὶ ὁλκαίην ἐπὶ σειρήν·

120τούνεκα καὶ θανάτοιο θοώτερος ἵξεται αἶσα.

121–125

121Ἀλλ’ ἤτοι θέρεος βλαβερὸν δάκος ἐξαλέασθαι

122Πληιάδων φάσιας δεδοκημένον, αἵ θ’ ὑπὸ ταύρου

123ἀλκαίην ψαίρουσαι ὀλίζωνες φορέονται·

124 ὅτε σὺν τέκνοισι θερειομένοισιν ἀβοσκὴς

125φωλειοῦ λοχάδην ὑπὸ γωλεὰ διψὰς ἰαύῃ·

126–130

126 ὅτε λίπτῃσιν μεθ’ ἑὸν νομὸν, ἐπὶ κοῖτον

127ἐκ νομοῦ ὑπνώουσα κίῃ κεκορημένη ὕλης.

128Μὴ σύ γ’ ἐνὶ τριόδοισι τύχοις, ὅτε δάχμα πεφυζὼς

129περκνὸς ἔχις θυίῃσι τυπῇ ψολόεντος ἐχίδνης·

130ἡνίκα θορνυμένου ἔχιος θαλερῷ κυνόδοντι

131–135

131θουρὰς ἀμὺξ ἐμφῦσα κάρην ἀπέκοψεν ὁμεύνου,

132οἱ δὲ πατρὸς λώβην μετεκίαθον αὐτίκα τυτθοὶ

133γεινόμενοι ἐχιῆες, ἐπεὶ διὰ μητρὸς ἀραιὴν

134γαστέρ’ ἀναβρώσαντες ἀμήτορες ἐξεγένοντο·

135οἴη γὰρ βαρύθει ὑπὸ κύματος, οἱ δὲ καθ’ ὕλην

136–140

136ὠοτόκοι ὄφιες λεπυρὴν θάλπουσι γενέθλην·

137μήδ’ ὅτε ῥικνῆεν φολίδων περὶ γῆρας ἀμέρσας

138ἂψ ἀναφοιτήσῃ νεαρῇ κεχαρημένος ἥβῃ·

139 ὁπότε σκαρθμοὺς ἐλάφων ὀχεῇσιν ἀλύξας

140ἀνδρὸς ἐνισκίμψῃ χολόων γυιοφθόρον ἰόν·

141–145

141ἔξοχα γὰρ δολιχοῖσι κινωπησταῖς κοτέουσι

142νεβροτόκοι καὶ ζόρκες· ἀνιχνεύουσι δὲ πάντη

143τρόχμαλά θ’ αἱμασιάς τε καὶ ἰλυοὺς ἐρέθοντες,

144σμερδαλέῃ μυκτῆρος ἐπισπέρχοντες ἀυτμῇ.

145Ναὶ μὴν καὶ νιφόεσσα φέρει δυσπαίπαλος Ὄθρυς

146–150

146φοινὰ δάκη, κοίλη τε φάραγξ καὶ τρηχέες ἀγμοὶ,

147καὶ λέπας ὑλῆεν· τόθι δίψιος ἐμβατέει σήψ.

148Χροιὴν δ’ ἀλλόφατόν τε καὶ οὐ μίαν οἰαδὸν ἴσχει,

149αἰὲν ἐειδόμενος χώρῳ, ἵνα χηραμὰ τεύξῃ.

150Τῶν οἱ μὲν λιθάδας τε καὶ ἕρμακας ἐνναίοντες

151–155

151παυρότεροι, τρηχεῖς δὲ καὶ ἔκπυροι· οὔ κεν ἐκείνων

152ἀνδράσι δάχμα πέλει μεταμώνιον, ἀλλὰ κάκηθες·

153ἄλλος δ’ αὖ κόχλοισι δομὴν ἰνδάλλεται αἴης·

154ἄλλῳ δ’ ἐγχλοάουσα λοπὶς περιμήκεα κύκλον

155ποικίλον αἰόλλει· πολέες δ’ ἀμάθοισι μιγέντες

156

156σπείρῃ λεπραίνονται ἀλινδόμενοι ψαμάθοισι.

On the Viper, the Cerastes and the Dipsas

Description, habits and bite of the viper, the horned snake and the thirst-bringing dipsas.

NICANDER · THERIACA · ON THE VIPER, THE CERASTES AND THE DIPSAS 254 lines (157–410)
157–161

157Φράζεο δ’ αὐαλέαις μὲν ἐπιφρικτὴν φολίδεσσιν

158ἀσπίδα φοινήεσσαν, ἀμυδρότατον δάκος ἄλλων.

159[τῇ μὲν γάρ τε κέλευθος ὁμῶς κατ’ ἐναντίον ἕρπει]

160[ἀτραπὸν ὁλκαίην δολιχῷ μηρύγματι γαστρός.]

161 καὶ σμερδαλέον μὲν ἔχει δέμας, ἐν δὲ κελεύθῳ

162–166

162νωχελὲς ἐξ ὁλκοῖο φέρει βάρος, ὑπναλέῳ δὲ

163αἰὲν ἐπιλλίζουσα φαείνεται ἐνδυκὲς ὄσσῳ·

164ἀλλ’ ὅταν δοῦπον νέον οὔασιν ἠέ τιν’ αὐγὴν

165ἀθρήσῃ, νωθρὴ μὲν ἀπὸ ῥέθεος βάλεν ὕπνον,

166ὁλκῷ δὲ τροχόεσσαν ἅλων εἱλίξατο γαίῃ,

167–171

167λευγαλέον δ’ ἀνὰ μέσσα κάρη πεφρικὸς ἀείρει.

168Τῆς ἤτοι μῆκος μὲν, κύντατον ἔτρεφεν αἶα,

169ὀργυιῇ μετρητόν· ἀτὰρ περιφαίνεται εὖρος,

170ὅσσον τ’ αἰγανέης δορατοξόος ἤνυσε τέκτων

171εἰς ἐνοπὴν ταύρων τε βαρυφθόγγων τε λεόντων.

172–176

172Χροιὴ δ’ ἄλλοτε μὲν ψαφαροῖς ἐπιδέδρομε νώτοις

173 περὶ μηλινόεσσα καὶ αἰόλος, ἄλλοτε τεφρὴ,

174πολλάκι δ’ αἰθαλόεσσα, μελαινομένην ὑπὸ βώλῳ

175Αἰθιόπων οἵην τε πολύστονος εἰς ἅλα Νεῖλος

176πλησάμενος κατέχευεν ἄσιν, προὔτυψε δὲ πόντῳ.

177–181

177Δοιοὶ δὲ σκυνίοισιν ὑπερφαίνουσι μέτωπον

178οἷα τύλοι, τὸ δ’ ἔνερθεν ὑπαιφοινίσσεται ὄθμα

179πολλὸν ὑπὸ σπείρης, ψαφαρὸς δ’ ἀναπίμπραται αὐχὴν

180ἄκριτα ποιφύσσοντος, ὅτ’ ἀντομένοισιν ὁδουρὸς

181ἄιδα προσμάξηται ἐπὶ ζαμενὲς κοτέουσα.

182–186

182Τῆς ἤτοι πίσυρες κοῖλοι ὑπένερθεν ὀδόντες

183ἀγκύλοι ἐν γναθμοῖς δολιχήρεες ἐρρίζωνται

184ἰοδόκοι, μύχατος δὲ χιτὼν ὑμένεσσι καλύπτει·

185ἔνθεν ἀμείλικτον γυίοις ἐνερεύγεται ἰόν.

186Ἐχθρῶν που τέρα κεῖνα καρήασιν ἐμπελάσειε·

187–191

187σαρκὶ γὰρ οὔτ’ ἐπὶ δάχμα φαείνεται, οὔτε δυσαλθὲς

188οἶδος ἐπιφλέγεται, καμάτου δ’ ἄτερ ὄλλυται ἀνήρ·

189ὑπνηλὸν δ’ ἐπὶ νῶκαρ ἄγει βιότοιο τελευτήν. —

190Ἰχνεύμων δ’ ἄρα μοῦνος ἀκήριος ἀσπίδος ὁρμὴν

191ἠμὲν ὅτ’ ἐς μόθον εἶσιν, ἀλεύεται, ἡδ’ ὅτε λυγρὰ

192–196

192θαλπούσης ὄφιος κηριτρόφου ὤεα γαίῃ

193πάντα διεσκήνιψε, καὶ ἐξ ὑμένων ἐτίναξε

194δαρδάπτων, ὀλοοῖς δὲ συνερραθάγησεν ὀδοῦσι.

195Μορφὴ δ’ ἰχνευτᾶο κινωπέτου οἷον ἀμυδρῆς

196ἴκτιδος, τ’ ὄρνισι κατοικιδίῃσιν ὄλεθρον

197–201

197μαίεται, ἐξ ὕπνοιο συναρπάζουσα πετεύρων,

198ἔνθα λέχος τεύχονται ἐπίκριοι καὶ ἀφαυρὰ

199τέκνα τιθαιβώσσουσιν ὑπὸ πλευρῇσι θέρουσαι.

200Ἀλλ’ ὅταν Αἰγύπτοιο παρὰ θρυόεντας ἰάμνους

201ἀσπίσι μῶλον ἔχωσιν ἀθέσφατον εἱλικοέσσαις,

202–206

202αὐτίχ’ μὲν ποταμόνδε καθήλατο, τύψε δὲ κώλοις

203τάρταρον ἰλυόεσσαν, ἄφαρ δ’ ἐφορύξατο γυῖα

204πηλῷ, ἀλινδηθεὶς ὀλίγον δέμας, εἰσόκε λάχνην

205σείριος ἀζήνῃ, τεύξῃ δ’ ἄγναπτον ὀδόντι.

206Τῆμος δ’ ἠὲ κάρην λιχμήρεος ἑρπηστᾶο

207–211

207σμερδαλέης ἔβρυξεν ἐπάλμενος, ἠὲ καὶ οὐρῆς

208ἁρπάξας βρυόεντος ἔσω ποταμοῖο κύλισεν.

209Εὖ δ’ ἂν ἐχιδνήεσσαν ἴδοις πολυδευκέα μορφὴν,

210ἄλλοτε μὲν δολιχὴν, ὁτὲ παυράδα· τοῖον ἀέξει

211Εὐρώπη τ’ Ἀσίη τε· τὰ δ’ οὐκ ἐπιείκελα δήεις.

212–216

212Ἤτοι ἀν’ Εὐρώπην μὲν ὀλίζονα, καί θ’ ὑπὲρ ἄκρους

213ῥώθωνας κεραοί τε καὶ ἀργίλιπες τελέθουσιν,

214αἳ μὲν ὑπὸ Σκείρωνος ὄρη Παμβώνιά τ’ αἴπη,

215Ῥυπαῖον, Κόρακός τε πάγον, πολιόν τ’ Ἀσέληνον·

216Ἀσὶς δ’ ὀργυιόεντα καὶ ἐς πλέον ἑρπετὰ βόσκει,

217–221

217οἷα περὶ τρηχὺν Βουκάρτερον, καὶ ἐρυμνὸς

218Αἰσαγέης πρηὼν καὶ Κέρκαφος ἐντὸς ἐέργει.

219Τῶν ἤτοι βρεχμοὶ μὲν ἐπὶ πλάτος, ἡδ’ ὑπὲρ ἄκρον

220ὁλκαῖον σπείρης κολοβὴν ἐπελίσσεται οὐρὴν,

221ἀργαλέαις φρίσσουσαν ἐπηετανὸν φολίδεσσι·

222–226

222νωθεῖ δ’ ἔνθα καὶ ἔνθα διὰ δρυμὰ νίσσεται ὁλκῷ.

223Πᾶς δέ τοι ὀξυκάρηνος ἰδεῖν ἔχις, ἄλλοτε μῆκος

224μάσσων, ἄλλοτε παῦρος· ἀκιδνότερος δὲ κατ’ εὖρος

225νηδύος, δὲ μύουρος ὑφ’ ἀλκαίη τετάνυσται,

226ἴσως μὲν πεδανὴ δολιχοῦ ὑπὸ πείρασιν ὁλκοῦ,

227–231

227ἴσως δ’ ἐκ φολίδων τετρυμένη· αὐτὰρ ἐνωπῆς

228γλήνεα φοινίσσει τεθοωμένος, ὀξὺ δὲ δικρῇ

229γλώσσῃ λιχμάζων νέατον σκωλύπτεται οὐρήν.

230Κωκυτὸν δ’ ἐχιαῖον ἐπικλείουσιν ὁδῖται.

231Τοῦ μὲν ὑπὲρ κυνόδοντε δύω χροῒ τεκμαίρονται

232–236

232ἰὸν ἐρευγόμενοι· πλέονες δέ τοι αἰὲν ἐχίδνης.

233Οὔλῳ γὰρ στομίῳ ἐμφύεται, ἀμφὶ δὲ σαρκὶ

234ῥεῖά κεν εὐρυνθέντας ἐπιφράσσαιο χαλινούς.

235Τῆς καὶ ἀπὸ πληγῆς φέρεται λίπει εἴκελος ἰχώρ,

236ἄλλοτε δ’ αἱματόεις, τοτὲ δ’ ἄχροος· δ’ ἐπί οἱ σὰρξ

237–241

237πολλάκι μὲν χλοάουσα βαρεῖ ἀναδέδρομεν οἴδει,

238ἄλλοτε φοινίσσουσα, τότ’ εἴδεται ἄντα πελιδνή·

239ἄλλοτε δ’ ὑδατόεν κυέει βάρος· αἱ δὲ χαμηλαὶ

240πομφόλυγες ὡς εἴ τε περὶ φλύκταιναι ἀραιαὶ

241οἷα πυρικμήτοιο χροὸς πλαδόωσιν ὕπερθεν.

242–246

242Σηπεδόνες δέ οἱ ἀμφὶς ἐπίδρομοι, αἱ μὲν ἄτερθεν,

243αἱ δὲ κατὰ πληγὴν ἰοειδέα λοιγὸν ἔασι.

244Πᾶν δ’ ἐπί οἱ δριμεῖα δέμας καταβόσκεται ἄτη

245ὀξέα πυρπολέουσα· κατ’ ἀσφάραγον δέ τε λυγμοὶ

246κίονά τε ξυνιόντες ἐπασσύτεροι κλονέουσιν.

247–251

247Ἀμφὶ καὶ εἰλίγγοις δέμας ἄχθεται· αἶψα δὲ γυίοις

248ἀδρανίη βαρύθουσα καὶ ἰξύι μέρμερος ἵζει·

249ἐν δὲ κάρῃ σκοτόεν βάρος ἵσταται· αὐτὰρ κάμνων

250ἄλλοτε μὲν δίψῃ φάρυγα ξηραίνεται αὔῃ

251πολλάκι δ’ ἐξ ὀνύχων ἴσχει κρύος, ἀμφὶ δὲ γυίοις

252–256

252χειμερίη ζαλόωσα πέριξ βέβριθε χάλαζα.

253Πολλάκι δὴ χολόεντας ἀπήρυγε νηδύος ὄγκους

254ὠχραίνων δέμας ἀμφίς· δὲ νοτέων περὶ γυίοις

255ψυχρότερος νιφετοῖο βολῆς περιχεύεται ἱδρώς.

256Χροιὴν δ’ ἄλλοτε μὲν μολίβου ζοφοειδέος ἴσχει,

257–261

257ἄλλοτε δ’ ἠερόεσσα, τότ’ ἄνθεσιν εἴσατο χαλκοῦ.

258Εὖ δ’ ἂν καὶ δολόεντα μάθοις ἐπιόντα κεράστην

259ἠύτ’ ἔχιν· τῷ γάρ τε δομὴν ἰνδάλλεται ἴσην.

260Ἤτοι μὲν κόλος ἐστίν, δ’ αὖ κεράεσσι πεποιθὼς,

261ἄλλοτε μὲν πισύρεσσιν, ὅτ’ ἐν δοιοῖσι κεράστης,

262–266

262χροιῇ δ’ ἐν ψαφαρῇ λεπρύνεται, ἐν δ’ ἀμάθοισιν

263 καὶ ἀματροχιῇσι κατὰ στίβον ἐνδυκὲς αὔει.

264Τῶν ἤτοι σπείρῃσιν μὲν θοὸς ἀντία θύνει

265ἀτραπὸν ἰθεῖαν δολιχῷ μηρύγματι γαστρός·

266αὐτὰρ ὅγε σκαιὸς μεσάτῳ ἐπαλίνδεται ὁλκῷ,

267–271

267οἶμον ὁδοιπλανέων σκολιὴν τετρηχότι νώτῳ,

268τράμπιδος ὁλκαίης ἀκάτῳ ἴσος, τε δι’ ἅλμης

269πλευρὸν ὅλον βάπτουσα κακοσταθέοντος ἀήτεω

270εἰς ἄνεμον βεβίηται ἀπόκρουστος λιβὸς οὔρῳ.

271Τοῦ μὲν, ὅτ’ ἐμβρύξῃσιν, ἀεικέλιον περὶ νύχμα,

272–276

272ἥλῳ ἐειδόμενον τυλόεν πέλει· αἱ δὲ πελιδναὶ

273φλύκταιναι πέμφιξιν ἐειδόμεναι ὑετοῖο

274δάχμα πέρι πλάζονται, ἀμυδρήεσσαι ἐς ὠπήν.

275Ἤτοι ἀφαυρότερον τελέει πόνον, ἐννέα δ’ αὐγὰς

276ἠελίου μογέων ἐπιόσσεται, οἷσι κεράστης

277–281

277οὐλόμενος κακοεργὸν ἐνιχραύσῃ κυνόδοντα.

278Διπλῷ δ’ ἐν βουβῶνι καὶ ἰγνύσιν ἀσκελὲς αὔτως

279μόχθος ἐνιτρέφεται, πελιὸς δέ οἱ ἐμφέρεται χρώς·

280τῶν δέ τε καμνόντων ὀλίγος περὶ ἄψεα θυμὸς

281λείπεται ἐκ καμάτοιο· μόλις γε μὲν ἔκφυγον αἶσαν.

282–286

282Σῆμα δέ τοι δάκεος αἱμορρόου αὖτις ἐνίσπω,

283ὅς τε κατ’ ἀμβαθμοὺς πετρώδεας αἰὲν ἰαύει,

284τρηχὺν ὑπάρπεζον θαλάμην ὀλιγήρεα τεύχων·

285ἔνθ’ εἰλυθμὸν ἔχεσκεν, ἐπεί τ’ ἐκορέσσατο φορβῆς.

286Μήκει μὲν ποδὸς ἴχνος ἰσάζεται, αὐτὰρ ἐπ’ εὖρος

287–291

287τέτρυται μύουρος ἀπὸ φλογέοιο καρήνου,

288ἄλλοτε μὲν χροιῇ ψολόεις, ὁτὲ δ’ ἔμπαλιν αἰθός.

289Δειρὴν δ’ ἐσφήκωται ἅλις, πεδανὴ δέ οἱ οὐρὴ

290ζαχρειὲς θλιφθεῖσα παρομφάλιος τετάνυσται.

291Τοῦ μὲν ὑπὸ νιφόεντα κεράστα δοιὰ μετώπῳ

292–296

292ἔγκειται πάρνοψι φάη λογάδας τι προσεικῆ·

293σμερδαλέον δ’ ἐπί οἱ λαμυρὸν πέφρικε κάρηνον.

294Δοχμὰ δ’ ἐπισκάζων ὀλίγον δέμας οἷα κεράστης

295μέσσου ὅγ’ ἐκ νώτου βαιὸν πλόον αἰὲν ὀκέλλει,

296γαίῃ ἐπιθλίβων νηδὺν, φολίσιν δὲ καὶ οἴμῳ

297–301

297παῦρον ὑποψοφέων καλάμης χύσιν οἷα διέρπει.

