1οὐδὲν πὸτ τὸν ἔρωτα πεφύκει φάρμακον ἄλλο
2Νικία οὔτ᾽ ἔγχριστον, ἐμὶν δοκεῖ, οὔτ᾽ ἐπίπαστον,
3ἢ ταὶ Πιερίδες: κοῦφον δέ τι τοῦτο καὶ ἁδὺ
4γίνετ᾽ ἐπ᾽ ἀνθρώποις, εὑρεῖν δ᾽ οὐ ῥᾴδιόν ἐστι.
5γινώσκειν δ᾽ οἶμαί τυ καλῶς ἰατρὸν ἐόντα
6καὶ ταῖς ἐννέα δὴ πεφιλάμενον ἔξοχα Μοίσαις.
7οὕτω γοῦν ῥάιστα διᾶγ᾽ ὁ Κύκλωψ ὁ παρ᾽ ἁμῖν,
8ὡρχαῖος Πολύφαμος, ὅκ᾽ ἤρατο τᾶς Γαλατείας,
9ἄρτι γενειάσδων περὶ τὸ στόμα τὼς κροτάφως τε.
10ἤρατο δ᾽ οὐ μάλοις οὐδὲ ῥόδῳ οὐδὲ κικίννοις,
11ἀλλ᾽ ὀρθαῖς μανίαις, ἁγεῖτο δὲ πάντα πάρεργα.
12πολλάκι ταὶ ὄιες ποτὶ ταὐλίον αὐταὶ ἀπῆνθον
13χλωρᾶς ἐκ βοτάνας: ὁ δὲ τὰν Γαλάτειαν ἀείδων
14αὐτόθ᾽ ἐπ᾽ ἀιόνος κατετάκετο φυκιοέσσας
15ἐξ ἀοῦς, ἔχθιστον ἔχων ὑποκάρδιον ἕλκος
16Κύπριδος ἐκ μεγάλας, τό οἱ ἥπατι πᾶξε βέλεμνον.
17ἀλλὰ τὸ φάρμακον εὗρε, καθεζόμενος δ᾽ ἐπὶ πέτρας
18ὑψηλᾶς ἐς πόντον ὁρῶν ἄειδε τοιαῦτα.
19ὦ λευκὰ Γαλάτεια, τί τὸν φιλέοντ᾽ ἀποβάλλῃ;
20λευκοτέρα πακτᾶς ποτιδεῖν, ἁπαλωτέρα ἀρνός,
21μόσχω γαυροτέρα, σφριγανωτέρα ὄμφακος ὠμᾶς.
22φοιτῇς δ᾽ αὖθ᾽ οὑτῶς, ὅκκα γλυκὺς ὕπνος ἔχῃ με,
23οἴχῃ δ᾽ εὐθὺς ἰοῖσ᾽, ὅκκα γλυκὺς ὕπνος ἀνῇ με,
24φεύγεις δ᾽ ὥσπερ ὄις πολιὸν λύκον ἀθρήσασα.
25ἠράσθην μὲν ἔγωγα τεοῦς κόρα, ἁνίκα πρᾶτον
26ἦνθες ἐμᾷ σὺν ματρὶ θέλοισ᾽ ὑακίνθινα φύλλα
27ἐξ ὄρεος δρέψασθαι, ἐγὼ δ᾽ ὁδὸν ἁγεμόνευον.
28παύσασθαι δ᾽ ἐσιδών τυ καὶ ὕστερον οὐδέ τί πᾳ νῦν
29ἐκ τήνω δύναμαι: τὶν δ᾽ οὐ μέλει, οὐ μὰ Δί᾽ οὐδέν.
30γινώσκω χαρίεσσα κόρα, τίνος ὥνεκα φεύγεις:
31ὥνεκά μοι λασία μὲν ὀφρῦς ἐπὶ παντὶ μετώπῳ
32ἐξ ὠτὸς τέταται ποτὶ θὥτερον ὦς μία μακρά,
33εἷς δ᾽ ὀφθαλμὸς ἔπεστι, πλατεῖα δὲ ῥὶς ἐπὶ χείλει.
34ἀλλ᾽ οὗτος τοιοῦτος ἐὼν βοτὰ χίλια βόσκω,
35κἠκ τούτων τὸ κράτιστον ἀμελγόμενος γάλα πίνω:
36τυρὸς δ᾽ οὐ λείπει μ᾽ οὔτ᾽ ἐν θέρει οὔτ᾽ ἐν ὀπώρᾳ,
37οὐ χειμῶνος ἄκρω: ταρσοὶ δ᾽ ὑπεραχθέες αἰεί.
38συρίσδεν δ᾽ ὡς οὔτις ἐπίσταμαι ὧδε Κυκλώπων,
39τὶν τὸ φίλον γλυκύμαλον ἁμᾷ κἠμαυτὸν ἀείδων
40πολλάκι νυκτὸς ἀωρί. τρέφω δέ τοι ἕνδεκα νεβρὼς
41πάσας μηνοφόρως καὶ σκύμνως τέσσαρας ἄρκτων.