298Νύχματι δ’ ἀρχομένῳ μὲν ἐπιτρέχει ἄχροον οἶδος

299κυάνεον· κραδίῃ δὲ κακὸν περιτέτροφεν ἄλγος·

300γαστὴρ δ’ ὑδατόεσσα διέσσυτο, νυκτὶ δὲ πρώτῃ

301αἷμα διὲκ ῥινῶν τε καὶ αὐχένος ἠδὲ δι’ ὤτων

302–306

302πιδύεται, χολόεντι νέον πεφορυγμένον ἰῷ·

303οὖρα δὲ φοινίσσοντα παρέδραμεν· αἱ δ’ ἐπὶ γυίοις

304ὠτειλαὶ ῥήγνυνται, ἐπειγόμεναι χροὸς ἄτῃ.

305Μή ποτέ τοι θήλει’ αἱμορροῒς ἰὸν ἐνείη·

306τῆς γὰρ ὀδαξαμένης τὰ μὲν ἀθρόα πίμπραται οὖλα

307–311

307ῥιζόθεν, ἐξ ὀνύχων δὲ κατείβεται ἀσταγὲς αἶμα·

308οἱ δὲ φόνῳ μυδόεντες ἀναπλείουσιν ὀδόντες.

309Εἰ δ’ ἔτυμον, Τροίηθεν ἰοῦσ’ ἐχαλέψατο φύλοις

310Αἰνελένη, ὅτε νῆα πολύστροιβον παρὰ Νεῖλον

311ἔστησαν βορέαο κακὴν προφυγόντες ὁμοκλήν,

312–316

312ἦμος ἀποψύχοντα κυβερνητῆρα Κάνωβον

313Θώνιος ἐν ψαμάθοις ἀθρήσατο· τύψε γὰρ εὐνῇ

314αὐχέν’ ἀποθλιφθεῖσα καὶ ἐν βαρὺν ἤρυγεν ἰὸν

315αἱμοροῒς θήλεια, κακὸν δέ οἱ ἔχραε κοῖτον.

316Τῷ δ’ Ἑλένη μέσον ὁλκὸν ἐνέθλασε, θραῦσε δ’ ἀκάνθης

317–321

317δεσμὰ πέριξ νωταία, ῥάχις δ’ ἐξέδραμε γυίων.

318Ἐξόθεν αἱμορόοι σκολιοπλανέες τε κεράσται

319οἶοι χωλεύουσι κακηπελίῃ βαρύθοντες.

320Εὖ δ’ ἂν σηπεδόνος γνοίης δέμας, ἄλλο μὲν εἴδει

321αἱμορόῳ σύμμορφον, ἀτὰρ στίβον ἀντί’ ὀκέλλει·

322–326

322καὶ κεράων δ’ ἔμπλην δέμας ἄμμορον, δέ νυ χροιὴ

323οἵη περ τάπιδος λασίῳ ἐπιδέδρομε τέρφει·

324κράατι δ’ ἐμβαρύθει, ἐλάχεια δὲ φαίνεται οὐρὴ

325ἐσσυμένῃ· σκολιὴν γὰρ ὁμῶς ἐπιτείνεται ἄκρην.

326Τῆς δ’ ἤτοι ὀλοὸν καὶ ἐπώδυνον ἔπλετο ἕλκος

327–331

327σηπεδόνος, νέμεται δὲ μέλας ὀλοφώιος ἰὸς

328πᾶν δέμας, αὐαλέῃ δὲ περὶ χροῒ καρφομένη θρὶξ

329σκίδναται, ὡς γήρεια καταψηχθέντος ἀκάνθης·

330ἐκ μὲν γὰρ κεφαλῆς τε καὶ ὀφρύος ἀνδρὶ τυπέντι

331ῥαίονται, βλεφάρων δὲ μέλαιν’ ἐξέφθιτο λάχνη·

332–336

332ἅψεα δὲ τροχόεντες ἐπιστίζουσι μὲν ἀλφοὶ,

333λεῦκαι τ’ ἀργινόεσσαν ἐπισσεύουσιν ἔφηλιν.

334Ναὶ μὴν διψάδος εἶδος ὁμώσεται αἰὲν ἐχίδνῃ

335παυροτέρης, θανάτου δὲ θοώτερος ἵξεται αἶσα,

336οἷσιν ἐνισκίμψῃ βλοσυρὸν δάκος· ἤτοι ἀραιὴ

337–341

337αἰὲν ὑποζοφόεσσα μελαίνεται ἄκροθεν οὐρή·

338δάχματι δ’ ἐμφλέγεται κραδίη πρόπαν, ἀμφὶ δὲ καύσῳ

339χείλε’ ὑπ’ ἀζαλέης αὐαίνεται ἄβροχα δίψης·

340αὐτὰρ ὅγ’, ἠύτε ταῦρος ὑπὲρ ποταμοῖο νενευκὼς,

341χανδὸν ἀμέτρητον δέχεται ποτὸν, εἰσόκε νηδὺς

342–346

342ὀμφαλὸν ἐξέρρηξε, χέῃ δ’ ὑπεραχθέα φόρτον.

343γύγιος δ’ ἄρα μῦθος ἐν αἰζηοῖσι φορεῖται,

344ὡς, ὁπότ’ οὐρανὸν ἔσχε Κρόνου πρεσβίστατον αἷμα,

345νειμάμενος κασίεσσιν ἑκὰς περικυδέας ἀρχὰς

346ἰδμοσύνῃ νεότητα γέρας πόρεν ἡμερίοισι

347–351

347κυδαίνων· δὴ γάρ ῥα πυρὸς ληΐστορ’ ἔνιπτον,

348ἄφρονες· οὐ γὰρ τῆς γε κακοφραδίης ἀπόνηντο.

349Νωθεῖς γὰρ κάμνοντες ἀμορβεύοντο λεπάργῳ

350δῶρα· πολύσκαρθμος δὲ κεκαυμένος αὐχένα δίψῃ

351ῥώετο· γωλειοῖσι δ’ ἰδὼν ὁλκήρεα θῆρα

352–356

352οὐλοὸν ἐλλιτάνευε κακῇ ἐπαλαλκέμεν ἄτῃ

353σαίνων· αὐτὰρ βρῖθος, δή ῥ’ ἀνεδέξατο νώτοις,

354ᾔτεεν ἄφρονα δῶρον· δ’ οὐκ ἀπανήνατο χρειοῖ.

355Ἐξοτε γηραλέον μὲν ἀεὶ φλόον ἑρπετὰ βάλλει

356ὁλκήρη, θνητοὺς δὲ κακὸν περὶ γῆρας ὀπάζει·

357–361

357νοῦσον δ’ ἀζαλέην βρωμήτορος οὐλομένη θὴρ

358δέξατο, καί τε τυπῇσιν ἀμυδροτέρῃσιν ἰάπτει.

359Νῦν δ’ ἄγε χερσύδροιο καὶ ἀσπίδος εἴρεο μορφὰς

360ἰσαίας· πληγῇ δὲ κακήθεα σήμαθ’ ὁμαρτεῖ·

361πᾶσα γὰρ ὑδαλέη ῥινὸς περὶ σάρκα μυσαχθὴς

362–366

362νειόθι πιτναμένη μυδόεν τεκμήρατο νύχμα,

363σηπεδόσι φλιδόωσα· τὰ δ’ ἄλγεα φῶτα δαμάζει

364μυρία πυρπολέοντα· θοαὶ δ’ ἐπὶ γυῖα χέονται

365πρηδόνες, ἄλλοθεν ἄλλαι ἐπημοιβοὶ κλονέουσαι.

366Ὃς δ’ ἤτοι τὸ πρὶν μὲν ὑπὸ βροχθώδεϊ λίμνῃ

367–371

367ἄσπειστον βατράχοισι φέρει κότον· ἀλλ’ ὅταν ὕδωρ

368σείριος αὐήνῃσι, τρύγη δ’ ἐν πυθμένι λίμνης,

369καὶ τόθ’ ὅγ’ ἐν χέρσῳ τελέθει ψαφαρός τε καὶ ἄχρους,

370θάλπων ἠελίῳ βλοσυρὸν δέμας· ἐν δὲ κελεύθοις

371γλώσσῃ ποιφύγδην νέμεται διψήρεας ὄγμους.

372–376

372Τὸν δὲ μετ’ ἀμφίσβαιναν ὀλίζωνα βραδύθουσαν

373δήεις ἀμφικάρηνον, ἀεὶ γλήνῃσιν ἀμυδρήν·

374ἀμβλὺ γὰρ ἀμφοτέρωθεν ἐπιπρονένευκε γένειον

375νόσφιν ἀπ’ ἀλλήλων· χροιή γε μὲν ἠύτε γαίης,

376ῥωγαλέον φορέουσα περιστιβὲς αἰόλον ἔρφος.

377–381

377Τὴν μὲν, ὅθ’ ἁδρύνηται, ὀροιτύποι οἷα βατῆρα

378κόψαντες ῥάδικα πολυστεφέος κοτίνοιο

379δέρματος ἐσκύλευσαν, ὅτε πρώτιστα πέφανται,

380πρόσθε βοῆς κόκκυγος ἐαρτέρου· δ’ ὀνίνησι

381ῥινῷ δυσπαθέοντας, ὅτ’ ἐν παλάμῃσιν ἀεργοῖς

382–386

382μάλκαι ἐπιπροθέωσιν ὑπὸ κρυμοῖο δαμέντων,

383ἠδ’ ὁπόταν νεύρων ξανάᾳ κεχαλασμένα δεσμά.

384Δήεις καὶ σκυτάλην ἐναλίγκιον ἀμφισβαίνῃ

385εἶδος, ἀτὰρ πάχετόν τε καὶ οὐτιδανὴν ἐπὶ σειρὴν

386μάσσον’, ἐπεὶ σκυτάλης μὲν ὅσον σμινύοιο τέτυκται

387–391

387στειλειὸν πάχετος, τῆς δ’ ἕλμινθος πέλει ὅλκος,

388ἠὲ καὶ ἔντερα γῆς οἷα τρέφει ὄμβριμος αἶα.

389Οὐδ’ ἄρ’, ὅταν χαράδρεια λίπῃ καὶ ῥωγάδα πέτρην

390ἦρος ἀεξομένου ὁπόσ’ ἑρπετὰ γαῖα φαείνει,

391ἀκρεμόνος μαράθοιο χυτὸν περιβόσκεται ἔρνος,

392–396

392εὖτ’ ἂν ὑπ’ ἠελίοιο περὶ φλόον ἅψεα βάλλῃ,

393ἀλλ’ ἥγ’ ἀρπέζαις τε καὶ ἐν νεμέεσσι πεσοῦσα

394φωλεύει βαθύυπνος, ἀπ’ εἰκαίης δὲ βοτεῖται

395γαίης, οὐδ’ ἀπὸ δίψος ἀλέξεται ἱεμένη περ.

396Τεκμαίρευ δ’ ὀλίγον μὲν, ἀτὰρ προφερέστατον ἄλλων

397–401

397ἑρπηστῶν βασιλῆα· τὸ μὲν δέμας ὀξυκάρηνος,

398ξανθὸς, ἐπὶ τρία δῶρα φέρων μῆκός τε καὶ ἰθύν.

399Οὐκ ἄρα δὴ κείνου σπειραχθέα κνώδαλα γαίης

400ἰυγὴν μίμνουσιν, ὅτ’ ἐς νομὸν ἠὲ καὶ ὕλην

401ἠὲ καὶ ἀρδηθμοῖο μεσημβρινὸν ἀίξαντες

402–406

402μείρονται, φύζῃ δὲ παλιντροπέες φορέονται.

403Τύμματι δ’ ἐπρήσθη φωτὸς δέμας, αἱ δ’ ἀπὸ γυίων

404σάρκες ἀπορρείουσι πελιδναί τε ζοφεραί τε·

405οὐδέ τις οὐδ’ οἰωνὸς ὑπὲρ νέκυν ἴχνια τείνας,

406αἰγυπιοὶ, γῦπές τε, κόραξ τ’ ὀμβρήρεα κρώζων,

407–410

407οὐδὲ μὲν ὅσσα τε φῦλ’ ὀνομάζεται οὔρεσι θηρῶν.

408δαίνυνται· τοῖόν περ ἀυτμένα δεινὸν ἐφίει.

409Εἰ δ’ ὀλοὴ βούβρωστις ἀιδρείηφι πελάσσῃ,

410αὐτοῦ οἱ θάνατός τε καὶ ὠκέα μοῖρα τέτυκται.

On the Asp, the Haemorrhois and Kindred

Asp, haemorrhois, sēpedōn, dryinas and other dread serpents of Egypt and Libya.

NICANDER · THERIACA · ON THE ASP, THE HAEMORRHOIS AND KINDRED 130 lines (411–540)
411–415

411Κῆρα δέ τοι δρυΐναο πιφαύσκεο, τόν τε χέλυδρον

412ἐξέτεροι καλέουσιν· δ’ ἐν δρυσὶν οἰκία τεύξας

413 ὅγε που φηγοῖσιν ὀρεσκεύει περὶ βήσσας.

414Ὕδρον μιν καλέουσι, μετεξέτεροι δὲ χέλυδρον,

415ἔστε βρύα προλιπὼν καὶ ἕλος καὶ ὁμήθεα λίμνην

416–420

416ἀγρώσσων λειμῶσι μολουρίδας βατραχῖδας

417σπέρχεται ἐκ μύωπος ἀήθεα δέγμενος ὁρμήν,

418ἔνθα κατὰ πρέμνον κοίλης ὑπεδύσατο φηγοῦ

419ὀξὺς ἀλεὶς, κοῖτον δὲ βαθεῖ ἐνεδείματο θάμνῳ.

420Αἰθαλόεις μὲν νῶτα, κάρη γε μὲν ἁρπεδὲς αὔτως

421–425

421ὕδρῳ ἐισκόμενον· τὸ δ’ ἀπὸ χροὸς ἐχθρὸν ἄηται,

422οἷον ὅτε πλαδόωντα περὶ σκύλα καὶ δέρε’ ἵππων

423γναπτόμενοι μυδόωσιν ὑπ’ ἀρβήλοισι λάθαργοι.

424Ἤτοι ὅταν κώληπας ἐν ποδὸς ἴχνεϊ τύψῃ,

425χρωτὸς ἄπο πνιγόεσσα κεδαιομένη φέρετ’ ὀδμή.

426–430

426Τοῦ δ’ ἤτοι περὶ τύμμα μέλαν κορθύεται οἶδος·

427ἐν δὲ νόον πεδόωσιν ἀλυσθαίνοντος ἀνῖαι

428ἐχθόμεναι · χροιὴ δὲ μόγῳ αὐαίνεται ἀνδρός.

429ῥινοὶ δὲ πλαδόωσιν ἐπὶ χροΐ, τοῖά μιν ἰὸς

430ὀξὺς ἀεὶ νεμέθων ἐπιβόσκεται· ἀμφὶ καὶ ἀχλὺς

431–435

431ὄσσε κατακρύπτουσα κακοσταθέοντα δαμάζει·

432οἳ δέ τε μηκάζουσι, περιπνιγέες τε πέλονται·

433οὖρα δ’ ἀπέστυπται· τοτὲ δ’ ἔμπαλιν ὑπνώοντες

434ῥέγκουσιν, λυγμοῖσι βαρυνόμενοι θαμέεσσιν,

435 ἀπερευγόμενοι ἔμετον χολοειδέα δειρῆς,

436–440

436ἄλλοτε δ’ αἱματόεντα· κακὴ δ’ ἐπιδίψιος ἄτη

437ἐσχατιῇ μογέουσι τρόμον κατεχεύατο γυίοις.

438Φράζεο δὲ χλοάοντα δαεὶς κύανόν τε δράκοντα,

439ὅν ποτε Παιήων λασίῃ ἐνεθρέψατο φηγῷ

440Πηλίῳ ἐν νιφόεντι Πελεθρόνιον κατὰ βῆσσαν.

441–445

441Ἤτοι ὅγ’ ἄγλαυρος μὲν ἐείδεται, ἐν δὲ γενείῳ

442τρίστοιχοι ἑκάτερθε περιστιχόωσιν ὀδόντες·

443πιόνα δ’ ἐν σκυνίοισιν ὑπ’ ὄθματα· νέρθε δὲ πώγων

444αἰὲν ὑπ’ ἀνθερεῶνι χολοίβαφος. Οὐ μὲν ὅγ’ αὕτως

445ἐγχρίμψας ἤλγυνε, καὶ ἢν ἔκπαγλα χαλεφθῇ·

446–450

446βληχρὸν γὰρ μυὸς οἷ’ ἀμυληβόρου ἐν χροῒ νύχμα

447εἴδεται αἱμαχθέντος ὑπὸ κραντῆρος ἀραιοῦ.

448Τῷ μέν τ’ ἔκπαγλον κοτέων βασιλήιος ὄρνις

449αἰετὸς ἐκ παλαχῆς ἐπαέξεται, ἀντία δ’ ἐχθρὴν

450δῆριν ἄγει γενύεσσιν, ὅταν βλώσκοντα καθ’ ὕλην

451–455

451δέρκηται· πάσας γὰρ ὅγ’ ἠρήμωσε καλιὰς,

452αὕτως ὀρνίθων τε τόκον κτίλα τ’ ὤεα βρύκων·

453αὐτὰρ τοῦ καὶ ῥῆνα καὶ ἠνεμόεντα λαγωὸν

454ῥεῖα δράκων ἤμερσε νέον μάρψαντος ὄνυξι,

455θάμνου ὑπαΐξας· δ’ ἀλεύεται· ἀμφὶ δὲ δαιτὸς

456–460

456μάρνανθ’· ἱπτάμενον δὲ πέριξ ἀτέλεστα διώκει

457σπειρηθεὶς καὶ λοξὸν ὑποδρὰξ ὄμμασι λεύσσων.

458Εἴ γε μὲν Ἡφαίστοιο χαλαίποδος ἐν πτυχὶ νήσου

459βήσεαι ἠὲ Σάμον δυσχείμερον, αἵ τ’ ἐνὶ κόλπῳ

460Θρηϊκίῳ βέβληνται ἑκὰς, Ῥησκυνθίδος Ἥρης

461–465

461Ἕβρος ἵνα, Ζωναῖά τ’ ὄρη χιόνεσσι φάληρα

462καὶ δρύες Οἰαγρίδαο, τόθι Ζηρύνθιον ἄντρον,

463δήεις κεγχρίνεω δολιχὸν τέρας, ὅν τε λέοντα

464αἰόλον αὐδάξαντο, περίστικτον φολίδεσσι·

465τοῦ πάχετος μῆκός τε πολύστροφον· αἶψα δὲ σαρκὶ

466–470

466πυθεδόνας κατέχευε δυσαλθέας· αἳ δ’ ἐπὶ γυίοις

467ἰοβόροι βόσκονται· ἀεὶ δ’ ὑπὸ νηδύσιν ὕδρωψ

468ἄλγεσιν ἐμβαρύθουσα κατὰ μέσον ὀμφαλὸν ἵζει.

469Ἤτοι ὅτ’ ἠελίοιο θερειτάτη ἵσταται ἀκτὶς,

470οὔρεα μαιμώσσων ἐπινίσσεται ὀκριόεντα,

471–475

471αἵματος ἰσχανόων, καὶ ἐπὶ κτίλα μῆλα δοκεύων,

472 Σάου ἠὲ Μοσύχλου ὅτ’ ἀμφ’ ἐλάτῃσι μακεδναῖς

473ἄγραυλοι ψύχωσι, λελοιπότες ἔργα νομήων·

474μὴ σύ γε θαρσαλέος περ ἐὼν θέλε βήμεναι ἄντην

475μαινομένου, μὴ δή σε καταπλέξῃ καὶ ἀνάγχῃ

476–480

476πάντοθι μαστίζων οὐρῇ δέμας, ἐν δὲ καὶ αἷμα

477λαιφάξῃ, κληῖδας ἀναρρήξας ἑκάτερθεν.

478Φεῦγε δ’ ἀεὶ σκολιήν τε καὶ οὐ μίαν ἀτραπὸν ἴλλων.

479δοχμὸς ἀνακρούων θηρὸς πάτον· γὰρ δεσμοὺς

480βλάπτεται ἐν καμπῇσι πολυστρέπτοισιν ἀκάνθης,

481–485

481ἰθεῖαν δ’ ὢκιστος ἐπιδρομάδην στίβον ἕρπει.

482Τοῖος Θρηικίῃσιν ὄφις νήσοισι πολάζει.

483Ἔνθα καὶ οὐτιδανοῦ περ ἀπεχθέα βρύγματ’ ἔασιν

484ἀσκαλάβου· τὸν μέν τ’ ἐρέει φάτις, οὕνεκ’ Ἀχαιὴ

485Δημήτηρ ἔβλαψεν, ὅθ’ ἅψεα σίνατο παιδὸς

486–490

486Καλλίχορον παρὰ φρεῖαρ, ὅτ’ ἐν Κελεοῖο θεράπναις

487ἀρχαίη Μετάνειρα θεὴν δείδεκτο περίφρων.

488Ἄλλα γε μὴν ἄβλαπτα κινώπετα βόσκεται ὕλην,

489δρυμούς καί λασιῶνας ἀμορβαίους τε χαράδρας,

490οὓς ἔλοπας λίβυάς τε πολυστεφέας τε μυάγρους

491–495

491φράζονται, σὺν δ’ ὅσσοι ἀκοντίαι ἠδὲ μόλουροι,

492 ἔτι που τυφλῶπες ἀπήμαντοι φορέονται.

493Τῶν μὲν ἐγὼ θρόνα πάντα καὶ ἀλθεστήρια νούσων,

494φύλλα τε ῥιζοτόμον τε διείσομαι ἀνδράσιν ὤρην,

495πάντα διαμπερέως καὶ ἀπηλεγὲς, οἷσιν ἀρήγων

496–500

496ἀλθήσῃ νούσοιο κατασπέρχουσαν ἀνίην.

497Τὰς μὲν ἔτι βλύοντι φόνῳ περιαλγέι ποίας

498δρέψασθαι νεοκμῆτας ( γὰρ προφερέστατον ἄλλων),

499χώρῳ ἵνα κνῶπες θαλερὴν βόσκονται ἀν’ ὕλην.

500Πρώτην μὲν Χείρωνος ἐπαλθέα ῥίζαν ἑλέσθαι,

501–505

501Κενταύρου Κρονίδαο φερώνυμον, ἥν ποτε Χείρων

502Πηλίου ἐν νιφόεντι κιχὼν ἐφράσσατο δειρῇ·

503τῆς μὲν ἀμαρακόεσσα χυτὴ περιδέδρομε χαίτη,

504ἄνθεα δὲ χρύσεια φαείνεται· δ’ ὑπὲρ αἴης

505ῥίζα καὶ οὐ βυθόωσα Πελεθρόνιον νάπος ἴσχει.

506–510

506Ἣν σὺ καὶ αὐαλέην, ὁτὲ δ’ ἔγχλοον ὅλμῳ ἀράξας

507φυρσάμενος κοτύλῃ πιέειν μενοεικέος οἴνης·

508παντὶ γὰρ ἄρκιός ἐστι· τό μιν πανάκειον ἔπουσιν.

509Ἤτοι ἀριστολόχεια παλίσκιος ἐνδατέοιτο,

510φύλλ’ ἅτε κισσήεντα περικλυμένοιο φέρουσα·

511–515

511ἄνθεα δ’ ὑσγίνῳ ἐνερεύθεται· δέ οἱ ὀδμὴ

512σκίδναται ἐμβαρύθουσα· μέσον δ’ ὡς ἀχράδα καρπὸν

513μυρτάδος ἐξ ὄχνης ἐπιόψεαι σύ γε βάκχης·

514ῥίζα δὲ θηλυτέρης μὲν ἐπιστρογγύλλεται ὄγκῳ,

515ἄρσενι δ’ αὖ δολιχή τε καὶ ἄμ πυγόνος βάθος ἴσχει,

516–520

516πύξου δὲ χροιῇ προσαλίγκιος Ὠρικίοιο.

517Τὴν ἤτοι ἔχιός τε καὶ αἰνοπλῆγος ἐχίδνης

518ἀγρεύσεις ὄφελος περιώσιον· ἔνθεν ἀπορρὼξ

519δραχμαίη μίσγοιτο ποτῷ ἔνι κιρράδος οἴνης.

520Ναὶ μὴν καὶ τρίσφυλλον ὀπάζεο κνωψὶν ἀρωγὴν,

521–525

521ἠέ που ἐν τρήχοντι πάγῳ ἀποσφάγι βήσσῃ,

522τὴν ἤτοι μινυανθὲς, δὲ τριπέτηλον ἐνίσποι,

523χαίτην μὲν λωτῷ, ῥυτῇ γε μὲν εἴκελον ὀδμήν.

524Ἤτοι ὅτ’ ἄνθεα πάντα καὶ ἐκ πτίλα ποικίλα χεύῃ,

525οἷόν τ’ ἀσφάλτου ἀπερεύγεται· ἔνθα κολούσας

526–530

526σπέρμαθ’ ὅσον κύμβοιο τραπεζήεντος ἑλέσθαι

527καρδόπῳ ἐντρίψας, πιέειν δ’ ὀφίεσσιν ἀρωγήν.

528Νῦν δ’ ἄγε τοι ἐπίμικτα νόσων ἀλκτήρια λέξω.

529Θρινακίην μὲν ῥίζαν ἕλευ γυιαλθέα θάψου

530σμώξας, ἐν δὲ σπέρμα χυτὸν λευκανθέος ἄγνου,

531–535

531νῆριν, πηγάνιόν τε περιβρυὲς, ἐν δέ τε θύμβρης

532δρεψάμενος βλαστὸν χαμαιευνάδος, τε καθ’ ὕλην

533οἵας θ’ ἑρπύλλοιο περὶ ῥάδικας ἀέξει.

534Ἄγρει δ’ ἀσφοδέλοιο διανθέος ἄλλοτε ῥίζαν,

535ἄλλοτε καὶ καυλεῖον ὑπέρτερον ἀνθερίκοιο.

536–540

536πολλάκι δ’ ἐν καὶ σπέρμα, τό τε λοβὺς ἀμφὶς ἀέξει·

537ἠὲ καὶ ἑλξίνην, τήν τε κλύβατιν καλέουσιν,

538ὕδασι τερπομένην καὶ ἀεὶ θάλλουσαν ἰάμνοις·

539πῖνε δ’ ἐνιτρίψας κοτυλήρυτον ὄξος ἀφύσσων

540 οἴνης· ῥέα δ’ αὖτε καὶ ὕδατι κῆρας ἀλύξεις.

On Lizards, Frogs and Lesser Beasts

Salamander, gecko, toad and other small venomous animals.

NICANDER · THERIACA · ON LIZARDS, FROGS AND LESSER BEASTS 174 lines (541–714)
541–545

541Ἑσθλὴν δ’ Ἀλκιβίου ἔχιος περιφράζεο ῥίζαν,

542τῆς καὶ ἀκανθοβόλος μὲν ἀεὶ περιτέτροφε χαίτη,

543λείρια δ’ ὡς ἴα τοῖα περιτρέφει· δὲ βαθεῖα

544καὶ ῥαδινὴ ὑπένερθεν ἀέξεται οὔδεϊ ῥίζα.

545Τὸν μὲν ἔχις βουβῶνος ὑπὲρ νεάτοιο χαράξας

546–550

546ἄντλῳ ἐνυπνώοντα χυτῆς παρὰ τέλσον ἅλωος

547εἶθαρ ἀνέπνευσεν καμάτου βίῃ · αὐτὰρ γαίης

548ῥίζαν ἐρυσσάμενος τὸ μὲν ἕρκεϊ θρύψεν ὀδόντων

549θηλάζων, τὸ δὲ πέσκος ἑῷ περὶ κάββαλεν ἕλκει.

550 μὴν καὶ πρασίοιο χλοανθέος ἔρνος ὀλόψας

551–555

551χραισμήσεις ὀφίεσσι πιὼν ἀργῆτι μετ’ οἴνῳ,

552 τε καὶ ἀστόργοιο κατείρυσεν οὔθατα μόσχου

553πρωτογόνου, στέργει δὲ περισφαραγεῦσα γάλακτι·

554τὴν ἤτοι μελίφυλλον ἐπικλείουσι βοτῆρες,

555οἱ δὲ μελίκταιναν· τῆς γὰρ περὶ φύλλα μέλισσαι

556–560

556ὀδμῇ θελγόμεναι μέλιτος ῥοιζηδὸν ἴενται.

557Ἠὲ σύ γ’ ἐγκεφάλοιο περὶ σμήνιγγας ἀραιὰς

558ὄρνιθος λέψαιο κατοικάδος· ἄλλοτ’ ὀμόρξαις

559ψηχρὰ πολύκνημον καὶ ὀρίγανον, ἀπὸ κάπρου

560ἥπατος ἀκρότατον κέρσαι λοβὸν, ὅς τε τραπέζης

561–565

561ἐκφύεται, νεύει δὲ χολῆς σχεδὸν ἠδὲ πυλάων·

562καὶ τὰ μὲν ἂρ σύμμικτα πιεῖν ἀπ’ ἄνδιχα κόψας

563ὄξεος οἴνης· πλεῖον δ’ ἄκος ἕψεται οἴνῃ.

564Ἐν δὲ φόβην ἐρύσασθαι ἀειθαλέος κυπαρίσσου

565ἐς ποτὸν, πάνακες, κάστορος οὐλοὸν ὄρχιν

566–570

566 ἵππου, τὸν Νεῖλος ὑπὲρ Σάιν αἰθαλόεσσαν

567βόσκει, ἀρούρῃσιν δὲ κακὴν ἐπιβάλλεται ἅρπην·

568ὅς τε καὶ ἐκ ποταμοῖο λιπὼν ζάλον ἰλυόεντα,

569χιλοὶ ὅτε χλοάουσι, νέον δ’ ἀπεχεύατο ποίη,

570τόσσον ἐπιστείβων λείπει βυθόν, ὁσσάτιόν περ

571–575

571ἐκνέμεται γενύεσσι παλίσσυτον ὄγμον ἐλαύνων.

572Τοῦ μὲν ἀποπροταμὼν δραχμῆς βάρος ἰσοφαρίζειν,

573ὕδατι δ’ ἐμπίσαιο, κύτει ἐναολλέα κόψας.

574Μηδὲ σύ γ’ ἀβροτόνου ἐπιλήθεο, μηδέ τι δάφνης

575καρπὸν ἀραιοτέρης· μάλα δ’ ἂν καὶ ἀμάρακος εἴη

576–580

576χραισμήεις πρασιῇ τε καὶ ἀνδήροισι χλοάζων·

577ἐν δὲ τίθει τάμισον σκίνακος νεαροῖο λαγωοῦ

578 προκὸς ἠὲ νεβροῖο πάροιθ’ ἀπὸ λύματα κόψας,

579 ἐλάφου νηδὺν, τὸ μὲν ἂρ καλέουσιν ἐχῖνον,

580ἄλλοι δ’ ἐγκατόεντα κεκρύφαλον· ὧν ἀπερύσσας

581–585

581δραχμάων ὅσσον τε δύω καταβάλλεο μοίρας

582τέτρασιν ἐν κυάθοις μέθυος πολιοῦ ἐπιμίξας.

583Μηδέ σέ γε χραίσμη πολίου λάθοι ἠὲ κέδροιο,

584ἄρκευθος, σφαῖραί τε θερειλεχέος πλατάνοιο,

585σπέρματα βουπλεύρου τε καὶ Ἰδαίης κυπαρίσσου,

586–590

586ἠὲ καὶ ἐξ ἐλάφοιο ταμὼν πηρῖνα θοραίην·

587πάντα γὰρ ἀλθήσει καὶ ἀθέσφατον ἐκ μόγον ὤσει.

588Τὴν δὲ μετ’ ἐξετέρην θανάτου φύξιν τε καὶ ἀλκὴν

589φράζεο κουλυβάτειαν ἑλών· τροχαλῷ δ’ ἐνὶ λίγδῳ

590σώχειν, ἐν δέ τέ οἱ κοτύλην πτισάνοιο χέασθαι,

591–595

591ἐν δὲ δύω κυάθεια παλαισταγέος οἴνοιο.

592ἐν δὲ καὶ ἀργέσταο λίπευς ἰσόμοιρον ἐλαίου·

593φύρσας δὲ πληγῇσι χολοιβόρον ἰὸν ἐρύξεις.

594Ἄγρει δ’ ἑξάμορον κοτύλης εὐώδεα πίσσαν,

595καὶ χλοεροῦ νάρθηκος ἀπὸ μέσον ἦτρον ὀλόψας,

596–600

596ἠὲ καὶ ἱππείου μαράθου πολυαυξέα ῥίζαν

597κεδρίσιν ἐντρίψας, ἐλεοθρέπτου τε σελίνου

598σπέρματα· μεστωθὲν δὲ χάδοι βάθος ὀξυβάφοιο.

599Ἔνθα καὶ ἱππείου προταμὼν σπερμεῖα σελίνου,

600δραχμάων δὲ δύω σμύρνης ἐχεπευκέος ἄχθη,

601–605

601ἐν δὲ θερειγενέος καρπὸν κεράσαιο κυμίνου

602στήσας ἠὲ χύδην τε καὶ ἄστατον ἀμφικυκήσας·

603πῖνε δὲ μιξάμενος κυάθῳ τρὶς ἀφύξιμον οἴνην.

604Νάρδου δ’ εὐστάχυος δραχμήιον ἄχθος ἑλέσθαι,

605σὺν δὲ καὶ ὀκταπόδην ποταμοῦ ἀποσυληθέντα

606–610

606καρκίνον ἐνθρύψαιο νεοβδάλτοιο γάλακτος,

607ἶριν θ’, ἥν ἔθρεψε Δρίλων καὶ Νάρονος ὄχθαι,

608Σιδονίου Κάδμοιο θεμείλιον Ἁρμονίης τε·

609ἔνθα δύω δασπλῆτε νομὸν στείβουσι δράκοντες.

610Λάζεο δ’ ἀνθεμόεσσαν ἄφαρ τανύφυλλον ἐρείκην,

611–615

611ἥν τε μελισσαῖος περιβόσκεται οὐλαμὸς ἕρπων·

612καὶ μυρίκης λάζοιο νέον πανακαρπέα θάμνον,

613μάντιν ἐν αἰζηοῖσι γεράσμιον· ἐν Ἀπόλλων

614μαντοσύνας Κοροπαῖος ἐθήκατο καὶ θέμιν ἀνδρῶν·

615μὶξ δὲ κονυζῆεν φυτὸν ἔγχλοον, ἠδὲ καὶ ἀκτῆς

616–620

616καυλοὺς ἠνεμόεντας, ἰδὲ πτίλα πολλὰ καὶ ἄνθη

617σαμψούχου, κύτισόν τε καὶ εὐγλαγέας τιθυμάλλους·

618πάντα δὲ λίγδῳ θρύπτε, καὶ ἐν σκαφίδεσσι δοχαίαις

619φαρμάσσων μέθυ κεῖνο χοὸς δεκάτῃ ἐνὶ μοίρῃ.

620Ἀλλ’ ἤτοι γερύνων καναχοὶ περίαλλα τοκῆες

621–625

621βάτραχοι ἐν χύτρῃσι καθεψηθέντες ἄριστοι

622βάμματι· πολλάκι δ’ ἧπαρ ἐνὶ σχεδίῃ ποθὲν οἴνῃ,

623 αὐτοῦ σίνταο κάρη κακὸν ἄλλοτε νύμφαις

624ἐμπισθὲν, τοτὲ δ’ οἴνου ἐνὶ σταγόνεσσιν ἀρήξει.

625Μὴ σύ γ’ ἑλιχρύσοιο λιπεῖν πολυδευκέος ἄνθην,

626–630

626κόρκορον μύωπα, πανάκτειόν τε κονίλην,

627ἥν τε καὶ Ἡράκλειον ὀρίγανον ἀμφὶς ἔπουσι·

628σὺν καὶ ὄνου πετάλειον ὀριγάνου, αὖά τε θύμβρης

629στρομβεῖα ψώχοιο, κακῆς ἐμφόρβια νούσου.

630Ἄγρει μὰν ὀλίγαις μηκωνίσι ῥάμνον ἐίσην

631–635

631ἐρσομένην, ἀργῆτι δ’ ἀεὶ περιδέδρομεν ἄνθῃ·

632τὴν ἤτοι φιλεταιρίδ’ ἐπίκλησιν καλέουσιν

633ἀνέρες, οἱ Τμώλοιο παραὶ Γύγαό τε σῆμα

634Παρθένιον ναίουσι λέπας, τόθι Κίλβιν ἀεργοὶ

635ἵπποι χιλεύουσι καὶ ἀντολαί εἰσι Καύστρου.

636–640

636Νῦν δ’ ἄγε τοι ῥίζας ἐρέω ἐχίεσσιν ἀρωγούς.

637Ἔνθα δύω ἐχίεια πιφαύσκεο· τῆς δὲ τὸ μέν που

638ἀγχούσῃ προσέοικεν ἀκανθῆεν πετάλειον·

639παῦρον ἐπεὶ, τυτθὸν δὲ καὶ ἐν χθονὶ πυθμένα τείνει.

640 δ’ ἑτέρη πετάλοισι καὶ ἐν καυλοῖσι θάλεια,

641–645

641ὑψηλή· ὀλίγῳ δὲ πέριξ καλχαίνεται ἄνθει·

642βλάστη δ’ ὡς ἔχιος, σφεδανὸν δ’ ἐφύπερθε, κάρηαρ.

643Τῶν μὲν ἀπ’ ἀνδρακάδα προταμὼν ἰσήρεα χραισμεῖν

644 σφέλαι ὅλμῳ κεάσας ῥωγάδι πέτρῃ.

645Καί τε σύ γ’ ἠρύγγοιο καὶ ἀνθήεντος ἀκάνθου

646–650

646ῥίζεα λειήναιο, φέροις δ’ ἰσορρεπὲς ἄχθος

647ἀμφοῖιν κλώθοντος ἐν ἀρπέζῃσιν ἐρίνου·

648λάζεο δ’ εὐκνήμοιο κόμην βρίθουσαν ὀρείου

649καὶ σπέραδος Νεμεαῖον ἀειφύλλοιο σελίνου·

650σὺν δὲ καὶ ἀννήσοιο τὸ διπλόον ἄχθος ἀείραι

651–655

651ῥίζαις ὁλκήεσσαν ὑπὸ πλάστιγγα πεσοῦσαν·

652καὶ τὰ μὲν ὀργάζοιο, καὶ εἰν ἑνὶ τεύχεϊ μίξας

653ἄλλοτε μέν τ’ ἐχίων ὀλοὸν σίνος, ἄλλοτε τύμμα

654σκορπιόεν, τοτὲ δάχματ’ ἐπαλθήσαιο φάλαγγος,

655τριπλόον ἐνθρύπτων ὀδελοῦ βάρος ἔνδοθεν οἴνης.

656–660

656Φράζεο δ’ αἰγλήεντα χαμαίλεον ἠδὲ καὶ ὀρφνόν·

657δοιοὶ δ’ ἀμφὶς ἔασιν· μὲν ζοφοείδελος ὠπὴν

658ἤικται σκολύμῳ, τροχεὴν δ’ ἀπεχεύατο χαίτην·

659ῥίζα δέ οἱ βριαρή τε καὶ αἴθαλος, ἠδ’ ὑπὸ κνημοῖς

660σκοιοῖς ἐντελέθει φυξήλιος νεμέεσσι.

661–665

661Τὸν δ’ ἕτερον δήεις αἰεὶ πετάλοισιν ἀγαυρόν·

662μέσση δ’ ἐν κεφαλὴ δύεται πεδόεσσα, μολοβρή·

663ῥίζα δ’ ὑπαργήεσσα, μελίζωρος δὲ πάσασθαι.

664Τῶν δὴ κυανέην μὲν ἀναίνεο, τῆς δ’ ἀπὸ φάρσος

665δραχμαῖον ποταμοῖο πιεῖν ὑδάτεσσι ταράξας.

666–670

666Ἄλλην δ’ Ἀλκιβίοιο φερώνυμον ἀγρέο ποίην,

667δράχμα χερὸς πλήσας, παύρῳ δ’ ἐν νέκταρι πίνειν.