42ἀλλ᾽ ἀφίκευσο ποθ᾽ ἁμέ, καὶ ἑξεῖς οὐδὲν ἔλασσον,
43τὰν γλαυκὰν δὲ θάλασσαν ἔα ποτὶ χέρσον ὀρεχθεῖν.
44ἅδιον ἐν τὤντρῳ παρ᾽ ἐμὶν τὰν νύκτα διαξεῖς.
45ἐντὶ δάφναι τηνεῖ, ἐντὶ ῥαδιναὶ κυπάρισσοι,
46ἔστι μέλας κισσός, ἔστ᾽ ἄμπελος ἁ γλυκύκαρπος,
47ἔστι ψυχρὸν ὕδωρ, τό μοι ἁ πολυδένδρεος Αἴτνα
48λευκᾶς ἐκ χιόνος ποτὸν ἀμβρόσιον προΐητι.
49τίς κα τῶνδε θάλασσαν ἔχειν καὶ κύμαθ᾽ ἕλοιτο;
50αἰ δέ τοι αὐτὸς ἐγὼ δοκέω λασιώτερος ἦμεν,
51ἐντὶ δρυὸς ξύλα μοι καὶ ὑπὸ σποδῷ ἀκάματον πῦρ.
52καιόμενος δ᾽ ὑπὸ τεῦς καὶ τὰν ψυχὰν ἀνεχοίμαν
53καὶ τὸν ἕν᾽ ὀφθαλμόν, τῶ μοι γλυκερώτερον οὐδέν.
54ὤμοι, ὅ τ᾽ οὐκ ἔτεκέν μ᾽ ἁ μάτηρ βραγχί᾽ ἔχοντα,
55ὡς κατέδυν ποτὶ τὶν καὶ τὰν χέρα τευς ἐφίλασα,
56αἰ μὴ τὸ στόμα λῇς, ἔφερον δέ τοι ἢ κρίνα λευκὰ
57ἢ μάκων᾽ ἁπαλὰν ἐρυθρὰ πλαταγώνι᾽ ἔχοισαν.
58ἀλλὰ τὰ μὲν θέρεος, τὰ δὲ γίνεται ἐν χειμῶνι,
59ὥστ᾽ οὐκ ἄν τοι ταῦτα φέρειν ἅμα πάντ᾽ ἐδυνάθην.
60νῦν μὰν ὦ κόριον, νῦν αὐτόγα νεῖν κε μάθοιμι,
61αἴκά τις σὺν ναῒ πλέων ξένος ὧδ᾽ ἀφίκηται,
62ὡς εἰδῶ, τί ποθ᾽ ἁδὺ κατοικεῖν τὸν βυθὸν ὔμμιν.
63ἐξένθοις Γαλάτεια καὶ ἐξενθοῖσα λάθοιο
64ὥσπερ ἐγὼ νῦν ὧδε καθήμενος οἴκαδ᾽ ἀπενθεῖν.
65ποιμαίνειν δ᾽ ἐθέλοις σὺν ἐμὶν ἅμα καὶ γάλ᾽ ἀμέλγειν
66καὶ τυρὸν πᾶξαι τάμισον δριμεῖαν ἐνεῖσα.
67ἁ μάτηρ ἀδικεῖ με μόνα, καὶ μέμφομαι αὐτᾷ:
68οὐδὲν πήποχ᾽ ὅλως ποτὶ τὶν φίλον εἶπεν ὑπέρ μευ,
69καὶ ταῦτ᾽ ἆμαρ ἐπ᾽ ἆμαρ ὁρεῦσά με λεπτὸν ἐόντα.
70φασῶ τὰν κεφαλὰν καὶ τὼς πόδας ἀμφοτέρως μευ
71σφύζειν, ὡς ἀνιαθῇ, ἐπεὶ κἠγὼν ἀνιῶμαι.
72ὦ Κύκλωψ Κύκλωψ, πᾷ τὰς φρένας ἐκπεπότασαι;
73αἴκ᾽ ἐνθὼν θαλάρως τε πλέκοις καὶ θαλλὸν ἀμάσας
74ταῖς ἄρνεσσι φέροις, τάχα κα πολὺ μᾶλλον ἔχοις νῶν.
75τὰν παρεοῖσαν ἄμελγε. τί τὸν φεύγοντα διώκεις;
76εὑρησεῖς Γαλάτειαν ἴσως καὶ καλλίον᾽ ἄλλαν.
77πολλαὶ συμπαίσδέν με κόραι τὰν νύκτα κέλονται,
78κιχλίζοντι δὲ πᾶσαι, ἐπεί κ᾽ αὐταῖς ὑπακούσω
79δῆλον ὅ τ᾽ ἐν τᾷ γᾷ κἠγώ τις φαίνομαι ἦμεν.
80οὕτω τοι Πολύφαμος ἐποίμαινεν τὸν ἔρωτα
81μουσίσδων, ῥᾷον δὲ διᾶγ᾽ ἢ εἰ χρυσὸν ἔδωκεν.