668Τὴν μὲν ὑπὸ σκοπέλοισι Φαλακραίοις ἴδ’ ἐπακτὴρ

669Κρύμνης ἀμπεδίον καὶ ἀνὰ Γράσον, ἠδ’ ἵνα θ’ ἵππου

670λειμῶνες σκυλάκεσσιν Ἀμυκλαίῃσι κελεύων·

671–675

671κνυζηθμὸν κυνὸς οὖλον ἐπήισε θυμολέοντος,

672ὅς τε μεταλλεύων αἰγὸς ῥόθον ἐν στίβῳ ὕλης

673κανθῷ ἐνὶ ῥαντῆρι τυπὴν ἀνεδέξατ’ ἐχίδνης·

674καὶ τὴν μὲν κλάγξας ἀφ’ ἑκὰς βάλε, ῥεῖα δὲ ποίης

675φύλλα κατέβρυξεν, καὶ ἀλεύατο φοινὸν ὄλεθρον.

676–680

676Ἆσαι δ’ ἔγχλοα φλοιὸν ἐλαιήεντα κρότωνος

677συμμίγδην πετάλοισι μελισσοφύτοιο δασείης,

678ἠὲ καὶ ἠελίοιο τροπαῖς ἰσώνυμον ἔρνος,

679 θ’ Ὑπεριονίδαο παλινστρέπτοιο κελεύθους

680τεκμαίρει γλαυκοῖσιν ἴσον πετάλοισιν ἐλαίης.

681–685

681Αὕτως δὲ ῥίζαν κοτυληδόνος, τ’ ἀνὰ κρυμὸν

682ῥηγνυμένων ὀλοφυδνὰ διήφυσε ποσσὶ χίμετλα.

683Δήποτε δ’ βλωθροῖο πυρίτιδος ἔγχλοα φύλλα,

684 σκολοπενδρείοιο φέρειν ἀπὸ καυλὸν ἀμήσας.

685Ἄγρει καὶ πάνακες Φλεγυήιον, ὅρρα τε πρῶτος

686–690

686Παιήων Μέλανος ποταμοῦ παρὰ χεῖλος ἄμερξεν,

687Ἀμφιτρυωνιάδαο θέρων Ἰφικλέος ἕλκος,

688εὖτε σὺν Ἡρακλῆι κακὴν ἐπυράκτεεν ὕδρην.

689Εἰ δὲ σύ γε σκύλακας γαλέης μητέρα λαιδρὴν

690ἀγρεύσαις πρόσπαιον, ἀποσκύλαιο δὲ λάχνην

691–695

691καρχαλέου καθύπερθε πυρὸς σελάοντος ἀυτμῇ,

692τῆς δ’ ἐξ ἔγκατα πάντα βαλὼν καὶ ἀφόρδια γαστρὸς

693φύρσον ἁλὸς δίοιο, καὶ ἠελίου δίχα τέρσαι,

694μή τοι ἐνισκήλῃ νεαρὸν σκίναρ ὠκὺς ἀίξας.

695Ἀλλ’ ὁπόταν χρειώ σε κατεμπάζῃ μογέοντα,

696–700

696σῶχε διὰ κνήστι σκελετὸν ῥάκος οἷά τ’ ἀφαυρὸν

697σίλφιον στροφάλιγγα περιξήροιο γάλακτος

698οἴνῳ ἐπικνήθων· τὸ δέ τοι προφερέστατον ἄλλων

699ἐσσεῖται· πάσας γὰρ ὁμῶς ἀπὸ κῆρας ἐρύξει.

700Πεύθεο δ’ εἰναλίης χέλυος κρατέουσαν ἀρωγὴν

701–705

701δάχματος εἶαρ ἔμεν δολιχῶν ὅσα φῶτας ἀνιγροὺς

702ἑρπετὰ σίνονται· τὸ δέ τοι μέγ' ἀλέξιον εἴη.

703Ἤτοι ὅταν βροτολοιγοῦ ὑπὲκ πόντοιο χελύνην

704αἰγιαλῶν ἐρύσωσιν ἐπὶ ξερὸν ἀσπαλιῆες,

705τὴν δ’ ἀνακυπώσας κεφαλῆς ἀπὸ θυμὸν ἀράξαι

706–710

706μαύλιδι χαλκείῃ, βλοσυρὸν δ’ ἐξ αἷμα χέασθαι

707ἐν κεράμῳ νεοκμῆτι καμινόθεν· ἐκ δὲ πελιδνὸν

708οὐρὸν ἀπηθῆσαι πλαδάον λαεργέι μάκτρῃ·

709ἧς ὕπο δὴ τέρσαιο διατρυφὲς αἷμα κεδάσσας

710δραχμάων πισύρων μίσγων βάρος· ἐν δὲ κυμίνου

711–714

711δοιὰς ἀγροτέροιο, καὶ ἐκ ταμίσοιο λαγωοῦ

712τετράμορον δραχμῇσι δύω καταβάλλεο βρῖθος.

713Ἔνθεν ἀποτμήγων πιέειν δραχμαῖον ἐν οἴνῃ.

714Καὶ τάδε μέν τ’ ὀφίεσσιν ἀλεξητήρια δήεις.

On the Phalangia and the Scorpion

The spiders, scorpions and other venomous arthropods.

NICANDER · THERIACA · ON THE PHALANGIA AND THE SCORPION 122 lines (715–836)
715–719

715Ἔργα δέ τοι σίνταο περιφράζοιο φάλαγγος

716σήματά τ’ ἐν βρυχμοῖσιν· ἐπεί ῥ’ μὲν αἰθαλόεις ῥὼξ

717κέκληται, πισσῆεν, ἐπασσυτέροις ποσὶν ἕρπον·

718γαστέρι δ’ ἐν μεσάτῃ ὀλοοῖς ἔσκληκεν ὀδοῦσι.

719Τοῦ δὲ καὶ ἐγχρίμψαντος ἀνουτήτῳ ἴκελος χρὼς

720–724

720μίμνει ὅμως, τὰ δ’ ὕπερθε φάη ὑποφοινίσσονται·

721φρίκη δ’ ἐν ῥέθεϊ σκηρίπτεται· αὐτίκα δὲ χρὼς

722μέζεά τ’ ἀνδρὸς ἔνερθε τιταίνεται, ἐν δέ τε καυλὸς

723φύρματι μυδαλέος προϊάπτεται· ἰσχία δ’ αὔτως

724μάλκη ἐνισκίμπτουσα κατήριπεν ἔχμα τε γούνων.

725–729

725Ἀστέριον δέ φιν ἄλλο πιφαύσκεο, τεῦ τ’ ἐπὶ νώτῳ

726λεγνωταὶ στίλβουσι διαυγέες ἐν χροῒ ῥάβδοι·

727βρύξαντος δ’ ἀίδηλον ἐπέδραμεν ἀνέρι φρίκη·

728ἐν δὲ κάρος κεφαλῇ, γούνων δ’ ὑποέκλασε δεσμά.

729Κυάνεον δέ τοι ἄλλο πεδήορον ἀμφὶς ἀίσσει

730–734

730λαχνῆεν· δεινὸν δὲ φέρει καὶ ἐπὶ χροῒ νύχμα,

731ὅντινα γυιώσει· κραδίῃ δέ οἱ ἐν βάρος ἵζει·

732νὺξ δὲ περὶ κροτάφοις· ἔμετον δ’ ἐξήρυγε δειρῆς

733λοιγὸν, ἀραχνήεντα· νέμει δέ οἱ ἐγγὺς ὄλεθρον.

734Ἀγρώστης γε μὲν ἄλλος, δὴ λύκου εἴσατο μορφῇ

735–739

735μυιάων ὀλετῆρος· ὀπιπτεύει δὲ μελίσσας,

736ψῆνας, μύωπάς τε καὶ ὅσσ’ ἐπὶ δεσμὸν ἵκηται.

737Ἄκμητον δ’ ἐπὶ τύμμα φέρει μεταμώνιον ἀνδρί.

738Ἄλλο γε μὴν δύσδηρι, τὸ δὴ σφήκειον ἔπουσι,

739πυρσὸν ἅλις, σφηκὶ προσαλίγκιον ὠμοβορῆι,

740–744

740ὃς δὴ θαρσαλέην γενεὴν ἐκμάσσεται ἵππου·

741ἵπποι γὰρ σφηκῶν γένεσις, ταύρων δὲ μέλισσαι

742σκήνεσι πυθομένοισι λυκοσπάδες ἐξεγένοντο.

743Τοῦ δὲ καὶ οὐτήσαντος ἐπὶ κρατερὸν θέει οἶδος,

744νοῦσοί τ’ ἐξέτεραι, μετὰ γούνασι δ’ ἄλλοτε παλμὸς,

745–749

745ἄλλοτε δ’ ἀδρανίη· μινύθοντα δὲ τόνδε δαμάζει

746ἐσχάτιον κακοεργὸς ἄγων παυστήριον ὕπνος.

747Εἰ δ’ ἄγε μυρμήκειον, δὴ μύρμηξιν ἔικται,

748δειρῇ μὲν πυρόειν, ἄζῃ γε μὲν εἴσατο μορφὴν,

749πάντοθε δ’ ἀστερόεντι περιστιγὲς εὐρέι νώτῳ·

750–754

750αἰθαλέη δ’ ἐπὶ τυτθὸν ἀείρεται αὐχένι κόρση·

751ἄλγεα δὲ προτέροισιν ἴσα κνώπεσσι πελάζει.

752Χειροδρόποι δ’ ἵνα φῶτες ἄτερ δρεπάνοιο λέγονται

753ὄσπρια χέδροπά τ’ ἄλλα μεσοχλόου ἐντὸς ἀρούρης,

754ἔνθα δ’ ἐπασσύτερα φλογερῇ εἰλυμένα χροιῇ

755–759

755εἴκελα κανθαρίδεσσι φαλάγγια τυτθὰ δίενται.

756Τοῦ μὲν ὅμως ἔμμοχθον ἀεὶ περὶ δάχμα χέονται

757φλύκταιναι· κραδίη δὲ παραπλάζουσα μέμηνε·

758γλῶσσα δ’ ἄτακτα λέληκε· παρέστραπται δὲ καὶ ὄσσε.

759Φράζεο δ’ Αἰγύπτοιο τά τε τρέφει οὐλοὸς αἶα

760–764

760κνώδαλα, φαλλαίνῃ ἐναλίγκια, τὴν περὶ λύχνους

761ἀκρόνυχος δειπνητὸς ἐπήλασε παιφάσσουσαν·

762στεγνὰ δέ οἱ πτερὰ πάντα καὶ ἔγχνοα, τοῖα κονίης

763 καὶ ἀπὸ σπληδοῖο φαείνεται ὅστις ἐπαύρῃ.

764τῷ ἴκελος Περσεῖος ὑποτρέφεται πετάλοισι·

765–769

765τοῦ καὶ σμερδαλέον νεύει κάρη αἰὲν ὑποδρὰξ

766ἐσκληκὸς, νηδὺς δὲ βαρύνεται· αὐτὰρ κέντρον

767αὐχένι τ’ ἀκροτάτῳ κεφαλῇ τ’ ἐνεμάξατο φωτός·

768ῥεῖα δέ κεν θανάτοιο καὶ αὐτίκα μοῖραν ἐφείη.

769Εἰ δ’ ἄγε καὶ κέντρῳ κεκορυθμένον ἀλγινόεντι

770–774

770σκορπίον αὐδήσω καὶ ἀεικέα τοῖο γενέθλην.

771Τῶν ἤτοι λευκὸς μὲν ἀκήριος οὐδ’ ἐπιλωβής.

772Πυρσὸς δ’ ἐν γενύεσσι θοὸν προσεμάξατο καῦσον

773ἀνδράσιν αἰθαλόεντα· περισπαίρουσι δὲ λώβαις

774οἷα πυρίβλητοι· κρατερὸν δ’ ἐπὶ δίψος ὄρωρεν.

775–779

775Αὐτὰρ γε ζοφόεις ἄραδον κακὸν ὤπασε τύψας

776ἀνδρί· παραπλῆγες δὲ καὶ ἄφραστοι γελόωσιν.

777Ἄλλος δὲ χλοάων τε, καὶ ὁππότε γυῖον ἀράξῃ,

778φρῖκας ἐπιπροΐησι· κακὴ δ’ ἐπὶ τοῖσι χάλαζα

779εἴδεται ἐμπλάζουσα, καὶ ἢν μέγα σείριος ἄζῃ·

780–784

780τοίη οἱ κέντροιο κόπις, τοίῳ δ’ ἐπὶ κέντρῳ

781σφόνδυλοι ἐννεάδεσμοι ὑπερτείνουσι κεραίης.

782Ἄλλος δ’ ἐμπέλιοςφορέει δ’ ὑπὸ βοσκάδα νηδὺν

783εὐρεῖαν, δὴ γάρ τε ποηφάγος αἰὲν ἄητος,

784γαιοφάγοςβουβῶσι τυπὴν ἀλίαστον ἰάπτει·

785–789

785τοίη οἱ βούβρωστις ἐνέσκληκεν γενύεσσι.

786Τὸν δ’ ἕτερον δήεις ἐναλίγκιον αἰγιαλῆι

787καρκίνῳ, ὃς μνία λεπτὰ ῥόθον τ’ ἐπιβόσκεται ἅλμης.

788Ἄλλοι δ’ αὖ ῥαιβοῖσιν ἰσήρεες ἄντα παγούροις

789γυῖα βαρύνονται· βαρέαι δ’ ἐσκλήκασι χηλαὶ,

790–794

790οἷά τε πετραίοισιν ἐποκριόωσι παγούροις·

791τῶν δὴ καὶ γενεὴν ἐξέμμορον, εὖτε λίπωσι

792πέτρας καὶ βρύα λεπτὰ πολυστίοιο θαλάσσης,

793τοὺς ἁλὸς ἐξερύουσι δελαστρέες ἰχθυβολῆες·

794αὐτίκα δ’ ἀγρευθέντες ἐνὶ γρώνῃσιν ἔδυσαν

795–799

795μυοδόκοις, ἵνα τέκνα κακοφθόρα τῶνδε θανόντων

796σκορπίοι ἐξεγένοντο καθ’ ἕρκεα λωβητῆρες.

797Τὸν δὲ μελίχλωρον· τοῦ μὲν προμελαίνεται ἄκρη

798σφόνδυλος, ἄσβεστον δὲ νέμει πολυκήριον ἄτην.

799Ἔχθιστος δ’, τε ῥαιβὰ φέρει φλογὶ εἴκελα γυῖα,

800–804

800ἀνδράσι, νηπιάχοις δὲ παρασχεδὸν ἤγαγεν αἶσαν·

801οἷς δὴ καὶ νώτοισι περὶ πτερὰ λευκὰ χέονται

802μάστακι σιτοβόρῳ ἐναλίγκια, τοί θ’ ὑπὲρ ἄκρων

803ἱπτάμενοι ἀθέρων λεπυρὸν στάχυν ἐκβόσκονται,

804Πήδασα καὶ Κισσοῖο κατὰ πτύχας ἐμβατέοντες.

805–809

805Οἶδά γε μὴν φράσσασθαι ἀλέξια τοῖο βολάων,

806οἷάπερ ἐκ βέμβικος ὀρεστέρου ἠὲ μελίσσης,

807 τε καὶ ἐκ κέντρου θάνατος πέλει, εὖτε χαράξῃ

808ἄνδρα πέριξ σίμβλοιο πονεύμενον ἠὲ καὶ ἀγροῖς·

809κέντρον γὰρ πληγῇ περικάλλιπεν ἐμματέουσα,

810–814

810κέντρον δὲ ζωήν τε φέρει θάνατόν τε μελίσσαις·

811οἶδά γε μὴν καὶ ἴουλος μήδεται ἠδ’ ὀλοὸς σφὴξ,

812πεμφρηδὼν ὀλίγη τε, καὶ ἀμφικαρὴς σκολόπενδρα,

813 τε καὶ ἀμφοτέρωθεν ὀπάζεται ἀνδράσι κῆρα,

814νήϊά θ’ ὡς σπέρχονται ὑπὸ πτερὰ θηρὶ κιούσῃ·

815–819

815τυφλήν τε σμερδνήν τε βροτοῖς ἐπὶ λοιγὸν ἄγουσαν

816μυγαλέην, τροχιῇσιν ἐνιθνήσκουσαν ἁμάξης.

817Σῆπά γε μὴν πεδανοῖσιν ὁμὴν σαύροισιν ἀλύξαις,

818καὶ σαλαμάνδρειον δόλιον δάκος αἰὲν ἀπεχθὲς,

819 τε καὶ ἀσβέστοιο διὲκ πυρὸς οἶμον ἔχουσα

820–824

820ἔσσυται ἄκμητος καὶ ἀνώδυνος· οὐδέ τί οἱ φλὸξ

821σίνεται ἀσβέστη ῥαγόεν δέρος ἄκρα τε γυίων.

822Ναὶ μὴν οἶδ’ ὅσα πόντος ἁλὸς ῥόχθοισιν ἑλίσσει,

823σμυραίνης δ’ ἔκπαγλον· ἐπεὶ μογεροὺς ἁλιῆας

824πολλάκις ἐμπρήσασα κατεπρήνιξεν ἐπάκτρου

825–829

825εἰς ἅλα φυζηθέντας ἐχετλίου ἐξαναδῦσα,

826εἰ ἔτυμον κείνην γε σὺν οὐλοβόροις ἐχίεσσι

827θόρνυσθαι, προλιποῦσαν ἁλὸς νομὸν, ἠπείροισι.

828Τρυγόνα μὴν ὀλοεργὸν, ἁλιρραίστην τε δράκοντα

829οἶδ’ ἀπαλέξασθαι· φορέει γε μὲν ἄλγεα τρυγὼν,

830–834

830ἦμος ἐν ὁλκαίοισι λίνοις μεμογηότα κέντρῳ

831ἐργοπόνον τύψῃσιν, ἐν πρέμνοισι παγείῃ

832δενδρείου, τό τε πολλὸν ἀγαυρότατον θαλέθῃσι·

833τοῦ μὲν ὑπὸ πληγῇσιν ἅτ’ ἠελίοισι δαμέντος

834ῥίζαι, σὺν δέ τε φυλλὰς ἀποφθίνει· ἀνδρὶ δὲ σάρκες

835–836

835πυθόμεναι μινύθουσι· λόγος γε μὲν, ὥς ποτ’ Ὀδυσσεὺς

836ἔφθιτο λευγαλέοιο τυπεὶς ἁλίου ὑπὸ κέντρου.

Compound Remedies

Compound antidotes and pharmaka against the bites described above.

NICANDER · THERIACA · COMPOUND REMEDIES 120 lines (837–956)
837–841

837Οἷσιν ἐγὼ τὰ ἕκαστα διείσομαι ἄρκια νούσων.

838Δὴ γὰρ ὅτ’ ἀγχούσης θριδακηίδα λάζεο χαίτην,

839ἄλλοτε πενταπέτηλον, ὅτ’ ἄνθεα φοινὰ βάτοιο,

840ἄρκτιον, ὀξαλίδας τε, καὶ ὀρμενόεντα λυκαψὸν,

841κίκαμά τ’, ὄρδειλόν τε περιβρυὲς, ἐν δὲ χαμηλὴν

842–846

842ῥεῖα πίτυν, φηγοῦ τε βαθὺν περὶ φλοιὸν ἀράξας,

843σὺν δ’ ἄρα καυκαλίδας τε, καὶ ἐκ σταφυλίνου ἀμήσας

844σπέρματα, καὶ τρεμίθοιο νέον πολυειδέα καρπόν·

845 ἔτι καὶ φοινίσσον ἁλὸς καταβάλλεο φῦκος,

846ἀχραές τ’ ἀδίαντον, ἵν’ οὐκ ὄμβροιο ῥαγέντος

847–851

847λεπταλέη πίπτουσα νοτὶς πετάλοισιν ἐφίζει.

848Εἰ δ’ ἄγε καὶ σμυρνεῖον ἀειβρυὲς σύ γε ποίης

849λευκάδος ἠρύγγου τε τάμοις ἀθερηίδα ῥίζαν,

850ἄμμιγα καχρυφόρῳ λιβανωτίδι· μηδ’ ἀπαρίνη,

851μηδ’ ἔτι κουλυβάτεια περιβρίθουσά τε μήκων

852–856

852θυλακὶς ἐπιτηλὶς ἐπὶ χραίσμῃσιν ἀπείη.

853Σὺν δὲ κράδης κυέουσαν ἀποτμήξαιο κορύνην,

854 αὐτοὺς κόκκυγας ἐρινάδος, οἵ τε πρὸ ἄλλης

855γογγύλοι ἐκφαίνουσιν ἀνοιδείοντες ὀπώρης.

856Λάζεο καὶ πυράκανθαν, ἰδὲ φλόμου ἀργέος ἄνθην,

857–861

857ἄμμιγα δ’ αἰγίλοπός τε χελιδονίου τε πέτηλα,

858δαύκειον, ῥίζαν τε βρυωνίδος, καὶ ἔφηλιν

859θηλυτέρης ἐχθρήν τε χροῆς ὠμόρξατο λεύκην.

860Ἐν δὲ περιστερόεντα κατασμώξαιο πέτηλα,

861 καὶ ἀλεξιάρης πτόρθους ἀπαμείρεο ῥάμνου·

862–866

862μούνη γὰρ δὴ σπεῖρα βροτῶν ἀπὸ κῆρας ἐρύκει.

863Ναὶ μὴν παρθενίοιο νεοδρέπτους ὀροδάμνους,

864κόρκορον πεταλῖτιν ἀμέργεο, πολλάκι μίλτου

865Λημνίδος, πάσῃσι πέλει θελκτήριον ἄταις.

866Δήποτε καὶ σικύοιο τάμοις ἐμπευκέα ῥίζαν

867–871

867ἀγροτέρου· νηδὺν δὲ καὶ ἐμβρίθουσαν ἀνίης

868ἤμυνεν καὶ καρπὸς ἐυρρήχου παλιούρου,

869σὺν καὶ ἀκανθοβόλος χαίτη, νεαλεῖς τ’ ὀρόβακχοι

870σίδης, ὑσγινόεντας ἐπιμύοντας ὀλόσχους

871αὐχενίους ἵνα λεπτὰ πέριξ ἐνερεύθεται ἄνθη·

872–876

872ἄλλοτε δ’ ὕσσωπός τε καὶ πολύγουνος ὄνωνις,

873φύλλα τε τηλεφίοιο, νέον τ’ ἐν βότρυσι κλῆμα,

874ἀγλῖθες, καὶ καρπὸς ὀρειγενέος κορίοιο,

875 καὶ λεπτοθρίοιο πολύχνοα φύλλα κονύζης.

876Πολλάκι δ’ πέπεριν κόψας νέον ἀπὸ Μήδων

877–881

877κάρδαμον ἐμπίσαιο· σὲ δ’ ἂν πολυάνθεα γλήχων,

878τρύχνον τ’, ἠδὲ σίνηπι κακηπελέοντα σαώσαι.

879Ἄγρει καὶ πρασιῆς χλοερὸν πράσον, ἄλλοτε δ’ αὐτῆς

880σπέρμ’ ὀλοὸν κνίδης, θ’ ἑψίη ἔπλετο κούροις·

881σὺν καί που νιφόεν σκίλλης κάρη, αὖά τε βολβῶν

882–886

882σπείρεα, καὶ καυλεῖον ὁμοκλήτοιο δράκοντος,

883ῥάμνου τ’ ἀσπαράγους θαμνίτιδος, ἠδ’ ὅσα πεῦκαι

884ἀργότεραι στρόμβοισιν ὑπεθρέψαντο ναπαῖαι.

885Εἰ δὲ, σύ γ’ ἐκ ποίης ἀβληχρέος ἔγχλοα ῥίζαν

886θηρὸς ἰσαζομένην τμήξαις ἰοειδέι κέντρῳ

887–891

887σκορπίου, ἠὲ σίδας Ψαμαθηίδας, ἅς τε Τράφεια

888Κῶπαί τε λιμναῖον ὑπεθρέψαντο παρ’ ὕδωρ,

889ᾗπερ Σχοινῆός τε ῥόος Κνώποιό τε βάλλει,

890ὅσσα θ’ ὑπ’ Ἰνδὸν χεῦμα πολυφλοίσβοιο Χοάσπεω

891πιστάκι’ ἀκρεμόνεσσιν ἀμυγδαλόεντα πέφανται·

892–896

892κυκλαμίδας, σὺν δ’ αἰθὰ βάλοις φιμώδεα μύρτα,

893κάρφεά θ’ ὁρμίνοιο καὶ ἐκ μαράθου βρυόεντος,

894εἰρύσιμόν τε καὶ ἀγροτέρου σπερμεῖ’ ἐρεβίνθου

895σὺν χλοεροῖς θάμνοισι βαλὼν βαρυώδεα ποίην.

896Ναὶ μὴν καὶ σίσυμβρα πέλει μειλίγματα νούσων,

897–901

897σὺν δὲ μελιλλώτοιο νέον στέφος, ἠδ’ ὅσα χαύνης

898οἰνάνθης βρύα λευκὰ καταψήχουσι νομῆες,

899ὅσσα τε λυχνὶς ἔνερθεν ἐρευθήεις τε θρυαλλὶς

900καὶ ῥόδον, ἡδ’ ἴα λεπτὸν ὅσον σπερμεῖον ἀέξει.

901 καὶ πουλύγονον λασίων ὑπάμησον ἰάμνων,

902–906

902ψίλωθρον, καρπόν τε πολυθρήνου ὑακίνθου,

903ὃν Φοῖβος θρήνησεν, ἐπεί ῥ’ ἀεκούσιος ἔκτα

904παῖδα βαλὼν προπάροιθεν Ἀμυκλαίου ποταμοῖο,

905πρωθήβην Ὑάκινθον, ἐπεὶ σόλος ἔμπεσε κόρσῃ

906πέτρου ἀφαλλόμενος, νέατον δ’ ἤραξε κάλυμμα.

907–911

907Σὺν δέ τε καὶ τριπέτηλον ὀποῖό τε δάκρυα βάλλοις

908τρισσοῖς ὁλκήεσσιν ἰσοζυγέων ὀδελοῖσιν·

909ἠὲ σύ γ’ ἕρπυλλον κεροειδέα, πολλάκι κρῆθμον,

910 ποίην κυπάρισσον ἀμέργεο, σὺν δὲ καὶ αὐτοῖς

911ἄννησον Λιβυκάς τε ποτῷ ἐνικνήθεο ῥίζας.

912–916

912Ὧν σὺ τότ’ ἀμμίγδην, τοτὲ δ’ ἄνδιχα πίνεο θρύψας

913ἐν κελέβῃ, κεράσαι δὲ σὺν ὄξεϊ, πολλάκι δ’ οἴνῃ

914 ὕδατι· χραισμεῖ δὲ καὶ ἐνθρυφθέντα γάλακτι.

915Ἢν δέ σ' ὁδοιπλανέοντα καὶ ἐν νεμέεσσιν ἀνύδροις

916νύχμα κατασπέρχῃ, βεβαρημένος αὐτίκα ῥίζας

917–921

917 ποίην σπέρμα παρ’ ἀτραπιτοῖσι χλοάζον

918μαστάζειν γενύεσσιν, ἀμελγόμενος δ’ ἀπὸ χυλὸν

919τύμμασιν ἡμίβρωτα βάλοις ἔπι λύματα δαιτὸς,

920ὄφρα δύην * * * * * * * * * ἀλύξῃς.

921Ναὶ μὴν καὶ σικύην χαλκήρεα λοιγέι τύψει

922–926

922προσμάξας ἰόν τε καὶ ἀθρόον αἷμα κενώσεις,

923ἠὲ κράδης γλαγόεντα χέας ὀπὸν, ἠὲ σίδηρον

924καυστειρῆς θαλφθεῖσαν ὑπὸ στέρνοισι καμίνου.

925Ἄλλοτε φορβάδος αἰγὸς ἐνίπλειον δέρος οἴνης

926χραισμήσει τημοῦτος, ἐπὴν σφυρὸν χέρα κόψῃ·

927–931

927ἀσκοῦ ἔσω βαρύθοντα μέσου διὰ πῆχυν ἐρεῖσαι

928 σφυρὸν, ἀσκοδέταις δὲ πέριξ βουβῶνας ἑλίξεις,

929εἰσόκε τοι μένος οἴνου ἀπὸ χροὸς ἄλγος ἐρύξῃ.

930Δήποτε καὶ βδέλλας κορέσαις ἐπὶ τύμμασι βόσκων,

931 ἀπὸ κρομμυόφι στάζων ὀπὸν, ἄλλοτε δ’ οἴνης

932–936

932μίγδην ἐν πυράθοισι χέας τρύγα φυρήσασθαι

933 ὄξευς, νεαλεῖ δὲ πάτῳ περὶ τύψιν ἑλίξαις.

934Ὄφρα δὲ καὶ πάσῃσιν ἀλεξητήριον ἄταις

935τευξόμενος πεπύθοιο, — τό τοι μέγα κρήγυον ἔσται,

936ἦμος ὅτε θρόνα πάντα μιῇ ὑπὸ χειρὶ ταράξῃς·

937–941

937ἐν μὲν ἀριστολόχεια, καὶ ἴριδος, ἐν δέ τε νάρδου

938ῥίζαι, χαλβανίδες τε σὺν αὐαλέεσσι πυρέθροις

939εἶεν, δαυκείου τε παναλθέος, ἐν δὲ βρυώνης,

940σὺν δέ τε ῥίζεα χαῦνα νεωρυχέος γλυκυσίδης,

941κάρφεά τ’ ἐλλεβόρου μελανόχροος, ἄμμιγα δ’ ἀφρὸς

942–946

942λίτρου· σὺν δὲ κύμινα χέαις βλαστόν τε κονύζης,

943ἄμμιγα δ’ ἀγροτέρης σταφίδος λέπος· ἶσα δὲ δάφνης

944σπερμεῖα, κύτισόν τε, κατακνήθειν τε χαμηλὴν

945ἵππειον λειχῆνα, καὶ ἐν κυκλάμινον ἀγείρας·

946ἐν καὶ μήκωνος φιαρῆς ὀπὸν, ἀμφὶ καὶ ἄγνου

947–951

947σπέρματα, βάλσαμον τε καὶ ἐν κινάμοιο βαλέσθαι,

948σὺν καὶ σφονδύλειον, ἁλός τ’ ἐμπληθέα κύμβην,

949ἄμμιγα καὶ τάμισον καὶ καρκίνον· ἀλλ’ μὲν εἴη

950πτωκὸς, δ’ ἐν ποταμοῖσι πολυστίοισι νομάζων.

951Καὶ τὰ μὲν ἐν στύπεϊ προβαλὼν πολυχανδέος ὅλμου

952–956

952μάξαι λαϊνέοισιν ἐπιπλήσσων ὑπέροισιν·

953αἶψα δ’ ἐπ’ αὐαλέοισι χέας ἀπαρινέα χυλὸν

954ἄμμιγα συμφύρσαιο, καταρτίζοιο δὲ κύκλους

955δραχμαίους πλάστιγγι διακριδὸν ἄχθος ἐρύξας,

956οἴνης δ’ ἐν δοιῇσι χαδεῖν κοτύλῃσι ταράξας.

Sphragis

The poet's seal: 'remember Nicander, whom snowy Klaros nurtured.'

NICANDER · THERIACA · SPHRAGIS 2 lines (957–958)
957–958

957Καί κεν Ὁμηρείοιο καὶ εἰσέτι Νικάνδροιο

958μνῆστιν ἔχοις, τὸν ἔθρεψε Κλάρου νιφόεσσα πολίχνη.

Ἀλεξιφάρμακα — The Alexipharmaca

630 dactylic hexameters on aconite, white lead, hemlock, the Spanish fly, the bramble-toad and a dozen other ingested poisons, with their alexipharmaka — the warding-drugs the wise iatros keeps to hand. Dedicated to Protagoras of Cyzicus.

Proem

Address to Protagoras of Cyzicus; the poet's purpose.

NICANDER · ALEXIPHARMACA · PROEM 11 lines (1–11)
1–5

1Εἰ καὶ μὴ σύγκληρα κατ’ Ἀσίδα τείχεα δῆμοι

2τύρσεσιν ἐστήσαντο, τέων ἀνεδέγμεθα βλάστας,

3Πρωταγόρη, δολιχὸς δὲ διάπροθι χῶρος ἐέργει,

4ῥεῖά κέ τοι ποσίεσσιν ἀλέξια φαρμακοέσσαις

5αὐδήσαιμ’, ἅτε φῶτας ἐνιχριμφθέντα δαμάζει·

6–10

6 γὰρ δὴ σὺ μὲν ἄγχι πολυστροίβοιο θαλάσσης

7ἄρκτον ὑπ’ ὀμφαλόεσσαν ἐνάσσαο, ἧχί τε Ῥείης

8Λοβρίνης θαλάμαι τε καὶ ὀργαστήριον Ἄττεω.

9αὐτὰρ ἐγὼ, τόθι παῖδες ἐυζήλοιο Κρεούσης

10πιοτάτην ἐδάσαντο γεωμορίην ἠπείρου,

11

11ἑζόμενος τριπόδεσσι παρὰ Κλαρίοις Ἑκάτοιο. —

On Aconite

The wolfsbane of Pontic Acherousia: symptoms and antidotes.

NICANDER · ALEXIPHARMACA · ON ACONITE 62 lines (12–73)
12–16

12Ἀλλ’ ἤτοι χολόεν μὲν ἰδὲ στομίοισι δυσαλθὲς

13πνυθείης ἀκόνιτον, δή ῥ’ Ἀχερωίδες ὄχθαι

14φύουσιν, τόθι χάσμα δυσέκδρομον Εὐβουλῆος

15ἄστυρά τε Πριόλαο καταστρεφθέντα δέδουπε.

16Τοῖο δὲ πάντα χαλινὰ καὶ οὐρανόεσσαν ὑπήνην

17–21

17οὖλά θ’ ὑποστύφει χολόεν ποτὸν, ἀμφὶ δὲ πρώτοις

18εἰλύεται στέρνοισι κακῇ ἀλάλυγγι βαρῦνον

19φῶτ’ ἐπικαρδιόωντα· δύῃ δ’ ἐπιδάκνεται ἄκρον

20νειαίρης ἄκλειστον ἀειρόμενον στόμα γαστρός,

21τεύχεος ἣν κραδίην ἐπιδορπίου, οἱ δὲ δοχαίην

22–26

22κλείουσι στομάχοιο, πύλη δ’ ἐπικέκλιται ἀρχαῖς

23πρῶτα κόλων, ὅθι πᾶσα βροτῶν ἅλις ἐμφέρεται δαῖς·

24αἰεὶ δ’ ἐκ φαέων νοτέων ὑπολείβεται ἱδρώς·

25 δὲ ταρασσομένη τὰ μὲν ἔβρασεν ἤλιθα νηδὺς

26πνεύματα, πολλὰ δ’ ἔνερθε κατὰ μέσον ὄμφαλον ἵζει·

27–31

27κράατι δ’ ἐν βάρος ἐχθρὸν, ὑπὸ κροτάφοισι δὲ παλμὸς

28πυκνὸς ἐπεμφέρεται, τὰ δὲ διπλόα δέρκεται ὄσσοις

29οἷα χαλικραίῃ νύχιος δεδαμασμένος οἴνῃ.

30ὡς δ’ ὁπότ’ ἀγριόεσσαν ὑποθλίψαντες ὀπώρην

31Σιληνοὶ κεραοῖο Διωνύσοιο τιθηνοὶ

32–36

32πρῶτον ἐπαφρίζοντι ποτῷ φρένα θωρηχθέντες

33ὄθμασι δινήθησαν ἔπι, σφαλεροῖσι δὲ κώλοις

34Νυσαίην ἀνὰ κλιτὺν ἐπέδραμον ἀφραίνοντες,

35ὣς οἵγε σκοτόωσι κακῇ βεβαρηότες ἄτῃ.

36Τὴν μέν τε κλείουσι μυοκτόνον, γὰρ ἀνιγροὺς

37–41

37παμπήδην ὕρακας λιχμήμονας ἠρήμωσεν,

38οἱ δέ τε πορδαλιαγχὲς, ἐπεὶ θήρεσσι πελώροις

39πότμον βουπελάται τε καὶ αἰγινομῆες ἔθεντο

40Ἴδης ἐν νεμέεσσι Φαλακραίῃ ἐνὶ βήσσῃ,

41πολλάκι θηλυφόνον καὶ κάμμαρον· ἐν δ’ Ἀκοναίοις

42–46

42δηλήειν ἀκόνιτον ἐνεβλάστησεν ὀρόγκοις.

43Τῷ καί που τιτάνοιο χερὸς βάρος ἔσσεται ἄρκος

44πιμπλαμένης, ὅτε νέκταρ ἐύτριβι κιρρὸν ἀφύσσῃς

45μετρήδηνκοτύλη δὲ πέλοι καταμέστιος οἴνης —,

46σὺν δὲ καὶ ἁβροτόνοιο ταμὼν ἄπο καύλεα θάμνου

47–51

47 χλοεροῦ πρασίοιο, τὸ δὴ μελίφυλλον ὑδεῦσι·

48καί τε σὺ ποιήεντος ἀειθαλέος χαμελαίης

49βλάστην πηγάνιόν τε πόροις ἐν βάμματι σίμβλων,

50σβεννὺς αἰθαλόεντα μύδρον γενύεσσι πυράγρης

51ἠὲ σιδηρήεσσαν ἀπὸ τρύγα, τήν τε καμίνων

52–56

52ἔντοσθεν χοάνοιο διχῆ πυρὸς ἤλασε λιγνύς,

53ἄλλοτε δὲ χρυσοῖο νέον βάρος ἐν πυρὶ θάλψας

54ἠὲ καὶ ἀργυρόεν θολερῷ ἐνὶ πώματι βάπτοις·

55πολλάκι δ’ ἡμιδαὲς χειρὸς βάρος αἴνυσο θρίων

56παῦρα χαμαιπίτυος, τότ’ ὀνίτιδος αὖον ὀρείης

57–61

57ἠὲ νέον ῥάδικα πολυκνήμοιο κολούσας,

58τέτρασι δ’ ἐν κυάθοισι χαδεῖν μελιανθέος οἴνης·

59 ἔτι μυελόεντα χαλικρότερον πότον ἴσχοις

60ὄρνιθος στρουθοῖο κατοικάδος, εὖθ’ ὑπὸ χύτρῳ

61γυῖα καταθρύπτῃσι βιαζομένη πυρὸς αὐγή·

62–66

62καί τε βοὸς νέα γέντα περιφλίοντος ἀλοιφῇ

63τηξάμενος κορέσαιο ποτῷ εὐχανδέα νηδύν·

64ναὶ μὴν βαλσάμοιο τότ’ ἐν σταγόνεσσι γάλακτος

65θηλυτέρης πώλοιο χέαις ὀπὸν, ἄλλοτε νύμφαις,

66ἔστ’ ἂν ὑπὲκ φάρυγος χεύῃ παναεργέα δόρπον.

67–71

67πολλάκι δ’ σκίνακος δερκευνέος ἀπὸ νεβροῦ

68πυετίην τμήξαιο, πόροις δ’ ἐν νέκταρι φύρσας,

69ἄλλοτε καὶ μορέης ἀπὸ ῥίζεα φοινηέσσης,

70ὅλμου ἐνὶ στύπεϊ προβαλὼν καὶ ὁμήρεα κόψας

71οἴνῳ, ἐνεψηθέντα πόροις καμάτοισι μελίσσης,

72–73

72καί κεν ἐπικρατέουσαν ἀπεχθέα νοῦσον ἀλάλκοις

73φωτὸς, δ’ ἀσφαλέεσσι πάλιν μετὰ ποσσὶν ὁδεύοι.

On White Lead

Poisoning by ceruse and the cures that follow.

NICANDER · ALEXIPHARMACA · ON WHITE LEAD 41 lines (74–114)
74–78

74Δεύτερα δ’ αἰγλήεντος ἐπιφράζευ πόσιν ἐχθρὴν

75κιρναμένην ὀλοοῦ ψιμυθίου, τε γάλακτι

76πάντοθεν ἀφρίζοντι νέην εἰδήνατο χροιὴν,

77πελλίσιν ἐν γρώνῃσιν ὅτ’ εἴαρι πῖον ἀμέλξαις

78Τοῦ μὲν ὑπὲρ γένυάς τε καὶ ῥυσαίνεται οὖλα

79–83

79ἀφρὸς ἐπιστύφων ἐμπλάσσεται, ἀμφὶ καὶ ὁλκὸς

80τέτρηχε γλώσσης, νέατος δ’ ὑποκάρφεται ἰσθμός·

81ξηρὰ δ’ ἐπιλλύζων ὀλοῇ χελλύσσεται ἄτῃ·

82ἀβλεμὲς γὰρ κεῖνο πέλει βάρος, αὐτὰρ θυμῷ

83ναυσιόεις ὀλοοῖσιν ὑποτρύει καμάτοισι·

84–88

84πολλάκι δ’ ἐν φαέεσσιν ἄλην ἑτερειδέα λεύσσων,

85ἄλλοτε δ’ ὑπναλέος ψύχει δέμας, οὐδ’ ἔτι γυῖα

86ὡς τὸ πάρος δονέει, καμάτῳ δ’ ὑποδάμναται εἴκων.

87Τῷ καὶ πρημαδίης ὀρχάδος εἶαρ ἐλαίης

88 ἔτι μυρτίνης σχεδίην δεπάεσσιν ὀρέξαις,

89–93

89ὄφρ’ ἂν ὀλισθήνασα χέῃ κακὰ φάρμακα νηδύς·

90ἠὲ σύ γ’ οὐθατόεντα διοιδέα μαζὸν ἀμέλξας

91ῥεῖα φέροις, φιαρὴν δὲ ποτοῦ ἀποαίνυσο γρῆυν.

92καί τε σύ γ’ μαλάχης ῥαδάμους φυλλάδα τήξας

93χυλῷ ἐνὶ κλώθοντι κακηπελέοντα κορέσσαις.

94–98

94πολλάκι σήσαμα κόπτε, πόροις δ’ ἐν νέκταρι καὶ τά·

95ἠὲ σὺ κληματόεσσαν ἐν ὕδατι πλύνεο τέφρην

96θαλπομένην, τὸ δὲ ῥύμμα νεοπλεκέος καλάθοιο

97κόλποις ἰκμήνειας· γάρ τ’ ἀναδέξεται ἰλύν.

98καί τε κατατριφθέντα μετ’ ἀργήεντος ἐλαίου

99–103

99σκλήρ’ ἀπὸ περσείης κάρυα βλάβος οἶον ἐρύξει,

100Περσεὺς ἥν ποτε ποσσὶ λιπὼν Κηφηίδα γαῖαν,

101αὐχέν’ ἀποτμήξας ἅρπῃ γονόεντα Μεδούσης,

102ῥεῖα Μυκηναίῃσιν ἐνηέξησεν ἀρούραις,

103Κηφῆος νέα δῶρα, μύκης ὅθι κάππεσεν ἅρπης.

104–108

104ἄκρον ὑπὸ πρηῶνα Μελανθίδος, ἔνθα τε νύμφη

105Λαγγείης πόμα κεῖνο Διὸς τεκμήρατο παιδί.

106πολλάκι δ’ ἐνθρύψειας ἐν ὀπταλέῃσιν ἀκοσταῖς

107Γερραίης λιβάνοιο χύσιν περιπηγέα θάμνοις·

108καί τε σύ γ’ καρύης ἄπο δάκρυον ἀταλύμνου

109–113

109 πτελέης, τε πολλὸν ἀεὶ καταλείβεται ὄσχαις,

110κόμμινά τε χλιόωντι ποτῷ ἐπαρωγέα τήξαις,

111ὄφρα τὰ μέν τ’ ἐρύγῃσι, τὰ δ’ ἑψητοῖσι δαμασθεὶς

112ἀλθήσῃ ὑδάτεσσιν, ὅτ’ ἰκμήνῃ δέμας ἱδρώς.

113καί κεν ὅγ’ ἄλλοτε δόρπα δεδεγμένος, ἄλλοτε δ’ οἴνης

114

114πιοτέρης κορέοιτο, καὶ ἀκλέα πότμον ἀλύξαι.

On the Spanish Fly

The blistering beetle and how to counter its corrosive draught.

NICANDER · ALEXIPHARMACA · ON THE SPANISH FLY 42 lines (115–156)
115–119

115Μὴ μὲν, κανθαρίδος σιτηβόρου εὖτ’ ἂν ὀδώδῃ,

116κεῖνο ποτὸν δέξαιτο, χυτῇ ἐναλίγκια πίσσῃ·

117πίσσης γὰρ ῥώθωσιν ἄγει βάρος, ἐν δὲ χαλινοῖς

118οἷά τε δὴ καρφεῖα νέον βεβρωμένα κέδρου.

119Αἳ δ’ ὁτὲ μὲν πλαδόωντι ποτῷ ἐπὶ χείλεσι δηχμὸν

120–124

120τεύχουσιν, τοτὲ δ’ αὖτε περὶ στόμα νείατα γαστρός·

121ἄλλοτε καὶ μεσάτη ἐπιδάκνεται ἄλγεσι νηδὺς

122 κύστις βρωθεῖσα· περιψαύουσι δ’ ἀνῖαι,

123θώρηκος τόθι χόνδρος ὑπὲρ κύτος ἕζετο γαστρός ·

124αὐτοὶ δ’ ἀσχαλόωσιν, ἄλη δέ φιν ἤθεα φωτὸς

125–129

125ἄψυχος πεδάει· δ’ ἀελπέα δάμναται ἄταις,

126οἷά τε δὴ γήρεια νέον τεθρυμμένα κάκτου

127ἠέρ’ ἐπιπλάζοντα διαψαίρουσι πνοῇσι.

128Τῷ δὲ σὺ πολλάκι μὲν γληχὼ ποταμηίσι νύμφαις

129ἐμπλήδην κυκεῶνα πόροις ἐν κύμβεϊ τεύξας,

130–134

130νηστείρης Δῃοῦς μορόεν ποτόν, ποτε Δῃὼ

131λαυκανίην ἔβρεξεν ἀν’ ἄστυρον Ἱπποθόωντος

132Θρηίσσης ἀθύροισιν ὑπὸ ῥήτρῃσιν Ἰάμβης.

133δήποτε δ’ σιάλοιο καρήατος ἠὲ καὶ ἀμνοῦ

134ἀμμίγδην σπεράδεσσιν ἐυτροχάλοισι λίνοιο,

135–139

135ἠὲ νέον κορσεῖα ταμὼν κερόεντα χιμαίρης,

136 ἔτι που χηνὸς μορόεν ποτὸν αἴνυσο χύτρου,

137ἐς δ’ ἔμετον κορέσαιο, τὰ δ’ ἀθρόα νειόθι βράσσοις

138ἐμμαπέως ἔτ’ ἄπεπτα πύλῃ μεμιασμένα δόρπα.

139πολλάκι δ’ ἐν κλυστῆρι νέον γλάγος οἰὸς ἀμέλξας

140–144

140κλύζε, τὰ δ’ ἤλιθα γαστρὸς ἀφόρδια κεινώσειας·

141ἄλλοτ’ ἀλυσθαίνοντι ποθὲν γάλα πῖον ἀρήξει·

142ἠὲ σύ γ’ ἀμπελόεντα γλυκεῖ ἔνι καύλεα κόψαις

143χλωρὰ, νέον πετάλοισι περιβρίθοντα κολούσας·

144ἠὲ μελισσάων καμάτῳ ἔνι παῦρα μορύξαις

145–149

145σκορπιόεντα χαδὼν ψαθυρῆς ἐκ ῥίζεα γαίης

146αἰὲν κεντρήεντα· πόη γε μὲν ὕψι τέθηλεν

147οἵη περ μολόθουρος, ἔνισχνα δὲ καύλεα βάλλει.

148καί τε σὺ δραχμάων πισύρων βάρος αἴνυσο γαίης

149Παρθενίης, τὴν Φυλλὶς ὑπὸ κνημοῖσιν ἀνῆκεν,

150–154

150Ἰμβρασίδος γαίης χιονώδεος, ἥν τε κεράστης

151ἀμνὸς Χησιάδεσσι νέον σημήνατο νύμφαις

152Κερκέτεω νιφόεντος ὑπὸ σχοινώδεσιν ὄχθαις·

153 καὶ σειραίοιο πόσιν διπλήθεα τεύξαις·

154σὺν δέ τε πηγανόεντας ἐνιθρύψειας ὀράμνους,

155–156

155ὀργάζων λίπεϊ ῥοδέῳ θρόνα, πολλάκι χραίνοις

156ἰρινέῳ, τό τε πολλὸν ἐπαλθέα νοῦσον ἔτευξεν.

On Coriander

The intoxicating juice of green coriander.

NICANDER · ALEXIPHARMACA · ON CORIANDER 29 lines (157–185)
157–161

157Ἤν γε μὲν οὐλόμενόν γε ποτὸν κορίοιο δυσαλθὲς

158ἀφραδέως δεπάεσσιν ἀπεχθομένοισι πάσηται,

159οἳ μέν τ’ ἀφροσύνῃ ἐμπληγέες οἷά τε μάργοι

160δήμια λαβράζουσι παραπλῆγές θ’ ἅτε Βάκχαι

161ὀξὺ μέλος βοόωσιν ἀταρμύκτῳ φρενὸς οἴστρῳ.

162–166

162Τῷ μέν τ’ ἐξ ἑδανοῖο πόροις δέπας ἔμπλεον οἴνης,

163Πράμνιον αὐτοκρηὲς, ὅπως ὑπετύψατο ληνοῦ·

164 νύμφαις τήξαιο βαλὼν ἁλὸς ἔμπλεα κύμβην·

165πολλάκι δ’ ὀρταλίχων ἁπαλὴν ὠδῖνα κενώσας

166ἀφρὸν ἐπεγκεράσαιο, θοοῦ δορπήια κέπφου.

167–171

167τῷ γὰρ δὴ ζωήν τε σαοῖ, καὶ πότμον ἐπισπεῖ

168εὖτε δόλοις νήχοντα κακοφθόρα τέκν’ ἁλιήων

169οἰωνὸν χραίνωσιν, δ’ ἐς χέρας ἔμπεσε παίδων

170θηρεύων ἀφροῖο νέην κλύδα λευκαίνουσαν.

171καί τε σύ γ’ ἀγλεύκην βάψαις ἰόεντα θάλασσαν,

172–176

172ἥν τε καὶ ἀτμεύειν ἀνέμοις πόρεν Ἐννοσίγαιος

173σὺν πυρί. καὶ γὰρ δὴ τὸ πνοαῖς συνδάμναται ἐχθραῖς·

174πῦρ μὲν ἀείζωον καὶ ἀχύνετον ἔτρεσεν ὕδωρ

175ἀργέστας, καί ῥ’ μὲν ἀκοσμήεσσα, φιλοργὴς

176δεσπόζει νηῶν τε καὶ ἐμφθορέων αἰζηῶν,

177–181

177ὕλη δ’ ἐχθομένοιο πυρὸς κατὰ θεσμὸν ἀκούει.

178ναὶ μὴν ἀτμένιόν τε κεραιόμενον λίπος οἴνῃ

179 χιόνι γλυκέος μίγδην πόσις ἄλγος ἐρύξει,

180ἦμος ὑπὸ ζάγκλῃσι περιβρίθουσαν ὀπώρην

181ῥυσαλέην ἑδανοῖο καὶ ἐκ ψιθίης ἑλίνοιο

182–185

182κείροντες θλίβωσιν, ὅτε ῥοιζηδὰ μέλισσαι,

183πεμφρηδὼν, σφῆκές τε καὶ ἐκ βέμβικες ὄρειαι

184γλεῦκος ἅλις δαίνυνται ἐπὶ ῥαγέεσσι πεσοῦσαι,

185πιοτέρην ὅτε βότρυν ἐσίνατο κηκὰς ἀλώπηξ.

On Hemlock

The Socratic poison: chill creeping upward through the limbs.

NICANDER · ALEXIPHARMACA · ON HEMLOCK 21 lines (186–206)
186–190

186Καί τε σὺ κωνείου βλαβόεν τεκμαίρεο πῶμα·

187κεῖνο ποτὸν δὴ γάρ τε καρήατι φοινὸν ἰάπτει

188νύκτα φέρον σκοτόεσσαν· ἐδίνησεν δὲ καὶ ὄσσε,

189ἴχνεσι δὲ σφαλεροί τε καὶ ἐμπλάζοντες ἀγυιαῖς

190χερσὶν ἐφερπύζουσι· κακὸς δ’ ὑπὸ νείατα πνιχμὸς 190

191–195

191ἴσθμια καὶ φάρυγος στεινὴν ἐμφράσσεται οἶμον·

192ἄκρα δέ τοι ψύχει, περὶ δὲ φλέβες ἔνδοθι γυίων

193ῥωμαλέαι στέλλονται· δ’ ἠέρα παῦρον ἀτύζει

194οἷα κατηβολέων, ψυχὴ δ’ Ἀιδωνέα λεύσσει.

195Τὸν μέν τ’ λίπεος κορέοις ἀμισγέος οἴνης,

196–200

196ὄφρα κεν ἐξερύγῃσι κακὴν καὶ ἐπώδυνον ἄτην·

197ἠὲ σύ γε κλυστῆρος ἐνεὶς ὁπλίζεο τεῦχος.

198πολλάκι δ’ οἴνης ἀμιγῆ πόσιν, ἀπὸ δάφνης,

199Τεμπίδος δαυχνοῖο φέροις ἐκ καύλεα κόψας,

200 πρώτη Φοίβοιο κατέστεφε Δελφίδα χαίτην,

201–205

201 πέπερι κνίδης τε μίγα σπερμεῖα λεήνας

202νείμειας, τοτὲ νέκταρ ὀπῷ ἐμπευκέι χράνας·

203δήποτε δ’ ἰρινέου θυέος μετρηδὸν ὀρέξαις

204σίλφιά τ’ ἐνθρυφθέντα μετ’ ἀργήεντος ἐλαίου·

205ἐν δὲ μελιζώρου γλυκέος πόσιν, ἐν δὲ γάλακτος

206

206ἀφριόεν νέμε τεῦχος ὑπὲρ πυρὸς ἠρέμα θάλψας.

On Henbane and Opium

The narcotic poisons and their antidotes.

NICANDER · ALEXIPHARMACA · ON HENBANE AND OPIUM 72 lines (207–278)
207–211

207Καί κεν λοιγήεντι παρασχεδὸν ἄχθος ἀμύνοις

208τοξικῷ εὖτ’ ἀχέεσσι βαρύνηται ποτῷ ἀνήρ.

209Τοῦ καὶ ἔνερθε γλῶσσα παχύνεται, ἀμφὶ δὲ χείλη

210οἰδαλέα βρίθοντα περὶ στομάτεσσι βαρύνει·

211ξηρὰ δ’ ἀναπτύει, νεόθεν δ’ ἐκρήγνυται οὖλα’

212–216

212πολλάκι δ’ ἐς κραδίην πτοίην βάλε, πᾶν δὲ νόημα

213ἔμπληκτον μεμόρηκε κακῇ ἐσφαλμένον ἄτῃ,

214αὐτὰρ μηκάζει μανίης ὕπο μυρία φλύζων,

215δηθάκι δ’ ἀχθόμενος βοάᾳ, τις ἐμπελάδην φὼς

216ἀμφιβρότην κώδειαν ἀπὸ ξιφέεσσιν ἀμηθεὶς,

217–221

217 ἅτε κερνοφόρος ζάκορος βωμίστρια Ῥείης

218εἰνάδι λαοφόροισιν ἐνιχρίμπτουσα κελεύθοις

219μακρὸν ἐπεμβοάᾳ γλώσσῃ θρόον, οἱ δὲ τρέουσιν

220Ἰδαίης ῥιγηλὸν ὅτ’ εἰσαῖωσιν ὑλαγμόν·

221ὣς νόου λύσσῃ ἐσφαλμένα βρυχανάαται

222–226

222ὠρυδὸν, λοξαῖς δὲ κόραις ταυρώδεα λεύσσων

223θήγει λευκὸν ὀδόντα, παραφρίζει δὲ χαλινοῖς.

224Τὸν μὲν καὶ δεσμοῖσι πολυπλέκτοισι πιάξας

225νέκταρι θωρήξαιο, καὶ οὐ χατέοντα κορέσκων

226ἦκα βιησάμενος· διὰ δὲ στόμα βρῦκον ὀχλίζοις.

227–231

227ὄφρ’ ἂν ὑπεξερύγῃσι δαμαζόμενος χερὶ λώβην.

228ἠὲ σὺ βοσκαδίης χηνὸς νέον ὀρταλιχῆα

229ὕδασιν ἐντήξαιο πυρὸς μεμορημένον αὐγαῖς·

230καί τε σὺ μηλείης ῥηχώδεος ἄγρια κάρφη

231οὔρεσιν ἐνθρέφθεντα πόροις ἀπὸ σίνεα κόψας,

232–236

232 ἔτι καὶ κλήροισιν ἐπήβολα, τοῖά περ ὧραι

233εἰαριναὶ φορέουσιν ἐνεψιήματα κούραις,

234ἄλλοτε δὲ στρούθεια, τοτὲ βλοσυροῖο Κύδωνος

235κεῖνο φυτὸν Κρήτηθεν, δή ῥ’ ἐκόμισσαν ἄναυροι· 235

236πολλάκι δὴ σφύρῃσιν ἅλις ἐναολλέα κόψας

237–241

237ὕδασιν ἐμβρέξαιο, νέην δ’ ὀσμήρεα γληχὼ

238σπέρμασι μηλείοισι βάλοις ἐνομήρεα φύρων.

239καί τε σύ γ’ ῥοδέης θυόεν μαλλοῖσιν ἀφύσσων

240παῦρα λίπος στάξειας ἀνοιγομένος στομάτεσσιν,

241ἠὲ καὶ ἰρινέοιο· μόλις δέ κε μυρί’ ἐπιτλὰς

242–246

242ἤμασιν ἐν πολέεσσιν ἀκροσφαλὲς ἴχνος ἰήλαι

243ἀσφαλέως, πτοιητὸν ἔχων ἑτεροπλανὲς ὄθμα.

244Τῷ μὲν Γερραῖοι νομάδες χαλκήρεας αἰχμὰς

245οἵ τε παρ’ Εὐφρήταο ῥόον πολέοντες ἀρούρας

246χραίνουσιν· τὰ δὲ πολλὸν ἀναλθέα τραύματα τεύχει

247–251

247σάρκα μελαινομένην, πικρὸς δ’ ὑποβόσκεται ὕδρης

248ἰὸς, σηπόμενον δὲ μύδῳ ἐκρήγνυται ἔρφος.

249Ἢν δὲ τὸ Μηδείης Κολχηίδος ἐχθόμενον πῦρ

250κεῖνό τις ἐνδέξηται, ἐφήμερον, οὗ περὶ χείλη

251δευομένου δυσάλυκτος ἰάπτεται ἄμμιγα κνηθμὸς

252–256

252οἷά τ’ ὀπῷ νιφόεντι κράδης τρηχέι κνίδῃ

253χρῶτα μιαινομένοις καὶ σπειρώδεϊ κόρσῃ

254σκίλλης, τ’ ἔκπαγλα νέην φοινίξατο σάρκα.

255τοῦ καὶ ἐπισχομένοιο περὶ στόμαχον βάρος ἵζει

256πρῶτον ἐρεπτόμενον, μετέπειτα δὲ λοιγέι συρμῷ

257–261

257ῥιζόθεν ἑλκωθέντα, κακὸν δ’ ἀποήρυγε δειρῆς,

258ὡς εἴ τε κρεάων θολερὸν πλύμα χεύατο δαιτρός,

259σὺν δέ τε καὶ νηδὺς μεμιασμένα λύματα βάλλει.

260Ἀλλὰ σὺ πολλάκι μὲν χαίτην δρυὸς οὐλάδα κόψας,

261πολλάκι καὶ φηγοῖο πόροις ἀκύλοισιν ὁμαρτῇ,

262–266

262ἠὲ σύ γε βδήλαιο νέον γλάγος ἔνδοθι πέλλης,

263αὐτὰρ τοῦ κορέοιτο, καὶ ἐν στομάτεσσιν ἐρύξας.

264 μὴν πουλυγόνοιο τοτὲ βλαστήματ’ ἀρήξει,

265ἄλλοτε δὴ ῥιζεῖα καθεψηθέντα γάλακτι.

266σὺν δὲ καὶ ἀμπελόεις ἕλικας ἐνθρύπτεο νύμφαις,

267–271

267ἴσως καὶ βατόεντα περὶ πτορθεῖα κολούσας.

268καί τε σὺ γυμνώσειας ἐυτρεφέος νέα τέρφη

269καστηνοῦ, καρύοιο λαχυφλοίοιο κάλυμμα,

270νείαιραν τόθι σάρκα περὶ σκύλος αὖον ὀπάζει

271δυσλεπέος καρύοιο, τὸ Καστανὶς ἔτρεφεν αἶα.

272–276

272ῥεῖα δὲ νάρθηκος νεάτην ἐξαίνυσο νηδὺν,

273ὅς τε Προμηθείοιο κλοπὴν ἀνεδέξατο φώρης·

274σὺν δὲ καὶ ἑρπύλλοιο φιλοζώοιο πέτηλα,

275εὐφίμου τ’ ἀπὸ καρπὸν ἅλις καταβάλλεο μύρτου·

276 καί που σιδόεντος ἀποβρέξαιο κάλυμμα

277–278

277καρπείου, μιγάδην δὲ βαλὼν ἐμπίσεο μήλοις,

278ὄφρ’ ἂν ἔπι στῦφόν τι ποτῷ, νοῦσον δὲ κεδάσσεις.

On Poisonous Fungi

Mushrooms whose juice chokes the throat.

NICANDER · ALEXIPHARMACA · ON POISONOUS FUNGI 33 lines (279–311)
279–283

279Ἰξιόεν δέ σε μή τι δόλῳ παρὰ χείλεσι πῶμα

280οὐλόμενον λήσειεν, τ’ ὠκιμοειδὲς ὄδωδε.

281τοῦ μὲν ὑπὸ γλώσσης νέατος τρηχύνεται ὁλκὸς

282νέρθεν ἐπιφλεγέθων, τὸ δέ οἱ ἀμπάζεται ἦτορ·

283λυσσηθεὶς γλῶσσαν δὲ καταπρίει κυνοδόντι,

284–288

284δὴ γὰρ ὅτ’ ἔμπληκτος φρένα δάμναται· ἀμφὶ δὲ δοιοὺς

285εἰκῇ ἐπιφράσσουσα πόρους τυφλώσατο νηδὺς

286ὑγρῶν τε βρωτῶν τε, καταπνίγουσα δὲ πνεῦμα

287ἐντὸς ὑποβρομέει, ὀλίγῳ δ’ ἐνελίσσεται ὄγμῳ

288πολλάκι δὴ βροντῇσιν ἀνομβρήεντος ὀλύμπου

289–293

289εἰδόμενον, τοτὲ δ’ αὐτε κακοῖς ῥόχθοισι θαλάσσης,

290οἵοις πετραίῃσιν ὑποβρέμεται σπιλάδεσσι.

291τῷ καὶ στρευγομένῳ περ ἀνήλυθεν ἐκ καμάτοιο

292πνεῦμα μόλις, πόσιες δὲ παραυτίκα λύματ’ ἔχευαν

293φαρμακόεις ὠοῖσιν ἀλίγκια, τοῖά τε βοσκὰς

294–298

294ὀρταλὶς αἰχμητῇσιν ὑπευνασθεῖσα νεοσσοῖς

295ἄλλοτε μὲν πληγῇσι νέον θρομβήια γαστρὸς

296ἔκβαλεν ἐν μήνιγξιν ἀνόστεα, πολλάκι νούσῳ

297δαμναμένη δύσποτμον ὑπὲκ γόνον ἔκχεε γαίῃ.

298Τῷ μέν τ’ εὐβραχέος ἀψινθίου ἄλγος ἐρύξει

299–303

299ἐνστῦφον πόμα κεῖνο νεοθλίπτῳ ὑπὸ γλεύκει·

300καί ποτε ῥητίνην τερμινθίδα, πολλάκι πεύκης,

301πολλάκι καὶ πίτυος γοερῆς ἀπὸ δάκρυα τμήξαις,

302Μαρσύου ἧχί τε Φοῖβος ἀπὸ φλόα δύσατο γυίων,

303 δὲ μόρον πολύπυστον ἐπαιάζουσα κατ’ ἄγκη

304–308

304οἴη συνεχέως ἀδινὴν ἀναβάλλεται ἠχήν.

305ἆσαι δ’ πολίοιο μυοκτόνου ἀργέος ἄνθην,

306 ἔτι καὶ ῥυτῆς πεδανὰς ἀπαμέργεο βλάστας,

307νάρδον, λιμναίου τε χαδὼν ἀπὸ κάστορος ὄρχιν·

308 ὀδελὸν κνηστῆρι κατατρίψαιο χαρακτῷ

309–311

309σιλφίου, ἄλλοτε δ’ ἶσον ἀποτμήξειας ὀποῖο.

310πολλάκι δ’ ἀγροτέρης τραγοριγάνου ἠὲ γάλακτος

311πηγνυμένου κορέοιτο νεημέλκτῃ ἐνὶ πέλλῃ.

On Yew, Colchicum and Doryknion

Three vegetable poisons of antiquity.

NICANDER · ALEXIPHARMACA · ON YEW, COLCHICUM AND DORYKNION 151 lines (312–462)
312–316

312Ἢν δέ τις ἀφροσύνῃ ταύρου νέον αἷμα πάσηται,

313στρευγεδόνι προδέδουπε δαμαζόμενος καμάτοισιν,

314ἦμος πιλνάμενον στέρνοις κρυσταίνεται εἶαρ

315ῥεῖα, θρομβοῦται δὲ μέσῳ ἐνὶ τεύχεϊ γαστρός·

316φράσσονται δὲ πόροι, τὸ δὲ θλίβεται ἔνδοθι πνεῦμα

317–321

317αὐχένος ἐμπλασθέντος, δὲ σπαδόνεσσιν ἀλύων

318δηθάκις ἐν γαίῃ σπαίρει μεμορυχμένος ἀφρῷ.

319Τῷ μέν τ’ ὀπόεντας ἀποκραδίσειας ἐρινοὺς,

320ὄξει δ’ ἐμπίσαιο, τὸ δ’ ἀθρόον ὕδατι μίξαις

321συγκεράων νύμφας τε καὶ ἐνστῦφον ποτὸν ὄξευς,

322–326

322ἠὲ καὶ ἐκβδήλαιο καταχθέος ἕρματα γαστρός.

323καί τε σὺ πυετίην ὀθόνης πολυωπέι κόλπῳ

324φύρσιμον ἠθήσαιο, τοτὲ προκὸς, ἄλλοτε νεβροῦ,

325 ἐρίφου, τοτὲ δ’ ἂν σὺ καὶ εὐσκάρθμοιο λαγωοῦ

326αἰνύμενος μογέοντι φέροις εὐαλθέ’ ἀρωγήν.

327–331

327ἠὲ λίτρου στήδην ὀδελοῦ πόρε τριπλόον ἄχθος

328εὐτριβέος, κίρνα δὲ ποτῷ ἐνδευκέι Βάκχου,

329ἐν καὶ σιλφιόεσσαν ὁποῖό τε μοιρίδα λίτρην,

330καὶ σπέραδος κραμβῆεν ἄδην μεμορυχμένον ὄξει.

331ἆσαι δὲ ῥάδικα κακοχλοίοιο κονύζης

332–336

332 πέπεριν, τά τε βλαστὰ κατασμώξαιο βάτοιο,

333καί κεν πηγνυμένοιο χύσιν διὰ ῥεῖα κεδάσσαις

334ἠὲ διαθρύψειας ἐν ἄγγεσιν ἑστηκυῖαν.

335Μὴ μὲν ἐπαλγύνουσα πόσις βουπρήστιδος ἐχθρῆς

336λήσειεν, σὺ δὲ φῶτα δαμαζόμενον πεπύθοιο.

337–341

337 δ’ ἤτοι λίτρῳ μὲν ἐπιχρώζουσα χαλινὰ

338εἴδεται ἐμβρυχθεῖσα, βαρύπνοος· ἀμφὶ δὲ γαστρὸς

339ἄλγεα δινεύοντα περὶ στομάτεσσιν ὄρωρεν·

340οὖρα δὲ τυφλοῦται, νεάτη δ’ ὑπὸ κύστις ὀρεχθεῖ·

341πᾶσα δέ οἱ νηδὺς διαπίμπραται, ὡς ὁπόθ’ ὕδρωψ

342–346

342τυμπανόεις ἀνὰ μέσσον ἀφυσγετὸς ὀμφαλὸν ἵζει·

343ἀμφὶ δέ οἱ γυίοις τετανὸν περιφαίνεται ἔρφος.

344 καί που δαμάλεις, ἐριγάστορας ἄλλοτε μόσχους

345πίμπραται, ὁππότε θῆρα νομαζόμενοι δατέονται·

346τούνεκα τὴν βούπρηστιν ἐπικλείουσι νομῆες.

347–351

347Τῷ δὲ καὶ εὐκραδέος τριέτει ἐν νέκταρι μίξαις

348συκέης αὐανθεῖσαν ἅλις πόσιν ὀμφαλόεσσαν,

349 ἔτι καὶ σφύρῃ μιγάδην τεθλασμένα κόψας

350ἐν πυρὶ τηξάμενος πορέειν ἀλκτήρια νούσων.

351καί κε μελιζώροιο νέον κορέσαιο ποτοῖο

352–356

352ἀνέρα λαιμάσσοντα, τοτὲ γλάγος εἰν ἑνὶ χεύας·

353πολλάκι φοίνικος ψαφαρὸν καταμίσγεο καρπὸν,

354ἄλλοτε δ’ αὐαλέας δὴν ἀχράδας, ἀπὸ βάκχης

355 ἀπὸ μυρτίνης ὁτὲ μυρτίδας οἰνάδι βάλλων.

356 ὅγε καὶ θηλῆς ἅτε δὴ βρέφος ἐμπελάοιτο

357–361

357ἀρτιγενὲς, μαστοῦ δὲ ποτὸν μοσχηδὸν ἀμέλγοι,

358οἵη τ’ ἐξ ὑμένων νεαλὴς ὕπο οὔθατα μόσχος

359βράσσει ἀνακρούουσα χύσιν μενοεικέα θηλῆς·

360ἄλλοτε πιαλέης πόσιος χλιαροῖο κορέσκοις,

361ἐς δ’ ἔμετον βιάοιο καὶ οὐ ποθέοντά περ ἔμπης

362–366

362χειρὶ βιησάμενος ἠὲ πτερῷ, ἀπὸ βύβλου

363στρεβλὸν ἐπιγνάμψαιο ταμὼν ἐρυτῆρα φάρυγγος.

364Ἢν δ’ ἐνιτυρωθῇ νεαρὸν γάλα τεύχει γαστρὸς,

365δὴ τότε τόνδε πνιχμὸς ἀθροιζομένοιο δαμάζει.

366Τῷ δ’ ἤτοι τρισσὰς πόσιας πόρε, μέσσα μὲν ὄξευς,

367–371

367δοιὰς δὲ γλυκέος, στεγανὴν δ’ ὑποσύρεο νηδύν·

368 ἔτι καὶ Λιβύηθε ποτῷ ἐγκνήθεο ῥίζας

369σιλφίου, ἄλλοτ’ ὀποῖο, νέμοις δ’ ἐν βάμματι τήξας·

370πολλάκι δὲ θρύπτειραν ἐπεγκεράσαιο κονίην

371ἠὲ νέον βρυόεντα θύμου στάχυν· ἄλλοτ’ ἀμύνει

372–376

372βότρυς ἐυκνήμοιο μίγα βρεχθέντος ἐν οἴνῃ·

373ἐν καί που ταμίσοιο ποτὸν διεχεύατο θρόμβους,

374καὶ χλοεραὶ μίνθης ἄπο φυλλάδες, ἠὲ μελίσσης

375ἠὲ καὶ ἐνστύφοντι ποτῷ μεμορυχμέναι ὄξευς.

376Ἀλλ’ ἄγε δὴ φράζοιο δορύκνιον, οὗ τε γάλακτι

377–381

377ὠπή τε βρῶσίς τε παρὰ στομάτεσσιν ἔικται.

378τῷ δ’ ἤτοι λυγμοὶ μὲν ἀηθέσσοντος ὁμαρτῇ

379αὐχέν’ ἀνακρούουσιν, δ’ ἀχθόμενος στόμα γαστρὸς

380πολλάκι μὲν δαίτην ἀπερεύγεται αἱματόεσσαν,

381ἄλλοτε νηδυίων θολερὴν μυξώδεα χεύει,

382–386

382τηνεσμῷ ὡς εἴ τε δυσέντερος ἀχθόμενος φώς·

383δήποτε τειρόμενος καμάτοις κάρφουσι δέδουπε

384γυῖα δαμείς· οὐ μὲν ποθέει ξηρὸν στόμα δεῦσαι.

385Τῷ δὲ σὺ πολλάκι μὲν γλάγεος πόσιν, ἄλλοτε μίγδην

386ῥεῖα γλυκὺ νείμειας ἀλυκρότερον δεπάεσσι·

387–391

387καί τε καὶ ὄρνιθος φιαρῆς πυρὶ τηκομένη σὰρξ

388θωρήκων ἤμυνεν ἐυτρεφέων βρωθεῖσα·

389ἤμυνεν καὶ χυλὸς ἅλις κύμβησι ῥοφηθεὶς,

390ὅσσα τε πετρήεντος ὑπὸ ῥόχθοισι θαλάσσης

391κνώδαλα φυκιόεντας ἀεὶ περιβόσκεται ἀγμούς·

392–396

392ὧν τὰ μὲν ὠμὰ δάσαιτο, τὰ δ’ ἑφθέα, πολλὰ δὲ θάλψας

393ἐν φλογιῇ· στρόμβων δὲ πολὺ πλέον, ἔτι κάλχης,

394κηραφίδος, πίνης τε καὶ αἰθήεντος ἐχίνου

395δαῖτες ἐπαλθήσουσιν ἰδὲ κτένες· οὐδέ τι κήρυξ

396δὴν ἔσεται τήθη τε γεραιρόμενα μνίοισι.

397–401

397Μηδέ σέ γ’ ἐχθομένη λήθῃ πόσιςοὐ γὰρ ἄιδρις

398φαρικοῦ, γναθμοῖσιν ἔπι βαρὺν ὤπασε μόχθον.

399Τὴν ἤτοι γευθμῷ μὲν ἰσαιομένην μάθε νάρδῳ·

400ἤνυσε δὲ σφαλεροὺς, ὁτὲ δ’ ἄφρονας, ἐν δὲ μονήρει

401ῥηιδίως ἀκτῖνι βαρὺν κατεναίρεται ἄνδρα.

402–406

402Ἀλλὰ σὺ πολλάκι μὲν σταδίην εὐανθέα νάρδου

403ῥιζίδα θυλακόεσσαν ὀπάζεο, τήν τε Κίλισσαι

404πρηόνες ἀλδαίνουσι παρὰ πλημμυρίδα Κέστρου,

405ἄλλοτε δὲ σμυρνεῖον ἐυτριβές. αἵνυσο δ’ αὐτὴν

406ἴριδα λειριόεν τε κάρη, τό τ’ ἀπέστυγεν Ἀφρὼ,

407–411

407οὕνεκ’ ἐριδμαίνεσκε χροῆς ὕπερ, ἐν δέ νυ θρίοις

408ἀργαλέην μεσάτοισιν ὀνειδείην ἐπέλασσε

409δεινὴν βρωμήεντος ἐνανθήσασα κορύνην.

410πολλάκι δὲ σκύλαιο κάρη, περὶ δ’ αἴνυσο λάχνην

411κέρσας εὐήκει νεόθεν ξυρῷ, ἐν δέ νυ θάλψαις

412–416

412ἤια κριθάων νεοθηλέα φυλλάδα τ’ ἰσχνὴν

413πηγάνου, τήν τ’ ὤκιστα βορῇ ἐπεσίνατο κάμπη,

414βάμματι δ’ ἐνδεύσαιο καὶ εὖ περὶ κόρσεα πλάσσοις.

415Μὴ δὲ συοσκυάμῳ τις ἀιδρήεντα κορέσκοι

416νηδύν, οἷά τε πολλὰ παρασφαλέες τεύχονται,

417–421

417ἠὲ νέον σπείρημα καὶ ἀμφίκρηνα κομάων

418κοῦροι ἀπειπάμενοι ὀλοήν θ’ ἑρπηδόνα γυίων

419ὀρθόποδες βαίνοντες ἄνευ σμυγεροῖο τιθήνης

420ἠλοσύνῃ βρύκωσι κακανθήεντας ὀράμνους,

421ἠὲ νέον βρωτῆρας ὑπὸ γναθμοῖσιν ὀδόντας

422–426

422φαίνοντες, τότε κνηθμὸς ἐνοιδέα δάμναται οὖλα.

423Τῷ δ’ ὁτὲ μὲν γλάγεος καθαρὴν πόσιν ἤλιθα* *,

424ἄλλοτε βουκέραος χιληγόνου, ὅρρα κεραίας

425εὐκαμπεῖς πετάλοισιν ὑπηνεμίοισιν ἀέξει,

426ἀτμενίῳ μέγ’ ὄνειαρ ὅτ’ ἐμπλώῃσιν ἐλαίῳ·

427–431

427ἠὲ σύ γ’ αὐαλέον κνίδης σπόρον, ἄλλοτε δ’ αὐτὴν

428νείμαις ὠμόβρωτον ἄδην ἀνὰ φυλλάδ’ ἀμέλξαι,

429κίχορα, καρδαμίδας τε καὶ ἣν Πέρσειον ἔπουσιν,

430ἐν δέ τε νάπειον ῥάφανόν θ’ ἅλις, ἐν δέ τε λεπτὰς

431ἄμμιγα κρομμύων γηθυλλίδας· ἤρκεσε δ’ ἄτην

432–436

432εὐάγλις κώδεια νέον σκορόδοιο ποθεῖσα.

433Καί τε σὺ μήκωνος κεβληγόνου ὁππότε δάκρυ

434πίνωσιν, πεπύθοιο καθυπνέας· ἀμφὶ γὰρ ἄκρα

435γυῖα καταψύχουσι, τὰ δ’ οὐκ ἀναπίτναται ὄσσε,

436ἀλλ’ αὕτως βλεφάροισιν ἀκινήεντα δέδηεν·

437–441

437ἀμφὶ καὶ ὀδμήεις καμάτῳ περιλείβεται ἱδρὼς

438ἀθρόος, ὠχραίνει δὲ ῥέθος, πίμπρησι δὲ χείλη,

439δέσμα δ’ ἐπεγχαλάουσι γενειάδος, ἐκ δέ τε παῦρον

440αὐχένος ἑλκόμενον ψυχρὸν διανίσσεται ἄσθμα·

441πολλάκι δ’ ἠὲ πελιδνὸς ὄνυξ μόρον ἔτι μυκτὴρ

442–446

442στρεβλὸς ἀπαγγέλλει, ὁτὲ δ’ αὖ κοιλώπεες αὐγαί.

443Ἅσσα σὺ μὴ δείδιχθι, μέλοιο δὲ πάμπαν ἀρωγῆς,

444οἰνάδι καὶ γλυκόεντι ποτῷ κεκαφηότα πιμπλὰς

445τινθαλέῳ, τοτὲ δ’ ἔργα διαθρύψαιο μελίσσης

446ἄμμιγα ποιπνύων Ὑμησσίδος, αἵ τ’ ἀπὸ μόσχου

447–451

447σκήνεος ἐξεγένοντο δεδουπότος ἐν νεμέεσσιν·

448ἔνθα δὲ καὶ κοίλοιο κατὰ δρυὸς ἐκτίσσαντο

449πρῶτόν που θαλάμας συνομήρεες, ἀμφὶ καὶ ἔργων

450μνησάμεναι Δῃοῖ πολυωπέας ἤνυσαν ὄμπας

451βοσκόμεναι θύμα ποσσὶ καὶ ἀνθεμόεσσαν ἐρείκην.

452–456

452δήποτε δ’ ῥοδέοιο νέον θύος εὔτριχι λήνει,

453ὀχλίζων κυνόδοντα τότ’ ἠμύουσι χαλίνοις,

454ἐνθλίβοις, μαλλὸν δὲ βαθὺν κεκορημένον ἕλκοις,

455ἠὲ καὶ ἰρινόεν, τοτὲ δ’ αὖ μορόεντος ἐλαίης·

456αἶψα δὲ τόν γ’ ἑκάτερθε διὰ ῥέθος ἔγρεο πλήσσων,

457–461

457ἄλλοτε δ’ ἐμβοόων, τοτὲ δὲ κνώσσοντα σαλάσσων,

458ὄφρα κατηβολέων ὀλοὸν διὰ κῶμα κεδαίῃ,

459τῆμος δ’ ἐξερύγῃσιν ἀλεξόμενος κακὸν ἄλγος.

460σπεῖρα δ’ ἐνὶ χλιαρῷ λίπεϊ, πρὸ δὲ νέκταρι βάπτων

461τρῖβε καὶ ἐκθέρμαινε ποτῷ ἐψυγμένα γυῖα,

462

462ἄλλοτε δ’ ἐν δροίτῃ κεράων ἐμβάπτεο σάρκας,

On Curdled Milk, Sea-Hare and Leeches

Animal-derived poisons and their cures.

NICANDER · ALEXIPHARMACA · ON CURDLED MILK, SEA-HARE AND LEECHES 104 lines (463–566)
463–467

463αἶψα δὲ τινθαλέοισιν ἐπαιονάασθε λοετροῖς

464αἷμ’ ἀναλυόμενοι τέτανόν τ’ ἐσκληκότα ῥινόν.

465Εἰδείης δὲ λαγοῖο κακοφθορέος πόσιν αἰνὴν,

466οὐλομένην, τὸν κῦμα πολυστίου τέκεν ἅλμης.

467τοῦ δ’ ἤτοι λοπίδων μὲν ἰδὲ πλύματος πέλει ὀδμὴ,

468–472

468γευθμὸς δ’ ἰχθυόεις νεπόδων ἅτε σαπρυνθέντων

469ἠὲ καὶ ἀρρύπτων, ὁπόταν λοπὶς αὐξίδα χραίνῃ.

470ὅς δ’ ἤτοι ῥυπόεις μὲν ὑπ’ ὀστλίγγεσσιν ἀραιαῖς

471τευθίδος ἐμφέρεται νεαλὴς γόνος ἀπὸ τεύθου,

472οἷά τε σηπιάδος φυξήλιδος, τε μελαίνει

473–477

473οἶδμα χολῇ δολόεντα μαθοῦσ’ ἀγρώστορος ὁρμήν.

474Τῶν ἤτοι ζοφόεις μὲν ἐπὶ χλόος ἔδραμε γυίοις

475ἰκτερόεις, σάρκες δὲ περὶ σταλάδην μινύθουσι

476τηκόμεναι, δὲ δόρπα κατέστυγεν· ἄλλοτε ῥινὸς

477ἄκρον ἐποιδαίνων σφυρὰ πίμπραται, ἀμφὶ δὲ μήλοις

478–482

478ἄνθε’ ἅτε βρυόεντα κυλοιδιόωντος ἐφίζει.

479δὴ γὰρ ἐφωμάρτησεν ὀλιζοτέρη κρίσις οὔρων

480ἄλλοτε πορφυρέη, τότ’ ἐπιπλέον αἱμάσσουσα.

481πᾶς δὲ παρὰ δρακέεσσι φανεὶς ἐχθαίρεται ἔλλοψ,

482αὐτὰρ ναυσιόεις ἁλίην ἀπεμύξατο δαῖτα.

483–487

483Τῷ μὲν Φωκήεσσαν ἅλις πόσιν ἐλλεβόροιο

484νείμειας, τοτὲ δάκρυ νεοβλάστοιο κάμωνος,

485ὄφρα ποτὸν νέποδός τε κακοῦ ἐκ φύρματα χεύῃ·

486ἄλλοτε βρωμήεντος ἀμελγόμενος γάλα πίνοι

487ἠὲ χύτρῳ τήξας μαλάχης λιπόωντας ὀράμνους·

488–492

488καί ποτε κεδρινέης πελάνου βάρος ἔμμορε πίσσης·

489βρύκοι δ’ ἄλλοτε καρπὸν ἅλις φοινώδεα σίδης

490Κρησίδος, οἰνωπῆς τε καὶ ἣν Προμένειον ἔπουσι,

491σὺν δὲ καὶ Αἰγινῆτιν, ὅσαι τὰ σκληρέα κάρφη

492φοίνι’ ἀραχνήεντι διαφράσσουσι καλύπτρῃ·

493–497

493ἄλλοτε δ’ οἰνοβρῶτα βορὴν ἐν κυρτίδι θλίψαις

494ὡς εἴ περ νοτέουσαν ὑπὸ τριπτῆρσιν ἐλαίην.

495Ἤν δέ τις ἀζαλέῃ πεπιεσμένος αὐχένα δίψῃ

496ἐκ ποταμοῦ ταυρηδὸν ἐπιπροπεσὼν ποτὸν ἴσχῃ

497λεπτὰ διαστείλας παλάμῃ μνιώδεα θρῖα,

498–502

498τῷ μέν τε ῥοιζηδὰ φιλαίματος ἐμπελάουσα

499ῥύμῃ ἅλις προὔτυψε ποτοῦ μέτα χήτεϊ βρώμης

500βδέλλα πάλαι λαπαρή τε καὶ ἱμείρουσα φόνοιο·

501 ὅθ’ ὑπὸ ζοφερῆς νυκτὸς κεκαλυμμένος αὐγὰς

502ἀφραδέως κρωσσοῖο κατακλίνας ποτὸν ἴσχῃ

503–507

503χείλεσι πρὸς χείλη πιέσας, τὸ δὲ λαιμὸν ἀμείψῃ

504κνώδαλον ἀκροτάτοισιν ἐπιπλῶον ὑδάτεσσι,

505τὰς μὲν ἵνα πρώτιστον ὀχλιζόμενος ῥόος ὤσῃ,

506ἀθρόα προσφύονται ἀμελγόμεναι χροὸς αἷμα,

507ἄλλοτε μέν τε πύλῃσιν ἐφήμεναι, ἔνθα τε πνεῦμα

508–512

508αἰὲν ἀθροιζόμενον στεινοῦ διαχεύεται ἰσθμοῦ,

509ἄλλοτε δὲ στομίοισι πέριξ ἐπενήνοθε γαστρὸς

510ἀνέρα πημαίνουσα, νέην δ’ ἐπενείματο δαῖτα.

511Τῷ σὺ τότ’ ἐν δεπάεσσι κεραιόμενον ποτὸν ὄξευς

512νείμειας, ποτὲ δαῖτα συνήρεα χιονόεσσαν,

513–517

513πολλάκι κρυστάλλοιο νέον βορέαο παγέντος.

514ἠὲ σὺ γυρώσαιο καθαλμέα βώλακα γαίης

515ναιομένην, θολερὴν δὲ πόσιν μενοεικέα τεῦχε·

516 αὐτὴν ἅλα βάπτε, τότ’ ἠελίοισι δαμάζων

517εἶθαρ ὀπωρινοῖσι, τότ’ ἠνεκὲς ἐν φλογὶ θάλψας·

518–522

518πολλάκι δ’ ἅλα πηκτὸν ὁμιλαδὸν ἁλὸς ἄχνην

519ἐμπίσαις, τήν τ’ αἰὲν ἀνὴρ ἁλοπηγὸς ἀγείρει

520νειόθ’ ὑφισταμένην, ὁπόθ’ ὕδασιν ὕδατα μίξῃ.

521Μὴ μὲν δὴ ζύμωμα κακὸν χθονὸς ἀνέρα κήδοι

522πολλάκι μὲν στέρνοισιν ἀνοιδέον, ἄλλοτε δ’ ἄγχον,

523–527

523εὖθ’ ὑπὸ φωλεύοντα τραφῇ βαθὺν ὁλκὸν ἐχίδνης,

524ἰὸν ἀνικμαῖνον στομίων τ’ ἀποφώλιον ἄσθμα.

525κεῖνο κακὸν ζύμωμα, τὸ δὴ ῥ’ ὑδέουσι μύκητας

526παμπήδην, ἄλλῳ γὰρ ἐπ’ οὔνομα κέκριται ἄλλο.

527Ἀλλὰ σύ γ’ ῥαφάνοιο πόροις σπειρώδεα κόρσην.

528–532

528 ῥυτῆς κλώθοντα περὶ σπάδικα κολούσας,

529πολλάκι καὶ χαλκοῖο πάλαι μεμογηότος ἄνθην·

530ἄλλοτε κληματόεσσαν ἐν ὄξεϊ θρύπτεο τέφρην·

531δήποτε ῥιζάδα τρῖβε πυρίτιδα βάμματι χραίνων

532 λίτρον, τοτὲ φύλλον ἐναλδόμενον πρασιῇσι

533–537

533καρδαμίδος, Μῆδόν τε καὶ ἐμπρίοντα σίνηπυν.

534σὺν δὲ καὶ οἰνηρὴν φλογιῇ τρύγα τεφρώσαιο

535ἠὲ πάτον στρουθοῖο κατοικάδος· ἐκ δὲ βαρεῖαν

536χεῖρα κατεμματέων ἐρύγοι λωβήμονα κῆρα.

537Ἢν δὲ λιπορρίνοιο ποτὸν δυασάλυκτον ἰάψῃ

538–542

538φαρμακίδος σαύρης πανακηδέος, ἣν σαλαμάνδρην

539κλείουσιν, τὴν οὐδὲ πυρὸς λωβήσατο λιγνύς,

540αἶψα μὲν ἐπρήσθη γλώσσης βάθος, ἂψ δ’ ὑπὸ μάλκης

541δάμνανται, βαρύθων δὲ κακὸς τρόμος ἅψεα λύει·

542οἳ δὲ περισφαλόωντες ἅτε βρέφος ἑρπύζουσι

543–547

543τετραποδί· νοεραὶ γὰρ ἀπὸ φρένες ἀμβλύνονται·

544σάρκα δ’ ἐπιτροχόωσαι ἀολλέες ἄκρα πελιδναὶ

545σμώδιγγες στίζουσι κεδαιομένης κακότητος.

546Τῷ δὲ σὺ πολλάκι μὲν πεύκης ἀπὸ δάκρυ’ ἀμέρξας

547τενθρήνης ἀναμίγδα πόροις ἐν πίοσιν ἔργοις·

548–552

548ἠὲ χαμαιπίτυος βλαστήμονος ἄμμιγα κώνοις

549φύλλα καθεψήσειας, ὅσους ἐθρέψατο πεύκη·

550ἄλλοτε δὲ σπέραδος κνίδης μυλοεργέι μίσγων

551τερσαίνοις ὀρόβοιο παλήματι· καί ποτε κνίδην

552ἑψαλέην κρίμνοισι παλυνάμενος ψαθυροῖσιν

553–557

553εὖ λίπεϊ χραίνοιο, βορῆς δ’ ἀέκοντα κορέσκοις.

554ναὶ μὴν ῥητίνη τε καὶ ἱερὰ ἔργα μελίσσης

555ῥίζα τε χαλβανόεσσα καὶ ὤεα θιβρὰ χελύνης

556ἀλθαίνει, τοτὲ νέρθε πυρὸς ζαφέλοιο κεραίης

557[ἀλθαίνει καὶ γέντα συὸς φλιδόωντος ἀλοιφῇ]

558–562

558ἀμμίγδην ἁλίοιο καθεψηθέντα χελύνης

559γυίοις, τ’ ἀκιρῇσι διαπλώει πτερύγεσσιν,

560ἄλλοτε δ’ οὐρείης κυτισηνόμου, ἥν τ’ ἀκάκητα

561Ἑρμείης· σαρκὸς γὰρ ἀπ’ οὖν νόσφισσε χέλειον

562αἰόλον, ἀγκῶνας δὲ δύω παρετείνατο πέζαις.

563–566

563καί τε σύ γ’ γερύνων λαιδροὺς δαμάσαιο τοκῆας,

564ἄμμιγα δὲ ῥίζας ἠρυγγίδας, καὶ ἐπαρκὲς

565θάλπε βαλὼν χύτρῳ σκαμμώνιον. οἷσι κορέσκοις

566ἀνέρα, καὶ θανάτοιο πέλας βεβαῶτα σαώσεις.

On the Bramble-Toad

Poisoning by the toad's secretions.

NICANDER · ALEXIPHARMACA · ON THE BRAMBLE-TOAD 27 lines (567–593)
567–571

567Ἤν γε μὲν ἐκ φρυνοῖο θερειομένου ποτὸν ἴσχῃ

568 ἔτι καὶ κωφοῖο λαχειδέος, ὃς ποτὶ θάμνοις

569εἴαρι προσφύεται μορόεις λιχμώμενος ἔρσην, —

570τῶν ἤτοι θερόεις μὲν ἄγει χλόον ἠύτε θάψου,

571γυῖα δὲ πίμπρησιν, τὸ δὲ συνεχὲς ἀθρόον ἄσθμα

572–576

572δύσπνοον ἐκφέρεται, παρὰ χείλεσι δ’ ἐχθρὸν ὄδωδεν.

573ἀλλὰ σὺ τῷ βατράχοιο καθεφθέον ἠὲ καὶ ὀπτὴν

574σάρκα πόροις, ὁτὲ πίσσαν ἐν ἡδέι μίγμενος οἴνῃ·

575καί τε σπλὴν ὀλοοῖο κακὸν βάρος ἤρκεσε φρύνης,

576λιμναίης φρύνης πολυαλγέος, τ’ ἐνὶ φύκει

577–581

577πρῶτον ἀπαγγελέουσα βοᾷ θυμάρμενον εἶαρ.

578αὐτὰρ γ’ ἄφθογγός τε καὶ ἐν δονάκεσσι θαμίζων

579πολλάκι μὲν πύξοιο χλόον κατεχεύατο γυίοις,

580ἄλλοτε δ’ ὑγραίνει χολόεν στόμα· καί ποτε λυγμοὶ

581ἀνέρα καρδιόωντα θαμειότεροι κλονέουσι·

582–586

582δὴν δὲ κατικμάζων ἄγονον σπόρον ἄλλοτε φωτὸς,

583πολλάκι θηλυτέρης σκεδάων γυίοισι τέλεσκε.

584ναὶ μὴν τοῖς ὁτὲ νέκταρ ἀφυσγετὸν ἐν δεπάεσσι

585χεύαις, εἰς ἔμετον δὲ καὶ οὐ χατέοντα πελάζοις,

586ἠὲ πίθου φλογιῇ θάλψας κύτος αἰὲν ἐναλθῆ

587–591

587ἀνέρα θερμάσσαιο, χέαι δ’ ἀπὸ νήχυτον ἱδρῷ·

588καί τε καὶ αὐξηρῶν δονάκων ἀπὸ ῥίζεα κόψας

589οἴνῃ ἐπεγκεράσαιο, τὰ δή ῥ’ ὑποτέτροφε λίμνη

590οἰκείη, τόθι λεπτὰ διὲκ πόσιν ἑρπετὰ νήχει,

591ἠὲ φιλοζώοιο κυπειρίδος ἠὲ κυπείρου,

592–593

592αὐτόν τ’ ἠνεκέεσσι τρίβοις πανάπαστον ἐδωδῆς

593καὶ πόσιος ξήραινε, κατατρύσαιο δὲ γυῖα.

On the Salamander

The fire-creature and its venom.

NICANDER · ALEXIPHARMACA · ON THE SALAMANDER 35 lines (594–628)
594–598

594Ἐχθραλέον δέ σε μή τι λιθάργυρος ἀλγινόεσσα

595λήσειεν τότε γαστρὶ πέσῃ βάρος, ἀμφὶ δὲ μέσσον

596πνεύματ’ ἀνειλίσσοντα κατ’ ὀμφάλιον βρομέῃσιν,

597οἷά περ εἰλίγγοιο δυσαλθέος, ὅς τε δαμάζει

598ἀνέρας ἀπροφάτοισιν ἐνιπλήσσων ὀδύνῃσιν.

599–603

599οὐ μὲν τῶν γ’ οὔρων ἄνυται ῥύσις, ἀμφὶ δὲ γυῖα

600πίμπραται, αὐτάρ που μολίβῳ εἰδήνατο χροιή.

601Τῷ δ’ ὁτὲ μὲν σμύρνης ὀδελοῦ πόρε διπλόον ἄχθος,

602ἄλλοτε δ’ ὁρμίνοιο νέην χύσιν, ἄλλοτε κόψαις

603οὐρείην ὑπέρεικον, ὅθ’ ὑσσώπου ὀροδάμνους,

604–608

604πολλάκι δ’ ἀγριόεντα κράδην, σπέραδός τε σελίνου

605Ἴσθμιον, θ’ ὑπὸ κοῦρον ἀλίβλαπτον Μελικέρτην

606Σισυφίδαι κτερίσαντες ἐπηέξησαν ἀέθλους.

607ἠὲ σύ γ’ ἐν πέπεριν ῥυτῇ συνομήρεα φώξας

608οἴνῳ ἐνιτρίψαιο, κακῆς δ’ ἀπερύκεο νούσου,

609–613

609κύπρου τε βλαστεῖα νεανθέα, πολλάκι σίδης

610πρωτόγονον κυτίνοιο πόροις ἀνθήμονα καρπόν.

611[Μὴ μὲν δὴ σμῖλον σὺ κακὴν ἐλατηίδα μάρψαις

612Οἰταίην, θανάτοιο πολυκλαύτοιο δότειραν,

613ἥν τε καὶ ἐμπλείουσα χαλικροτέρη πόσις οἴνης

614–618

614οἴη ἐπαλθήσειε παραχρέος, ἡνίκα φωτὸς

615ἴσθμια καὶ φάρυγος στεινὴν ἐμφράσσεται οἶμον.]

616[Καὶ τὰ μὲν οὖν Νίκανδρος ἑῇ ἐνικάτθετο βίβλῳ

617μοχθήεντα μύκητα παρ’ ἀνέρι φαρμακόεντα.

618Πρὸς δ’ ἔτι τοῖς, Δίκτυννα τεῆς ἐχθήρατο κλῶνας

619–623

619Ἥρη τ’ Ἰμβρασίη μούνη στέφος οὐχ ὑπέδεκτο

620κάλλεος, οὕνεκα Κύπριν, ὅτ’ εἰς ἔριν ἠέρθησαν

621ἀθάναται, κόσμησεν ἐν Ἰδαίοισιν ὄρεσσι, —

622τῆς σύ γ’ ἀπ’ εὐύδροιο νάπης, εὐαλθὲς ὄνειαρ.

623καρπὸν πορφυρόεντα συναλδέα χειμερίῃσιν

624–628

624ἠελίου θαλφθέντα βολαῖς δοίδυκι λεήνας

625χυλὸν ὑπὲκ λεπτῆς ὀθόνης σχοινίδι κύρτῃ

626ἐκθλίψαντα πορεῖν κυάθου κοτυληδόνα πλήρη

627 πλεῖον, πλεῖον γὰρ ὀνήιον· — οὐ γὰρ ἀνιγρὸν

628πῶμα βροτοῖς·— τόδε γάρ τε καὶ ἄρκιον, αἴκε πίῃσθα.]

Sphragis

The poet's seal: 'remember Nicander; keep the law of Zeus the host.'

NICANDER · ALEXIPHARMACA · SPHRAGIS 2 lines (629–630)
629–630

629Καί κ’ ἔνθ’ ὑμνοπόλοιο καὶ εἰσέτι Νικάνδροιο

630μνῆστιν ἔχοις, θεσμὸν δὲ Διὸς ξενίοιο φυλάσσοις.